Μετάβαση στο περιεχόμενο

Λόγοι/Εις το φρέαρ του Ασκληπιού

Από Βικιθήκη
Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 18. 252 τί δ᾽ ἂν εἴποις τὸ φρέαρ τὸ ἱερόν; ἢ δῆλον ὅτι τὴν τοῦ λόγου μέμφει φύσιν ὡς οὐχ ἱκανῶς ἐπὶ πάντα ἀφικνουμένην οὐδ᾽ ἐνδείξασθαι δυναμένην ἐνίοτε ἀρκούντως τὸ ὄν; τοῦτο γοῦν οὐδ᾽ ἂν εἷς λόγος ὁποῖόν τι τὸ κάλλος καὶ τὴν ἡδονήν ἐστιν ἐνδείξαιτο, ἀλλ᾽ ἀμείνους ἐσμὲν πίνειν τούτου τοῦ ὕδατος καὶ λούεσθαι καὶ προσορᾶν ἡδέως ἢ ἔχειν εἰπεῖν τι περὶ αὐτοῦ, ὥσπερ οἱ τῶν καλῶν ἐρῶντες, οἳ τῇ μὲν δυνάμει τοῦ κάλλους ἑαλώκασι καὶ ἴσασιν οἵων ἐρῶσιν, ἐὰν δέ τις αὐτοὺς ἔρηται, οὐκ ἂν ἔχοιεν εἰπεῖν περὶ ἀπόντων, παρόντας δὲ οἶμαι δείξαιεν ἄν. τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τοῦ φρέατος πεπόνθαμεν, καὶ ἐσμὲν ἐρασταὶ μὲν αὐτοῦ πάμπολλοι, μᾶλλον δὲ πάντες σχεδὸν, ὁποίου δὲ ὄντος οὐκ ἔχομεν εἰπεῖν. ἀλλ᾽ ἐάν τινα ἡμῶν ἀπολαβών τις ἐρωτᾷ, παραλαβόντες ἂν αὐτὸν ἄγειν ἀξιοίημεν ἐπ᾽ αὐτὸ καὶ δεικνύοιμεν. τῷ δὲ οὐδὲ τοῦτο ἀποχρήσει, γευσάμενος δὲ καὶ πειραθεὶς τοῦ παρ᾽ Ὁμήρῳ λωτοῦ γεγεῦσθαι δόξει, μένειν ἐθέλων καὶ χαλεπῶς ἀξιῶν ἀποχωρεῖν ἀπ᾽ αὐτοῦ. ἀλλ᾽ οὐ μὲν δὴ χρὴ τὸ τῶν διψώντων, φασὶ, πίνειν σιωπῇ, ἀλλ᾽ ἐπικοσμῆσαί τι καὶ λόγῳ, καὶ προσειπεῖν τόν τε σωτῆρα θεὸν, οὗ καὶ τόδ᾽ ἐστὶν ἔργον τε καὶ ποίημα, καὶ τὰς ἐχούσας αὐτὸ Νύμφας καὶ συνεργαζομένας, καὶ ἡμῖν χρῆσθαι τῇ χάριτι τοῦ θεοῦ χαριζομένας τε καὶ συνυπηρετούσας. τίς οὖν δὴ γένοιτ᾽ ἂν ἀρχὴ, ἢ ὥσπερ ἡνίκ᾽ ἂν ἀπ᾽ αὐτοῦ πίνωμεν, προσθέντες τοῖς χείλεσι τὴν κύλικα οὐκέτι ἀφίσταμεν, ἀλλ᾽ ἀθρόον εἰσεχεάμεθα, οὕτω καὶ ὁ λόγος ἀθρόα πάνθ᾽ ἕξει λεγόμενα; ἔστω δὲ ἀντὶ τῆς τῷ χείλει προσαγωγῆς ἐκεῖνο ἡμῖν, ὅτι ἐν τῷ καλλίστῳ τῆς πάσης οἰκουμένης ἐστίν. ὃ γὰρ ἐξ ἁπάντων χωρίων εἵλετο ὁ θεὸς ὡς ὑγιεινότατον καὶ καθαρώτατον, καὶ ὃ ταῖς εὐεργεσίαις ταῖς παρ᾽ αὑτοῦ πεποίηκεν ἁπάντων ἐκφανέστατον, ἦ που σφόδρα τοῦτο

