Λόγοι/Παναθηναϊκός

Από Βικιθήκη
Παναθηναϊκός
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 13. 91 νόμος ἐστὶ τοῖς Ἕλλησι παλαιὸς, οἶμαι δὲ καὶ τῶν βαρβάρων τοῖς πλείστοις, τροφεῦσι χάριν ἐκτίνειν ἅπασαν, ὅση δυνατή. οὕστινας δ᾽ ἂν τροφέας προτέρους ὑμῶν ἄγοι τις, ὦ ἄνδρες Ἀθηναῖοι, δοκῶν γε δή πως εἰς Ἕλληνας τελεῖν, οὐ ῥᾴδιον εὑρεῖν, ὥς γέ μοι φαίνεται. μάλιστα μὲν γὰρ καὶ τῆς νενομισμένης ταυτησὶ τροφῆς καὶ κοινῆς ὑμᾶς εὐθὺς ἂν εὕροι τις ἐπωνύμους καὶ ποριστὰς σκοπῶν ἐξ ἀρχῆς· ὥστε ἔξεστιν εἰπεῖν ἰδίᾳ μὲν ἄλλους ἄλλοις εἶναι τροφέας, οὓς ἂν ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρασκευάσῃ, κοινοὺς δὲ ἁπάντων τροφέας ὑμᾶς εἶναι καὶ μόνους καὶ πρό γε αὐτῶν ἔτι τῶν τροφέων, ὥσπερ οὓς πατέρας πατέρων καλοῦσιν οἱ ποιηταί· δι᾽ ἃ καὶ μόνα

   Αιλ. Αρ. Λογ. 13. 92 τὴν εὔνοιαν ἤρκει παρὰ πάντων ὑμῖν εἶναι κατὰ φύσιν. οὐ μὴν ἀλλ᾽ οἷ βλέπων τὸ δίκαιον ἐποιούμην καὶ περὶ ἧς εἶχον ἐν νῷ τροφῆς εἰπεῖν, τῆς ὡς ἀληθῶς καθαρᾶς καὶ διαφερόντως ἀνθρώπου, τῆς ἐν μαθήμασι καὶ λόγοις, τίς οὕτως ἔξω τούτων ἐστὶν ὥστ᾽ ἀγνοεῖν παρ᾽ ὑμῶν οὖσαν ἅπασι τὴν ἀρχήν; ὥστε εἰκὸς καὶ τὸν περὶ τούτων λόγον δεῦρο κομίζειν καὶ τιμᾶν τοῖς γιγνομένοις τὴν πόλιν. ὡς τὰς μὲν ἄλλας χάριτας δικαίας μὲν, οὐ μὴν τῶν πραγμάτων ἄντικρυς εἶναι συμβέβηκε, μόνην δὲ ταύτην γνησίαν τῆς εὐεργεσίας ἔξεστι προσειπεῖν. ἡ γὰρ ὑπὲρ λόγων λόγῳ γιγνομένη χάρις οὐ μόνον τὸ δίκαιον ἔχει μεθ᾽ ἑαυτῆς, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ λόγου πρῶτον ἐπωνυμίαν βεβαιοῖ, μόνη γάρ ἐστιν ἀκριβῶς εὔλογος. μηδεὶς δὲ ὑμῶν, ὦ νῦν τε παρόντες τοῖς λόγοις καὶ χρόνῳ συνεσόμενοι, μηδεμίαν προπέτειαν μηδὲ εὐήθειαν καταγνῷ τοῦ παντὸς ἐγχειρήματος, εἰ μήτε προστησάμενοι σχῆμα φαυλότερον τοῦ λόγου μήτε ἃ πολλὰ καὶ ἐργώδη τῷ λόγῳ πρόσεστι δείσαντες ὑπέστημεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα. μάλιστα μὲν γὰρ, εἰ καὶ τοῦτο ἄξιον αἰτίας, οὐδὲ τὰ πρὸς τοὺς θεοὺς ἡμῖν γε παρεῖται τὸ μὴ οὐ τετολμῆσθαι. ἔπειτ᾽ οὐδέ με τοῦτο λέληθεν ὡς ἐργώδης ὁ λόγος καὶ χαλεπὸς διενεγκεῖν καὶ τὰς ἐκδρομὰς ὁπόσας ἔχει· ἃς καὶ συνιδεῖν ἁπάσας καὶ διελέσθαι καθ᾽ ἑκάστην καὶ πληρῶσαι διὰ τέλους ἀδύνατον μὴ οὐ σὺν μεγάλῃ καὶ λαμπρᾷ τῇ τύχῃ· πρὸς δὲ τούτοις, ἐφ᾽ ὅσοις ἔθνεσι τοῖς περὶ αὐτῶν εἰρηκόσι καὶ προκατειληφόσι τὰς ἀκοὰς ἐπερχόμεθα, μεῖζον ἔχοντες ἔργον ὅ τι φυλαξόμεθα ἢ ὅτῳ χρησόμεθα εὑρεῖν.

   Αιλ. Αρ. Λογ. 13. 93 ἄλλων γὰρ ἄλλα κεκοσμηκότων καὶ διεξεληλυθότων τὰ πᾶσι παρειμένα πᾶσι καὶ πεπλήρωται· καὶ συμβαίνει διπλοῦν τὸν ἀγῶνα γίγνεσθαι τῷ μετὰ πάντας ἐγχειροῦντι, καὶ χωρὶς πρὸς ἕκαστον καὶ κοινῇ πρὸς ἅπαντας.

οὐ μὴν ἀλλ᾽ αὐτό γε τοῦτ᾽ ἐστὶ τὸ καὶ μόνον πεποιηκός μοι τὸν λόγον, ὅτι οὕτω πολλοῖς καὶ μεγάλοις τῆς πόλεως ὑπερεχούσης, καὶ τόπον οὐδένα τοῖς βουλομένοις εὐφημεῖν ἀργὸν παρεικυίας, οὐδείς πω μέχρι τῆσδε τῆς ἡμέρας εἰς ἅπαντα καθῆκεν ἑαυτὸν οὐδ᾽ ἐθάρρησεν. ἀλλ᾽ οἱ μὲν τοὺς ἄνω χρόνους ἐν τοῖς ποιήμασιν ᾁδουσι καὶ τὰ πρὸς τοὺς θεοὺς κοινὰ τῇ πόλει, καὶ ταῦτ᾽ ἀπὸ τοῦ παρείκοντος, οἱ δὲ τοὺς ἐπὶ τῶν καιρῶν πολέμους πρὸς Ἕλληνας καὶ βαρβάρους ἀφηγοῦνται μεμερισμένως· ἕτεροι δὲ τὴν πολιτείαν καταλέγουσιν· οἱ δὲ ἐν τοῖς ἐπιταφίοις λόγοις τῶν ἀποθανόντων ἐνίους προσειρήκασιν. εἰσὶ δὲ οἳ κἀν τούτοις, οὐχ ὡς νομίζεται, διὰ τῶν πράξεων ἦλθον, ἀλλ᾽ ἑτέραν ἐτράποντο, δείσαντες, ἐμοὶ δοκεῖν, ἐλάττους γενέσθαι τῶν πραγμάτων, οὐκ ἔξω μέν που συγγνώμης λαβόντες φόβον, ἀλλ᾽ οὖν οὕτω πολλοῦ τινος ἐδέησαν περὶ πάντων γε τῶν ὑπαρχόντων τῇ πόλει διεξελθεῖν. καὶ μὴν οἱ μὲν τὴν σοφίαν αὐτῆς ἐγκωμιάζουσιν, οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν, ἕτεροι δὲ αὖ τὴν κοινότητα καὶ φιλανθρωπίαν ὑμνοῦσι, καὶ ταῦτα οἱ μὲν τοῖς συγγράμμασί που τοῖς ἄλλοις ἐγκαταμιγνύντες, οἱ δ᾽ ἀπὸ στόματος οὑτωσὶ κατὰ τὸ συμβαῖνον τῆς μνήμης. ὡς δὲ ἁπλῶς εἰπεῖν, ἅπαντες ἢ τῷ βουλήματι τῷ σφετέρῳ μεμετρήκασιν ἢ τῇ δυνάμει τὰ πρὸς τὴν πόλιν, οὐ τῷ τῆς πόλεως μέτρῳ οὐδὲ τῷ τῶν πραγμάτων, ἀλλὰ ὥσπερ πελάγους ἀπείρου καὶ

   Αιλ. Αρ. Λογ. 13. 94 τοῖς ὀφθαλμοῖς οὐχ ὁρίζοντος ἕκαστος ὅσον καθορᾷ, τοῦτο θαυμάζει· καὶ συμβέβηκεν ὥσπερ αἴνιγμα τῇ πόλει: ᾗ γὰρ τοσοῦτον εὐφημιῶν καὶ δόξης περίεστι, ταύτῃ, κἂν ὡς ἐλάχιστον τούτων ὧν μέτεστιν εἴπῃ τις, οὐ τοῦ παντὸς ἁμαρτήσεται. οὐ δὴ δίκαιον τὴν μόνην τοῦ τολμήματος αἰτίαν καὶ δι᾽ ἣν εἰκότως ἐδέησε τοῦ νυνὶ λόγου, ταύτην ἐκείνης ἀξιῶσαι τῆς αἰτίας, ᾗ τὸ τῆς μέμψεώς ἐστιν ὄνομα. ἔπειτα εἰ μὲν μὴ πολλῶν καὶ καλῶν καὶ μεγάλων ὄντων, οὐ μὲν οὖν οὔτ᾽ ἀπαριθμῆσαι ῥᾳδίων οὔτε μετρῆσαι δυνατῶν τῶν εἰς τοσοῦτον τὴν πόλιν ᾐρκότων, ἕν τι καὶ τοῦτο τὸ τῶν λόγων ἦν ἀγαθὸν, οὐκ ἂν ἴσως ἥρμοττε παρακινδυνεύειν, ἀλλ᾽ ἐᾶν ὅπως ποτ᾽ εἶχε τὰ τῆς δόξης αὐτῇ· νυνὶ δ᾽ ὥσπερ τῶν ἄλλων ἁπάντων ἡγεμὼν τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις, γεγένηται, οὕτως ὅτι καὶ τῶν λόγων πρώτη γνώριμόν ἐστιν· ὥστε οὔτ᾽ ἀλλοτρίᾳ τῇ πείρᾳ χρώμεθα, οὐδ᾽ ἑτέρωσε φέρουσαν ὁδὸν προειλόμεθα, ἀλλ᾽ ἀκριβῶς ἐπὶ τὴν πόλιν καὶ τοὺς Ἀθηναίους, οὔτε ἐλάττω τὰ τῆς πόλεως ποιοῦμεν, ἀλλ᾽ ἕν τι τῶν τῆς πόλεως ἐκτίνομεν, εἰς ὅσον ἐγχωρεῖ. εἰρημένον δὲ ὑπὸ πολλῶν πολλάκις ὡς ἄρα οὐ ῥᾴδιον εὑρεῖν ὅθεν ἄρξεταί τις, ἐμὸν, οὐκ ἄλλου τοῦτον τὸν λόγον εἶναι νομίζω τῇ χρείᾳ. οὐ γὰρ μόνον τῷ πρεσβυτάτην εἶναι τῶν ἐν μνήμῃ τὴν πόλιν συμβαίνει καὶ τὴν ἀρχὴν ἀνήκειν εἰς τὸ πλέον τοῦ φανεροῦ καὶ προχείρου

   Αιλ. Αρ. Λογ. 13. 95 λαβεῖν, ἀλλ᾽ ὅτι καὶ πολλὰς ὥσπερ ἐν κύκλῳ τὰς ἀρχὰς ὁ λόγος προδείκνυσιν, ἃς οὔτε ὁμοῦ ποιήσασθαι δή που δυνατὸν οὔθ᾽ ἥτις ἀρχὴ ταῖς ἄλλαις εἶναι νικήσει ῥᾴδιον κρῖναι· ἄλλα γὰρ ἄλλων ἕνεκα ἁρμόττειν ὥς γ᾽ ἐκ τοῦ προφαινομένου πρῶτα λεχθῆναι δόξαν παρίστησιν.

ἣν δὲ ἁπασῶν ἐπικαιροτάτην ἀρχὴν ὑπολαμβάνω καὶ πρὸς ἣν ἥκιστ᾽ ἂν ἁμαρτεῖν, ἅπαντα καθιστάμενος τὸν λόγον, ταύτην καὶ δὴ ποιήσομαι· εἰ δ᾽ ὀρθῶς, ἢ μὴ, πάρεστι κοινωνεῖν τῆς γνώμης. οἶμαι δ᾽, ἂν ὡς ὑπὲρ οἰκείας καὶ μετέχων τῶν ἀγαθῶν ἔστιν οὗ φαίνωμαι τῷ λόγῳ χρώμενος, οὐδ᾽ ὑμῖν ἂν φέρειν αἰσχύνην. ἡ γὰρ τῆς χώρας ἡμῖν φύσις τῇ φύσει τῶν ἀνδρῶν συμβαίνουσα φανήσεται καὶ οὔθ᾽ ἡ γῆ πρέπουσα ἑτέρων εἶναι, οὔκουν οὐδὲ ἐγένετο, οὔθ᾽ οἱ ἄνδρες ἄλλης ἀντὶ ταύτης ἄξιοι, οὔκουν οὐδὲ ἠλλάξαντο, ἀλλ᾽ ἔμειναν ἐφ᾽ ἧς εἶχον: ἄμφω δὲ ταῦτα ὄψει καὶ μνήμῃ κρίνεται. οἵ τε γὰρ οἰκήσαντες ἀεὶ τὴν χώραν ἐναργῆ καὶ θαυμαστὰ τῆς αὑτῶν ἐπιεικείας σημεῖα ἐξήνεγκαν ἐν παντὶ τῷ παρασχόντι, τὰ μὲν ἣν οὑτωσί τις ἂν εἴποι φιλανθρωπίαν ἐπιδεικνύμενοι τῇ τῶν τρόπων πραότητι καὶ ταῖς ὁμιλίαις, οὐδέσιν ἄλλοις ὁμοίως ἡμέροις εἶναι δοκεῖν λιπόντες, τὰ δ᾽ ἐν ταῖς χρείαις καὶ τοῖς κινδύνοις ἐν προβόλου μοίρᾳ τοῖς Ἕλλησι τεταγμένοι. καὶ τὸ τῆς χώρας αὖ σχῆμα τοιοῦτον ἐκ γῆς καὶ

   Αιλ. Αρ. Λογ. 13. 96 θαλάττης θεωροῦντι. πρόκειται γὰρ ἀντ᾽ ἄλλου φυλακτηρίου τῆς Ἑλλάδος τὴν γιγνομένην τάξιν ἔχουσα πρώτη πρὸς ἥλιον ἀνίσχοντα, προμήκης εἰς τὸ πέλαγος, καὶ μάλα ἐναργὴς συμβαλεῖν ὅτι τῆς Ἑλλάδος ἐστὶν ἔρυμα ὑπὸ τῶν κρειττόνων πεποιημένον καὶ μόνῃ ταύτῃ κατὰ φύσιν ἔστιν ἡγεῖσθαι τοῦ γένους. εἶτα καὶ τῆς φιλανθρωπίας ὡσπερεὶ σύμβολον ἐκφέρει· προβαίνει γὰρ μέχρι πλείστου, τὴν θάλατταν ἡμεροῦσα, καὶ ταῖς νήσοις ἐγκαταμίγνυται, θεαμάτων ἥδιστον, ἤπειρος ἐν νήσοις, καὶ τούτων ἐνίων νοτιωτέρα, πρώτη μὲν τοῖς ἐκ τοῦ πελάγους ὡσπερεὶ χεῖρα προτείνουσα εἰς ὑποδοχὴν, παντοδαποὺς δὲ ὅρμους καὶ λιμένας παρεχομένη κύκλῳ περὶ πᾶσαν ἑαυτὴν, ἔτι δὲ ἀκτὰς ἄλλας κατ᾽ ἄλλα μέρη τῆς τε θαλάττης καὶ ἑαυτῆς, καὶ πορθμοὺς πρὸς τὰς ἐπικειμένας νήσους οὐ πλέον διαλείποντας ἢ ὅσον αἱ νῆσοι πρὸς ἀλλήλας· ὥστε καὶ παραπλεῖν καὶ περιπλεῖν καὶ πεζεύειν καὶ ἔτι πελαγίους εἶναι διὰ τῆς Ἀττικῆς ὥσπερ ἐν πομπῇ κατ᾽ ἐξουσίαν τὸ πρὸς ἡδονὴν αἱρουμένους. αἱ δὲ ἐπίκεινται πανταχόθεν πεποικιλμέναι Κυκλάδες καὶ Σποράδες περὶ τὴν Ἀττικὴν, ὥσπερ τῆς θαλάττης ἐξεπίτηδες ἀνείσης ἀντὶ προαστείων τῇ πόλει, χοροῦ σχῆμα σώζουσαι, καὶ τὰ ἐκείνων κάλλη καὶ κόσμους τῆς πόλεως κάλλη καὶ κόσμους εἶναι συμβέβηκε. δύνανται γὰρ ὅπερ τοῖς βασιλείοις τὰ προπύλαια, καὶ σελήνην ἀστέρες ἐγκλείουσι, ποιητὴς ἂν εἴποι τις, μεῖζον φέρουσαι κέρδος ἢ ὅσον παρέχουσι: λέγω δὴ τοῦ προσοικεῖν. δι᾽ ἃ δὴ καὶ μόνῃ τῇ πόλει κυρίως ἄν

   Αιλ. Αρ. Λογ. 13. 97 τις φαίη τὴν ἀρχὴν αὐτῶν συμβῆναι καὶ γνησίαν ἐπὶ τῶν Ἑλληνικῶν, τοὺς δ᾽ ἄλλους νόθους εἰς τὴν θάλατταν ἐμβῆναι, ὥσπερ ὑποβολιμαίους, οὐ πατρικαῖς ταῖς νήσοις ἐπιθεμένους, ἀλλ᾽ ἁρπάσαντας τύχης ἀλογίᾳ, ὅπερ αὐτοὺς καὶ ταχέως πάλιν ἐξήλασε.

τοῦτο δὲ τὸ σχῆμα καὶ ταύτην τὴν θέσιν τῆς χώρας ἐχούσης, τὸν μὲν ἀεὶ κατάπλουν τῶν ἐμπόρων τε καὶ καθ᾽ ἱστορίαν ἢ χρείαν εἰσαφικνουμένων, μεθ᾽ ὅσης τῆς ῥᾳστώνης καὶ ψυχαγωγίας γίγνεται καὶ τρυφῆς οὐ ῥᾴδιον εἰπεῖν, πλὴν εἰς ὅσον αὐτούς τις ἐπιμαρτύραιτο· οὕτω γὰρ παντάπασιν ἡ ψυχὴ προκαθαίρεται καὶ μετέωρος καὶ κούφη γίγνεται καὶ σφόδρα τῶν Ἀθηνῶν τῆς θέας ἐν παρασκευῇ, ὥσπερ ἐν ἱεροῖς προτελουμένη. ἐπίδηλον δὲ καὶ τοῖς ὀφθαλμοῖς πλέον τοῦ συνήθους τὸ φῶς ἐγγιγνόμενον, ἀφαιρούσης ἤδη τὴν πολλὴν ἀχλὺν ὡς ἀληθῶς καὶ καθ᾽ Ὅμηρον εἰπεῖν τῆς Ἀθηνᾶς ἔτι τῇ χώρᾳ προσαγόντων. ὥστε ἔοικεν ὀνείρατος εὐφροσύνῃ τὰ θεάματα καὶ χορείαν ἐξελίττειν, οὐ πλοῦν ἀνύτειν δόξαις ἂν, οἷα τὴν ναῦν ἀεὶ κύκλῳ περιίσταται κάλλη παντοδαπὰ ἄγοντα μετ᾽ εὐθυμίας ἐπὶ τὴν Ἀττικήν. τοῖς δ᾽ ὁρωμένοις συμβαίνει καὶ τὰ λεγόμενα, οἷς οὐκ ἔνεστιν ἀπιστεῖν· πάντα γὰρ ἑξῆς ὁμοίως ἔχει. Λητώ τε γὰρ, εἰ καὶ μικρὸν ὕστερον ἁρμόσει περὶ τῶν θείων διηγεῖσθαι, λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς καὶ λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ, βαδίζουσα ἀεὶ εἰς τὸ πρὸς ἕω τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης, ἀπ᾽ ἄκρας τῆς Ἀττικῆς ἐπιβᾶσα τῶν νήσων εἰς Δῆλον καταίρει καὶ τίκτει δὴ τοὺς θεοὺς

   Αιλ. Αρ. Λογ. 13. 98 τήν τε Ἄρτεμιν καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει, ἥ τ᾽ ἀπὸ τῆς Ἀσίας ἐπὶ τοὺς Ἕλληνας πρώτη διαβᾶσα δύναμις διὰ τῶν νήσων προσέσχεν εἰς Μαραθῶνα, καλῶς ὑπὸ τῆς φύσεως ἀχθεῖσα τοῦ τόπου πρὸς τὸ δοῦναι δίκην ὧν ἐπεβούλευσε τοῖς Ἕλλησιν. οὕτω δ᾽ ἐν ἀρχῇ τῆς Ἑλλάδος οὖσα ἡ χώρα ἐν μέσῳ τῆς πάσης οὐχ ἧττόν ἐστιν. ὅποι γὰρ ἀπ᾽ αὐτῆς κινηθείης, τὰ γνωριμώτατα τῶν Ἑλλήνων ἐκδέχεται γένη, καὶ ὥσπερ πόλιν ἡ οἰκεία χώρα προσοικεῖ, οὕτω καὶ τὴν Ἀττικὴν ἅπασα ἡ Ἑλλὰς προσοικεῖ. διὸ δὴ καὶ μόνη τὸ τῶν Ἑλλήνων πρόσχημα καθαρῶς ἀνῄρηται καὶ τοῖς βαρβάροις ἐστὶν ἐπὶ πλεῖστον ἀλλόφυλος· ὅσον γὰρ τῇ φύσει τοῦ τόπου κεχώρισται, τοσοῦτον καὶ τοῖς ἤθεσι τῶν ἀνδρῶν ἀφέστηκεν. οὔτε γὰρ ποταμοῦ μέσου κοινωνεῖ τινος οὔτ᾽ ἐστὶν αὐτῇ μεθόριον οὐδὲν τὸ αὐτὸ διαιροῦν καὶ μιγνύον τὴν γῆν, ἀλλ᾽ ὥσπερ πρὸς ἀσπίδος ἐπίσημον πάντα πρὸς μέσον τοῦτο τὸ χωρίον ἐκ παντὸς ἄκρου τείνει τὰ Ἑλληνικὰ, καὶ πανταχόθεν κύκλοι περιέχουσι τὴν χώραν Ἑλληνικοὶ, οἱ μὲν ἐκ θαλάττης, οἱ δ᾽ ἀπὸ τῆς ἠπείρου περικείμενοι, ὥσπερ εἰκὸς τῇ κοινῇ τοῦ γένους ἑστίᾳ. τοσοῦτον δὲ πέφευγε τὴν ἀλλοδαπὴν καὶ βάρβαρον ὥστε καὶ ἐπὶ τῆς ἀντιπέραν ἠπείρου προὐβάλλετο ἑτέραν Ἑλλάδα ἄποικον ἑαυτῆς, ἣ νῦν ἤδη πλεῖστον βαρβάρων ἀφέστηκεν, ὥσπερ φύσει ταχθεῖσα ἡ πόλις, ἀντίπαλος τούτῳ τῷ γένει καὶ πολεμία. ἐξ ὧν ἄδολον μὲν καὶ καθαρὸν καὶ ἀδιάφθορον τὸ ἦθος ἀεὶ τοῖς ἐξ αὐτῆς διαγέγονε παρεχομένη, εἰλικρινῆ δὲ καὶ καθαρὰν καὶ ἄλυπον καὶ παράδειγμα πάσης τῆς Ἑλληνικῆς ὁμιλίας φωνὴν

   Αιλ. Αρ. Λογ. 13. 99 εἰσηνέγκατο. ἡ δ᾽ αὐτὴ θέσις τῆς τε χώρας ἐν τῇ Ἑλλάδι καὶ τῆς πόλεως ἐν τῇ χώρᾳ, μέση γὰρ ἐν μέσῃ κεῖται, τοσοῦτον πρὸς θάλατταν ἐπικλίνουσα, ὅσον τοὺς λιμένας ἧς εἰσι φαίνεσθαι. τρίτη δὲ ἀκόλουθος τούτων ἀνέχει, περιφανὴς ἄνω διὰ μέσης τῆς πόλεως, ἡ πάλαι μὲν πόλις, νῦν δὲ ἀκρόπολις, κορυφῇ παραπλησίως, οὐχ ὡς ὕστατον εἶναι τῆς πόλεως, ἀλλ᾽ ὡς περὶ αὐτὴν πᾶν τὸ λοιπὸν σῶμα τῆς πόλεως, ἄκρου καὶ μέσου ταυτοῦ συμπεπτωκότος, τὸ διὰ πάντων ἤδη τοῦτο κάλλος καὶ ὁ τελευταῖος ὅρος τῆς περὶ γῆν εὐκαιρίας. ὥσπερ γὰρ ἐπ᾽ ἀσπίδος κύκλων εἰς ἀλλήλους ἐμβεβηκότων πέμπτος εἰς ὀμφαλὸν πληροῖ διὰ πάντων ὁ κάλλιστος, εἴπερ ἡ μὲν Ἑλλὰς ἐν μέσῳ τῆς πάσης γῆς, ἡ δ᾽ Ἀττικὴ τῆς Ἑλλάδος, τῆς δὲ χώρας ἡ πόλις, τῆς δ᾽ αὖ πόλεως ἡ ὁμώνυμος. ἀλλ᾽ ἐνταῦθα μὲν ἡμᾶς ὁ λόγος παρήνεγκε τῆς ἀεὶ παραπιπτούσης ἀκολουθίας ἐχόμενος. ἐπιστρεπτέον δὲ πάλιν πρὸς τὴν χώραν καὶ τὰ πρεσβεῖα φυλακτέον αὐτῇ, ἧς τὴν μὲν πρὸς γῆς τε καὶ θαλάττης φύσιν εἴπομεν δι᾽ ὅσων εἰκὸς ἦν, μῆκός τε φεύγοντες καὶ τὸ παρελθεῖν ἃ μὴ χεῖρον εἰπεῖν.

ἀλλὰ μὴν τόν γε ὑπὲρ κεφαλῆς ἀέρα καὶ τὴν τῶν ὡρῶν κρᾶσιν οὕτω σύμμετρον εἴληχεν ὥστε εἰ τῷ λόγῳ μετρίως εἰπεῖν ἦν, εὐκτὸν ἂν ἦν. ἴσον γὰρ ἁπάντων ἀπέχει τῶν δυσχερῶν καὶ μετέχουσα τῶν ἀγαθῶν τῆς δυνάμεως ἑκάστης, ἃ λυπηρὰ πρόσεστιν ἑκάστῃ πέφευγε. τεκμαίρεσθαι δὲ ἔξεστιν οὐ μόνον τοῖς ὡραίοις νικῶσι καὶ παρὰ τὴν ἐπωνυμίαν καὶ τοσοῦτον τοῦ παντὸς ἔτους κατέχουσι χρόνον, ἀλλὰ καὶ τῇ ἀποστάσει, καθάπερ ἐν

   Αιλ. Αρ. Λογ. 13. 100 στάθμῃ, ὅταν τι βουληθῶμεν ἰδεῖν ἀκριβῶς. ὅσον γὰρ ἄν τις ἀποστῇ τῆς πόλεως δεῦρο ἢ ἐκεῖσε κινηθεὶς, ἢ τῇ θέρμῃ πλεῖον τῆς χρείας ἢ τῷ ψύχει προστυγχάνει. ὥστ᾽ ἐν τούτῳ μόνῳ νικᾶται ἐν ᾧ τὸ νικᾶν λυπεῖ καὶ οὗ τὸ νικᾶσθαι λυσιτελέστερον. τοσαύτη δ᾽ ἐστὶν ἡ περιουσία τῆς εὐτυχίας ὥστε καὶ τῶν ἄλλων γενῶν αἱ ταύτης ἄποικοι πόλεις αἱ τὴν νῦν Ἰωνίαν ἔχουσαι ἄριστα κεκρᾶσθαι δοκοῦσιν, ὥσπερ ἄλλο τι τῶν οἴκοθεν μετειληφυῖαι. ὥστε οὐ τὰ μὲν πρὸς ἄρκτον ἂν εἴποι τις εἶναι τῆς χώρας, τὰ δὲ πρὸς μεσημβρίαν ὀνομάζων, οὐδ᾽ αὖ τὰ λοιπὰ δύο ὡσαύτως, ἀλλ᾽ ἄνευ τῆς προσθήκης ἔξεστιν ὁρίσασθαι τὰ μὲν ἔνθεν αὐτῆς ἄρκτον εἶναι, τὰ δὲ ἔνθεν μεσημβρίαν ἤδη, ἀνατολάς τε καὶ δύσεις ὅσον τὸ ἄνω καὶ κάτω, αὐτὴν δ᾽ εἶναι πάντων ὡσπερεὶ μεθόριον, κοινόν τινα χῶρον, οὗ πάντα τὰ τμήματα συγκεράννυται, ὑπ᾽ αὐτὴν, ὡς εἰπεῖν, τὴν ἀκρόπολιν τοῦ οὐρανοῦ καὶ τὴν τοῦ Διὸς ἀρχὴν ὡς ἀληθῶς γιγνομένην λῆξιν τῆς Ἀθηνᾶς καὶ τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων τόπον οἰκεῖον. οὐ γὰρ ἔστιν ὅστις τῶν περὶ γῆν ἀέρων τοσοῦτον ἀφέστηκε γῆς τῇ φύσει οὐδ᾽ αἰθέρι μᾶλλον εἴκασται. γῆς μὲν δὴ καὶ θαλάττης καὶ ἀέρων εἰς τοῦτ᾽ ἔθεσαν τὴν Ἀττικὴν οἷς ταῦτα ἔπρεπε δημιουργοῖς. ἃ δὲ τούτοις τοιούτοις οὖσιν ἕπεται πολλὴ ῥᾳστώνη δεικνύναι, πεδίων τε κάλλη καὶ χάριτας τῶν μὲν πρὸ τῆς πόλεως εὐθὺς ἀπὸ τοῦ τείχους, μᾶλλον δὲ ἀπὸ τῆς ἀκροπόλεως κεχυμένων καὶ ἐγκαταμιγνυμένων τῇ πόλει, τῶν δὲ ἐφ᾽ ἑκάστῃ τῇ θαλάττῃ τοῖς αἰγιαλοῖς ἐφορμούντων, τῶν δ᾽ ἐν τῇ μεσογείᾳ τοῖς ὄρεσι τοῖς περιέχουσιν ὥσπερ ἄλλοις ὁρίοις διειλημμένων ἐν κόλπων θαλαττίων τινῶν σχήματι. καὶ

   Αιλ. Αρ. Λογ. 13. 101 μὴν τήν γε τῶν ὀρῶν φαιδρότητα καὶ χάριν τίς οὐκ ἂν ἀγασθείη; οἷς γε τοσοῦτον κόσμου περίεστιν ὥστε καὶ τὰς πόλεις αὐτὰ δὴ κοσμεῖ: ὃ γὰρ εἰκὸς ἔχειν τὴν χώραν, ἔργον θεῶν οὖσαν, σπέρμα τῆς χάριτος τῆς πρὸς τοὺς θεοὺς, τοῦτο δείκνυσιν ἐν τοῖς πρώτοις, καὶ προξενεῖ διὰ τῆς φύσεως τὴν χάριν. ἔστι δὲ ἐπιτηδειοτάτη πρὸς κάλλη νεῶν καὶ ἀγαλμάτων, ὥστε δὶς ἡγεμὼν τούτων ἂν εἴη. καὶ γὰρ ἐνθένδε ταῦτα πάντα ἤρξατο τῷ νόμῳ καὶ τὴν χορηγίαν οἴκοθεν ἡ πόλις ἔσχηκεν εἰς αὐτά. ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσωμαι, ἐπέρχεται γάρ μοι καὶ κατὰ μέρη τὴν ἐπιτηδειότητα ἀποφαίνειν τῆς χώρας, οἷον εὐθὺς τὸ μήτε ὑπτίαν εἶναι διὰ πάσης μήτε ὄρειον παντελῶς, ἀλλ᾽ ἐσχηματίσθαι πρὸς τὴν ἑκατέρου χρείαν ἐν μέρει καὶ πεποικίλθαι, ὥστε πῶς οὐκ ἂν ὀρθῶς εἴποι τις εἶναι τελέας καὶ πάσης τῆς οἰκουμένης οἱονεὶ μίμημα σωζούσης; ἔτι δὲ ἡ τῆς θαλάττης τε καὶ γῆς διὰ τῶν λιμένων συζυγία καὶ συμφωνία, τῶν δ᾽ αὖ πεδίων καὶ τῶν ὀρῶν ἡ σὺν ὥρᾳ μίξις καὶ χάρις οὐ τῶν ὅπου τις ἂν εἴποι συμβεβηκότων οἶμαι. ἔξεστι δὲ ὁρᾶν καὶ τὰς φλέβας τὰς ἀργυρίτιδας ὥσπερ νοτίδας διὰ πάσης τῆς ὀρείου διηκούσας, ὅπως ἄρα μηδὲν ἀργὸν εἴη τῆς Ἀττικῆς μηδ᾽ εἴη ταῖς προσόδοις δυσχωρία μηδαμῆ, ἀλλὰ τὴν ἑτέρων εὔγεων ἡ τῇδε ἄσπορος νικῴη. ἔπρεπε δ᾽ ἄρα καὶ τοῦτο ἐλευθερίας ἐφόδιον καὶ μεγαλοψυχίας παρεσκευάσθαι τῇ πόλει. ἔτι τοίνυν ἀενάων ποταμῶν ῥεύματα ἄλυπα καὶ πηγὰς ἀφθόνους καὶ καρπῶν ἁπάντων φορὰν, ὧν ὁ πάντων ἡμερώτατος ἐνταῦθα τῶν πανταχοῦ κάλλιστος περιφανῶς.

   Αιλ. Αρ. Λογ. 13. 102 ἀλλὰ ταῦτα μέν ἐστιν ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν· τὸν δὲ οἰκειότατον καὶ μέγιστον τῆς χώρας καρπόν τε καὶ κόσμον καὶ ὃς ἅπασαν ἔχει τὴν ἐπιτηδειότητα συλλαβὼν αὐτῆς ἤδη δίειμι. ἀρχὴ δέ μοι τοῦ λόγου κατελήλυθεν εἰς ἀρχήν τινα ἑτέραν. ἄλλας μὲν γὰρ χώρας ἐλέφαντες καὶ λέοντες κοσμοῦσι, τὰς δὲ ἵπποι κύνες, τὰς δὲ ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει: τὴν δὲ ὑμετέραν χώραν κοσμεῖ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, οὐ κατὰ τοὺς ἐν Ἰνδοῖς μύρμηκας ὑποπτέρους ἄξιον εἰπεῖν. πρώτη γὰρ ἤνεγκεν ἄνθρωπον καὶ πρώτη πατρίς ἐστιν ἀνθρώπου, καὶ ὅπερ τοῖς πᾶσι ζώοις τοῖς ἐγγείοις ἐστὶν ἡ πᾶσα γῆ, τοῦτο ἥδε νενίκηκεν εἶναι τῷ τῶν ἀνθρώπων γένει, μήτηρ καὶ τροφὸς κοινὴ καὶ τῆς φύσεως ἀφορμὴ, χῶρός τις ἀνθρώπων ἴδιος ἐκ πάσης γῆς ἐξῃρημένος, ὥσπερ οἱ τῶν τεμενῶν ὅροι. διὸ δὴ καὶ πάντα κρατίστους καὶ τῆς γιγνομένης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντας ἤνεγκεν, ἅτε οἰκείας αὐτῇ τῆς φορᾶς οὔσης, οὐκ ἐπεισάκτου. οὐ γὰρ πλάνην καταλύσαντες οὐδὲ ὥσπερ ἐπὶ σκότους πατρίδα ζητοῦντες διὰ πάσης γῆς καὶ θαλάττης, οὐδὲ δυοῖν δυστυχίαιν ἡγησαμέναιν, κατέσχον τὴν χώραν, βιασάμενοι τὴν ἐπωνυμίαν, εἴξαντες μὲν τοῖς κρείττοσιν, ἐκβαλόντες δὲ τοὺς ἥττους, ἀλλ᾽ ὥσπερ τὸ ἐκ τῶν πηγῶν ὕδωρ ἐκ τῶν κόλπων τῆς γῆς ἀνῆλθε τὸ γένος, αὐτὸ ἐξ αὑτοῦ λαβὸν τὴν ἀρχήν· καὶ ξένοι καὶ πολῖται μόνῃ τῇ γῇ ταύτῃ πρέπουσι διῃρῆσθαι. οἱ μὲν γὰρ ἄλλοι καθάπερ θέαν καταλαβόντες οὕτω ταῦτα κρίνουσιν, οὐ τῷ μᾶλλον ἄλλων ἑαυτοῖς προσήκειν τῶν χωρίων τοὺς ἄλλους ἀφορίζοντες,

   Αιλ. Αρ. Λογ. 13. 103 ἀλλὰ τῷ φθῆναι κατασχόντες, καὶ ξένους ὀνομάζουσι τοὺς δευτέρους ἐλθόντας, ἀγνοοῦντες ὅτι πάντες ὁμοίως εἰσὶ ξένοι, μᾶλλον δὲ αὐτοὶ ξένοι πρῶτοι, καὶ τοσοῦτον τῶν δημοποιήτων, οὓς αὐτοὶ ποιοῦνται, διαφέρουσιν, ὅσον οὐ κριθέντες ἄξιοι τῆς πολιτείας, ἀλλ᾽ εἰσβιασάμενοι προὐβάλοντο τὴν πατρίδα, ὥσπερ ὅπλων ἀπορίᾳ τῷ φανέντι χρησάμενοι: μόνοις δ᾽ ὑμῖν ὑπάρχει καθαρὰν εὐγένειάν τε καὶ πολιτείαν αὐχῆσαι. καὶ δυοῖν ὄντοιν ὀνομάτοιν ἑκάτερον κύριόν ἐστι τῇ χώρᾳ διὰ τὸ ἕτερον· εἰκότως. οἵ τε γὰρ ξένοι διὰ τοὺς ἄλλους πολίτας γνησίους ὄντας ἐνέχονται τῷ προσρήματι οἵ τε πολῖται βεβαιοῦσι τὴν ἐπωνυμίαν τῷ καθαροὶ ξένων εἶναι τὸ ἐξ ἀρχῆς: οὔκουν ἐξούλης γε μόνοις ὑμῖν, εἰ οἷόν τ᾽ ἐστὶν εἰπεῖν, οὐδ᾽ ἂν εἷς λάχοι τῆς γῆς, οὐ μᾶλλόν γε ἢ τῆς μητρός τινι. καὶ τοίνυν μόνοις τοῖς τῇδε γενομένοις δημοποιήτοις οὐκ ἔπεστι γέλως· ὄντες γὰρ ἅπαντες φύσει πολῖται τῆς χώρας νόμῳ τοῖς ἄλλοις τὴν τιμὴν ἀπενείματε· τῶν δ᾽ ἄλλων οἱ πλεῖστοι κινδυνεύουσι νόθοι νόθους εἰσποιεῖσθαι, χρόνῳ τὴν ἀρχαίαν φύσιν διαφθείραντες, ὥσπερ ἐν συνοικίᾳ τῇ πάσῃ γῇ ζῶντες, ἐκ περιόδων καλοῦντες οἰκείαν οἱ τελευταῖοι τῶν ἄλλων οἰκησάμενοι. καί μοι δοκεῖ τις ἂν εἰπεῖν παραιτησάμενος τὸν φθόνον ὅτι οἱ μὲν ἄλλοι τὰς πόλεις οἰκοῦσιν, ὥσπερ στρατόπεδα, οἷς κατέλαβον ἐμμείναντες, μόνοις δὲ τοῖς ταύτης ἐγγόνοις τῆς χώρας ἡ πόλις ἐστὶ κυρία καὶ μόνη πόλεων, ἢ κομιδῆ γε ἐν ὀλίγαις ἑστίαν ἀκίνητον πρυτανείου δικαίως νέμει.

πολλῶν δὲ ἐπιρρεόντων καὶ πάντων αὐτὸ ἕκαστον εἰπεῖν ἐπειγόντων αἱροῦμαι τὸ τῇ φύσει δεύτερον καὶ τὸ

   Αιλ. Αρ. Λογ. 13. 104 πρὸ αὐτοῦ βεβαιοῦν ἐφεξῆς ἀποδοῦναι. ἐπειδὴ γὰρ ἀνῆκεν ἡ χώρα τοὺς ἄνδρας, ἐκόσμει καὶ κατεσκεύαζε τὸν βίον αὐτοῖς, ἃ μητρὸς ἦν ἔργα ποιοῦσα, καὶ οὐ περιεῖδεν ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας, ἀλλ᾽ ἐκ τῶν αὐτῶν κόλπων ἐδωρεῖτο τὰ δεύτερα. καὶ γίγνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς πάσης τῆς οἰκουμένης ἐνταυθοῖ καὶ ὥσπερ ἐν θεωρίᾳ πάντα εἰς ἅμιλλαν κατέστη. ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονὰς, θεοὶ δὲ συμφέροντες παρεῖχον οἱ μὲν φυτὰ, οἱ δὲ σπέρματα, οἱ δὲ βοσκήματα, ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον καὶ παρέξειν τὴν σκέπην κοινὴν τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεὶ, τοῖς δὲ εἰς ὅσον ἐξικνεῖτο· τέχνας δὲ ἐπὶ τούτοις ἔφαινον τὰς μὲν πυρὶ συγκεραννύντες, τὰς δὲ καὶ πυρὸς χωρίς. καίτοι ταῦτα οὐ μόνον τοῦ πλήθους ἕνεκα τῶν ἐνταῦθα καὶ φύντων καὶ φανέντων φιλοτιμίαν ἔχει τῇ πόλει καὶ χάριν, ἀλλὰ καὶ τεκμήρια παμμεγέθη τοῦ πρώτου λόγου, καὶ παντός ἐστιν ἐναργέστερα, ὅτι πρῶτον ἄνθρωπος ἐπὶ τῆσδε τῆς γῆς ἔστη, καὶ ταὐτὰ συμβαίνει πλήθει τε ὑπερφέρειν καὶ σημεῖα τῆς ἀληθείας ἀλλήλοις ἑξῆς εἶναι. πρώτους μὲν γὰρ φύντας ἔδει πρώτους καὶ δεηθῆναι, δεηθέντας δέ που καὶ τυχεῖν· καὶ μὴν τοῦτό γε ἀμήχανον μὴ θεοφιλεῖς ὄντας, θεοφιλεῖς δ᾽ αὖ τιθέναι τοὺς πρώτους ἀξιωθέντας φῦναι πῶς οὐκ εὔλογον; πάλιν γὰρ εἰς ταυτὸν ἐπανέρχεται. καὶ μὴν τούς γε θεοὺς ἀμφοτέρων χάριν εἰκὸς τῇ γῇ τὴν φορὰν πληρῶσαι, τοῦτο μὲν τῆς χρείας, ὅτι πρώτους, ὥσπερ ἔφην, τοὺς ἐν ταύτῃ κατελάμβανε, τοῦτο δὲ τῆς τιμῆς, ἣ τοῖς ἀρίστοις ὠφείλετο. λαβόντες δὲ οὕτω τὰς παρὰ τῶν θεῶν δωρεὰς οὕτως εὖ τοὺς δόντας ἐμιμήσαντο ὥστε

   Αιλ. Αρ. Λογ. 13. 105 αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἀντὶ τῶν θεῶν κατέστησαν, καὶ πεῖραν ταύτην πρώτην ἔδοσαν τοῦ κατ᾽ ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. οὐ γὰρ ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν, ὥστ᾽ οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέχουσιν ἐνδείξασθαι ἢ εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται. δοκεῖ δέ μοι καὶ Ἡρακλῆς ὕστερον παράδειγμα τοῦ βίου τήνδε τὴν πόλιν ποιησάμενος τὴν διάνοιαν ἐκείνην ὑπὲρ ἁπάντων ἀνθρώπων λαβεῖν, ἣ μετὰ τῶν θεῶν αὐτὸν καταστήσασα ἔχει. καὶ τὸ σημεῖον ἐναργὲς ἡ πρὸς Θησέα φιλία οὐ μόνον τῶν ἐκείνοις πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ τῶν οἱστισινοῦν πρὸς ἀλλήλους καθ᾽ ἑταιρίαν γενομένων παμπληθὲς ὑπερέχουσα. ἀνθ᾽ ὧν αὖ καὶ πρώτη πόλεων ἥδε ἐτίμησεν ἐκεῖνον ταῖς τῶν θεῶν τιμαῖς καὶ τοὺς παῖδας διετήρησε μόνη. ἀλλ᾽ ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ: ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός.

πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἐπὶ πᾶσαν ἀφορμὰς τοῦ βίου, καθάπερ θεωρικοῦ τινος διάδοσιν ἐπιστήσαντες τῶν Δήμητρος, ὡς λέγεται, τροφίμων ἕνα, καὶ τὸ ἅρμα πτερωτὸν εἶναι φήμη κατέσχεν, ὅτι θᾶττον ἐλπίδος ᾔει πανταχοῦ, καὶ πρόσαντες οὐδ᾽ ἄβατον οὐδὲν ἦν αὐτῷ, ἀλλ᾽ ὥσπερ διὰ ψιλοῦ τοῦ ἀέρος, οὕτως ἐκομίζετο. δοκοῦσι δέ μοι κἀκεῖνον τὸν λόγον ἔργῳ πρῶτοι βεβαιῶσαι, καὶ καταδεῖξαι τὰς χάριτας ταχείας εἶναι τὴν φύσιν· εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων. μνημεῖον δὲ καὶ σύμβολον τῆς θείας ἐκείνης πομπῆς καὶ τῆς εἰς ἅπαντας εὐεργεσίας αἱ παρὰ τῶν Ἑλλήνων ἀπαρχαὶ δεῦρ᾽ ἀφικνούμεναι καθ᾽ ἕκαστον ἔτος τῶν σπερμάτων ἐπὶ τῶν προτέρων χρόνων. ἔτι δὲ αἱ τοῦ θεοῦ μαντεῖαι, δι᾽ ὧν μητρόπολιν τῶν καρπῶν ὀνομάζει τὴν πόλιν, ἄμφω μαρτυρῶν, καὶ πρώτην ἔχειν καὶ τοῖς ἄλλοις παρ᾽ αὐτῆς γενέσθαι. τίθησι δὲ καὶ ἀγῶνας πρώτη πόλεων ἁπασῶν καὶ τὸ ἆθλον ἐκ τῶν εὐεργεσιῶν, καλῶς τὰ δοθέντα πιστουμένη. καίτοι πῶς οὐκ ἀληθῶς ἐκεῖνοι θεῶν

   Αιλ. Αρ. Λογ. 13. 106 μὲν παῖδες, θεῶν δὲ καὶ τρόφιμοι, πρόγονοι δὲ τοῦ κοινοῦ βίου πᾶσιν ἀνθρώποις; οἳ μετὰ τοιαύτην τιμὴν παρὰ τῶν θεῶν αὐτοῖς ὑπάρξασαν ἄλλα καλλίω τοῖς ἐξ ἑαυτῶν εἰς φιλοτιμίαν κατέλιπον, τοιοῦτοι μὲν πρὸς τοὺς δόντας θεοὺς γενόμενοι, οὕτω δ᾽ αὖ καὶ τοῖς ἄλλοις ὁμιλήσαντες ἀνθρώποις. καὶ τοῦτο μὲν ἐνταυθοῖ λῆξαν τελέως ἡμῖν διήνυσται, τὰ δ᾽ ἐντεῦθεν ὥσπερ ὁδοῦ διττὰ φέρει καὶ πλείω τμήματα τοῖς μὲν εἰρημένοις ἕκαστον ἐφεξῆς, ἐν μέρει δ᾽ εἰπεῖν, εἰ σώζοντα ἐν ἀλλήλοις τὴν διαδοχὴν, οὔπω δῆλον.

κράτιστον δ᾽ ἴσως περὶ τῶν θείων πρῶτον διεξελθεῖν, εἶθ᾽ οὕτως καὶ περὶ τῆς ἄλλης ἐκείνων ἀρετῆς διαλέγεσθαι· ἔτι δ᾽ ὧν καθ᾽ αὑτούς τε καὶ ἐν κοινωνίαις εἰργάσαντο οἱ καθ᾽ ἑκάστους ἀεὶ τοὺς χρόνους. μικρὸν δὲ ἀναλήψομαι· οὐ γὰρ μόνον οἷς εἶπον ἐτίμησαν οἱ θεοὶ τὴν γῆν ὑμῖν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις μεγάλοις, μεγίστῳ δὲ, ὃ καὶ μόνον εἰπεῖν ἴσως ἐξήρκει· περὶ γὰρ μόνης ταύτης τῶν ὑφ᾽ ἡλίῳ πόλεων ἤρισαν καὶ καταλαμβάνουσι τὴν ἀκρόπολιν ὥσπερ ἐπὶ μοναρχίᾳ σχεδὸν ὡς εἰπεῖν οἱ πρῶτοι τῶν θεῶν. ταύτης δὲ τῆς τιμῆς οὐχ ἥττω τὴν δευτέραν ἐπεδείξαντο, ἐπιτρέψαντες δικασταῖς καὶ κριταῖς αὐτοῖς τοῖς τότε τὴν χώραν ἔχουσι, νομίσαντες χάριεν καὶ κοῦφον ἐπ᾽ ἀμφότερα ἐν τοῖς παιδικοῖς κριθῆναι. φανέντων δὲ τῶν συμβόλων ἑκατέρωθεν, τοῦ τε ῥοθίου καὶ τοῦ θαλλοῦ, νικᾷ μὲν Ἀθηνᾶ καὶ καταδείκνυσι τὸν θαλλὸν νικῆς εἶναι σύμβολον, Ποσειδῶν δὲ ὑπεχώρησε μὲν, οὐ μὴν κατέλυσε τὸν ἔρωτα. τῆς δὲ παρ᾽ ἀμφοτέρων σπουδῆς τε καὶ τιμῆς οὐκ ἐλάττω σημεῖα τὰ δεύτερα: ἡ μὲν γὰρ σοφίᾳ νικᾶν ἔδωκε τῇ πόλει, ὁ δὲ ταῖς ναυμαχίαις οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικᾶν, ἀλλὰ καὶ τοὺς τῶν αὐτῶν μετασχόντας, οἶμαι δὲ καὶ οἷς ὅλως ἀγῶνες καὶ νῖκαι ναυτικαὶ γεγόνασιν. ἀλλ᾽ ὁ μὲν περὶ τούτων ἐκδέχεται λόγος

   Αιλ. Αρ. Λογ. 13. 107 αὐτίκα. λαβοῦσα δὲ τὰς ψήφους ἡ θεὸς τὴν ἐπωνυμίαν τῇ πόλει δίδωσιν ὡς ἑαυτῆς οὔσῃ καὶ κατεσκευάσατο ὡς κτῆμα ἑαυτῆς, διαρκῆ πρὸς εἰρήνην τε καὶ πόλεμον, πρῶτον μὲν λόγους τε καὶ νόμων τάξιν καταδείξασα καὶ πολιτείαν δυναστείας ἀπηλλαγμένην. ἀφ᾽ ὧν μαθήματα πάντα εὑρέθη καὶ βίων παραδείγματα εἰσῆλθεν. αὖθις δὲ ὅπλων τε χρῆσιν διδάξασα καὶ κοσμήσασα πρώτους ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι, ἔτι δ᾽ ἵππων ἁμιλλητηρίων καὶ πολεμιστηρίων ἔφηνεν ὀχήματα· καὶ ζεύγνυσιν ἐν τῇδε τῇ γῇ πρῶτος ἀνθρώπων ὁ τῆσδε τῆς θεοῦ πάρεδρος ἅρμα τέλειον σὺν τῇ θεῷ καὶ φαίνει πᾶσι τὴν τελείαν ἱππικήν. ἐπὶ δὲ τούτοις χορεῖαι καὶ τελεταὶ καὶ πανηγύρεις ἐπεκράτησαν ἄλλαι δι᾽ ἄλλων θεῶν ἐπιδημίας. ταῖς γὰρ τιμαῖς τῶν θεῶν ἠκολούθει τὰ δῶρα διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν τὰ ἐπιβάλλοντα ἑκατέροις. οὐ μόνον δὲ ὑπὲρ τῆς πόλεως θεοὶ πρὸς ἀλλήλους ἤρισαν, ἀλλὰ καὶ ὧν ἤρισαν πρὸς ἀλλήλους ἐν τῇδε τῇ πόλει τὰς κρίσεις ἐποιήσαντο, πανταχόθεν πάντας ἀνθρώπους ἐπιστρέφοντες πρὸς τὴν πόλιν καὶ πάντων ἀρχὰς καὶ δείγματα βουλόμενοι καταθέσθαι παρ᾽ αὐτῇ, καθάπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἵν᾽ ὥσπερ πανταχοῦ τῶν ἄκρων προδιδαξάντων καλῶς ἔχει τοῖς ζηλοῦσιν, οὕτω κἀκεῖνοι τέλειοι τὴν γιγνομένην ἀρετὴν ἀποβαῖεν, οἷς χρῆν ἑπόμενοι, καὶ μὴ μόνον τῶν πυρῶν καὶ κριθῶν εἴη τὰ σπέρματα αὐτοῖς, ἀλλὰ καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἁπάσης διαίτης τε καὶ πολιτείας ἐκ θεῶν αὐτοῖς εἴη τὰ σπέρματα. καὶ λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδὸς καὶ νικᾷ ἐν ἅπασι τοῖς θεοῖς καὶ τὴν ἐπωνυμίαν ὁ τόπος λαμβάνει τὴν αὐτὴν τοῦ τε συμβάντος σύμβολον καὶ δικαιοσύνης ὥσπερ ἄλλο τι μαρτύριον καὶ πίστιν εἰς ἀνθρώπους. οὐ γὰρ ἔστιν ὑπὲρ τὸν Ἄρειον πάγον οὐδὲν εὑρεῖν, εἴ τις ὑπερβολὴν ζητοίη. ἀλλ᾽ ὥσπερ τὰ ὕδατα ὅσα μαντικὰ καὶ πνεύματα αὐτόθεν ἰσχύει, οὕτως καὶ

   Αιλ. Αρ. Λογ. 13. 108 οὗτος ὁ χῶρος ὥσπερ ἀνιέναι δοκεῖ τὴν τοῦ δικαίου γνῶσιν ἐναργῆ καὶ τῆς παρὰ τοῖς θεοῖς ὡς δυνατὸν ἐγγυτάτω. καὶ τοσούτῳ τετίμηται παρὰ πάντων τῷ συγκεχωρηκότι, ὥσθ᾽ οἱ μὲν ἡττώμενοι στέργουσιν ὁμοίως τοῖς κεκρατηκόσιν, ἀρχαὶ δὲ πᾶσαι καὶ συνέδρια τά τε ἄλλα καὶ τὸ μέγιστον ὁ δῆμος πάντες ἰδιῶται πρὸς τὰς ἐν τούτῳ τῷ τόπῳ δίκας εἰσὶν εἴκοντες. καὶ μεταβολὴ τοῦ χωρίου τούτου μόνου ἤδη σχεδὸν οὐχ ἥψατο, οἷα δὴ τὰ ἀνθρώπινα, ἀλλ᾽ ὥσπερ ἀγωνιστήριον τοῖς θεοῖς ἀνεῖται καὶ οἷς ἐξ ἐκείνου καθήκει καὶ πάντες παράδειγμα δικαιοσύνης νομίζοντες οὕτω τιμῶσιν αἰδοῖ τῶν θεῶν. ἑτέρα δὲ γίγνεται κρίσις ὕστερον μικτὴ τοῖς ἀγωνισταῖς, θεία δὲ καὶ αὕτη τοῖς δικασταῖς, ἣν ἀγωνίζεται τῶν Πελοπιδῶν ἀνὴρ δυστυχῶν πρὸς τὰς νῦν προσοίκους τῷ τόπῳ θεὰς σεμνὰς, καταφυγὼν καὶ δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν, ὡς ἐνταῦθα εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν, καὶ τυχὼν τῆς θεοῦ τῶν μανιῶν ἀπαλλάττεται.

περὶ μὲν δὴ γένους καὶ τροφῆς καὶ τῆς ἐκ θεῶν τιμῆς καὶ τῶν δωρεῶν, ἃς αὐτοί τε εὕροντο καὶ τοῖς ἄλλοις ἔνειμαν, εἴρηται, τῶν μὲν πραγμάτων ἴσως ἧττον, οὐχ ἧττον δὲ ἢ τοῖς πρὸ ἡμῶν. νῦν δὲ παντοδαπῶν ἐπιόντων ἀκόλουθον ἴσως ἐστὶ λέγειν ὧν μέρος ἐγγέγραπται τοῖς εἰρημένοις, ὅσῃ τινὶ καὶ οἵᾳ τῇ περιουσίᾳ τῆς φιλανθρωπίας εἰς ἅπαντας ἐχρήσαντο καὶ ὅπως εἰς τὸ κοινὸν ἐπολιτεύσαντο. ἄνειμι δὲ κἀνταῦθα μικρόν. ὥσπερ γὰρ τοῖς θεοῖς οὐκ ἀπέχρησε δι᾽ ἑνός τινος τρόπου τὴν εὔνοιαν ἐνδείξασθαι τῇ πόλει, οὕτως οὐδ᾽ ἐκεῖνοι τοῦ σίτου τὴν κοινωνίαν τοῖς ἀνθρώποις ἔκριναν ἐξαρκεῖν, ἀλλ᾽ ὁδῷ προῄεσαν αὔξοντες τὴν φιλοτιμίαν, ὥσπερ οἱ τὰ σπέρματα. μεγίστη δὲ καὶ κοινοτάτη τῶν εὐεργεσιῶν ἡ τῶν πανταχόθεν δυστυχούντων ὑποδοχὴ καὶ παραμυθία. οὐ γάρ ἐστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν, οὐδ᾽ ἄοικον ἐπὶ

   Αιλ. Αρ. Λογ. 13. 109 καιρῶν, ἀλλὰ καὶ πόλεις καὶ ἔθνη μετελήλυθεν εἰς αὐτὴν καὶ καταπέφευγε, καὶ κατ᾽ ἄνδρα σχεδὸν οἱ γνωριμώτατοι, ὧν ἁπάντων μὲν ἀμήχανον καὶ μνημονεῦσαι πρῶτον καὶ τῆς μνήμης τοὺς λόγους συμμέτρους ἀποδοῦναι, μὴ ὅτι τῶν ἰδίᾳ λέγω μεταστάντων κατὰ συμφορὰς, ἀλλ᾽ οὐδὲ τῶν κοινῇ· ἃ δ᾽ ἐστὶ τῶν παλαιῶν ἐντιμότατα καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι, Ἡρακλέους ἀπελθόντος ἐξ ἀνθρώπων ἡ μὲν πόλις καὶ νεὼς καὶ βωμοὺς ἱδρύεται πρώτη, καθάπερ καὶ πρόσθεν τοῖς μυστηρίοις ἐτίμησε πρῶτον ξένων. καὶ διατελεῖ δὴ θεὸς ὢν καὶ δοκῶν ἐξ ἐκείνου. οὐ γὰρ μόνον τοὺς πρεσβυτάτους ἄρα τῶν θεῶν ἦρξε τιμᾶν, καὶ ταῦτα διαφερόντως καὶ ὑπὲρ πάντας τοὺς ἀκολουθήσαντας, ἀλλὰ καὶ τοὺς ἐπήλυδας αὕτη μετὰ τῶν ἄλλων θεῶν ἐνέκρινεν, ὥσπερ συμπολιτευομένη τοῖς θεοῖς· ἅμα γὰρ ἐκεῖνοί τε ἐδέχοντο καὶ ταύτην οὐκ ἐλελήθει, ἀλλ᾽ ἐξηγεῖτο τοῖς ἄλλοις ἀνθρώποις καὶ ἀνεκήρυττεν, ὥστε ἀπέφηνε τούς τε Θηβαίους ὀλίγον τῇ φύσει προσήκοντας αὐτῷ, κατὰ ταὐτὰ δὲ καὶ τοὺς ἄλλους οἷς τι μέτεστιν ὡς οἰκείοις ἐκείνου μνήμης. μόνη γὰρ οἶδε τίνων ἦν ἄξιος. αὐτῷ μὲν δὴ ταύτην ἀποδεδώκει τὴν χάριν, δι᾽ ἣν καὶ ὅσων παρὰ τῶν ἄλλων ἔτυχεν Ἡρακλῆς ἁπάσας τῆς πόλεως χάριτας δικαίως ἄν τις λέγοι· ταύτην γὰρ ἅπαντες μιμησάμενοι τὰ δίκαια συνωμολόγησαν. Εὐρυσθέως δ᾽ ἐλάσαντος μὲν ἐκ Πελοποννήσου τοὺς παῖδας αὐτοῦ, προσθέντος δὲ ἑτέραν ἀγνωμοσύνην ἔτι μείζω καὶ δεινοτέραν, τὸ μηδὲ τῶν ἄλλων πόλεων μηδεμίαν δέχεσθαι προκηρῦξαι, καὶ τὰ ἔσχατα ἀπειλήσαντος, οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον, βοηθεῖν δὲ οὐκ εἶχον· ἡ πόλις δὲ ὑπεδέξατο μόνη τῶν πάντων, μισήσασα μᾶλλον τὰς ἀπειλὰς ἢ φοβηθεῖσα, καὶ τὴν προστασίαν, ἣν ἁπάντων ἀνθρώπων Ἡρακλῆς ἔσχε, ταύτην αὐτὴ τοῖς ἐκείνου παισὶν ὥσπερ τινὰ ἐράνου φορὰν διεσώσατο· εἰκότως. καὶ γὰρ ἐκείνῳ τῶν πλείστων διὰ Θησέως συνεπείληπτο, καὶ

   Αιλ. Αρ. Λογ. 13. 110 πάλαι κοινωνὸν ἦγεν, ἀφ᾽ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ· καὶ ἃ μὲν κατειργάσατο μετ᾽ αὐτῶν καὶ ὑπὲρ αὐτῶν ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι· τὴν δ᾽ οὖν ἐπιτροπὴν οὕτω λαμπρὰν αὐτῶν ἐποιήσατο ὥστ᾽ αὐτοῖς τὴν συμφορὰν λυσιτελῆσαι. οὐ γὰρ τὴν ὀρφανίαν μόνον ἄδηλον κατέστησεν, ἀντὶ τοῦ πατρὸς αὐτοῖς γενομένη, ἀλλὰ καὶ ὡς πατρόθεν εὐεργέτας τῶν ἀνθρώπων οὕτως ἐτίμησε, τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰκουμένων ἐν τῇ χώρᾳ, πρώτους δὲ θρέψασα δημοσίᾳ, πατρὸς εὐεργέτου παῖδας, ὥσπερ οὓς ὕστερον τῶν ἐν τῷ πολέμῳ τελευτησάντων τρέφειν ἐνόμισε. καὶ μέντοι καὶ τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ· τῶν γὰρ ὑπηργμένων ἀξίους εὗρεν· ἡ δ᾽ ἐκείνων ὁδὸς τὸ δεῦρο κοινὴ πάντων ὕστερον τῶν ἐκπιπτόντων ἐγένετο, μᾶλλον δὲ ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον. ἅπασι γὰρ ἡ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς, καὶ πάντες ἐπὶ δυοῖν ὁρμεῖν ἔδοξαν οἱ Ἕλληνες ἀληθῆ νομίσαντες, ἰδίᾳ μὲν ἕκαστοι τὴν ἀρχαίαν, κοινὴν δ᾽ ἅπαντες ταύτην προσονομάζοντες πατρίδα, καὶ τὴν μὲν προτέραν δευτέραν, τὴν δὲ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει. τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὑτοῖς εἶναι καὶ λυσιτελεστέραν, ὅσῳ μᾶλλον ἀνάλωτον καὶ ὡς ἀληθῶς ἱερὰν καὶ μετὰ τῆς πείρας ἔγνωσαν, ὀρθῶς βουλευόμενοι, τοῦτο μὲν οἱ περὶ Θήβας ἀτυχήσαντες καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες, τοῦτο δὲ Θετταλῶν οἱ ταύτῃ τραπόμενοι καὶ Ταναγραίων οἱ μεταστάντες, Δωριέων Πελοποννήσου κρατησάντων, ὑπὸ τῶν εἰξάντων ἀναστάντες· οὗτοι δ᾽ ἦσαν Ἰωνία πάντες. τὸ δ᾽ αὐτὸ πρὸς τοὺς ἀπ᾽ ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θ᾽ ἑσπερίου καὶ τοῦ ἑώου. καὶ γὰρ καὶ τούτους κἀκείνους ἐν ταῖς

   Αιλ. Αρ. Λογ. 13. 111 ἀνάγκαις ὑπεδέξατο. ἔστι δ᾽ ἃ καὶ παντάπασιν ἐκκεχωρηκότα νῦν γένη τῶν Ἑλλήνων καταφεύγοντα εἰς αὐτὴν ἀνέλαβεν, ὥσπερ Δρύοπας καὶ Πελασγούς: ὧν ἔτι καὶ νῦν σημεῖα τῆς σωτηρίας λείπεται. αἱ γὰρ ἀπ᾽ αὐτῶν ἐπωνυμίαι σύμβολον οὖσαι τῆς οἰκήσεως αὐτῶν ἅμα καὶ τῆς σωτηρίας εἰσίν. οὕτω δ᾽ ἐκ παλαιοῦ πᾶσιν ἑαυτὴν δοῦσα διετήρησεν ὥσπερ νόμον εἰς τέλος τὴν γνώμην, καὶ διεξῆλθε διὰ πάντων τῶν Ἑλληνικῶν καιρῶν, ἅπασι τὰς πύλας ὑπανοίγουσα τοῖς ἐκ τῶν πολέμων, ἢ κατὰ στάσιν, ἢ κατ᾽ ἄλλην τινὰ φεύγουσι τύχην πόρρωθεν προκηρύττουσα θαρρεῖν, ὡς οὐδεὶς ἔσται τῶν Ἑλλήνων ἄπολις, ἕως ἂν ἡ τῶν Ἀθηναίων ᾖ πόλις, ἀλλ᾽ ἢ πατρίδα μεταλλάξουσιν οἷς συμβαίνει. μιᾶς μέν γε τῶν τριῶν ἐν Πελοποννήσῳ μοιρῶν διαφθαρείσης τῆς Μεσσηνίων μόνη διετήρησε τοὺς λοιποὺς αὐτῶν, δεξαμένη τε καὶ σκεψαμένη τόπους ἐν οἷς ἔμελλον ἱδρύσεσθαι. καὶ νῦν εἰσὶ Μεσσήνιοι διὰ τὴν πόλιν. αὖθις δὲ τοῦ περὶ Βοιωτίαν πάθους συμβάντος καὶ τῆς παρασχούσης ποθ᾽ αὑτὴν ἐνευτυχῆσαι τοῖς Ἕλλησι πόλεως ἀπροσδοκήτως καὶ παρ᾽ ἀξίαν ἀναιρεθείσης, οὐδένες εἰς τὴν χρείαν ἀπεμνημόνευσαν οὐδ᾽ ἐπεκούφισαν, ἀλλὰ τὸ μὲν τῶν ἄλλων μέρος ἐξήκει τὸ Πλαταιέων γένος, ἡ δὲ πόλις μετὰ καλοῦ τοῦ σχήματος τὴν δυστυχίαν ἐπηνώρθωσεν αὐτοῖς, Ἀθηναίους ἀντὶ Πλαταιέων ἀποφήνασα καὶ φυλάξασα τῷ τόπῳ τὸ μνημεῖον, ὥσπερ εἰκὸς ἦν τὴν κοινῇ τότε πάντων προστᾶσαν: τοὺς δὲ πταίσαντας τῶν ἐκεῖ φανερῶν ἀνώρθωσε. πάλιν τοίνυν Θηβαίων κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένων ἐδέξατο τὸν δῆμον καὶ διέτριβον οἱ φεύγοντες ὡς Ἀθηναῖοι τὸν χρόνον τοῦτον, ἕως ἔμελλον διὰ τῆς πόλεως αὖθις κομιεῖσθαι τὴν ἑαυτῶν. αὖθις αὖ Πλαταιέας δεύτερον ἐξοικισθέντας καὶ Θεσπιέας ἅμα ἐκείνοις δέχεται πανοικησίᾳ. καὶ πάλιν Θηβαίους ἐπὶ τοῖς

   Αιλ. Αρ. Λογ. 13. 112 ἐσχάτοις ἀτυχήμασι καὶ πρὸ τούτων τοὺς ἐπὶ Θρᾴκης κακῶς πράξαντας δύο καὶ τριάκοντα πόλεων ὅσον λοιπὸν, τοὺς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου καὶ πανταχόθεν τίς ἂν ἐξαριθμήσειεν; οἶμαι μὲν οὐδὲ τοὺς ἐκ τῶν νήσων μόνον εἶναι ῥᾴδιον. μόνη γὰρ ὡς εἰπεῖν διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη πᾶσι περιτρέπειν τὰς συμφορὰς ἐπὶ θάτερα, καὶ τὴν παροιμίαν ἐνήλλαξεν: οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράξαντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. οὐδ᾽ εὖ μὲν πράττουσι κέχρηται, κακῶς δ᾽ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν, ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποίηκε, τοῖς πολλοῖς τὰ παρ᾽ αὑτῆς ἀγαθὰ προσθεῖσα καὶ ποιησαμένη κοινωνοὺς, ὧν ὅτε κάλλιστα ἔπραττον οὐδ᾽ ἐλπὶς ἦν αὐτοῖς. καὶ γάρ τοι πάντες ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς μίαν ταύτην ὁδὸν εἶδον τὴν δεῦρο φέρουσαν. καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων οὖσα τῷ δέχεσθαι τοὺς πανταχόθεν μᾶλλον ἢ τῷ προειληφέναι τῷ χρόνῳ τοῦ γένους ὡσπερεὶ πατρίς ἐστι καὶ ἑστία κοινή. καὶ τὴν ἐπιτηδειότητα τὴν πρὸς ἅπαντας οὐ μόνον οἷς αὐτὴ παρ᾽ αὑτῆς ἀπέστειλεν ἐδήλωσεν, ἀλλὰ καὶ τῷ τοὔδαφος παρέχειν τοῖς ἔξωθεν καταφεύγουσιν εἰς αὐτὴν καὶ προσίεσθαι πάντας ὡς μέρος αὐτῆς.

ἓν μὲν οὖν τοῦτο τοιοῦτον καὶ τοσοῦτον εἶδος εὐεργεσίας τοῖς προϋπηργμένοις ἀκόλουθον: ἕτερον δ᾽, ὃ καὶ τοῖς πράγμασίν ἐστιν ἐφεξῆς καὶ μεγέθους χάριν οὐ λείπεται, προσλαβοῦσα γὰρ τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν, ἑαυτῇ δὲ πατρῷον, τὸν Ἀπόλλω τὸν Πύθιον, ἐξήγαγε πανταχῆ γῆς τὸ Ἑλληνικὸν, τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει ποιουμένη. καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν, ἔοικα δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην

   Αιλ. Αρ. Λογ. 13. 113 ἀφεῖλε, τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς ἀναστήσασα, λέγω τὸ λῃστικὸν ἅπαν καὶ βαρβαρικὸν, καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν εἴσπλων ἀποχωρῆσαι. ἐξ ὧν ὁ τῶν νήσων κύκλος ᾠκίσθη βεβαίως καὶ διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν σύνδυο καὶ σύντρεις πόλεις, ὥσπερ ἐν ἠπείρῳ νήσου μιᾶς ἀμείβοντας ἔστιν οὗ: οὕτως εὖ κατεσκεύασε τὴν θάλατταν. πρὸς δὲ τούτοις τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε, τοὺς ἑσπερίους τόπους οἰκειουμένη καὶ πανταχόθεν τοὺς βαρβάρους ὥσπερ προβόλοις ἀνείργουσα: ὡς δ᾽ αὐτῇ διχόθεν κατεσκεύαστο ἡ τῆς Ἑλλάδος φρουρὰ καὶ συνεκέκλειστο ὥσπερ λιμέσι κλειστοῖς, οὕτως ἤδη καὶ μέχρι τῆς ὑπερορίας ᾔει διὰ τῆς θαλάττης, καὶ διεβίβαζεν εἰς τὴν Ἀσίαν τὰς πολλὰς καὶ μεγάλας ἀποικίας, συνάπτουσα τὴν γῆν ὡς μίαν οὖσαν τῇ φύσει, καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα, ἕως κατεσκεύασε τὸ ἐπὶ τῆς Ἀσίας ἀντίπρῳρον, εἰ οἷόν τ᾽ εἰπεῖν, Ἑλλάδι τῇ παλαιᾷ, μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλλησι, μέγα δ᾽ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοινὴν, ὡς ἔδειξεν ὁ μέλλων χρόνος. κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα οὐ μόνον τῷ πλήθει καὶ ἅμα καιρίῳ τῆς χώρας, ἀλλὰ καὶ τῷ δεῖξαι τὴν ὁμόνοιαν ὅσων καὶ οἵων ἀγαθῶν αἰτία γίγνεται. ταύτης δὲ τοιαύτης ὥσπερ κρηπῖδος ἢ ῥίζης ὑποκειμένης ἐξεφοίτησαν καὶ διὰ πάσης ἤδη γῆς αἱ τῶν Ἑλλήνων ἀποικίαι. τοῖς γὰρ πεμφθεῖσι καὶ κρατήσασιν ἔρως ἐμπίπτει μιμήσασθαι τὴν μητρόπολιν. καὶ διαλαβόντες ᾤκιζον τὴν γῆν, ἐκτείνοντες ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος, ἕως ἐξεπλήρωσαν ἅπαν τὸ δεχόμενον. καὶ νῦν ἐπ᾽ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ὑμετέρων παίδων παῖδες οἰκοῦσιν, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δ᾽ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. ὥστ᾽ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶ

   Αιλ. Αρ. Λογ. 13. 114 θάλατταν κεκοσμημένην ἄνευ τῶν ἄλλων πολλῶν καὶ πολλῷ μειζόνων. τοῦτο δὴ βούλομαι διὰ βραχέων ἐπανελθὼν ἐξετάσαι καὶ δεῖξαι τὴν συνέχειαν τῆς πολιτείας, ᾗ κέχρηται πρὸς τὸ Ἑλληνικὸν ἡ πόλις, καὶ ὅτι οὐκ ἔστι πρόσρημα βέλτιον ἐπενεγκεῖν οὗ νῦν ἐφθεγξάμην. ὅτε μὲν γὰρ τοῖς Ἡρακλέους παισὶν ἔδει βοηθείας, παρέσχε μόνη καὶ μετέδωκεν ἁπάντων, παρελθοῦσα τὴν χρείαν τῇ μεγαλοψυχίᾳ. ἐπεὶ δὲ ἔδει τὴν Πελοπόννησον Δωριέων γενέσθαι, συγκατήγαγε πάλιν αὐτοὺς μετὰ τοῦ θεοῦ. γενομένης δὲ τῆς Ἡρακλειδῶν καθόδου καὶ νεωτέρων συμβάντων ἐν τῇ Πελοποννήσῳ, πάλιν τὸ κινηθὲν ἐδέξατο. ἐν ᾧ τὰ μὲν τῶν προτέρων ἱκετῶν ἀσφαλῶς εἶχεν, ἕτεροι δὲ αὖ τὸ ἐκείνων σχῆμα μετειλήφεσαν. δεξαμένη δὲ ἤδη πάντας ἀνθρώπους καὶ μεταδοῦσα χώρας καὶ νόμων καὶ πολιτείας ἐπενόησεν ὑπὲρ τῆς Ἑλλάδος χρῆσθαι τῷ πλεονεκτήματι καὶ τὰς παρ᾽ αὑτῇ πόλεις πολλὰς συμπεφευγυίας ἀφορμὴν τῶν ἔξω πόλεων πολλῶν καὶ μεγάλων ποιήσασθαι. καίτοι πῶς ἂν φιλανθρωπότερον ἡ πόλις ἢ πῶς λαμπρότερον περὶ τῶν ἑαυτοὺς δόντων ἐβουλεύσατο; ἣ πρῶτον μὲν τῆς ἑαυτῆς χώρας καὶ πολιτείας μετέδωκεν, ἔπειθ᾽ ἑτέραν ὅπως κτήσονται συμπαρεσκεύασεν, ὁμοίως τῇ τε οἰκείᾳ καὶ τῇ ἀλλοδαπῇ δέχεσθαι τοὺς δεομένους ἀξιοῦσα, καὶ τὰ πρέποντα ἑκατέροις τοῖς καιροῖς ἐτήρησεν. ὅτε μὲν γὰρ ἀσθενεῖς ἦσαν, τὸν φόβον περιεῖλεν αὐτῶν καὶ τὰς ἀπορίας ἐπηνώρθωσεν: ὡς δ᾽ ἄμεινον ἢ κατὰ συμφορὰν ἐπεπράγεσαν, οὕτως ἤδη διεκόσμει καὶ προέπεμπεν, ἡγεμόνας τε ἑκάστοις ἐφιστᾶσα, ὥσπερ αὐτὴ συμπάντων ἡγεμὼν καὶ φύλαξ ἐγεγόνει κοινὴ, καὶ λεὼν οἴκοθεν παραζευγνῦσα. ταῦτα δ᾽ οὐ μόνον ταῖς πράξεσιν εὕροι τις ἂν συνεχῆ, ἀλλὰ καὶ τῷ βουλήματι. ὥσπερ γὰρ τοὺς προτέρους δεξαμένη κατήγαγε, τοὺς Ἡρακλείδας εἶπον, οὕτω καὶ τοὺς μετ᾽ ἐκείνους δεξαμένη πρῶτον, εἶτ᾽ ἐπεξήγαγε, διπλῆν

   Αιλ. Αρ. Λογ. 13. 115 ἀνθ᾽ ἁπλῆς τὴν εὐεργεσίαν ἐπ᾽ ἀμφοτέρων τιθεμένη. καὶ προϊοῦσα ἀπὸ τοῦ πρώτου πρὸς τὸ τελευταῖον ἀεὶ οὕτως, ὅπερ εἶπον, πολιτείᾳ προσέοικεν ἡ τῆς πόλεως ὑπὲρ τῶν Ἑλλήνων πρόνοια καὶ διὰ πολλῆς καὶ συνεχοῦς τῆς ἀκολουθίας σώζεται. καὶ μὴν τὸ μὲν τοὺς φεύγοντας δέχεσθαι, εἰ καὶ μηδὲ τοῦτ᾽ ἐκφεύγει κοινῆς εἶναι δεῖγμα φιλανθρωπίας, ἀλλ᾽ οὖν εἴποι γ᾽ ἄν τις ὡς ἐκείνους ἦν εὖ ποιούσης μόνους, ὅσοι ταύτης τῆς τύχης ἐπειράθησαν. αἱ δὲ τῶν ἀποικιῶν κατασκευαὶ κοινὸν τῶν Ἑλλήνων κέρδος εἰσὶν, οὐ μόνων τῶν ἀπελθόντων. καὶ γὰρ πόλεις καὶ χώρας καὶ δυνάμεις πολλὰς καὶ μεγάλας εἰς τὸ κοινὸν προσέλαβον, ἐξ ὧν οὐκ ὀλίγῳ μείζους ἐγένοντο. οὕτως ἐγώ φημι τῆς πόλεως οὐχ ἧττον τὸ ἐκπέμψαι παρ᾽ αὐτῆς ἢ τὸ εἰσφέρεσθαι τοὺς δεηθέντας πρὸς τὴν παρὰ τῶν Ἑλλήνων εἶναι χάριν. καὶ γάρ τοι συμβέβηκε μόνοις τοῖς ταύτῃ καὶ διὰ τῶν ἐναντίων εὐδοκιμεῖν. οἱ γὰρ αὐτοὶ πρεσβύτατοι τῶν ἄλλων Ἑλλήνων εἰσὶ καὶ εἰς νέους Ἕλληνας τελοῦσι πολλαχῆ, καθάπερ τὸν Διόνυσον γράφουσιν. ἐπελθόντες δὲ οὐδαμόθεν, ἀλλ᾽ αὐτόθεν φύντες τοὺς πανταχόθεν πόλεως δεηθέντας ἐδέξαντο. καὶ μὴν δεξάμενοι τοὺς ἁπανταχόθεν, πανταχῆ καὶ πεπόμφασι, σώζοντες κἀν τούτοις τὸ προσῆκον ἑξῆς. καὶ γὰρ τῶν πρεσβυτάτων πλείστους εἶναι τοὺς ἀπογόνους εἰκὸς καὶ μᾶλλον ἢ τινῶν ἄλλων, καὶ τὸ δέχεσθαι τοὺς δεομένους τῶν κρειττόνων ἐστί. καὶ μὴν τῷ γε τὸν σῖτον ἐν ἀρχῇ διανεῖμαι πῶς οὐκ εἰς ταυτὸν ἥκει τὸ καὶ τὰ τῶν ἀποικιῶν σμήνη διαπέμψαι καὶ κατοικίσαι τὴν γῆν; ἄλλως τε καὶ ἐξουσίας ἤδη πᾶσιν οὔσης ἐργάζεσθαι καὶ τὰ τοῦ βίου τίθεσθαι ῥᾷον ἀφορμῶν ἕνεκα.

