Μιχαήλ Αποστόλη Μονωδία εις τον Μανουήλ τον Καλοτάρην
Μιχαήλου Ἀποστόλη Μονωδία εἲς τὸν Μανουὴλ τὸν Καλοτάρην Συγγραφέας: |
Μονωδία εἲς τὸν Μανουὴλ τόν Καλοτάρην
Δίκαιόν ἔστι πᾶσιν ἀνθρώποις ὑποκειμένοις φῦορᾷ τὴν προσήκουσαν ἀπονέμειν τοῖς τεθνεῶσι τιμήν: οὐχ ὅτι πάντες ἡμεῖς τοῖς αὐτοῖς ὑποκεισόμεθα πάθεσιν, οὐδ᾽ ὅτι φίλοι τυγχάνοντες ἦμεν, δικαίῳ λόγῳ καὶ τῷδε, ἀλἰ᾽ ὅτι μᾶλλον ὃ τεθνεὼς ἢ πάσαις ἂν ἢ πλείοσιν ἀρεταῖς εἴη κεκοσμημένος. Τοῦτον δὴ οὖν ἡμῖν τὸν προκείμενον, ἄνδρες ἑλλόγιμοι τῶν Κρητῶν, ὅτι τε ἀνὴρ ἀγαδὸς ἐεύγχανεν ὢν καὶ πολλοί γε ἓκ τοῦδε παῖδας καὶ γυγαῖκας τετράφαται, πᾶσιν ἐμοῦ κάλλιον εἶδόσι, προσημαίνειν οὐ δεῖ, ἀλλὰ πενθεῖν τε καὶ μονῳδεῖν, πολλῶν ἀντάξιον ἄνδρα ἀποβαλόντας. Φεῦ, οἷον μετὰ δύο πάθος τρίτον ἡμῖν ἐπεισέφρυσεν, ἄμεινονμὲν εἲς φθορὰν τοῦ προτέρου, τοῦ δὲ δευτέρου τοσοῦτον ἔλαττον, ὅσον κρεῖττον τοῦ πρώτου. "Ω, οἷον ἀγαθὸν ἀπεβάλλομεν ἄνδρα. Μιχαῆλος καὶ πάλιν μοι προτετάχθω, ὁ πάντων ἐμοὶ φίλτατος τῶν Κρητῶν καὶ τοῖς ἀρίστοις τῶν ᾿Ενετῶν, τὸ φῶς τοῦ παρόντος αἰῶνος καὶ τῆς Δαλάσσης ἡγεμόνων ἁπάσης, τῆς τε γῆς, ἣν δόξῃ Θεῷ καὶ αὐτὸς εἰ μὴ μάτην μαντεύωμαι. Βαβαί! Τί σε πάντων εἲπών, τῶν μὲν φίλε, τῶν δὲ θεράπων, τοῖς δ᾽ ἰσότιμε, τῶν δ᾽ ὃπερέχων πολλῷ, ἄξιόν σοι δόξαιμι φάναι; ὡς φρονήσει συνέξης; καὶ τοῦτο γε δῆλον ἐκ τῶν οἰκείων καμάτων, ὅτι παρὰ πατρὸς ὀλίγον ἢ μηδὲν εἰληφὼς αὐτὸς τῶν Κρητῶντιμῇ καὶ πἸούτῳ τοὺς αλείστους ὑπερενίκησας. ᾿Ω φίλοι καὶ γνώριμοι τοῦδε καὶ προσγενεῖς; δικαίως Ὀρηνεῖτε. Εὶ γὰρ δυοῖν τούτοιν ὄντιν κτᾶσθαί τε καὶ φυλάττειν τὰ πράγματα, εἴ τῷ Φάτερον περιγένοιτο, πᾶσιν ὥς εἰκὸς εἶναι μέγα δοκεῖ, εἴ τω ἑυνελθοίτην ἑκατέρω τὼ πράγματε, ὥσπερ σοι γ᾿ αὐτῷ τὴν ψυχὴν καὶ σῶμα καὶ πάντα πάντως εὐδαίμονι, πῶς οὖκ ἄν τις εἴποι φρόνιμον καὶ μακάριον ; Μακάριος γὰρ ὄντως ὑπάρχεις αὐτός, φήφῳ,εἲ μὴ πλειόνων, τῇγοῦν ἐμῇ, εἰ μαὶ ιῶν πολλῶν οὐκ ἀξίαν λόγου κρινόντων. Ὅ γάρ τις τί ἔστιν οὓκεἰδώς, εἴτε φαῦλονεἴτε σπουδαῖον, οὔτ᾽ οἵδε Βαυμάζειν καὶ λέγειν ἀλόγως. ᾿Αλλ’ ὑμῶν οἳ πλεῖστοι, ὡς οἵομαι, κακεῖνον καὶ τόνδε οἴδατε ἀκριβῶς, τοῦτο δῶρον εἰληφότες παρὰ Βεοῦ, τούς τε φαύλους δαδίως δοκιμάδειν καὶ τοὺς σπουδαίους, ὥσπερ ὅ λίθος τὸν ἄογυρον καὶ χρυσόν. ᾽Αλλὰ τί μοι δεῖ τούτων καὶ οὗ ὑρηνῶ τὸν προχείμενον; Φεῦ, ὅτι γενναίως τὰ παοόντα ὑπέφερες εὐτυχῶν τε καὶ δυστυχῶν, οἵα δὴ πᾶσι πέφυκε γίγνεσθαι, ὅσοι τῶν συνθέτων ὀσμέν, καὶ τίς οὐκ ἂν τῶν