Λόγοι/Εις βασιλέα (σπ.)

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Εις βασιλέα (σπ.)
Συγγραφέας: Αίλιος Αριστείδης
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 9. 56 ἀλλ᾽ ἔμοιγε δοκεῖ τῶν καλῶν εἶναι ἐν ἑορτῇ καὶ ἐν ἱερομηνίᾳ μεμνῆσθαί τι καὶ λέγειν περὶ τοῦ θείου καὶ φιλανθρώπου βασιλέως. οὐ γὰρ δὴ δέος γε μὴ ἐπαινεῖν αὐτὸν προελόμενοι, ἔπειτα ἀπορήσαιμεν λόγων, ἀλλὰ μὴ τοιαῦτα ᾖ τὰ ὑπάρχοντα τῷ βασιλεῖ ὥστε μηδένα εἰπεῖν

   Αιλ. Αρ. Λογ. 9. 57 ἀξίως ἂν δυνηθῆναι περὶ αὐτῶν. ἐγὼ δὲ τῇ περὶ τἄλλα αὐτοῦ χρηστῇ καὶ φιλανθρώπῳ τύχῃ ἐπαρθεὶς καὶ τοῖς περὶ αὐτοῦ λόγοις ἐθάρρησα. διόπερ τἄλλα πάντα ἀφεὶς, ἃ τοῖς προοιμιαζομένοις λέγειν ἔθος ἐστὶ καὶ προφασίζεσθαι, τοῖς μὲν τὸ μέγεθος τῶν πεπραγμένων, τοῖς δὲ τὸν χρόνον ὀλίγον ὄντα τῶν λόγων, οὐ προσδεηθεὶς δὲ οὐδὲ τῶν Μουσῶν, ὥσπερ τινὲς τῶν ποιητῶν, οὐδ᾽ ἄλλης οὐδεμιᾶς ἔξωθεν βοηθείας, ἐπ᾽ αὐτὸν τρέψομαι τοῦ βασιλέως τὸν ἔπαινον, οὐχ ὑπ᾽ αὐθαδείας οὐδὲ καταφρονῶν τοῦ πράγματος, ἀλλ᾽ ὁρῶν τοὺς ἐν ἀρχῇ καταπραΰνοντας καὶ παραιτουμένους τρόπον τινὰ αὐτοὺς καταφρονοῦντας τῶν ὑποθέσεων ἃς ποιοῦνται τῶν λόγων. ταῦτα γὰρ λέγοντες οὐδὲν ἄλλο ἐνδείκνυσθαί μοι δοκοῦσιν ἢ τοῦτο μὲν ἐξ ὑπογυίου λέγοντες ὡς ἐν πλείονι χρόνῳ φροντίσαντες καὶ παρασκευασάμενοι ἴσους ἂν τῷ μεγέθει τῶν ἔργων τοὺς λόγους παράσχοιεν, οἱ δὲ δόντες ἑαυτοῖς τὸ περὶ τῶν μεγίστων δύνασθαι λέγειν ἐπαγγέλλονται, καὶ ταύτην ὑπερβολὴν τῶν ἐπαίνων σφίσιν αὐτοῖς διδόασιν. ἐγὼ δ᾽ οὔτε χρόνου πλῆθος ἱκανὸν οὔτε λόγον οὐδένα ὁρῶ τοῦ βασιλέως ἄξιον, οὐδ᾽ ὅστις αὐτὸν ἱκανῶς ἐγκωμιάσαι δυνήσεται· ὅμως δὲ οὐκ ἀποδειλιατέον, ἀλλ᾽ ὅση δύναμις πειρατέον εἰπεῖν. οὐδὲ γὰρ ἂν θύωμεν τοῖς θεοῖς, τὸ πρὸς ἀξίαν, οἶμαι, ὁρῶντες τοῦτο ποιοῦμεν, ἀλλ᾽ ὅσον δυνατὸν ἡμῖν χάριν αὐτοῖς ταύτην ἐκτίνομεν. διόπερ οὐδὲ τὸν βασιλέα δεῖ ὀκνεῖν μέλλοντας ἐπαινεῖν, ἀλλὰ θαρροῦντας ἰέναι ἐπὶ τὸν ἔπαινον αὐτοῦ. ἐκείνῳ μὲν γὰρ ἴσως ἐνδεῶς τὰ παρ᾽ ἡμῶν, ὑμῖν δὲ οὐκ ἐνδεῶς εἰρήσεται. ἓν μὲν οὖν τοῦτο πρῶτον καὶ μέγιστον ὑπάρχει λέγειν περὶ αὐτοῦ ὅτι καὶ πρότερον ἢ καταστῆναι εἰς τὴν ἀρχὴν ἄξιος τῆς βασιλείας ἦν. οἱ μὲν γὰρ δι᾽ ἑτέρων κτώμενοι τὴν ἀρχὴν ἢ παρὰ τῶν πρὸ αὑτῶν παραλαβόντες οἱ μὲν ἰσχὺν ἀντὶ τοῦ δικαίου προθέμενοι, οἱ δ᾽ ὥσπερ τινὸς γένους

