Μετάβαση στο περιεχόμενο

Μακαρίου του Αιγύπτιου, αποφθέγματα

Από Βικιθήκη
Ἀποφθέγματα
Συγγραφέας:


[ Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου. ]

1. Ἀδελφός ἠρώτησε τὸν ἀββᾶν Μακάριον τὸν μέγαν, λέγων περὶ τελειότητος· καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· ἐὰν μὴ κτήσηται ἄνθρωπος ταπείνωσιν μεγάλην τῆι καρδίαι αὐτοῦ καὶ τῶι σώματι· καὶ μὴ μετρεῖν ἑαυτὸν ἔ τινι πράγματι· ἀλλὰ μᾶλλον τιθέναι ἑαυτὸν ἐν ταπεινώσει ὑποκάτω τῆς κτίσεοις· καὶ τὸ μ` κρῖναι ὅλως τινα εἰ μὴ ἑαυτὸν μόνον· καὶ τὸ ὑποφέρειν ὕβριν· καὶ τὸ ἀπορρίπτειν ἀπὸ τῆς καρδίας πᾶσαν κακίαν· καὶ βιάζεσθαι ἑαυτὸν εἶναι μακρόθυμον, χρηστόν, φιλάδελφον, σώφρονα, ἐγκρατῆ· γέγραπται γάρ· βιαστῶν ἐστι βασιλεία τῶν οὐρανῶν· καὶ τὸ ὀρθὰ βλέπειν τοῖς ὀφθαλμοῖς, καὶ τὸ φυλακὴν ἔχειν τῆς γλώσσης, καὶ ἀποστροφὴν πάσης ἀκοῆς ματαίας καὶ ὀλεθρίου· καὶ τὴν τῶν χειρῶν δικαιοσύνην καὶ τὸ τῆς καρδίας καθαρὸν πρὸς τὸν Θεόν, καὶ τὸ τοῦ σώματος ἄσπιλ´ν· καὶ τὸ ἔχειν τὴν μνήμην τοῦ θανάτου πρὸ ὀφθαλμῶν καθ᾿ ἡμέραν, καὶ ἀποταγὴν τῆς κατὰ πνεῦμα ὀργῆς καὶ κακίας, καὶ ἀποταγὴν τῆς ὕλης, καὶ τῶν κατὰ σάρκα συγγενῶν ἅμα καὶ ἡδονῶν· καὶ τὸ ἀδιαλείπτως προσεύχεσθαι· καὶ ἐν παντὶ καιρῶι καὶ τόπωι καὶ πράγματι καὶ παντὶ ἔργωι παρεδρεύειν Θεῶι· οὐ δύναται τέλειος εἶναι.

2. Ἀδελφὸς ἠρώτησε γέροντα· ἀββᾶ, πῶς ποιῶ πάντα τὰ πρέποντα ἐν τῶι κελλίωι μου, καὶ οὐχ εὑρίσκω παράκλησιν ἀπὸ τοῦ Θεοῦ; λέγει αὐτῶι γέρων· τοῦτό σοι συμβαίνει διὰ τὸ συνδιατρίβειν σε ἀπραγοτέρωι, καὶ βούλεσθαι σε τὸ θέλημά σου προβῆναι. λέγει ὁ ἀδελφὸς γέροντι· τί οὖν θέλεις ἵνα ποιήσω, πάτερ· λέγει ὁ γέρων, ἄπελθε, κολλήθητι ἀνδρώπωι φοβουμένωι τὸν Θεόν, καὶ ταπείνωσον σεαυτὸν αὐτῶι, καὶ ἔκδος τὸ θέλημά σου· καὶ τότε εὑρήσεις παράκλησιν ἀπὸ τοῦ Θεοῦ.

3. Εἶπε γέρων· ὁ εἰσερχόμενος εἰς μυρεψικόν, κἂν μηδὲν ἀγοράσηι, ἀλλὰ πάντως μεταλαμβάνει τῆς εὐωδίας· οὕτω καὶ ὁ παραβάλλων τοῖς πατράσιν, ἐὰν θελήσηι ἐγάσασθαι, ὑποδεικνύουσιν αὐτῶι τὴν ὁδὸν τῆς ταπεινώσεως· καὶ τεῖχος αὐτοῦ γίνεται ἐν ταῖς ἐπιδρομαῖς τῶν δαιμόνων.

4. Εἶπε γέρων· ἐὰν φθάσηι σοι ἀρρωστία σώματος, μὴ ὀλιγώρει· ἐὰν γὰρ θέληι σε ὁ δεσπότης σου κακοῦσθαι τῶι σώματι, σὺ τίς εἶ ὁ δυσχεραίνων; οὐκ αὐτός σου φροντίζει ἐν πᾶσι; μὴ παρὲξ αὐτοῦ ζῆις; ἀνεξικάκει οὖν καὶ παρακάλει αὐτόν, παρασχεῖν σοι συμφέροντα· τοῦτο γάρ ἐστι τὸ θέλημα αὐτοῦ· κάθου μετὰ μακροθυμίας, φάγε ἀγάπην.

5. Εἶπε ὁ γέρων· φύσει ἐάν ἐστιν ὁ ἄνδρωπος ἀγωνιστής, ἀπαιτεῖ ὁ Θεὸς παρ᾿ αὐτοῦ, ἵνα μὴ ἔχηι προσπάθειαν ὕλης σωματικῆς ἕως μικρᾶς ῥαφίδος· δύναται γὰρ ἐμποδίσαι αὐτοῦ τὸν λογισμὸν ἐκ τῆς ἀδολεσχίας καὶ τοῦ πένθους.

6. Εἶπε γέρων· προσεύχηι καὶ λογισμοὶ νήφοντες καὶ σώματος ὑποπιασμός, διὰ πλείονος ἐπιμελείας προσφερόμενα, τὸ κατὰ τῶν παθῶν ἀναδύονται κράτος.

7. Ἠρωτήθη ὁ γέρων· τί ἐστι ξενιτεία; καὶ εἶπε· [εἰπὲ] οὐκ ἔχω πρᾶγμα· καὶ τοῦτο ποίει ἐν παντὶ καιρῶι καὶ τόπι καὶ πράγματι· καὶ αὕτη ἐστὶ ἡ ἀληθὴς ξενιτεία.

8. Εἶπε ὁ γέρων· ὅτι βίος ἄνευ λόγου πλεῖον ἐνεργεῖν πέφυκεν ἢ λόγος ἄνευ βίου· ὁ μὲν γὰρ σιγῶν ὠφελεῖ· ὁ δὲ καὶ νοῶν ἐνοχλεῖ· εἰ δὲ καὶ λγος καὶ βίος συνδραμοῦνται εἰς ἕν, φιλοσοφίας ἁπάσης ἀποτελοῦσιν ἄγαλμα.

9. Εἶπε γέρων· μὴ σπεύσηις κεφαλεῦσαι ἀδελφότητα· ἵνα μὴ ἐπιθήσηις ἀλλοτρίους φόρτους ἁμαρτημάτων ἐπὶ σῶι τραχήλωι.

10. Εἶπε ὁ γέρων· τὸ μετὰ βίας προσεύξασθαι καὶ ὑπομένειν τίκτει τὸ μετὰ χαρᾶς καὶ μετὰ ἀναπαύσεως προσεύξασθαι· καὶ τὸ μὲν μετὰ βίας, τῆς πράιρέσεως, τὸ δὲ μετὰ ἀναπαύσεως, τῆς χάριτος.

Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου.

1. Διηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελλίον εἰς Αἴγυπτον, ἐκράτησάν με καὶ ἐποίησαν κληρικὸν εἰς τὴν κώμην· καὶ μὴ θέλων καταδέξασθαι, ἔφυγον εἰς ἕτερον τόπον. καὶ ἦλθε πρός με εὐλαβὴς κοσμικὸς, καὶ ἐλάμβανε τὸ ἐργόχειρόν μου, καὶ διηκόνει μοι· συνέβη δὲ ἀπὸ πειρασμοῦ παρθένον τινὰ εἰς τὴν κώμην ἐκπεσεῖν· καὶ λαβοῦσα κατὰ γαστρὸς ἠρωτᾶτο τίς εἴη ὁ τοῦτο πεποιηκώς; ἡ δὲ ἔλεγεν· ὁ ἀναχωρητής. καὶ ἐξελθόντες συνέλαβόν με εἰς τὴν κώμην, καὶ ἐκρέμασαν ἐν τῶι τραχήλωι μου ἠσβολωμένας χύτρας καὶ ὠτία κούφων, καὶ περιεπόμπευσάν με ἐν τῆι κώμηι κατὰ ἄμφοδον, τύπτοντές με καὶ λέγοντες· οὗτος ὁ μοναχὸς ἔφθειρεν ἡμῶν τὴν παρθένον, λάβετε αὐτὸν, λάβετε. καὶ ἔτυψάν με παρὰ μικρὸν τοῦ ἀποθανεῖν. ἐλθὼν δέ τις τῶν γερόντων εἶπεν· ἕως πότε τύπτετε τὸν ξένον μοναχόν; ὁ δὲ διακονῶν μοι ἠκολούθει ὀπίσω μου αἰδούμενος· ἦσαν γὰρ ὑβρίζοντες αὐτὸν πολλὰ καὶ λέγοντες· ἰδοὺ ὁ ἀναχωρητὴς, ὃν σὺ ἐμαρτύρεις, τί ἐποίησε; καὶ λέγουσιν οἱ γονεῖς αὐτῆς· οὐκ ἀπολύομεν αὐτόν, ἕως δῶι ἐγγυητὴν τοῦ τρέφειν αὐτήν. καὶ εἶπον τῶι διακονητῆι μου· καὶ ἐνηγγυήσατό με. καὶ ἀπελθὼν εἰς τὸ κελλίον μου, ἔδωκα αὐτῶι ὅσα εἶχον σπυρίδια, λέγων· πώλησον καὶ δὸς τῆι γυναικί μου φαγεῖν. καὶ ἔλεγον τῶι λογισμῶι μου· Μακάριε, ἰδοὺ εὗρες ἑαυτῶι γυναῖκα· χρὴ ἐργάζεσθαι μικρὸν περισσὸν, ἵνα τρέφηις αὐτήν· καὶ εἰργαζόμην νύκτα καὶ ἡμέραν, καὶ ἔπεμπον αὐτῆι. καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῆι ἀθλίαι τεκεῖν, ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας βασανιζομένη, καὶ οὐκ ἔτικτε. καὶ λέγουσιν αὐτῆι· τί ἐστι τοῦτο; ἡ δὲ εἶπεν· ἐγὼ οἶδα· ὅτι τὸν ἀναχωρητὴν ἐσυκοφάντησα, καὶ ψευσαμένη ἠιτιασάμην· καὶ οὗτος οὐκ ἔχει πρᾶγμα, ἀλλ' ὁ δεῖνα ὁ νεώτερος. καὶ ἐλθὼν ὁ διακονῶν μοι χαίρων ἔλεγεν, ὅτι οὐκ ἠδυνήθη τεκεῖν ἡ παρθένος ἐκείνη, ἕως οὗ ὡμολόγησε λέγουσα, ὅτι οὐκ ἔχει πρᾶγμα ὁ ἀναχωρητής, ἀλλ' ἐψευσάμην κατ' αὐτοῦ· καὶ ἰδοὺ πᾶσα ἡ κώμη θέλει ἐλθεῖν ὧδε μετὰ δόξης, καὶ μετανοῆσαί σοι. ἐγὼ δὲ ἀκούσας ταῦτα, ἵνα μὴ θλίψωσί με οἱ ἄνθρωποι, ἀνέστην καὶ ἔφυγον ὧδε εἰς Σκῆτιν. αὕτη ἐστὶν ἡ ἀρχὴ τῆς αἰτίας, δι' ἣν ἦλθον ὧδε.

2. Ἦλθέ ποτε Μακάριος ὁ Αἰγύπτιος ἀπὸ Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας, εἰς τὴν προσφορὰν τοῦ ἀββᾶ Παμβῶ· καὶ λέγουσιν αὐτῶι οἱ γέροντες· εἰπὲ ῥῆμα τοῖς ἀδελφοῖς, πάτερ. ὁ δὲ εἶπεν· ἐγὼ οὔπω γέγονα μοναχός, ἀλλ' εἶδον μοναχούς· καθημένωι γάρ μοί ποτε ἐν τῶι κελλίωι εἰς Σκῆτιν, ὤχλησάν μοι οἱ λογισμοὶ λέγοντες· ἄπελθε εἰς τὴν ἔρημον, καὶ ἰδὲ τί βλέπεις ἐκεῖ· ἔμεινα δὲ πολεμῶν τῶι λογισμῶι πέντε ἔτη, λέγων, μήπως ἀπὸ δαιμόνων ἐστίν. καὶ ὡς ἐπέμενεν ὁ λογισμὸς, ἀπῆλθον εἰς τὴν ἔρημον· καὶ εὗρον ἐκεῖ λίμνην ὑδάτων, καὶ νῆσον ἐν μέσωι αὐτῆς· καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς· καὶ εἶδον ἐν μέσωι αὐτῶν δύο ἀνθρώπους γυμνούς· καὶ ἐδειλίασε τὸ σῶμά μου· ἐνόμισα γὰρ ὅτι πνεύματά εἰσιν. αὐτοὶ δέ με ὡς εἶδον δειλιῶντα, ἐλάλησαν πρός με· μὴ φοβοῦ· καὶ ἡμεῖς ἄνθρωποί ἐσμεν. καὶ εἶπον αὐτοῖς· πόθεν ἐστέ, καὶ πῶς ἤλθετε εἰς τὴν ἔρημον ταύτην; καὶ εἶπον· ἀπὸ κοινοβίου ἐσμέν· καὶ γέγονεν ἡμῖν συμφωνία, καὶ ἐξήλθομεν ὧδε· ἰδοὺ τεσσαράκοντα ἔτη. καὶ ὁ μὲν εἷς Αἰγύπτιος, ὁ δὲ ἕτερος Λιβυκὸς ὑπάρχει. καὶ ἐπηρώτησάν με καὶ αὐτοὶ λέγοντες· πῶς ὁ κόσμος; καὶ εἰ ἔρχεται τὸ ὕδωρ κατὰ καιρὸν αὐτοῦ, καὶ εἰ ἔχει ὁ κόσμος τὴν εὐθηνίαν αὐτοῦ, καὶ εἶπον αὐτοῖς· ναί. κἀγὼ αὐτοὺς ἠρώτησα· πῶς δύναμαι γενέσθαι μοναχός; καὶ λέγουσί μοι· ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι μοναχός. καὶ εἶπον αὐτοῖς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι ὡς ὑμεῖς· καὶ εἶπόν μοι καὶ αὐτοί· καὶ ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ ἠρώτησα αὐτούς· ὅταν γίνηται χειμών, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμα, οὐ καίεται τὰ σώματα ὑμῶν; οἱ δὲ εἶπον· ὁ Θεὸς ἐποίησεν ἡμῖν τὴν οἰκονομίαν ταύτην· καὶ οὔτε τῶι χειμῶνι ῥιγῶμεν, οὔτε τῶι θέρει τὸ καῦμα ἡμᾶς ἀδικεῖ. διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι οὔπω γέγονα μοναχός, ἀλλ' εἶδον μοναχούς. συγχωρήσατέ μοι, ἀδελφοί.

