Μετάβαση στο περιεχόμενο

Λόγοι/Σμυρναϊκός πολιτικός

Από Βικιθήκη
Σμυρναϊκός πολιτικός
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 15. 229 ὁ μὲν λόγος οὐκ ἐξ ἴσου τῇ τε πόλει καὶ τοῖς ἄλλοις: οἱ μὲν γὰρ οὐδὲν ἂν δείξαιεν τοσοῦτον ὅσον εἴποιεν ἂν, ἡμεῖς δ᾽ οὐδὲν ἂν εἴποιμεν ὅσον δεῖξαι πάρεστιν. ἀνάγκη δὲ ἀφοσιώσασθαι πρὸς τὸν νόμον, ἐπειδὴ καὶ οἵδε κελεύουσιν. ἔστι δὲ ὅμως κἀν τούτῳ κέρδος τῇ πόλει καὶ τῷ λέγοντι σχεδὸν ἥκιστα κίνδυνος. ὁ μὲν γὰρ ὅσῳ καλλίω φανεῖται τὰ ὁρώμενα, τοσούτῳ μᾶλλον τὸ εἰκὸς δόξει παθεῖν ἀπολειφθεὶς, ὥστε ἅμα τε ἐξελεγχθήσεται καὶ τὴν συγγνώμην ἐκ τῶν ἐλέγχων ἕξει: τῇ δὲ πόλει φιλοτιμία προσγίγνεται, εἰ τοιούτων καὶ τοσούτων ὄντων ὧν ἔχει δεικνύναι, μὴ μόνον τοῖς ὁρωμένοις ἰσχυρίζεται, ἀλλὰ καὶ τοῖς περὶ τῶν πατρίων λόγοις. ἔστι γὰρ οὐ νεωστὶ ἡμῖν ἡ πόλις εὐτυχὴς, ἀλλ᾽ ἐκ προγόνων, καὶ καθέστηκεν αὐτὴ πρὸς αὑτὴν ἐν ἀποίκου σχήματι καὶ μητροπόλεως: τρίτη γάρ ἐστιν ἀπὸ τῆς ἀρχαίας. ὥσπερ γὰρ τὰ ἀγάλματα καὶ οἱ δι᾽ ἀκριβείας λόγοι δευτέρᾳ καὶ τρίτῃ χειρὶ καθίστανται, οὕτως ἄρα καὶ τὴν πόλιν τρίτῃ χειρὶ χρὴ κτισθεῖσαν ἀκριβῶσαι τὸ κάλλος, καὶ γέγονε δὴ παλαιοτάτη καὶ καινοτάτη ἡ αὐτὴ, ἑαυτὴν ἀνανεωσαμένη, καθάπερ τὸν ὄρνιν φασὶ τὸν ἱερόν. ἡ μὲν οὖν πρεσβυτάτη πόλις ἐν τῷ Σιπύλῳ κτίζεται, οὗ δὴ τάς τε θεῶν εὐνὰς εἶναι λέγουσι καὶ τοὺς Κουρήτων χοροὺς περὶ τὴν τοῦ Διὸς μητέρα. οὕτω δ᾽ ἦν ἐξ ἀρχῆς θεοφιλὴς ὥστε λέγουσιν οἱ ποιηταὶ τοὺς θεοὺς ἅμα τοῖς ἥρωσιν ἐρανίζειν εἰς αὐτὴν ἀναμὶξ εὐωχουμένους. ἐκείνην μὲν οὖν αἱ Νύμφαι δέχονται, καὶ νῦν ἐστιν ὕφαλος, ὑπελθοῦσα τὴν λίμνην, ὥς φασι. δευτέρα δὲ μετὰ ταῦτα ᾠκεῖτο ὑπὸ τῷ Σιπύλῳ παρὰ τὴν χηλὴν τῆς ἠιόνος, ἐν μέσῳ τῆς ἀρχαίας καὶ τῆς νῦν, ἡ