   Αιλ. Αρ. Λογ. 9. 58 ἀκολουθίαν καὶ διαδοχὴν σώζοντες οὕτως τὴν βασιλείαν ἐκτήσαντο. ὅστις δὲ αὐτὸς μὲν οὔτε παραγγείλας οὔτε δεηθεὶς, δεηθέντων δὲ ἁπάντων αὐτοῦ γενέσθαι, ἔδωκε τοῖς δεηθεῖσιν ἑαυτὸν καὶ παρακαλέσασι, πάλαι τούτῳ καὶ δι᾽ ἀρετὴν τοῦτο τὸ γέρας ὠφείλετο. καὶ γάρ τοι ἐκείνοις μὲν περὶ τῆς βασιλείας ἀμφισβητοῦσι πολλοὶ, τούτῳ δὲ οὐδείς. καίτοι εἴτε φόβῳ τῷ πρὸς αὐτὸν εἴτε αἰδοῖ τοῦ κρείττονος εἴθ᾽, ὅπερ ἔφην, γνώμῃ τῇ βελτίστῃ καὶ δικαιοτάτῃ συγχωρεῖν οἴονται δεῖν, πῶς οὐκ ἐξ ἁπάντων τούτων φανερὸν ὅντιν᾽ ἐχρῆν εἶναι τὸν βασιλέα; οὐ μὴν ἀλλὰ καὶ τοῖς βασιλεύσασι πρὸ αὐτοῦ τεκμαίρεσθαι πάρεστι περὶ αὐτῶν ὅσον εὐθὺς ἐν αὐτοῖς τουτοισὶ πρῶτον διήνεγκεν αὐτῶν. ἐκεῖνοι μὲν γὰρ μετὰ πολέμων καὶ φόνων πολλῶν εἰσῆλθον εἰς τὰ πράγματα, πολλοὺς μὲν τῶν ἐν τάξει ἀπολέσαντες, πολλοῖς δὲ ἀνηκέστων συμφορῶν αἴτιοι γενηθέντες, ὥστε πολλὰς μὲν ἐρημωθῆναι πόλεις ὑπηκόους, πολλὴν δὲ χώραν ἀνάστατον γενέσθαι, πλεῖστα δὲ ἀναλωθῆναι σώματα, ὥστε μὴ πάντα ὁσίως αὐτοῖς συμβῆναι μηδ᾽ ἂν αὐτοὺς τοῦτ᾽ εἰπεῖν ἔχειν περὶ αὑτῶν: ὁ δὲ οὕτως ὁσίως καὶ καλῶς ἐπέστη τοῖς πράγμασιν ὥστε οὔτε καθιστάμενος οὔτε ἐν ἀρχῇ τῆς βασιλείας οὐδενὸς φόνου προσεδεήθη· οὐδὲ ὥσπερ ἐν μεταβολῇ καὶ καταστάσει πραγμάτων οὐδεὶς οὐδενὸς ἐπειράθη χαλεποῦ, οὐδ᾽ ἔστιν ἃ πολλὰ εἴωθε καὶ ἀναγκαῖα ἐν τοῖς τοιούτοις συμβαίνειν, οὐδὲν τούτων ἐπράχθη· οὐδ᾽ ἔπαθον ἀνήκεστον οὐδὲ δεινὸν οὐδὲν, οὐκ ἄνδρες, οὐ πόλεις, οὐκ ἔθνος. ἀλλ᾽ οὕτως ἐμέλησεν αὐτοῦ τοῖς θεοῖς, ὅπως ὁσίως καὶ εὐσεβῶς ἐπιστήσεται τοῖς πράγμασιν, ὥστε ἃ μὲν τῆς μανίας καὶ ἀπονοίας ἔργα ἦν ἑτέροις ἀνέθηκαν, ἃ δὲ τῆς δικαιοσύνης καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης εὐσεβείας, τούτῳ διεφύλαξαν. καὶ μὴν οὐδ᾽ ὡς ἔσχε τὴν ἀρχὴν, οὐδὲν ἔπραξε σκυθρωπὸν οὐδὲ ἐμιμήσατο, οὐδὲ ἐζήλωσε τούτων οὐδὲν, οὐδὲ ὥσπερ ἄλλοι τῶν πρὸ αὐτοῦ βασιλέων τῶν ἐν τέλει τινὰς φοβηθέντες ἐπιβουλεύειν αὑτοῖς

   Αιλ. Αρ. Λογ. 9. 59 αἰτιασάμενοι τοὺς μὲν φυγαῖς, τοὺς δὲ θανάτοις ἐζημίωσαν, οὐδὲν τούτων ἐποίησεν, οὐδὲ τὸν τρόπον μετέθετο, ἀλλ᾽ οὕτως ἐστὶ πάντων πόρρω τῶν τοιούτων καὶ τοσοῦτον ἀπέχει τοῦ σφαγὰς καὶ θανάτους βούλεσθαι ποιεῖν, ὥστε καὶ τῶν ἐπιβουλευόντων τινὰς καὶ τῶν φανερῶς ἐξελεγχομένων, καὶ τούτους περιεῖναι καὶ ζῆν τῇ τούτου φιλανθρωπίᾳ: καὶ ταῦτ᾽ οὐ μόνον πραότητός ἐστιν ἐπίδειγμα οὐδὲ τοῦ πρὸς πάντας ὁσίως ἔχειν αὐτὸν καὶ μὴ φθονερῶς διακεῖσθαι πρός τινας τῶν ἐντίμων καὶ ὑπερεχόντων, ἀλλὰ καὶ τοῦ μὴ καταπεπλῆχθαι ὑπὸ φόβων τὴν ἀρχὴν, μηδὲ ταραχωδῶς ἔχειν πρὸς τὰ συμβαίνοντα, μηδὲ ὀξύρροπον εἶναι πρός τε ὀργὴν καὶ θυμὸν, ἀλλὰ βεβαίᾳ καὶ ἀκινήτῳ χρῆσθαι τῇ διανοίᾳ πρὸς ἅπαντας: εἰκότως. τὸν γὰρ μαθόντα ἃ χρὴ καὶ παιδευθέντα καὶ μηδενὸς τῶν καλῶν ἀμελήσαντα μηδὲ ἀμαθῆ γενόμενον, ἀλλὰ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσι κατακοσμήσαντα τὴν ψυχὴν, εἰκὸς ἦν πάσης ἔξω γενέσθαι ἁμαρτίας.