3. Ὁ ἀββᾶς Μακάριος ὅτε ὤικει ἐν τῆι πανερήμωι· ἦν δὲ μόνος ἐν αὐτῆι ἀναχωρῶν, παρακάτω δὲ ἄλλη ἔρημος ἦν πλειόνων ἀδελφῶν. παρετήρει δὲ ὁ γέρων τὴν ὁδόν, καὶ ὁρᾶι τὸν σατανᾶν, ἀνερχόμενον ἐν σχήματι ἀνθρώπου, παρελθεῖν δι' αὐτοῦ· ἐφαίνετο δὲ ὡς στιχάριον φορῶν λινοῦν τρωγλωτόν· καὶ κατὰ τρυμαλιὰν ἐκρέματο ληκύθιον. καὶ λέγει αὐτῶι ὁ γέρων ὁ μέγας· ποῦ πορεύηι; καὶ εἶπεν αὐτῶι· ἀπέρχομαι ὑπομνῆσαι τοὺς ἀδελφούς. ὁ δὲ γέρων εἶπε· καὶ ἵνα τί σοι τὰ ληκύθια ταῦτα; καὶ εἶπε· γεύματα ἀποφέρω τοῖς ἀδελφοῖς. ὁ δὲ γέρων εἶπε· καὶ ταῦτα ὅλα; ἀπεκρίθη· ναί· ἐὰν μὴ τὸ ἓν ἀρέσηι τινί, φέρω ἄλλο· ἐὰν δὲ μηδὲ τοῦτο, διδῶ ἄλλο· πάντως δὲ ἐξ αὐτῶν κἂν ἓν ἀρέσει αὐτῶι. Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν· ὁ δὲ γέρων ἔμεινε παρατηρούμενος τὰς ὁδοὺς ἕως πάλιν ἐκεῖνος ἐπανῆλθε. καὶ ὡς εἶδεν αὐτὸν ὁ γέρων, λέγει αὐτῶι· σωθείης· ὁ δὲ ἀπεκρίθη· ποῦ ἔνι μοι σωθῆναι; λέγει αὐτῶι ὁ γέρων· διὰ τί; ὁ δὲ λέγει· ὅτι πάντες ἄγριοί μοι ἐγένοντο, καὶ οὐδείς μου ἀνέχεται. λέγει αὐτῶι ὁ γέρων· οὐδένα οὖν φίλον ἔχεις ἐκεῖ; ὁ δὲ ἀπεκρίθη· ναὶ, ἕνα μοναχὸν ἔχω ἐκεῖ φίλον, καὶ κἂν αὐτός μοι πείθεται· καὶ ὅτε ὁρᾶι με, στρέφεται ὡς ἀνέμη. λέγει αὐτῶι ὁ γέρων· καὶ τίς καλεῖται ὁ ἀδελφός; ὁ δὲ λέγει· Θεόπεμπτος. εἰπὼν δὲ ταῦτα ἀπῆλθεν, καὶ ἀναστὰς ὁ ἀββᾶς Μακάριος ἀπέρχεται ἐπὶ τὴν παρακάτω ἔρημον, καὶ ἀκούσαντες οἱ ἀδελφοὶ, λαβόντες βαΐα ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ. καὶ λοιπὸν ἕκαστος ηὐτρεπίζετο νομίζων, ὅτι παρ' αὐτῶι ἔμελλε καταλύειν ὁ γέρων. ὁ δὲ ἐζήτει, τίς εἴη ὁ καλούμενος Θεόπεμπτος ἐν τῶι ὄρει. καὶ εὑρὼν εἰσῆλθε εἰς τὸ κελλίον αὐτοῦ. ὁ δὲ Θεόπεμπτος ὑπεδέξατο αὐτὸν χαίρων. ὡς δὲ ἤρξατο ἰδιάζειν αὐτὸν, ὁ γέρων λέγει· πῶς τὰ κατὰ σέ, ἀδελφέ; ὁ δὲ εἶπεν· εὐχαῖς σου, καλῶς. εἶπε δὲ ὁ γέρων· μὴ πολεμοῦσί σε οἱ λογισμοί; ὁ δὲ εἶπε· τέως καλῶς εἰμι· ἠιδεῖτο γὰρ εἰπεῖν. λέγει αὐτῶι ὁ γέρων· ἰδοὺ πόσα ἔτη ἀσκῶ, καὶ τιμῶμαι παρὰ πάντων, καὶ ἐμοὶ τῶι γέροντι ὀχλεῖ τὸ πνεῦμα τῆς πορνείας. ἀπεκρίθη λέγων ὁ Θεόπεμπτος· πίστευε, ἀββᾶ, καὶ ἐμοί· ὁ δὲ γέρων προεφασίζετο καὶ ἑτέρους λογισμοὺς πολεμεῖν αὐτῶι, ἕως ποιήσει αὐτὸν ὁμολογῆσαι· εἶτα λέγει αὐτῶι· πῶς νηστεύεις; ὁ δὲ λέγει αὐτῶι· τὴν ἐνάτην. λέγει αὐτῶι ὁ γέρων· νήστευε ἕως ὀψὲ, καὶ ἄσκει· καὶ ἀποστήθιζε τοῦ εὐαγγελίου καὶ τῶν ἄλλων γραφῶν· καὶ ἐάν σοι ἀναβῆι λογισμός, μηδέποτε πρόσχηις κάτω, ἀλλὰ πάντοτε ἄνω· καὶ εὐθέως σοι ὁ κύριος βοηθεῖ. καὶ τυπώσας ὁ γέρων τὸν ἀδελφὸν ἐξῆλθεν εἰς τὴν ἰδίαν ἔρημον. καὶ παρατηρῶν πάλιν ὁρᾶι ἐκεῖνον τὸν δαίμονα, καὶ λέγει αὐτῶι· ποῦ πάλιν ἀπέρχηι; ὁ δὲ λέγει· ὑπομνῆσαι τοὺς ἀδελφούς, καὶ ἀπῆλθεν. ὡς δὲ πάλιν ἐπανῆλθε, λέγει αὐτῶι ὁ ἅγιος· πῶς οἱ ἀδελφοί; ὁ δὲ λέγει· κακῶς· ὁ δὲ γέρων λέγει· διὰ τί; ὁ δὲ εἶπεν· ἄγριοί εἰσιν ὅλοι· καὶ τὸ μεῖζον κακόν, ὅτι καὶ ὃν εἶχον φίλον ὑπακούοντά μοι, καὶ αὐτὸς οὐκ οἶδα πόθεν διεστράφη, καὶ οὐδὲ αὐτός μοι πείθεται, ἀλλὰ πάντων ἀγριώτερος ἐγένετο· καὶ ὤμοσα μηκέτι τὰ ἐκεῖ πατῆσαι, εἰ μὴ μετὰ χρόνον. καὶ οὕτως εἰπὼν ἀπῆλθεν ἐάσας τὸν γέροντα· καὶ ὁ ἅγιος εἰσῆλθε εἰς τὸ κελλίον αὐτοῦ.

4. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος ὁ μέγας τῶι ἀββᾶι Ἀντωνίωι εἰς τὸ ὄρος, καὶ κρούσαντος αὐτοῦ τὴν θύραν ἐξῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῶι· σὺ τίς εἶ; ὁ δὲ ἔφη· ἐγώ εἰμι Μακάριος· καὶ κλείσας τὴν θύραν εἰσῆλθε καὶ ἀφῆκεν αὐτόν. καὶ ἰδὼν τὴν ὑπομονὴν αὐτοῦ ἤνοιξεν αὐτῶι. καὶ χαριεντιζόμενος μετ' αὐτοῦ ἔλεγεν· ἀπὸ πολλοῦ χρόνου ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. καὶ φιλοξενήσας αὐτὸν ἀνέπαυσεν· ἦν γὰρ ἀπὸ καμάτου πολλοῦ· ὀψίας δὲ γενομένης ἔβρεξεν ἑαυτῶι ὁ ἀββᾶς Ἀντώνιος θαλλία· καὶ λέγει αὐτῶι ὁ ἀββᾶς Μακάριος· κέλευσον, ἵνα κἀγω βρέξω ἑμαυτῶι· ὁ δὲ εἶπε βρέξον. καὶ ποιήσας δεσμὸν μέγαν ἔβρεξε· καὶ καθήμενοι ἀπὸ ὀψὲ λαλοῦντες περὶ σωτερίας ψυχῶν ἔπλεκον· καὶ ἡ σειρὰ διὰ τῆς θυρίδος εἰς τὸ σπήλαιον κατέβαινε. καὶ εἰσελθὼν πρωῒ ὁ μακάριος Ἀντώνιος εἶδε τὸ πλῆθος τῆς σειρᾶς τοῦ ἀββᾶ Μακαρίου, καὶ ἔλεγε· πολλὴ δύναμις ἐκ τῶν χειρῶν τούτων ἐξέρχεται.

5. Ἔλεγεν ὁ ἀββᾶς Μακάριος περὶ τῆς ἐρημώσεως τῆς Σκήτεως τοῖς ἀδελφοῖς· ὅταν ἴδητε κελλίον οἰκοδομούμενον ἐγγὺς τοῦ ἔλους, μάθετε ὅτι ἐγγύς ἐστιν ἡ ἐρήμωσις αὐτῆς· ὅταν ἴδητε δένδρα, ἐπὶ θυρῶν ἐστιν. ὅταν δὲ ἴδητε παιδία, ἄρατε τὰ μηλωτάρια ὑμῶν, καὶ ἀναχωρήσατε.