   Αιλ. Αρ. Λογ. 18. 253 κάλλιστόν ἐστι τῶν ἐν γῇ πάντων. καὶ γὰρ οὐχ ὥσπερ ἄλλοι ἄλλοις τόποις θεοὶ ἐξ ἀρχῆς ἐγγενεῖς εἰσι, καίτοι καὶ τούτους τιμίους οἶμαι χρὴ δοκεῖν κατ᾽ αὐτὸ τὸ λαχεῖν αὐτοὺς τοὺς θεοὺς, ἀλλὰ τοῦτό γε μεῖζόν ἐστιν ὅτι ἀπ᾽ αὐτῆς τῆς Ἐπιδαύρου δεῦρο ὁρμηθεὶς ὁ θεὸς ἠράσθη δὴ μάλιστα, ὡς δῆλόν ἐστιν ὅτι ἑλόμενός τε αὐτὸ ἐγκατέμεινε τὸ λοιπὸν καὶ προκρίνας τῶν ἄλλων. ᾧ δὲ θεὸς καὶ θεῶν ὁ πραότατός τε καὶ φιλανθρωπότατος προσέχειν ἔκρινε, πῶς ἡμῖν γε, καὶ ταῦτα τοῖς τούτου θεράπουσιν, ἄλλο τι λέγειν ἔνεστιν ἢ ὡς τοῦτ᾽ ἐστὶ τὸ βέλτιστον;

ἐν καλλίστῳ μὲν δὴ τῆς οἰκουμένης οὕτως ἔστιν εἰπεῖν. ἔτι δ᾽ αὐτοῦ τοῦ ἱεροῦ ὅσος ὑπαίθριος χῶρος καὶ βάσιμος ἐν τῷ καλλίστῳ ἐστί: μέσον γὰρ ἐν μέσῳ ἵδρυται. τὸ δὲ ὕδωρ εἰ μὲν βούλει, ἀπὸ πλατάνου ῥεῖ, ὥσπερ γὰρ ἄλλο τι σύμβολον καὶ τοῦτο παραπέφυκεν, εἰ δὲ βούλει, τὸ ἔτι κάλλιόν τε καὶ ἱερώτερον, ἀπ᾽ αὐτῶν τῶν βάθρων ἐκρεῖ, ἐφ᾽ ὧν ὁ νεὼς ἕστηκεν. ὥστε παντί γε ταύτην τὴν δόξαν καὶ πίστιν ὑπεῖναι, ὅτι ἀπὸ ὑγιεινοῦ καὶ ὑγιείας χορηγοῦ χωρίου φέρεται, ἀπό γε τοῦ ἱεροῦ καὶ τῶν ποδῶν τοῦ σωτῆρος ὁρμώμενον: οὐ γὰρ ἄν τι ἐξ ὑγιεινοτέρων ἢ καθαρωτέρων τόπων ὕδωρ ῥυείη ἢ τοῦτο ἐκ τούτων ῥέον. ἐν τοιούτῳ δὴ φαινόμενον καὶ ἀπὸ τοιούτων ὁρμώμενον, ὡς τὸ εἰκὸς ἔχει, κάλλιστόν ἐστι. πρῶτον μέν γε λεπτότατον ἐγγυτάτω ἀέρος, ἔπειτα ὃ τούτῳ ἕπεται, κουφότατόν τε καὶ πραότατον, τρίτον γλυκύτατόν τε καὶ ποτιμώτατον, αὐτόχυτον, ὃ πίνων οὐκ ἂν οἴνου προσδεηθείης. Ὅμηρος μὲν γὰρ ἔφη τὸν Τιταρήσιον ἐπιρρεῖν ἐπὶ τοῦ Πηνειοῦ, ὥσπερ ἄνδρα ἐπινηχόμενον ὑπὸ κουφότητος τοῦ ὕδατος: τὸ δέ μοι δοκεῖν εἰ ἐπιρρήξαις αὐτῷ ὕδωρ ἕτερον, ἀντάνεισιν εἰς τὸ ἄνω, τὸ δὲ δύεται ὥσπερ ὕφαλοι νεύοντες εἰς μυχὸν ἐκ τοῦ μετεώρου: εἰ μὴ καὶ τοῦτ᾽ ἔστιν εἰπεῖν ὅτι μοι δοκεῖ κἂν τὸ ἐπεγχυθὲν ὑψῶσαι τῇ ἑαυτοῦ κουφότητι. ὡς δὲ οὐ κομπάζομεν, σταθμῷ κρίνεται. καίτοι τί ἂν εἴποι ὁ τῆς Στυγὸς ἀπορρὼξ ὅταν ἀνθιστάμενος ῥέπῃ; πρόσεστι δὲ τούτῳ ὅτι