ταύτην τοίνυν τὴν παιδείαν καὶ ὁ βασιλεὺς παιδευθεὶς καὶ πάντων τῶν καλλίστων μετασχὼν τῶν μὲν καὶ ἀπὸ φύσεως ὑπαρξάντων αὐτῷ, τῶν δὲ καὶ ἀπὸ παιδείας γενομένων, οὐ μέσως οὐδ᾽ ὥσπερ ἄλλοις τισὶν, ἀλλὰ πρὸς ὑπερβολὴν ἑκάστου, ἦν μὲν μέγα ὄφελος τῇ βασιλείᾳ καὶ πρὶν εἰς ταύτην καταστῆναι. μόνῳ γὰρ δὴ καὶ τούτῳ βασιλέων ἢ ἐν ὀλίγοις διαφερόντως ὑπῆρξε, τί οὖν ἐστι τοῦτο; ἐκεῖνοι τὸν μὲν ἄλλον χρόνον πράττουσι τὰ αὑτῶν, ἐπειδὰν δὲ εἰσέλθωσιν εἰς τὴν ἀρχὴν, τηνικαῦτα ἐπιμελεῖσθαι αὐτῆς ἄρχονται. ὁ δὲ οὕτω καθωσίωτο τῇ βασιλείᾳ ὥστε τὴν πρώτην τεταγμένος ὅπως ἔτυχε ταχθεὶς, ἀδήλου ὄντος τοῦ μέλλοντος, ὁρῶν πολλὰ τῆς βασιλείας οὐ καλῶς οὐδὲ ὁσίως διοικούμενα, ἀλλὰ πολλὴν αὐθάδειαν καὶ ὕβριν καὶ ἀκολασίαν ἐγγενομένην, οὐκ εἴα αὔξεσθαι οὐδὲ περαιτέρω χωρεῖν, ἀλλ᾽ ὥσπερ μεγάλου σώματος καὶ οὐχ ὑγιαίνοντος ἰώμενος τὰ ὕπουλα καὶ νενοσηκότα αὐτοῦ, ἢ καθάπερ ἵππου χαλεποῦ καὶ βιαίου κατέχων τὸ ἄγριον καὶ

   Αιλ. Αρ. Λογ. 9. 60 ἀπειθὲς, ἐκφερόμενος μὲν ὑπ᾽ αὐτοῦ, πολλάκις δὲ κατέχων καὶ ἀνακόπτων τὰς συνεχεῖς καὶ ἀλόγους καὶ βιαίους ὁρμὰς, ἔπραττεν αὐτῷ καὶ προεώρα τὰ συμφέροντα. τοιοῦτος μὲν δὴ πρὸ τοῦ βασιλεῦσαι ἦν. ἐπεὶ δὲ ἡ τὰ πάντα διοικοῦσα πρόνοια καὶ διατάττουσα καὶ τοῦτον ἐκάθισεν εἰς τὸν βασίλειον θρόνον τὸν δικαιότατον καὶ ὁσιώτατον βασιλέων, τί ἄν τις πρῶτον καὶ μέγιστον εἰπεῖν ἔχοι ὧν τῆς ἀγαθῆς αὐτοῦ τύχης καὶ προνοίας ἀπολαύομεν; ὃς ἁπάντων μὲν κεκινημένων καὶ μεθισταμένων, ὡς ἔπος εἰπεῖν, εἰς ἑτέραν γῆν, σαλευούσης δὲ τῆς ἀρχῆς ὥσπερ ἐν μεγάλῳ χειμῶνι ἢ σεισμῷ, κᾆτα ὥσπερ νεὼς καταδύεσθαι μελλούσης ἀποφερομένης πρὸς ἔσχατα γῆς, οὗ καὶ πρότερον ἀπεπλανήθησάν τινες τῶν ἐν ἀρχαῖς καὶ βασιλείαις γενομένων, κἄπειτα ὥσπερ ἐν λαβυρίνθῳ πολλαῖς καὶ χαλεπαῖς ἀπορίαις ἐντυχόντες, τελευτῶντες αὑτοὺς ἀπεῖπον ἀποκλεισθέντες τῆς ὀπίσω ὁδοῦ ἐπανελθεῖν μὴ δυνηθέντες, ταῦτα ὁρῶν οὐχ ὡς ἄπειρος κυβερνήτης εἴασεν ὅπως ἔτυχε φέρεσθαι οὐδὲ κινδυνεύειν, ἀλλ᾽ ὡς ἂν ἐμπειρότατος βασιλέων καὶ γνώμῃ προέχων πρῶτον μὲν ἐπέσχε καὶ ἔπαυσε τῆς ἐκεῖσε ὁρμῆς, ἔπειτα κατέστησεν εἰς ὅρμον ἄγων. καὶ νῦν ἡ μὲν ἐν ἀσφαλεστάτῳ ὁρμεῖ, ὥσπερ ναῦς ἐκ πολλοῦ καταστᾶσα χειμῶνος, ὁ δὲ οὕτως ἐξηγεῖται καὶ διέπει τὸ τῆς ἀρχῆς ὅνπερ χρὴ τρόπον, τὴν εὐσέβειαν μὲν καὶ δικαιοσύνην, ἔτι δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ φρόνησιν καὶ τὴν ἄλλην ... κόσμου γε ἀρετήν. ἤρξατο μὲν γὰρ, ὥσπερ προσήκει, ἀπὸ εὐσεβείας, διεξῆλθε δὲ καὶ διὰ τῶν ἄλλων μερῶν τῆς ἀρετῆς. τίς μὲν γὰρ δικαιοσύνης, τίς δὲ φιλανθρωπίας, τίς δὲ τῆς ἄλλης ἀρετῆς τοσαῦτα δείγματα καὶ τοιαῦτα ὅσα καὶ οἷα ὁ βασιλεὺς οὗτος ἐξήνεγκε;