εἰδότων σε μαρτυρήσειον; ᾿Εγὼ γ᾿ αὐτὸς μάρευς, εἰ καὶ σπανίως συνεγεγόμηνσοι’ πολλάκις γὰρ χοήμαι ἀποβαλών, ὡς ἀλλότρια ἤγησαι καὶ κερδάνας ὡς οὐδὲν ἐλογίσω. ᾿Ελέγξατε, ὦ παρόντες,εἳ μὴ Λέγοιμι ἀληδῆ. ᾽᾿ 4λλ’ οὐδὲν ἀποκρίνεσδε, συνθέμενοι καὶ δηλοῦντες δέον Ὀρηνεῖν' τοιγαροῦν καὶ ὑρηνῶμεν τὸν φίλον ἀποβαλόντες ἡμῶν, τὸν πολλάκις ἡμῖν ὁμιλήσαντα, τὸν πολλὰ καὶ πάντ᾽ ἀγαθὰ ἡμῖν εἰπόντα καὶ αὖδις ἀκούσανια, τὸν συνεορχάσαντα καὶ πεν- Θήσαντα ἐφ᾽ ἑκατέρᾳ τῆς τύχης μεταβολῇ. ᾽Αλλὰ νῦν, φεῦ, οὐθ᾽ ἡμῖν ἀποκρίνεται κλαίουσι καὶ τὸν ἄνδρα ζητοῦσι ὡς ζῶντα, οὔτ' ἀκούει τῶν Ὀρήνων καὶ ἅ γε μεμελωδήκασιν οἳ παῖδες τῶν μουσικῶν. Οἶδα γοῦν τὴν ἀθάνατον τούτου ψυχὴν τῶν ἴῇδε καὶ τῶν δικαίων ἐστίν, ὥσπερ ἀμέλει καὶ τῶν ἑτέρων. “Ως γε ἡμῖν δοκεῖ καὶ πᾶσι τοῖς Δύραδεν. "Ἡ γὰρ ψυχὴ ἀδάνατος οὔσα τῷ τε σώματι τῷδε ὡς δογάνῳ χρησαμένη κινεῖ περ τὸν αὐτὸ καὶ ἄποβάλλουσα κήδεται, ὅπως αὐτῷ ἐσαῦθις ἐντύχοι τῷ συμφυεῖ, λόγῷ συναρμοσθησομένηγε τουτωΐ, ᾧ συνεζεύχδη τὸ πρῶτον" ἱκανὸντοῖς ἀπίοτοις τοῦτ᾽ εἷς Ίόγον ἀναβιώσεω. Εἴτε γὰρ ἐξ ὄνιων ὡς ἐκεῖνοι φασίν, εἴτ' ἐκ μὴ ὄντων τὰ ὄντα, ὡς φησιν, συνέστηκεν, ᾗ ἀλήδεια, ὥσπεο ἐξ ὧν τὸ πρῶτον συνέστη, οὕτως εἰκὸς ἓκ τῶν αὐτῶν καὶ ἐσαῦδις γενέσθαι. Εὶ δ᾽ οὔτε λοιμῷ ἐξ ἡμῶν ἐγένετο γίγνεσθαι εἴωδότι, οὔτε γόσῳ τωὶ φυσικῇ, ἀλλὰ βιαίῳ δανάτῳ μαὶ τυχηρῷ, οἵα πολλάκις τοῖς ἀνδρώποις συμβαίνει, καινὸν οὔδέν. Πολλοὶ γὰρ φυσικῷ ἐβανθρωπιοθέντες Βανάτῳ, ἐξαπολώλεσαν καὶ πλεῖστοι τοιούτῳ συγειζήκασι δήπουδεν τοῦ δεοῦ τὰ τοιαὔτα δικαίοις ὣς οἷδε κρίνοντος Λόγοις' καὶ ἡμεῖς δέ, εἲ μὴ ἆμο Ωδοῦμεν, εἴποιμεν ἄν. Τοῦ νόμου δὲ οὖκ ἐῶντος, πενδήσωμεν, ὦ παρόντες, τὸν τεθνηκότα, κλαύσωμεντὸν φίλον ἡμῖν, δρηνήσωμε τοῦτον, ὥς ἅλλοι πάλιν ἴσως ἡμᾶς. Τὸ γὰρ χρέος κοινὸν καὶ εἲ τοὺς πρὸ ἡμῶν μεταστάντας δικαίως τιμήσαντες κλαύσετε, ὥσπερ δὴ καὶ ποιεῖτε, περιττοὶ Κρῆτες πάντων ἐς τόδε, καὶ ἡμᾶς ϱἳ μεθ’ ἡμᾶς προπέμψουσι κλαίοντες' πρὸς δὲ καὶ τῶν τοιούτων ἔξομεν ἀμοιβὴν ἔκ δεοῦ. Τοῖς γὰρ τὰ φαῦλα ὁνρῶσι, τοιαῦτα δικαΐως ἀνταποδίδωσι καὶ τοῖς τ’ ἀγαδά, τούτοις δήπουθεν τἆναντία. Καὶ ταῦτα μὲν οὕτως, σὺ δ᾽ ὦ φερώνυμε τοῦ καλοῦ, καλὸς γὰρ ἦσο ἡμῖν γε συνών, καλλίων δ᾽ ἂν εἴης νῦν, συζήσων τῷ δεσπότῃ τῶν ὁρατῶν καὶ βασιλεῖ τῶν δυνάμεων, μέμνησο καὶ ἡμῶν αὐτῶν εὐχόμενος ἐκτενῶς, ὃν ἡμεῖς τε προσκυνήσαντες τὰ εἴχότα καὶ τὸν προκείμενον ἡμῖν ἀσπασάμενοι φίλον, ἀπίωμεν θεῷ καὶ ἀνδρώποις φίλα ποιήσαντες.