   Αιλ. Αρ. Λογ. 18. 254 οὔτε Στυγός ἐστιν ἀπορρὼξ τόδε τὸ ῥεῦμα οὔτε ἄλλο ἔχει φρικῶδες οὐδὲν, ἀλλ᾽ ὑγιείας ἂν αὐτὸ προσείποις, ἢ νέκταρος, ἤ τινος τῶν τοιούτων ἀπορρῶγα. τεκμηριοῖ δὲ καὶ τοῦτο, ὁ χρόνος γοῦν αὐτοῦ οὐχ ἅπτεται, ἀλλ᾽ ἀπαντληθὲν τὸ ὕδωρ καὶ ἔξω γενόμενον τὸ αὐτὸ ποιεῖ οἷόν περ τὸ ἀεὶ λειπόμενον ἐν τῷ φρέατι, ἄσηπτον καὶ ἀπαθὲς μένει. πλῆθος δ᾽ αὖ τοῦ φρέατος τούτου τοσοῦτον ὅσον ὡς ἔπος εἰπεῖν οὐδενὸς ἑτέρου φρέατος: μάλα ἀκμῆτας εἶναι δεῖ τοὺς ἀρυτομένους καὶ νοῦν ἔχοντας, ἵνα μὴ φθάνῃ τὸ ἐγκαταλαμβάνον. μόνον γοῦν τοῦτο πάντων φρεάτων ἀρυτομένων καὶ ἐώντων τὸ ἴσον ἀεὶ μέτρον παρέχεται, τῷ τετρημένῳ πίθῳ τὸ ἀντίστροφον ποιοῦν. ὁ μὲν γὰρ οὐδέποτε πληροῦται, τὸ δὲ ἀεὶ τοῦ χείλους ἐγγύς ἐστιν. ἅτε γὰρ ὂν διάκονόν τε καὶ συνεργὸν τοῦ φιλανθρωποτάτου τῶν θεῶν ἑτοιμότατον πρὸς τὴν ὑπηρεσίαν καὶ ἀεὶ πλῆρές ἐστι, καὶ οὔτε ἐκεῖνος ἄγει σχολὴν ἄλλο τι πράττειν ἢ σώζειν ἀνθρώπους καὶ τοῦτο μιμούμενον τὸν δεσπότην ἀεὶ πληροῖ τὴν τῶν δεομένων χρείαν, καὶ ἔστιν ὥσπερ ἄλλο τι θρέμμα ἢ δῶρον Ἀσκληπιοῦ, ὥσπερ Ὅμηρος ἐποίησεν ὅπλα καὶ ἔργα Ἡφαίστου, πρὸς τὸ ἐκείνῳ δοκοῦν κινούμενα.

ἐπεὶ δὲ ἐνταῦθα ἤδη ἐγενόμην, ποῖον ὕδωρ ἂν τῶν κατ᾽ ἀνθρώπους τούτῳ παραβληθείη χρείας ἕνεκα; οὐ γὰρ μόνον πόμα, τὸ δ᾽ αὐτὸ καὶ λουτρόν ἐστιν ἥδιστον καὶ ἀβλαβέστατον, οὐδ᾽ ἀντέστραπται πρὸς τὰς ὥρας τοῦ ἔτους, θέρους μὲν ψυχρότατον ὂν αὐτὸ αὑτοῦ, χειμῶνος δὲ ὡς ἠπιώτατον γιγνόμενον, τὰ τοῦ παρόντος ἀεὶ καιροῦ δυσχερῆ λῦον καὶ παραμυθούμενον, οἵαν χρὴ τὴν Ἀσκληπιοῦ πηγὴν ἱερὰν εἶναι. καλὰ μὲν γὰρ ταῦτα καὶ ἡδέα καὶ αὐτῷ χρωμένῳ καὶ ἑτέρους ὁρῶντι τοῦτο μὲν θέρους ὥρᾳ περὶ τὰ χείλη τοῦ φρέατος περιεστηκότας ἑξῆς ὥσπερ ἐσμὸν μελιττῶν ἢ μυίας περὶ γάλα, ἐξ ἕω ζητοῦντας τὸ πνῖγος προκαταλαβεῖν ἀντ᾽ ἄλλου πόματος τῶν κωλυόντων

   Αιλ. Αρ. Λογ. 18. 255 τὸ δίψος καὶ ἰσχόντων, τοῦτο δὲ ὅταν τις κρυστάλλου πεπηγότος τὴν χεῖρα προτείνας ἀπονιψάμενος θερμότερος αὐτὸς αὑτοῦ καὶ ἡδίων γένηται: ἀλλὰ καὶ τἄλλα ὁ θεὸς αὐτῷ χρῆται ὥσπερ ἄλλῳ τῳ συνεργῷ, καὶ πολλοῖς ἤδη πολλάκις τὸ φρέαρ τοῦτο συνεβάλετο εἰς τὸ τυχεῖν ὧν ἔχρῃζον παρὰ τοῦ θεοῦ. ὥσπερ γὰρ οἱ παῖδες οἱ τῶν ἰατρῶν τε καὶ τῶν θαυματοποιῶν γεγυμνασμένοι πρὸς τὰς διακονίας εἰσὶ καὶ συμπράττοντες ἐκπλήττουσι τοὺς θεωμένους καὶ χρωμένους, οὕτω τοῦ μεγάλου θαυματοποιοῦ καὶ πάντα ἐπὶ σωτηρίᾳ πράττοντος ἀνθρώπων εὕρημα τοῦτο καὶ κτῆμά ἐστι καὶ συμπράττει δὴ πρὸς ἅπαντα αὐτῷ καὶ γίγνεται πολλοῖς ἀντὶ φαρμάκου. πολλοὶ μὲν γὰρ τούτῳ λουσάμενοι ὀφθαλμοὺς ἐκομίσαντο, πολλοὶ δὲ πιόντες στέρνον ἰάθησαν καὶ τὸ ἀναγκαῖον πνεῦμα ἀπέλαβον, τῶν δὲ πόδας ἐξώρθωσε, τῶν δὲ ἄλλο τι. ἤδη δέ τις πιὼν ἐξ ἀφώνου φωνὴν ἀφῆκεν, ὥσπερ οἱ τῶν ἀπορρήτων ὑδάτων πιόντες μαντικοὶ γιγνόμενοι. τοῖς δὲ καὶ αὐτὸ τὸ ἀρύτεσθαι ἀντ᾽ ἄλλης σωτηρίας καθέστηκε. καὶ τοῖς τε δὴ νοσοῦσιν οὕτως ἀλεξιφάρμακον καὶ σωτήριόν ἐστι καὶ τοῖς ὑγιαίνουσιν ἐνδιαιτωμένοις παντὸς ἄλλου χρῆσιν ὕδατος οὐκ ἄμεμπτον ποιεῖ. πάντα γὰρ ἤδη μετὰ τοῦτο τὸ ὕδωρ γίγνεται πειρωμένοις, οἷον εἴ τις μετὰ ἀνθοσμίαν οἶνον τῶν ἐξεστηκότων τινὰ πίνοι. μόνον δὲ τοῦτο τὸ αὐτὸ νοσοῦσι καὶ ὑγιαίνουσιν ὁμοίως ἥδιστον καὶ λυσιτελέστατον ἑκατέροις τε καὶ συναμφοτέροις ἐστὶ, καὶ οὔτ᾽ ἂν γάλα παραβάλοις οὔτ᾽ ἂν οἶνον ποθήσαις, ἀλλ᾽ ἐστὶν ὥσπερ Πίνδαρος τὸ νέκταρ ἐποίησεν αὐτόχυτον, πότιμον θείᾳ τινὶ κράσει κεκραμένον ἀρκούντως. ὥστε εἰ δύο εἶεν κύλικες, ἡ μὲν ἑτέρου τε ὕδατος καὶ οἴνου τοῦ καλλίστου, ἡ δὲ τούτου τοῦ ὕδατος, ἀπορήσαις ἂν πότερον λάβοις. ἔτι δὲ τὰ μὲν ἄλλα ἱερὰ ὕδατα τὴν τῶν πολλῶν ἀνθρώπων χρῆσιν πέφευγεν, οἷον τὸ ἐπὶ Δήλῳ καὶ εἴ τί που ἄλλοθι ἄλλο τοιοῦτόν ἐστι, τὸ δὲ τῷ σώζειν τοὺς χρωμένους, οὐ τῷ μηδένα αὐτοῦ ψαύειν, ἱερόν ἐστι:

   Αιλ. Αρ. Λογ. 18. 256 καὶ τὸ αὐτὸ καθαρσίοις τε ἐξαρκεῖ τοῖς περὶ τὸ ἱερὸν καὶ ἀνθρώποις καὶ πίνειν καὶ λούεσθαι καὶ προσορῶσιν εὐφραίνεσθαι. ἐγὼ μὲν οὔτε Κύδνον οὔτε Χοάσπην, ὅθεν βασιλεὺς ἔπινε, περιφέρων, οὔτε ᾧ τοὺς καλλίστους στεφάνους ἀνῆκεν ἡ γῆ περὶ τὴν ὄχθην ἑκατέραν Πηνειὸν, οὔτε πηγὴν ἄβυσσον, οὔθ᾽ ὅ τι ἐρεῖς ἕτερον ὕδωρ παραβάλοιμ᾽ ἂν τούτῳ τῷ πάντα ἱερῷ, ἀλλ᾽ εἶναι φαίην ἂν αὐτὸ ἐν ὕδασι τοσούτῳ νικῶν ὅσῳ περ τὸν προστάτην αὐτοῦ θεὸν ἐν θεοῖς. λοιπὸν ἓν εἰπεῖν, ὅτι καὶ ὅσια ἂν ποιοῖμεν οὕτω κρίνοντες: ὁ γὰρ θεὸς πρῶτος περὶ αὐτοῦ ταύτην τὴν ψῆφον ἤνεγκεν, ὥς φασιν.