καὶ πρῶτόν γε τὴν εἰς χρήματα δικαιοσύνην αὐτοῦ θεασώμεθα. τῆς γὰρ συντάξεως ὑπερβαλλούσης τῆς εἰς τὴν διοίκησεν συντεταγμένης καὶ φόρων ἐπιταχθέντων

   Αιλ. Αρ. Λογ. 9. 61 πλειόνων καὶ οὐδὲ τούτων ἀρκούντων, ἀλλὰ κεκενωμένων μὲν τῶν πανταχοῦ ταμιείων, ἀεὶ δὲ μείζονος ὄντος τοῦ περὶ τοῦ μέλλοντος φόβου, οὐ τοῦ πλείονος ἐδεήθη οὐδ᾽ ἐζήτησεν οὐδὲ διὰ χρήματα κακὸς ἐγένετο, ἀλλ᾽ ἀνῆκε καὶ ἐπεκούφισεν, οὐ μόνον δικαιότατος, ἀλλὰ καὶ φιλανθρωπότατος βασιλέων περὶ ταῦτα γενόμενος. καὶ τοιοῦτος μὲν εἰς χρήματα. τὴν δὲ πρὸς τὰς δίκας δικαιοσύνην καὶ φιλανθρωπίαν τίς ἂν ἀξίως ἐπαινέσειε; τίς γὰρ Ῥαδάμανθυς ἢ τίς Αἰακὸς οὕτω δίκαιον ἑαυτὸν πρὸς ἅπαντα δικαστὴν διεφύλαξε; μᾶλλον δὲ τὸ μὲν δίκαιον οὐκ ἀεὶ οὐδὲ πανταχῆ φιλάνθρωπον, ὁ δὲ τὸ μὲν δίκαιον ἀκριβῶς οἶδεν, ὡς αὐτὸς νομοθέτης ὢν καὶ εὑρετὴς αὐτοῦ, οὐδὲν δὲ ἔξω τοῦ δικαίου ποιῶν, ὅμως αὐτῷ τούτῳ βεβαιοῖ τὴν φιλανθρωπίαν, ὥστε δικαιοσύνης τὴν ἀκριβεστάτην ταυτὸν δύνασθαι φιλανθρωπίᾳ τῇ καθαρωτάτῃ. τούτου δὲ αἴτιον ὅτι οὐκ εἰς ἑτέρους ὁρῶν ἑρμηνέας οὕτω λαμβάνει τὸ δίκαιον, ἀλλ᾽ αὐτὸς ἔχων ἐκ παιδείας τῶν ὡς ἀληθῶς καλῶν καὶ τῶν ἀγαθῶν ἐπιστήμην τὴν ἀπὸ τῶν νόμων ἐμπειρίαν προσειληφὼς, ὥστε μή τι τῶν γεγραμμένων διαφεύγειν αὐτὸν, οὕτως τὰς κρίσεις ποιεῖται περὶ πάντων. οὐδεὶς γοῦν ἔστιν ὅστις οὐ τῶν δικαίων ἀπῆλθε τυχὼν, οὐδ᾽ ἐμέμψατο τῶν κριθέντων ἐπ᾽ αὐτοῦ, οὔτε διώκων ἡττηθεὶς οὔτε φεύγων ἁλοὺς, ἀλλὰ στέργοντες ἀμφότεροι καὶ προσκυνοῦντες ἀπέρχονται, καὶ τὴν αὐτὴν ψῆφον περὶ τῶν ἐγνωσμένων ὅ τε ἡττηθεὶς καὶ ὁ νικήσας φέρει. κἂν ἄρα συμβῇ τισι τὴν τιμωρίαν ὑποσχεῖν, οὐ τὸ παθεῖν καὶ δοῦναι δίκην δεινὸν νομίζουσιν, ἀλλὰ μὴ μείζω προσπαθεῖν κέρδος τίθενται. οὐ γὰρ μῖσος αὐτῷ τῶν δεδρακότων αἱ τιμωρίαι δύνανται, ἀλλὰ παιδείαν, μάλιστα μὲν, εἴ πως οἷόν τε, καὶ αὐτῶν, εἰ δὲ μὴ, τῶν ἀκουσομένων. εἰ δ᾽ αὖ τὸ φιλέλληνα εἶναι καλὸν καὶ πρέπον βασιλεῖ, τῷ προσήκων ὁ ἔπαινος οὕτως; οὕτω γὰρ σφόδρα φιλέλλην ἐστὶν

   Αιλ. Αρ. Λογ. 9. 62 ὁ βασιλεὺς καὶ τοσοῦτον αὐτῷ περίεστι τούτου τοῦ καλοῦ ὥστε ἠμελημένης τῆς τῶν Ἑλλήνων παιδείας καὶ καταπεφρονημένης, ἀνῃρημένων δὲ τῶν ἐπ᾽ αὐτῇ τιμῶν, παρεωσμένου δὲ καὶ ἐν οὐδενὸς ὄντος μέρει παντὸς τοῦ Ἑλληνικοῦ, οὐκ ἠμέλησεν ὁ βασιλεὺς, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις τιμαῖς καὶ ἄλλας προσέθηκε.