   Αιλ. Αρ. Λογ. 15. 230 νῦν ἀρχαία πρὸς ταύτην καθεστηκυῖα. ταῦτα δ᾽ ἦν ὥσπερ μελέται τῆσδε τῆς οἰκήσεως ἐν ἄλλοις φαυλοτέροις πλάσμασι. τρίτῳ δὲ, ὡς οἱ ποιηταὶ καλοῦσι, βήματι κινηθεῖσα ἡ πόλις εἰς ἓν τόδε κατέστη τὸ σχῆμα. ὁ δὲ λεὼς ὁ μὲν πρεσβύτατος αὐτόχθων αὐτῇ: ἐπεὶ δὲ καὶ ἐποίκους ἔδει δέξασθαι, ἐδέξατο καὶ τούτους ἀπὸ τῶν αὐτοχθόνων ἀπὸ τῆς ἑτέρας ἠπείρου, καὶ συνεκράθη δαιμονίως τοῖς ἀντιπέραν Ἕλλησιν, οἰκιστὰς δοῦσά τε καὶ δεξαμένη, Πελοποννησίοις μὲν τὸν ἐπώνυμον δοῦσα καὶ τὸ σεμνύνεσθαι τῇ προσηγορίᾳ, Ἀθήνηθεν δὲ τοὺς Ἐρεχθείδας, ὡς λόγος, ἐκ τοῦ πρὸς Ἀμαζόνας πολέμου δεξαμένη, καὶ ὕστερον δὴ τοὺς ὑστέρους. ἀπέλαυσαν δὲ τῆς μητροπόλεως ἀμφότερα, ἁβρότητας μὲν εἰς τὸ καθ᾽ ἡμέραν, τολμήματα δὲ εἰς τοὺς πολέμους κρεῖττον ἢ πολλοῖς ἐρίσαι λυσιτελεῖν: ὥστε καὶ τῶν ποιητῶν ἤδη τισὶ Σμυρναῖον τρόπον τὸ τοιοῦτον εἰρῆσθαι. δεῖγμα δὲ ἓν ἐξαρκέσει, οὗ καὶ τὸ ὑπόμνημα ὄψει. καλοῦσι γάρ σε ἦρος ὥρᾳ πρώτῃ Διονυσίοις, τριήρης ἱερὰ τῷ Διονύσῳ φέρεται κύκλῳ δι᾽ ἀγορᾶς. τὸ δ᾽ ἐστὶ σύμβολον ὡς ποτὲ Χῖοι πλεύσαντες ἐπὶ τὴν πόλιν, ὡς ἐρήμην αἱρήσοντες, τῶν ἀνδρῶν ἀπόντων ἐν τῷ ὄρει, κᾆτα τῶν νεῶν ὀφθέντες ὑπ᾽ αὐτῶν κατιόντων, οὐ μόνον τῆς πείρας ἀπέτυχον, ἀλλὰ καὶ τὰς ναῦς προσαπώλεσαν, ἐνόπλιον δὴ τότε ὀρχησαμένων τῷ Διονύσῳ καὶ τὰ Βακχεῖα ἐν τοῖς ἐκείνων σώμασι τελεσαμένων. καὶ τοῦτο μὲν ἥδυσμα ταῖς πράξεσι τῆς πόλεώς ἐστι καὶ ὡσπερεὶ σύμβολόν τι τῶν ἄλλων ὧν ἀνάγκη παραλιπεῖν: διὸ καὶ ὑπὸ τῶν πολλῶν ἄρα θρυλεῖται. πολλοὺς δ᾽ ἄν τις αὐτῆς ἔχοι λέγειν ἀγῶνας καὶ ἄλλους, καὶ δὴ τοὺς τελευταίους τοὺς ὑπὲρ ὑμῶν καὶ σὺν ὑμῖν ἐν παντὶ τῷ παραστάντι, πολλῆς τινος ἔργον σχολῆς διηγήσασθαι.