ἐκδέχεται δ᾽ ἡ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, καὶ ὑπὸ πολλῶν, αἱ μετὰ τῶν κινδύνων πράξεις, ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων ὅτε ἐπραγματεύετο. οὐ μὴν ἀλλ᾽ ἀναγκαῖον ἅψασθαι καὶ τούτων

   Αιλ. Αρ. Λογ. 13. 116 ἤδη δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν καὶ οἷς κατεσκεύασε τὸν βίον ἡμῖν ἀποχρώντως μνημονεύσαντας εἰκὸς ἦν δή που καὶ τὰς ἐπὶ τῶν ἑτέρων καιρῶν πράξεις μὴ παρελθεῖν, ἄλλως τε καὶ πλείους μὲν ἢ τὰς τῶν ἄλλων συμπάντων, μείζους δὲ ἁπασῶν οὔσας ὧν παρειλήφαμεν: ἑτέρου δ᾽ ὅτι συμπίπτει τῇ πάσῃ φιλανθρωπίᾳ τῆς πόλεως, ἣν ἄρτι διεξιόντες ἐπαυσάμεθα, ὁ τῶν ἔργων τῶν ἐν τοῖς πολέμοις ἐξετασμὸς, ὥσθ᾽ ἡμῖν πάλιν ἀρχὴν ἐκ τελευτῆς ἐπανήκειν. σχεδὸν μὲν οὖν οὐδὲ τὰς ἀποικίας εὕροι τις ἂν τοῦτο τὸ μέρος τῶν λόγων διαπεφευγυίας. οὐ γὰρ ἄνευ μεγάλων ἀγώνων οὐδὲ τοῦ πανταχοῦ κρατεῖν οὐδ᾽ αὗται δή που συνέβησαν. ἐπάνειμι δ᾽ ὅθεν ἐπαυσάμην. οὐ τοίνυν μόνον ταῖς ἄλλαις δωρεαῖς οὐδὲ τῇ τῶν καταφευγόντων δή που θεραπείᾳ καὶ προστασίᾳ, οὐδ᾽ οἷς, ὡς εἴπομεν, ηὔξησε τὸ Ἑλληνικὸν τῆς εἰς πάντας ἀρετῆς καὶ μεγαλοψυχίας ἐναργῆ δείγματα ἐξήνεγκεν ἡ πόλις ἡμῖν, ἀλλ᾽ οὐδείς ἐστιν ἀγὼν ὅτου δεῆσαν ὤκνησεν, ἀλλ᾽ ἀμείνων περὶ τοὺς δεηθέντας ἢ 'κεῖνοι συνεβούλοντο ἐγένετο. ἀφ᾽ ὧν δ᾽ ἠρξάμεθ᾽ ἀρτίως τὴν ὅλην φιλανθρωπίαν ἐξετάζειν, ταῦθ᾽ ἡμῖν καὶ νῦν τῆς ἐπὶ τῶν ἀγώνων ἀρχέτω, τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους μεθ᾽ ὅσου τοῦ κρείττονος ἠμύνατο ὑπὲρ τῶν Ἡρακλειδῶν καὶ τὸ πρᾶγμα ὡς μετέθηκεν. ὃν γὰρ οὐ πόλις, οὐκ ἀνὴρ, οὐ γένος οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν ὑφίστατο, καὶ ᾧ τοσοῦτον περιῆν ὥστ᾽ ἀπειλεῖν ἀπειλὰς κοινὰς τοῖς τε Ἡρακλέους παισὶ καὶ ταῖς πόλεσι, τοῖς μὲν, εἰ φανήσονται, ταῖς δὲ, εἰ δέξονται τοῦτον, εἰς τοῦτ᾽ ἤγαγεν ὥστ᾽ αὐτὸν οἴκοι ταφῆς μὴ τυχεῖν, καὶ τῆς ἐξουσίας, ἧς παρ᾽ ἀξίαν ἀπέλαυσεν Εὐρυσθεὺς, τὴν τελευτὴν ἡ πόλις εὗρε κατ᾽ ἀξίαν. καὶ τοῦτ᾽ ἄρ᾽ ἐκεῖνος ἐν καιρῷ μόνον ὕβρισε: τοῖς γὰρ ὑπάρχουσι θαρρήσας ἔδωκε δίκην. καὶ τοῦτο μὲν ἐν τῇ Ἀττικῇ τὸ ἔργον ἐκρίθη, καὶ διὰ τῆς τῶν ἱκετευσάντων σωτηρίας ἅπασαν τὴν

   Αιλ. Αρ. Λογ. 13. 117 Πελοπόννησον ἠλευθέρωσε, τοσούτῳ χεῖρον ἐκείνων διακειμένην ὅσῳ τοῖς μὲν μὴ καταφεύγειν ἀπορρηθὲν, τοῖς δὲ μὴ δέχεσθαι, οἱ μὲν διὰ τῆς πόλεως ἄδειαν εὕροντο, οἱ δ᾽ οὐκ εἶχον ὅπως μὴ ποιήσουσι τὸ κελευόμενον: ἕτερον δὲ πρὸ τούτων ἐν μέσῃ τῇ Βοιωτίᾳ τῆς πόλεως ἔργον γίγνεται, καὶ μάλα μέντοι τῆς πόλεως, ὃ τῷ μὲν ἀκοῦσαι καὶ τῇ χρείᾳ τῶν ἱκετῶν ὑπὲρ Ἀργείων οἱ τότε ἔπραξαν, τῇ δ᾽ ἀληθείᾳ καὶ τῷ σχήματι τῆς εὐεργεσίας ὑπὲρ τῆς φύσεως ἁπάσης τῆς ἀνθρωπείας κατεπράχθη. ὡς γὰρ ἤκουσαν τοὺς ὑπὸ τῇ Καδμείᾳ δυστυχήσαντας ἀτάφους ἐρρῖφθαι, οὐ φοβηθέντες τὴν ὕβριν τῶν ταῦτα τετολμηκότων οὐδ᾽ οἷα βουλευομένοις περὶ ὧν ἂν κρατήσωσιν ἐπίασιν, ἀλλὰ τὴν μὲν τοῦ νικήσειν ἐλπίδα τῷ συνειδότι τοῦ κρείττονος δόντες, τὴν δ᾽ ὀργὴν ὥσπερ ἂν αὐτοὶ πεπονθότες, οὕτω λαβόντες ὑπὲρ τοῦ κοινοῦ νόμου πρέπουσαν τοῖς μὲν τὴν τιμὴν, τοῖς δὲ τὴν τιμωρίαν ἀπέδοσαν. καὶ μὴν αὐτὸ τοῦτο πρῶτον τὸ πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς, οὐχ ὅσον λανθάνειν, καὶ μαρτύριόν γε δυοῖν τοῖν καλλίστοιν ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει, λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας. ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι καὶ τὴν ἀνάρρησιν ἀπ᾽ αὐτῶν τῶν ἔργων πεποίηνται, μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων μήτε ἀμείνους εἶναι κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλ᾽ εἶναι τὰς μὲν ἄλλας πόλεις τῆς Ἀθηναίων δεομένας αὐτὰς ἐφ᾽ αὑτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δ᾽ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος: ὥστ᾽ ἄμφω

   Αιλ. Αρ. Λογ. 13. 118 τὼ γένη δι᾽ ἀμφοῖν νικᾶν. ταυτὶ μὲν οὖν κοινὰ δείγματα, ὅπερ εἶπον, ἀνδρείας τε καὶ φιλανθρωπίας ὑπαρχέτω τῶν ἀρχαίων ἐξειλεγμένα. ἀλλὰ μὴν ἅ γε ὑπὲρ τῆς οἰκείας ἐπεδείξαντο πρὸς τοὺς ἑκάστοτε ἐπιόντας ἀνήκοος μὲν οὐδεὶς οἶμαι, λεκτέον δὲ καὶ τούτων μικρὰ προχειρισαμένους: Ἀμαζόσι μὲν γὰρ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν, ἱππομαχίαν συνάψαντες πανωλεθρίᾳ διέφθειραν, οὐδενὸς ἀνταίροντος τῶν μέχρι τῆς Ἀττικῆς, ἀλλ᾽ ἐξισώκεσαν ἤδη τὰς ἠπείρους, ὥσπερ ἀπὸ σημείου τοῦ Θερμώδοντος ὁρμώμεναι, τὴν μὲν Ἀσίαν μέχρι Λυκίας καὶ Καρίας καὶ Παμφυλίας παρατείνουσαι, ὥσπερ ἐν στρατοπέδῳ, τὴν δ᾽ Εὐρώπην ἄχρι τοῦ στρατοπέδου τοῦ πρὸς τὴν πόλιν. ἐντεῦθεν δὲ ἤδη πάντα ὥσπερ κάλω ῥαγέντος ἐχώρησεν ὀπίσω, καὶ διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος, καὶ ἡ πόλις κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει, καὶ νῦν εἰς ἄπιστον περιέστηκεν εἴ ποτε ἐγένοντο. οἶμαι δ᾽ οὐδὲ Θρᾷκας αὑτοῖς μέμψασθαι τῆς συμφορᾶς, οἳ δεῦρ᾽ ἔτι πρόσθεν ἐλθόντες σὺν Εὐμόλπῳ καὶ Ἑλλήνων τοῖς τἀκείνων ἑλομένοις ἔγνωσαν παραπλήσια βουλεύσαντες ὥσπερ ἂν εἰ τὴν θάλατταν ἐνεχείρουν περαιοῦσθαι πεζῇ. ἄξιον τοίνυν κἀκεῖνο προσθεῖναι, ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ τῷ δημοσίῳ παρεῖται, ὅτι οὐ μόνον ἡ κοινὴ τῆς πόλεως προθυμία τε καὶ ῥώμη τοσαύτη περὶ πάντα ἃ δεῖ γεγένηται, ἀλλὰ καὶ ἰδίᾳ πεφήνασιν ἐνταῦθα βουλόμενοί τινες χρήσασθαι συμφοραῖς ὑπὲρ τοῦ κοινοῦ, καὶ μάλα εὐλόγως. ᾧ γὰρ ἑώρων τρόπῳ τὴν πατρίδα τοῖς Ἕλλησιν ὁμιλοῦσαν, τοῦτον ᾤοντο δεῖν αὐτοὶ προσφέρεσθαι τῇ πατρίδι, ἡνίκα ὁ καιρὸς καλοίη: ὥστε καὶ ἐκ τῶν κοινῶν καὶ ἐκ τῶν ἰδίων διπλῆν εἶναι τῇ πόλει τὴν ὅλην φιλοτιμίαν. ὃ δέ γε ἔτι τούτου μεῖζόν ἐστιν, ὅτι καὶ τῶν ξένων τινὲς οὕτω πρὸς αὐτὴν διετέθησαν. λέγεται γὰρ Ἐρεχθεὺς μὲν ἐν τῷ πρὸς Εὔμολπον τούτῳ πολέμῳ τὴν θυγατέρα ὑπὲρ τῆς πόλεως ἐπιδοῦναι,

   Αιλ. Αρ. Λογ. 13. 119 τοῦ θεοῦ χρήσαντος, προσαγαγεῖν δ᾽ αὐτὴν κοσμήσασα ἡ μήτηρ ὥσπερ εἰς θεωρίαν πέμπουσα: λεὼς δὲ ὅμοια τούτῳ βουλεύσας, ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ: Κόδρος δ᾽ ἐν τῷ πρὸς Δωριέας πολέμῳ καὶ Πελοποννησίους αὐτὸς ἐθελοντὴς ὑπὲρ τῆς χώρας ἀποθανεῖν. ὥστε καὶ οἷς τοιαῦτα ὑπάρχει τῶν σφετέρων διηγήσασθαι, καὶ τούτοις μηδὲν εἶναι πλέον εἰπεῖν τῶν παρ᾽ ὑμῖν, ἀλλὰ καὶ τῶν τοιούτων ἔργων ἄρχειν τὴν πόλιν διὰ τοσούτων καὶ ἔτι πλειόνων τῶν παραδειγμάτων, καὶ μηδεμίαν λείπεσθαι μήτε κοινὴν ὑπερβολὴν μήτ᾽ ἰδίαν. οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθ᾽ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσων εἶπον κεκρατηκέναι, τῶν δὲ παρ᾽ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι περὶ τὴν χάριν, ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρ᾽ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασα.

καὶ ταῦτα μὲν ἡμῖν εἰς τοσοῦτον ἀνήχθω τοῦ λόγου, δείγματα τῆς τε πρὸς τοὺς ἔξωθεν φιλανθρωπίας τῶν προγόνων καὶ τῆς ὑπὲρ αὐτῶν εὐψυχίας ἐν τοῖς ἐπείγουσι, καὶ αὖ τῶν ἐπιφανῶν τε καὶ πολλῶν ὡς ἀλλήλοις ὡμίλουν. χρὴ δὲ καὶ τῶν λοιπῶν ἴσως καθ᾽ ὅσον ἐγχωρεῖ μνησθῆναι, ἐπισκοποῦντας τά θ᾽ ὑπὲρ τῶν ἄλλων καταπραχθέντα καὶ ὅσα ὑπὲρ τῆς οἰκείας ὑπέστησαν, ὅπως ἂν συμπίπτῃ τῷ λόγῳ τοῦ μὴ πολὺ τὰς πράξεις τῷ χρόνῳ παρενεγκεῖν. ἔξεστι δ᾽ ἀκούοντας ἐπ᾽ αὐτῶν τῶν ἔργων διαιρεῖν τά τε κοινὰ καὶ τὰ ἴδια. εἰ μὲν οὖν περὶ ἄλλης τινὸς ἦν πόλεως ὁ λόγος, οὐκ ἂν ἦν παρελθεῖν ἃς νῦν δεήσει πράξεις, ἀλλὰ μόνας ἂν ταύτας ἀπέχρησεν εἰπεῖν: εἰσὶ γὰρ οἵας ἄν τις ἐζήτησε, καὶ πολλοὶ πολλῶν ἂν χρημάτων, εἰ δύναιντο, πρίαιντο αὑτοῖς εἶναι. νῦν

   Αιλ. Αρ. Λογ. 13. 120 δ᾽ ἐξ ἴσου καθεστῶτος τοῦ θ᾽ εὑρεῖν ἃ χρὴ παραλιπεῖν καὶ τοῦ πρὸς ἀξίαν εἰπεῖν τὰ νικήσαντα, καὶ οὐδενὸς μὲν οὐδ᾽ ἐν ἁπλῇ διηγήσει πάντα πω διεξελθόντος, πλεῖστα δ᾽ ὑπὲρ μιᾶς πόλεως ταύτης ἁπάντων εἰρηκότων, μᾶλλον δ᾽ ὑπὲρ μόνης πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν, οὐκ ἐνδέχεται διεξιέναι καθ᾽ ἕκαστον ἀκριβῶς, ἀλλ᾽ ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν, ἵνα τοῖς μεγίστοις χρησώμεθα. ἐπεὶ τίς οὐκ ἂν ἀσμένως καὶ ταῦτα εἰς μέσον ἤνεγκεν ἃ ἑτέροις γ᾽ ἂν ἤρκει καὶ μόνα; τριῶν γὰρ ἐθνῶν τῶν μεγίστων ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει, τὸ μὲν αὑτῷ φυγῆς τιμῆσαν ἀπῆλθε, τὸ Δωρικὸν, Βοιωτοὶ δὲ χερσὶν ἡττῶντο, καὶ τῆς αὐτῆς ἡμέρας Εὐβοεῖς ἐν Εὐβοίᾳ: τοσοῦτον περιῆν τῇ πόλει: ἀλλ᾽ ἵνα μὴ πολλὰ τοιαῦτα λέγων πόρρω τοῦ καιροῦ γένωμαι, παρεὶς ἅπαν τὸ μέσον καὶ προσχρησάμενος καὶ πρὸς αὐτό γε τοῦτο τῇ τῆς πόλεως μεγαλοψυχίᾳ καὶ δὴ πρὸς αὐτὰ τὰ κύρια τοῦ λόγου τρέψομαι. ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ μικρὸν πρὸς πολὺ τῆς γῆς μέρος ἠγωνίζετο, ὁ δ᾽ ἀγὼν ἦν ὑπὲρ τῆς σωτηρίας ἅμα καὶ ἀρετῆς, τότ᾽ ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι, τὸ δὲ πλέον χεῖρον ἢ ὅσῳ πλέον ἐδόκει. ἔξεστι μὲν οὖν καὶ θεῶν τινα αἰτιάσασθαι τοῦ παντὸς ἔργου βουλόμενον ὥσπερ κρίσιν τινὰ ποιήσασθαι τῶν ὑφ᾽ αὑτὸν ἀνθρώπων καὶ τὸν ἀγῶνα τοῦτον διαθεῖναι, καθάπερ τοὺς εἰωθότας ἡμεῖς, οὐ μὴν ἀλλ᾽ οὐκ ἐλάχιστον μέρος ἡ τῆς πόλεως ἀρετὴ συνεβάλετο, καὶ μάλ᾽ εἰκότως καὶ μετ᾽ ἀξίου τοῦ λόγου τῆς μελλούσης τύχης. ὥσπερ γὰρ ἐπὶ τούτῳ κινοῦσα τοὺς βαρβάρους, ἵν᾽ αὐτήν τε καὶ πᾶν τὸ Ἑλληνικὸν ἐκφήνειε καὶ δείξειε τίς οὖσα τίνων προέστηκεν, οὕτως ἐφειλκύσατο αὐτοὺς, οὐκ ἄδικον τὴν ἀρχὴν παρασχομένη οὐδ᾽, ὥσπερ οἱ ὕστερον διαβάντες εἰς τὴν Ἀσίαν, ἔρωτι τοῦ πλείονος,

   Αιλ. Αρ. Λογ. 13. 121 ἀλλ᾽ ἤδη τότε ἀμυνομένη καὶ δίκην ἀξιοῦσα λαβεῖν τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ἰώνων δεδουλωμένων Ἑλλήνων, οὓς μόνη μὲν ἐδέξατο φθειρομένους κατὰ πᾶσαν τὴν Ἑλλάδα, μόνη δὲ εἰς τὸ δέον κατέστησε. καὶ πρῶτοι δὴ τῶν εἰς ἐκεῖνον τὸν χρόνον Ἑλλήνων ἀναβάντες εἰς Σάρδεις στρατιᾷ κοινῇ πορθήσαντες ᾤχοντο: τέως δὲ ἐν Βαβυλῶνος τάξει καὶ τῶν ἐν Ἰνδοῖς Ἕλληνες Σάρδεις ἐθαύμαζον: λαβὼν δὲ ταύτην πρόφασιν Δαρεῖος ἡσυχίαν ἄγειν οὐκ ἠδύνατο, ἀλλ᾽ ἐξήταζε τὴν ἀρχὴν καὶ τὰς δυνάμεις συνεκρότει, καὶ πᾶν μικρὸν ἦν αὐτῷ. καὶ τὸ μὲν πρόσχημα τοῦτο ἦν ἀμύνασθαι Ἀθηναίους καὶ Ἐρετριέας: παρενθήκην γὰρ τοὺς Ἐρετριέας ἐποιήσατο, ἵνα δὴ πιστὸν ᾖ. δύο δ᾽ ὡς ἀληθῶς ἦν τὰ κινοῦντα, ἓν μὲν φόβος ἤδη καὶ ὑποψία τῆς πόλεως μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ: ἕτερον δ᾽ ἐπιθυμία καὶ πόθος αὐξῆσαι τὴν ἀρχὴν ἐνδόξῳ προσθήκῃ τῇ τοῦ Ἑλληνικοῦ καὶ τῆς γῆς μὴ διῃρημένως ἄρχειν, ἀλλὰ καὶ πάσης. τοῦτο δ᾽ οὐ παντάπασιν ἀνέλπιστον ἦν αὐτῷ, διὰ πλῆθος τῶν ἤδη δεδουλωμένων ἐθνῶν, ἃ καὶ ὀνομαστὶ γνωρίσαι φιλοτιμίαν εἶχε καὶ ψιλῇ πορείᾳ διελθεῖν ἐλπίδος κρεῖττον ἦν. πάντα γὰρ τότε Πέρσαις εἴπετο, ὥσπερ ἄλλως ζῆν οὐ δυνάμενα. ἔχων δ᾽, ὡς εἶπον, μέσην τινὰ τοῦ τε φόβου καὶ τῆς ἐπιθυμίας ἦλθεν. αὐτὸς μὲν γὰρ ἀπέγνω μὴ διαβαίνειν, τὰ δ᾽ ἔθνη πέμπειν ἐπενόει.

καὶ πρῶτον μὲν ἡ τῶν κηρύκων περίοδος ἡ γιγνομένη κατὰ τὴν Ἑλλάδα ὑπ᾽ ἐκείνου τε καὶ τοῦ μετ᾽ ἐκεῖνον βασιλέως περὶ τῆς γῆς καὶ τοῦ ὕδατος ἀπὸ ταύτης τῆς πόλεως ἤρχετο, καὶ πάντα πρὸς ταύτην διελέγοντο: ἔν τε ταῖς ἐπιστολαῖς ταῖς Ἑλληνικαῖς καὶ ὅσαι πυκναὶ τοῖς ὑπάρχοις ᾔεσαν οὐδὲν ἦν ὅτι μὴ Ἀθῆναι, ὡς ταυτὸν ὃν εἰπεῖν τὴν Ἀθηναίων πόλιν καὶ τὴν Ἑλλάδα, καὶ οὐκ εἰπεῖν μόνον, ἀλλὰ καὶ ἔργῳ συμβαῖνον πάσας ἔχειν τὰς πόλεις, εἴ τις κατάσχοι ταύτην. καὶ μὴν ὅσα γε αὖ

   Αιλ. Αρ. Λογ. 13. 122 τούτοις ἔδει χρήσασθαι καὶ προβουλεῦσαι περὶ τῶν ὅλων, ἅπαντα ἡ πόλις ἐξήταζεν, ἀπ᾽ ἀρχῆς προτάξασα τῶν Ἑλλήνων ἑαυτήν. καὶ διχόθεν ἤδη ἀπὸ Περσῶν καὶ Ἀθηναίων συνεκροτεῖτο ὁ πόλεμος, τοῦ μὲν ἀπειλοῦντος καὶ πειρωμένου, τῆς δ᾽ ἀνθεστηκυίας καὶ νικώσης εὐθὺς ταῖς ἀποκρίσεσι. καὶ παρ᾽ ἀμφοτέρων τούτων ἐμαρτυρεῖτο ὅτι Ἀθηναίων καὶ Περσῶν ἐστιν ὁ πόλεμος περὶ τῆς Ἑλλάδος, τῶν μὲν λαβεῖν πειρωμένων, τῶν δὲ κωλῦσαι. ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθη—λέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρ᾽ ὑμῖν—καὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους. τῷ δ᾽ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵν᾽, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον, ὡς οὐδ᾽ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις. καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ: τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίγνεσθαι. καὶ οὕτω δὴ ῥίπτουσιν εἰς τὸ βάραθρον, ὥστ᾽ ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις καὶ παρὰ τῶν πεμφθέντων μὴ ἐκγενέσθαι μαθεῖν. ὁ δὲ δὴ καὶ δὴ λαμπρῶς ἐκινεῖτο, καὶ τοῦτο μὲν τοῖς ὑπάρχοις ἐκέλευεν ἑτοιμάζειν αὐτόθεν τὰς πέδας ὑπερβαλὼν ἢ καθ᾽ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι, ἵνα μηδεὶς ἄδετος αὐτῶν διαφύγοι, καὶ τῆς ὀργῆς ἀπολαύων ἕως ἐξῆν, τοῦτο δὲ τοῖς πλήθεσιν ἄλλα ἄλλοις ἐπέταττεν. ἐκ δὲ τούτου κήρυκες μὲν οὐκέτι ἐφοίτων εἰς τὴν Ἑλλάδα, αὐτάγγελον δὲ ἤδη κατέπεμπε τὸν στόλον, προστήσας ἄρχοντας Περσῶν τοὺς ἀρίστους, καὶ δίδωσι πλῆθος στρατιᾶς. οὗ τὸ διαλλάττον παρ᾽ ἑκάστους τοὺς ἀφηγουμένους τοσοῦτόν ἐστιν ὥστ᾽ εἶναι τὸν μέγιστον ὅρον στόλου, βουλόμενος μηδεμίαν πρόφασιν λιπεῖν μήτ᾽

   Αιλ. Αρ. Λογ. 13. 123 ἐκείνοις μήτ᾽ αὐτὸς αὑτῷ τὸ μὴ οὐ πρᾶξαι περὶ ὧν ἐνετέλλετο. ταῦτα δ᾽ ἦν τὴν μὲν πόλιν καταποντίσαι, τὸ δὲ φῦλον κομίζειν ἅπαν ὡς αὑτὸν ᾧ δὴ προειρήκειν τῷ σχήματι. θυμοῦ μὲν δὴ καὶ παρασκευῆς οὕτως εἶχε τὰ τοῦ βασιλέως, οἱ δ᾽ ἐφέροντο ὑπερηχοῦντες μὲν τὸν Αἰγαῖον, ἀποστεροῦντες δὲ τὴν ὄψιν τοὺς ἐντυγχάνοντας, φυγῆς δ᾽ ἐμπιμπλάντες τὴν θάλατταν: ὥστ᾽ οὐδεὶς ἦν ὅστις νῆσον τότ᾽ ἂν οἰκεῖν ἐβούλετο. ἔτι δ᾽ αὐτοῖς οὖσιν ἐν πλῷ καὶ μικρὸν πρὸ τῆς καταγωγῆς ἔδοξεν ἀπάρξασθαι τοῖς τοῦ βασιλέως ἐπιτάγμασι καὶ ὥσπερ τι προοίμιον ᾆσαι τοῦ πολέμου: καὶ δόξαν οὕτως Ἐρετριᾶς ἐπιβάντες ᾤχοντο φέροντες, σαγήνην τινὰ μιμησάμενοι ναυτικήν. καὶ τὸ μὲν Ἐρετριέων γένος οὕτως ἀνήρπαστο ὡσπερεὶ παρ᾽ ἄλλου τινὸς τῶν κρειττόνων ἁρπασθὲν, οἱ δ᾽ ἐπὶ τὸν δεύτερον ᾔεσαν, ὡς ἀνασπάσοντες αὐτοὺς ἤδη τοὺς Ἀθηναίους καὶ τὴν Ἑλλάδα ἀναρπασόμενοι, κακῶς εἰδότες οἵαν θήραν μετέρχονται καὶ ὅτι οὐκ ἐνέχονται τῷ λόγῳ ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν, ἀλλὰ μᾶλλον τὰ τῷ διώκειν συνήθη.

οὕτω δὲ τούτων κεχωρηκότων καὶ φερομένων αὐτῶν πρὸς τὴν ἤπειρον ὥσπερ ἄλλου τινὸς ἐκ τοῦ πελάγους κακοῦ, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες καὶ πάλαι προϊδόντες τὴν διάβασιν καὶ τότε ὁρῶντες ἤδη καθῆντο ἐκπεπληγμένοι, τὸ μέλλον ἀποσκοποῦντες, ὀνειροπολοῦντες ἕκαστοι τὰς Ἐρετριέων συμφορὰς, καὶ τοσοῦτον τῶν δεινῶν ἀπέχειν νομίζοντες ὅσον τὸν στρατὸν αὐτῶν. ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ. ἱερά τε γὰρ πάντα ἀνέῳγε καὶ τὰ τῶν ἱερέων γένη συνῆγε καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον τρόπον, συμμάχους τε καλοῦσα καὶ ἡγεμόνας ποιουμένη: ὡς δ᾽ αὐτῇ τὸ θεῖον ἤσκητο, οὐδὲν ἦν ἀργὸν ἔτι, ἀλλ᾽ οἱ μὲν φύλακες τῶν ἱερῶν οἱ γέροντες καὶ τῆς πόλεως

   Αιλ. Αρ. Λογ. 13. 124 ὑπελείποντο, ἡ δὲ νεότης ἐχώρει. καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλλιόνων τῶν ἄθλων ἠγωνίζοντο, τοσούτῳ θαυμαστοτέραν τὴν προθυμίαν παρασχόμενοι: ἔπειτα κρείττους ἦσαν τὰ τελευταῖα ἢ τὰ ἀπὸ τῶν πυλῶν. καίτοι μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλεν ὥσπερ πνεῦμα ἀπὸ θαλάττης βοὴ συμμιγὴς ἵππων καὶ ἀνδρῶν καὶ τῶν ἄλλων ἐφολκίων τῷ στρατοπέδῳ, τῶν μὲν χρείας ἕνεκα, τῶν δὲ καὶ ψυχαγωγίας βαρβαρικῆς κεκομισμένων. ὑπερβαλόντες δ᾽ οὐκ εἶχον ὅ τι ἴδωσι, πλὴν τῶν πολεμίων καὶ τῶν ἀτόπων ἐκείνων φασμάτων. χαλκὸς δὲ καὶ σίδηρος πόρρωθεν εἶργε μὴ προσιέναι. τοσαύτη δ᾽ ἦν ὑπερηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων ὥστ᾽ ἐξαρκεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον. ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώσειν ἑαυτοὺς ἀκονιτί. αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ τοὺς ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦτον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος καὶ παρασκευὴν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλ᾽ ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν, ἀλλ᾽ εἰς προθυμίαν κατεχρήσαντο, οὐδ᾽ ἐξεπλάγησαν τῶν ὁρωμένων τὴν ἀήθειαν, ἀλλ᾽ ἥσθησαν ὁρῶντες ὅσων κρείττους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰληφέναι παρὰ τῆς τύχης ὑπερβαλέσθαι πάντας ἀνθρώπους ἀνδραγαθίᾳ καὶ τοῦτ᾽ εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυτῶν. καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι, καὶ πάντα ταῦτα ἡ νίκη παραδίδωσι. ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες καὶ πρὸς ἀλλήλους ἕκαστοι διαλεχθέντες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος,

   Αιλ. Αρ. Λογ. 13. 125 ἐχώρουν δρόμῳ, καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν ὅ τι ἐστὶ τὰ γιγνόμενα, ἀλλ᾽ ἅμα τε τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτείνοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα. ἤδη δέ τις καὶ τελευτήσας εἱστήκει περιτοξευθεὶς ὑπὸ τῶν βαρβάρων, φοβῶν τοὺς λοιποὺς, ὥσπερ ἀθάνατος ὤν. ἀπολλύμενοι δὲ οἱ τὰ μεγάλα τολμήσαντες καὶ τρόπαια φέροντες ἐν ταῖς ναυσὶ πλείους αὐτοῖς ἐφάνησαν ἢ πρότερον. οὔτε γὰρ τὸ ἕλος οὔτε ἡ θάλαττα ἀρκούντως αὐτοὺς ἐδέχετο, οὐδ᾽ ἦν εὐρυχωρία τοῖς κακοῖς οὐδὲ διέξοδος, ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι. ὥστε οἱ τοῦ αἵματος ῥύακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι. τοσαύτη δὲ ἡ λαμπρότης τῶν ἀνδρῶν ἐκείνων ἐγένετο καὶ τοσοῦτον τῆς νίκης τὸ ἀξίωμα, ὥστε καὶ τὸ χωρίον ὥσπερ τι σύμβολον ἀρετῆς κατέστησαν. οὔκουν ἔστι γε οὐδεὶς ὅστις ἀκούσας τὸ τοῦ Μαραθῶνος ὄνομα οὐκ ἀνίσταται τῇ ψυχῇ οὐδ᾽ ὥσπερ ἄλλο τι τὴν ἐπωνυμίαν ἀσπάζεται καὶ σέβεται σὺν χαρᾷ. καὶ συνέβη δὲ τῇ πόλει πρώτῃ μὲν κινδυνεῦσαι τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων, μόνῃ δὲ ἀρκέσαι νικῆσαι, τῶν δὲ ἰδίων κινδύνων κοινὰ τὰ ἆθλα ἅπασι καταστῆσαι καὶ τροφὸν οὖσαν τῆς Ἑλλάδος τοὐναντίον τοῦ νενομισμένου ποιῆσαι. τοὺς μὲν γὰρ ἄλλους τὰ τροφεῖα κομίζεσθαι παρὰ τῶν ἐκτραφέντων ὁ νόμος λέγει, ἡ δὲ πόλις πρὸς ταῖς τροφαῖς καὶ οἷς ἔδωκεν ἐξ ἀρχῆς καὶ τὴν ἐλευθερίαν μετὰ τῆς σωτηρίας ἐν τοῖς αὑτῆς κινδύνοις ἀπέδωκε τῇ Ἑλλάδι, ὥσπερ τοῦτο ὀφείλουσα τοῖς Ἕλλησι, ποιεῖν διὰ παντὸς αὐτοὺς εὖ καὶ τοῦτο ὡμολογηκυῖα τοῖς πρὸ τοῦ πᾶσιν. ὥστ᾽ εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δὲ

   Αιλ. Αρ. Λογ. 13. 126 ἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς Ἕλλησιν εἶναι. δοκεῖ δέ μοι συγκληρωθῆναι τῇ τύχῃ τῆς πόλεως ἡ μάχη καὶ μηδένων ἄλλων εἶναι κατὰ γένος ἢ τῶν Ἀθηναίων. ἐκείνη γὰρ, εἰ καὶ νεανικώτερον εἰπεῖν, ὥσπερ μητρόπολις καὶ ἀφορμὴ τῶν ὕστερον πάντων ἐγένετο τοῖς Ἕλλησιν, οὐ μόνον τῶν ἐν τοῖς πολέμοις ἀγώνων ἀντὶ κρηπῖδος ἢ παραδείγματος προτελεσθεῖσα, ἀλλὰ καὶ πάντων ἐπιτηδευμάτων καὶ βίου καὶ προαιρέσεως καὶ, τὸ σύμπαν εἰπεῖν, τοῦ τῶν Ἑλλήνων σπέρματος. καὶ εἰ μὴ τότε ἡ πόλις οὕτω διήνεγκεν, ἅπαντ᾽ ἂν ἔρρει καὶ σώματα καὶ πράξεις καὶ λόγοι καὶ τὰ κοινὰ τῆς φύσεως. οἱ μὲν οὖν πολλοὶ θαυμάζουσιν ὅσας μυριάδας τῶν βαρβάρων ἐνίκων, ἐμοὶ δὲ δοκοῦσιν ἅπαντας ἀνθρώπους, οὐ μόνον πρὸς οὓς ἠγωνίσαντο, ἐκεῖνοι νενικηκέναι, εἰ δεῖ παραιτησάμενον τὸν φθόνον εἰπεῖν, οὐ μόνον τῷ πᾶσι τοιούτων ἀγαθῶν αἴτιοι καταστῆναι, ἀλλὰ καὶ τῷ μηδένας ἐγγὺς εἶναι τοῖς ὑπάρχουσιν. ὥστ᾽ εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττόνων ἐστὶν, ἅπαντας νενικήκασιν. οἶμαι μὲν οὖν εἰ καὶ μόνα ταῦτα ἐκλέξας ἐπεπαύμην, ἔχειν ἂν πέρας ἀρκοῦν τὸν λόγον καὶ μηδὲν ἂν προσδεῖν τῇ πόλει φιλοτιμίας μηδ᾽ ἀρετῆς εἰς τὸ ὁμόφυλον. τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώπους, πρώτην δὲ βίου χρῆσιν εὑροῦσαν, θρέψασαν δ᾽ οὐ μόνον τοὺς ἐξ αὑτῆς, ἀλλὰ καὶ πάντας, δεξαμένην δὲ τοὺς ἐκπίπτοντας πρώτην τε καὶ πλείστους, ἑκάστους τε καὶ σύμπαντας, πλείστους δὲ αὖθις ἀποστείλασαν πανταχοῖ, πάλιν δ᾽ ἐν τοῖς ὑπὲρ σωτηρίας ἀγῶσιν ἀμφοτέρων προστᾶσαν, τῶν τ᾽ ἐν τῇ ὑπερορίᾳ καὶ τῶν ἐπὶ τῆς ἀρχαίας Ἑλλάδος, πῶς οὐ διὰ παντὸς ἂν εἴποι τις ἀφῖχθαι καὶ καθάπερ τοὺς δρομέας τὸ γιγνόμενον πεπληρωκέναι; ὥστε μηδεμίαν πρὸ ταύτης ἐγχωρεῖν ἐν τοῖς Ἕλλησι κηρύττεσθαι. πρὶν γὰρ ἄρχεσθαι τῶν ὁμοίων ἑτέρους, τοσοῦτον ἡ πόλις προεληλύθει.

   Αιλ. Αρ. Λογ. 13. 127 οὐ μὴν ἐῶσί γε ἀπελθεῖν αἱ πράξεις, ἀλλὰ καλοῦσι καὶ προσάγουσιν εἰς τὸ πρόσω τοῦ λόγου, καὶ τοσούτῳ μᾶλλον ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται. τοσαύτην γὰρ ὑπερβολὴν τοῖς ἐφεξῆς ἐποιήσατο ἡ πόλις ὥσθ᾽ ὑπερῆρεν αὑτὴν τοσοῦτον ὅσονπερ πρὸ τοῦ τοὺς ἄλλους. καὶ πρὶν τὰ πρῶτα ἀξίως τινὰ θαυμάσαι, ἐπέθηκε τὰ δεύτερα, ὥσπερ αὐτὴ πρὸς αὑτὴν ἁμιλλωμένη. γενομένου γὰρ τοῦ Μαραθῶνι τολμήματος καὶ τῶν βαρβάρων ἐλαθέντων ἐκ τῆς Ἑλλάδος ὥσπερ κονιορτοῦ, Δαρεῖος μὲν οὐκ εἶχεν ὅ τι χρήσεται, ἀλλ᾽ ὥσπερ ἐκ θεοῦ πληγεὶς ὑποπεπτώκει τῇ πόλει καὶ τοὺς αἰτίους τῆς διαβάσεως κατεμέμφετο, ὡς κακῶς προξενήσαντας αὐτῷ τοὺς Ἀθηναίους, καὶ τελευτᾷ δὴ, πρίν τι δεύτερον κακὸν αὑτὸν ἐξεργάσασθαι. ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου, καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται, τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι, μετὰ πολλοῦ τοῦ κρείττονος. καὶ τοσοῦτον ὕβρισε τῇ ὑπερβολῇ ὥστ᾽ ἔγνω τὸν πρότερον στόλον ὡσπερεὶ παιδιὰν ἀποφῆναι. δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημίας τότε Ξέρξης οὐ μόνον πρὸς τὸν πατέρα ἁμιλλήσασθαι καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὑτοῦ βεβαίως ἐστὶν ἡ γῆ. ποίαν γὰρ κυμάτων ἐπιρροὴν, ἢ τίνας σκηπτοὺς, ἢ τίνας σεισμοὺς, ἢ ποίαν νεφῶν ἢ χαλάζης ἐμβολὴν, ἢ ποίους ἀήθεις ἀστέρας οὐκ ἐλαφροτέρους ἐκεῖνός γε ἀπέδειξεν; ἢ ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρ᾽ αὑτοῦ; οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι, ἀλλ᾽ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ προὔλεγον ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου μόνου. αἰτεῖν μὲν

   Αιλ. Αρ. Λογ. 13. 128 γὰρ ἔφασκεν οὐδὲν τῶν ἀλλοτρίων, ἀλλ᾽ ἀπαρχὰς γῆς καὶ ὕδατος: πάντων δ᾽ εἶναι τούτων κύριος. τῆς δ᾽ ἀγνωμοσύνης τῆς Μαραθῶνι λύσιν μίαν εἶναι καὶ παραίτησιν, εἰ ταῦτα συγχωρήσαιεν καὶ μετὰ τῶν ἄλλων ἀνθρώπων γένοιντο καὶ τὸν κοινὸν δεσπότην γνοῖεν: εἰ δὲ μὴ, διδάξειν αὐτοὺς καλῶς μετὰ τῶν προπατόρων θεῶν: οὕτω γὰρ θεοῖς τε καὶ Ξέρξῃ δοκεῖν ὑπὲρ τῶν Ξέρξου πραγμάτων: ἥξειν γὰρ ἄγων ἅπαντα, ναῦς μὲν ὅσας ἡ Ἑλληνικὴ θάλαττα οὐχ ὑποδέξεται, ἵππῳ δὲ καὶ πεζοῖς ἀποκρύψειν τὴν Ἀττικὴν, καὶ τὴν πόλιν ἱππόκροτον καταστήσειν, ἱερά τε συμφλέξειν καὶ θήκας ἀναρρήξειν καὶ μετασκευάσειν ἅπαντα. ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει καὶ γῆς ποίησιν ἔξω τῆς οἰκουμένης, ἣν ἀναγκάσειν ἠκρωτηριασμένους προχοῦν εἰς τὸ πέλαγος, ὕδωρ μὲν ἀντλοῦντας, πέτρας δὲ ὀρύττοντας, τοσαῦτ᾽ ἔχοντας τοῦ σώματος ὅσα τοῖς ἔργοις ἀρκέσει. καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζω, ἐτελεύτησε δ᾽ ἐνταῦθα, ἀλλ᾽ ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλὰς, ἄνευ γε τοῦ τι δυνηθῆναι, λέγω δὴ χρήσασθαι τῇ πόλει. τίνα γὰρ μεσόγειαν ἢ ποίαν Ἀτλαντικὴν ῥαχίαν οὐκ ἔσεισεν; ἢ ποῖον κόλπον ὧν ἴσασιν ἄνθρωποι, λέγω τῶν εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάττης, παρῆκεν ἀσύμβολον; οὐ τὸν εἰς Φᾶσιν, οὐ τὸν ἄνω τὸν Περσικὸν, οὐκ ἐρυθρὰν θάλατταν, οὐχ Ὑρκανίαν, οὐ πάντας συνήγαγεν; οὐ διηρευνήσατο πάντας τῆς γῆς τοὺς μυχοὺς ἀκριβέστερον ἢ Δᾶτις τὴν Ἐρετρικήν; οὐκ ἐσχατιαῖς γῆς καὶ θαλάττης τὸν στόλον ὡρίσατο, ὥσπερ σαγηνεύων τὴν ἀρχὴν τὴν αὐτὸς αὑτοῦ; ποῖον δὲ τότε φάσμα οὐκ ἐκινήθη; ἢ τί τῶν ὄντων οὐχ ὑπερώφθη; ἢ τί τῶν οὐκ ὄντων οὐκ ἐγένετο; οὐχ οἱ πορθμοὶ τοσοῦτον αὐτῷ τῶν ποταμῶν διαφέρειν ἐδόκουν ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν; οἱ δ᾽ ἀέναοι ποταμοὶ τῶν χειμάρρων οὐδὲν ἀλλοιότερον

   Αιλ. Αρ. Λογ. 13. 129 διετέθησαν, μᾶλλον δὲ τοῖς χειμάρροις εἰς τοὐναντίον περιέστησαν: ὥσπερ γὰρ τὰ ἐκείνων ῥεύματα ἐκ Διὸς αὔξεται, οὕτως ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν. ἐδέχετο δ᾽ αὐτὸν οὔτε γῆ οὔτε θάλαττα ἱκανῶς, καὶ ταῦτα εἶπε πρὸς τὴν ἐκείνου χρείαν καὶ μετέβαλλεν εἰς ἄλληλα. γῆ τε γὰρ ἡ μὲν ἐγίγνετο, ἡ δ᾽ ἀπώλλυτο, καὶ θάλαττα ὑπεχώρει καὶ πάλιν συνῄει τῷ βασιλεῖ: —καὶ νῦν ἐστι τῆς νέας θαλάττης ὅσος τῆς ἐκείνου διαβάσεως χρόνος καὶ ὁ Ἄθως ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται: —ὡς δ᾽ εἰπεῖν πάντα κινουμένοις ἐῴκει καὶ μεθισταμένοις ὡς ἐκείνῳ δοκοίη. κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστόν ἐστιν ἀνύσαι, τοσοῦτον ἐπέχουσαι. εἰ δ᾽ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθ᾽ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειε. πολλοῖς δ᾽ ἦν ἀφανὴς ὧν ἦγεν οὗ γῆς εἴη τὰ νῦν. οὐδὲν δ᾽ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι. φιλονεικήσας δὲ μαθεῖν ὁ πάντα ἄτοπος βασιλεὺς ὁπόσους ἄγει, χρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυνατὸν, ἠναγκάσθη μετρῆσαι τρόπον δή τινα μᾶλλον ἢ ἀριθμῆσαι τὴν στρατιὰν, καὶ κατασκευασάμενος τεῖχος μυρίανδρον πρὸς μέτρον ἠρίθμει. καὶ ὁ μὲν οὕτω πάντα κινῶν ᾔει, τοσαῦτα προσλαμβάνων ὁπόσοις ἐντύχοι, καὶ κατεπτήχει καὶ ἔθνη καὶ πόλεις καὶ πάντα γένη καὶ Εὐρωπαῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας πάντα, καὶ πρὸς τὴν κίνησιν εἶκεν ὥσπερ τὰ κοῦφα σὺν πολλῷ τῷ φόβῳ. ἡ πόλις δ᾽ ἕτερα ἀντεπεδείκνυτο, οὐδ᾽ ἦν Ξέρξην μᾶλλον θαυμάσαι τῆς ὑπερηφανίας ἢ τὴν πόλιν τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι: ἣ θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρραγέντος καὶ τῶν ἠπείρων ἀμφοτέρων κρινομένων ἐπὶ τῆς Ἑλλάδος ἀντέσχεν, ὥσπερ ἔρυμα καὶ πρόβολος, ἀπ᾽ ἀρχῆς ἀρξαμένη καὶ αὐτὴ τὰ αὑτῆς

   Αιλ. Αρ. Λογ. 13. 130 ἐπιδεικνύναι. πρῶτον μὲν τοῖς περὶ τὰς ἐπιστολὰς ἀκροβολισμοῖς καὶ πείραις τοσοῦτον ὑπερέσχε φρονήματι καὶ τοσοῦτον ἀπέσχε τοῦ πτοηθῆναι πρὸς τὰς τῶν ἀτόπων ἐκείνων φόβων ἐπαγωγὰς, ὥστ᾽ οὐκ ἐδεήθη ψηφίσματος πρὸς ταῦτα ἔτι, ἀλλ᾽ ὥσπερ ἑνὸς κοινοῦ νενικηκότος τοῦ κατὰ Δαρεῖον, μηδένα ἀκούειν βαρβάρων, πρὶν ἐκκλησίαν ἀποδοῦναι, ἀφανίζει τοὺς ἀγγέλους αὐτῇ σκευῇ καὶ ποικίλμασι, καὶ τοῖς εὖ φρονοῦσι τῶν Ἑλλήνων ἡγεμὼν τῆς ἀποκρίσεως ἐγένετο. ἔπειτα πάντων ἀγγελλόντων τὰ δεινὰ δὴ ταῦτα, ὅτι πάντα χρήματα μίγνυται καὶ τῶν Ἑλλήνων κερδανοῦσιν οἱ τελευταῖοι, πάντες δὲ ὥσπερ ὑπὸ κύματος τοῦ πολέμου καλυφθήσονται, καὶ τοσαύτης κατεχούσης ἐκπλήξεως τοῦ βαρβάρου ὥστ᾽ εἰκάζειν θεῶν τινος εἶναι πορείαν μετὰ τῶν λοιπῶν ἀνθρώπων ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντος, οὐδὲν μᾶλλον ὑφεῖτο οὐδὲ μετέγνω περὶ ὧν ἐβουλεύσατο, οὐδὲ ἐμέμψατο αὐτῇ τῆς ἀποκρίσεως, ἀλλὰ τούς τε Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινὸν, αἰσχυνομένη μοι δοκεῖν μόνη φανῆναι τῷ βαρβάρῳ, καθάπερ πρότερον Μαραθῶνι. οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σωτηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν, οἵ γε ὁμοίως τε σωτηρίας δεόμενοι καὶ ἐλευθερίας, καὶ τὸ παράδειγμα ὑπῆρχεν ἀμφοῖν ἐγγύθεν ἡ προτέρα κρίσις, ἐσκόπει τε ὅ τι βουλευσαμένη πρῶτον ἀντεκπλήξει τὸν βάρβαρον: καὶ παρῆλθέ γε αὐτὸν τοῖς θαύμασι. μετοικίζεται γὰρ ἐξαναστᾶσα, καὶ τὸ μέγιστον ἁπάντων, γῆς μὲν οὐδαμοῦ, πᾶσα γὰρ εἴχετο, ἡ δὲ εἰς τὴν θάλατταν ἀπεχώρει, καὶ τῆς περὶ τὸν Ἄθω διωρυχῆς καὶ τοῦ πορθμοῦ τῆς γεφύρας οὔτε εἰς ἀκοὴν ἀηδέστερον οὔτε γνώμῃ φαυλότερον τοῦτο τὸ τόλμημα ἀντεπεδείξατο ἐπὶ τῆς θαλάττης φανεῖσα, καὶ Ξέρξῃ καταλιποῦσα τὸ ἴχνος μόνον προσιδεῖν: ὥστ᾽ ἐλθὼν οὐχ εὗρε τὴν πόλιν οὐδὲ εἶχε λαβεῖν ἔχων ὡς ᾤετο: οὕτως

   Αιλ. Αρ. Λογ. 13. 131 εἰς ἄπορον καὶ ὑπερφυὲς αἴνιγμα συνηλάθη. ἀλλ᾽ ὥσπερ τῶν ποιητῶν φασί τινες τὸν Ἀλέξανδρον τῆς Ἑλένης τὸ εἴδωλον λαβεῖν, αὐτὴν δὲ οὐ δυνηθῆναι, οὕτω καὶ Ξέρξης τῆς πόλεως τοὔδαφος εἶχεν, αὐτὴν δὲ οὐχ εὗρε, πλήν γε δὴ καλῶς εὗρεν ἐπ᾽ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι, καὶ τὴν θέαν οὐκ ἤνεγκεν, ὥσπερ τινὸς ἐν μύθῳ Γοργόνος, ἀλλ᾽ ἐκπλαγεὶς ἔδεισεν οὐ μόνον περὶ τῶν λοιπῶν, ἀλλὰ καὶ περὶ τοῦ σώματος, πάντα τὸν ἔμπροσθεν χρόνον ἀήθης ὢν τούτου καὶ τῷ φοβεῖν συνεζηκώς. ὅπερ δὲ καὶ πρὶν ἅπτεσθαι τῶν λόγων τούτων προειρήκειν, ὅτι ἄμφω τὼ γένη τῆς πόλεως ἡττᾶτο λαμπρῶς, τό τε Ἑλληνικὸν καὶ τὸ βαρβαρικὸν, τὸ μὲν ἁπάντων ἀποτυχὸν, τὸ δὲ οὐδ᾽ ἐγγὺς γενόμενον, καὶ πάλιν ὃ μικρῷ πρόσθεν ἔφην, ὅτι μᾶλλον αἰσχυνομένη συνῆγε τοὺς Ἕλληνας ἢ δεομένη, νῦν τοῦτο ἄξιον εἰπεῖν καὶ πάρεστι διὰ τῶν πραγμάτων καταμαθεῖν. φανεῖται γὰρ πανταχῆ σκοπουμένῳ τοσοῦτον ὑπερβαλλομένη ὥστε μὴ πρώτη τῶν Ἑλληνίδων μηδὲ μάλιστα αἰτία τῆς ἐλευθερίας μᾶλλον ἢ μόνη δικαίως ἂν ἀκοῦσαι πάντα κατειργασμένη. πρῶτον μὲν γὰρ ἐκεῖνο πάντες ἂν συμφαῖεν ὅτι τοῖς τοσοῦτον λειπομένοις καὶ ναυσὶ καὶ ὅπλοις καὶ σώμασι καὶ χρήμασι καὶ πάσῃ τῇ τοῦ πολέμου παρασκευῇ ἓν μόνον ἀντίρροπον κατελείπετο καὶ ὡς ἀληθῶς Ἑλληνικὸν, τὸ βουλεύεσθαι καλῶς, ἢ χρῆναι ἀτίμως συμπατηθῆναι, καθάπερ τὰ μικρὸν τῆς γῆς ὑπερέχοντα. μὴ γὰρ ὅτι εἰς ἀντιπάλων μέρος ἐξήρκουν, ἀλλ᾽ ἐν προσθήκῃ τῷ βασιλεῖ γενομένων οὐκ ἂν ἦν τὸ ἐπίδηλον. τούτου δ᾽ οὕτω κειμένου καὶ πάντων ἂν ταύτῃ [κατὰ ταὐτὸ ψηφιζομένων ἢ] θεμένων καὶ σοφῶν καὶ πολλῶν οὐκ ἔστιν ἀντειπεῖν ὡς οὐχ ἥδ᾽ ἐστὶν ἡ παρασχομένη τὸν βουλευσάμενον καὶ περὶ αὐτῶν καὶ περὶ τῶν ἄλλων ἃ σώσειν ἔμελλεν.