καὶ περὶ μὲν δικαιοσύνης τοσαῦτα. φιλανθρωπία γε μὴν τίς μείζων ταύτης καὶ φανερωτέρα; ᾗ κατεπτηχὸς ἅπαν τὸ ὑπήκοον καὶ ὑπὸ φόβου δεδουλωμένον, πολλῶν τῶν κατηκόων περιιόντων καὶ ὠτακουστούντων κατὰ πάσας τὰς πόλεις εἴ τις φθέγξαιτό τι, ἐλεύθερον δὲ οὐδὲν οὔτε φρονῆσαί τι οὔτε εἰπεῖν οἷόν τε ὂν, ἀνῃρημένης τῆς σώφρονος καὶ δικαίας παρρησίας, τρέμοντος δὲ ἑκάστου σκιὰν, ἀπήλλαξε τοῦ φόβου τούτου καὶ ἠλευθέρωσε τὰς ἁπάντων ψυχὰς, ἐντελῆ καὶ ὁλόκληρον ἀποδοὺς τὴν ἐλευθερίαν αὐτοῖς. ὃ τοίνυν μέγιστον τῆς τοῦ βασιλέως φιλανθρωπίας καὶ κρεῖττον ἅπαντος παραδείγματος· ὢν γὰρ τηλικοῦτος ὁ βασιλεὺς ἡμερότητι καὶ ἐπιεικείᾳ διενήνοχεν ἁπάντων βασιλέων, ὥστε μικρὸν μὲν οἷα πατὴρ, μικρὸν δὲ οἷα ποιμὴν τῶν ἄλλων εἰπεῖν εἶναι, καὶ πάντα ὅσα ποιηταὶ δυνάστας ἡμεροῦντες ἐφθέγξαντο. τίνα γὰρ τρόπον ἐπιεικείας παραλέλοιπεν; οὐ κοινότατος μὲν ὁ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ πρὸς ἅπαν τὸ ὑπήκοον καὶ τοὺς ἐπὶ πάσης προφάσεως ἐντυγχάνοντας, ἡ δὲ τοῦ σχήματος αὐτοῦ πραότης ὡς φιλάνθρωπος καὶ τῆς διαλέκτου τὸ εὔκρατον καὶ τὸ μηδὲν δεῖν ἕνεκα τῆς προσόδου πραγματεύεσθαι, ἀλλ᾽ ὑπάρχειν ὥσπερ εἴσω περιρραντηρίων παριέναι τοῖς τι καὶ μικρὸν συνειδόσιν ἑαυτοῖς ἀγαθὸν, πῶς οὐ πάσης ἐπέκεινα πραότητος καὶ φιλανθρωπίας; οὐ γὰρ ὡς σπάνιον καὶ δυσπρόσοδον παρέχων ἑαυτὸν ἡγεῖται τὴν τοῦ μέγας καὶ θαυμαστὸς καὶ τοιοῦτος οἷος μηδεὶς ἄλλος πώποτε ἐγένετο δόξαν ἀποίσεσθαι βασιλεὺς, ἀλλ᾽ οὕτως ἂν μάλιστα βεβαιοῦν τὴν τοῦ τοιοῦτος εἶναι προσηγορίαν, εἰ τὴν παρ᾽ αὑτοῦ εὔνοιαν καὶ φιλανθρωπίαν κοινὴν ἅπασι