   Αιλ. Αρ. Λογ. 15. 231 ἀλλὰ τί δεῖ περὶ ταῦτα τρίβεσθαι; αἷς μὲν γάρ ἐστι τῶν πόλεων ἐν μύθοις ἢ διηγήσεσιν ἡ φιλοτιμία, εἰς ταῦτα εἰκὸς ἀναχωρεῖν, ἥτις δὲ εὐθὺς ὀφθεῖσα χειροῦται καὶ οὐκ ἐᾷ ζητεῖν τὰ ἀρχαῖα, τί δεῖ ταύτην σεμνύνειν ἀπὸ τῶν παρελθόντων, ἀλλ᾽ οὐ περιηγεῖσθαι καθαπερεὶ τῆς χειρὸς ἔχοντα, μάρτυρα τὸν θεατὴν τῶν λόγων ποιούμενον; οἶμαι γὰρ, εἴ τινος εἴδωλον πόλεως ἔδει φαίνεσθαι κατ᾽ οὐρανὸν, ὥσπερ τὸν στέφανόν φασι τὸν Ἀριάδνης καὶ ἄλλα εἴδωλα ποταμῶν τε καὶ ζώων, ὅσα πρὸς θεῶν ἐτιμήθη, τὸ τῆσδε ἂν φαίνεσθαι νικῆσαι. οὕτως μοι δοκεῖ πεφυκέναι παράδειγμα πόλεως, καὶ οὔτε τοῦ πολίτου ποιητοῦ προμνωμένου προσδεῖσθαι οὔτε ἄλλης τέχνης εἰς ἔπαινον, ἀλλ᾽ αὐτὴ προξενεῖν τὸν ἔρωτα αὑτῆς πᾶσιν ἀνθρώποις καὶ αὐτὴ καταναγκάζειν, ὀφθαλμοὺς, οὐχὶ ὦτα πείθουσα. τέταται γὰρ ὑπὲρ τῆς θαλάττης, ἄνθος ὥρας ἀφιεῖσα διηνεκὲς, ὥσπερ οὐ κατὰ μικρὸν πολισθεῖσα, ἀλλ᾽ εἰσάπαξ ἀνασχοῦσα τῆς γῆς, οὐ πρὸς ἀνάγκην οὐδ᾽ ἠπειγμένον τὸ μέγεθος παρεχομένη, ἀλλὰ πανταχοῦ πολλὴ καὶ παραπλησία. καὶ ἔστιν αὐτῇ τὸ μέγεθος κάλλους περιουσία. οὐδ᾽ ἂν φαίης εἶναι πόλεις πολλὰς κατὰ μικρὸν διεσπαρμένας, ἀλλὰ μίαν μὲν πολλῶν ἀντίρροπον, μίαν δ᾽ οὖν ὁμόχρουν καὶ σύμφωνον ἑαυτῇ, καθάπερ ἀνθρώπου σῶμα συμβαίνοντα τῷ ὅλῳ τὰ μέρη παρεχομένην. κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες. ἀλλ᾽ ἐστὶν ἅπασα ὥσπερ δι᾽ ἀγαλμάτων, ὥσπερ οἱ κατάπαστοι χιτῶνες. ἀπὸ ἑσπέρας μὲν πρὸς ἕω βαδίζων ἐκ νεώ τε εἰς νεὼν ἥξεις καὶ ἐκ κολωνοῦ πρὸς κολωνὸν δι᾽ ἑνὸς στενωποῦ καλλίονος ἢ κατὰ τοὔνομα. στάντι δὲ ἐπὶ τῆς ἀκροπόλεως ἡ μὲν θάλαττα ὑπορρεῖ, τὰ δὲ προάστεια ὑφορμεῖ: καταμιγνυμένη δὲ ἀμφοτέροις ἡ πόλις διὰ τριῶν τῶν ἡδίστων θεαμάτων ἐκχεῖ τὴν ψυχὴν, οὐδὲ ἔστιν εὑρεῖν

   Αιλ. Αρ. Λογ. 15. 