6. Ἔλεγε πάλιν, παρηγορῆσαι θέλων τοὺς ἀδελφούς· ἦλθεν ὧδε παιδίον δαιμονιζόμενον μετὰ τῆς μητρὸς αὐτοῦ, καὶ ἔλεγε τῆι μητρὶ αὐτοῦ· ἔγειρε, γραῖα, ἄγωμεν ἔνθεν. ἡ δὲ εἶπεν· οὐ δύναμαι πεζεῦσαι. καὶ εἶπεν αὐτῆι τὸ παιδίον· ἐγώ σε βαστάζω. καὶ ἐθαύμασα τὴν πονηρίαν τοῦ δαίμονος, πῶς ἠθέλησεν αὐτοὺς φυγαδεῦσαι.

7. Ἔλεγεν ὁ ἀββᾶς Σισόης· ὅτε ἤμην εἰς Σκῆτιν μετὰ τοῦ Μακαρίου, ἀνέβημεν θερίσαι μετ' αὐτοῦ ἑπτὰ ὀνόματα. καὶ ἰδοὺ μία χήρα καλαμωμένη ἦν ὀπίσω ἡμῶν, καὶ οὐκ ἐπαύετο κλαίουσα· ἐφώνησεν οὖν ὁ γέρων τὸν κύριον τοῦ χωρίου καὶ εἶπεν αὐτῶι· τί ἔχει ἡ γραῦς αὕτη, ὅτι πάντοτε κλαίει; λέγει αὐτῶι· ὅτι ὁ ἀνὴρ αὐτῆς εἶχε παραθήκην τινός, καὶ ἀπέθανεν ἄφνω, καὶ οὐκ εἶπε ποῦ ἔθηκεν αὐτήν· καὶ θέλει ὁ κύριος τῆς παραθήκης λαβεῖν αὐτὴν καὶ τὰ τέκνα αὐτῆς εἰς δούλους. λέγει αὐτῶι ὁ γέρων· εἰπὲ αὐτῆι, ἵνα ἔλθηι πρὸς ἡμᾶς, ὅπου ἀναπαυόμεθα τὸ καῦμα. καὶ ἐλθούσης τῆς γυναικὸς εἶπεν αὐτῆι ὁ γέρων· τί πάντα οὕτως κλαίεις; καὶ εἶπεν· ὁ ἀνήρ μου ἀπέθανε λαβὼν παραθήκην τινός, καὶ οὐκ εἶπεν ἀποθνήσκων, ποῦ ἔθηκεν αὐτήν. καὶ εἶπεν ὁ γέρων πρὸς αὐτήν· δεῦρο, δεῖξόν μοι ποῦ ἔθηκας αὐτόν. καὶ λαβὼν τοὺς ἀδελφοὺς μεθ' ἑαυτοῦ, ἐξῆλθε σὺν αὐτῆι· καὶ ἐλθόντων ἐπὶ τὸν τόπον, εἶπεν αὐτῆι ὁ γέρων· ἀναχώρησον εἰς τὸν οἶκόν σου. καὶ προσευξαμένων αὐτῶν, ἐφώ[34.245]νησεν ὁ γέρων τὸν νεκρὸν λέγων· ὁ δεῖνα, ποῦ ἔθηκας τὴν ἀλλοτρίαν παραθήκην; ὁ δὲ ἀποκριθεὶς εἶπεν· εἰς τὸν οἶκόν μου κέκρυπται ὑπὸ τὸν πόδα τῆς κλίνης. καὶ λέγει αὐτῶι ὁ γέρων· κοιμῶ πάλιν ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως. ἰδόντες δὲ οἱ ἀδελφοὶ, ἀπὸ τοῦ φόβου ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ. καὶ εἶπεν αὐτοῖς ὁ γέρων· οὐ δι' ἐμὲ γέγονε τοῦτο· οὐδὲν γάρ εἰμι· ἀλλὰ διὰ τὴν χήραν καὶ τὰ ὀρφανὰ ὁ Θεὸς ἐποίησε τὸ πρᾶγμα· τοῦτο δέ ἐστι τὸ μέγα, ὅτι ἀναμάρτητον θέλει ὁ Θεὸς τὴν ψυχήν· καὶ εἴ τι ἂν αἰτήσεται, λαμβάνει. ἐλθὼν δὲ ἀνήγγειλε τῆι χήραι ποῦ κεῖται ἡ παραθήκη· ἡ δὲ λαβοῦσα αὐτὴν ἔδωκε τῶι κυρίωι αὐτῆς, καὶ ἠλευθέρωσε τὰ τέκνα αὐτῆς. καὶ πάντες οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.

8. Ἔλεγεν ὁ ἀββᾶς Πέτρος περὶ τοῦ ἁγίου Μακαρίου, ὅτι παραγενόμενός ποτε πρός τινα ἀναχωρητήν, καὶ εὑρὼν αὐτὸν κακούμενον, ἐπυνθάνετο τί βούλοιτο τραφῆναι οὐδενὸς ὄντος ἐν τῶι κελλίωι αὐτοῦ· καὶ φήσαντος ἐκείνου, πάστιλον, εἰς τὴν Ἀλεξανδρέων πόλιν οὐκ ὤκνησεν ὁ ἀνδρεῖος παραγενέσθαι καὶ δοῦναι τῶι κάμνοντι· καὶ τὸ θαυμαστὸν μηδενὶ κατάδηλον γενόμενον.

9. Εἶπε πάλιν, ὅτι ἐν ἀκακίαι τοῦ ἀββᾶ Μακαρίου πολιτευομένου πρὸς πάντας τοὺς ἀδελφοὺς, ἔφησαν αὐτῶι τινες· διὰ τί οὕτως ἑαυτὸν ποιεῖς; ὁ δὲ εἶπε· δώδεκα ἔτη ἐδούλευσα τῶι κυρίωι μου, ἵνα μοι χαρίσηται τὸ χάρισμα τοῦτο, καὶ πάντες μοι συμβουλεύετε ἀποθέσθαι αὐτό;

10. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ εὐκαίρησε μετὰ ἀδελφῶν, ἐτίθει ἑαυτῶι ὅρον· ὅτι ἐὰν εὑρεθῆι οἶνος, διὰ τοὺς ἀδελφοὺς πίνε, καὶ ἀντὶ ἑνὸς ποτηρίου οἴνου μίαν ἡμέραν μὴ πίηις ὕδωρ· οἱ οὖν ἀδελφοὶ χάριν ἀναπαύσεως ἐδίδουν αὐτῶι· ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσηι· ὁ δὲ μαθητὴς, εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· διὰ τὸν κύριον, μὴ δῶτε αὐτῶι· εἰ δὲ μήγε, εἰς τὸ κελλίον μέλλει ἑαυτὸν δαμάζειν. καὶ μαθόντες οἱ ἀδελφοὶ οὐκ ἔτι αὐτῶι παρεῖχον.

11. Παρερχόμενός ποτε ἀπὸ τοῦ ἕλους εἰς τὸ κελλίον ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, ἐβάσταζε θαλλία, καὶ ἰδοὺ ὑπήντησεν αὐτῶι ὁ διάβολος κατὰ τὴν ὁδὸν μετὰ δρεπάνου. καὶ ὡς ἠθέλησεν αὐτὸν κροῦσαι, οὐκ ἴσχυσε. καὶ λέγει αὐτῶι· πολλὴ βία ἀπὸ σοῦ, Μακάριε, ὅτι οὐ δύναμαι πρὸς σέ· ἰδοὺ γάρ, εἴ τι ποιεῖς, κἀγὼ ποιῶ· σὺ νηστεύεις· κἀγώ· ἀγρυπνεῖς· κἀγὼ ὅλως οὐ κοιμῶμαι· ἕν ἐστι μόνον, ἐν ὧι νικᾶις με. λέγει αὐτῶι ὁ ἀββᾶς Μακάριος· ποῖον τοῦτο; ὁ δὲ ἔφη· ἡ ταπείνωσίς σου. καὶ διὰ τοῦτο οὐ δύναμαι πρὸς σέ.

12. Ἠρώτησάν τινες τῶν πατέρων τὸν ἀββᾶν Μακάριον τὸν Αἰγύπτιον, λέγοντες· πῶς ὅτε ἐσθίεις καὶ ὅτε νηστεύεις τὸ σῶμά σου ξηρόν ἐστι; καὶ λέγει [34.248] αὐτοῖς ὁ γέρων· τὸ ξύλον τὸ στρέφον τὰ καιόμενα φρύγανα δι' ὅλου ἐσθίεται ἐκ τοῦ πυρός. οὕτως ἐὰν καθαρεύσηι ἄνθρωπος τὸν νοῦν αὐτοῦ ἐν τῶι φόβωι τοῦ Θεοῦ, αὐτὸς ὁ φόβος τοῦ Θεοῦ κατεσθίει τὸ σῶμα αὐτοῦ.

13. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Μακάριος ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν κοιμηθῆναι· ἦσαν δὲ ἐκεῖ σκηνώματα Ἑλλήνων παλαιά· καὶ λαβὼν ἕν, ὑπέθηκε τῆι ἑαυτοῦ κεφαλῆι ὡς ἐμβρίμιον· οἱ οὖν δαίμονες ὁρῶντες αὐτοῦ τὸ θαρσαλέον, ἐφθόνησαν· καὶ θέλοντες αὐτὸν πτοῆσαι, ἐφώνουν ὡς γυναικὸς ὄνομα, λέγοντες· ἡ δεῖνα, δεῦρο μεθ' ἡμῶν εἰς τὸ βαλανεῖον· ὑπήκουσε δὲ ἄλλος δαίμων ὑποκάτωθεν αὐτοῦ ὡς ἐκ τῶν νεκρῶν λέγων· ξένον ἔχω ἐπάνω μου, καὶ οὐ δύναμαι ἐλθεῖν. ὁ δὲ γέρων οὐκ ἐπτοήθη, ἀλλὰ θαρρῶν ἔτυπτε τὸ σκήνωμα λέγων· ἔγειραι, ὕπαγε εἰς τὸ σκότος, εἰ δύνασαι· καὶ τοῦτο ἀκούσαντες οἱ δαίμονες, ἐβόησαν φωνῆι μεγάληι λέγοντες· ἐνίκησας ἡμᾶς· καὶ ἔφυγον καταισχυνόμενοι.

14. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀναβαίνων ἀπὸ Σκήτεως, καὶ βαστάζων σπυρίδας, κοπιάσας ἐκαθέσθη· καὶ εὔξατο λέγων· ὁ Θεὸς, σὺ οἶδας ὅτι οὐκ ἰσχύω· καὶ εὐθέως εὑρέθη ἐπὶ τὸν ποταμόν.

15. Ἦν τις ἔχων υἱὸν παραλυτικὸν ἐν Αἰγύπτωι· καὶ ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μακαρίου· καὶ ἀφεὶς αὐτὸν ἐπὶ τὴν θύραν κλαίοντα, ἀνεχώρησε μακράν. παρακύψας οὖν ὁ γέρων εἶδε τὸ παιδίον, καὶ λέγει αὐτῶι· τίς ἤνεγκέ σε ὧδε; καὶ λέγει· ὁ πατήρ μου ἔῤῥιψέ με ὧδε, καὶ ἀπῆλθε. λέγει αὐτῶι ὁ γέρων· ἀναστὰς κατάλαβε αὐτόν. καὶ εὐθέως ὑγιάνας ἀνέστη, καὶ κατέλαβε τὸν πατέρα αὐτοῦ· καὶ οὕτως ἀπῆλθον εἰς τὸν οἶκον αὐτῶν.

16. Ὁ ἀββᾶς Μακάριος ὁ μέγας ἔλεγε τοῖς ἀδελφοῖς ἐν τῆι Σκήτει, ὡς ἀπέλυε τὴν ἐκκλησίαν· φεύγετε, ἀδελφοί. καὶ εἶπεν αὐτῶι τις τῶν γερόντων· ποῦ ἔχομεν φυγεῖν πλέον τῆς ἐρήμου ταύτης; ὁ δὲ ἐτίθει τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα λέγων· τοῦτο φεύγετε. καὶ εἰσήρχετο εἰς τὸ κελλίον ἐαυτοῦ καὶ ἔκλειε τὴν θύραν καὶ ἐκάθητο.

17. Εἶπεν ὁ αὐτὸς ἀββᾶς Μακάριος· ἐάν τινι ἐπιτιμῶν εἰς ὀργὴν κινηθῆις, ἴδιον πάθος πληροῖς· οὐ γὰρ ἵνα ἄλλους σώσηις, σεαυτὸν ἀπολέσεις.

18. Ὁ αὐτὸς ἀββᾶς Μακάριος, ἐν Αἰγύπτωι ὤν, εὗρεν ἄνθρωπον ἔχοντα κτῆνος καὶ συλοῦντα τὰς χρείας αὐτοῦ· καὶ αὐτὸς ὡς ξένος παραστὰς τῶι συλοῦντι, συνεγέμου τὸ κτῆνος, καὶ μετὰ πολλῆς ἡσυχίας προέπεμπεν αὐτὸν λέγων, ὅτι οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὁ Κύριος ἔδωκεν· ὡς αὐτὸς ἠθέλησεν, οὕτως καὶ ἐγένετο. εὐλογητὸς Κύριος ἐπὶ πᾶσιν.

19. Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγοντες· πῶς ὀφείλομεν προσεύχεσθαι; λέγει αὐτοῖς ὁ γέρων· οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ' ἐκτείνειν τὰς χεῖρας, καὶ λέγειν· κύριε, ὡς θέλεις καὶ ὡς οἶδας ἐλέησον· ἐὰν δὲ ἐπίκειται πόλεμος· κύριε, βοήθει· καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ' ἡμῶν ἔλεος.

20. Εἶπεν ὁ ἀββᾶς Μακάριος· εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦτος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις· ἀμήχανον γάρ ἐστι τὸν καλῶς πιστεύοντα, καὶ ἐν εὐσεβείαι ἐργαζόμενον, ἐμπεσεῖν εἰς ἀκαθαρσίαν παθῶν καὶ δαιμόνων πλάνην.

21. Ἔλεγον, ὅτι ἐσφάλησαν δύο ἀδελφοὶ [εἰς] Σκῆτιν· καὶ ἐχώρισεν αὐτοὺς ὁ ἀββᾶς Μακάριος ὁ πολιτικός· καὶ ἦλθόν τινες, καὶ εἶπον τῶι ἀββᾶι Μακαρίωι τῶι μεγάλωι τῶι Αἰγυπτίωι. Ὁ δὲ εἶπεν· Οὐκ εἰσὶν οἱ ἀδελφοὶ κεχωρισμένοι, ἀλλὰ Μακάριός ἐστι κεχωρισμένος· ἦν γὰρ ἀγαπῶν αὐτόν. ἤκουσεν ὁ ἀββᾶς Μακάριος, ὅτι ἐχωρίσθη ὑπὸ τοῦ γέροντος, καὶ ἔφυγεν εἰς τὸ ἕλος. ἐξῆλθεν οὖν ὁ ἀββᾶς Μακάριος ὁ μέγας· καὶ εὑρίσκει αὐτὸν τιτρωσκόμενον ὑπὸ τῶν κωνώπων· καὶ λέγει αὐτῶι· σὺ ἐχώρισας τοὺς ἀδελφούς, καὶ ἰδοὺ εἶχον ἀναχωρῆσαι εἰς τὴν κώμην. ἐγὼ δέ σε ἐχώρισα, καὶ σὺ ὡς καλὴ παρθένος εἰς τὸν ἐσώτερον κοιτῶνα ἔφυγες ὧδε. ἐγὼ καλέσας τοὺς ἀδελφοὺς, ἔμαθον παρ' αὐτῶν καὶ εἶπον· οὐδὲν τούτων γέγονε. βλέπε οὖν καὶ σύ, ἀδελφέ, μὴ ἀπὸ δαιμόνων ἐχλευάσθης, οὐδὲν γὰρ ἑώρακας· ἀλλὰ βάλε μετάνοιαν ὑπὲρ τοῦ σφάλματός σου. ὁ δὲ εἶπεν· εἰ θέλεις δός μοι μετάνοιαν. ἰδὼν δὲ ὁ γέρων τὴν ταπείνωσιν αὐτοῦ, ἔλεγεν· ὕπαγε, καὶ νήστευσον τρεῖς ἑβδομάδας, κατὰ ἑβδομάδα ἐσθίων· αὕτη γὰρ ἦν ἡ ἐργασία αὐτοῦ πάντοτε, τὰς ἑβδομάδας νηστεύειν.

22. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς τῶι ἀββᾶι Μακαρίωι εἰς Σκῆτιν· θέλω ἡσυχάσαι, καὶ οὐκ ἀφιοῦσί με οἱ ἀδελφοί· καὶ λέγει αὐτῶι ὁ ἀββᾶς Μακάριος· θεωρῶ, ὅτι ἡ φύσις σου ἁπαλή ἐστι, καὶ οὐ δύνασαι ἀποστρέψαι ἀδελφόν· ἀλλ' ἐὰν θέληις ἡσυχάσαι, ὕπαγε εἰς τὴν ἔρημον ἔσω εἰς τὴν πέτραν, κἀκεῖ ἡσυχάζεις. καὶ τοῦτο ἐποίησε καὶ ἀνεπάη.

23. Ἀδελφὸς παρέβαλε τῶι ἀββᾶι Μακαρίωι τῶι Αἰγυπτίωι, καὶ λέγει αὐτῶι· ἀββᾶ, εἰπέ μοι ῥῆμα πῶς σωθῶ. καὶ λέγει ὁ γέρων· ὕπαγε εἰς τὸ μνημεῖον, καὶ ὕβρισον τοὺς νεκρούς. ἀπελθὼν οὖν ὁ ἀδελφὸς ὕβρισε καὶ ἐλίθασε· καὶ ἐλθὼν ἀπήγγειλε τῶι γέροντι. καὶ λέγει αὐτῶι· οὐδέν σοι ἐλάλησαν; ὁ δὲ ἔφη· οὐχί. λέγει αὐτῶι ὁ γέρων· ὕπαγε πάλιν αὔριον, καὶ δόξασον αὐτούς. ἀπελθὼν οὖν ὁ ἀδελφὸς ἐδόξασεν αὐτοὺς λέγων· ἀπόστολοι, ἅγιοι, καὶ δίκαιοι· καὶ ἦλθε πρὸς τὸν γέροντα, καὶ εἶπεν αὐτῶι· ἐδόξασα. καὶ λέγει αὐτῶι· οὐδέν σοι ἀπεκρίθησαν; ἔφη ὁ ἀδελφός· οὐχί. λέγει αὐτῶι ὁ γέρων· οἶδας πόσα ἠτίμασας αὐτούς, καὶ οὐδὲν ἀπεκρίθησαν, καὶ πόσα ἐδόξασας αὐτούς, καὶ οὐδέν σοι ἐλάλησαν. οὕτως καὶ σύ, ἐὰν θέληις σωθῆναι, γενοῦ νεκρός· μήτε τὴν ἀδικίαν τῶν ἀνθρώπων, μήτε τὴν δόξαν αὐτῶν λογίσηι, ὡς οἱ νεκροί· καὶ δύνασαι σωθῆναι.

24. Παρερχόμενός ποτε ὁ ἀββᾶς Μακάριος μετὰ ἀδελφῶν διὰ τῆς Αἰγύπτου, ἤκουσε παιδίου λέγοντος τῆι μητρὶ αὐτοῦ· ἀμμᾶ, πλούσιός τις ἀγαπᾶι με, καὶ μισῶ αὐτόν· καὶ πτωχὸς μισεῖ με, καὶ ἀγαπῶ αὐτόν. καὶ ἀκούσας ὁ ἀββᾶς Μακάριος ἐθαύμασε. καὶ λέγουσιν αὐτῶι οἱ ἀδελφοί· τί ἐστι τὸ ῥῆμα τοῦτο, πάτερ, ὅτι ἐθαύμασας; καὶ λέγει αὐτοῖς ὁ γέρων· ἀληθῶς ὁ κύριος ἡμῶν πλούσιός ἐστι καὶ ἀγαπᾶι ἡμᾶς, καὶ οὐ θέλομεν αὐτοῦ ἀκοῦσαι· ὁ δὲ ἐχθρὸς ἡμῶν διάβολος πτωχός ἐστι καὶ μισεῖ ἡμᾶς, καὶ ἀγαπῶμεν αὐτοῦ τὴν ἀκαθαρσίαν.

25. Παρεκάλεσεν ὁ ἀββᾶς Ποιμὴν αὐτὸν μετὰ πολλῶν δακρύων λέγων· εἰπέ μοι ῥῆμα πῶς σωθῶ. ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτῶι· τὸ πρᾶγμα ὃ ζητεῖς, ἀπῆλθε νῦν ἀπὸ τῶν μοναχῶν.

26. Παρέβαλέ ποτε ὁ ἀββᾶς Μακάριος τῶι ἀββᾶι Ἀντωνίωι· καὶ λαλήσας αὐτῶι ὑπέστρεψεν εἰς Σκῆτιν· καὶ ἦλθον οἱ πατέρες εἰς ἀπάντησιν αὐτοῦ· καὶ ὡς ἐλάλουν, εἶπεν αὐτοῖς ὁ γέρων· ἔφην τῶι ἀββᾶι Ἀντωνίωι, ὡς οὐκ ἔχομεν προσφορὰν ἐν τῶι τόπωι ἡμῶν. καὶ ἤρξαντο οἱ πατέρες λαλεῖν περὶ ἄλλων, καὶ οὐκ ἠρώτησαν ἔτι μαθεῖν τὴν ἀπόκρισιν παρὰ τοῦ γέροντος, οὔτε ὁ γέρων αὐτοῖς εἶπε. τοῦτο οὖν ἔλεγέ τις τῶν πατέρων, ὅτι ἐὰν ἴδωσιν οἱ πατέρες ὅτι λανθάνει τοὺς ἀδελφοὺς τὸ ἐρωτῆσαι περὶπράγματος ὠφελοῦντος αὐτούς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκασθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ εὑρεθῶσιν ὡς μὴ ἐπερωτώμενοι καὶ λαλοῦντες, καὶ ὡς ἀργολογία εὑρίσκεται.

27. Ἠρώτησεν ὁ ἀββᾶς Ἠσαΐας τὸν ἀββᾶν Μακάριον λέγων· εἰπέ μοι ῥῆμα. καὶ λέγει αὐτῶι ὁ γέρων· φεῦγε τοὺς ἀνθρώπους. ἔλεγε αὐτῶι ὁ ἀββᾶς Ἠσαΐας· τί ἐστι τὸ φεύγειν τοὺς ἀνθρώπους; ὁ δὲ γέρων εἶπεν αὐτῶι· τὸ καθίσαι εἰς τὸ κελλίον σου, καὶ κλαῦσαι τὰς ἁμαρτίας σου.

28. Ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι παρεκάλεσα τὸν πατέρα μου, λέγων· εἰπέ μοι λόγον. ὁ δὲ ἔφη· μὴ κακοποιήσηις τινά, μηδὲ κατακρίνηις τινά· ταῦτα τήρει καὶ σώζηι.

29. Εἶπεν ὁ ἀββᾶς Μακάριος· μὴ κοιμηθῆις εἰς κελλίον ἀδελφοῦ ἔχοντος κακὴν φήμην.

30. Παρέβαλόν ποτε τῶι ἀββᾶι Μακαρίωι ἀδελφοὶ εἰς Σκῆτιν, καὶ οὐχ εὗρον ἐν τῶι κελλίωι αὐτοῦ οὐδὲν, εἰ μὴ ὕδωρ σαπρόν, καὶ λέγουσιν αὐτῶι· ἀββᾶ, δεῦρο ἄνω εἰς τὴν κώμην, καὶ ἀναπαύομέν σε. λέγει αὐτοῖς ὁ γέρων· οἴδατε, ἀδελφοί, τὸ ἀρτοκοπεῖον τοῦ δεῖνος εἰς τὴν κώμην; καὶ λέγουσιν αὐτῶι· ναί. λέγει αὐτοῖς ὁ γέρων· κἀγὼ οἶδα αὐτό. οἴδατε καὶ τὸ χωρίον τοῦ δεῖνος ὅπου ὁ ποταμὸς κρούει; λέγουσιν αὐτῶι· ναί. λέγει αὐτοῖς ὁ γέρων· κἀγὼ οἶδα αὐτό· ὅτε οὖν θέλω, οὐ χρείαν ὑμῶν ἔχω, ἀλλ' ἐμαυτῶι ἀναβάζω.

31. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ προσήρχετο αὐτῶι ἀδελφὸς ὡς ἁγίωι γέροντι καὶ μεγάλωι μετὰ φόβου, οὐδὲν ἐλάλει αὐτῶι. εἰ δὲ ἔλεγεν αὐτῶι τις τῶν ἀδελφῶν ὡς ἐξουθενῶν αὐτόν· ἀββᾶ, ἄρα ὅταν ἦς καμηλίτης καὶ ἔκλεπτες νίτρον καὶ ἐπώλεις αὐτό, οὐκ ἔδερόν σε οἱ τηρηταί; εἰ ταῦτά τις ἔλεγεν αὐτῶι, ἐλάλει αὐτῶι μετὰ χαρᾶς, εἴ τι αὐτὸν ἠρώτα.

32. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου, ὅτι γέγονε, καθώς ἐστι γεγραμμένον, θεὸς ἐπίγειος· ὅτι ὥσπερ ἐστὶν ὁ Θεὸς σκεπάζων τὸν κόσμον, οὕτως γέγονεν ὁ ἀββᾶς Μακάριος σκεπάζων τὰ ἐλαττώματα, ἃ ἔβλεπεν ὡς μὴ βλέπων, καὶ ἃ ἤκουεν ὡς μὴ ἀκούων.

33. Διηγήσατο ὁ ἀββᾶς Βιτίμιος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· καθημένου μού ποτε εἰς Σκῆτιν, κατέβησαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον, ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. καὶ ἦλθον πρός με λέγοντες· ποῦ ἐστιν ἡ κέλλα τοῦ ἀββᾶ Μακαρίου; κἀγὼ εἶπον· τί θέλετε αὐτόν; καὶ λέγουσιν· ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως ἤλθομεν ἰδεῖν αὐτόν. λέγω αὐτοῖς· ἐγώ εἰμι. καὶ ἔβαλον μετάνοιαν, λέγοντες· ὧδε θέλομεν μεῖναι. ἐγὼ δὲ βλέπων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου, λέγω αὐτοῖς· οὐ δύνασθε καθίσαι ὧδε. καὶ λέγει ὁ μειζότερος· ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε, ὑπάγομεν ἀλλαχοῦ. λέγω ἐγὼ τῶι λογισμῶι μου· διὰ τί διώκω αὐτοὺς καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι' ἑαυτῶν φυγεῖν. καὶ λέγω αὐτοῖς· δεῦτε, ποιήσατε ἑαυτοῖς κελλίον εἰ δύνασθε. καὶ λέγουσι· δεῖξον ἡμῖν τόπον, καὶ ποιοῦμεν. ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν καὶ ἀναβολίδιν μεστὸν ψωμίων καὶ ἅλας. ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκληρὰν λέγων· λατομήσατε ὧδε, καὶ φέρετε αὑτοῖς ξύλα ἐκ τοῦ ἕλους, καὶ στεγάσαντες καθίσατε. ἐνόμιζον δὲ ἐγώ, φησίν, ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν. ἠρώτησαν δέ με, τί ἐργάζωνται ὧδε. λέγω αὐτοῖς τὴν σειράν· καὶ λαμβάνω βαΐα ἐκ τοῦ ἕλους, καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς, καὶ πῶς ῥάπτειν δεῖ, καὶ εἶπον· ποιεῖτε σπυρίδας, καὶ παρέχετε τοῖς φύλαξι, καὶ φέρουσιν ὑμῖν ψωμία. λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. αὐτοὶ δὲ μεθ' ὑπομονῆς πάντα ἐποίησαν, ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη. καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοῖς, λέγων· τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν, ὅτι οὐκ ἦλθον ἐρωτῆσαι λογισμόν; οἱ ἀπὸ μήκοθεν ἔρχονται πρός με· καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον, οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον· εἰ μὴ μόνον εἰς τὴν ἐκκλησίαν σιωπῶντες, λαβεῖν τὴν προσφοράν. καὶ ηὐξάμην τῶι Θεῶι νηστεύσας τὴν ἑβδομάδα, ἵνα δείξηι μοι τὴν ἐργασίαν αὐτῶν. ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν, πῶς κάθηνται· καὶ κρούσαντός μου ἀνέωιξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχὴν ἐκάθισα. νεύσας δὲ ὁ μείζων τῶι μικροτέρωι ἐξελθεῖν, ἐκάθισε πλέκειν τὴν σειρὰν λαλήσας μηδέν. καὶ τῆι ὥραι τῆς ἐνάτης ἔκρουσε, καὶ ἦλθεν ὁ νεώτερος, καὶ ἐποίησε μικρὸν ἕψημα, καὶ παρέθηκε τράπεζαν, νεύσαντος αὐτῶι τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας, καὶ ἔστη σιωπῶν. ἐγὼ δὲ εἶπον· ἐγείρεσθε, φάγωμεν. καὶ ἀναστάντες ἐφάγομεν. καὶ ἤνεγκε τὸ βαυκάλιον, καὶ ἐπίομεν. ὡς δὲ ἐγένετο ἑσπέρα, λέγουσί μοι· ὑπάγεις; ἐγὼ δὲ εἶπον· οὐχί, ἀλλ' ὧδε κοιμῶμαι. καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος, καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος. καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους, καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου. ὡς δὲ ἔθηκαν ἑαυτούς, ηὐξάμην τῶι Θεῶι, ἵνα μοι ἀποκαλύψηι τὴν ἐργασίαν αὐτῶν. καὶ ἠνεώιχθη ἡ στέγη, καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι, νύσσει ὁ μείζων τὸν μικρότερον εἰς τὴν πλευράν, καὶ ἐγείρονται, καὶ ζωννῦσιν ἑαυτούς, καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. καὶ ἐθεώρουν αὐτούς· αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον· καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ, οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ εἶδον ἄγγελον κυρίου κατέχοντα ῥομφαίαν πυρός, καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα τοὺς δαίμονας ἀπ' αὐτοῦ. τῶι δὲ μειζοτέρωι οὐκ ἐδύναντο προσεγγίσαι· καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διυπνίσθην, καὶ αὐτοὶ ὡσαύτως. εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; λέγω· ναί· καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν ἀλληλούια. καὶ κατὰ στίχον ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. ὡσαύτως καὶ ὁ μείζων ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων, ὡς σχοινίον πυρὸς ἐξήρχετο, καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. καὶ ἐξελθὼν λέγω· εὔξασθε περὶ ἐμοῦ. αὐτοὶ δὲ ἔβαλον μετάνοιαν σιωπῶντες. ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι, τῶι δὲ μικροτέρωι ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. μετὰ δὲ μικρὰς ἡμέρας ἐκοιμήθη ὁ μείζων ἀδελφός, καὶ τῆι τρίτηι ἡμέραι ὁ μικρότερος. καὶ ὅτε παρέβαλόν τινες τῶν πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτοὺς εἰς τὴν κέλλαν αὐτῶν λέγων· δεῦτε, ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων.

34. Ἀπέστειλάν ποτε πρὸς τὸν ἀββᾶν Μακάριον ἐν τῆι Σκήτει οἱ γέροντες τοῦ ὄρους, παρακαλοῦντες αὐτόν· καί φασι πρὸς αὐτόν· ἵνα μὴ σκυλῆι πᾶς ὁ λαὸς πρὸς σέ, ἀξιοῦμέν σε παραγενέσθαι πρὸς ἡμᾶς, ὅπως θεασώμεθα πρὸ τοῦ σε ἐκδημῆσαι πρὸς κύριον. παραγενομένου αὐτοῦ ἐν τῶι ὄρει, συνήχθη πᾶς ὁ λαὸς πρὸς αὐτόν· καὶ παρεκάλουν αὐτὸν οἱ γέροντες εἰπεῖν λόγον τοῖς ἀδελφοῖς. ὁ δὲ ἀκούσας ἔφη· κλαύσωμεν, ἀδελφοί, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα, πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου τὰ ἡμῶν δάκρυα κατακαύσει τὰ σώματα ἡμῶν. καὶ ἔκλαυσαν πάντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον· πάτερ, εὖξαι ὑπὲρ ἡμῶν.

35. Ἄλλοτε πάλιν δαίμων ἐπέστη τῶι ἀββᾶι Μακαρίωι μετὰ μαχαιρίου, θέλων τὸν πόδα αὐτοῦ κόψαι· καὶ διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ μὴ δυνηθεὶς λέγει αὐτῶι· ὅσα ἔχετε, καὶ ἡμεῖς ἔχομεν· μόνηι τῆι ταπεινοφροσύνηι διαφέρετε ἡμῶν, καὶ κρατεῖτε.

36. Εἶπεν ὁ ἀββᾶς Μακάριος· ἐὰν μνησθῶμεν τῶν ὑπὸ τῶν ἀνθρώπων ἐπαγομένων ἡμῖν κακῶν, ἀναιροῦμεν τὴν δύναμιν τῆς τοῦ Θεοῦ μνήμης· ἐὰν δὲ μνησθῶμεν τῶν κακῶν τῶν δαιμόνων, ἐσόμεθα ἄτρωτοι.

37. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἔλεγεν ὁ γέρων, ὅτι ὅτε ἤμην παιδίον, μετὰ τῶν ἄλλων παιδίων ἔβοσκον βοΐδια· καὶ ἀπῆλθον κλέψαι συκίδια· καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν, καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύω αὐτοῦ, κάθημαι κλαίων.

38. Εἶπεν ὁ ἀββᾶς Μακάριος, ὅτι περιπατῶν ποτε εἰς τὴν ἔρημον, εὗρον κρανίον εἰς τὸ ἔδαφος νεκροῦ ἐῤῥιμμένον· καὶ σαλεύσας αὐτὸ τῆι βαΐνηι ῥάβδωι, ἐλάλησέ μοι τὸ κρανίον· καὶ λέγω αὐτῶι· σὺ τίς εἶ; ἀπεκρίθη μοι τὸ κρανίον· ἐγὼ ἤμην ἀρχιερεὺς τῶν εἰδώλων, καὶ τῶν μεινάντων Ἑλλήνων ἐν τῶι τόπωι τούτωι· σὺ δὲ εἶ Μακάριος ὁ πνευματοφόρος· οἵαν ὥραν σπλαγχνισθῆις τοὺς ἐν τῆι κολάσει, καὶ εὔχηι περὶ αὐτῶν, παραμυθοῦνται ὀλίγον. λέγει αὐτῶι ὁ γέρων· ποία ἐστὶν ἡ παραμυθία, καὶ τίς ἡ κόλασις; λέγει αὐτῶι· ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτόν ἐστιν πῦρ ὑποκάτωθεν ἡμῶν, ἀπὸ ποδῶν ἕως κεφαλῆς ἑστηκότων ἡμῶν μέσον τοῦ πυρός· καὶ οὐκ ἔστι πρόσωπον πρὸς πρόσωπον θεάσασθαί τινα, ἀλλὰ τὸ πρόσωπον ἑκάστου πρὸς τὸν ἑτέρου νῶτον κεκόλληται. ὡς οὖν εὔχηι ὑπὲρ ἡμῶν, ἐκ μέρους τις θεωρεῖ τὸ πρόσωπον τοῦ ἑτέρου· αὕτη ἐστὶν ἡ παραμυθία. καὶ κλαύσας ὁ γέρων εἶπεν· οὐαὶ τῆι ἡμέραι ἐν ἧι ἐγεννήθη ὁ ἄνθρωπος· λέγει αὐτῶι ὁ γέρων· ἔστιν ἄλλη χείρων βάσανος; λέγει αὐτῶι τὸ κρανίον· μειζοτέρα βάσανός ἐστιν ὑποκάτωθεν ἡμῶν. λέγει αὐτῶι ὁ γέρων· καὶ τίνες εἰσὶν ἐκεῖ; λέγει αὐτῶι τὸ κρανίον· ἡμεῖς ὡς μὴ εἰδότες τὸν Θεόν, κἂν ὀλίγον ἐλεούμεθα· οἱ δὲ ἐπιγνόντες τὸν Θεόν, καὶ ἀρνησάμενοι αὐτόν, ὑποκάτωθεν ἡμῶν εἰσι. καὶ λαβὼν ὁ γέρων τὸ κρανίον, ἔχωσεν αὐτό.

39. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀνέβαινέ ποτε ἐκ τῆς Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ὡς ἤγγισεν εἰς τὸν τόπον, εἶπε τῶι μαθητῆι αὐτοῦ· πρόλαβε μικρόν. καὶ ἐν τῶι προάγειν αὐτὸν συναντᾶι τινι ἱερεῖ τῶν Ἑλλήνων· καὶ κράξας αὐτῶι ὁ ἀδελφὸς ἐφώνει λέγων· αἶ, αἶ, δαῖμον, ποῦ τρέχεις; στραφεὶς δὲ ἐκεῖνος διδοῖ αὐτῶι πληγὰς καὶ ἀφίει αὐτὸν ἡμιθανῆ. καὶ ἄρας τὸ ξύλον ἔτρεχε· καὶ προβάντι ὀλίγον συναντᾶι αὐτῶι ἀββᾶς Μακάριος τρέχοντι· καὶ λέγει αὐτῶι· σωθείης, σωθείης, καματηρέ. καὶ θαυμάσας ἦλθε πρὸς αὐτὸν καὶ εἶπεν· τί καλὸν εἶδες ἐν ἐμοί, ὅτι προσηγόρευσάς με; λέγει αὐτῶι ὁ γέρων· ὅτι εἶδόν σε κοπιῶντα· καὶ οὐκ οἶδας, ὅτι εἰς κενὸν κοπιᾶις. λέγει αὐτῶι καὶ αὐτός· κἀγὼ ἐπὶ τῶι ἀσπασμῶι σου κατενύγην· καὶ ἔμαθον, ὅτι τοῦ μέρους τοῦ Θεοῦ εἶ· ἄλλος δὲ κακὸς μοναχὸς ἀπαντήσας μοι, ὕβρισέ με· κἀγὼ ἔδωκα αὐτῶι πληγὰς εἰς θάνατον. καὶ ἔγνω ὁ γέρων, ὅτι ὁ μαθητὴς αὐτοῦ ἐστι. καὶ κρατήσας τοὺς πόδας αὐτοῦ ὁ ἱερεὺς ἔλεγεν· οὐκ ἀφῶ σε, ἐὰν μὴ ποιήσηις με μοναχόν. καὶ ἦλθον ἐπάνω ὅπου ἦν ὁ μοναχός, καὶ ἐβάσταξαν αὐτὸν καὶ ἤνεγκαν εἰς τὴν ἐκκλησίαν τοῦ ὄρους· καὶ ἰδόντες τὸν ἱερέα μετ' αὐτοῦ, ἐξέστησαν· καὶ ἐποίησαν αὐτὸν μοναχόν· καὶ πολλοὶ τῶν Ἑλλήνων ἐγένοντο δι' αὐτὸν Χριστιανοί. ἔλεγεν οὖν ὁ ἀββᾶς Μακάριος, ὅτι ὁ λόγος ὁ κακὸς καὶ τοὺς καλοὺς ποιεῖ κακούς· καὶ ὁ καλὸς λόγος καὶ τοὺς κακοὺς ποιεῖ καλούς.

40. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἀπόντος αὐτοῦ εἰσῆλθε ληιστὴς εἰς τὸ κελλίον αὐτοῦ. παραγενομένου δὲ αὐτοῦ εἰς τὸ κελλίον, εὗρε τὸν ληιστὴν γεμίζοντα τὴν κάμηλον τὰ σκεύη αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὸ κελλίον ἐλάμβανεν ἀπὸ τῶν σκευῶν, καὶ συνεγέμιζε μετ' αὐτοῦ τὴν κάμηλον. ὡς οὖν ἐγέμισαν, ἤρξατο ὁ ληιστὴς τύπτειν τὴν κάμηλον, ἵνα ἀναστῆι· καὶ οὐκ ἠγείρετο. ἰδὼν δὲ ὁ ἀββᾶς Μακάριος, ὅτι οὐκ ἐγείρεται, εἰσελθὼν ἐν τῶι κελλίωι εὗρε μικρὸν σκαλίδιν· καὶ ἐκβαλὼν ἐπέθηκε τῆι καμήλωι λέγων· ἀδελφέ, τοῦτο ζητεῖ ἡ κάμηλος. καὶ κρούσας αὐτὴν ὁ γέρων τῶι ποδὶ λέγει· ἀνάστα· καὶ εὐθέως ἀνέστη, καὶ ἀπῆλθε μικρὸν διὰ τὸν λόγον [34.261] αὐτοῦ· καὶ πάλιν ἐκάθισε, καὶ οὐκ ἀνέστη, ἕως ἀπεγέμισαν ὅλα τὰ σκεύη· καὶ οὕτως ἀπῆλθεν.

41. Ὁ ἀββᾶς Ἀϊὼ ἠρώτησε τὸν ἀββᾶν Μακάριον λέγων· εἰπέ μοι ῥῆμα. λέγει αὐτῶι ὁ ἀββᾶς Μακάριος· φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου, καὶ μὴ ἀγαπήσηις λαλιὰν ἀνθρώπων· καὶ σώζηι.