   Αιλ. Αρ. Λογ. 9. 63 τοῖς δεομένοις παρασκευάσεται, οἰόμενος δεῖν τὸν ὡς ἀληθῶς βασιλέα τῷ τῶν ὅλων ἀπεικάσθαι βασιλεῖ κατά τε τὴν φιλανθρωπίαν καὶ τὴν πρόνοιαν ἁπάντων τῶν ἀρχομένων, καὶ μὴ πρὸ μὲν τῆς βασιλείας χρηστόν τι καὶ μέτριον ἦθος ἐμφαίνειν ἑαυτοῦ, βασιλέα δὲ ἀποδειχθέντα χαλεπὸν καὶ βίαιον εἶναι περὶ τοὺς ἀρχομένους: οὐ γὰρ βασιλείας σχῆμα εἶναι τὸ τοιοῦτον ἐπιεικοῦς, ἀλλὰ σκαιότητος καὶ ἀπαιδευσίας ἔλεγχον φανερώτατον· οἷος ἦν καὶ ὁ τῶν Λακεδαιμονίων στρατηγὸς ὁ τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους ἡγησάμενος, Παυσανίαν λέγω τὸν Κλεομβρότου, ὃς οἴκοι μένων ἠδύνατο σωφρονεῖν, πλεύσας δὲ εἰς Ἑλλήσποντον ἐπελέληστο μὲν τῶν οἴκοι, ἐπελέληστο δὲ αὑτοῦ, παντὶ δὲ μᾶλλον ἐῴκει ἢ ἀνδρὶ Σπαρτιάτῃ, χαλεπὸς μὲν ὢν καὶ βίαιος περὶ τοὺς συμμάχους, ἀκόλαστος δὲ καὶ ὑβριστὴς περὶ τὴν δίαιταν, τυραννικὸς δὲ περὶ τὸν τρόπον. ὁ δ᾽ ἐπέδειξεν ὅτι καὶ ἰδιώτην ὄντα καὶ βασιλέα οἷόν τέ ἐστι τὸν αὐτὸν εἶναι διὰ τέλους, τοιοῦτον μὲν πρὸ τῆς βασιλείας παρασχὼν ἑαυτὸν ὥστε δικαίως ἀξιωθῆναι ταύτης, ἐν δὲ τῇ βασιλείᾳ τῷ αὐτῷ νοῒ καὶ τρόπῳ χρώμενος, οὐκ ἐκστὰς ἑαυτοῦ οὐδὲ ζηλώσας τὴν ἀκολασίαν, ἀλλὰ τὸν σώφρονα βίον ἑλόμενος, τὴν μὲν ὕβριν καὶ παρανομίαν μισήσας, παράδειγμα δὲ σωφροσύνης ἑαυτὸν παρασχὼν, ὥστε τοὺς τέως ἀσελγεῖς καὶ ὑβριστὰς μεταθέσθαι τὸν τρόπον ὁρῶντας αὐτοῦ τὴν σωφροσύνην, καὶ τῆς τε πρὸς τὰ χρήματα ἐπιθυμίας παύσασθαι καὶ πρὸς τὸ σωφρονέστερον διατεθῆναι. καὶ μὴν καὶ ὅσαι ἡδοναὶ ἄρχουσιν ἀνθρώπων οὐδεμιᾶς ἴσμεν ἡττημένον τὸν βασιλέα. τοσοῦτον γὰρ ἀπέσχεν αὐτῶν εὐθὺς ἐξ ἀρχῆς ὥστε εἴ τίς ἐστιν ἐγκράτεια κατ᾽ ἀνθρώπους ὑμνουμένη, ταύτην περὶ τούτου μόνου λεγομένην πιστὴν εἶναι δοκεῖν. τίς μὲν γὰρ οὕτω τὰ γαστρὸς ἐγκρατὴς, τίς δὲ ἀφροδισίων, τίς δὲ τῶν ἄλλων ἡδονῶν; οὐ γὰρ, ὥσπερ ἔφην ἀρτίως, ἐξ ἡμισείας ἔσχε τὴν ἀρετὴν, οὐδὲ ὥσπερ ἄλλοι τινὲς

   Αιλ. Αρ. Λογ. 9. 64 βασιλεῖς πρός τε ἀνδρείαν καὶ φιλανθρωπίαν ἐπιεικῶς ἔχειν δόξαντες ἀκολαστότατοι περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ὄντες ἐφάνησαν, οἷον Ὅμηρος ἐγκωμιάζων τὸν τῶν Ἀχαιῶν στρατηγὸν Ἀγαμέμνονα, ἀμφότερον, φησὶ, βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής. φαίνεται δ᾽ οὗτος παρ᾽ αὐτῷ ἡττημένος μὲν Χρυσηίδος, ἐρῶν δὲ Βρισηίδος τῆς Ἀχιλλέως, διὰ δὲ ταύτην τὴν ἐπιθυμίαν πολλῶν καὶ μεγάλων κακῶν αἴτιος τοῖς Ἀχαιοῖς γενόμενος. ὁ τοίνυν Ἀχιλλεὺς ὁ τῆς Θέτιδος καὶ τοῦ Πηλέως οὕτως ἀκόλαστος ἦν περὶ τὰς ἡδονὰς καὶ μικροπρεπὴς ὥστε ἀπελθούσης τῆς Βρισηίδος παρ᾽ αὐτοῦ καὶ χρόνον τινὰ ποιησάσης παρ᾽ Ἀγαμέμνονι παραχρῆμα μὲν οὕτως διετέθη ὥστ᾽ ἔκλαεν ὁρῶν ἐπὶ οἴνοπα πόντον, καλῶν τὴν μητέρα ὥσπερ παιδάριον πεπονθὸς τοῦτο ὑπὸ ὁμοίου ἑτέρου: ἐλθούσης δὲ τὴν πρόφασιν τῶν δακρύων διηγούμενος καὶ κελεύων αὐτὴν δεηθῆναι τοῦ Διὸς ὅπως ἂν Τρωσὶ σύμμαχος γενόμενος κακὰ μέγιστα ἐργάσηται τοὺς Ἕλληνας, μετὰ ταῦτα δὲ ὁρῶν πολλοὺς πίπτοντας τῶν Ἀχαιῶν ἑκάστοτε ὑπό τε τῶν Τρώων καὶ ὑφ᾽ Ἕκτορος, καί τινων ἑταίρων αὐτοῦ καὶ φίλων ἀποθνησκόντων, οὐκ ἐπιστρεφόμενος οὐδὲ ἐλεῶν.