232 οὗ τις ἐρείσει τὸν ὀφθαλμόν: ἕλκει γὰρ ἐφ᾽ ἑαυτὸ ἕκαστον ὥσπερ ἐν ὅρμῳ ποικίλῳ. κατιόντα δὲ ἀπὸ τῆς ἀκροπόλεως τὰ ἑῷα ἐκδέχεται, ναῶν τε ὁ κάλλιστος αὖθις τῆς εἰληχυίας θεοῦ τὴν πόλιν, καὶ τὰ ἐπὶ τούτοις ἔργον καὶ πρεσβύτῃ μνησθῆναι κοσμίως. πάντα γὰρ ἤδη μέχρι τῆς παραλίας καταλάμπεται γυμνασίοις, ἀγοραῖς, θεάτροις, περιβόλοις, λιμέσι, κάλλεσιν αὐτοφυέσι καὶ χειροποιήτοις ἁμιλλωμένοις. ἀργὸν δὲ οὐδέν ἐστι θεάματος οὐδὲ χρείας. λουτρὰ μέν γε τοσαῦτα ὥστε ἀπορήσαις ἂν οὗ λούσαιο, δρόμοι δὲ ἁπάσης ἰδέας, οἱ μὲν ἐν βάθει τῆς πόλεως, οἱ δ᾽ ἐπὶ τέρμασιν, ἄλλος ἄλλον κωλύων τὸν κάλλιστον εἶναι, κρῆναι δὲ καὶ πηγαὶ κατ᾽ οἰκίας τε καὶ πλείους ἢ κατ᾽ οἰκίαν, καὶ στενωποὶ ἀντ᾽ ἀγορῶν καὶ στενωποὶ τέτραχα σχίζοντες ἀλλήλους εἰς ὑποδοχὴν τοῦ ἡλίου, μικροῦ δέω λέγειν ὃ πρόσθεν ἠρνούμην, πολλὰς πόλεις ποιοῦντες τῇ περιγραφῇ, μίμημα τῆς πάσης ἑκάστην. αὖραι δὲ ἠριναί τε καὶ θεριναὶ λιγυρώτεραι τῶν παρὰ ποιηταῖς ἀηδόνων καὶ τεττίγων, ἄλλαι δι᾽ ἄλλων διᾴττουσαι τόπων ἅπασαν τὴν πόλιν ἀντὶ ἄλσους καθιστᾶσι. ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον. θυμηδίαι δὲ αὐτὴν οὔποτε λείπουσιν, οὐδ᾽ ὅσαι Μοῦσαι πόλεις ἀνθρώπων ἐπέρχονται οὐδεμία ἐξοικεῖ. πολλὴ μὲν γὰρ ἡ ἐγχώριος, πολλὴ δὲ ἡ ἔπηλυς: φαίης ἂν ἑστίαν εἶναι τῆς ἠπείρου παιδείας ἕνεκα. θεάτρων τε πάντων κατά τε ἀγῶνας καὶ τὰς ἄλλας ἐπιδείξεις ἀμύθητος ἡ ἀφθονία. πρὸς δὲ τούτοις χειρῶν ἔργα παντοῖα καὶ φορὰ γῆς καὶ θαλάττης ἐφάμιλλος. συνελόντι δ᾽ εἰπεῖν, ἑκατέρῳ τῷ ἔθνει μία δὴ πόλις αὕτη μετριωτάτη, ὅσοι τε ἐπὶ ῥᾳστώνης τὸν βίον διανύσαι προείλοντο καὶ ὅσοι φιλοσοφεῖν ἀδόλως ἀξιοῦσιν. ἀντιπάλους γὰρ τῶν πόνων τὰς

   Αιλ. Αρ. Λογ. 15. 233 ἀναπαύσεις ἔχουσιν, ὥστε οὐ κάμνουσιν. ὁ δὲ δὴ πρὸ θυρῶν κόσμος ἀντὶ Ἀπόλλωνος ἀγυιέως προπύλαιος τῇ πόλει, Μέλης ὁ ἐπώνυμος διωρυχὴν Νυμφῶν ἐκ πηγῶν εἰς θάλατταν, αὐταῖς τ᾽ εἶναι λουτρὸν ῥυτὸν καὶ Νηρηίδας παρὰ Νηρέως δέξασθαι δι᾽ ὀλίγου. ῥεῖ δὲ ὁ Μέλης ὁμοίως ἔκ τε ἄντρων καὶ οἴκων καὶ δένδρων καὶ μέσου τοῦ ῥείθρου ἀνίσχων καὶ προϊὼν μέχρι θαλάττης, καὶ αὐτοῦ τὸ μὲν κατὰ τὰς ἄνω πηγὰς κύκλος τέ ἐστι καὶ ὅρμῳ μάλιστ᾽ ἂν ἀπεικάσαις, τὰ δὲ ἑξῆς Εὐρίπῳ. πρὸς δὲ ταῖς ἐκβολαῖς βέβρυχε μὲν ἥκιστα, ὁ δὲ τὸ ῥόθιον ἐπιλεαίνων ἀψοφητὶ καταμίγνυται, ἐπιοῦσαν μὲν ἐξ ἀνέμων τὴν θάλατταν αἰωρῶν, ἀπιούσῃ δὲ ἑπόμενος, νῶτον ἐκ τοῦ ὕδατος ἑκατέρου