   Αιλ. Αρ. Λογ. 13. 132 ὃ δὲ τούτου τ᾽ ἐξήρτηται καὶ καθ᾽ αὑτὸ διαρκῆ τὴν ἐπίδειξιν ἔχει πάλιν σκεψώμεθα. οὐδεὶς γὰρ οὕτω σκαιός ἐστιν οὐδὲ τἀναντία τοῖς φανεροῖς φρονῶν ὅστις οὐ συμφήσει ὡς εἰς τὰς ναῦς ἧκε τότε τοῖς Ἕλλησι τὰ πράγματα, οὐδ᾽ ὡς τοῦτο ἄριστον ἦν τῆς γνώμης: οἱ μὲν γὰρ εἰς Πύλας ἐξελθόντες καὶ τάξαντες ἑαυτοὺς ἐπὶ τὰς παρόδους οἱ μὲν ὥσπερ νεφέλην προσιοῦσαν οὐκ ἤνεγκαν, ἀλλ᾽ αἰσχρῶς τὴν ἐπίνοιαν διέφθειραν, δραπετεύειν ἀναγκασθέντες καὶ σώζειν ἑαυτοὺς χωρὶς ἕκαστοι μελλόντων ἔτι τῶν δεινῶν: οὕτως ἀνομοίως τὴν Μαραθῶνι μάχην ἐμιμήσαντο: οἱ δὲ ὑπολειφθέντες οὐκ ἠδυνήθησαν ταυτὸν τοῖς Μαραθῶνι διαπράξασθαι, ἀλλ᾽ εὐθύς τ᾽ ἔμειναν ὡς πεισόμενοι μᾶλλον ἢ δράσοντες καὶ καταχωσθέντες ἀπώλοντο, ἑνὶ τούτῳ κοσμήσαντες τὴν Ἑλλάδα, τῷ καλῶς ἀποθανεῖν, καὶ τοσοῦτον ἐπιδειξάμενοι μόνον: οἱ δ᾽ ὥσπερ χειμάρρους ἐχώρουν διὰ πάντων ἤδη δεχομένων. καίτοι τοῦτο δυοῖν ἐστι σημεῖον, τοῦ μήτ᾽ ἐν τῇ γῇ φανῆναί τινας τῶν Ἑλλήνων ὁμοίους τῇ πόλει καὶ οἷς ἐκεῖνοι πρότερον κατέπραξαν, μᾶλλον δὲ τοῦ μηδὲ σύμπαντας ὁμοίους καὶ τοῦ τὰ ἐν τῇ θαλάττῃ μόνα τότε τοῖς Ἕλλησι λειφθῆναι: οὕτω δ᾽ αὖ τούτου σαφοῦς ὄντος καὶ διπλῆν γενέσθαι τὴν γνώμην οὐδενὶ λείποντος τοσοῦτον διήνεγκεν ἡ πόλις ἐν τούτοις ὥστε κἂν αἰσχυνθῆναί τινα ὑπὲρ τῆς λοιπῆς Ἑλλάδος. πρῶτον μέν γε τῷ πλήθει τῶν τριήρων οὕτω λαμπρῶς ὑπερῆρεν ὥστε, εἴ τις χωρὶς ἀφέλοι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν δύναμιν πρός γε τὸν συλλεχθέντα τοῦ ναυτικοῦ ἀριθμὸν, ἐξεῖναι τὰς μὲν τῆς πόλεως ναῦς νομίσαι τὰς ἁπάντων εἶναι, τὰς δὲ κοινὰς ἁπάντων μιᾶς τινος τῶν ἐν τοῖς Ἕλλησι πόλεως. ὥστ᾽ εἴ τις θεῶν ἤρετο τοὺς Ἕλληνας τότ᾽ εἰ μὴ δέοι πάσας ἀγωνίσασθαι μηδ᾽ ἐξείη, πότερον τὰς ἁπάντων τῶν ἄλλων παρούσας δέξαιντο ἂν μᾶλλον ἢ τὰς Ἀθήνηθεν μόνας, οὐχ αἵρεσιν εἶναι πάντες ἂν εἶπον, ἀλλ᾽

   Αιλ. Αρ. Λογ. 13. 133 Ἀθηναίους ὑπὲρ σφῶν ἀγωνίζεσθαι λείπεσθαι. κἂν εἰ πάλιν αὐτὸς ὁ θεὸς αὐτοὺς ἐπανήρετο, οὐκοῦν ὁμολογεῖτ᾽ Ἀθηναίοις γε θαρρεῖν ὑπὲρ αὑτῶν μᾶλλον ἢ ὑμῖν αὐτοῖς, ἄρνησις οὐκ ἦν δήπουθεν. οὐ γὰρ μέρος εἰς τὸ κοινὸν εἰσήνεγκαν, ἀλλ᾽ ἡ παρὰ πάντων συντέλεια μέρος τῶν ἰδίων τῆς πόλεως ἐγένετο. ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν τοσαύτην συνεισήνεγκαν ὥστε μικρὸν εἶναι τὸ ταῖς ναυσὶ τοσοῦτον ὑπερέχειν. μόνοι μὲν γὰρ ἁπάντων ἀνθρώπων ὑπέμειναν τὴν ἑαυτῶν ἐκλιπεῖν ὑπὲρ τοῦ μὴ τὴν τῶν ἄλλων ἁπάντων ἀνάστατον γενομένην ἐπιδεῖν, μόνοι δὲ οὐχ ὑπὸ πολεμίων τοῦτο παθόντες, ὑπὸ σφῶν αὐτῶν ἐξῳκίσθησαν ὑπὲρ νίκης, οὐ κατὰ συμφορὰν ὑφ᾽ ἑτέρων, ἀλλ᾽ ἃ τοῖς ἄλλοις πέρας εἶναι δοκεῖ τῶν ἐν τοῖς πολέμοις ἀτυχημάτων, ταῦτ᾽ εἰς ἀρετὴν ἔτρεψαν καὶ παρείλοντο Ξέρξην τὰς ἐλπίδας τὸ καθ᾽ αὑτοὺς, ἐνδειξάμενοι τοῦθ᾽, ὅτι κἂν μυριάκις κατάσχῃ τὴν χώραν, κἂν τὰς ἑστίας διερευνήσηται, κἂν ἐκ βάθρων ἅπαντα ἀνασπάσῃ, οὐδὲν μᾶλλον τὸ τῶν Ἀθηναίων ἀξίωμα καθαιρήσει οὐδὲ ἀφαιρήσεται σφᾶς τό γ᾽ Ἀθηναίους εἶναι, ἀλλ᾽ ἀπέραντα πονεῖ καὶ τοῖς ἐν Ἅιδου καταδίκοις προσόμοια. καίτοι τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φανερωτέρα τίνων Ἑλλήνων ἢ καθάπαξ εἰπεῖν ἀνθρώπων ἐξετάζοντι φανήσεται; οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτ᾽ ἐν γῇ μήτ᾽ ἐν θαλάττῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφ᾽ ὧν αὐτοὶ προεῖντο τὴν αὑτῶν. ἡ μὲν δὴ πρὸ τῶν κινδύνων τε καὶ πρὸς τοὺς κινδύνους προθυμία τοσαύτη καὶ οὕτως ἄλογος ὡς εἰπεῖν, ἢ τό γε ἀληθέστερον εἰπεῖν, οὕτως εὔλογος: ἡ δὲ παρ᾽ αὐτὸν τὸν ἀγῶνα καὶ κίνδυνον οὕτω περιφανὴς ὥστε μόνους ἔξεστιν εἰπεῖν ἐπὶ σφῶν αὐτῶν νικῆσαι: πρῶτοι γὰρ ἐποίησαν τὴν τροπήν.

   Αιλ. Αρ. Λογ. 13. 134 βούλομαι δὲ ἐπαναχωρήσας ἔτι μικρὰ πρὸ τῆς ναυμαχίας προειπεῖν. οἱ μὲν γὰρ ἄλλοι πάντες τὸ τῶν νεῶν πλῆθος καὶ τὴν προθυμίαν τῆς πόλεως καὶ τὰς πράξεις ἐγκωμιάζουσιν, ἐγὼ δὲ, εἰ καὶ παράδοξον εἰπεῖν, ἕν τι φημὶ πάντας αὐτοὺς παραλιπεῖν, οὐδενὸς ἧττον τούτων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, ὃ νῦν αὐτὸς εἰς μέσον θήσω, τἀληθὲς οὐκ αἰσχυνθείς: ὡς ὅστις αἰσχύνῃ τοῦτο παρέρχεται καὶ δι᾽ εὔνοιαν τὴν πρὸς τὴν πόλιν παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν ναυμαχίαν παρέρχοιτο δι᾽ εὔνοιαν τὴν πρὸς τὴν πόλιν. ἀμφοτέρας γὰρ τὰς νίκας ἀνείλοντο σαφέστατα ἀνθρώπων οἱ τότε, πάλαι τε δὴ τὰς Ἀθήνας οἰκοῦντες καὶ ἔτι κάλλιον κομισάμενοι: τοὺς μὲν γὰρ ἐχθροὺς τοῖς ὅπλοις, τῇ δ᾽ ἐπιεικείᾳ τοὺς φίλους ἐνίκησαν. τὸ γὰρ τοσαύτην μὲν προθυμίαν παρεχομένους ὑπὲρ τῆς ἁπάντων σωτηρίας, τοσαύτην δὲ εἰσφορὰν εἰσενεγκόντας τῇ κοινῇ χρείᾳ, πάντα δὲ αὐτοὺς ὄντας, καὶ τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς, τῶν δ᾽ ἐν ταῖς ναυσὶν εἰς τὴν πόλιν ἀνακειμένων, τῶν δ᾽ ἄλλων, ὥσπερ χειμῶνος ὥρᾳ, καταφευγόντων πρὸς τὴν ἐκείνων δύναμιν καὶ ἐπὶ τῆς ἐκείνων ἀρετῆς τε καὶ τύχης ὁρμούντων, καὶ μηδ᾽ ἂν αὐτῶν, ὅπερ εἶπον, ἐξάρνων γιγνομένων ὡς οὐχ οὕτως ταῦτ᾽ ἔχει, τοσοῦτον πραότητος καὶ μεγαλοψυχίας προσθεῖναι ὥσθ᾽ ἑτέροις ἡγεῖσθαι συγχωρῆσαι τὴν ἐπὶ σχήματος ἡγεμονίαν, καὶ μὴ φιλονεικῆσαι, μηδὲ ἃ κἂν οἱ νωθρότατοι τὴν φύσιν εἶπον, κἂν ὑπὲρ αὐτῶν ἕτεροι μηδὲν μήτε φθέγξασθαι μήτε μελλῆσαι μήθ᾽ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τούτων ἕνεκα, πῶς οὐ πᾶσαν ἤδη σοφίαν παρ᾽ ἐκείνοις οὖσαν ὡς ἀληθῶς ἀποφαίνει καὶ πάντων ἄνδρας ἀρίστους ἐκείνους καὶ κατὰ ἔθνη καὶ καθ᾽ ἕνα καὶ ὁπωσοῦν ἐξετάζοντι; εἰ γὰρ τότ᾽ ἐκεῖνοι δυσχεράναντες τὴν τοιαύτην ἀγνωμοσύνην ἐκποδὼν ἔστησαν, ἢ πρὸς φιλονεικίαν ἐχώρησαν, τίς μηχανὴ σωτηρίας, ἢ ποῖον ὄναρ χρηστὸν κατελείπετο τοῖς ἄλλοις, ἢ

   Αιλ. Αρ. Λογ. 13. 135 τίς τῶν εἴτε πλεόνων εἴτε ἐλαττόνων νεῶν ὑπῆρξεν ἂν εἰς τὸ δέον τοῖς Ἕλλησιν ἔτι; φέρε γὰρ πρὸς θεῶν, ἵνα μικρὸν προσδιατρίψωμεν τῷ λόγῳ καὶ τὸ ἦθος αὐτῶν καὶ πᾶν ὃ λέγω σαφέστερον κατίδῃ τις, εἰ τὴν ἡγεμονίαν αὐτοὶ τότε τοὺς Ἕλληνας ᾔτησαν, λέγοντες ὡς, ἂν μὲν κρατηθῶσι τῇ ναυμαχίᾳ, οὐκ ἔσονται κύριοι σφίσιν αἱρεῖσθαι τοὺς ἡγεμόνας οὐδὲ ὑπὲρ τῶν ἐν αὐτοῖς ἡγησομένων ὁ βάρβαρος αὐτοῖς εἶναι ποιήσει τὸν λόγον, ἀλλ᾽ ἀκολουθεῖν αἰσχρῶς ἐκείνῳ δεήσει καὶ δούλους καὶ ἀναρπάστους γενέσθαι, ἴσως δὲ οὐδ᾽ ἀκολουθεῖν, ἀλλ᾽ ἀφανισθέντας τρόπον ὅντινα ἐκείνῳ δόξειεν ἀπελθεῖν ἐξ ἀνθρώπων αὐτοῖς ἱεροῖς καὶ ὅπλοις καὶ νόμοις: λέγοντες δ᾽ ὅτι ταῦθ᾽ ἡμεῖς προορώμενοι τὴν πόλιν εἰς τὰς τριήρεις πᾶσαν μετεσκευάσαμεν, καὶ εἴτε δεῖ τὰ μέγιστα τετολμηκέναι, ἐκλέλειπται τὰ κοινὰ τῆς ἀνθρωπείας φύσεως ἡμῖν ὑπὲρ ὑμῶν, εἴτε παρασκευῆς οὕτως ἔχειν, ὡς ἀβίωτον ὂν ἡττηθεῖσιν, ἡμεῖς τοῦτο διανενοήμεθα: καὶ μόνοις ἡμῖν ἀναγκαῖόν ἐστι τὸ νικᾶν: ὥστ᾽ εἴτε τι νίκης δεῖσθε, τοσοῦτον ἡμῖν προκέκοπται, εἴτε καὶ τὴν συντέλειαν δεῖ σκοπεῖν, δύο τοῦ παντὸς μέρη μόνοι πληροῦμεν, οὗτοι δ᾽ εἰκοστὸν τοῦ παρ᾽ ἡμῶν: εἰ ταῦτ᾽ ἔλεγον καὶ κεφάλαια προσετίθεσαν, ὅτι εἰ μὲν δέχεσθε ἐπὶ τούτοις: εἰ δὲ μὴ, σκοπεῖτε μὴ οὐχ ἡμᾶς μειζόνων ἢ ὑμᾶς αὐτοὺς ἀποστερήσετε: εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ τὸν ἡγούμενον, ὃς τοσοῦτον ἁπάντων ὑπερεῖχεν ὥσθ᾽ εἷς ἀντὶ πάντων ἦν, ὃς μόνος καὶ τόπους καὶ καιροὺς καὶ τὰ τῶν βαρβάρων ἀπόρρητα καὶ τὰ μέλλοντα ὥσπερ μάντις ἐξηγεῖτο: ἀλλ᾽ εἰ προσέθηκαν ἐκεῖνο μόνον τῇ προκλήσει, ὅτι, εἰ δ᾽ ἄρ᾽ ἄλλως ἐγνώκατε ὑμεῖς, ἡμῖν δ᾽ ἕτερος δώσει τὴν ὑμετέραν ἡγεμονίαν ἄσμενος καὶ προσθήσει χρήματα Μηδικὰ καὶ δωρεὰς, πρὸς ταῦθ᾽ αἱρεῖσθε ὁπότερα βούλεσθε, ἆρ᾽ ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας, ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ παριδεῖν, εἶπον ἂν, εἰ τούτοις

   Αιλ. Αρ. Λογ. 13. 136 ἐχρῶντο; μὴ γὰρ ὅτι λειπομένης μὲν τῆς θαλάττης μόνης, τοσαύτας δὲ ναῦς αὐτοὺς ἰδίᾳ παρεχομένους, τῶν δ᾽ ἐλπίδων ὄντας τὸ κεφάλαιον, ἐφεστηκότας δὲ τῇ ῥοπῇ τῆς σωτηρίας, μόνους δὲ ἀγωνιστὰς ὄντας τοῦ πράγματος ἀξιόχρεως, πάντων δὲ προβεβληκότας αὑτοὺς, οὐχ ἡγεμόνων τάξιν μόνον, ἀλλὰ καὶ πατέρων, ἔχοντας δ᾽ ὡς εἰπεῖν παρ᾽ αὐτῶν ὧν ἐποίουν τὴν ἡγεμονίαν: ἀλλ᾽ εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενὸς, πάντες δ᾽ ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις ἀλλήλοις, ἔρανος δ᾽ ἦν, ἔδει δ᾽ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἀστέρες; ἢ πῶς οὐχ ὑπὲρ σύμπαντας ἦσαν ταῖς ψήφοις, οὐ μόνον κατὰ τὴν ἐπιστήμην; καίτοι τοῦτο ἔσχατον εἶναι δοκεῖ τῶν δικαίων ἐν τοῖς τοιούτοις: οὐ γὰρ δή που κατὰ μίαν μὲν τῶν τριήρων αὐτοῖς οὕτως ἦρχον οἱ κυβερνῆται τέχνῃ προκριθέντες, πασῶν δὲ λαβεῖν τὴν ἡγεμονίαν οὐ τοῖς ταῦτα κρατίστοις ὠφείλετο, ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δίκαιον. ἀλλ᾽ ἐκεῖνό γε δὴ καὶ πρόδηλον καὶ μόνον ἀρκοῦν, τῶν συνειλεγμένων δέον τινὰς ἡγεῖσθαι τοῦ πρὸς τὸν βάρβαρον πολέμου, οὐ τοὺς πρὸς τὸν πρότερον στόλον τῶν αὐτῶν τούτων βαρβάρων μόνους κινδυνεύσαντας ὑπὲρ πάντων, τούτους ἡγεῖσθαι ἔδει; οἷς γὰρ τὰ παρόντα κοινὰ πρὸς τοὺς μετέχοντας ἦν, οὗτοι τοῖς ἰδίοις ἐνίκων ἅπαντας: καὶ τοσούτῳ γε ἐλάττω τὴν χάριν ἐκομίζοντ᾽ ἂν, ὅσῳ πάντας μὲν ἠλευθέρωσαν, τῶν παρόντων δὲ ἔμελλον ἡγήσεσθαι.

καὶ μὴν εἰ μὲν οὐδεὶς ἀντεῖπεν αὐτοῖς πρὸς ταῦτα, ἀλλὰ πάντες ἀμφοῖν χεροῖν ἀπέστησαν, πῶς οὐκ ἄξιον τῆς μεγαλοψυχίας ἀγασθῆναι; οἳ πανταχῆ παρεῖδον τὰ καθ᾽ ἑαυτοὺς, καὶ τοσοῦτον μὲν τὸν πρόσθεν ἀράμενοι, πάλιν δὲ ἐν τῷ τότε ὑπὲρ τὴν φύσιν φιλοτιμούμενοι πλέον οὐδὲν ἐζήτησαν. εἰ δὲ μὴ προσέξειν ἔμελλον αὐτοῖς οἱ Ἕλληνες, οἱ δὲ πρὸς ὀργὴν ἐγκατέλιπον, τί ἦν ἐν μέσῳ τῆς οὐδ᾽ ἐν τοῖς βαρβάροις ἀπεστερημένης Ἑλλάδος τὸ θαυμάζεσθαι ἀλλ᾽ οὐδ᾽ ὄνομα νῦν λείπεσθαι; ἀλλὰ μὴν

   Αιλ. Αρ. Λογ. 13. 137 τριῶν γε ἕν τι κατηνάγκαστο, ἢ πάντων εἰξάντων ἔχειν τὴν ἡγεμονίαν, οὗ μεῖζον οὐδὲν ἂν εἴποι τις δεῖγμα τῆς ἐκείνων ἀρετῆς καὶ τοῦ προῖκα τοὺς Ἕλληνας ἐλευθεροῦν, ἢ μηδενὸς ταῦτα συγχωροῦντος ἅπαντας οἴχεσθαι καταλειφθέντας, ἢ δίχα τὰς ψήφους ἐλθεῖν, ἐν ᾧ στασιάζειν καὶ πολεμεῖν πρὸς ἀλλήλους ἦν, οὐκ ἔχοντας ὅπως χρὴ τοῖς βαρβάροις: ὃ τῇ μὲν τοῦ πράγματος φύσει συμβὰν, τῇ δὲ ἐκείνων προνοίᾳ κωλυθὲν φαίνεται. καὶ μὴν εἰ μὲν ἐκίνει ταῦτα αὐτοὺς ἃ νῦν διεξῆλθον, εἶτα κατεῖχον σιγῇ τοὺς λογισμοὺς, ἐσχάτης βάσανον καρτερίας παρεῖχον. εἰ δ᾽ οὐδὲν ᾤοντο ἐλαττοῦσθαι, τίνας εἰς ταυτὸν ἄξιον ἐκείνοις θεῖναι, οἳ μόνοις ᾔδεσαν τοῖς βαρβάροις ὀργίζεσθαι; ἀλλ᾽ οἶμαι πρὸς ἓν τοῦτο ἅπαντα συνετάξαντο, ὅπως καὶ τοὺς παρόντας καὶ τοὺς ἀπόντας τοὺς μὲν ἑκόντας, τοὺς δ᾽ ἄκοντας ἐξαιρήσονται καὶ τοῦτο δίκαιον ἑώρων μόνον, ἐπεὶ πάντα γε εἰ καθαρῶς ἐξήταζον, οὐδεὶς ἂν Ἑλλήνων τότ᾽ ἦν ἐν Σαλαμῖνι. προσθήσω γὰρ εὐφημίας ἕνεκα τὴν Σαλαμῖνα. νῦν δὲ τοῦτο σφίσιν ἔκριναν ἐξαρκεῖν, καταστῆναι τοῖς Ἕλλησι τὰ πράγματα. καὶ διὰ τοῦτο οὐ μόνον τῆς ἡγεμονίας, ἀλλὰ καὶ τῆς πόλεως αὐτῆς ἀπέστησαν, ἁπάσης ἰδίας ἀσφαλείας καὶ πλεονεξίας τὰ κοινῇ συμφέροντα προκρίναντες, καὶ νομίζοντες ταύτην ὡς ἀληθῶς καὶ μεγάλην ἡγεμονίαν κατεργάσεσθαι, ἐὰν ἡγήσωνται τοῖς Ἕλλησι πρὸς τὴν ἐλευθερίαν καὶ τὸ σωθῆναι. Λακεδαιμονίους δὲ, ὥσπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἐβουλήθησαν προθυμοτέρους ποιῆσαι. καὶ διὰ τοῦτο ἤγαγον εἰς τὸ πρόσθεν παρακλήσεως ἕνεκα καὶ τοῦ τὰ πραττόμενα ὑπὸ σφῶν μιμεῖσθαι. ταῦτα δὲ ἐποίουν καὶ τοῖς ψηφίσμασιν. οὐ μὴν ὥσπερ τῷ ῥήματι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέροις παρεῖσαν, πόθεν; ἀλλ᾽ οἱ μὲν ὄνομα ἡγεμόνων, οἱ δ᾽ ἔργα παρείχοντο, καὶ τοσούτῳ κάλλιον αὐτοῖς τὸ σχῆμα καθίστατο ὅσῳ τῶν ἡγεμόνων αὐτῶν

   Αιλ. Αρ. Λογ. 13. 138 εἶχον τὴν ἡγεμονίαν. ὅ τι γὰρ μὴ δόξειεν Ἀθηναίων ἑνὶ, πάντ᾽ ἦν ἄκυρα, ὥσθ᾽ ὁ μὲν Λακεδαιμονίων ναύαρχος τῶν ἀφ᾽ ἑκάστων ἀρχόντων ἦρχεν, ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων: ἅπερ οὖν καὶ οἱ Ἕλληνες συνιδόντες τὰ ἀριστεῖα τῶν ναυμαχιῶν ἀπέδοσαν τῇ πόλει, καὶ μαρτυρίαν παρόντων ὡς ἀληθῶς καὶ ἑορακότων παρέσχοντο τίνες ἦσαν οἱ πρὸς τὴν σωτηρίαν αὐτοῖς ἡγησάμενοι. καὶ συνέβη τῇ πόλει διχόθεν τὰ πρωτεῖα ἀνελέσθαι. τὰς μὲν γὰρ πόλεις ὑπερεῖχον Ἀθῆναι, τοὺς δὲ ἄνδρας ἀνὴρ Ἀθηναίων εἷς. οὕτως ὃ μὲν ἦν τρόπου πραότητος ἐν τῷ συγχωρῆσαι παρέσχοντο, ὃ δὲ ἀληθινῆς ἡγεμονίας ἦν παρὰ πάντων ἐκείνοις ἀνετέθη. καὶ μὴν καὶ πρὸς τὰ λοιπὰ τοῦ πολέμου τὴν πόλιν ἤδη καθαρῶς προεστήσαντο οἱ Ἕλληνες: πάντες γὰρ οἱ σύλλογοι καὶ αἱ σύνοδοι πρὸς Ἀθηναίους καὶ παρ᾽ Ἀθηναίων ἐκ τούτων ἐγίγνοντο, καὶ κατέστη κοινὸν βουλευτήριον ἡ πόλις τοῦ πρὸς τὸν βάρβαρον πολέμου.

ἀλλὰ γὰρ ἡ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγος λόγῳ παραδιδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. εἶμι δὲ ἐπ᾽ αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ μέσῳ διέλαβον. μηδεὶς δὲ ἡμᾶς ἡγείσθω πέρα τοῦ δέοντος διατρίβειν μηδ᾽ ἐπ᾽ ἐξειργασμένοις ἀναλαμβάνειν, ἀλλὰ σκοπείσθω τὴν χρείαν ὅση καὶ τὴν ἑκάστου τοῦ λόγου πρόφασιν καὶ ποῖ φέρει. κἂν οὕτως σκοπῇ, πολλὰ μὲν εἶναι δόξει τὰ λεγόμενα, ἕκαστον δ᾽ εἰσάπαξ εἰρῆσθαι, καὶ τῇ μὲν ἀνάγκῃ ἐφάμιλλα πάντα, ὥστε μηδὲν εἶναι παραλιπεῖν ἀτιμάσαντα, τῇ τάξει δ᾽ ἑτέρως οὐκ ἐγχωροῦντα συμβῆναι, τὸ δὲ ἀεὶ παρενεγκὸν τῆς συνεχείας ὂν καὶ τῆς ἀκολουθίας εἴσεται, ἀναλαμβάνων τῷ νῷ ταῦτα παρ᾽ αὑτῷ καὶ σκοπῶν εἴ πως ἑτέρως μᾶλλον ἥρμοττεν. ἔτι δὲ εἰ μὲν περὶ μηδενὸς ἀξίων πραγμάτων ἢ περὶ ὧν ἐκ γειτόνων ἐστὶ τὰ παραδείγματα τὴν ἐξέτασιν ταύτην καὶ σπουδὴν ἐποιούμεθα, εἰκότως ἄν τις ἡμᾶς

   Αιλ. Αρ. Λογ. 13. 139 ἔφη μικρολογεῖσθαι: νῦν δὲ ὑπὲρ ὧν πάντες μὲν ποιηταὶ λέγοντες ἐλάττους γεγόνασι, πᾶσα δ᾽ ἡ περὶ τοὺς λόγους δύναμις ἥττηται, πάντες δ᾽ ὥσπερ ὑπ᾽ ἐκπλήξεως θαυμάζουσι μᾶλλον ἢ οἱ δι᾽ ἀκριβείας ἕκαστα ἑορακότες, περὶ τούτων ἀγωνιζόμεθα οὐδὲν ἐλάττω κατὰ τοὺς λόγους ἀγῶνα μικροῦ δεῖν ἢ κατὰ τὰς πράξεις ἐκεῖνοι τότε. οὐδὲν οὖν ἀργὸν οὐδ᾽ ἀνεξέταστον εἰκὸς παραλιπεῖν, ὡς ὁμοίως ἥ τ᾽ ἐπὶ τοῖς μικροῖς σπουδὴ φέρει μέμψιν καὶ τὸ τοῖς τηλικούτοις μὴ τὴν ἀξίαν διὰ πάντων φυλάξαι. καὶ γὰρ τοῦτο ἕτερον τρόπον ἄν τις εἶναι φαίη μικρολογουμένου. ἀλλ᾽ ἐπάνειμι δή.

συμβάντος γὰρ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς Ἑλλάδος λαμπρῶς καὶ σφαλερῶς ἀνοιχθείσης οἱ μὲν ὥσπερ πύλας τείχους ῥήξαντες εἰσεχέοντο, δυοῖν μερίδοιν οὐδετέρας στερόμενοι. οἱ μὲν γὰρ ἑκόντες, οἱ δ᾽ ἀνάγκῃ προσεχώρουν, περιρρέοντος τοῦ πολέμου καὶ πάντων ἐφεξῆς ὥσπερ πῦρ ἐπιὸν ὑποφευγόντων, οἱ δὲ τῆς Ἀθηνᾶς ἐν πολλοῖς ἤδη πολλάκις δείξαντες ὡς ὀρθῶς εἰσιν ἐπώνυμοι καὶ μάλα ἵλεῳ τῇ τῆς θεοῦ χρῶνται διανοίᾳ, καὶ συνειδότες ἔξωθεν οὖσαν τῇ πόλει τὴν φυλακὴν ψήφισμα ποιοῦνται τὴν μὲν πόλιν ἐπιτρέψαι τῇ πολιούχῳ θεῷ, παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα παρακαταθέσθαι, αὐτοὶ δὲ γυμνωθέντες τῶν περιττῶν προβαλέσθαι τὴν θάλατταν, πάντων ὅσα τις εἴποι μέγιστα κατ᾽ ἀνθρώπους ἐν ἡμέρᾳ μιᾷ παρασχόμενοι σύμβολα εὐσεβείας, καρτερίας, φρονήσεως, φιλανθρωπίας, μεγαλοψυχίας: εὐσεβείας μὲν διὰ τὴν πίστιν ἣν ἐν τοῖς θεοῖς εἶχον: καρτερίας δὲ παίδων καὶ γυναικῶν καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀπεζευγμένοι φέροντι τῷ θυμῷ: φιλανθρωπίας δὲ ὅτι ταῦτα ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ὑπέμενον. καὶ μὴν καὶ μεγαλοψυχίᾳ γε τίς ἀνθρώπων ἐκείνοις ὅμοιος, οἳ τῶν ὄντων ὑπὲρ τῆς ἐλευθερίας ἀπέστησαν; ἀλλὰ μὴν τό γε γνῶναι τὸ μόνον μέλλον διασώζειν ἅπαντα τὰ πράγματα,

   Αιλ. Αρ. Λογ. 13. 140 τὴν σοφίαν λέγω, δι᾽ ἣν καὶ τῆς ὑπὸ πάντων ἐν τοῖς λόγοις τιμωμένης τοῖς ἄρχουσιν εὐπειθείας τοὺς πώποτ᾽ ἐνίκησαν τῷ δόγματι. καὶ οἱ μὲν οὕτως ἀπεσκευασμένοι πρὸς τῇ Σαλαμῖνι κατεῖχον τοὺς Ἕλληνας, ὁ δὲ ἀμφοτέρᾳ τῇ χειρὶ παρῆν, ἄγων τοὺς μέχρι τῆς Ἀττικῆς Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, καὶ πέμπει δὴ πάλιν εἰς τὴν Σαλαμῖνα, κελεύων ἃ πρὸ τοῦ, γῆν καὶ ὕδωρ λαβεῖν, νομίζων, εἰ παρόντων καὶ ὁρωμένων τῶν δεινῶν γίγνοιντο οἱ λόγοι, μᾶλλόν τι καμφθήσεσθαι καὶ παραδώσειν τὰ ὦτα αὐτούς: ἐνταῦθα δὴ καὶ πλεῖστον ἐλπίδος ἐσφάλη. οὕτω γὰρ πόρρω δέους ἢ τοῦ μεταθέσθαι περὶ τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγένοντο ὥστ᾽ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ συγχωρεῖν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα ἐπελθοῦσαι διέφθειραν ἐκ χειρός. καὶ παράκλησις αὕτη πρώτη πρὸς τὴν ναυμαχίαν τοῖς Ἕλλησιν ἐγένετο κοινὴ τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν. οὐ μὴν κατῄσχυναν ταύτην τοῖς ἔργοις ἐφεξῆς, ἀλλὰ πρῶτον μὲν ἀνάξια τῶν Ἑλλήνων βουλευομένων τῆς ἐπ᾽ Ἀρτεμισίῳ τόλμης καὶ τῆς Ἀθηναίων παρουσίας καὶ νικῶντος ἤδη τοῦ δρασμοῦ, διεκώλυσαν αὐτοὶ καὶ κατηνάγκασαν ὥσπερ παῖδας ἄκοντας ὑποστῆναι τῇ θεραπείᾳ πάντα πραγματευσάμενοι, τὸ μὲν πρῶτον ἐνδεχομένους μόλις φωνὴν πείθοντες, ἔπειτα, ὡς ἀπέραντον ἦν, ἀπροσδοκήτως περιθέντες τὰς ἀνάγκας καὶ συσκευάσαντες τὴν ναυμαχίαν, ὥστε πρὸς βίαν θαρρῆσαι. ἔπειτα γιγνομένης τῆς συνόδου καὶ τῶν βαρβάρων περικαλυψάντων ταῖς ναυσὶν ἅπαντα τὸν ἔξω τόπον, τότε ἤδη καὶ γῆς καὶ θαλάττης παρὰ τοσοῦτον ἐξειργόμενοι, παρ᾽ ὅσον αἱ τριήρεις ἐπεῖχον, καὶ ὡς ἀληθῶς ὥσπερ ἐν θαλάττῃ καὶ κύμασι πανταχῆ ταυτὸν ὁρῶντες ὅποι βλέψειαν, πολεμίους, οὐδὲν παρεῖσαν ἑτέροις, ἀλλὰ πρῶτοι μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμαχίας, ὥσπερ ἐν Εὐβοίᾳ

   Αιλ. Αρ. Λογ. 13. 141 πάντων ἀποκνούντων, μόνοι δὲ τὸ πᾶν ἐξειργάσαντο, ὅσα μὲν στρατηγοῦ προνοίᾳ κακῶσαι τὸν βασιλέα ἔδει πρότερον παρασκευάσαντες, ὥστ᾽ ἐν τοῖς πολεμίοις φιλίων καὶ τῶν συνευξομένων εὐπορῆσαι—λέγω δὲ τὴν περὶ τοὺς Ἴωνας πρᾶξιν—ἃ δὲ χειρῶν νόμῳ καὶ μετὰ κοινῆς τῆς εὐψυχίας ἔδει πραχθῆναι, κάλλιστα δὴ τῶν ὑφ᾽ ἡλίῳ μάρτυρι καὶ τολμήσαντες καὶ τελεσάμενοι, τάξαντες μὲν αὑτοὺς ἐναντία ἐκείνοις, οἵπερ ἦσαν κεφάλαιον τοῦ ναυτικοῦ τῶν πολεμίων, τρεψάμενοι δὲ πρῶτοι καὶ διαφθείραντες ἄλλας ἀλλαχοῦ τῶν νεῶν ἐν παντοδαποῖς τῶν ἔργων εἴδεσι, παρασχόντες δὲ τοῖς λοιποῖς διώκειν ἀντὶ τοῦ ναυμαχεῖν. ὥστ᾽ ἐμοὶ μὲν παραπλησίως οἱ Ἕλληνες δοκοῦσι νικῆσαι τὴν ναυμαχίαν ἐκείνην ὥσπερ ἂν εἰ καὶ Μαραθῶνι παρόντες μετέσχον τῆς νίκης. ἐκεῖ τε γὰρ ἤρκεσεν ἡ πόλις αὑτῇ καὶ ἐν Σαλαμῖνι τῶν γιγνομένων ἀπέλαυσαν οἱ λοιποί. καὶ τότε μὲν ἡμέρᾳ μιᾷ τῆς μάχης ὑστέρησαν Λακεδαιμόνιοι, ἐκείνῃ δὲ τῇ ἡμέρᾳ αὐτῆς ὑστέρησαν τῆς τροπῆς οἱ συντελεῖς. καὶ τοσοῦτον διενήνοχεν ὥστ᾽ εἰκότως ἄν τινα φῆσαι μὴ μόνον τῆς ἐλευθερίας μηδὲ τῶν ἄθλων τῶν ἐκ τῆς ναυμαχίας χάριν ἂν τῇ πόλει τοὺς Ἕλληνας ἔχειν δικαίως, ἀλλὰ καὶ τῆς νίκης αὐτῆς. καὶ γὰρ ταύτην ὥσπερ ἄλλο τι κέρδος προσλαβόντες φαίνονται καὶ τῆς φιλοτιμίας κοινῇ μετασχόντες. ἐνταῦθα δὴ πᾶσα μὲν ἀκτὴ ναυαγίων ἐπέπληστο, πάντες δὲ οἱ πορθμοὶ συνεκέχυντο, ἔφερε δὲ ὁ πόρος πρὸς τὴν ἤπειρον ἔξω τῷ βασιλεῖ δεινὰ θεάματα καὶ μάλα ἀπᾴδοντα τῆς ἐκείνου περινοίας καὶ τρυφῆς. ἄξιον δὲ καὶ τῆς ἐπιθήκης τῶν κακῶν τῶν γενομένων τοῖς βαρβάροις μνησθῆναι. τὸ γὰρ δὴ πάρεργον τῶν ἔργων οὐκ ἀτιμότερον προσεξείργασται. τί οὖν ἦν τοῦτο; τρεῖς τόπους οἱ βάρβαροι κατέλαβον τὸ κατ᾽ ἀρχὰς, τὴν ἤπειρον, τὴν θάλατταν, τὴν πρὸ τῆς

   Αιλ. Αρ. Λογ. 13. 142 Σαλαμῖνος νῆσον, ὅπως ἀκριβέστερον ἢ δικτύῳ συγκλείοιντο οἱ Ἕλληνες. δοκεῖ γὰρ εἶναι μεγάλη συμφορὰ καὶ παρὰ τὸν νόμον τὸν Μηδικὸν, εἴ τις τῶν ἀνταίρειν τῷ βασιλεῖ τολμησάντων διαφεύξεται. κατὰ οὖν τοὺς ἐκπίπτοντας ἐκ τῆς ναυμαχίας ἐτάχθη τὰ κύρια τῆς στρατιᾶς, ἄνδρες Περσῶν οἱ πρῶτοι, καὶ κατέσχον τὴν νῆσον ἐφεστηκότες ὡς ἐφ᾽ ἑτοίμοις. ὡς δὲ τῶν πρώτων ἀπέτυχον καὶ μετὰ τῶν Ἑλλήνων ἦν ἡ τύχη καὶ περιέστραπτο ἡ πεῖρα, ἀνὴρ Ἀθηναίων εἷς ἐθελοντὴς τὸν κίνδυνον ὑφίστατο καὶ λαβὼν τοὺς ὄντας αὐτῶν ἐν Σαλαμῖνι τοὺς πρεσβύτας ἀποβιβάσας εἰς τὴν νῆσον κτείνει πᾶν τοῦτο τὸ Περσικόν. Ξέρξης δὲ καθῆστο μὲν ἐπὶ τῆς ἠπείρου κεκοσμημένος, ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν, ἤ τις τῶν ἐξ οὐρανοῦ κριτὴς τῶν γιγνομένων, οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρ᾽ αὑτοῦ φόβον ἀρκέσειν. καὶ τοσοῦτον ἦν ἄρα τὸ ἔργον αὐτῷ ὅσον τοῖς μὲν ὀργισθῆναι, τοὺς δὲ τιμῆσαι τῶν στρατιωτῶν. ὡς δ᾽ ἑώρα τὴν θάλατταν αἵματι καὶ ῥοθίῳ ζέουσαν καὶ πάντα νεκρῶν καὶ ναυαγίων μεστὰ καὶ κυριωτέρους ἑτέρους φοβεῖν καὶ τοὺς ἐκείνου καὶ αὐτὸν, ἐκπλαγεὶς καὶ νομίσας θαυματοποιὸν εἶναι τὴν πόλιν παλινῳδίαν ᾖδε, καὶ μεταστρέψας ᾔει τὴν αὐτὴν, οὐ μετὰ τοῦ αὐτοῦ σχήματος, ἓν ἤδη τοῦτ᾽ ἀγώνισμα ποιούμενος τὴν σχεδίαν καταλαβεῖν.

