Μετάβαση στο περιεχόμενο

Λόγοι/Εις Δία

Από Βικιθήκη
Εις Δία
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 1. 1 τάδε σοὶ κατ᾽ εὐχὴν, Ζεῦ βασιλεῦ τε καὶ σῶτερ, δῶρα ἀνάγομεν, σὺ δὲ δέξαι, καὶ ὥσπερ ἔσωσας εὐμενῶς, καὶ προσοῦ τὰ χαριστήρια, τῷ τε λόγῳ ἐπάρκεσον καὶ παράπεμψον εἰς ὅσον ἀνθρώπου λόγον ἐξικέσθαι δυνατὸν ὡς πλεῖστον, ὡς μὴ τελέως καταγέλαστοι γενώμεθα, μηδὲ ἀπὸ τοῦ παντὸς πέσοιμεν. καίτοι πρὸς αὐτῷ γιγνόμενος οὐκ ἔχω τίς γένωμαι, ἀλλὰ νῦν μοι δοκῶ καὶ σφόδρα μανθάνειν ὡς τελέως ἄρα ἐκινδύνευον, καὶ οὐκ ἐν ἐμαυτῷ ἦν ὑπὸ τῆς θαλάττης, κατὰ τοιούτων εὐχόμενος, ἃ μήτε ἀποπληρῶσαι ῥᾴδιον μήτε ἐγχειρῆσαι σωφροσύνης ἴσως ἔχει πίστιν, ὑπισχνούμενος ὕμνον ἐρεῖν Διὸς, καὶ ταῦτα ἄνευ μέτρου. ἦ πολλὴ τότε ἦν ἡ θάλαττα καὶ πᾶν ἐποίει

   Αιλ. Αρ. Λογ. 1. 2 καὶ πράττειν καὶ λέγειν. ὅμως δὲ, οὐ γὰρ ἐκλειπτέον οὐδὲν εὐκταῖον, φασὶν, ἀλλὰ πᾶν ὁτιοῦν ὁπωσοῦν ἀποδιδόμενον κρεῖττον ἢ καθάπαξ ἐκλειφθὲν, πειραθῶμεν ἀμωσγέπως ἀφοσιώσασθαι πρὸς τὸν θεόν: τοῦ δὲ κάλλιον ἢ ἐνδεέστερον αὐτῷ μελήσει. καὶ δὴ τὸ μὲν ὅλως ἐκλιπεῖν ἀργίας οἴσει δόξαν, ἣν οὐ θέμις ἐν τοῖς πρὸς τοὺς θεοὺς ἔχειν, τοῦ δὲ μὴ ἐφικέσθαι ἡ τοῦ πράγματος αὐτοῦ φύσις παρέξει τὴν συγγνώμην. οὐ γὰρ ἑκόντες ἐκλιπεῖν δόξομεν, ἀλλ᾽ ἀναγκαίως ὕστεροι γίγνεσθαι. ὡς δ᾽ εἰπεῖν, κρεῖττον, εἰ δεῖ, γέλωτα ὀφλεῖν ἢ μέμψιν ἐκ θεῶν. ἐπειδὴ οὖν εὐξάμεθά τε καὶ οὐκ ἂν ἄλλως ταῦτα ἔχοι, δεῖ δὴ ὥσπερ τῶν ἀθλητῶν τοὺς ἀπογράψαντας ἑαυτοὺς μὴ ἀναχωρεῖν, ἀλλ᾽ ὁμόσε ἰέναι καὶ πειρᾶσθαι τοῦ ἀγωνίσματος. εἶεν δὴ, Μοῦσαι Διὸς παῖδες, οὐ γὰρ ἔγωγε ὁρῶ πότε ἄν τις ὑμᾶς ἄμεινον καλέσειεν ἢ νῦν, εἴθ᾽ ὑμεῖς γε ἐπ᾽ Ὀλύμπου σὺν Ἀπόλλωνι Μουσηγέτῃ τὴν θείαν ᾠδὴν ᾁδετε, ὑμνοῦσαι τὸν ὑμέτερόν τε καὶ τῶν ὅλων πατέρα, εἴτε Πιερία φίλον ὑμῖν ἐνδιαίτημα, εἴτε ἐν Ἑλικῶνι τῷ Βοιωτίῳ χορεύετε, τῶν Διὸς ἔργων τε καὶ δωρεῶν ὅ τί περ ὄφελος, ἄγ᾽ ὦ πάντ᾽ εἰδυῖαι, πόθεν ἀρχώμεθα; τί τολμήσομεν εἰπεῖν περὶ Διός; δότε μοι μανικὸν γενέσθαι τὸν λόγον ὥσπερ τῇ ὑποθέσει, οὕτως καὶ τοῖς πρέπουσιν εἰς αὐτὸν, καὶ μή με οὐρανοῦ καὶ γῆς ἐν τῷ μέσῳ καταλίπητε. Ζεὺς τὰ πάντα ἐποίησε καὶ Διός ἐστιν ἔργα ὅσα ἐστὶ πάντα, καὶ ποταμοὶ καὶ γῆ καὶ θάλαττα καὶ οὐρανὸς καὶ ὅσα τούτων μεταξὺ ἄνω καὶ ὅσα ὑπὸ ταῦτα, καὶ θεοὶ καὶ ἄνθρωποι καὶ ὅσα ψυχὴν ἔχει καὶ ὅσα εἰς ὄψιν ἀφικνεῖται καὶ ὅσα δεῖ νοήσει λαβεῖν. ἐποίησε δὲ πρῶτος αὐτὸς ἑαυτὸν, οὐ Κρήτης ἐν εὐώδεσιν ἄντροις τραφεὶς, οὐδ᾽ ἐμέλλησεν αὐτὸν Κρόνος καταπιεῖν, οὐδ᾽ ἀντ᾽ ἐκείνου λίθον κατέπιεν, οὐδ᾽ ἐκινδύνευσε Ζεὺς οὐδὲ

   Αιλ. Αρ. Λογ. 1. 3 μή ποτε κινδυνεύσῃ, οὐδ᾽ ἔστι πρεσβύτερον οὐδὲν Διὸς, οὐ μᾶλλόν γε ἢ υἱεῖς τε πατέρων πρεσβύτεροι γένοιντ᾽ ἂν καὶ τὰ γιγνόμενα τῶν ποιούντων, ἀλλ᾽ ὅδε ἐστὶ πρῶτός τε καὶ πρεσβύτατος καὶ ἀρχηγέτης τῶν πάντων, αὐτὸς ἐξ αὑτοῦ γενόμενος. ὁπότε δὲ ἐγένετο οὐκ ἔστιν εἰπεῖν, ἀλλ᾽ ἦν τε ἄρα ἐξ ἀρχῆς καὶ ἔσται εἰσαεὶ, αὐτοπάτωρ τε καὶ μείζων ἢ ἐξ ἄλλου γεγονέναι. καὶ ὥσπερ τὴν Ἀθηνᾶν ἄρα ἐκ τῆς κεφαλῆς ἔφυσε καὶ γάμου οὐδὲν προσεδεήθη εἰς αὐτὴν, οὕτως ἔτι πρότερον αὐτὸς ἑαυτὸν ἐξ αὑτοῦ ἐποίησε καὶ οὐδὲν προσεδεήθη ἑτέρου εἰς τὸ εἶναι, ἀλλ᾽ αὐτὸ τοὐναντίον πάντα εἶναι ἀπ᾽ ἐκείνου ἤρξατο καὶ οὐκ ἔστι χρόνον εἰπεῖν. οὐδὲ γὰρ χρόνος ἦν πω τότε, ὅτι μηδὲ ἄλλο μηδέν. δημιουργοῦ γὰρ ἔργον οὐδέν ἐστι πρεσβύτερον. οὕτως δὴ ἀρχὴ μὲν ἁπάντων Ζεύς τε καὶ ἐκ Διὸς πάντα. ἅτε δὲ ὢν χρόνου τε κρείττων καὶ οὐδένα ἔχων τὸν ἀντικόψοντα, αὐτός τε ὁμοῦ καὶ ὁ κόσμος ἦν. οὕτως ταχὺ πάντα ἐποίησεν. ἐποίησε δὲ ὧδε: εἰ δέ πη σφαλλόμεθα, ὁ μείλιχος ἡμῖν κεκλήσθω· ἄρχεται ἐκ θεμελίων καὶ ποιεῖ γῆν, ὅπως αὐτῷ τὰ πάντα ἐπὶ ταύτης βεβήκοι, ῥιζώσας τε ῥίζαις ἀπείροις τὸ βάθος καὶ πυκνώσας, πέτραις τε ἀντὶ γόμφων καὶ τῇ δ᾽ ἄλλῃ ἣ πυκνῶσαι φύσιν εἴληχεν, ὄρη τε ἐξαναστήσας, ὑετῶν