ἐκεῖνοι μὲν οὖν πολλὰ ἐνδεῶς ἔσχον πρὸς ἀρετὴν, ὁ δὲ ἀμφότερα βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής. ὁ γὰρ τοσοῦτον ὑπεριδὼν τῶν ἡδονῶν ὥστε μηδεμιᾶς ἡττηθῆναι αὐτῶν, πῶς οὐχ οὗτός ἐστιν ὁ τῷ ὄντι ἀνδρεῖος καὶ σώφρων καὶ καρτερός; τείχη μὲν γὰρ ἀνάλωτα πολλάκις εἶναι δοκοῦντα καὶ φαῦλοι ὄντες εἷλον ἤδη τινὲς, ὑπὸ δὲ τῶν ἡδονῶν πολλοὺς καὶ τῶν πάνυ ἀγαθῶν ἀνδρῶν κρατουμένους ὁρῶ. βίου δὲ εὐκολίαν καὶ διαίτης εὐτέλειαν τίς οὕτως ἀνδρεῖος ὥστε ῥᾳδίως οὕτως δύνασθαι ἂν ὑπενεγκεῖν; καὶ μὴν τὰ μὲν πρὸς πολεμίους ἀνδρείοις πολλοῖς ὑπῆρξε γενέσθαι, ὑπὸ δὲ τῶν σφετέρων στρατιωτῶν αὐτοὺς ἄρχεσθαι ἢ κρατεῖν. ὁ δὲ οὕτως ῥᾳδίως ἐκράτησε καὶ κατεστήσατο ὥστε πολλῶν μὲν καὶ ἀπείρων

   Αιλ. Αρ. Λογ. 9. 65 ὄντων τῶν διδομένων αὐτοῖς, χαλεπῶν δὲ καὶ φοβερῶν εἰ μὴ τοσαῦτα λαμβάνοιεν, καὶ ἔτι πλείω τῶν διδομένων αὐτοῖς, οὐχ ὅπως ἐπηύξησε τὰς ἐπιθυμίας αὐτῶν, ἀλλ᾽ ὁρίσας τὸ δέον τοὺς μὲν στρατιώτας πρὸς τοὺς πόνους καὶ τὴν ἄσκησιν τῶν σωμάτων ἀμείνους ἐποίησεν, οὐκέτι τῷ λαμβάνειν αὐτοὺς ἐάσας προσέχειν, ἀλλὰ τὴν μελέτην τῶν πολεμικῶν αὐτοῖς συνήθη ποιήσας, οὐδὲ ἐν ἡδυπαθείᾳ καὶ τρυφῇ ὄντας διάγειν, ἀλλ᾽ ὅπως μηδένα καιρὸν ἕξουσιν ἐπιθυμίας τῆς τοιαύτης. τοῦτο ποιήσας ἐπήμυνε μὲν ταῖς τῶν ἀρχομένων ἐνδείαις, ἐπεμελήθη δὲ τῆς εὐταξίας τῶν στρατιωτῶν, τῶν δὲ χρημάτων βεβαιοτέραν ἐποίησε τὴν πρόσοδον. τούτων οὐκ ἂν γένοιτο μείζω τεκμήρια ἀνδρείας ἅμα καὶ εὐβουλίας. καὶ μὴν δεινότητος καὶ σοφίας τοῦτ᾽ ἄν τις τεκμήριον εἰκότως αὐτὸ ποιήσαιτο. τὸ μὲν γὰρ βιασάμενον καὶ καταναγκάσαντα στέργειν παρασκευάσαι φόβῳ καὶ οὐ γνώμης περιουσίᾳ ἔστιν οὕτως ἔχειν αὐτοὺς πεποιηκέναι, τὸ δὲ ἀπλήστως πρὸς χρήματα καὶ τὸ λαμβάνειν διακειμένους πεῖσαι μετριάζειν οὐκ ἂν, οἶμαι, ῥᾳδίως ἠδυνήθη, εἰ μὴ νοῆσαι καὶ εἰπεῖν ὑπὲρ ἅπαντας ἦν. φρονήσεως δὲ πολλὰ μὲν καὶ ἄλλα ἔργα ἐν τῇ βασιλείᾳ παρέσχηται, κάλλιστον δὲ καὶ πλείστου ἐπαίνου ἄξιον ἡ πρὸς τοὺς πολέμους εὐβουλία τε καὶ σύνεσις τοῦ βασιλέως, ὅτι ὁρῶν ἐν τοῖς πολέμοις τοὺς δεινοὺς καὶ πολεμικοὺς εἶναι δοκοῦντας οἰομένους δεῖν τῷ μάχεσθαι νικᾶν, ἀλλ᾽ οὐχὶ τῷ καλῶς βουλεύεσθαι, οὐκ ἐμιμήσατο ἐκείνους οὐδὲ ἐζήλωσεν, ἡγούμενος δεῖν πρὸς μὲν τοὺς ὁμοίους χρῆσθαι τοῖς ὅπλοις· καλὸν γὰρ τοὺς τοιούτους ἀνδρείᾳ νικᾶν· πρὸς δὲ τοὺς βαρβάρους τῷ εὖ βουλεύεσθαι. ᾔδει γὰρ, οἶμαι, καὶ τὸν τὰς πολλὰς μυριάδας ἐπὶ τοὺς Ἕλληνας ἀγαγόντα καὶ ὃν οὔτε γῆ οὔτε θάλαττα ἐχώρει ἱκανῶς ἑνὸς ἀνδρὸς γνώμης ἡττηθέντα. ὅπου γὰρ ἔστι βουλευσάμενον περιγενέσθαι, τί δεῖ ἐνταῦθα κινδύνων;