οὕτω διὰ πάντων ἡ πόλις πᾶν ἔσωσε τὸ Ἑλληνικὸν, καὶ τοῖς πᾶσιν ἐδείχθη μόνον φυλακτήριον οὖσα τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τῷ λοιπῷ μέρει τῆς οἰκουμένης. τίσι δὲ λέγω τοῖς πᾶσιν; οἷς ἐνίκα πρότερον μόνη Μαραθῶνι, οἷς ὕστερον τοσοῦτον παρῆλθε τοὺς συστάντας, οἷς αὐτὴ κεφάλαιον τοῦ πολέμου τοῖς στόλοις ἀμφοτέροις ἦν, τοῖς ἐν Πύλαις ἀτυχοῦσιν ἄνευ τῆς πόλεως, τοῖς ἐπ᾽ Ἀρτεμισίῳ νικῶσι διὰ τῆς πόλεως, ταῖς τοῦ θεοῦ μαντείαις, ὧν αἱ μὲν τῆς Ἀθηνᾶς εἶναι τὴν δωρεὰν, αἱ δὲ ἀπολέσθαι τοὺς Ἕλληνας ἔφραζον, εἰ συσταῖεν Ἀθηναῖοι

   Αιλ. Αρ. Λογ. 13. 143 μετὰ τῶν βαρβάρων. ὥστε καὶ ἐξ ὧν οὐκ ἔπαθον οἱ Ἕλληνες καὶ ἐξ ὧν ἔμελλον πείσεσθαι καὶ οἷς ἐποίησεν ἡ πόλις καὶ οἷς οὐκ ἐποίησε μόνη φέρεται τὴν τοῦ παντὸς κρίσιν: ἔτι πρὸς τούτοις τῇ τοῦ στρατηγοῦ συντελείᾳ, τῷ πλήθει τῶν τριήρων, τῷ κατάρξαι τῶν ναυμαχιῶν, τῷ τοὺς τόπους εὑρεῖν, τῷ τοὺς Ἕλληνας κατασχεῖν, τῷ πρώτην νικῆσαι καὶ τὴν μεγίστην τοῦ ναυτικοῦ μοῖραν, τῷ πλεῖστον διαφθεῖραι, τοῖς ἀπ᾽ Ἐλευσῖνος φάσμασι, τοῖς ἐν Ψυτταλίᾳ περιττοῖς, τῇ παρὰ τῶν ἐχθρῶν: οἱ μὲν γὰρ τὰ ἀριστεῖα ἔδοσαν τῇ πόλει καὶ ταῦτα ἡγεῖσθαι ἐφ᾽ ὧν ἦν, ὁ δὲ ἐκείνων βασιλεὺς φεύγων ᾤχετο: ὥστε καὶ παρὰ θεῶν καὶ παρ᾽ ἀνθρώπων καὶ φίλων καὶ πολεμίων τῇ πόλει δεδόσθαι τὰς ψήφους. καὶ ταύτῃ αὖ διχόθεν ταῦτα συμβαίνει, τὰ μὲν ἐξ ὧν κοινῇ προὐκρίθη καὶ κατέπραξε, τὰ δ᾽ ἐξ ὧν διὰ τοῦ στρατηγοῦ. καὶ τὰ μὲν αὖ τοῦ βασιλέως οὕτως εἶχε: Μαρδόνιος δὲ ὑπελείπετο μὲν θανατῶν, συνειδὼς ἑαυτῷ μέρος τι τῆς στρατείας αἴτιος γεγονὼς, τῆς δ᾽ αὐτῆς μονῆς καὶ τύχης ἔγνω τι καὶ τολμήσας καὶ λαβὼν παρὰ τοῦ βασιλέως τὰ κράτιστα τοῦ πεζοῦ προσεκάθητο. οὐ μὴν οὐδὲ πρὸς ταῦτα ἑτέρων ἐδέησε τοῖς Ἕλλησιν, ἀλλ᾽ ὥσπερ ἄλλο τι λοιπὸν καὶ τοῦτο προσεξειργάσατο ἡ πόλις καὶ διεξῆλθε μέχρι τῆς τελευτῆς, ὥσπερ οἱ τοὺς στεφάνους συνειρόντες. οἱ μὲν οὖν ἄλλοι τῇ μετουσίᾳ τῆς μάχης σεμνύνονται, ὅσοι δὴ καὶ παρεγένοντο, καὶ ταῦτα οὐδένες αὐτῶν ἐγγὺς τῆς πόλεως οὔτε πλήθει στρατοπέδου οὔτε προθυμίᾳ γενόμενοι, ἡ δὲ ὑμετέρα πόλις πολλῷ πρότερον τῆς μάχης ἐνίκησεν αὖθις καὶ Μαρδόνιον καὶ βασιλέα ὡς ἀληθῶς ἰδίαν νίκην ἑαυτῆς καὶ μόνοις τοῖς Ἀθηναίοις προσήκουσαν. ὡς γὰρ πρὸς αὐτὴν ἑώρα πᾶν τὸ Ἑλληνικὸν καὶ παρ᾽ ἀμφοτέρων ἔγνωστο καλῶς οὗ τῶν πραγμάτων ἐστὶ τὰ κύρια, καὶ παρὰ τῶν Ἑλλήνων λέγω καὶ παρὰ τῶν βαρβάρων, ἐνθύμιον βασιλεῖ καὶ Μαρδονίῳ γίγνεται: ὃ καὶ φρόνιμον καὶ εὔηθες ἔξεστι

   Αιλ. Αρ. Λογ. 13. 144 προσεπεῖν. ἦν μέν γε τὸ πάντων κράτιστον περιφανῶς, εἰ προὐχώρησε. τοῦτο δὲ ἦν παντὸς μᾶλλον ἀδύνατον. τί δὲ τοῦτο ἦν; ἐσκέψαντο μεταστῆσαι πρὸς αὑτοὺς τὴν πόλιν καὶ ψιλῶσαι τὸ Ἑλληνικὸν αὐτῆς, οὐ μόνον τὰ παρελθόντα συνειδότες, ἀλλὰ καὶ τὰ παρόντα ὁρῶντες ὡς δι᾽ ἐκείνων ἤγετο: πρὸς δὲ τούτοις καὶ τῶν ἐκ Δελφῶν λογίων, ὡς λέγεται, διαρρήδην μαρτυρούντων, εἰ γένοιντο Ἀθηναῖοι μετὰ τούτων, οἰχήσεσθαι τοῖς Ἕλλησι τὰ πράγματα. ἐδόκει δὴ τῷ βασιλεῖ καὶ τὸν φόβον ὠνουμένῳ καὶ τὸ κέρδος ἐνθυμουμένῳ πειρᾶσθαι τῆς πόλεως: καὶ πέμπει δὴ κήρυκας τἀναντία τοῖς πρόσθεν λέγοντας. ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος, ταῦτα ἐδίδου τότε, οὐκ ἀπὸ ἴσου τοῦ μέτρου, ἀλλὰ τοῦτο μὲν τὴν πόλιν καὶ τὴν χώραν αὐτοῖς ἀπεδίδου πᾶσαν, τοῦτο δὲ τὴν λοιπὴν Ἑλλάδα δωρεὰν προσετίθει. χωρὶς δὲ τούτων ἐπῆν χρήματα ὑπὲρ πάνθ᾽ ὅσ᾽ ἐν Ἕλλησι καὶ φίλους καὶ συμμάχους εἶναι βεβαίως: ἐξ ὧν ὅτι καὶ μόνους ἐδεδίει καὶ μόνοις ἐθάρρει μᾶλλον ἢ πᾶσιν οἷς εἶχεν, εἰ πείσειεν, ἐμαρτύρει. καὶ τὸ μὲν κεφάλαιον τῆς πρεσβείας τοιοῦτον ἦν. ἐκηρύκευε δὲ Ἀλέξανδρος βασιλεὺς Μακεδονίας. οἱ δὲ τοσοῦτον ἀπέσχον τοῦ θαυμάσαι τὰς ἐπαγγελίας, ἢ καὶ σύμπαντα ἃ κέκτηται διδόντα ἄξια σφῶν εἶναι νομίσαι, ὥστε ἔσωσε τὸν πρεσβευτὴν τὸ σχῆμα τῆς προξενίας. οὐ μὴν οὐδὲ οὕτως ἀδεᾶ καθάπαξ ἀπέστειλαν, ἀλλ᾽ εἰ μὴ πρὸ ἡλίου δύνοντος ἐκτὸς ὅρων εἴη, καὶ τοῦ λοιποῦ προειπόντες ἄλλο τι τοῖς Ἀθηναίοις μᾶλλον προξενεῖν, ὡς οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα: καὶ ἅμα ἀγωγοὶ διὰ τῆς χώρας αὐτὸν ἦγον, ὅπως μήτε τις ἅψηται μήτε τῳ διαλέξηται. ταύτην ἐγὼ τὴν ἀπόκρισιν τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῶν τροπαίων οὐχ ἧττον ἀξίαν ἡγοῦμαι θαυμάσαι οὐδὲ ἐλάττω φιλοτιμίαν παρέχειν οὔτε τοῖς δοῦσιν οὔτε τῷ

   Αιλ. Αρ. Λογ. 13. 145 πείσαντι. εἰς μὲν γὰρ ἐκεῖνα ὅπλοις καὶ τριήρεσι καὶ ὀργάνοις ἔδει προσχρήσασθαι, ἐνταῦθα δὲ τοῖς σφετέροις αὐτῶν καθαρῶς ἐχρήσαντο, γνώμῃ καὶ λόγῳ.

τίνες οὖν ἀρετῆς ἀγωνισταὶ καλλίους, ἢ τίνες τῶν πώποτε διαρκέστερον τὴν ἐπίδειξιν αὐτῆς ἐποιήσαντο; οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο καὶ πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμήσαντες, κινδύνους δ᾽ ἀντ᾽ ἀσφαλείας ἑλόμενοι, δικαιοσύνην δ᾽ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας. καὶ οὐ πρὸς μὲν τὰς βαρβαρικὰς ὑποσχέσεις οὕτως ἐχθρῶς καὶ παρατεταγμένως εἶχον, πρὸς δὲ τὰς Ἑλληνικὰς, εἰ προσείη σχῆμα χρείας, ὑποπεπτωκότως, ἢ ὡς ἐπὶ πλεῖον ἀκοῦσαι λόγου. ἀλλὰ ἐλθόντων Λακεδαιμονίων περιφόβων καὶ δεομένων ἐναντία τῇ τοῦ βασιλέως πρεσβείᾳ καὶ τοὺς παῖδας καὶ πρεσβύτας καὶ γυναῖκας αὐτοῖς θρέψειν ὑπισχνουμένων, ἕως ἂν ὁ πόλεμος ᾖ, συνέγνωσαν μᾶλλον ἢ ἀπεδέξαντο, τῷ μὲν φόβῳ χρηστοὺς νομίζοντες, οἷς δ᾽ ἐπηγγέλλοντο ἀπείρους ἔτι τῶν Ἀθηναίων: καὶ τὴν μεγαλοψυχίαν οὐχ ἧττον ἔδειξαν τῷ τὴν ὀργὴν κατασχεῖν ἢ τῷ τὰς ἐπαγγελίας διώσασθαι: εὖ γὰρ ποιεῖν, οὐκ εὖ πάσχειν πεφυκότες ᾔδεσαν καὶ μισθὸν ὀφείλειν αὐτοὺς τοῖς εὖ ποιοῦσι τὸ Ἑλληνικὸν, ἀλλ᾽ οὐχ αὑτοὺς δεῖν παρ᾽ ἑτέρων μισθὸν τῆς ἀρετῆς λαμβάνειν, οὐδ᾽ ἐπὶ κέρδει φιλεῖν τοὺς δόντας αὑτοὺς, οὐδέν γε μᾶλλον ἢ τοὺς παῖδας καὶ γονέας ἐπὶ κέρδει φιλεῖν, ἀλλὰ καὶ μετὰ τῶν ἀναλωμάτων σώζειν, ὥσπερ εἰκὸς τοὺς ὡς ὑπὲρ οἰκείων ταῖς γνώμαις διακειμένους. καὶ τοῦτο μὲν τοσοῦτον καὶ τηλικοῦτον ἔργον εἰς ἀρετῆς λόγον ἐν τοῖς τοῦ πολέμου καιροῖς ἐξέλαμψε, μέσον τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς Πλαταιᾶσι μάχης. ἔδειξαν δ᾽ αὖ κἀκ τούτων χωρὶς ὧν καὶ πρόσθεν διεξῄειν καὶ βασιλεὺς καὶ οἱ Ἕλληνες ἐξ ἁπάντων τοῖς Ἀθηναίοις τιθέμενοι ὁ μὲν διὰ Μαρδονίου καλῶν ἐπὶ τούτοις, οἱ δὲ μὴ ποιεῖν ταῦτα διὰ

   Αιλ. Αρ. Λογ. 13. 146 Λακεδαιμονίων δεόμενοι: τὸ γὰρ ἀνθέλκειν καὶ καλεῖν ὡς αὑτοὺς ἑκατέρους ψῆφος ἦν φανερὰ καὶ πίστις ἐναργὴς παρ᾽ ἀμφοῖν ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν ἐναντίων συνίσασι κρείττους ὄντας οὐ μικρῷ τινι. οὕτω δ᾽ ἐλπίσαντες ἐξ ἀρχῆς ἔτι μᾶλλον θαυμάσαντες ἀπῆλθον: τῶν μὲν γὰρ οὐκ ἠνέσχοντο, τοὺς δὲ ἀπὸ πολλοῦ τοῦ κρείττονος προσεδέξαντο. ὥστε καὶ τὸ εἰκὸς προσγενέσθαι, τὸ καὶ αὐτοὺς ὑπὲρ σφῶν αὐτῶν τὴν ἀξίαν προσθέσθαι ψῆφον καὶ τρεῖς εἶναι τοὺς μάρτυρας ἑξῆς, τοὺς πολεμίους, τοὺς συμμάχους, αὐτοὺς ἑαυτοῖς ἔργῳ διὰ πάντων ὁμοίους γεγενημένους. συναγαγόντες δὲ τοὺς Ἕλληνας ἤδη μᾶλλον αὐτοῖς ἀκολουθεῖν δυναμένους Πλαταιᾶσι γίγνονται. καὶ τὸ μὲν ἀξίωμα τῶν στρατοπέδων, ἢ τὴν παράταξιν τῶν βαρβάρων, ὡς ἐτάχθη διὰ τῆς Βοιωτίας, ἢ τὰ πρὸ τῆς μάχης διηγεῖσθαι διατριβή ἐστι τῆς σπουδῆς οὐκ ἐφικνουμένη. μαρτυρία δ᾽ αὖθις γίγνεται τῇ πόλει θαυμαστὴ παρ᾽ ἀμφοτέρων ἐπὶ τῆς μάχης. Λακεδαιμόνιοι μὲν γὰρ Ἀθηναίοις ἐξέστησαν τῆς ἐπὶ Πέρσας τάξεως, ὥσπερ ἀνάγκῃ τινὶ καὶ φύσει συγκεκληρωμένον Πέρσας Ἀθηναίων ἡττᾶσθαι. αὖθις δὲ ἀνθυπῆγε Μαρδόνιος τοὺς Λακεδαιμονίους ἀνθαιρούμενος, ἡγούμενος λυσιτελεῖν αὑτῷ Λακεδαιμονίους καλῶς ἀποθνήσκοντας μᾶλλον ἢ Ἀθηναίους καλῶς νικῶντας. ταῦτα γὰρ ἐκ τῶν πρὸς αὐτοὺς παραδειγμάτων εὕρισκεν. ὥσπερ οὖν οἱ πύκται περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο, οἱ δὲ ἐδέχοντο μὲν Πέρσας, ἐδέχοντο δὲ πάντας ἀνθρώπους, ὑπῆρχον δὲ εἰς ἅπαντα νικῶντες, τοὺς μὲν βαρβάρους ἀρετῇ, τοὺς δ᾽ Ἕλληνας ἀρετῇ τε καὶ πλήθει. καὶ τήν τε μάχην κρίνουσι διὰ πάντων ἐξελθόντες καὶ τοὺς ἡγουμένους τῆς ἵππου διαφθείραντες. καὶ δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν, ἕως τῶν βαρβάρων οἱ μὲν οὐχ ὁμοίως καὶ πρόσθεν κατεῖχον τὴν Βοιωτίαν κείμενοι,

   Αιλ. Αρ. Λογ. 13. 147 οἱ δ᾽ ὥσπερ ἐκ ναυαγίας ἄοπλοι καὶ ἀσύντακτοι νύκτα ἡμέρας τιμιωτέραν ἄγοντες, ἐκ πολλῶν ὀλίγοι καὶ πολλοὶ κατ᾽ ὀλίγους ἐξεχώρησαν, πολλὰ τῆς ὑπερηφάνου στρατιᾶς καὶ τῶν Ἀθηναίων μεμνημένοι. τούτων δ᾽ οὕτω καταστάντων οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἀσμένως ἀναπεπνεύκεσαν, οὐχ ὅσον ἂν καὶ προσεδόκησαν διαπεφευγότες χειμῶνα, καὶ τὴν πόλιν ἐστεφάνουν, ἐθαύμαζον, πᾶν ὅ τι εἴποιεν αὐτὴν μικρὸν ἡγοῦντο. οὕτω πολλοῦ τινος αὐτοῖς ἔδει ποιῆσαι ὅ τί γε δοκεῖν ἔχειν ἄξιον αὐτῆς: ἡ δὲ ἐνταῦθα δὴ καὶ μάλιστα τὴν περιουσίαν τῆς ἀρετῆς ἐπεδείξατο. τοσοῦτον γὰρ ἐπεξῆλθεν ἐν τοῖς πράγμασιν ὥστ᾽ ἔτι μᾶλλον ἔξω δεῖξαι τοῖς βαρβάροις τίνες ἦσαν οἱ καὶ τὰ ἐν τῇ Ἑλλάδι ταῦτα δράσαντες αὐτοὺς καὶ τίνας φεύγειν κρίναντες ἀγαπητὸν ἀπῆλθον.

ὁρῶ μὲν οὖν καὶ τὸν λόγον ἐκτεινόμενον καὶ ἐπὶ τοιούτοις τοῖς προειρημένοις οὐ ῥᾴδιον ὂν πρὸς ἡδονὴν οὔτε αὐτὸν ἔτι εἰπεῖν οὔτε τυχεῖν ἀκουόντων, ὥσπερ μετ᾽ ἀγωνιστὴν εὐδοκιμηκότα εἰσιόντα ἕτερον. οὐ μὴν ψυχαγωγίας χάριν μᾶλλον ὑπέστην τοὺς λόγους ἢ τοῦ δεῖξαι μετ᾽ ἀληθείας τὴν τῆς πόλεως ἀξίαν: ὥστ᾽ ἀδικήσω καθυφεὶς μᾶλλον ἢ διοχλήσω λέγων. ἔπειτα ἐνθυμητέον καὶ ἀπ᾽ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων ὅτι οὐδὲ τὴν τῶν Παναθηναίων αὐτῶν ἑορτὴν ἡμῖν ἡμέρας μιᾶς ἀνάγκη μετρεῖν, ἀλλ᾽, εἴ γε καὶ τοῦτο δεῖ προσθεῖναι, καὶ τὸ πλῆθος τῶν ἡμερῶν κόσμου χάριν καὶ σεμνότητος ἀνεῖται: ὥστε οὐδὲ τὸ τῶν λόγων πλῆθος ἄκαιρον ἐν τοιούτῳ τῶν ἔργων καιρῷ. σύνισμεν δὲ δή που καὶ τὸν ἀγῶνα τὸν γυμνικὸν καὶ ἔτι μᾶλλον τὸν τῆς μουσικῆς οὐκ εἰσάπαξ ὁριζόμενον, ἀλλ᾽ ἐφ᾽ ἑκάστῃ τελευτῶντα ὡς εἰπεῖν τῇ ἡμέρᾳ καὶ πάλιν ἐξ ἀρχῆς καθιστάμενον, καὶ οὐδὲ τοῖς εἴδεσι τῶν θεαμάτων ἐκπληρούμενον αὐθημερόν. ὥσθ᾽ ὅσα καὶ τὸν νῦν καιρὸν ἐκφεύγει τὸν ὅλον γε δή που τῆς πανηγύρεως οὐ παρελήλυθεν. ἢ κομιδῆ γ᾽ ἂν εἴη τῶν ἀτόπων,

   Αιλ. Αρ. Λογ. 13. 148 εἰ οἱ μὲν νομοθέται τούτου χάριν ἐξέτειναν τὰς συνόδους, καὶ νὴ Δία γε αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν, πλείω τὸν χρόνον προσθέντες, ὅπως ἐπὶ πλεῖστον ἀλλήλοις ὁμιλοῖμεν, ἡμεῖς δ᾽ ἀντὶ τοῦ χρήσασθαι τούτῳ μεμφοίμεθα. ὥσπερ οὖν τοῖς τῶν ἄθλων γυμνασίοις οὐκ ἀχθόμεθα ἐντυγχάνοντες ἐφ᾽ ἡμέρᾳ, ἀλλ᾽ ἐν κέρδους μέρει τῆς ἀεὶ παρούσης θέας ἀπολαύομεν, οὕτω καὶ περὶ τῶν λόγων ἔχειν εἰκὸς, καὶ ταῦτά γε τῶν τῇ πανηγύρει συγκεκληρωμένων, πάντως οὐχ ἑώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε, οὐδ᾽ ἀτιμοτέροις ἐκείνων συνεῖναι.

ἀλλ᾽ ἵνα μὴ πλείω τῶν ἀναγκαίων παραιτούμενος αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἐφεξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι. ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς ἐγένετο καὶ πάντα ἐξεκεχωρήκει, νῆες, ἵπποι, τὸ πεζὸν, ὕπαρχοι, βασιλεὺς, πρῶτον μὲν πανηγύρεις καὶ πρόσοδοι τοῖς θεοῖς ἦσαν οἵας οὔτε πρότερον οὔθ᾽ ὕστερον οὐδεὶς μέμνηται γεγονυίας ἐν ἐλευθέρᾳ τῇ Ἑλλάδι. οὐ γὰρ νόμος ἦν ὁ συνάγων οὐδὲ χρόνου τακτὴ περίοδος, ἀλλ᾽ ἐκ τῶν πραγμάτων ἦν καὶ κατ᾽ ἄνδρα καὶ πόλεις εὐθυμεῖσθαι καὶ στεφανηφορεῖν καὶ τοὺς θεοὺς μαρτύρεσθαι τῆς παρούσης εὐδαιμονίας. καὶ τοῦτο μὲν βωμὸς ἐλευθερίου Διὸς, αὐτῷ τε τῷ θεῷ χαριστήριον καὶ τοῖς κατορθώσασι μνημεῖον ἐπ᾽ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη, κοινὴν ἔχον παράκλησιν τοῖς Ἕλλησιν εἴς τε ὁμόνοιαν καὶ τὸ τῶν βαρβάρων καταφρονεῖν: τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν, αἵ τε πόλεις οὐ τὸν ἐξ ἀρετῆς μόνον, ἀλλὰ καὶ τὸν ἐκ τῆς κατασκευῆς κόσμον προσέλαβον, καὶ ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθη. καὶ μέντοι κἀν τούτοις αὖ πάλιν ἡ πόλις τοσοῦτον ὅσονπερ ἐν αὐταῖς ταῖς πράξεσι διενεγκοῦσα φανήσεται: τοῦτο μὲν

   Αιλ. Αρ. Λογ. 13. 149 γὰρ τὴν ἀκρόπολιν κατεκόσμησε τοῖς τῶν ἔργων ὑπομνήμασι, καὶ τῷ τῆς φύσεως κάλλει τὸ παρὰ τοῦ πλούτου καὶ τῆς τέχνης ἐφάμιλλον προσέθηκεν, ὥστ᾽ εἶναι πᾶσαν ἀντ᾽ ἀναθήματος, μᾶλλον δὲ ἀντ᾽ ἀγάλματος: τοῦτο δὲ τὰς ἄλλας τιμὰς τοῖς θεοῖς ἀνῆψε, κρεῖττον ἁπάσης Ἑλληνικῆς δυνάμεως, τὰ μὲν οἴκοι, τὰ δ᾽ ἐν τῇ ὑπερορίᾳ: αὐτή τε παρῆλθε τοὺς ἀρχαίους ὅρους πανταχῆ κατ᾽ ἀξίαν τῶν ἔργων καὶ τὴν τοῦ κύκλου προσθήκην ποιουμένη: ὡς δ᾽ εἰπεῖν συνελόντι, μόνη μὲν δι᾽ ἀρετὴν ἀοίκητος ἐγένετο, μόνη δ᾽ ἐξ ἀρετῆς ᾠκίσθη τε αὖθις καὶ τῶν πρόσθεν ἀοικήτων ἐπέλαβεν ἅμα τοῖς ἔργοις καὶ τῇ δόξῃ καὶ τῷ κόσμῳ καλλίων τε καὶ μείζων γενομένη. ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον καὶ καθ᾽ ὁδὸν τοῦ λόγου μᾶλλον ἢ προειδόμενος: οὐ γὰρ εἰς ταῦτα ὁρῶν ἠπειγόμην, ἀλλ᾽ ἐκεῖνο ἐπιδεῖξαι βουλόμενος, ὅτι εἰ κάλλιστον ἀνθρώποις καὶ τὸ αὐτὸ λυσιτελέστατόν τε καὶ νικῶν ἡδονῇ, θεῶν πρόσοδοι καὶ ὁμιλίαι, καὶ τοῦτ᾽ εἰς τοσοῦτον τότ᾽ ἐπανθῆσαν τοῖς Ἕλλησι μιᾷ δὴ πόλει ταύτῃ μάλιστ᾽ ἄν τις προσθείη δικαίως, πρῶτον μὲν κατ᾽ αὐτὴν ὡς ἀληθῶς τὴν τῶν θεῶν τιμήν: τούς τε γὰρ θεοὺς ὡς αἰτίους δή που τῶν ἀγαθῶν ἅπαντες ἀμειβόμεθα, ἥ τε πόλις τό γ᾽ εἰς ἀνθρώπους ἐλθὸν τότ᾽ ἐπὶ πλεῖστον αἰτία τῶν ἀποβάντων φαίνεται: ἔπειτα τῷ καὶ τοῖς ἀναθήμασιν αὐτοῖς καὶ τοῖς χαριστηρίοις τοσοῦτον ὑπερσχεῖν. τὰ γὰρ σύμβολα τῆς εὐσεβείας αὐτῆς ταῦτα τοῦ κάλλους καὶ μεγέθους ἐστὶ τεκμήρια. οὐ μὴν ἐξαρκεῖν τοῦτ᾽ ἐνόμισε, χάριν τοῖς θεοῖς ἔχειν τῶν γεγενημένων καὶ μηδὲν πλέον ζητεῖν οὐδ᾽ ἐπὶ τοῖς τροπαίοις καθῆσθαι, ὥσπερ ἀπιστοῦσαν ἑαυτῇ, ἀλλ᾽ ὥσπερ ἐπίβασιν τῶν μελλόντων τὰ ὑπάρχοντα κρίνασα αὐτὴ πρὸς ἑαυτὴν ἡμιλλήσατο, καλῶς καὶ τῷ καιρῷ προσήκοντα βουλευσαμένη: ἐν γὰρ τοῖς δευτέροις χρόνοις τὰ δεύτερα πράττειν ἠξίου. ταῦτα δ᾽ ἦν

   Αιλ. Αρ. Λογ. 13. 150 ἀντεπεξελθεῖν τοῖς προτέροις ἐπιστρατεύσασι καὶ τοὺς φόβους καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστῆσαι. ὃ καὶ μάλιστ᾽ ἄξιον τῶν ἐν τοῖς ἔργοις ἐκείνοις ἀγασθῆναι τὸ σχῆμα τοῦ πολέμου καὶ τὴν σύστασιν. δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν, τοῦ μὲν, ἂν ἄρχῃ τις ἐξ ἀρχῆς, τοῦ δὲ, ἂν ἀμύνηται, τῷ μὲν οὐχ ἕπεται τὸ δίκαιον, τοῦ δ᾽ ἀφαιρεῖ τὴν φιλοτιμίαν ἡ τῆς ἀνάγκης προσθήκη, διὰ τὸ φύσει γνώμην ἀνάγκης κεχωρίσθαι. ἀλλ᾽ ἀμείνων μὲν ὁ ποιῶν οἶμαι τὰ δίκαια ἀναγκαίως τοῦ παραβαίνοντος ἑκόντος, οὐ μὴν αὐτοῦ γε τὸ πᾶν ὡς εἰπεῖν γίγνεται. καὶ δὴ καὶ τότε τοῦ προτέρου πολέμου τὸ μὲν αἰσχρὸν εἰς τοὺς βαρβάρους ἦλθε, τὸ δ᾽ ὀφειλόμενον παρὰ τῶν Ἑλλήνων ἀπήντησεν: ὥστ᾽ ἐνενικήκεσαν μὲν, τὸ δ᾽ ἐκ περιουσίας οὐ προσῆν. ὃ δὲ τρίτον ἄν τις φαίη τοῦ πολέμου σχῆμα, τὸ τοῖς προτέροις ἐπιβουλεύσασιν ἀντεπελθεῖν αὐτοὺς, ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων, δικαιοσύνῃ δὲ τῇ τῶν ἀμυνομένων χρωμένους, τοῦτ᾽ οὖν ἡ πόλις ἐσκέψατο καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ἐπιδεῖξαι τοῖς βαρβάροις, ὅτι οὐκ ἐπ᾽ ἐκείνοις ἐστὶν, ὅταν ἥκωσι, ποιεῖν ἀγαθοὺς τοὺς Ἕλληνας, οὐδ᾽ ἀνάγκης τύχῃ ταῦτα πέπρακται σφίσιν, ἀλλὰ τῷ προτέρους ἄρχειν μὴ καλῶς ἔχειν ἡγεῖσθαι: νῦν δ᾽ ὅτε ἡ ἀρχὴ περιέστηκεν εἰς δικαίου τάξιν, εὖ καὶ καλῶς εἴσεσθε τίνας κεκινήκατε. οὕτως ἐγώ φημι καὶ πρὸς δικαιοσύνης καὶ πρὸς ἀνδρείας ἐπίδειξιν ἀληθινῆς τὰ δεύτερα, ἵνα μηδὲν ἐπαχθὲς εἴπω, τῶν πρότερον οὐχ ἧττον ἐναργῆ πεπρᾶχθαι τῇ πόλει. πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων ἀσφάλειαν εἶναι καὶ σωτηρίαν ὑπελάμβανεν οὐκ εἰ καθείρξασα αὐτοὺς ἐπὶ τῆς ἑστίας τηροίη, οὐδ᾽ εἰ μηδὲν μήτ᾽ αὐτὴ δι᾽ αὐτῶν μήτ᾽ αὐτοὶ πράττοιεν ὑπὲρ σφῶν αὐτῶν, ἀλλ᾽ εἰ τοὺς βαρβάρους ὡς ἐπὶ πλεῖστον ὤσαιντο ἀπὸ τῆς Ἑλλάδος, οὕτως ᾤετο ἀρίστην καὶ καθαρὰν ἡσυχίαν ἅπασιν ἔσεσθαι, ὀρθῶς λογιζομένη καὶ τὰ πράγματα ὡς πέφυκεν ὁρῶσα. μόνοι γὰρ σχεδὸν οὗτοι καθαρῶς ἡσυχάζουσιν οἵτινες ἂν δείξωσι μὴ πάντως ἡσυχίαν ἄγειν δεόμενοι.

   Αιλ. Αρ. Λογ. 13. 151 ὁ μὲν λογισμὸς οὗτος ὁ τῆς πόλεως, ἅπαντα ἔχων ὅσα ἄν τις εἴποι κάλλιστα ἐν ἀνθρώπου φύσει. διανοηθέντες δὲ οὕτω τί χρὴ πρῶτον, ἢ τί τελευταῖον εἰπεῖν, ἐνίκων μὲν τὴν ἐν Μυκάλῃ μάχην οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ, διηρευνήσαντο δὲ τῆς Εὐρώπης τὰς ἀκτὰς, εἴ πού τις ἔτι κρύπτοιτο τῶν ἐπελθόντων, καὶ τοὺς μὲν ἀπὸ Στρυμόνος ἤλασαν, τοὺς δ᾽ ἀπὸ Σηστοῦ, τοὺς δ᾽ ἀπὸ Βυζαντίου. πάντα δὲ ὥσπερ ἄγος καθαίροντες ἐπῆλθον, οὐκ ἐλάττω δὲ τῶν κατ᾽ ἐμπορίαν πλεόντων ἐπ᾽ ἀγκυρῶν ὡρμίσαντο. τὴν δὲ Τριπτολέμου διὰ τοῦ ἀέρος λεχθεῖσαν πορείαν, ἐν ᾧ παρῆκεν ἐκεῖνος, ἐμιμήσαντο. ὁ μὲν γὰρ εὖ ποιῶν εἰς τὸ κοινὸν ἅπαντας, οἱ δὲ παρ᾽ ὧν ἔδει δίκην λαβεῖν κολάζοντες ἐπῄεσαν, ἡγούμενοι καὶ τοῦτο τῷ κοινῷ γένει τῶν ἀνθρώπων λυσιτελεῖν, τοὺς ὑβριστὰς καὶ μεῖζον τῆς φύσεως φρονοῦντας ταῖς πρεπούσαις ὑπάγειν ζημίαις. γνόντες δὲ οὕτως ἅμα μὲν περιέπλεον τὴν Ἀσίαν, ἅμα δὲ ἀνέπλεον διὰ τῶν δεχομένων ποταμῶν, ἅμα δ᾽ ἠκούοντο, ἅμα δ᾽ ἑωρῶντο: θαυμαστὴν δ᾽ ἐπεδείξαντο καὶ ὡς ἀληθῶς ἐνόπλιόν τινα καὶ πολέμου χορείαν. οὕτω δὲ πυκνὸν καὶ σύντονον ἐξήλαντο ἐν τοῖς πράγμασιν ὥστε καὶ Λακεδαιμόνιοι τοῖς μὲν πρώτοις τῶν ἔργων παρεγένοντο, ἔπειτ᾽ ἀπῆραν, ὥσπερ πτηνοῖς ἀκολουθεῖν οὐ δυνάμενοι. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ τῶν ἄλλων Ἑλλήνων οἱ καὶ τὰ πρῶτα συνεκπλεύσαντες ἰλιγγιάσαντες ἀπῆραν, οἱ δὲ τοὺς ἀπὸ τῆς Ἀσίας ἔχοντες, οὓς βασιλεὺς πρότερον ἐπ᾽ ἐκείνους καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων, τούτοις ἐχρῶντο ἀποχρῶσι. καὶ ἦν αὐτοῖς ἀφορμὴ κατὰ τοῦ βασιλέως τὰ τοῦ βασιλέως πράγματα. καὶ γὰρ ὅρμοι καὶ τείχη καὶ χαρακώματα καὶ πάντα ἐκείνους ἐδέχετο, καὶ ὅπλα καὶ νῆες ἐκείνων ἐγίγνοντο. παρεῖσαν δ᾽ οὐδὲν ἀπείρατον τῆς ἑαυτῶν ἀρετῆς, ὁμοῦ μὲν Φοίνιξι καὶ Κίλιξι καὶ Κυπρίοις ναυμαχοῦντες ἐν μέσῳ τῷ Αἰγυπτίων πελάγει καὶ ναυτικὰ ἀθρόα λαμβάνοντες, ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν Περσῶν

   Αιλ. Αρ. Λογ. 13. 152 ἀρχὴν διακινδυνεύοντες ἐν τῇ γῇ ἀντ᾽ ἀριθμοῦ σωμάτων ἐθνῶν ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε καὶ ναυμαχία πεζομαχίᾳ παρισώθη. τοσοῦτον δὲ τῷ βασιλεῖ περιεγένετο ὥστε ἐνδοξοτέραν αὐτοῦ τὴν ἀρχὴν καὶ τοὺς τόπους ταῖς νίκαις ἐποίησαν. ὁ δ᾽ οὖν Εὐρυμέδων οὐχ ἥκιστα διὰ τούτους ᾁδεται. ἔδειξαν δ᾽ ὅτι οὐ λινοδέσμῳ σχεδίᾳ τοὺς πορθμοὺς ζευγνύντα δεῖ διαβαίνειν οὐδὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρῶν προσπαλαίειν, ὥσπερ τι κάλλιον, ἀλλ᾽ ἀνδρείᾳ καὶ γνώμῃ προέχοντας κρατεῖν πανταχοῦ καλλίστοις ἁπάντων ἐφοδίοις οἶμαι καὶ καθαρῶς οἴκοθεν: μόνα γὰρ τῶν ἐχόντων διὰ τέλους ἐστὶ, τὰ δ᾽ ἄλλα κοινὰ πρόκειται πᾶσιν ὡς εἰπεῖν τύχης δῶρα, εἰ δὲ βούλει, ἀρετῆς. ὑπάρχει μὲν γὰρ καὶ τοῖς χείροσιν ἐξ ἀρχῆς, σώζεται δὲ ἐπιεικῶς τοῖς κρείττοσιν. οὕτω δ᾽ ἅπασαν τὴν ἀρχὴν ἐξήλεγξαν, καὶ διέσεισαν καὶ πρὸς τοσοῦτον ἀφίκοντο οἱ μὲν εἰς τὸ Περσικὸν τελοῦντες τοῦ καταφρονηθῆναι, ἡ πόλις δὲ τοῦ πάντας αὐτῇ θαρρεῖν, ὥστ᾽ ἐκινήθησαν μὲν οἱ πρὸς Φάρῳ Λίβυες, συναπέστησαν δὲ Αἰγύπτιοι, βασιλεὺς δὲ καίτοι τἄλλα κατὰ νοῦν περὶ αὐτοὺς πρᾶξαι δοκῶν ἀπόλλυσιν Αἰγύπτου μοῖραν οὐκ ὀλίγην τὸ ἕλος. πρότερον δ᾽ ᾑρήκει πᾶσαν δὶς ἤδη. ἦν δὲ τὸ τῶν Ἀθήνηθεν τριήρων οἷόν τι τῶν ἐξ οὐρανοῦ βελῶν. μόνοι γὰρ ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλοτρίαν ἐνόμισαν, τὴν δὲ ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν, ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. φυλάκων δ᾽ ἐβίωσαν βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων, ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περιπόλους ἐκείνους χρὴ καλεῖν: πολεμίους δὲ οὐ τοὺς ἀσθενεστάτους εἵλοντο, ἀλλὰ τοὺς πλεῖστα ἀνασχέσθαι δυνατωτάτους, δυοῖν ἐναγόντοιν, ἑνὸς μὲν τοῦ μηδὲν τῶν ἐσχάτων, ὅσον εἰς γνώμην καὶ παρασκευὴν ἧκε τῶν βαρβάρων,

   Αιλ. Αρ. Λογ. 13. 153 ἐλλελεῖφθαι τοῖς Ἕλλησι τὸ μὴ οὐ πεπονθότας εἶναι, ἀνθ᾽ ὧν δεῖν ἀμύνεσθαι καὶ μηδαμῶς μικρῶς, ἑτέρου δὲ τοῦ πρὸς τὸν λοιπὸν χρόνον ἀσφαλοῦς τῇ Ἑλλάδι, ἕως ἔγνω βασιλεὺς παραπλήσιον ποιῶν ἀνταίρων τῇ πόλει ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο. οὐδὲν γὰρ ἦν ὅ τι οὐκ ἔπασχεν, ἀλλ᾽ ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο, καὶ προῆλθεν ὁδῷ τὸ τρίτον κάλλιον τοῦ πρώτου νομίσας, μᾶλλον δὲ ἀναγκαιότερον. ἐπεθύμησε μὲν γὰρ τὸ ἐξ ἀρχῆς τὴν Ἑλλάδα προσλαβεῖν καὶ τῆς Εὐρώπης τὸ λοιπὸν, ᾔσθετο δὲ οὐ δυνατῶν ἐρῶν. δεύτερον ἦν αὐτῷ τὴν ὑπάρχουσαν ἀρχὴν διασώσασθαι, οὐδὲ τοῦθ᾽ ἡ πόλις ἠνέσχετο. τὴν σωτηρίαν καὶ δὴ πλείονος ἀξίαν ἐποιήσατο, καὶ ὑποχωρεῖ τῇ πόλει τοσοῦτον ἐκ γῆς καὶ θαλάττης, οὐχ ὅσον, φασὶ, πρύμναν κρούσασθαι οὐδ᾽ ὡς ἐπὶ πόδα ἀναχωρῆσαι, ἀλλ᾽ ἀφῆκε πάντα μὲν τὸν κάτω τόπον, μυριάδας σταδίων τῆς Ἀσίας οὐκ ἔλαττον ἢ μεγάλης ἀρχῆς εἶναι τὸ σύμπαν: ὥστε μὴ μόνον τὰς νήσους καὶ τοὺς ἐν ταύταις παντοδαποὺς Ἕλληνας ἐλευθέρους εἶναι, ἀλλὰ καὶ τοὺς τὴν ἐκείνου χώραν κατοικοῦντας πλέον τῆς ἐκείνου δυναστείας καὶ ἀρχῆς ἀπέχειν ἢ πρότερον τοὺς τὴν ἀρχαίαν Ἑλλάδα. εἶχε μέν γε πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον: καίτοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς δή τι θαυμαστὸν λέγων: εἶχε δὲ πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ: τοσοῦτον παρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος, τοὺς Δελφούς. ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων εἰς τοῦτο κατῆλθεν ὥσθ᾽ ὡμολόγησε δυοῖν μὲν ὅροιν εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδονέας, πρὸς δὲ ἄρκτον Κυανέας θέμενος, θαλάττης δ᾽ ἀφέξειν ἴσον πανταχῆ σταδίους πεντακοσίους: ὥστ᾽ εἶναι τὸν κύκλον τοῦτον ἀντ᾽ ἄλλου τινος στεφάνου τοῖς Ἕλλησιν ὑπὲρ κεφαλῆς καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως.