καὶ κυμάτων ἀλεξητήρια, καὶ πεδία ἐν μέσῳ καταμίξας, ὀρῶν ἕδρας καὶ γῆς, ὅ τί περ δύναμιν τῷ ἑτέρῳ τὸ ἕτερον πηγνύς. ὅσα δὲ αὐτῷ τὰ δεύτερα τοῦ βάρους εἶχεν ἐπῆγε, θάλατταν ἐπὶ τῇ γῇ μέσην ἐν μέσῃ τιθείς· οἷα δὲ ἐπὶ γειτόνων φιλίαν καὶ κοινωνίαν πραγματευόμενος ποταμοὺς ἐγκατέμιξεν, οἳ ἔκ τε γῆς εἰς τὴν θάλατταν ῥυήσεσθαι καὶ πάλιν ἐκ τῆς θαλάττης κατ᾽ ἄλλους ἀφανεῖς τόπους εἰς τὴν γῆν ἔμελλον ὑπορρυήσεσθαι καὶ συνάπτειν ἑκάτερα πρὸς ἄλληλα. συνέπλεξέ τε αὐτὰ οὕτως ὡς εἶναι μέσα ἑκάτερα ἀλλήλων,

   Αιλ. Αρ. Λογ. 1. 4 νήσοις τε καὶ πορθμοῖς καὶ ἰσθμοῖς τὸ ἕτερον τοῦ ἑτέρου ἀεὶ ἐν μέσῳ γιγνόμενον. ὥσπερ δὲ τὴν γῆν δι᾽ ἑκατέρου τοῦ σχήματος ὠχύρωσεν, οὕτω τὴν γῆν αὖ καὶ τὴν θάλατταν, δι᾽ ἀλλήλων ἀμφότερα ἀσφαλῆ ποιῶν· ἀέρα τε ὑπὲρ ἀμφοτέρων ἔστησε, γῆς καὶ θαλάττης ἀναπνοήν. καὶ πῦρ ἄνωθεν, ὃ δὴ αἰθέρα ὀνομάζουσιν, ἐπιστήσας, τετάρτῳ τούτῳ τὰ πάντα κατέλαβε, τῆς τε φιλοτεχνίας τὰ κράτιστα ἐνταῦθα τοῦτ᾽ εἰσηνέγκατο, κοσμήσας μὲν ἄστροις τὸν πάντα οὐρανὸν, ὥσπερ ταῖς νήσοις τὴν θάλατταν, καὶ δι᾽ αὐτῶν ποιήσας διαφανῆ, τήν τε τοῦ πυρὸς ἀπορροὴν καταπέμψας μέχρι γῆς, οὐκ ἐν ὅσῳ νῦν ἡμεῖς διήλθομεν χρόνῳ περὶ αὐτῶν ἀποτελεώσας ἅπαντα ταῦτα, ἀλλ᾽ ὀξύτερον ἢ νοῆσαι ἐγχωρεῖ· ἅμα δὲ τῇ ποιήσει τε καὶ δημιουργίᾳ διῄρει κατὰ τὸ εἰκὸς ἕκαστα καὶ κλήρους ἀπένεμε, ποιῶν μὲν ζῶα τὰ πρέποντα ἑκάστοις τόποις, τάς τε οἰκείους γονὰς, οἰκήσεις τε καὶ λήξεις τοῖς γεννηθεῖσιν ἀποδιδούς· θεοῖς μὲν ἐν οὐρανῷ οἷον ἐν ἀκροπόλει τοῦ παντὸς οἰκεῖν, ὃ δὴ κάλλιστόν τε καὶ λαμπρότατον, οἰκητηρίων ἁγνότατον: οὐδὲ γῆρας εἴσεισιν εἰς αὐτό: ἀνθρώποις δ᾽ ἐπὶ γῆς, θαλαττίοις δὲ φύλοις τὴν θάλατταν ἀπέδωκε, καὶ πτηνοῖς ἀέρα, ὡς μάλιστα τῆς ἀξίας ἔμελλον ἕκαστοι τεύξεσθαι κατὰ τὴν αὑτῶν φύσιν τε καὶ δύναμιν τὰς λήξεις εὑρισκόμενοι καὶ τὰς συγγενεῖς οἰκήσεις λαμβάνοντες· τὸ μὲν γηγενές τε καὶ γεῶδες φῦλον