δεικνὺς, ὥστε οὐκ ἂν γνοίης ὅπου συνέβαλον. καὶ μὴν ὅτι γε ἰχθύων πάντη πλήρης, καὶ τούτων τιθασῶν τε καὶ συσσίτων τοῖς σκηνοῦσιν ἐπὶ ταῖς ὄχθαις, καὶ οὐκ ἐπὶ τοῦ ξηροῦ, ἀλλ᾽ ὑπὸ τοῦ αὐλοῦ ἐν χώρᾳ ὀρχουμένων καὶ παροινίᾳ κυβιστώντων εἰς τοὺς συμπότας, ταῦτα μὲν κἂν οἱ παῖδες ἐξηγοῖντο καὶ ἰδεῖν πᾶσιν ἔξεστιν: αἱ δὲ δὴ καλλίους τοῦ ποταμοῦ γοναὶ καὶ ἐπὶ πάσας φέρουσαι πόλεις, Ὅμηρος ὁ κοινὸς τοῖς Ἕλλησι τροφεὺς καὶ φίλος, ἐκ πατέρων τε καὶ ἐκ παιδὸς ἑκάστῳ. διὸ καὶ δικαίως ἄν μοι δοκοῦσιν ἅπαντες εἰς τὰς πηγὰς ὥσπερ ἐκεῖνος ἔφη τοῦ Σπερχειοῦ, τοῦ Μέλητος ἀπάρχεσθαι τῶν λόγων, ὥσπερ βοστρύχων, ᾁδοντας Ὁμήρου χάριν τὸν ποταμόν. διαβάντι δὲ τὸν Μέλητα ἀπαντᾷ χῶρος, Ποσειδῶνος, ὡς ἐμοὶ δοκεῖν, δῶρον τῇ πόλει παραπλήσιόν τι καὶ οὐ παραπλήσιον τῷ περὶ Θετταλίαν λεγομένῳ. ἐκεῖ μὲν γὰρ τὰ ὄρη διαστήσας Θετταλίαν ἐποίησε γῆν ἄπεδον ἐκ λίμνης ἐξιεὶς κατὰ ῥεῦμα τὸν Πηνειὸν, ἐνταῦθα δὲ ἐπανήγαγε τὴν θάλατταν ἀπὸ τῶν ὀρῶν, ἀντίστροφον τὸν ἐκ τῆς ἠπείρου κόσμον τῷ παρὰ τῆς θαλάττης ἁρμόττων τῇ πόλει. οὐ μὴν ἰλύν γε ὑπελίπετο οὐδ᾽ ὅσον ἔπηξε τὸ

   Αιλ. Αρ. Λογ. 15. 234 ἔδαφος, ἀλλ᾽ ὀρύξαντι μέν ἐστι σημεῖα τῆς ἀρχαίας φύσεως, καὶ βλέψαντί γε εἰς τὰ κύκλῳ περιέχοντα εἰς ἅ ποτε ἀπηρείδετο ἡ θάλαττα, διεξελαύνοντι δὲ ἐν ὥραις καὶ κρήναις τὸ ἁλίπεδον, καὶ ταῦτά γε ἐν τέλει. καὶ προελθόντι μικρὸν ἡ πόλις αὖθις ὥσπερ παραπέμπουσα ἀναφαίνεται, καὶ γίγνεται δι᾽ ἐλάττονος ἐνταῦθα ἤδη ἀριθμητὰ καὶ μετρητὰ τὰ κάλλη αὐτῆς. καὶ οὐδεὶς οὕτως ἐπείγεται ὅστις ὁρᾷ τὸ πρόσω τῆς ὁδοῦ καὶ οὐ μεταβάλλει τὸ σχῆμα, τὰ μὲν κατ᾽ ὀφθαλμοὺς δεξιὰ ποιούμενος, τὰ δὲ ἀριστερὰ πρὸ τῆς ὄψεως. ἡ γὰρ πόλις ἕλκει πρὸς αὑτὴν ὥσπερ ἡ μαγνῆτις λίθος τὰ σιδήρια καὶ δι᾽ ἀνάγκης ἐθελουσίου χειροῦται. πέπονθε δὲ ταυτὸν ἥ τε πόλις πρὸς τὰ ἔξω καὶ τὰ ἔξω πρὸς τὴν πόλιν. οὔτε γὰρ ἐκ τοῦ ἄστεος τὰ προάστεια ὁρῶντι κόρος, εἴτε τις ἔξωθεν προσορῴη τὴν πόλιν, ἀεὶ τοῦ ἴσου δεῖ τὸ μὴ ἱκανῶς ἔχειν. μόνῃ δὲ ταύτῃ πόλεων εἰς ζημίαν ἡ δόξα καθίσταται: οὐδεὶς γὰρ ἂν ἔξω περὶ αὐτῆς ἀκούων ἐφίκοιτο ὥστε ἅπαν συλλαβεῖν.