   Αιλ. Αρ. Λογ. 13. 154 τοιοῦτον μὲν τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους ἡ πόλις, τόν τ᾽ ἐπὶ τῆς οἰκείας καὶ τὸν ἐν τῇ ἐκείνων, τοιαύτην δ᾽ αὖ καὶ τὴν εἰρήνην ἐποιήσατο, ἐξ ἀμφοτέρων δείξασα ὅτι οὐ πλοῦτον διώκουσα οὐδ᾽ ἡδονῇ κέρδους ἐπεξῆλθεν, ἀλλ᾽ ἓν τοῦτο θηρωμένη, βεβαίαν τοῖς Ἕλλησιν ἐλευθερίαν ἀπὸ τῶν βαρβάρων. καίτοι τί κάλλιον ἂν εἴποι τις εἰρήνης ἢ πολέμου κεφάλαιον ἢ πρὸς Ἕλληνας ἢ πρὸς βαρβάρους, ᾧ κατέκλεισε τότε τὰς πράξεις ἡ πόλις; καὶ ταῦτα μέντοι τὰ τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων καὶ πάντων ὥσπερ ἀνθελκόντων, ἀφεστηκότων μὲν τῇ γνώμῃ Λακεδαιμονίων, Βοιωτῶν δ᾽ ἐναντία πολεμούντων, Αἰγινητῶν δ᾽ ἐναντία ναυμαχούντων, οὓς εἶναι τὰ ναυτικὰ πρώτους ἓν ἐκώλυσεν, ἡ πόλις πολὺ νικῶσα: πρὸς δὲ τούτοις Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων καὶ πολεμούντων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κορινθίοις ἐξεταζομένων, Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς συμμαχίας βουλευομένων, καλούντων δὲ Φωκέων, καλούντων δ᾽ αὖ Λακεδαιμονίων, θαυμαστοῦ δὲ κύκλου πραγμάτων ὄντος κατὰ τὴν Ἑλλάδα: ὥστ᾽, εἰ καὶ μόνοις τούτοις ἐξήρκεσε καὶ μόνας τὰς Ἑλληνικὰς πράξεις εἴχομεν αὐτῆς εἰπεῖν ἐν τῷ τότε συμβάσας, Μηδικαὶ δὲ μηδαμοῦ προσῆσαν λαμπρότητες, ἐξαρκεῖν ἂν τοῖς χρόνοις εἰς ἀφήγησιν. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει οὐ μόνον τῆς ῥώμης χάριν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας: τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλ᾽ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι, χωρὶς τοῦ τοσαῦτα μερισθῆναι καὶ πάντων ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ

   Αιλ. Αρ. Λογ. 13. 155 παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολὴν οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν ὥστε σύμπεντε καὶ συμπλείω ταῦτ᾽ ἔχειν ἀπαριθμεῖν ὥσπερ ἄλλ᾽ ἄττα συλλήβδην ἀριθμούμενα. ἐνίκων μέν γε ναυμαχίᾳ Πελοποννησίους ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δ᾽ Αἰγινήτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δ᾽ ἔστησαν τείχη μέχρι θαλάττης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ χώραν διεφύλαξαν: ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων, καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας. καὶ οὔπω ταῦτα μεγάλα: ἀλλ᾽ εἰρήσεται γὰρ, κἂν ἐπείγωμαι: ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν, νῆες πλείους ἢ τότ᾽ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδόν: ἡ δ᾽ Αἰγίνῃ προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα. ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον αὑτοῖς. εἰ δ᾽ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλ᾽ ἑτέραν λύσειν πολιορκίαν, τὴν Αἰγίνης: οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος ὥστ᾽ οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότ᾽ ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων, ἀλλὰ τὸ λοιπὸν τῆς ἡλικίας οἱ πρεσβύτατοι καὶ νεώτατοι βοηθοῦσιν εἰς τὰ Μέγαρα, καὶ δυοῖν μάχαιν ἑξῆς κρείττους τῆς τῶν Κορινθίων καὶ Πελοποννησίων ἀκμῆς ἐφάνησαν: ὥστ᾽ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδ᾽ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν. καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ καὶ σπουδῇ πρὸς τὴν πόλιν συσκευασθῆναι τοῦτο τὸ δεύτερον, ὥσπερ

   Αιλ. Αρ. Λογ. 13. 156 ἐν δράματι. εἰ μὲν γὰρ ὡς ἅπαξ ἐπλήγησαν, ἀπῆλθον, τάχ᾽ ἄν τις ἦν αὐτοῖς ὕστερον ἀντιλαβὴ, τὸ δ᾽ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀνθιστάντας δὲ τρόπαιον μείζω τῶν πρότερον προσπαθεῖν, αὐτοὺς ἐποίησεν ἐπισφραγίζεσθαι τὴν νίκην, ὡς μὴ δοκεῖν τύχῃ μᾶλλον ἢ τῷ τοῦ κρείττονος λόγῳ τὸ ἔργον κριθῆναι καὶ νῦν καὶ πρότερον. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγωνιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ.

ἆρ᾽ οὖν ταῦτα καὶ μόνα τῶν ἀνδρῶν ἐκείνων ἔχομεν λέγειν; πολλῶν μέντἂν καὶ μεγάλων ἀποστεροίημεν αὐτούς: οἳ περιέπλευσαν μὲν τὴν Πελοπόννησον, οὐχ ὡς ἁπλῶς εἰπεῖν περίπλοις ναυτικοῖς, ἀλλ᾽ ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας, νικᾶν δὲ τοὺς ἀντιστάντας ἐν φαύλῳ, στρατηγὸς ἐπὶ στρατηγῷ. διέβησαν δὲ εἰς τὴν ἀντιπέρας ἤπειρον, παντὸς τοῦ προστυχόντος εἴκοντος. αὖθις δ᾽ ἐπὶ Φωκέας Λακεδαιμονίων παρελθόντων ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος, ἀπήντων δ᾽ ἐπὶ τοὺς ὅρους. χωρὶς δ᾽ ὑπὲρ Μεγάρων ἦσαν ἐν Γερανείᾳ: ὥστε μὴ ἔχειν Λακεδαιμονίους ὅ τι χρήσονται, ἀλλ᾽ ἀπορεῖν ἑστῶτας ἐν Βοιωτοῖς ὅποι σωθήσονται: οὕτω περιέπτυξεν αὐτοὺς ἡ πόλις. τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, καὶ γενομένων ἀμφοτέρων ἀνδρῶν τοῦ τολμήματος ἀξίων ἔδοξαν καθ᾽ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέναι, πῶς ἂν εἴποιμι εὐπρεπῶς; ὀκνῶ γὰρ εἰπεῖν ὅτι οὐκ ἀπώλοντο. καὶ γὰρ ἦν ὅρος οὗτος Ἀθηναίοις μὲν κλεῖσαι τὴν πάροδον, Λακεδαιμονίοις δὲ σωθῆναι οἴκαδε. καὶ κινδυνεύει μόνον τοῦτο τὸ ἔργον τὴν φυγὴν σύμβολον τῆς νίκης ἐσχηκέναι, ἐπεὶ τούς γε καὶ παρὰ τὴν μάχην κρείττους καὶ τοῖς ὅλοις ἄνευ πολλῶν τῶν καὶ πρότερον κρινάντων τὰ ἐφεξῆς εὐθὺς ἔδειξε. τρεῖς γάρ εἰσιν οἱ μαρτυρήσαντες παραχρῆμα Ἀθηναίων εἶναι τὴν νίκην,

   Αιλ. Αρ. Λογ. 13. 157 Ἀθηναῖοι, Λακεδαιμόνιοι, Βοιωτοί. Λακεδαιμόνιοι μὲν γὰρ ἠγάπησαν ἀναχωρήσαντες, Ἀθηναῖοι δὲ προῆλθον κατὰ πόδας τῆς μάχης, Βοιωτοὶ δὲ οὐκ ἀντέσχον, ἀλλ᾽ ἡττηθέντες ἐν Οἰνοφύτοις ὑπέκυψαν, καὶ μετ᾽ αὐτῶν Φωκεῖς καὶ Λοκροὶ νίκῃ μιᾷ. καὶ παρὰ μὲν τούτων ταύτην ἔλαβε δίκην ἡ πόλις ἀνθ᾽ ὧν τῷ βαρβάρῳ συνέστησαν ἐν τοῖς κοινοῖς τῆς Ἑλλάδος κινδύνοις. ἕτερον δ᾽ ἔργον αὐτῆς ἄξιον εἰπεῖν καὶ σφόδρα μέντοι καὶ τοῦτο βοῶν καὶ δηλοῦν ἔτι πόρρωθεν ὅτων εἴη: γενομένου γὰρ τοῦ περὶ τὴν Λακωνικὴν σεισμοῦ καὶ Λακεδαιμονίους τῶν περιοίκων περιστάντων καὶ πάντων ὡς ἀληθῶς ὥσπερ ἐν σεισμῷ ταραχθέντων τῶν ἐν Πελοποννήσῳ πραγμάτων, οὐκ ἔφθησαν Λακεδαιμόνιοι καλέσαντες, καὶ παρῆν ὁ δῆμος ἐν τοῖς ὅπλοις, τῇ μὲν ἀνδρείᾳ θαρρῶν, ὑπὲρ δὲ ἐκείνων ὡς ὑπὲρ τῆς αὑτοῦ σωτηρίας περιδεής: ὃ καὶ τοὺς παρόντας ἔλυσε φόβους τῇ Λακεδαιμονίᾳ καὶ δίκην λαβεῖν εἰσαῦθις παρεσκεύασεν αὐτῶν. οὕτως ἄρα οὐδαμοῦ τὰς πράξεις οὐδὲ τὰ τολμήματα τῆς πόλεως ἀσπάσασθαι μᾶλλον ἔστιν ἢ τὸ τῶν ἔργων ἦθος, ἀκριβέστερον τροπαίου σημαῖνον τοὺς εἰργασμένους. τὸν δ᾽ ὑπὲρ Μιλησίων ἔκπλουν καὶ τὰς ἐν Σάμῳ ναυμαχίας καὶ τὴν Εὐβοέων σωφρονισθεῖσαν ἀπόστασιν καὶ πολλὰ ἕτερα ἔξεστι δὴ καὶ παραλιπεῖν. τέλος δὲ κρατήσασα πάντας εἰρήνην ποιεῖται, ἧς ἄξιον μνησθῆναι. οὐ γὰρ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς τοὺς βαρβάρους καὶ πρὸς τοὺς Ἕλληνας ἐσπείσατο, ἀλλ᾽ ἐνήλλαξεν. ἐκείνων μὲν γὰρ ἀφεῖλε πᾶσαν τὴν κάτω χώραν καὶ τὴν ἐντὸς ὧν εἶπον θάλατταν, τοῖς δὲ Ἕλλησιν ὧν ἐπὶ τοῦ πολέμου κατέστη κυρία, ταῦτ᾽ ἀπέδωκε, Μέγαρα, Τροιζῆνα, Πηγὰς, πᾶν τὸ Ἀχαϊκόν. ᾧ καὶ δῆλον ὡς κρατοῦσα τὴν εἰρήνην συνέθετο: οὐ γὰρ ἦν ὅ τι ἀνταπέλαβεν, ἀλλὰ δυοῖν ἓν τὸ αὐτὸ σύμβολον ἐξήνεγκε, καὶ τοῦ περιεῖναι τῷ πολέμῳ καὶ τῆς ἐμφύτου χρηστότητος, ἡγουμένη πρὸς μὲν τοὺς βαρβάρους δεῖν πολεμεῖν ἄχρι

   Αιλ. Αρ. Λογ. 13. 158 παντὸς τοῦ δυνατοῦ, πρὸς δὲ τοὺς Ἕλληνας ἁπλῶς μέχρι τοῦ κρείττονος. οὕτω μὲν τὸν πρὸς τοὺς βαρβάρους ἀγῶνα, οὕτω δ᾽ αὖ τὸν πρὸς τοὺς Ἕλληνας διενεγκοῦσα, τοιαύτην μὲν τὴν πρὸς ἐκείνους, τοιαύτην δὲ καὶ τὴν πρὸς τούτους εἰρήνην ἐποιήσατο, ἀμφοτέρων ὁμοῦ καὶ χωρὶς κρείττων γενομένη. ἀλλὰ μὴν μόνη μὲν ἁπασῶν πόλεων ἰδίοις κινδύνοις κοινὴν ἅπαντι τῷ γένει τὴν ὠφέλειαν ἐπορίσατο, μόνη δ᾽ ἐκ τῶν κοινῶν εὐεργεσιῶν τὴν ἡγεμονίαν ἐκτήσατο καὶ μετέθηκε τὸν θεσμόν: οὐ γὰρ ἐξ ὧν κατεδουλώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχὴν, ἀλλ᾽ ἐξ ὧν ἐποίησεν ἐλευθέρας: ὥστε συμβῆναι τοὺς αὐτοὺς χρόνους τοῖς μὲν Ἕλλησι τὸ τῆς ἐλευθερίας, τῇ δὲ πόλει τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν: μόνοι γὰρ ἑκόντων ἦρξαν, καὶ μόνος οὗτος δήμων ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ἐνίκησε, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις βιασάμενος, τοὺς δ᾽ ὁμοφύλους οὐ πείσας, ἀλλ᾽ ὑπ᾽ αὐτῶν ἄρχειν πεισθεὶς, σύμβολον δικαιοσύνης ἔχων τὴν ἀρχὴν, οὐκ ἀδικίας. εἰ δὲ δεῖ διελόντα εἰπεῖν, μόνη πόλεων τῶν μὲν βαρβάρων ἀκόντων, τῶν δ᾽ Ἑλλήνων δεηθέντων ἔσχε τὴν ἀρχήν.

οὕτω δὲ τούτων προκεχωρηκότων μέχρι μέν τινος ἦν ἡσυχία καὶ τῆς ὑπαρχούσης εὐδαιμονίας αἱ πόλεις ἀπέλαυον, τῆς δὲ κοινῆς τύχης ἀνθρώπων, ἣ πάντα κινεῖ, μετέσχον ἄρα καὶ οἱ Ἕλληνες καὶ ἡ πόλις: οἱ μὲν γὰρ οὐχ ὧν εὖ ἔπαθον χάριν ἔσχον διὰ τέλους, ἀλλ᾽ ἐφθόνησαν τῶν ἔργων ταῖς ὑπερβολαῖς, ἡ δ᾽ ὑπὲρ ὧν ἅπαντα ὑπέστη, τούτοις συνέρραξε, δυοῖν δείξασα ὡς ἄκουσα, τῷ τε κατ᾽ ἀρχὰς ἔτι κινουμένους κατασχεῖν καὶ δεῖσθαι λόγῳ κρίνεσθαι περὶ τῶν διαφόρων καὶ τῷ πολεμεῖν ἀναγκασθεῖσα, ὅτε ἐνίκησε, μηδὲν πλέον ζητῆσαι, ἀλλ᾽ ἀφεῖναι τοὺς ἐρίσαντας αὐτῇ περὶ τῆς ἡγεμονίας καὶ μηδὲν ἀηδέστερον ἐξαγαγεῖν ἐκ τοῦ δεσμωτηρίου ἢ

   Αιλ. Αρ. Λογ. 13. 159 κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν. τουτοισὶ δὲ ἤδη τί τις ἂν χρήσαιτο; αἰσχύνομαι μὲν γὰρ καὶ τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας, ἀλλ᾽ ὡς ἐφ᾽ ἕρμαιον πλεύσαντες, καὶ νίκας ἑτέρας ἐπὶ Θρᾴκης καὶ ὡς Κέρκυραν ἐξείλοντο καὶ τὰ κατ᾽ Ἀμπρακίαν ἔργα μέγιστα τῶν κατ᾽ ἐκεῖνον τὸν χρόνον Ἑλληνικῶν, καὶ ταῦτ᾽ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ, καὶ τὰ κατ᾽ αὐτὴν δὴ τὴν Πύλον, ναυμαχίας τε ἀπὸ γῆς καὶ μάχας πεζὰς ὕστερον ἐν τῇ νήσῳ γενομένας, καὶ πρὶν ταῦτ᾽ ἐξήκειν, ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγομένους καὶ τρόπαια Κορινθίων καὶ πολλὰ ἕτερα ἐφάμιλλα καὶ εἰπεῖν καὶ θαυμάσαι. ὁ δὲ καιρὸς οὐ φέρει, ἀλλὰ μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτόν. ἔτι δ᾽, ὥσπερ εἴπομεν, οὐ συγγραφῆς ἔργον ψιλῆς προειλόμεθα ἀφηγεῖσθαι τὰ πεπραγμένα τῇ πόλει, καὶ γὰρ ἂν εἰς τὴν ἐπιοῦσαν πεντετηρίδα ἐκτείνοιτο ὁ λόγος, ἀλλὰ τῶν μὲν κατὰ τοὺς πολέμους πράξεων τὰς γνωριμωτάτας εἰπεῖν, τῶν δ᾽ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει καθ᾽ ὅσον δυνατὸν μηδὲν παραλιπεῖν. ταῦτα δ᾽ ἐστὶν οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν, ἀλλ᾽ ἂν μηδὲν εἶδος εὐφημίας παραλείπωμεν. ὡς δὲ ἐδόκει τῷ δαίμονι μήπω ταῦτα ἀποχρῆν τῇ Ἑλλάδι, ἀλλ᾽ ἔτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κλυσθῆναι τὰς πόλεις, καὶ τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δ᾽ εἰς τὴν ὑπερορίαν ἐκπλεῦσαι κατὰ συμφορὰς, τίς Ἑλλήνων ἢ τίς βαρβάρων ἐστὶν ὅστις τὸ ἐξ ἴσου τοῖς ἀπὸ τῆσδε τῆς πόλεως ἑτέρους ἂν ἔχοι λέγειν; οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Ἐγεσταίων, διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους ἀνθ᾽ ὧν ἐκεῖνοι πρότερον ἐπὶ τοὺς Ἕλληνας τοὺς ἐν Σικελίᾳ, τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας, ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος ἐκπέμποντες. καὶ τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας ἧττον ἴσως ἄξιον ἐκπλαγῆναι διὰ τὴν ἀεὶ τοῦ

   Αιλ. Αρ. Λογ. 13. 160 νικᾶν συνήθειαν καὶ τὸ δεδόσθαι τῇ πόλει καθάπερ γέρας τὴν τῶν κρειττόνων μοῖραν ἐν τοῖς πλείστοις: τὸ δὲ μηδ᾽ ὡς ἀντέπεσε τὰ πράγματα μηδὲν μᾶλλον ἀποστῆναι, ἀλλ᾽ ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δ᾽ ἱππέων, οἷς οὔτε πλῆθος οὔτ᾽ ἀρετὴν ἴσους εὑρεῖν ἦν: ἔτι δὲ νεῶν τοσούτων καὶ βελῶν καὶ σκευῶν καὶ τεχνῶν καὶ συμμάχων καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς κατασκευῆς μεθεστηκυίας, ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης, κεκενωμένης μὲν τῆς ἀκροπόλεως ταλάντων ὀλίγου δεῖν μυρίων, Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν καὶ τῶν ἄλλων οὐκέτ᾽ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιουμένων, ἀλλ᾽ ἐκ μέσης τῆς Ἀττικῆς, ἐκ Δεκελείας, μεθεστηκότων δὲ καὶ τῶν οἰκετῶν οὐκ ἔλαττον ἢ πλήρωμα ἔθνους εἶναι δοκεῖν, ἀδείας δ᾽ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις, τοσούτου δὲ ὄντος πολέμου περὶ τὴν πόλιν, τοσαύτην περιουσίαν καρτερίας ἅμα καὶ ῥώμης καὶ φιλοτιμίας ἐπιδείξασθαι ὥσθ᾽ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ καὶ στρατηγοὺς ἐφαμίλλους, καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας, ποίᾳ ταῦτ᾽ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; γενομένου δὲ τοῦ μεγάλου πάθους—οὐ γὰρ οὖν σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν—οὕτω τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλ᾽ ἄρτι προσκεκτημένῃ. καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδ᾽ ἂν εἷς ἀξίως εἴποι. περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων καὶ πανταχόθεν κεκυκλωμένων, ἔτι δ᾽ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα


   Αιλ. Αρ. Λογ. 13. 161 κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπ᾽ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι, προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως, καὶ συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ; ἦν μὲν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν, οὕτω κοινῷ πολέμῳ βαρβάρων τε καὶ Ἑλλήνων συνεχομένην: οἱ δ᾽ οὕτω μετέστησαν τὰ πράγματα ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν, ἀλλ᾽ οὐ κατ᾽ αὐτῶν γιγνομένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. τὸ δὲ πάντων μέγιστον ὅτι καὶ τῆς πολιτείας κινηθείσης καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι, τόπον οὐδένα ἔχοντες οὗ χρὴ στῆναι πλὴν Σάμου, καθάπερ ἐν τῷ Μηδικῷ κινδύνῳ τῆς Σαλαμῖνος, ἀλλ᾽ ἕτερον δή τινα καὶ οὗτοι τρόπον εἰς ταυτὸν ἐλθόντες τοῖς τότε, καὶ τὴν πόλιν ἐκλιπόντες μέρει τῷ πλείστῳ, κατεστήσαντο μὲν τὰ οἴκοι, ἐκράτησαν δὲ τοὺς ἔξω, διέλαβον δὲ τροπαίοις τὸν Ἑλλήσποντον, ἄλλους ἄλλοσε καταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι: εἴρηταί τε καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. τέλος δ᾽ ἐπὶ Κυζίκῳ συμπεσόντες ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρβάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας παρ᾽ ὅσας διέφθειραν: καὶ Φαρναβάζου κακῶς τὸ συμβὰν ἰωμένου καὶ τὴν ἵππον ἐπεισάγοντος οἱ μὲν ἐκ ποδὸς ἱππομαχήσαντες, οἱ δ᾽ ἀπὸ τῶν νεῶν πάντα ὁμοῦ χειροῦνται, ναυτικὸν, ἱππικὸν, τοξότας τοὺς ἀπὸ Σικελίας, τοὺς ἐκ Πελοποννήσου, τὴν βασιλέως χορηγίαν, τὰς Λακεδαιμονίων ἐλπίδας, καὶ κενὸς ἤδη τοῖς ἐναντίοις ὁ πόλεμος ἦν καὶ πάντα φροῦδα ὥσπερ ἐκ ναυαγίας τινὸς ὡς ἀληθῶς. ὥσθ᾽ ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς στάσεως πόλις οὐδ᾽ ὄνομα

   Αιλ. Αρ. Λογ. 13. 162 εἰρήνης ἐπ᾽ ἐκείνων τῶν χρόνων ἐνενόησεν, οἱ δ᾽ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι πληγέντες κατέφυγον εὐθὺς ἐπὶ τὴν εἰρήνην. ἀεὶ μὲν οὖν ἔγωγ᾽ ἐμεμψάμην τοῖς ἐπιτιμῶσι τῇ τῶν Λακεδαιμονίων πόλει καὶ τοῦθ᾽ ὑπὲρ τῆς ὑμετέρας ἀξιοῦσι ποιεῖν: ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται, ὑμᾶς δ᾽ οὐ κοσμοῦσιν, ὡς οἴονται. ἀλλ᾽, εἴ γέ τι δεῖ καὶ παράδοξον εἰπεῖν, τοὐναντίον μοι δοκοῦσι δρᾶν ἢ βούλονται: μᾶλλον γὰρ ἐκείνους αἴρουσιν ἢ τὴν πόλιν ἐγκωμιάζουσι καὶ πλείω χάριν ἂν παρ᾽ ἐκείνων αὐτοῖς οἶμαι τῆς βλασφημίας ἢ τῶν εὐφημιῶν εἶναι παρ᾽ ὑμῶν. οἱ μὲν γὰρ οὐχ ὅτι δεύτεροι τῆς πόλεως ἀκούουσι, τοῦτο ζημιοῦνται, ἀλλ᾽ ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαίνουσιν: ὑμᾶς δ᾽ οὐχ ὅτι κρείττους ἀποφαίνουσι σεμνύνουσιν, ἀλλ᾽ αὐτῷ τῷ παρεξετάζειν ἐοίκασιν οὐ γιγνώσκειν: ὥστ᾽ οὐδὲν ἀπεικὸς ὑμᾶς ἀηδέστερον ἢ Λακεδαιμονίους ἔχειν, ὁπόταν ταῦτα ἀγωνίζωνται.

οὐ μὴν ἀλλ᾽ ἐπειδήπερ ἐν τούτῳ τῷ μέρει τοῦ λόγου γεγένημαι, ἐν ᾧ τὰ πρὸς ἄλληλά ἐστι ταῖς πόλεσιν, ἀνάγκη καὶ τοῦτ᾽ ἴσως ὑπομεῖναι, ἵνα μὴ μόνον ἐν τοῖς ἀγῶσιν ὅσῳ κρείττων ἡ πόλις ἀποφαίνωμεν, ἀλλὰ καὶ τοῖς ὅλοις. φανήσονται γὰρ Λακεδαιμόνιοι μὲν τριακοσίων ἀνδρῶν στερηθέντες οὐκ ἐνεγκόντες, ἀλλ᾽ εὐθὺς ἐγκλίναντες: ὃ μείζω φιλοτιμίαν ἔχει τῇ πόλει τοῦ νικῆσαι τῇ μάχῃ: ἐν ἐκείνῃ μὲν γὰρ τῶν ἀντιστάντων κρείττων ἐγένετο, ἐν οἷς δ᾽ ἀπηγόρευσαν οἱ λοιποὶ σχεδὸν πάντων, ὥσπερ ἐν ἄθλοις, ὅταν πᾶς τις εἴκῃ: αὕτη δὲ τοσαύτῃ χρησαμένη συμφορᾷ μετὰ ταῦτ᾽ ἐν Σικελίᾳ οὐ μόνον οὐ καταπτήξασα οὐδ᾽ ἐπὶ τὴν εἰρήνην ἀσμένως καταφυγοῦσα, ἀλλ᾽ οὕτω διαθεῖσα τοὺς πολεμίους ὥστ᾽ ἀσμένους ἂν ἐκείνους ἰδεῖν, εἴ τις εἰρήνην ἄγειν δυνηθείη πεῖσαι τὴν πόλιν. καὶ μὴν οἱ μὲν ὡς ἤκουσαν τὴν Κόνωνος ἐν Μυτιλήνῃ πολιορκίαν, οὐκ ἐξεπλάγησαν, ἀλλὰ πλεύσαντες ἐπ᾽ Ἀργινούσαις ὅσαις οὐδ᾽ ἂν εἷς εἰκάσειε ναυσὶν, ἐλάττοσι

   Αιλ. Αρ. Λογ. 13. 163 δ᾽ ὅμως τῶν ἀντιπάλων, ἀντετάξαντο παντὶ τῷ ναυτικῷ τῶν πολεμίων, ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις, ἐν δὲ τῷ Καρὶ καὶ οὐκ ἐν τοῖς αὑτῶν σώμασι τὰς πείρας ποιούμενοι: καὶ οὔτε πλήθους τῶν ἀντιτεταγμένων ἐφρόντισαν οὔτε τῆς Καλλικρατίδου δόξης, οὔτε νήσων ἐχομένων οὔτε ἠλλοτριωμένης ὡς εἰπεῖν ἤδη τῆς τύχης: οὐ χειμῶνος ἡττήθησαν, οὐχ ὅσον τοῦ πολέμου τὸ λοιπὸν ἐνεθυμήθησαν, ἀλλ᾽ ὥσπερ ἐξαρκοῦν εἰς τὴν θάλατταν ἰδεῖν, τρέπονται μὲν Λακεδαιμονίους, κρατοῦσι δὲ σύμπαντας Πελοποννησίους, τριήρεις δὲ τὰς μὲν αἱροῦσι, τὰς δὲ καταδύουσιν ὁμοῦ τῷ σκηπτῷ καὶ τοῖς πολεμίοις μαχόμενοι τοσοῦτον ἐποίησαν τῆς πολιορκίας τὸ διάφορον: τὸ δὲ πάντων μέγιστον, ὅτι ἄνδρα ῥύονται ὃς μόνος ἤρκεσε τὴν Λακεδαιμονίων ὕστερον δυναστείαν καταλῦσαι. οἱ δ᾽ ὥσπερ ἅπαντες καταναυμαχηθέντες εἰρήνης αὖθις ἐδέοντο, οὕτως οὐ μόνον τοὺς ἐν τοῖς ἀγῶσι παρόντας εἴθιστο τότε νικᾶν ἡ πόλις, ἀλλὰ καὶ τοὺς ἄλλους ἐξέπληττε καὶ διὰ πάντων ἐνίκα. ἀλλὰ μὴν φανήσεται νίκας τε μεγίστας τῶν πώποτε ἀνῃρημένη καὶ συμφορὰς οὕτως ἐνεγκοῦσα ὡς μᾶλλον ἄν τινα τῆς πόλεως ἄγασθαι τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἢ τὰ ἔργα τῶν κεκρατηκότων, ὥστ᾽ ἔμοιγ᾽ ἐπέρχεται καὶ τοῦτ᾽ εἰπεῖν, ὅτι νικῶσα ταῖς εὐπραξίαις οὐχ ἧττον ἐν οἷς ἠτύχησε διενήνοχεν, εἴπερ μηδεὶς ὁμοίως ἐνήνοχε τὰς συμφοράς. τοῦ μὲν οὖν οἷς κατώρθωσε νικᾶν ἄνευ τῶν πρὸς αὐτοὺς πεπραγμένων τοὺς ἀντιπολιτευσαμένους ἄλυτα ὑπάρχει διττὰ σημεῖα: ἅ τε γὰρ καθ᾽ αὑτὴν ἔπραξε τῶν ἰδίᾳ τισὶ πραχθέντων ὑπεραίρει οὐχ ὅσον ἀγνοῆσαι, ἅ τ᾽ ἐν ταὐτῷ γενομένων ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι. καὶ μὴν ἔν γε τοῖς δυσκόλοις κρείττων γέγονε τῶν νενικηκότων: οἱ μὲν γὰρ εἴκοντες, ἡ δ᾽ ἀντέχουσα δέδεικται τῇ τύχῃ. οὐκοῦν ἀμφοτέρας τὰς νίκας οὐ παρὰ μικρὸν φέρεται καὶ νικᾷ

   Αιλ. Αρ. Λογ. 13. 164 τὰς πόλεις ὁμοίως οἷς τε κατώρθωσε καὶ ἐν οἷς ἀπέτυχε.

καὶ μὴν αὐτὴ μὲν ἐθνῶν ἅμα καὶ πόλεων κεκράτηκεν, αὐτῆς δ᾽ οὐδεὶς ὅστις οὐ μετὰ πολλῶν συμμάχων. ἔτι δ᾽ αὐτὴ μὲν πρὸς ἅπαντας ὁμοῦ πολεμεῖν ἠνάγκαστο τοὺς ἐπιόντας, ἢ κινοῦντας, τῶν δ᾽ ἐναντίων οἱ πλεῖστοι πρὸς μέρος αὐτῆς ἀντήρκασιν, ἀθρόας δὲ τῆς δυνάμεως ἢ τίς ἢ οὐδεὶς ἐπειράθη. ὥσθ᾽ ἡ τῶν Ἀθηναίων πόλις νενίκηκε μὲν πολλὰ δὴ πολλάκις, αὐτὴ δ᾽ ἴσα καὶ ἀήττητος ἐστί. τὸ δὲ πάντων μέγιστον ὅτι αὐτῆς μὲν οὐδεὶς ἐκράτησεν —οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο, ἀλλὰ στρατιᾶς γέγονε πάντα τὰ τοιαῦτα ἀτυχήματα— αὐτὴ δὲ τὰς γνώμας τῶν ἐναντίων ἅμα τοῖς ἔργοις δεδούλωται, Ξέρξῃ μὲν φεύγειν ἀπὸ τῶν πραγμάτων ποιήσασα ἐν εὐχῆς μέρει, Λακεδαιμονίους δὲ ἀνακλίνασα οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόντας καὶ πταίσαντας αὐτῶν. γνοίη δ᾽ ἄν τις ὡς οὐκ ἴσον οὐδ᾽ ὅμοιον τὸ τῶν πόλεων τούτων οὔτε τῷ μεγέθει τῶν ἔργων οὔτε τοῖς τολμήμασιν οὔθ᾽ ὅλως οὐδενὶ τῶν ὑπαρχόντων. Λακεδαιμόνιοι μὲν γὰρ ἐν Λεύκτροις ἀτυχήσαντες οὐκ ἀνήνεγκαν, ἀλλ᾽ ὥσπερ ἀνδρὸς τελευτὴ κἀκείνοις συνέβη. εἰρήνην μὲν γὰρ ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους, μόνῃ τῇ τῶν Ἀθηναίων πόλει νομίζοντες εἴκειν εὐπρεπῆ συμφορὰν εἶναι, ἀναμιχθέντες δὲ τοῖς ἄλλοις Πελοποννησίοις οὐ μᾶλλον σώζειν ἑτέρους εἶχον ἢ τῶν ἄλλων ἐδέοντο σώζειν σφᾶς: καίτοι τὸ μέγιστόν γε αὐτοῖς ἡ πόλις ἤρκεσε, τὸ μὴ ὥσπερ καταιγίδος ἢ στροβίλου τινὸς ἐμβολῇ καθάπαξ ἀναρπασθῆναι. ἡ δὲ πόλις κλαπεῖσα τῇ ναυμαχίᾳ τῇ καθ᾽ Ἑλλήσποντον, καὶ στερηθεῖσα τῶν νεῶν καὶ τῶν τειχῶν, καὶ μετὰ τοῦτο ἐν αὑτῇ στάσει χρησαμένη, καὶ Λακεδαιμονίων οὐδὲν μέτριον ποιούντων, ἐκείνους μὲν δι᾽ ἑνὸς ἀνδρὸς ἀφείλετο τῆς θαλάττης τὴν ἀρχὴν, αὐτὴ δ᾽ ἐπέστη τοῖς Ἑλληνικοῖς ὥσπερ ἄρτι παριοῦσα ἀπὸ τῶν Μηδικῶν. οὐ τοίνυν μόνον τὰ τῶν πολέμων ἐλαττώματα κάλλιον ἤνεγκεν ἢ τὰς εὐπραξίας ἕτεροι, ἀλλὰ καὶ τὰς

   Αιλ. Αρ. Λογ. 13. 165 οἴκοι δυσκολίας οὕτω διέθετο ὥσθ᾽ ὅρον εἶναι σωφροσύνης πᾶσιν ἀνθρώποις καὶ μηδένα μηδ᾽ ὕστερον ἐξευρεῖν ἔχειν βέλτιον τῶν ὑπ᾽ ἐκείνων γενομένων μηδέν. ἔδειξε δὲ τῇ τ᾽ ἐπὶ τῶν τετρακοσίων μεταστάσει τῆς πολιτείας, ἣν ἀψοφητὶ κατέλυσε, καὶ τῷ πρὸς τοὺς τριάκοντα πολέμῳ, μηδέν τι πρὸς πλείους μετ᾽ ἐκείνους γενομένῳ. ἀλλὰ μὴν ἅμα σωφροσύνης τε καὶ τόλμης οὐδένες ἀνθρώπων σαφέστερα δείγματ᾽ ἐξήνεγκαν, οἵ γε ὀλίγῳ μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι ταῦτα βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λακεδαιμονίων ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν καὶ πρὸς τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰόμενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ, ἢ μὴ προσορᾶν τὸν ἥλιον, κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. ἐπεὶ δ᾽ ἠγωνίσαντο μὲν πρὸς τοὺς ἀπὸ τοῦ ἄστεος, ἀντετάξαντο δὲ Λακεδαιμονίοις, ἔσχον δὲ τὸν Πειραιᾶ, παράδειγμα δ᾽ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο, ὁ δῆμος ἤδη συνειλεγμένοι ἅμα τ᾽ εἰς χεῖρας παρῆσαν καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ αὑτῶν πολεμήσοντες ἑκάτεροι: ὥστε μὴ εἶναι διελέσθαι πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει, τοῦτόν γε λυθεῖσαν τὸν τρόπον. ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς: ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ συμφοράν. βούλομαι δὲ τοσοῦτον ἔτι ὑπὲρ τῶν ἀνδρῶν ἐκείνων εἰπεῖν, ὅτι τῇ μὲν τόλμῃ παρῆλθον οὐ μόνον Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς Μαραθῶνι σχεδὸν τῶν προγόνων. οἱ μὲν γὰρ, εἰ καὶ πολὺ τῶν ἐναντίων ἥττους, ἀλλ᾽ οὖν ἐν πλήθει συντάγματος ὄντες ἐθάρρησαν, οἱ δ᾽ ὀλίγῳ πλείους ὄντες οἱ σύμπαντες ἢ πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο Φυλὴν κατέλαβον. καὶ οἱ μὲν εὐθενούσης τῆς πόλεως ξένους καὶ βαρβάρους, οἱ δ᾽ ἑτέρως πεπραγυίας Λακεδαιμονίους τῶν Ἑλλήνων ἄρχοντας καὶ τοὺς ἐκ τοῦ ἄστεος αὑτῶν ἐκράτησαν. κρατήσαντες δὲ

   Αιλ. Αρ. Λογ. 13. 166 εὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δ᾽ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστ᾽ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ πολέμου συμφοράν: οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν;

ὃ δ᾽ οὐδενὸς ἧττον τῶν ὑπ᾽ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι, Λακεδαιμονίων γὰρ ἃ τοῖς τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνεξέτισεν ὁ δῆμος, ἵν᾽ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. καὶ μὴν Λακεδαιμόνιοι μὲν ὅπως ὡμίλουν ἀλλήλοις οὐκ ἂν ἔχοιμεν εἰπεῖν: ἔκρυπτον γάρ: ἡ δὲ πόλις πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων καὶ τοῖς ἄλλοις παράδειγμα κατέστη. τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ: πέμψασα γὰρ ὡς αὐτοὺς καὶ ὑπομνήσασα τῶν ἑαυτῆς διήλλαξε. φαίνονται τοίνυν ὁμοίως τά τε οἰκεῖα καὶ τὰ κοινὰ τῶν Ἑλλήνων πολιτευσάμενοι μόνοι τῶν ἄλλων: τούς τε γὰρ Ἕλληνας οὐ μόνον ἐκ τῶν πολεμίων ᾤοντο δεῖν ῥύεσθαι, ἀλλὰ καὶ νοσοῦντας ἐν αὑτοῖς ἀπαλλάττειν, αὐτοί τε καὶ πρὸς τοὺς ἔξω πολέμους καὶ πρὸς τὰς οἴκοι δυσκολίας παρεσκευασμένοι κρεῖττον ἐλπίδος ἑωρῶντο. οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης, οὐδὲ τὸ μηδενὸς ἄλλου πλὴν τῶν εἰς τὸν πόλεμον προνοουμένους, τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης, οὐ ταῦτα μόνον δείκνυσι τὸ οὐκ ἴσον, ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς τοσοῦτον φαίνεσθαι κρατοῦσαν τὴν

   Αιλ. Αρ. Λογ. 13. 167 πόλιν, εὖ τε καὶ ὡς ἑτέρως χωροῦσιν, ὡς τά τ᾽ εἰρημένα δηλοῖ καὶ δι᾽ ὧν προσθήσομεν ἔξεστι θεωρεῖν. πάσχω δ᾽ ἔγωγε πρὸς τὰς τῆς πόλεως πράξεις ὅπερ οἱ πρὸς τοὺς ἐν ὥρᾳ: ἀεὶ γάρ μοι τὸ προφαινόμενον τῶν ἔργων κάλλιστον φαίνεται καὶ τίθεμαι τούτῳ κατὰ τὸν λόγον. ταῦτα μὲν οὖν θεῶν τις ἂν κρίνειε καλῶς, ἐγὼ δ᾽, ὥσπερ ὑπεσχόμην, δίειμι τῶν λοιπῶν τὰ γνωριμώτατα, ἐξ ὧν ἅμα τήν τε γνώμην καὶ τὴν δύναμιν τῆς πόλεως ἔξεστι λογίζεσθαι. ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλεμον καὶ θαυμαστὸν ἤρατο ὑπὲρ Θηβαίων. ἐπειδὴ γὰρ ὡς ἀπειρηκότων ὑμῶν Λακεδαιμόνιοι παιδιὰν τὰ λοιπὰ κρίναντες ἤρχοντο τῆς δυναστείας ἀπὸ τῶν ἑαυτῶν συμμάχων καὶ φρουρὰν ἐπὶ Θηβαίους ἔφαινον, ἀμφότερα ἐξέπληξε τοὺς Ἕλληνας: οὔτε γὰρ ἡ πόλις ἐχθροῖς πικροτέροις οὔτ᾽ αὖ Λακεδαιμόνιοι συμμάχοις προθυμοτέροις ἅμα καὶ δυνατωτέροις ἐπ᾽ αὐτὴν ἐκείνην ἐκέχρηντο, οὐ μόνον ἀρχομένου τοῦ πολέμου καὶ μεσοῦντος, ἀλλὰ καὶ τὰ τελευταῖα πεπαυμένου. ἀλλ᾽ ὅμως ὁ δῆμος οὐκ ἐφήσθη τοῖς γιγνομένοις, οὐδ᾽ αὖ τὴν ἀκαιρίαν κατεμέμψατο τῷ μήτε ναῦς μήτε τεῖχος ἔχειν πω τότε, ἄλλ᾽ ὥσπερ οὗ Λακεδαιμόνιοι κινοῦνται, ἐνταῦθα σφᾶς δέον εἶναι τοὺς ἀπαντῶντας, παραβάλλοντες μέσην τοῖς τοῦ πολέμου κινδύνοις τὴν πόλιν, παρ᾽ αὐτὰ τὰ τῶν συμφορῶν ὑπομνήματα, ἐξελθόντες εἰς Ἁλίαρτον ἐναντία Λυσάνδρῳ καὶ Παυσανίᾳ τὴν Βοιωτίαν ἐξείλοντο. καὶ τότε δὴ Λύσανδρος ἀκριβῶς ᾔσθετο ὅτι οὐχ, ὡς ᾤετο, ἐνενικήκει τὴν τῶν Ἀθηναίων πόλιν, ἀλλ᾽ ὥσπερ ὠνειροπόλησε τοῖς παισὶ παραπλησίως: ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς, ὁ δ᾽ οὐ τὰ τῶν Ἑλλήνων διῴκει, ἀλλ᾽ ὁμοῦ τοῖς ἄλλοις ἔκειτο. οὐ πολλῷ δ᾽ ὕστερον καὶ Κορινθίους Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα μετῆλθε δίκη, καὶ καταφεύγουσι καὶ οὗτοι πρὸς τὴν πόλιν: ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς οὐκ ἄν ποτε τὴν ἱκανὴν δίκην ἔχειν νομίσαι πᾶς τις ἂν εἴκασεν ἐκ τῶν ὑπαρχόντων, οἱ δ᾽ ἅπερ περὶ Θηβαίων, ταῦτα καὶ περὶ τούτων γνόντες βοηθοῦσιν εἰς Κόρινθον, ὡς ἄν τις ὑπὲρ τῆς οἰκείας: καὶ γενομένου τοῦ πολέμου

   Αιλ. Αρ. Λογ. 13. 168 πολλοῦ καὶ συνεχοῦς ἐν Κορίνθῳ, μάχας τε πολλὰς προκινδυνεύσαντες, καὶ τειχίσαντες αὐτοὺς καὶ τὴν πόλιν διὰ πάντων φυλάξαντες, κάλλιστον ἐκεῖνο ἐπέθηκαν: ἔχοντες γὰρ τὸν Ἀκροκόρινθον καὶ παρὸν αὐτοῖς κατασχεῖν τὴν πόλιν, ἡνίκ᾽ ἐβούλοντο, οὐκ ἐδέξαντο οὐδ᾽ ἐβουλεύσαντο, ἔργῳ δείξαντες ὅτι τὸ τῶν προστατῶν πολεμοῦσιν, οὐχ αὑτοῖς ἰδίᾳ τι πράττοντες. καὶ τέλος εἰς τοῦτ᾽ ἀπορίας κατέστησαν Λακεδαιμονίους ὥστ᾽ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν καταφεύγουσι καὶ δι᾽ ἐκείνου ποιοῦνται τὴν θρυλουμένην εἰρήνην, τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας προέμενοι, περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ: ἀλλ᾽ εἴ τις ἔροιτο αὐτοὺς πότερον ἑκόντες ταῦτα συνεχώρησαν, ἢ βιασθέντες, εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη προδεδωκέναι φάσκειν, ὃ τίς ἂν πιστεύσειεν; εἰ δ᾽ ἄκοντες καὶ δι᾽ ἀνάγκην, ὁμολογοῦσιν ἡττῆσθαι δή που πρὸς τὴν πόλιν τοῖς ὅλοις: οὐ γὰρ ἂν, εἴ γ᾽ εἶχον ὅ τι χρήσονται τοῖς πράγμασιν, εἶτ᾽ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν. ὥστε τῷ μόνῳ λειπομένῳ τῶν λόγων αὐτοὶ μαρτυροῦσι προέχειν τῷ πολέμῳ τότε τὴν πόλιν, καὶ ταῦτ᾽ οὐχὶ μικρόν. ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. δυοῖν γὰρ ὄντοιν ἐξ ὧν κρίνονται πόλεις, πολέμου καὶ εἰρήνης, καὶ τούτων ἀμφοτέρων τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους γενομένων, ἐπὶ μὲν τοῦ πολέμου τοσοῦτον διήνεγκεν ἡ πόλις ὥσθ᾽ ἃ μόνη κατειργάσατο, μέγιστα τῶν ἔργων ἐστίν: ἢ τοῖς ὕστερον εἴ τις τιθοῖτο, τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσονπερ ἂν εἰ καθ᾽ αὑτὴν ἠγωνίζετο. χωρὶς δὲ τούτων τοῖς τρισὶ καιροῖς μαρτυρεῖται: τὰ μὲν γὰρ πρῶτα τοῦ πολέμου μόνη κατέπραξεν, ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασιλέα προκινδυνεύσασα τὰ ἀριστεῖα ἠνέγκατο: τὰ δ᾽ αὖ τελευταῖα αὐτῆς ἐστιν ἴδια, αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμαχίαι καὶ πεζομαχίαι καὶ ὁ πολὺς δρόμος: [p. 277] ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε, καὶ

   Αιλ. Αρ. Λογ. 13. 169 σὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα: καὶ παρέμεινε μόνη. ἀλλὰ μὴν τῆς γε εἰρήνης ὅσον τὸ διάφορον: ἡ μέν γε τῆς πόλεως ἐπιτάττει τῷ βασιλεῖ κἀκεῖνόν φησι δεῖν τὸ κελευόμενον ποιεῖν: οὐ γὰρ ἐᾷ πλεῖν εἴσω Χελιδονέων καὶ Κυανέων, εἰ δ᾽ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς, οὐδὲν μᾶλλον ἐλᾷς ἄχρι θαλάττης, ἀλλ᾽ αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις, καὶ ἀκούσει περὶ τῶν Ἑλλήνων ὁμοίως τῶν τε ἐν τῇ Ἑλλάδι καὶ τῶν ἐν τῇ σεαυτοῦ. ταῦτα μὲν ἡ τῆς πόλεως εἰρήνη λέγει, ἡ δ᾽ ἑτέρα τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἀκούειν τοῦ βασιλέως κἀκεῖνον ποιεῖν ὅ τι ἂν βούληται περὶ αὐτῶν καὶ τοῖς ἄλλοις τὰ δίκαια ὁρίζειν προστέθεικεν. ἆρ᾽ ἴσον τὸ κεφάλαιον, ἢ μικρὸν τὸ διάφορον, ἀλλ᾽ οὐ πᾶν τοὐναντίον;

πάλιν δὴ τὰ πρὸς τοὺς Ἕλληνας καὶ τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις. ἡ μὲν τοίνυν πόλις οὓς εἷλε Λακεδαιμονίων οὐδὲν κακὸν ποιήσασα ἀπέπεμψε μετ᾽ εἰρήνης, ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι: οἱ δ᾽ ἐν Ἑλλησπόντῳ Λακεδαιμονίων, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων ἀπέσφαξαν παραχρῆμα, καὶ πλέον οὐδὲν προστίθημι, καὶ ταῦτα ὑπάρχοντος αὐτοῖς τοῦ παραδείγματος οἴκοθεν, οἵα περὶ τοὺς δυστυχήσαντας ἡ πόλις ἐστίν: ἀλλ᾽ ὅμως οὐδ᾽ οὕτως ἐμιμήσαντο, τοσοῦτον ἀπέσχον τοῦ πρῶτοί γ᾽ ἂν αὐτοὶ δυνηθῆναι καταδεῖξαι. ἔτι δ᾽ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο, ἀλλ᾽ ἄχρι τῆς τῶν τειχῶν ἦλθον καθαιρέσεως, ἡ πόλις δ᾽ ἅπαντας Πελοποννησίους κατὰ τοὺς ἄνω χρόνους νενικηκυῖα, ὡς ἐκομίσατο τὴν Εὔβοιαν, οὐ προῆλθε περαιτέρω, ἀλλὰ καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτ᾽ ἀπέδωκεν ἑκοῦσα, Μέγαρα, Νίσαιαν, Τροιζῆνα, Ἀχαΐαν, Πηγάς. δοκεῖ δ᾽ ἔμοιγε καὶ τὸ τῶν αἰχμαλώτων καὶ πᾶν ὅλως τὸ τοιοῦτον διπλῆς ἀρετῆς εἶναι τῇ πόλει σημεῖον, οὐχ, ὡς ἄν τις φήσαι, μόνον οὑτωσὶ φιλανθρωπίας. ὅσοις μὲν γὰρ οἶμαι παρ᾽ ἐλπίδας ἢ δύναμιν τὰ τοιαῦτα

   Αιλ. Αρ. Λογ. 13. 170 κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδ᾽ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντ᾽ ἂν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. ἡ δ᾽ οἶμαι συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις οὐδεπώποτ᾽ ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα: διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ 'κεῖνοι τὰ σφέτερ᾽ αὐτῶν ἀπῄτησαν. καὶ μὴν ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδ᾽ ἂν εἷς εἰπεῖν ἔχοι, ὅπου γε μηδ᾽ ἀπὸ κοινοῦ μόνοι: Ἀθηναίων δ᾽ ἀνὴρ εἷς τῆς θαλάττης Λακεδαιμονίους ἀφείλετο τὴν ἀρχὴν, μόνος ἀνθρώπων ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν. οὐδ᾽ ὁτιοῦν γὰρ τὸν πιστεύσαντα ἀδικήσας ἐτείχισε τὴν πόλιν καὶ τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν. αὐτὴν τοίνυν τὴν τῆς θαλάττης ἀρχὴν ἡ μὲν πόλις ἐξ ὧν τοὺς βαρβάρους τοὺς φύσει πολεμίους ἐνίκησεν ἐκτήσατο, οἱ δ᾽ ἐξ ὧν ἡ πόλις ἠτύχησε. κτησάμενοι τοίνυν τὴν ἀρχὴν οἱ μὲν οὕτως ἕκαστα διεῖλον ὥστε τὸν διοικήσαντα παρ᾽ αὐτοῖς τοῖς Ἕλλησι δίκαιον κληθῆναι μόνον Ἑλλήνων ἀπὸ τούτου καὶ μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν δι᾽ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο, οἱ δ᾽ οὕτω τοὺς παραδόντας αὑτοὺς διέθηκαν ὥστε κάλλιστ᾽ ἀνθρώπων ἀπελογήσαντο ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρ᾽ ἐνίων τῇ πόλει: αἴτιον δ᾽ οὐκ ὠμότης οὐδ᾽ ἅ τις ἂν φαίη τῶν ῥᾳδίως εἰωθότων ἐπιτιμᾶν, ἀλλὰ τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. καὶ μὴν οἱ μὲν πλέον ἢ ἑβδομήκοντα ἔτη κατέσχον, οἱ δ᾽ οὐδ᾽ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχήν: οὔκουν ὡς ἀληθῶς ἄλλως γ᾽ ἂν εἴη, εἰ μὴ τὸ πρῶτον Ὀλυμπίων προσαγόντων παρέλαβον.