τὴν γῆν, τὸ δὲ ὑγρότερον τὴν θάλατταν, τὸ δὲ κουφότερον καὶ ξηρότερον τὸν ἀέρα, τὸ δ᾽ αὖ νοτερόν τε καὶ διάπυρον καὶ πᾶσι τούτοις ἐπιτεταμένον τὸν αἰθέρα τε καὶ οὐρανόν. οὕτως δὴ ὥσπερ πόλιν ποιῶν αὐτὴν ἢ δειμάμενος, εἶτα τοὺς ἄνδρας εἰσῆγεν. ὡς δὲ διέκρινε τὴν ὕλην καὶ κατεσκευάσατο τὸν κόσμον, ἐπλήρου γενῶν πάντα ἑξῆς ποιῶν σὺν ἁρμονίᾳ καὶ προνοίᾳ τοῦ μηδὲν παραλειφθῆναι τὸ μὴ οὐ πάντα πρέποντα καὶ τέλεα ἀλλήλοις δημιουργὸς αὐτὸς καὶ οἰκιστὴς τοῦ παντὸς οὐσίας τε καὶ δυνάμεως ἔχων.

   Αιλ. Αρ. Λογ. 1. 5 ὡς δὲ καὶ θεῶν ὅσα φῦλα ἀπορροὴν τῆς Διὸς τοῦ πάντων πατρὸς δυνάμεως ἕκαστα ἔχει καὶ ἀτεχνῶς κατὰ τὴν Ὁμήρου σειρὰν ἅπαντα εἰς αὐτὸν διήρτηται καὶ πάντα ἐξ αὐτοῦ ἐξῆπται, πολὺ καλλίων ἅλυσις ἢ κατὰ χρυσῆν τε καὶ εἴ τινα ἄλλην τις ἐπινοήσειεν. ἔρωτά τε καὶ Ἀνάγκην, δύο τούτω συναγωγοτάτω τε καὶ ἰσχυροτάτω, ἐν τοῖς πρῶτα ἐγέννησεν, ὅπως αὐτῷ τὰ πάντα συνέχοιεν. τό τε θνητὸν φῦλον οὐ μιᾶς οὐδὲ τῆς αὐτῆς ἅπαν μοίρας ἠξίωσεν, οὐδὲ ἀπηνήνατο μὴ οὐ καὶ ἀνθρώπων ὡς καὶ θεῶν εἶναι πατὴρ, ἀλλ᾽ ἐκ τοῦ αὐτοῦ γένους ὥσπερ νῦν οἱ τὰ μύρα σκευάζοντες, ὅσον ἦν οἷον ὑποστάθμη τε καὶ ἐμμεμενηκὸς κάτω, τοῦτο ὑπελείπετο ἀνθρώπου σπέρμα εἶναι, οὔτε τιμὴν ἴσην οὔτε δύναμιν ὁμοίαν ἔχον, οὐδὲ κακῶν εἰλικρινές τε καὶ ἄμοιρον, ὥσπερ ἦν ἐκεῖνο τὸ πρότερον γένος, ὅμως δὲ ἐντιμότερον τοῦ γε ἄλλου θνητοῦ γένους, ἅτε τοῦ λόγου κεκοινωνηκὸς καὶ οὐ παντάπασιν ἀπηλλαγμένον τῆς θείας μοίρας, ἀλλ᾽ οἷον ὀχετοῦ ἢ πηγῆς τὸ τελευταῖον ἐσχηκός. οὕτω δὴ προεδρίαν μὲν καὶ ἀρχὰς καὶ προστασίας δίδωσι θεοῖς, δεύτερα δὲ πολὺ ὕστερον καὶ ἀνθρώποις δίδωσι, τὰ δὲ μέσα ὅσα τε ἀέρος καὶ θαλάττης θρέμματα καὶ ὅσα λοιπὰ γῆς, ὑπ᾽ ἀμφοτέροις ἐποίησεν, ὥσπερ οἱ ἐν τοῖς στρατοπέδοις τοὺς μὲν ἀρίστους εἰς τὸ ἔμπροσθεν τάττοντες, τοὺς δὲ δευτέρους ἐξόπισθεν, τοὺς δ᾽ αὖ κακοὺς, τοῦτο δὴ τὸ λεγόμενον, εἰς μέσους. καὶ τοῖς