δοκεῖ δ᾽ ἄν μοί τις καὶ δόγμα παρ᾽ αὐτῶν ποιήσασθαι, ὥσπερ τὸν ὑπὸ τῆς ἐχίδνης φασὶ πληγέντα μὴ ἐθέλειν ἑτέρῳ λέγειν ἀλλ᾽ ἢ ὅστις πεπείραται, οὕτω καὶ τῶν περὶ τῆς πόλεως καλῶν ἰδὼν ἰδόντι μόνον κοινοῦσθαι, ἢ μέλλοντί γε αὐτίκα, εἰς ἑτέρους δὲ οὐκ ἂν ῥᾳδίως τοὺς λόγους ἐκφέρειν ὥσπερ εἰς βεβήλους ἱερά: ὥσπερ οἱ ὑπ᾽ ἔρωτος κατεχόμενοι πρὸς τοὺς κομιδῆ παῖδας οὐκ ἐθέλουσι διηγεῖσθαι. τοσόνδε μὲν γὰρ ἴσως καὶ ποιητὴς ἂν εἴποι καὶ ψυχαγωγήσειεν, ὡς ὁ μὲν λιμὴν ἐν ὀμφαλῷ τῆς πόλεως, τὸ δὲ πέλαγος ἐν ὀφθαλμῷ, τοῖς ἐπὶ θάτερα ἐσχάτοις οὐχ ἧττον σύνοπτον ἢ τοῖς προσοικοῦσι: καὶ ἡ μὲν ἀκρόπολις διὰ πάσης ἀνέχει τὴν πόλιν, ἡ δὲ θάλαττα παρατείνει καθάπερ βάσις, τοσοῦτον τοῦ Μέλητος πρὸς ἕω παραλλάττουσα ὅσον εἰς καμπὴν παρεξελθεῖν. ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι

   Αιλ. Αρ. Λογ. 15. 235 χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι; οὐχ οὕτως οὔτε ὁ Μέλης καλλίπαις οὔτε τις εἰς λόγους εὐτυχής. καὶ μὴν μόνη μὲν πόλεων ἱστορίας, οὐκ ἀκοῆς δεῖται, μόνη δὲ οὐχ ἱστορίας μᾶλλον ἢ διαίτης συνεχοῦς καὶ ὁμιλίας, ὅστις αὐτὴν μέλλει καλῶς θεάσεσθαι καὶ τοὺς μισθοὺς τῶν ἐπαίνων αὐτόθεν κομιεῖσθαι. ἐγὼ δὲ τοσοῦτον ἔτι προσθήσω τῇ περιόδῳ: τοῦ μὲν γὰρ μυχοῦ τοῦ κόλπου μικρῷ τινι πρότερον ἐμνήσθην, ὑπὲρ δὲ τοῦ παντὸς βραχὺ τὸ λοιπόν. ἔστι γὰρ ἀκριβῶς κατ᾽ ἐπωνυμίαν τῆς πόλεως καὶ οὐχ ἑτέρα πρέπων. πραότητι μὲν γὰρ καὶ χρείᾳ καὶ κάλλει καὶ σχήματι κόλπος ἐστὶ, δυνάμει δὲ θάλαττα ἐξώπιος: ἑνὸς δ᾽ ἔχων κόλπου προσωνυμίαν εἰς πολλοὺς κόλπους ἀνελίττεται, καθάπερ οἱ πίνακες οἱ πτυκτοί: ἄλλαι γὰρ ἄλλους ἄκραι σχηματίζουσι: λιμένες δὲ καὶ ἀναπαύσεις μυρίαι. φαίης ἂν αὐτὸν ἐοικέναι ταῖς πολυκρούνοις φιάλαις, οὕτως ἀεὶ δι᾽ ὀλίγης χερρονήσου τοὺς ὅρμους ἔχει, περίπλους ἡμερῶν οὐκ ὀλίγων, εἴ τις κατὰ ὅρμον ὁρμίζοιτο. κἀμοὶ τὸν λόγον ἐνταυθοῖ ἤδη ὥρα ὁρμίζειν: περὶ γὰρ τοῦ δήμου τί δεῖ λέγειν; αὐτὸς γὰρ κρινεῖς καὶ ἔτι βελτίω ποιήσεις ἐξηγούμενος πρὸς τὸ κάλλιστον. νῦν μὲν οὖν οἶδ᾽ ὅτι καὶ σοὶ καὶ τῶν παρόντων τοῖς πολλοῖς μετρίως δοκῶ διειλέχθαι: αὐτίκα δὲ ἐξελεγχθήσεται πάντα ταῦτα ἡττώμενα. καί μοι κέρδος ἡττᾶσθαι τὰ τοιαῦτα.