   Αιλ. Αρ. Λογ. 13. 171 ταῦτ᾽ ἐστὶν ἁγὼ τοῖς παρεξετάζειν βουλομένοις ἄχθομαι. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ, μεμφόμενος μὲν, αὐτὸς δ᾽ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς, καὶ δι᾽ αὐτά γε ταῦτ᾽ εἰρηκὼς αὐτοὺς δι᾽ ἅ φημι δεῖν μὴ λέγειν. οὐ μὴν ἀλλ᾽ ἐξ αὐτῶν τούτων καὶ μάλιστ᾽ ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστὴ, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτ᾽ ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον. ὥστ᾽ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτ᾽ εἶναι, σχεδὸν τούτου χάριν εἴρηται: χωρὶς δὲ τούτων ἄνευ βλασφημίας οἱ λόγοι γεγόνασι καὶ τῆς παραπεσούσης χρείας ἕνεκα. οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι, ὥστ᾽ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρ᾽ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν. καὶ γὰρ ἐκεῖνος τῶν ἄλλων προκινδυνεύων ὡς τὸν Αἴαντα ἀναχωρεῖ καὶ δι᾽ ἐκείνου φαίνεται, ὡς δ᾽ αὕτως καὶ κρύπτεται, καὶ Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων προέχοντες καὶ προκινδυνεύοντες ἐν ταῖς χρείαις παῖδες τῇ πόλει παραβαλεῖν εἰσί. τεκμήριον δέ: τῶν γοῦν ὑπαρχόντων καὶ πεπραγμένων αὐτοῖς μέγιστα ταῦτ᾽ ἐστὶν ὧν κεκοινωνήκασι τῇ πόλει: καὶ τούτων ἃ μὲν διείλοντο ἀπέτυχον, ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατ᾽ ἀνθρώπων κατώρθωσαν. οὕτω διὰ τῆς πόλεως καὶ φαίνονται καὶ κρύπτονται πάλιν. οὐ μὴν ἀλλ᾽ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην τοὺς λόγους, ὥστ᾽ ἐβουλόμην ἂν καὶ τὰ τρόπαια ἃ μέλλω λέγειν ἀπ᾽ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. νῦν δ᾽ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστ᾽ οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασι τὰς πράξεις παρελθεῖν: καὶ γὰρ εἰσὶν ἃς παρεξέλιπον: δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου.

   Αιλ. Αρ. Λογ. 13. 172 ἐνίκησαν μὲν τοίνυν ἐν Λεχαίῳ καὶ διέφθειραν μικροῦ πᾶν τὸ στρατόπεδον, εἷλον δὲ τὰ ἐν τῇ Κορίνθῳ φρούρια καὶ τοὺς ἐγκαθεστῶτας Λακεδαιμονίων ἐξήλασαν καὶ τὰ τείχη κατέσκαψαν: ἦλθον δ᾽ εἰς Ἀρκαδίαν καὶ μέχρι τῆς Λακωνικῆς, κατέκλεισαν δὲ τοὺς ἐν Φλιοῦντι, καὶ τῶν ἐπεξελθόντων τρόπαιον ἔστησαν, καὶ Μαντινέων πάλιν καὶ Σικυωνίων αὖθις ἐν τῷ πεδίῳ καὶ τῶν συμμάχων: παρέπλευσαν δ᾽ ἄχρι Βυζαντίου, καὶ πάντα τὸν περὶ Θρᾴκην τόπον δι᾽ αὑτῶν ἐποιήσαντο, ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν καὶ τὰς φρουρὰς ἐν Μηθύμνῃ καὶ πρὸς Ἀβύδῳ. τοσοῦτον δ᾽ αὐτοῖς περιῆν ὥστε καὶ τοὺς Θρᾳκῶν βασιλέας διήλλαξαν. γενομένου δὲ τοῦ περὶ τὴν Καδμείαν ἀπροσδοκήτου κακοῦ μόνοι τῶν Ἑλλήνων καὶ τὸ τῆς αἰσχρᾶς εἰρήνης δίκαιον καὶ τὰ τῶν Ἑλλήνων καλὰ καὶ ὡς ἀληθῶς δίκαια ἐτήρησαν Λακεδαιμονίοις ἐπεξελθόντες: ὧν ἀμφοτέρων τί χρὴ μεῖζον εἰπεῖν περὶ τῆς πόλεως; τήν τε γὰρ εἰρήνην ἔσχατοι τῶν Ἑλλήνων συνεχώρησαν καὶ οὐ πρότερον πρὶν ἔγνωσαν ὅτι οὐ μόνον Λακεδαιμονίοις ἅμα καὶ βασιλεῖ καὶ Σεύθῃ καὶ Διονυσίῳ καὶ Πελοποννησίοις ἀνάγκη πολεμεῖν, ἐπεὶ πρὸς τοῦτό γε ὑπῆρχον παρεσκευασμένοι, ἀλλὰ καὶ τοῖς συμμάχοις τοῖς σφετέροις αὐτῶν: οὕτω προὐδόθησαν καὶ οὐδ᾽ οὕτως ἁπάσαις ταῖς ψήφοις ὑπέμειναν, ἀλλὰ τῶν γε πεισάντων κατέγνωσαν, ἡγούμενοι παρὰ τὴν αὑτῶν εἶναι φύσιν καὶ οὐ θεμιτὸν πρὸ τῶν τροπαίων ὁντινοῦν τῶν Ἑλλήνων βασιλέως ἀκροᾶσθαι συγχωρῆσαι.

ἐπειδὴ δὲ καὶ παρὰ ταύτην τὴν εἰρήνην παρῆλθον εἰς Θήβας ὧν ἐγὼ φεύγω λέγειν τοὔνομα ἐπὶ τοιούτοις, οὐ μόνον πρῶτοι τῶν Ἑλλήνων, ἀλλὰ καὶ μόνοι τῶν πραγμάτων ἀνθήψαντο, ὥσπερ ἑρμαίου λαβόμενοι, καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐπεδείξαντο, ἀλλ᾽ οὐδὲν εἶδος εὐεργεσίας ἀπέλιπον, δεξάμενοι μὲν τὴν φυγὴν καὶ τὴν πρᾶξιν αὐτοῖς συνθέντες καὶ προδείξαντες ὥσπερ δρᾶμα παρ᾽ αὐτοῖς, ἀτέλειαν δὲ καὶ πολιτείαν καὶ πάντων

   Αιλ. Αρ. Λογ. 13. 173 μετουσίαν δόντες, ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου μεταστᾶσιν. ἔπειθ᾽ ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε βοηθείας, ἐξελθόντες μικροῦ δεῖν ἅπαντες ὥσπερ πομπῆς ἀλλ᾽ οὐ κινδύνων μεθέξειν μέλλοντες, τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι, τῇ δὲ γνώμῃ καὶ ὑπερβαλόμενοι. τότε μὲν γὰρ οὐκ οὔσης αὐτοῖς συμμαχίας πρὸς Θηβαίους ἐξῆλθον, ἐν δὲ τοῖς χρόνοις τούτοις καὶ τῶν στηλῶν τῶν περὶ τῆς συμμαχίας ὑπὸ Θηβαίων καθῃρημένων, ἀλλ᾽ ὅμως οὐχ ὑπελογίσαντο τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ, οὐδὲ μᾶλλον τοῖς δικαίως κινδυνεύουσιν ὠργίσθησαν ἢ τοῖς ἀδίκως ἐπελθοῦσιν. οὕτω δὲ λαμπροῖς τοῖς λογισμοῖς χρησάμενοι πρέπουσαν τὴν τελευτὴν ἐπέθηκαν. οὐ γὰρ παρὰ μικρὸν ἐνίκησαν οὐδ᾽ ὡς φοβῆσαι μόνον Λακεδαιμονίους, ἀλλ᾽ ἐκβαλόντες τὴν φρουρὰν καὶ τοὺς ἁρμοστὰς ὑποσπόνδους ἀνήγαγον εἰς τὴν ἐξ ἀρχῆς τάξιν τὴν πόλιν. καὶ τοῦτον μὲν ὑπὲρ τῆς ἐλευθερίας τὸν ἀγῶνα τῆς Θηβαίων, τὸν δ᾽ ἐφεξῆς ὑπὲρ αὐτῆς ἤραντο τῆς σωτηρίας αὐτῶν. παροξυνθέντων γὰρ Λακεδαιμονίων πρὸς τὸ συμβὰν καὶ μετὰ πάσης συμμαχίας ἐπελθόντων ἀντετάξαντο πρὸ τῆς πόλεως τῆς Θηβαίων, στρατηγούς τε φοβερωτέρους ἐκείνοις ἀντεπιστήσαντες ἢ 'κεῖνοι τοὺς σὺν Ἀγησιλάῳ παρείχοντο, καὶ διὰ πάντων σωτῆρες τῇ πόλει γενόμενοι. περιίσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλ᾽ οὐδ᾽ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς. ὧν τί παρεὶς τίνος μνησθῶ; πότερον τῆς ἐν Νάξῳ ναυμαχίας, ἔργου τοσούτου; ἢ τῶν περὶ Κέρκυραν ἀγωνισμάτων; ἢ τῶν ἐπὶ Θρᾴκης ὑπὲρ τῆς ἐκεῖ πραχθέντων Ἑλλάδος; ἢ τῶν ἐν Ἀκαρνανίᾳ; ἢ τῶν πανταχοῦ; ἢ πάντα τἄλλα ἀφεὶς ὃ μέγιστον ἔχω καὶ θαυμαστότατον καὶ μόνον ὡς ἀληθῶς τῶν Ἀθηναίων ἄξιον πρᾶξαι, τοῦτ᾽ εἴπω, τὸ ἐπειδὴ Θηβαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις κρατήσαντες ἐξελεῖν ἐπενόουν καὶ

   Αιλ. Αρ. Λογ. 13. 174 κατελέλειπτο τὰ πράγματα ἐν τούτῳ Λακεδαιμονίοις ὥστε δεῖν ἢ θεῶν τινα χεῖρα ὑπερέχειν, ἢ τὴν πόλιν κληρονομῆσαι τῶν ἐκείνοις ὄντων κινδύνων ἐθελοντάς: καίτοι ἀφῖκτο μὲν κατ᾽ ἀρχὰς εὐθὺς κήρυξ παρὰ τῶν Θηβαίων, ὡς ἐπ᾽ εὐαγγελίοις ἐστεφανωμένος, ἧκε δ᾽ ἡ Πελοπόννησος ἅπασα διδοῦσα ἑαυτὴν, κελεύουσα ἐπ᾽ ἀναιρέσει τῆς Σπάρτης ἡγεῖσθαι: εἰ δὲ μὴ, Θηβαίοις ἠπείλουν προσθήσεσθαι. οἱ δ᾽ ἐπὶ μὲν τοῖς παρὰ τοῦ κήρυκος οὕτως ἐδάκρυσαν ὥσπερ οἰκείαν τινὰ συμφορὰν ἀκούσαντες καὶ ἀπέπεμψαν ὥσπερ ἐκ τῶν βαρβάρων ἥκοντα, πλεῖστον δὴ δόξης ψευσθέντα: τὴν δὲ Λακεδαιμονίων ἐρημίαν ἀντὶ τῆς Πελοποννησίων ἑκουσίου συμμαχίας καὶ τῆς φιλίας τῶν κεκρατηκότων εἵλοντο, οὐχ ὧν ἐπεπόνθεσαν αὐτοὶ μνημονεύσαντες, ἀλλ᾽ ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες αὑτῶν εἶναι λῦσαι νομίσαντες. ὃ δὲ δὴ μάλιστα ἄξιον τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατ᾽ ἄνθρωπον ἡγήσασθαι, ἐξὸν γὰρ αὑτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ περιιδεῖν ἐπὶ κεφαλὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν, ἁπάντων ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο, καὶ πορευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τῶν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάντες ἐκώλυσαν. ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης.

θαυμάζω τοίνυν τῶν τὰ Μηλίων καὶ Σκιωναίων τολμώντων προφέρειν τῇ πόλει ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγοροῦσι, πότερον ταῦτα μόνα ἀκούσαντες τῶν πεπραγμένων τῇ κατὰ ἦθος πόλει, ἢ ταῖς ἑαυτῶν πατρίσιν οὐκ ἂν συμβουληθέντες καὶ ταῦτα καὶ τἄλλα ὑπάρχειν ὅσα τῇ πόλει; εἰ μὲν γὰρ οὐ συμβούλεσθαι φήσουσιν, ἀντεπιδειξάντων οἷς ἀγάλλονται: εἰ δ᾽ οὐκ ἂν φύγοιεν τὴν αἵρεσιν, εἴ τις αὐτοῖς διδοίη θεῶν, παυσάσθων μείζοσιν ἢ καθ᾽ αὑτοὺς λόγοις ἐγχειροῦντες. ἔτι τοίνυν

   Αιλ. Αρ. Λογ. 13. 175 πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κατηγοροῦσιν: εἰ μὲν γὰρ τῆς πόλεως, οὐδὲν, ὡς ἔοικε, τῶν μεγίστων ἐπίστανται, ἀλλ᾽ ἐκπέφευγεν αὐτοὺς ἀφ᾽ ὧν ἡ πόλις γνωρίζεται: εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἔοικεν, οἷς προείλετο ἡ πόλις νομίζοντες οὕτω μέμφονται ὥστ᾽ ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι τὴν πόλιν ἐγκωμιάζουσι. τότε γὰρ κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω: προσκείσθω γάρ. ὅταν δ᾽ ἐξετάζων διὰ πάντων ἑνὸς καὶ δυοῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τ᾽ εἰ μηδ᾽ ἰδιώτου ποιεῖ τὴν κρίσιν, ἀλλὰ πόλεως καὶ ταύτης πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμβάντα. εἰ δὲ δεῖ καὶ περὶ τούτων ἀποκρίνασθαι, οὐκ ἐρῶ πῶς οἱ μετὰ ταῦτα δυνηθέντες προσηνέχθησαν τοῖς αὐτοῖς τούτοις πράγμασιν: οὔτε γὰρ λυπεῖν ἔγωγε οὐδένα τῶν Ἑλλήνων προῄρημαι, ἀλλ᾽ ἀνεῖται τῷ γένει τῶν Ἑλλήνων ὁ λόγος φιλοτιμία κοινὴ, οὔτ᾽ ἂν ἑτέρους ἐπιδείξω δή που μείζω καὶ δεινότερα εἰργασμένους, ἀπολογία τοῦτ᾽ ἐστὶν ὑπὲρ τῆς πόλεως, ἀλλ᾽ ὁμολογία μᾶλλον εἰς συγγνώμην καταφεύγουσα: οὐδὲν οὖν δέομαι τοιαύτης ἀπολογίας. ἀλλά μοι δοκοῦσιν ὅλως ἠγνοηκέναι τὴν τῶν πραγμάτων φύσιν καὶ ὥσπερ ἔξω οἰκεῖν τῆς οἰκουμένης οἱ τοὺς τοιούτους παραφέροντες λόγους. πῶς γὰρ ἂν καὶ λογίζεσθαι φαίη τις αὐτοὺς περὶ τῶν ὄντων μετρίως, ἢ πῶς ὑπὲρ ἀρχῆς χρῆναι διαλέγεσθαι, εἰ τοῦτο πρῶτον ἠγνοήκασι, τὴν φύσιν αὐτῆς; ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρ᾽ αὐτὸν τὸν τῆς ἰσότητος νόμον: εἰ δὲ μὴ, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλλοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρίνειν τἀκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα; ὅλως γὰρ οὐδὲν τούτων

   Αιλ. Αρ. Λογ. 13. 176 ἀπὸ τοῦ ἴσου γίγνεται. ὥστ᾽ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχάς τε καὶ δυνάμεις ἁπλῶς: ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. εἶθ᾽ ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν, ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἀλλ᾽ ᾕρηνται κρείττους εἶναι. ἀλλ᾽ οἶμαι ταῦτ᾽ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων καὶ τὸν ἥλιον οὐχ ἑορακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. εἰ δ᾽ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμὸς, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις, ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντινοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην ἢ τὸν τῶν Ἀθηναίων ἔστι δῆμον εὑρεῖν. φανήσεται γὰρ ἃ μὲν διαφερόντως ἐβουλεύσατο ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δ᾽ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθεὶς καὶ σχεδὸν αὐτὸς αὑτῷ τῶν ἐγκλημάτων αἴτιος γεγονώς. πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντας χρησάμενος καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος ἢ δυναστείας νόμῳ κατέχων, ταυτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν: οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρ᾽ ἐνίων ἔτυχεν, ἀλλ᾽ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτ᾽ εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν: εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρ᾽ ἀξίαν ὑβρίσαντας εἰς αὐτὸν, τοὺς δ᾽ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; οἶμαί γε τοῖς τὴν ἀνάγκην παρασχοῦσιν: ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον

   Αιλ. Αρ. Λογ. 13. 177 αὐτὸ τοῦτ᾽ ἔχοντες ἐπαρθῆναι καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδ᾽ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σώζειν. δῆλον δέ: ἃ γὰρ περὶ Μυτιληναίων μετέγνωσαν τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο, ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν τῆς πόλεως ἦν μόνης καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. θαυμάζω δὲ εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοὶ τὰ ἔργα δι᾽ οἵων καὶ ὅσων ἀπολελόγηται περὶ τούτων. καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλ᾽ ὅσων ἀγαθῶν αἴτιοι γίγνονται θαυμάζομεν, τὴν πόλιν δ᾽ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλ᾽ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν, οὐδ᾽ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; οὐκ οἴομαί γε. ὥσπερ ἂν εἴ τις καὶ τῶν θεῶν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, κἂν εἴ τι σεισθῇ, τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας αὐτῶν ἀμελήσας σκοπεῖν. ἡ τοίνυν πόλις Σκιωναίους μὲν ἀνέστησε, τοὺς δ᾽ Ἕλληνας ἅπαντας καὶ κοινῇ καὶ καθ᾽ ἑκάστους ἔσωσε, καὶ ταῦτα μυριάκις. ἡδέως δ᾽ ἂν πυθοίμην τῶν ῥᾳδίως ἀξιούντων αὑτοὺς τὰ τηλικαῦτα κατηγορεῖν τίνας τοιούτους αὐτὴν ἀναστάτους ποιῆσαί φασιν οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαίους, ἢ τίνων τείχη καθελεῖν οἷα Κορινθίοις ἀνέστησεν, ἢ τίνας τοιούτους ἀνελεῖν οἵους διετήρησε Λακεδαιμονίους καὶ τὰς μετ᾽ ἐκείνων πόλεις, ἄλλοις τε πολλοῖς παλαιοῖς καὶ καλοῖς ἔργοις, καὶ τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν ἀρίστῃ τῶν Ἑλληνικῶν, οἶμαι δὲ καὶ τῶν μνημονευομένων, ἱππομαχίᾳ.

ὃ δ᾽ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων ἐκείνων ἐστὶ καὶ ὃ πάσας τῇ πόλει καὶ τὰς ἄνω καὶ τὰς τότε πράξεις

   Αιλ. Αρ. Λογ. 13. 178 ἐπεσφραγίσατο, Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου, πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος εἰς νοῦν ἐμβαλλομένου ἐπιθέσθαι τῇ Ἑλλάδι, τῷ μήκει τῶν πολέμων κεκακωμένῃ, καὶ τοῦτο μὲν τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους τεθεραπευκότος ἐκ πολλοῦ, τοῦτο δὲ τὸν Περσῶν βασιλέα καλοῦντος, καὶ τοῦ πράγματος ἤδη ζέοντος, ἔσχον τὴν πεῖραν Ἀθηναίων στρατηγοὶ δύο, ὁ μὲν τὰς ἀπὸ Σικελίας ναῦς προσπλεούσας ἁπάσας λαβὼν αὐτοῖς ἀνδράσιν, ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καὶ τὴν θάλατταν δι᾽ αὑτοῦ ποιησάμενος. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο, οὐ πλοῦτον ἐθαύμασεν, οὐκ ἀσφάλειαν, οὐχ ἡδονὰς ἀντὶ τῶν δικαίων ἠλλάξατο, ἀλλ᾽ ὥσπερ ἅπασι πεφυκυῖα ζῆν οὕτως ἑαυτὴν ἤγαγε. καὶ γάρ τοι πάντες, ὅσοι τῆς Ἑλλήνων ἀρχῆς ἐπεθύμησαν τῇ πόλει πολεμοῦντες διεγένοντο. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων, τοὺς δ᾽ ἐλπίσι καὶ δωρεαῖς αὑτῷ συμπράττειν ἔπεισε: πρὸς δὲ τὴν πόλιν πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν, ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν. ἡ δὲ ἕως μὲν ἐξήρκει, τοὺς μὲν ἐξῃρεῖτο, τοῖς δ᾽ ἐν πατρίδος μοίρᾳ κατέστη, πάντων δὲ ὥσπερ μήτηρ ὑπὲρ παίδων προὔκαμε, μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε καὶ συνεσκίασε τὰς κατεχούσας τότε συμφοράς: ἐπεὶ δ᾽ ἔκλινε τὰ πράγματα, οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ, ἀλλ᾽ ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι καὶ τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστίν. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο. ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθ᾽ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. τοσοῦτον δ᾽ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι: τέτταρας ὡς διελέσθαι γένει πολέμους ἡ πόλις πεποίηται, τοὺς μὲν αὑτῆς

   Αιλ. Αρ. Λογ. 13. 179 ἰδίους, τοὺς δ᾽ ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος, τοὺς δ᾽ ὑπὲρ τῶν ἐν μέρει δεηθέντων, κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφ᾽ ὧν ἠδίκητο καὶ οἷς ἐγκαλεῖν εἶχεν ἐκ τῶν πρόσθεν. φημὶ τοίνυν ἐγὼ τουτὶ μόνον τὸ σχῆμα τοῦ πολέμου πάσας ὁμοῦ τὰς Ἑλληνικὰς πράξεις ἐλέγχειν ὑστέρας οὔσας. πλείους γάρ εἰσιν οὓς ἡ πόλις ἀγνωμονήσαντας εἰς αὑτὴν ἔσωσεν ἢ ὅσοις μᾶλλον χάριν εὖ ποιήσασιν ἀπεμνημόνευσε, λέγω δὴ Θηβαίους ἀπὸ Λακεδαιμονίων, Κορινθίους ἀπὸ Λακεδαιμονίων, Λακεδαιμονίους ἀπὸ Θηβαίων, Εὐβοέας ἀπὸ Θηβαίων, ὅτε διττῆς ἀρετῆς δείγματα ἐξήνεγκε, τοῖς μὲν τὰς πόλεις φυλάξασα καὶ τὴν χώραν ὑφ᾽ ὧν ἀπεστέρητο τὴν αὑτῆς, τοὺς δ᾽ ὡς ἐκράτησεν ὑποσπόνδους ἀφεῖσα, αὖθις Εὐβοέας ἀπὸ Φιλίππου, Βυζαντίους, Περινθίους, Χερρονησίτας, Χαλκιδέας τὸ καθ᾽ αὑτὴν, ἑτέρους μυρίους. ἀνθ᾽ ὧν εἰ χρῆν ὥσπερ ἰδιώτου πόλεως εἰκόνα ποιήσασθαι, τῆς Ἀθηναίων προσῆκε μόνης καὶ τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος. ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦθ᾽ ἡ πόλις πᾶσι κοινῇ γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις, τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλλίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις.

ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται, οὐδενὸς δ᾽ ἧττον ἐμφανίζει τί ποτ᾽ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα, ἐν μὲν τοῖς ἄνω λόγοις ἡμᾶς διέφυγε, νῦν δ᾽ ἴσως οὐ χεῖρον ἀποδοῦναι. γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους, ἐὰν κρατήσωσι τῶν βαρβάρων, ἀνελεῖν τοὺς μηδίσαντας, ἐπειδὴ παρῆλθον οἱ κίνδυνοι, τῆς ἔχθρας ἐπελάθοντο. καὶ Λακεδαιμονίους ὡρμημένους ποιεῖν τὰ δεδογμένα διεκώλυσαν, ὁρῶντες τῶν πόλεων τὸ πλῆθος, αἷς ἔμελλεν ἡ Ἑλλὰς ἐλάττων γενήσεσθαι: οὕτως οὐ μόνον τῷ κοινῷ γένει τῶν Ἑλλήνων, ἀλλὰ καὶ τοῖς ἐξ ἀρχῆς ἁμαρτοῦσι καὶ εἰς αὑτὴν καὶ εἰς τοὺς Ἕλληνας ἐλυσιτέλησεν ἀεὶ δή ποθ᾽ ἡ πόλις, καὶ ὅσα ἐνίκησεν ἀκριβῶς ὑπὲρ ἁπάντων ἐνίκησε.

   Αιλ. Αρ. Λογ. 13. 180 καὶ περὶ μὲν τούτων ἱκανά. ὧν δ᾽ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γ᾽ ἡμεῖς σύνισμεν, ἐν ταῖς κοιναῖς εὐφημίαις ἐμνήσθη, ταῦτ᾽ οὐ πρὶν εἰπεῖν παύσομαι. καὶ γὰρ ὥσπερ οὐ θεμιτόν μοι φαίνεται λόγοις τὰς πράξεις κοσμοῦντα τοῦ κατ᾽ αὐτοὺς τοὺς λόγους μέρους παρελθεῖν τὴν μνείαν. μόνοι γὰρ ἁπάντων ἀνθρώπων, τὸ λεγόμενον δὴ τοῦτο, ἀναίμακτον τρόπαιον ἐστήσατε, οὐκ ἀπὸ Βοιωτῶν οὐδ᾽ ἀπὸ Λακεδαιμονίων οὐδὲ Κορινθίων, ἀλλ᾽ ἀπὸ τῶν ὁμοφύλων ἁπάντων, —λέγω δὲ οὐχ ὡς ἄν τις Ἕλληνας προσείποι πρὸς βαρβάρους ἀντιδιαιρούμενος, ἀλλ᾽ ἀπὸ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων—καὶ νίκην ἀνείλεσθε ἔντιμον καὶ μεγάλην κατὰ παντὸς τοῦ χρόνου, οὐ κατὰ τὴν ἐν Τανάγρᾳ μάχην τὴν ἀμφισβητήσιμον οὐδὲ μὰ Δία κατὰ τὴν ἐν Μαραθῶνι τὴν τοσοῦτον νικῶσαν, ἀλλ᾽ ὡς ἀληθῶς τὴν πρέπουσαν ἀνθρώπῳ καὶ διηνεκῆ καὶ ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβές. ἅπασαι γὰρ αἱ πόλεις καὶ πάντα τὰ τῶν ἀνθρώπων γένη πρὸς ὑμᾶς καὶ τὴν ὑμετέραν δίαιταν καὶ φωνὴν ἀπέκλινε. καὶ οὐ φρουραῖς ἐγκαθεστηκυίαις ἡ δύναμις τῆς πόλεως συνέχεται, ἀλλὰ πάντων ἐξεπίτηδες τὰ ὑμέτερα ᾑρημένων καὶ εἰσποιούντων ἑαυτοὺς, ὡς δυνατὸν, τῇ πόλει, συνευχομένων καὶ παισὶ καὶ ἑαυτοῖς τοῦ παρ᾽ ὑμῖν καλοῦ μεταλαβεῖν: καὶ οὔτε Ἡρακλέους στῆλαι κωλύουσιν οὔτε Λιβύης κολωνοῖς ταῦτα ὁρίζεται, οὐδ᾽ αὖ Βοσπόρῳ ὁποτέρῳ βούλει, οὐδὲ στενοῖς Συρίας καὶ Κιλικίας, ἀλλὰ πᾶσαν τὴν γῆν τύχῃ τινὶ θείᾳ ζῆλος ἐπέρχεται τῆς ὑμετέρας σοφίας καὶ συνηθείας, καὶ ταύτην μίαν φωνὴν κοινὴν ἅπαντες τοῦ γένους ἐνόμισαν, καὶ δι᾽ ὑμῶν ὁμόφωνος μὲν πᾶσα γέγονεν ἡ οἰκουμένη, ἴδοις δ᾽ ἂν καὶ τοὺς ἡνιόχους καὶ τοὺς νομέας καὶ τοὺς ἀπὸ τῆς θαλάττης ζῶντας καὶ πάντα ὅσα ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ χώρας τῆς παρ᾽ ὑμῶν φωνῆς ἐχομένους καὶ πειρωμένους τῆς γῆς ἀνθάπτεσθαι, καθάπερ τοὺς νεῖν ἀδυνάτους. ταύτην ἐγώ φημι τὴν μαρτυρίαν, ὦ Λακεδαιμόνιοι

   Αιλ. Αρ. Λογ. 13. 181 καὶ πάντες Ἕλληνες, καὶ παρ᾽ ὑμῶν αὐτῶν καὶ τῶν παρ᾽ ὑμῖν πρώτων διαφερόντως εἰσέτι νῦν ἐφ᾽ ἑκάστῃ ἡμέρᾳ τελεῖσθαι τῇ πόλει τῆς νίκης: οἳ τὰς μὲν πατρίους φωνὰς ἐκλελοίπασι καὶ καταισχυνθεῖεν ἂν καὶ ἐν σφίσιν αὐτοῖς διαλεχθῆναι τὰ ἀρχαῖα παρόντων μαρτύρων: πάντες δὲ ἐπὶ τήνδε ἐληλύθασιν ὥσπερ ὅρον τινὰ παιδείας νομίζοντες. ταύτην ἐγὼ τὴν μεγάλην ἀρχὴν καλῶ τὴν Ἀθηναίων, οὐ τριήρεις διακοσίας, ἢ πλείους, οὐδ᾽ Ἰωνίαν, οὐδ᾽ Ἑλλήσποντον, οὐδὲ τὰ ἐπὶ Θρᾴκης, ἃ μυρίους μεταβέβληκεν ἄρχοντας. τοσοῦτον γὰρ τὸ διάφορον τῶνδε τῶν λόγων πρὸς ἅπαντας τοὺς ἄλλους ἐξ ἀρχῆς τε ἦν καὶ ἔτι μᾶλλον ἐξεφάνη τῷ χρόνῳ, ὥστ᾽ οὐ μόνον ἐκλελοιπότων σχεδὸν ἤδη τῶν ἄλλων οἵδε τοσοῦτον ἀνθοῦσιν, ἀλλὰ καὶ φήσειεν ἄν τις ἁπάσας τὰς τῶν ἄλλων φωνὰς καὶ μὴ ὅτι βαρβάρων, ἀλλ᾽ αὐτῶν τῶν Ἑλλήνων τοῖς τῶν ψελλιζομένων παίδων ῥήμασι προσεοικέναι ὡς τῇ παρ᾽ ὑμῶν παραβαλεῖν. μέχρι μὲν γὰρ δυοῖν καὶ τριῶν ῥημάτων κἂν ἀκούοι τις κἂν τέρποιτο ὥσπερ ἐν παιδιᾷ, τὸ δὲ λοιπὸν κόρος ἤδη καὶ πάντα ἐλέγχεται: μόνη δὲ ἥδε πάσαις μὲν πανηγύρεσι, πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος, ἔτι δὲ ἅπασι καὶ καιροῖς καὶ τόποις ἀρκεῖ καὶ δι᾽ ἴσου πρέπει: δύο γὰρ τὰ πρῶτα σχεδὸν ὡς εἰπεῖν κέκτηται μόνη, σεμνότητα λέγω καὶ χάριν. ἀλλὰ μὴν τοῦ γε διὰ πάντων ἀγῶνος καὶ τόνου καὶ δρόμου καὶ κράτους τίς ἂν οἷός τ᾽ εἴη πλησίον ἐλθεῖν, ἑτέραν κομίζων γλῶτταν, καὶ οὐχ ὡς ἀληθῶς παῖς ἀνδρὸς ἡττηθεὶς ἄπεισιν, ἵν᾽ εὐπρεπῶς εἴπω; καὶ γάρ τοι πᾶσα μὲν ποίησις ἡ παρ᾽ ὑμῶν ἀρίστη καὶ τελεωτάτη, καὶ ὅση σεμνότητος καὶ ὅση χαρίτων προέστηκεν. εἰ δὲ δεῖ καὶ τῆς Ὁμήρου μνησθῆναι, μετέχει καὶ ταύτης τῆς φιλοτιμίας ἡ πόλις, οὐ μόνον διὰ τῆς ἀποίκου πόλεως, ἀλλ᾽ ὅτι καὶ ἡ φωνὴ σαφῶς ἐνθένδε. ἅπαντες δὲ οἱ λόγοι διὰ πάντων τῶν εἰδῶν οἱ παρ᾽ ὑμῖν ἄριστοι καὶ οὓς οἱ παρ᾽ ὑμῶν ἐποίησαν, καὶ σχεδὸν οἱ διὰ πάντων ἐν Ἕλλησι νικήσαντες ἅπαντες τῇ τῶν

   Αιλ. Αρ. Λογ. 13. 182 Ἀθηναίων δυνάμει νενικήκασιν. εἰ δὲ δή τι καὶ τὸ καθ᾽ ἡμᾶς—τοῦτο νῦν ἐστι θεῶν ἵλεων ὄντων—καὶ τοῦτ᾽ εἰς ὑμᾶς ἀναφέρει, οὔκουν ξενίαν γ᾽ ἔστι τῶν λόγων καταγνῶναι: ὥσπερ γὰρ προειδυῖα ἐξ ἀρχῆς ἡ φύσις περὶ τῆς πόλεως ὅσον τοῖς ἔργοις προέξει τῶν ἄλλων, κατεσκευάσατο αὐτῇ πρὸς ἀξίαν τοὺς λόγους, ἵνα αὐτή τε κοσμοῖτο ὑπὸ τῶν ἑαυτῆς ἀγαθῶν κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτ᾽ ἔχοι μετὰ τῶν ἄλλων χαρίζεσθαι. πρότερον μὲν οὖν τοὺς καταφεύγοντας ἐφ᾽ ὑμᾶς τῶν Ἑλλήνων διεσώζετε, νυνὶ δ᾽ ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλλίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε, ἡγεμόνες παιδείας καὶ σοφίας ἁπάσης γιγνόμενοι καὶ πάντας ἁπανταχοῦ καθαίροντες. τῇ μὲν γὰρ τῶν Ἐλευσινίων τελετῇ τοῖς εἰσαφικνουμένοις ἐξηγηταὶ τῶν ἱερῶν καὶ μυσταγωγοὶ κέκλησθε, διὰ παντὸς δὲ τοῦ χρόνου πᾶσιν ἀνθρώποις τῶν εἰς τὸ μέσον εἰσφορῶν ἱερῶν ἐξηγηταὶ καὶ διδάσκαλοι καθεστήκατε: ἀνθ᾽ ὧν ἅπαντας ταῖς πρεπούσαις ἐπῳδαῖς ἐφέλκεσθε, οὐκ ἴυγγι ὑποκινοῦντες, ἀλλὰ τῷ καλλίστῳ τῶν φαρμάκων, τῷ λόγῳ, ὅπερ οἱ θεοὶ πάντων ἀντάξιον ἀνθρώπῳ μόνῳ τῶν ἄλλων ἐδωρήσαντο. ὥστε τὰς μὲν ἄλλας πόλεις, ἃς ἕκαστοι τιμῶσι, μετὰ τὴν ἑαυτῶν φαῖεν ἂν οἶμαι πατρίδα, ἐπὶ δὲ τῆς Ἀθηναίων ἀντέστραπται, καὶ πάντες οὐ τὴν ὑμετέραν εἴποιεν ἂν τιμᾶν μετὰ τὴν ἑαυτῶν, ἀλλὰ τὴν ἑαυτῶν μετὰ τὴν ὑμετέραν, ὡς ταύτην οὖσαν τὴν ὡς ἀληθῶς οἰκείαν καὶ προτέραν, καὶ οὐδ᾽ ἂν εἷς νεμεσήσαι. ὥσπερ γὰρ τοὺς θεοὺς καὶ πρὸ τῶν γονέων τιμᾶν νενόμισται, ὡς κοινοὺς ὄντας ἁπάντων γονέας τε καὶ εὐεργέτας, οὕτω τὴν κοινὴν πατρίδα τοῦ γένους πρὸ τῆς ἰδίας εὐσεβὲς τιμᾶν.