μέν γε θεοῖς τὰς τέτταρας ἀπέδωκε χώρας, ὅπως μηδαμοῦ μηδὲν κενὸν εἴη θεῶν, ἀλλὰ πανταχοῦ πᾶσι παρῶσι τοῖς οὖσί τε καὶ γιγνομένοις, τὴν δὴ πρώτην πατρίδα τὴν οὐράνιον καὶ τὴν κατ᾽ ἀέρα καὶ τὴν ἐν θαλάττῃ καὶ τὴν ἐπὶ γῆς οἷον ὕπαρχοί τινες καὶ σατράπαι μεμερισμένοι. τῆς δὲ ἐξ αὐτῶν προνοίας οὐδὲν πλέον ἢ ἄνθρωπον μετέχειν ἐποίησε, πανταχοῦ σώζων τοῖς γένεσι τὴν ἀξίαν καὶ τὴν τάξιν οὐκ ἀνόνητον ἀξιῶν εἶναι. ταῦτα εἰδότες ἄνθρωποι καὶ μεγάλην ὑπὲρ μεγάλων ὀφείλοντες χάριν, ὡς χρόνῳ ὕστερον

   Αιλ. Αρ. Λογ. 1. 6 ἀθροίζοντες ἀλλήλους πόλεις ᾤκιζον, τὰς ἀκροπόλεις ἐξεῖλον Διὶ, πρός τε τὸ τοῦ παντὸς παράδειγμα βλέποντες, ὅτι ἦν αὐτὸς τῶν ἄκρων τοῦ παντὸς οἰκήτωρ, καὶ ἅμα τῶν ἐπικαιροτάτων ἑκόντες ἐξιστάμενοι, ὡς μόνῳ τυράννων ἄρχειν εἰδότι. καὶ τοῖς ἀρχομένοις σύμφορον εἶναι τοῦ γένους τὴν οἰκειότητα κἀνταῦθα ἐνεδείξατο ἡμῖν ἐκ τῶν δευτέρων· θεῶν μὲν γὰρ βία οὐχ ἅπτεται· διὰ τοῦτο νόμων οὐδὲν δέονται· ἀνθρώποις δὲ αὖ μόνοις τῶν ἄλλων ζώων ἐνόμιζε, φόνῳ τε ὅπως μὴ φθείρωνται καὶ ἁρπαγαὶ καὶ βίαι ὅπως μὴ γίγνωνται, ἀλλὰ δίκη βίας ἔμπροσθεν ᾖ. ταῦτα δὲ ἐνομοθέτει Ζεὺς, ὅτε ἔπεμπεν εἰς ἀνθρώπους Αἰδῶ καὶ Δίκην μετὰ τῶν ἄλλων θεῶν, ἐπιμελησομένους ἀνθρώπων καὶ φυλάξοντας αὐτοῖς τὸν βίον. ἥ τε οὖν ἐξ ἀρχῆς γένεσις ἐκ Διὸς ἡμῖν, ὥσπερ καὶ τῷδε τῷ παντὶ, καὶ ἡ τοῦ βίου σωτηρία καὶ τέχναι καὶ νόμοι καὶ τὸ θνητὸν ὂν ἡμῶν γένος κατὰ μέρος ἀθάνατον εἶναι τῇ διαδοχῇ. καὶ ὁ περὶ αὐτῶν τούτων λογισμὸς Διός ἐστι μέρος. Ὅμηρος δὲ πόρρω τοῦ καιροῦ μανικὸς ἦν, ὃς ἐποίησεν ἐν θεῶν ἀγορᾷ Δία κωλύοντα θεοὺς ἀνθρώπων ἐπιμέλεσθαι: ὁ δὲ οὐ τοῦτο ἐκώλυσεν, οὐδὲ μὴ κωλύσῃ γε, αὐτὸς αὑτὸν αἰδούμενος. οὐ γὰρ θέμις αὐτῷ μεταστραφῆναι οὐδὲ ἑτέραν γνώμην ἔχειν οὔτε ὑπὸ λήθης οὔτε ὑπὸ μετανοίας ἧς ἔσχεν ἐξ ἀρχῆς, ὅτε ἐποίει θεοὺς μὲν ἀνθρώπων ἐπιμελητὰς, ἀνθρώπους δὲ θεῶν θεραπευτάς τε καὶ ὑπηρέτας: ὃ δὴ μάλιστα πρέψειν τε καὶ συνοίσειν ἔμελλεν ἀμφοτέροις. ἔστιν οὖν πάντων δὴ τῶν ὄντων Ζεὺς αἴτιός τε καὶ δημιουργὸς, καὶ διὰ τοῦτον ἅπαντα γίγνεται ὅσα τε οὐράνια καὶ ὅσα ἐπίγεια, ὥσπερ καὶ τὸ ὄνομα αὐτὸ παραδηλοῖ, οὐ πόρρω τῆς αἰτίας λεγόμενον, ἐπειδὰν λέγωμεν Δία. Ζεὺς μὲν γὰρ ὅτι ζωῆς τε καὶ οὐσίας ἑκάστοις ἐστὶν αἴτιος κέκληται ἡμῖν, αὖθις δὲ καθὸ αἰτιώμενοι τινὰς ὀνομάζομεν, κατὰ ταύτην τὴν

   Αιλ. Αρ. Λογ. 1. 7 χώραν τῆς φωνῆς ὁμώνυμον αὐτὸν ἐποιήσαμεν τῷ τῆς αἰτίας ὀνόματι Δία προσαγορεύσαντες, ἐπειδήπερ δι᾽ αὐτὸν ἅπαντα γίγνεταί τε καὶ γέγονε. καὶ ἡ ἡλίου τε ἄπαυστος κίνησις ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆν Διός ἐστι πρόρρησις ἡλίῳ προειρημένη ὑπὲρ τῆς τοῦ παντὸς κόσμου φανότητος, καὶ σελήνης δρόμοι καὶ χορεῖαι πάντων ἄστρων Διός ἐστι διάκοσμος· ὅ τε τῆς περίρρους Ὠκεανὸς ἐκ Διὸς ὥσπερ ἐξ ἀρχῆς ἐγένετο, οὕτω καὶ μένει τοὺς ἑαυτοῦ φυλάττων ὅρους. ὧραί τε καθ᾽ ἕκαστον ἔτος ἐκ περιτροπῆς γῆν τὴν πᾶσαν ἐπέρχονται. καὶ ὁ πᾶς χρόνος εἰς ἡμέραν καὶ νύκτα μερισθεὶς πρέποντα τῷ καιρῷ τὰ ἑκατέρων ἔχει μήκη, ἀναπαύσεις τε καὶ τοὺς πόνους, ὡς δὴ ἁρμόττει, πλείους ἢ ἐλάττους παρεχόμενος: ἥ τε οὐρανοῦ καὶ ὄμβρου συνουσία Διός· καὶ Ἀπόλλων ἀνθρώποις χρησμῳδεῖ Διὸς νημερτέα βουλὴν, καὶ Ἀσκληπιὸς ἰᾶται, Ἀθηνᾶ τε Ἐργάνη Διὸς γνώμῃ ταύτην εἴληχε τὴν τάξιν, καὶ Ἥρα γαμηλία, καὶ Ἄρτεμις λοχία καὶ κυνηγέτις εὐεργετοῦσιν ἀνθρώπους, τὴν τοῦ μεγάλου σώζουσαι πάντων εὐεργέτου γνώμην. Πᾶνές τε ὀρῶν ἔνοικοι καὶ Νύμφαι ναμάτων ἐπίσκοποι σὺν Διὶ τὴν κληρουχίαν ἔχουσι. Ποσειδῶν τε καὶ Διόσκουροι σώζουσι τοὺς πλέοντας, πειθόμενοι Διὶ, καὶ Μοῦσαι μουσικὴν εὗρον καὶ κατέδειξαν Διὸς βουληθέντος εἶναι Μούσας καὶ μουσικὴν, θεῶν ἅμα καὶ ἀνθρώπων ἕνεκα. καὶ πάντα δὲ πανταχοῦ Διὸς μεστὰ καὶ πᾶσιν ἐφ᾽ ἑκάστης πράξεως παρίδρυται, ὥσπερ οἱ διδάσκαλοι τοῖς παισὶ καὶ οἱ παραβάται τοῖς ἡνιόχοις. καὶ ἁπάντων θεῶν εὐεργεσίαι Διός εἰσιν ἔργον, καὶ πάντες ἀνθρώπων ἐπιμελοῦνται, τὴν ὑπὸ τούτου παραδοθεῖσαν τάξιν φυλάττοντες, οἷον ἐν στρατοπέδῳ συμπάντων στρατηγοῦ. μοῖράν τε ἣν ἂν νείμῃ ἐπίσταται εἰκότως. δίδωσι γὰρ αὐτὸς καὶ τοῦτ᾽ ἔστιν ἄφυκτος

   Αιλ. Αρ. Λογ. 1. 8 εἱμαρμένη, ὅ τι ἂν ἑκάστῳ νείμῃ Ζεὺς, οὗ πάντα τὰ ὄντα γεννήματα. τοῦτον οὐκ ὀρῶν ἐκφεύγουσι κορυφαὶ, οὐ πηγαὶ ποταμῶν, οὐ πόλεις, οὐχ ἡ κάτω τῆς θαλάττης ψάμμος, οὐκ ἀστέρες, οὐ νὺξ ἔμπροσθεν ἵσταται, οὐχ ὕπνος τῶν τούτου μεγάλων τε καὶ μόνων ἑορακότων τἀληθὲς ὀφθαλμῶν. ποταμῶν τε ὁ κάλλιστος καὶ ἀξιολογώτατος καὶ αὐτὸς ἄρα διιπετὴς Νεῖλος ἦν, ἅτε δὴ μιμούμενος τὸν πατέρα, καὶ οἷον ὕπαρχος ὑπ᾽ αὐτοῦ τῶν κατ᾽ Αἴγυπτον τεταγμένος, ἀντὶ τῶν Διὸς ὄμβρων αὐτὸς ἔπεισι καὶ πληροῖ τὴν γῆν. Ζεὺς πάντων πατὴρ καὶ οὐρανοῦ καὶ γῆς καὶ θεῶν καὶ ἀνθρώπων καὶ ποταμῶν καὶ φυτῶν, καὶ διὰ τοῦτον ὁρῶμεν καὶ ἔχομεν ὁπόσα ἔχομεν. οὗτος ἁπάντων εὐεργέτης καὶ ἔφορος καὶ προστάτης, οὗτος πρύτανις καὶ ἡγεμὼν καὶ ταμίας ὄντων καὶ γιγνομένων ἁπάντων, οὗτος δοτὴρ ἁπάντων, οὗτος ποιητὴς, οὗτος ἐν μὲν ἐκκλησίαις καὶ δίκαις νίκην διδοὺς ἀγοραῖος κέκληται, ἐν δὲ μάχαις τροπαῖος, ἐν δὲ νόσοις καὶ πᾶσι καιροῖς βοηθῶν σωτὴρ, οὗτος ἐλευθέριος, οὗτος μειλίχιος· εἰκότως, ἅτε καὶ πατήρ. οὗτος βασιλεὺς, πολιεὺς, καταιβάτης, ὑέτιος, οὐράνιος, κορυφαῖος, πάνθ᾽ ὅσα αὐτὸς εὗρε μεγάλα καὶ ἑαυτῷ πρέποντα ὀνόματα. οὗτος ἁπάντων ἀρχὰς καὶ πέρατα καὶ μέτρα καὶ κλήρους ἔχων, ἴσον πανταχοῦ πάντων κρατῶν, αὐτὸς ἂν μόνος εἰπὼν ἃ χρὴ περὶ αὑτοῦ, θεὸς ἅτε πλέον τι λαχών· τοῦτο γὰρ οὖν Πινδάρῳ κάλλιον ἢ ἄλλ᾽ ὁτιοῦν ὁτῳοῦν εἴρηται περὶ Διός. ἀπὸ τούτου ἄρχεσθαι χρὴ καὶ τελευτᾶν εἰς τοῦτον, παντὸς λόγου καὶ πάσης πράξεως ἡγεμόνα καὶ βοηθὸν καλοῦντας, ὥσπερ εἰκὸς τὸν ἁπάντων κρατοῦντα ἀρχηγέτην καὶ τέλειον μόνον αὐτὸν ὄντα τῶν πάντων.