   Αιλ. Αρ. Λογ. 9. 66

ἔτι τοίνυν τὸ μὲν νικᾶν ἐν ταῖς μάχαις καὶ τοῖς

φαύλοις πολλάκις περιγίγνεται, φρονήσει δὲ καὶ σοφίᾳ κρατεῖν δύνασθαι μόνων ἐστὶ τῶν εἰδότων βουλεύεσθαι. καὶ μὴν οἱ μὲν τὴν ἀνδρείαν ἐπὶ παντὸς καιροῦ καὶ πάσης προφάσεως ἐπιδείκνυσθαι βουλόμενοι τυχόντες μὲν κατώρθωσαν, ἡττηθέντες δὲ συμφοραῖς μεγίσταις ἑαυτοὺς καὶ τοὺς φίλους περιβάλλουσιν, οἱ δὲ γιγνώσκοντες τὰ δέοντα καὶ λογιζόμενοι κατορθώσαντες μὲν τυγχάνουσιν οὐδὲν ἧττον ὧν ἐβουλήθησαν, διαμαρτόντες δὲ οὐδὲν βλάπτονται. ἃ δὴ γιγνώσκων καὶ ὁ βασιλεὺς οὐκ οἴεται δεῖν μιμεῖσθαι τοὺς ἀνοήτους καὶ ῥιψοκινδύνους τῶν ἀνθρώπων, ἀλλὰ τῷ εὖ βουλεύεσθαι ἀσφαλὴς εἶναι πρὸς τοὺς βαρβάρους. καὶ μὴν οὐδ᾽ ἐν ταῖς μάχαις καὶ τοῖς ὅπλοις αὐτὸν ἐμέμψαντο οἱ πολέμιοι, ἀλλ᾽ ἐπέδειξεν αὐτοῖς οὐ μόνον συνέσει καὶ τῇ ἄλλῃ παιδείᾳ, ἀλλὰ καὶ ἀνδρείᾳ κρατεῖν αὐτῶν δυνάμενος. ὅπου γὰρ Κελτοὶ μὲν οἱ μέγιστοι καὶ φονικώτατοι τῶν ὑφ᾽ ἡλίῳ πολλὰ δὴ καὶ παντοῖα τολμήσαντες νῦν προσκυνοῦσι τὸν δεσπότην, γνόντες τὸ τὴν ἡσυχίαν ἄγειν ὡς ἄμεινον ἦν καὶ ποιεῖν τὸ προσταττόμενον τοῦ πολεμεῖν, τοῦτο δὲ τὸ ὄνομα λείπεται μόνον τοῦ γένους. πᾶν δὲ ὅσον Εὐφράτου τε καὶ Τίγρητος ἐπέκεινα πρὸς ἀνατολὰς οἰκεῖ διακινηθὲν καὶ δὴ κατήρτισταί τε καὶ πεπαίδευται τοὺς κρείττους εἰδέναι. ἡσυχάζει δὲ πᾶσα ἡ ἤπειρος, γῆ δὲ καὶ θάλαττα τὸν προστάτην στεφανοῦσιν, Ἕλληνες δὲ καὶ βάρβαροι ταυτὸν ἤδη φθέγγονται, ἡ δὲ ἀρχὴ καθάπερ ναῦς τις ἢ τεῖχος ἐπεσκεύασταί τε καὶ ὠχύρωται καὶ τὸ αὑτῆς βεβαίως κεκόμισται ἀγαθὸν, τίνα ταῦτα οὐχ ὑπερβέβληκεν ἀνδρείαν, ἢ τίς ἀμείνων καὶ λυσιτελεστέρα γένοιτ᾽ ἂν ταύτης κατάστασις; οὐ πᾶσα μὲν ἄδεια πᾶσιν ὅπη βούλεταί τις,

   Αιλ. Αρ. Λογ. 9. 67 πάντες δὲ οἱ πανταχοῦ λιμένες ἐνεργοὶ, οὐ τὰ μὲν ὄρη τὴν αὐτὴν ἔχει τοῖς ὁδεύουσιν ἥνπερ αἱ πόλεις τοῖς οἰκοῦσιν αὐτὰς ἀσφάλειαν, χάρις δὲ πάντα ἐπέχει πεδία, πᾶς δὲ διὰ πάντων λέλυται φόβος; ποῖοι μὲν γὰρ πόροι ποταμῶν κεκώλυνται διελθεῖν; τίνες δὲ θαλάττης ἀποκέκλεινται πορθμοί; νῦν καὶ πανηγύρεις φαιδρότεραι καὶ ἑορταὶ θεοφιλέστεραι. νῦν καὶ τὸ Δήμητρος πῦρ λαμπρότερον καὶ ἱερώτερον. ὦ φῶς τῆς ἀνθρωπίνης εὐδαιμονίας. νῦν ἅπαντες ἄνθρωποι τὴν ἀληθῆ εὐδαιμονίαν εὑρηκέναι δοκοῦσιν. ὦ πάντας βασιλέας παρεληλυθὼς, σοφίᾳ μὲν τοὺς σοφοὺς, ἀνδρείᾳ δὲ τοὺς ἀνδρείους, εὐσεβείᾳ δὲ τοὺς ἐπὶ ταύτῃ διαφέροντας, εὐτυχίᾳ δὲ τοὺς εὐτυχεστάτους: ἀνθ᾽ ὧν οὐκ ἂν γένοιτο ἀξία σοι χάρις παρ᾽ ἡμῶν οὔτ᾽ ἐν ἐπαίνοις οὔτ᾽ ἐν ἄλλῃ οὐδεμιᾷ τιμῇ. σὲ δὲ, ὦ παῖ γενναῖε γενναίων, κατ᾽ ἴχνος εἴη βαίνειν τοῦ πατρός. τοῦτο γὰρ ὥς γε ἐν βραχεῖ πλεῖστον εἰρήσθω.