ἄξιον τοίνυν καὶ τὸ τῆς αἰδοῦς εἰπεῖν ὅσον παρὰ πάντων ἐστί τε καὶ γέγονε τῇδε τῇ πόλει καὶ κατὰ πάντας ἀεὶ τοὺς χρόνους. οὐ γὰρ μόνον εὐθενούσης τῆς Ἑλλάδος ἠξιοῦτο τῶν πρωτείων, ἀλλὰ κἀν ταῖς μεταβολαῖς οὐδεμία ἐστὶν ἥτις ἐξ ἴσου ταύτῃ γεγένηται. φίλιππός τε γὰρ εὐτυχήσας τῇ περὶ Χαιρώνειαν μάχῃ τὴν μὲν Θηβαίων πόλιν εὐθὺς φρουρᾷ κατέλαβε, τὴν δὲ τῶν

   Αιλ. Αρ. Λογ. 13. 183 Ἀθηναίων οὐδ᾽ ἰδεῖν ὑπέμεινεν, ἀλλ᾽ ἔστη κατὰ χώραν αἰδοῖ τοῦ κρείττονος. καὶ σιωπῶ τὸν Ἀλέξανδρον, ὡς ἀεὶ πρὸς αὐτὴν ἔσχε θεραπευτικῶς. ἥ τε νῦν ἀρχὴ γῆς τε καὶ θαλάττης, εἴη δὲ ἀθάνατος, οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν, ἀλλὰ τοσαύτη τῶν τιμῶν ἐστιν ἡ περιουσία ὥστε τοσοῦτον ἑτέρως ἡ πόλις πράττει τὰ νῦν ὅσον οὐ πραγματεύεται. τὰ δὲ τῆς ἄλλης εὐδαιμονίας μικροῦ δεῖν παραπλήσιά ἐστιν αὐτῇ τοῖς ἐπ᾽ ἐκείνων τῶν χρόνων, ὅτ᾽ εἶχε τῆς Ἑλλάδος τὴν ἀρχὴν, καὶ προσόδων ἕνεκα καὶ προεδρίας καὶ τοῦ παρὰ πάντων συγκεχωρηκότος. ὃ δὲ πάντων θεοφιλέστατον, ὅτε μὲν γὰρ ἤνθει τὰ τῶν Ἑλλήνων, διετέλει καὶ Ἕλληνας καὶ βαρβάρους νικῶσα, ὧν δὲ μόνων ἔδοξεν ἔλαττον ἔχειν ἐν τοῖς ὕστερον, τούτων τοσούτῳ κάλλιον ἀπήλλαξε καὶ εὐτυχέστερον εἰς τέλος, ὥστε τῶν μὲν αἱ πόλεις ἀπολώλασιν, ὅσαι δὲ καὶ λοιπαὶ, τῷ τῆς ἀρχῆς ἄγονται νόμῳ καὶ φόροις καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὑποκείμεναι ὑποτελεῖς: ἡ δ᾽ οὐ τοσοῦτον ἠλαττώθη τότ᾽ οὐδ᾽ εἰς τοσοῦτον τοῦ χρόνου ἐξ ὅσου καὶ ὅσῳ μέχρι τοῦδε οὐ μόνον πρὸ ἐκείνων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων τετίμηται. δῆλον δέ: Πέλλῃ μὲν γὰρ οὐδεὶς ἂν φιλοτιμοῖτο πατρίδι οὐδὲ Αἰγαῖς, Ἀθηναῖος δὲ οὐδείς ἐστιν Ἑλλήνων ὅστις οὐκ ἂν εὔξαιτο μᾶλλον ἢ τῆς ὑπαρχούσης πόλεως πολίτης γεγονέναι. οὐ μόνον δὲ τὰ τῶν ἰδιωτῶν οὕτω πρεσβεύουσι τὰς Ἀθήνας, ἀλλὰ καὶ πόλεις αἱ μὲν ὡς ἀληθῶς ἐνθένδε καὶ παρ᾽ ὑμῶν οἰκισθεῖσαι ἥδιον ἂν ὡς ἀφ᾽ ὑμῶν εἰσιν εἴποιεν ἢ τὴν ἴσην ὑμῖν κτήσαιντο δύναμιν, αἱ δὲ κύκλῳ περιέρχονται ζητοῦσαι τρόπον τινὰ εἰς ὑμᾶς ἀνενεγκεῖν. ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν, μὴ γένοιτο δὲ πλειόνων: τούτων δ᾽ ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων, εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον: ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πόλις: τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν: ἐν δὲ τῇ τετάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δὲ ἀπήλλαξε

   Αιλ. Αρ. Λογ. 13. 184 τῶν ἄλλων. ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης τῆς νυνὶ καθεστηκυίας τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι. γνοίη δ᾽ ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος, εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατὸν, μᾶλλον δὲ σαφῶς ἀδύνατον, ἀλλ᾽ ὅσα γε ἐγχωρεῖ μερίσας ἄλλο ἄλλῃ χώρᾳ καὶ πόλει προσθεὶς, εἶτα ἀγῶνα τῷ λόγῳ ποιήσειε, καθάπερ ποιητῶν ἢ χορῶν: οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν ἂν ῥᾳδίως: οἷον εἰ φιλοτιμοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δ᾽ ὡς πρώτη δείξασα τοὺς καρποὺς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, ἡ δὲ πανηγύρεις, ἡ δ᾽ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάττης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλλοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποικίας ἃς ἀπέστειλεν, ἡ δ᾽ ὅ τι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει, φήμ᾽ ἔγωγε μάλιστ᾽ ἂν οὕτω γενέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ὑμῖν τὰς ἄλλας παρελήλυθεν. ἃ γὰρ ἐξαρκεῖ νειμαμένῃ τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει. καὶ τοίνυν ὥσπερ τοῖς ἅπασι τοσοῦτον περίεστιν, οὕτω καὶ καθ᾽ ἕκαστον αὖ πολλοῖς τοῖς εἰς ταυτὸν φέρουσιν ἀγάλλεται.

οἷον τῶν μὲν θείων εὐθέως δύο μὲν τὰ πρῶτα καὶ μέγιστα, ἥ τε ἐκ τῶν θεῶν τιμὴ καὶ ἡ περὶ τοὺς θεοὺς σπουδή. τούτων δ᾽ αὖ τῆς μὲν παρὰ τῶν θεῶν τιμῆς πότερον τὰς ἐπιδημίας εἴποι τις, αἷς τὸ κοινὸν ἐτίμησαν, ἢ τὰς τροφὰς αἷς ἔθρεψαν τοὺς ἐν τέλει καθάπερ παῖδας ἑαυτῶν; ἢ τὰς δίκας ἃς ἐποιήσαντο; καὶ τῶν γε δικῶν αὖ πότερον ἃς πρὸς ἀλλήλους περὶ τῆς πόλεως ἐποιήσαντο, ἢ τὰς ἐν τῇ πόλει πρὸς ἀλλήλους ὑπὲρ τῶν

   Αιλ. Αρ. Λογ. 13. 185 διαφόρων, ἢ τὰς ἀναμὶξ ἥρωσι καὶ θεοῖς ἐν θεοῖς δικασταῖς ἐνταυθοῖ γενομένας; καὶ μὴν τῶν γε δωρεῶν ὡσαύτως οὐ ῥᾴδιον τὴν μεγίστην εὑρεῖν. ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων: ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεὰν, καὶ ταύτην διπλῆν, ἆρ᾽ οὐ πολλαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς, τοῦτο μὲν οἱ νεῲ, τοῦτο δὲ αἱ δι᾽ ἔτους θυσίαι καὶ πρόσοδοι: ὧν τὰ μὲν παρ᾽ ὑμῖν πρώτοις γεγένηται, τὰ δ᾽ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται: τὰς δ᾽ ἀρρήτους τελετὰς, ὧν τοῖς μετασχοῦσι καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν βελτίω τὰ πράγματα γίγνεσθαι δοκεῖ, τίς οὐκ ἂν ἐξαρκεῖν φαίη πᾶσιν ἓν ἀντιθεῖναι; ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία τίν᾽ ἐκπέφευγε τρόπον εὐεργεσίας; πρῶτον μέν γε ἡ τῶν καρπῶν μετάδοσις, ἔπειθ᾽ ἡ τῶν τελετῶν ἑτέρα, τρίτον ἡ κατὰ τοὺς πολέμους προστασία, τέταρτον ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη καὶ εἰς τοὺς ἰδίους οἴκους καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπικουρία. τῆς τοίνυν σοφίας αὐτῆς πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις, ἢ τοὺς λόγους; καὶ τῶν λόγων πότερον τοὺς περὶ τὴν ῥητορείαν, ἢ τοὺς διαλεκτικοὺς, ἢ τὴν ποίησιν, ἢ τὴν ἄλλην συγγραφὴν, εἰ δὲ βούλει, τί τῆς ποιήσεως εἶδος; ὅ τι γὰρ πρῶτον ἢ τελευταῖον εἴποις τῆς πρώτης ἐστὶ τῇ πόλει.

σκόπει δὴ καὶ τὰ τῶν πολέμων, τοῦτο μὲν τοὺς ἰδίους ἀγῶνας, τοῦτο δὲ τοὺς ὑπὲρ τῶν ἄλλων, αὖθις αὖ τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα, καὶ πάλιν γε τὰ ἐν τῇ ὑπερορίᾳ ὁμοίως Ἑλλάδι καὶ βαρβάρῳ: καὶ πότερον τὴν ἀνδρείαν, ἢ τὴν φιλανθρωπίαν ἐρεῖς τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν; ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθ᾽ ὅσα ἂν μερίσῃς πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται, εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι τῇ χρείᾳ τῶν δεηθέντων καὶ

   Αιλ. Αρ. Λογ. 13. 186 τὰ ἀπὸ τῆς σοφίας ἀγαθὰ, εἰς δ᾽ αὖ τοὺς πολέμους τά τε οἰκεῖα καὶ τὰ ὑπὲρ τῶν δεηθέντων. πάλιν τοίνυν τῶν ἢ ὑπὲρ αὑτῶν ἢ ὑπὲρ τῶν ἄλλων πολέμων πότερον τὰς ναυμαχίας χρὴ λέγειν, ἢ τὰς πεζομαχίας, ἢ τὰς ἱππομαχίας, ἢ τὰς τειχομαχίας; πάντα γὰρ ταῦτα κρατίστη ἡ πόλις. εἰ δ᾽ αὖ βούλει, τί τῶν ἐν τῇ θαλάττῃ μέγιστον αὐτῆς, ἢ τί τῶν κατ᾽ ἤπειρον; τρεῖς δ᾽ οὖν ὅροι ταύτῃ κείσθων, οἷς εἰ μὴ ἑαυτὴν, ἀλλὰ τούς γε ἄλλους ἀναμφισβητήτως ὑπερβέβληκε: πεζομαχία μὲν ἡ Μαραθῶνι, ναυμαχία δ᾽ ἡ ἐν Σαλαμῖνι, ἱππομαχία δὲ, ἀπορῶ μὲν ἥντινα κρίνω, ἔστω δὲ ἡ ἐν Μαντινείᾳ: τειχομαχίας μὲν γὰρ οὐδ᾽ ἠμφισβήτησεν οὐδεὶς πώποτε. καὶ τοίνυν πότερον τῷ πλήθει τῶν τροπαίων, ἢ τῷ μεγέθει τῶν ἔργων θησόμεθα; ἢ πῶς τὴν ἀξίαν ἀποδώσομεν; οὕτω καὶ διὰ πάντων καὶ δι᾽ ἑκάστου πολλαχῶς νικᾷ. καὶ γὰρ ἀγῶνας πλείστους καὶ μεγίστους καὶ ὑπὲρ καλλίστων ἐποιήσατο, καὶ τρόπαια πλεῖστα καὶ κάλλιστα ἐκ τῶν Ἀθηνῶν, καὶ λόγοι πλεῖστοι καὶ κάλλιστοι καὶ διὰ πάντων ὑπερέχοντες οἱ τῆσδε τῆς πόλεως: προσθήσω δὲ καὶ παρὰ τῆσδε καὶ στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι καὶ ἀσφαλέστατοι καὶ δικαιότατοι καὶ πλείους ἢ σύμπαντες οἱ τῶν Ἑλλήνων. ἵνα δ᾽ εἴπω κεφάλαιον, τρισὶ τούτοις ὁ τῶν ἀνθρώπων βίος πληροῦται, τῇ τῶν ἀναγκαίων εὐπορίᾳ, τοῖς τῆς παιδείας καλοῖς, τῇ τῶν πρὸς τὸν πόλεμον κατασκευῇ: δυοῖν γὰρ ὄντοιν καιροῖν, εἰρήνης καὶ πολέμου, τὸ μὲν ἀμφοῖν κοινόν ἐστι, τὸ δὲ τῷ τῆς εἰρήνης ἀνεῖται καιρῷ, τὸ δὲ ἀμύνεσθαι δυνατοὺς εἶναι ποιεῖ περὶ τῶν ὑπαρχόντων. τούτων τοίνυν ἔστω μὲν ὅ τί τις βούλεται μέγιστον: τριῶν δ᾽ εἶναι πόλεων δεδόσθω ταῦτα, ἑκάστῃ ἕκαστον: φημὶ τοίνυν ἐγὼ καθ᾽ ἣν ἄν τις αὐτῶν κρίνῃ, τῆς πόλεως εἶναι τὸ νικᾶν. πάντα γὰρ αὕτη δείξασα καὶ πάντων ἐπὶ πλεῖστον προελθοῦσα φανήσεται: οὕτω πᾶσι τοῖς

   Αιλ. Αρ. Λογ. 13. 187 κριταῖς νικᾷ καὶ πρός γε ἔτι ταῖς χώραις ἁπάσαις: ὥστ᾽ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν ὅτι χρὴ καὶ πρώτην καὶ δευτέραν καὶ τρίτην αὐτὴν ἐν τοῖς Ἕλλησι κηρύττειν, ὥσπερ ἐν ἅρμασιν, εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρχαῖον, οὐκ ἀπὸ τῆς Σικελίας. εἶεν. ἀλλὰ ταῦτα μὲν τοιαῦτα.

τὰ δ᾽ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς οὐκ ἂν ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεος, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν, ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα, καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. τῶν μὲν αὐτοφυῶν, ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν. ἔτι δ᾽ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι, ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε, τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. γνοίης δ᾽ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.

καὶ τὰ μὲν παρὰ τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων ἀφελόντι. τῶν δ᾽ αὖ τῆς τέχνης τί χρὴ μέγιστον θεῖναι ἢ τί πρῶτον εἰπεῖν; νεῴ τε γὰρ ἐνταῦθα οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα ἄνευ τῶν οὐρανίων τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά: πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς

   Αιλ. Αρ. Λογ. 13. 188 φανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια: ὥστ᾽ εἴ τις τῆς πόλεως περιέλοι τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα δι᾽ ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δ᾽ αὐτὴν, ὥσπερ τὰς νῦν φρονούσας ἐφ᾽ αὑταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν. καὶ μὴν τὰ μὲν ἔσχηκε, τὰ δὲ ἔχει, καὶ οὔτε οἷς ὑπερεῖχεν ἀφῄρηται τὴν μνήμην οὔτ᾽ αὖ τῆς παρούσης εὐδαιμονίας ἀπολέλειπται, εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι, ἀλλὰ μόνη δὴ πόλεων τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς, εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων. κατίδοι δ᾽ ἄν τις κἀκεῖθεν τὰς ὑπερβολὰς αὐτῆς: ὅσοι γὰρ καὶ μικροῦ τινος μέρους τῇ πόλει κεκοινωνήκασιν, ὡς ἄριστοι τῶν ἄλλων ἀγάλλονται: ἡ δ᾽ οὐδεμιᾶς μὲν φιλοτιμίας ὑστερεῖ τῶν οἱστισινοῦν ὑπαρχόντων, τῶν δ᾽ ἑαυτῆς οὐδένα κοινωνὸν ἔχει διὰ τέλους: οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι, οὐκοῦν καὶ ἡ τῶν Ἀθηναίων πόλις: καὶ ὅλως οὐχ ὅμοια τὰ τῶν Ἀργείων παλαιὰ τοῖς τῶν Ἀθηναίων οὐδ᾽ ἂν εἷς φήσαι δικαστὴς κοινός. Ἀρκάδες αὐτόχθονες, μετά γε Ἀθηναίους, καὶ τοῖς δευτέροις αὖ νικῶνται τῇ τῶν καρπῶν εὑρέσει καὶ δόσει. δῆλον δ᾽ ἐκ τῶν ἐνταῦθα φερόντων Ἑλλήνων τὰς ἀπαρχὰς, ἀλλ᾽ οὐκ ἐκεῖσε. ἄριστοι Λακεδαιμόνιοι τὰ πρὸς τὸν πόλεμον, ἀλλὰ καὶ ἡ τῶν Ἀθηναίων πόλις: καὶ τά γε δεύτερα ἐκείνοις ἐν φιλοτιμίᾳ καθέστηκεν. ἔχει ταῖς Θήβαις χάριν καὶ τιμὴν ἡ τῶν θεῶν γένεσις: τούτων τοίνυν ὁ μὲν ἐν τῇ Ἀττικῇ τὴν δωρεὰν ἔφηνε, τὸν δὲ πρῶτοι τῶν Ἑλλήνων Ἀθηναῖοι θεὸν ἤγαγον, χωρὶς τῶν διὰ Θησέως πρὸς αὐτὸν

   Αιλ. Αρ. Λογ. 13. 189 κοινωνιῶν. ἀλλὰ καὶ τῆς τελευταίας Θηβαίων ῥώμης ἅπαντες μέμνηνται, ταύτης ἡ πόλις αἰτία, καὶ ὅτε ἔδει τἀναντία πράττειν, οὐκ ἔδεισεν. ἐπαινεῖν ἄν τις ἔχοι Κορινθίους δικαιοσύνης ἕνεκα: ἡ τοίνυν πόλις οὐ βεβούληται μόνον τὰ δίκαια, ἀλλὰ καὶ βραβεύουσα τοῖς ἄλλοις διαγέγονεν. ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες: καὶ μὴν τούτων πρεσβύτατος ὁ τῶν Παναθηναίων, εἰ δὲ βούλει, ὁ τῶν Ἐλευσινίων. ἔπειτα καὶ πάντας αὐτοὺς ἡ τῆς πόλεως δωρεὰ συγκροτεῖ, λέγω γὰρ οὖν τῆς πόλεως τὴν παρὰ τῆς Ἀθηνᾶς. Σαμοθρᾷκες ἀγάλλονται τοῖς ἱεροῖς, καὶ ταῦτα πάντων ὀνομαστότατά ἐστι, πλὴν τῶν Ἐλευσινίων: ἀλλὰ καὶ Δῆλος ἀνεῖται τοῖς θεοῖς: ἡ δέ ἐστι τῆς πόλεως. τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως καὶ τὴν θεωρίαν τὴν Πυθιάδα Ἀθηναίων μόνον πάτριον τί ἂν εἴποις ἢ τῶν θεῶν ἅπαντα ταῦτ᾽ εἶναι, βουλομένων πανταχῆ τὰς Ἀθήνας πρεσβεύειν καὶ πᾶσιν ὥσπερ χεῖρα τοῖς καλοῖς ἐπιβάλλειν τὴν πόλιν; ἔτι τοίνυν εἰσὶν αἳ τῶν κατὰ τὴν Ἀσίαν πόλεων μεγέθει νεῶν φιλοτιμοῦνται, αἱ δὲ κατασκευῇ λουτρῶν τῆς χρείας κρείττονι: καὶ ταῦτ᾽ ἐστὶ τῇ πόλει πρὸς ὑπερβολὴν, καθάπερ πρώην συνῳκισμένῃ. καὶ τὸ κάλλιστον: ἃ γὰρ τοῖς ἄλλοις ἐν ἀγάλμασι δεῖξαι σπουδὴν ἔχει, τούτων ὑμεῖς τοὺς νεὼς καὶ τὰ θέατρα κέκτησθε. ἀγάλματα θαυμάζεται καὶ τούτων πρῶτον εἶναι κρατεῖ τὸ παρ᾽ ὑμῖν ἐν τῇ πόλει, χωρὶς τοῦ καὶ τἄλλα πανταχοῦ κάλλιστα προσήκειν τρόπον δή τινα τῇ πόλει. ἁπάντων γὰρ, ὡς ἔοικε, τῶν ἀρίστων αὕτη πατρὶς καὶ σοφίας πάσης καὶ τέχνης ἡγεμὼν, ὥστ᾽ οὐ μόνον τοῖς ἀγάλμασιν, ἀλλὰ καὶ τοῖς ἀγαλματοποιοῖς αὐτοῖς περίεστιν.

ἀλλὰ μὴν ἑπτά γε ἀνδρῶν, ἵνα μηδὲ τοῦτο παρῶμεν, ἐνδόξων ἐπὶ σοφίᾳ γενομένων, εἷς ἀπὸ τῆς πόλεως γέγονε, καὶ δυοῖν ἀρίστοιν νομοθέταιν ἅτερος αὐτὸς οὗτος. δύο τοίνυν ἀνδράσι τῶν πρόσθεν ἐκ θεῶν ψῆφον δεδόσθαι παρειλήφαμεν, Λυκούργῳ τε τῷ Λακεδαιμονίῳ καὶ

   Αιλ. Αρ. Λογ. 13. 190 Σωκράτει τῷ παρ᾽ ὑμῶν: ὥστε καὶ τῆς ἐπὶ τοῖς κοινοῖς καὶ τῆς ἐπὶ τοῖς ἄκροις φιλοτιμίας μετέχειν τὴν πόλιν καὶ μηδὲν εἶναι τῶν ὀνομαστῶν ὅτῳ μὴ τὸ τῶν Ἀθηνῶν ὄνομα ἐπιφημίζεται. εἰ τοίνυν τις ἐρωτῴη ποῖον τῶν ἐν τοῖς Ἕλλησι δικαστηρίων ἐντιμότατον καὶ ἁγιώτατον, τὸ ἐν Ἀρείῳ πάγῳ πάντες ἂν φήσαιεν. ἔθεσι δὲ τίνες κοινοτάτοις καὶ δημοτικωτάτοις ἐχρήσαντο; ἡ τῶν Ἀθηναίων πόλις ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν, εἰ τἀληθῆ λέγειν ἐθέλοιεν. καὶ τὸ μὲν διὰ πάντων ἀποδεικνύναι συχνοῦ καὶ λόγου καὶ χρόνου, μόνοι δ᾽ ἁπάντων ἀνθρώπων τρία ταῦτ᾽ ἐνομίσατε: τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων αὐτῶν μὲν ἐπαίνους ἐπὶ ταῖς ταφαῖς καθ᾽ ἕκαστον ἔτος λέγειν, τοὺς δὲ παῖδας δημοσίᾳ τρέφειν ἄχρι ἥβης, καὶ τηνικαῦτα ἀποπέμπειν ἐπὶ τοὺς πατρῴους οἴκους μετὰ τῶν πανοπλιῶν: τοὺς δ᾽ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν. ὥστε καὶ τὴν δύναμιν καὶ τὴν ἀδυναμίαν τιμῶντες ἐδείξατε ὡς ἑκάτερον προσῆκε. ψηφίσματα τοίνυν πόθεν ἢ λαμπρότερα ἢ φιλανθρωπότερα; ὧν ἃ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ παραλείπω, ἓν δ᾽ ὡσπερεὶ δείγματος χάριν ἔστω μοι κατὰ παντὸς τοῦ περὶ ταῦτα λόγου, τὸ κατ᾽ Ἀρθμίου τοῦ Ζελείτου νικῆσαν: ὃν, ἐπεὶ τῷ βασιλεῖ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων ἐψηφίσαντο αὐτὸν καὶ γένος καὶ ἀτίμους. καίτοι μόνου τούτου πάνθ᾽ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται. πρεσβείας τοίνυν πλείστας μὲν ἐδέξατο, πλείστας δ᾽ ἐξέπεμψε. καὶ τοῦτο εἰ μὲν ὅλως ὁμολογεῖται: εἰ δὲ μὴ, τῇ προσθήκῃ μεῖζον γίγνεται, πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν. ὅσα μὲν οὖν ἢ κοινῇ τοὺς Ἕλληνας μὴ πολεμεῖν ἀλλήλοις ἑκάστοτε πείθουσα, ἢ τοὺς ἐν χρείᾳ παραμυθουμένη διεπρεσβεύσατο, ἀναγκαῖον παραλιπεῖν διὰ πλῆθος. δυοῖν δὲ κἀνταῦθα

   Αιλ. Αρ. Λογ. 13. 191 μνησθήσομαι: Ἀργείους μὲν γὰρ στασιάζοντας ἐν αὑτοῖς ἔπαυσε, Κρῆτας δὲ πολεμοῦντας πρὸς ἀλλήλους διήλλαξεν. εὐσεβείας τοίνυν ἅμα καὶ πραότητος καὶ φρονήματος τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον; Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν, ὡς δ᾽ ἦσαν Ἐλευσῖνι, Κορίνθιοι μὲν ἧκον σπενδόμενοι, οἱ δὲ τὴν θεωρίαν πέμψαντες τοὺς ὁπλίτας ἐπανήγαγον. ἀλλὰ μὴν τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δ᾽ ὡς ἀναγκαῖα, τὰ δ᾽ ὡς πλείστοις γνώριμα. πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια. καὶ περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος: μόνοι δὲ τῶν Ἑλλήνων καθ᾽ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν καὶ δέχεσθε τῷ Ἐλευσινίῳ πλείους ἢ ἕτεροι τῇ πάσῃ πόλει: καὶ πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ. ἀλλὰ μὴν Ἡρακλέα γε καὶ Διοσκούρους ἅπαντες δή που θεοὺς εἶναι νομίζουσι: τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις, πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερά: ὥστε οἷς νῦν ἱερὰ δρῶμεν, τούτους ἱεροποιήσασα αὕτη φαίνεται. καὶ μὴν ἀγῶνάς γε τοῦ πρώτου τέλους μία δὴ πόλις αὕτη πλείστους ἁπάντων ἔτι νῦν ἄγει. ὡς δ᾽ εἰπεῖν, ἅπαντα ἢ παρ᾽ ὑμῖν ἐστι μόνοις, ἢ καὶ παρ᾽ ὑμῶν, καὶ τριῶν ἕν γέ τι συμβέβηκε: τὰ μὲν γὰρ παρ᾽ ὑμῶν ἤρξατο, τὰ δ᾽ ὡς κάλλιστα παρ᾽ ὑμῖν ἐστι, τὰ δ᾽ ὡς πλεῖστα. εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδ᾽ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφ᾽ ὅτῳ δικαίως ἂν φρονοῖεν, ἐπὶ τοὺς Τρωικοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν, οὐδ᾽ οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλ᾽ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, οἷον Φθιῶται καὶ Πύλιοι καὶ Ἰθακήσιοι, ὥσπερ τινὲς γεωπεῖναι, δι᾽ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. ἡ πόλις δὲ πρὸς τῷ

   Αιλ. Αρ. Λογ. 13. 192 μηδὲν δεῖσθαι τοιαύτης καταφυγῆς οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος. ἀλλ᾽ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τὸν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον φησὶν ἐλθεῖν

κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.

καὶ τό γε πλείονος ἄξιον καὶ καθαρὸν τῆς εὐφημίας, τοὺς μὲν γὰρ ἄλλους οὓς ἐπαινεῖ κατὰ τὴν τοῦ σώματος ἕξιν ἢ καὶ ἄλλως πως ὡς ἀρίστους, ἂν οὕτω τύχῃ, τῶν Ἀχαιῶν, ἢ τῶν δείνων, οὕτως ἐπαινεῖ: φησὶ γοῦν ‘αὐτῶν ἠδὲ καὶ ἵππων, οἳ ἅμ᾽ Ἀτρείδῃσιν ἕποντο,’ καὶ ἑτέρωθι λέγει, τῶν τότε ἐπὶ τοῦ Ἰλίου λέγων, ὡς ἄρα ἦν κράτιστος τὴν τοξικήν. καὶ Νέστωρ αὐτῷ λέγει πρός τινας τῶν ἐφ᾽ αὑτοῦ λαμπρῶν

ἤδη γάρ ποτ᾽ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν
ἀνδράσιν ὡμίλησα.

καὶ ἑξῆς ἀπαριθμεῖ πολλούς τινας, ὡς αὖ κἀκείνους παραπλησίους ἀλλήλοις ὄντας καὶ οὐδένα ὑπερέχοντα ἐπιφανῶς αὐτῶν. τοῦ δὲ Μενεσθέως μνησθεὶς ὁ ποιητὴς οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ κέχρηται, ἀλλὰ ταῦτα πάντα περικόψας εἰσάπαξ φησὶ

τῷ δ᾽ οὔπω τις ὅμοιος ἐπιχθόνιος γένετ᾽ ἀνήρ: ἐν δέ γε τοῖς ἄνω μικρὸν τούτων διηγεῖται περὶ τοῦ Ἐρεχθέως ὡς θρέψειε μὲν αὐτὸν ἡ θεὸς, τέκοι δ᾽ ἡ γῆ. οὐκοῦν ἴσως οὐδὲν ἀπεικὸς τοὺς μὲν ἄλλους, οὓς ἐφ᾽ ἑκάστων κρατίστους ὡρίσατο μετὰ προσθήκης, ἢ τῶν χρόνων, ἢ τῶν γενῶν, αὐτοὺς ἀναγορεύειν: ὃν δὲ τῶν ἀπ᾽ αὐτῆς τῆς γῆς φύντων ὡς ἄριστον ἐπαινεῖ, τοῦτον ὡς διὰ πάντων τῶν ἐν τῇ γῇ φύντων ἄριστον ἐπαινέσαι. δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν, Σαλαμίνιον δή που λέγει τὸν ἕτερον τῶν ἐπωνύμων. ἕν τι δή που καὶ τοῦτο λέγεται σεμνὸν κατὰ τὴν Λακεδαιμονίων πολιτείαν, ὅτι αὐτοῖς ὁ θεὸς συνέταξε τὸ κατ᾽ ἀρχὰς τοὺς νόμους: ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διελὼν τῇ πόλει καὶ τὰ γένη καὶ τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀναθεὶς, ὥσπερ οὖν καὶ βασιλέας καὶ ἄρχοντας καὶ τὴν ἄλλην πολιτείαν σχεδὸν ἅπασαν διορίσας αὐτοῖς. ὥστ᾽ οὐχ ἧττον ἂν εἴη τῆς πόλεως ὁ θεὸς νομοθέτης ἢ 'κείνων.

   Αιλ. Αρ. Λογ. 13. 193 βούλομαι δὲ καὶ περὶ τῆς πολιτείας αὐτῆς μνησθῆναι διὰ βραχέων, ὡς ἂν οἷός τε ὦ: καὶ γὰρ ἅπαντες μὲν αὐτὴν ἐγκωμιάζουσιν, οὐ μὴν διηρευνήσατό γε ἅπαν τὸ ἐνὸν σχεδὸν οὐδείς: ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω. τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολιτειῶν, ᾗ τις ἂν τίθηται, τίθεται τῇ πόλει. βασιλείαις μέν γε τὸ ἐξ ἀρχῆς φανεῖται χρωμένη, γενεὰς οὐκ ὀλίγας τινὰς, οὐ μόνον τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ τῶν ὕστερον ἀξίων ὀφθέντων. δημοκρατία δ᾽ αὖ καὶ παιδὶ γνώριμος καὶ καθαρωτάτη δὴ καὶ μεγίστη τῶν πασῶν ἡ παρ᾽ ὑμῖν γεγενημένη. καὶ μὴν εἰς τὴν ἐξ Ἀρείου πάγου βουλὴν βλέψαντα πάντα ἂν ἡγοῦμαι φῆσαι μὴ εἶναι καλλίω λαβεῖν ἀριστοκρατίας εἰκόνα μηδ᾽ ἥτις σώζει μᾶλλον τοὔνομα. οὕτω πάντα τὰ τῶν πολιτειῶν παραδείγματα ἐνθένδε ὥρμηται: καθάπερ γὰρ νομοθετοῦσα τοῖς ἀνθρώποις ἡ πόλις πρὸς τοὺς αὑτῶν τρόπους ἑκάστοις ἐκλέγεσθαι τὸ πρόσφορον, οὕτω πάντα ἐξεῦρέ τε καὶ προὔθηκεν εἰς κοινὸν, βοηθοῦσα τῇ φύσει πανταχῆ: ὅπερ καὶ κατὰ τοὺς καρποὺς καὶ πολλὰ ἕτερα ἐπιδείκνυμεν αὐτὴν βεβουλευμένην. ὃ δέ γε ἔτι μεῖζον καὶ τελεώτερον, οἵ τε γὰρ βασιλεῖς αὐτοὶ φανοῦνται διαφερόντως τῶν ἄλλων τὴν κοινότητα ἀγαπήσαντες, καὶ μάλιστα δή που πρὸς τοὺς πολλοὺς ἐξ ἴσου ταῖς γνώμαις καταστάντες, ὅ τε δῆμος, εἴ τινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ, τὸ δ᾽ αὐτὸ τοῦτο καὶ τοῖς ὀλίγοις φυλάττων, εἰ τῶν ἄλλων ἀμείνους ὄντας αἴσθοιτο, ἐφαμίλλους δὲ ἐν σφίσιν αὐτοῖς. ὡσαύτως δὲ καὶ ἡ βουλὴ τὸν δῆμον ὅπως μείζω καταστήσῃ σκοποῦσ᾽ ἀεὶ, τὸ δ᾽ αὑτῆς οὐδεπώποτε ἰδίᾳ λογισαμένη, ἀλλὰ ταύτην καὶ καλὴν καὶ γιγνομένην πλεονεξίαν ἑαυτῆς κρίνουσα, τὸ τῶν πολλῶν ἐπὶ σωτηρίᾳ μετ᾽ εὐδοξίας προΐστασθαι. ὥστ᾽ εἰκότως οὐ μόνον κατὰ τὴν πολιτείαν ἑκάστην, ἀλλὰ καὶ κατὰ τὴν κρᾶσιν τῶν πολιτειῶν παρὰ πάντας τοὺς ἄλλους εὐδοκιμεῖν εἶναι τῇ

   Αιλ. Αρ. Λογ. 13. 194 πόλει. ὥσπερ γὰρ ὁ πᾶς οὑτοσὶ κόσμος οἶμαι συνέστη μὲν ἐκ τεττάρων, ὡς ὁ παλαιὸς λόγος, αὐτὸ δ᾽ ἕκαστον αὖ τούτων μετέχει τῇ φύσει καὶ τῶν λοιπῶν, τῷ δ᾽ ὑπερβάλλοντι τὴν ἐπωνυμίαν χωρὶς ἕκαστον εἶδος εἴληφεν, οὕτω καὶ τὰς πολιτείας, εἰ καὶ ὅτι μάλιστα κεχωρισμέναι τυγχάνουσι, μετέχειν ἁμωσγέπως ἀλλήλων εἰκός ἐστιν, εἴπερ βασιλείαν ὀρθὴν καὶ δικαίαν ὄψεσθαι μέλλομεν, ἢ τῶν ὀλίγων ὡσαύτως δὲ πολλῶν ἀρχήν. γνοίη δ᾽ ἄν τις, εἰ τὰς μὲν βασιλείας τὰς ἐν τῇ πόλει πρὸς τὰς ἑτέρωθί που βασιλείας ἐπὶ τῶν αὐτῶν χρόνων, ἢ τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γεγονυίας ὁρῴη, τὴν δ᾽ αὖ δημοκρατίαν τὴν Ἀθήνησι πρὸς τὰς ἑτέρων δημοκρατίας, καὶ μὴν τό γε τῆς βουλῆς συνέδριον πρὸς τὰ ἑτέρωθί που κύρια καὶ ἡγούμενα. εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνης εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δ᾽ ἀξιώματι καὶ τῇ λαμπρότητι μηδ᾽ ἐγγὺς τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ μηδὲ θαυμάζειν. οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδεπώποτε ἐπῆρεν, ἀλλ᾽ ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς ἠξίου παρ᾽ αὑτῆς ὀφείλεσθαι, οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι, χρήμασι δ᾽ ἡττημένοις, οὐδαμοῦ πώποτ᾽ ἔλαττον ἔνειμεν, αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους, ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δ᾽ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρήμασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοιοῦτον καὶ νομίζεσθαι. καὶ γάρ τοι μόνη πόλεων οὐ μετέθηκε τὸν θεσμὸν, οὐδ᾽ ἐποίησε τὰ τῇ φύσει τρίτα τῷ νόμῳ πρῶτα: οὐδὲ ὥσπερ τῶν φασκόντων φιλοσοφεῖν ἔστιν ἰδεῖν ἐνίους λέγοντας μὲν οὕτω περὶ τούτων, ἔργῳ δὲ ὑποπίπτοντας καὶ συγχωροῦντας ἀεὶ τούτοις οὓς ἂν αἴσθωνται δυνατωτέρους, ἀλλὰ καὶ εἰς ἀρχὰς ἄγουσα καὶ

   Αιλ. Αρ. Λογ. 13. 195 πιστεύουσα καὶ πασῶν ἀξιοῦσα τῶν τιμῶν ἑωρᾶτο οὐ τοὺς ἀπὸ τῶν μεγίστων τιμημάτων, ἀλλὰ τοὺς ἐπιεικεστάτους τὰς φύσεις: ὡς ὅστις εἰς ἀρετῆς λόγον νικῴη, τοῦτον τοῖς πᾶσι νικῶντα. ἔδειξε δ᾽ οὐχ ἥκιστα, ἡνίκα ἴσχυσε τὰ μέγιστα. ὄντων γὰρ κατὰ τοὺς αὐτοὺς χρόνους ἐπιφανῶν ἀνδρῶν παρ᾽ αὐτῇ τῶν μὲν πλουσίων ὑπὲρ τὰ πρῶτα τῶν Ἑλληνικῶν οἴκων, τῶν δ᾽ ὡς οἷόν τε πενεστάτων, ἐπὶ τὴν προστασίαν τῶν Ἑλληνικῶν ἕνα τῶν ἀπὸ τούτων εἵλετο: καὶ γάρ τοι ὁ μὲν οἷς ἔταξεν εὐδοκίμησεν, ἡ πόλις δ᾽ οἷς ἔκρινε. πολλῶν δ᾽ ὄντων ἅ τις ἂν περὶ τῆς πολιτείας εἰπεῖν ἔχοι, τὰ μὲν πολλὰ καὶ προκατείληπται καὶ ὁ καιρὸς ἀφαιρεῖται, καὶ οὐ πᾶσα ἀνάγκη λέγειν: ἓν δέ τι προσθεὶς καταλύσω καὶ τὸν περὶ τούτου λόγον. τὸ γὰρ εἶναι τό τε βέλτιστον καὶ τὸ κατ᾽ ἐξουσίαν συμπεπτωκὸς ἐνταυθοῖ, καὶ τὴν μὲν δίαιταν κοινοτάτην ἅπασι, τὰς δὲ τιμὰς τοῖς ἐπιεικεστάτοις ἀνεῖσθαι, πῶς οὐκ ἐλευθέρας πόλεως καὶ πολιτείας ὡς ἀληθῶς, ἐν ᾗ ζῆν μὲν ἔξεστιν, ὡς ἄν τις βούληται, τιμᾶσθαι δὲ καὶ ἰσχύειν οὐ τοῖς βουλομένοις ἔστιν, ἀλλὰ τοῖς ἐξητασμένοις; καὶ γάρ τοι κἀν τοῖς τῶν πολέμων ἀγῶσι κἀν ταῖς χρείαις τὸ εἰκὸς διεσώσαντο, οὐ τὰς ἐξ ἡμισείας οὐδ᾽ ἂν ἐλάττονος ἔτι μοίρας ἐσπούδαζον ὑπὲρ τῶν πραγμάτων, ἀλλὰ πάντες ἐξ ἴσου ταῖς προθυμίαις κατὰ δύναμιν ἡμιλλῶντο, ὡς ὑπὲρ κοινῆς τῆς πατρίδος καὶ κοινῶν τῶν ἄθλων ἀγωνιζόμενοι, καὶ οὐχ ἑτέροις μὲν τοῦ κινδυνεύειν, ἑτέροις δὲ τοῦ δεσπόζειν, ἂν κρατήσωσι, προκειμένου. ἐξ ὧν ὁμόνοια μὲν καὶ πίστις ἀλλήλων ἤνθει κατὰ τὴν πόλιν, εἰ δέ που καὶ διασταῖεν, οὐ χαλεπῶς ἀλλήλους ἐγνώριζον: ἀνδρείας δ᾽ εἴ που δεήσαι, λῆρος ἅπαντα τἄλλα πρὸς [p. 318] ἐκείνους ἦν, ἐμοὶ μὲν οὐδὲ πένταθλοι δοκοῦσιν οἱ πάντα νικῶντες τοσοῦτον τοῖς πᾶσι κρατεῖν. ἐν ποίοις δ᾽ ἄν τις καιροῖς οὐχὶ βελτίων εἴη τῆς πόλεως μεμνημένος; πότερα ἐπὶ στρατείαις; καὶ πόθεν ἂν λάβοι καλλίω

   Αιλ. Αρ. Λογ. 13. 196 παραδείγματα; ἢ ποίοις ἂν λόγοις χρησάμενος βέλτιον ἂν παρακελεύσαιτο; ἀλλ᾽ ἐν ταῖς πανηγύρεσιν; ἀλλ᾽ αὐτὴ τούτων ἡγεμών. ἀλλ᾽ ἐν ταῖς ἐκκλησίαις καὶ τῇ τῶν κατὰ τὴν πόλιν διοικήσει; καὶ τίς δήμων αὐτὸς ὀξύτερος καὶ πραότερος, ἢ τίνες δημαγωγοὶ μᾶλλον ἄξιοι θαυμάσαι; ἀλλ᾽ ἐν τῇ τῶν λόγων ἀσκήσει καὶ τῆς λοιπῆς σοφίας; ἀλλ᾽ ἔτι καὶ νῦν ἐνταῦθα πάντες συνέρχονται: καὶ τὰ γένη τῶν φιλοσόφων οὐ τέθνηκε τῇ τῆς πόλεως ἀγαθῇ τύχῃ, χωρὶς τοῦ καὶ τοὺς ὅπου δὴ γῆς ἀναγκαίως ἔχειν ἅμα τῶν τε λόγων καὶ τῶν Ἀθηναίων μεμνῆσθαι, καὶ μηδέποτε ἐκβαλεῖν ἂν ἐκ τῆς ψυχῆς τὸ εἴδωλον, ὥσπερ ἐν κατόπτρῳ τοῖς λόγοις ἐμβλέποντας. καὶ γάρ τοι πᾶσι μὲν ἀνθρώποις οὕτως αἰδέσιμον τοὔνομα καὶ τοὔδαφος τῆς πόλεως ὡς οὐδὲν ἄλλο ἓν καὶ τὸ αὐτὸ καὶ οὔτ᾽ ἰδιῶται οὔτε βασιλεῖς μικρὰ ἄττα ἐτίμησαν, ἀλλ᾽ οὕτως ὥστ᾽ αὐτοὺς ἀγάλλεσθαι ταῖς ὑπερβολαῖς τῶν τιμῶν αἷς ἐπεδείκνυντο. φανερὰ δὲ καὶ ἡ παρ᾽ αὐτῶν τῶν θεῶν εὔνοια καὶ ψῆφος καὶ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει, θύειν τε ὑπὲρ τῶν Ἑλλήνων τὴν προηροσίαν κελευόντων καὶ μητρόπολιν τῶν καρπῶν αὐτὴν ἐπονομαζόντων, ἔτι δὲ στεφανηφορεῖν ἀξιούντων, ὡς διὰ βίου νικῶσαν. ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τἄλλα πολίσματα. μόνῃ δ᾽, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία συμβέβηκε: πλεῖστά τε γὰρ καὶ κάλλιστ᾽ ἀνθρώποις εἴρηται περὶ ταύτης καὶ οὐκ ἔστιν ἥτις ἐλαττόνων τετύχηκε. πρὸ μὲν γὰρ τῶν ἄλλων τεθαύμασται, ἄξιον δ᾽ αὑτῆς οὐδὲν ἤκουσε. πρότερον μὲν οὖν ἠγάμην ἀκούων τὸ τῆς σοφίας πρυτανεῖον καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα καὶ ὅσα τοιαῦτα εἰς τὴν πόλιν ᾔδετο, νῦν δέ μοι δοκεῖ πάντα ταῦτα εἴσω πίπτειν. ἀλλ᾽ εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν ἢ τῆς φύσεως τῆς ἀνθρωπείας εἰκόνα καὶ ὅρον, ἥδ᾽ ἄν μοι δοκεῖ δικαίως κληθῆναι.

   Αιλ. Αρ. Λογ. 13. 197 ἀνθ᾽ ὧν, ὦ ἄνδρες Ἕλληνες, οὔτε φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθ᾽ ὑποχωροῦντας αἰσχύνεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι. τῶν γὰρ Ἀθηναίων νικώντων, παρ᾽ ὑμῖν ἐστι τὸ νικᾶν. πάντας μὲν γὰρ ἁπάντων εἶναι ἀρίστους ἀδύνατον. ὥσπερ δὲ ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης ἡ πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμωμένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. οἶμαι δὲ οὐδ᾽ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν. χρὴ τοίνυν καὶ ὑμᾶς, ὥσπερ ἀκρόπολίν τινα ἢ κορυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν πόλιν καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης, ἀλλ᾽ οὐκ ἀποστερεῖσθαι νομίζοντας. εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ: δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις.