Κλίμαξ/Λόγος ΚΑ

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κλίμαξ
Συγγραφέας: Ιωάννης της Κλίμακος
Λόγος ΚΑ: Περὶ τῆς ἀνάνδρου δειλίας.


ΛΟΓΟΣ ΚΑʹ.
Περὶ τῆς ἀνάνδρου δειλίας.

Εἰ μὲν ἐν κοινοβίοις ἢ ἐν συνοδίαις τὴν ἀρετὴν μετέρχῃ, οὐ πάνυ ὑπὸ δειλίας πολεμεῖσθαι πέφυκας. Εἰ δὲ ἐν ἡσυχαστικωτέροις τόποις ἀγωνίζῃ, μή σου κυριεύσῃ τὸ τῆς κενοδοξίας γέννημα, καὶ ἀπιστίας θυγάτηρ· δειλία ἐστὶ νηπιῶδες ἦθος ἐν γηραλέᾳ κενοδόξῳ ψυχῇ· δειλία ἐστὶν ἐκτροπὴ πίστεως ἐπὶ προσδοκίᾳ ἀδοκήτων· φόβος ἐστὶ προμελετώμενος κίνδυνος. Ἢ πάλιν· φόβος ἐστὶ σύντρομος αἴσθησις καρδίας περὶ ἀδήλων συμφορῶν κλονουμένη, καὶ ἀσχάλλουσα· φόβος ἐστὶ πληροφορίας στέρησις. Ὑπερήφανος ψυχή ἐστι δειλίας δούλη ἐφ᾿ ἑαυτῇ πεποιθυῖα, καὶ κτύπους κτισμάτων καὶ σκιὰς δεδιῶσα. Οἱ μὲν πενθοῦντες καὶ ἀπηλγηκότες, δειλίαν οὐ κέκτηνται· ἔκστασιν δὲ πολλάκις δειλαινόμενοι ὑπομεμενήκασι· καὶ εἰκότως. Δικαίως γὰρ τοὺς ὑπερηφάνους ἐγκαταλιμπάνει Κύριος, ἵνα καὶ οἱ λοιποὶ παιδευθῶμεν μὴ ἐπαίρεσθαι· πάντες μὲν οἱ δειλιῶντες κενόδοξοι. Οὐ πάντες δὲ οἱ μὴ δειλιῶντες ταπεινόφρονες, ἐπεὶ καὶ λῃσταὶ καὶ τυμβωρύχοι οὐ δειλιαίνονται ὡς ἔτυχεν. Ἐν οἷς ἐκδειματοῦσθαι εἴωθας τόποις, ἀωρίᾳ μὴ ὄκνει παραγίνεσθαι. Εἰ δὲ ὑποχαλάσεις ὀλίγον, συγγηράσει σοι τοῦτο τὸ νηπιῶδες πάθος καὶ γελοῖον. Πορευόμενος, προσευχῇ ὁπλίζου· καταλαβὼν, τὰς χεῖρας διαπέτασον, Ἰησοῦ ὀνόματι μάστιζε πολεμίους· οὐ γάρ ἐστιν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς ἰσχυρότερον ὅπλον· ἀπαλλαγεὶς τῆς νόσου ἀνύμνει τὸν λυτρωσάμενον· εὐχαριστούμενος γὰρ εἰς αἰῶνα σκεπάσει σε· οὐδέποτε δυνήσῃ τὴν γαστέρα ὑφ᾿ ἓν ἐμπλῆσαι· ὥσπερ οὐδὲ δειλίαν νικῆσαι· κατὰ τὸ μέτρον τοῦ πένθους θᾶττον ὑποχωρήσει, καὶ κατὰ τὴν ἐκείνου ἔλλειψιν δειλοὶ διαμένομεν· Ἔφριξάν μου τρίχες, καὶ σάρκες, ὁ Ἐλιφὰζ ἔφησε, τὴν τοῦ δαίμονος πανουργίαν διηγούμενος. Ποτὲ μὲν ἡ ψυχὴ, ποτὲ δὲ τὸ σῶμα προεδειλίασε· καὶ τῷ ἑτέρῳ τοῦ πάθους μετέδωκεν. Ὅταν τῆς σαρκὸς δειλανθείσης, ἐν τῇ ψυχῇ ὁ φόβος ὁ ἄκαιρος οὐκ εἰσέδυσε, πλησίον ἡ τῆς νόσου ἀπαλλαγή· ὅταν δὲ ὄντως δειλίας ἠλευθερώθημεν, οὐ τόπων σκοτία καὶ ἐρημία ἐνισχύει καθ᾿ ἡμῶν τοὺς δαίμονας, ἀλλὰ ψυχῆς ἀκαρπία· ἔστι δὲ ὅτε καὶ ἡ οἰκονομικὴ παίδευσις. Ὁ δοῦλος Κυρίου γενόμενος τὸν οἰκεῖον Δεσπότην καὶ μόνον φοβηθήσεται· ὁ δὲ τοῦτον οὔπω φοβούμενος, τὴν ἑαυτοῦ σκιὰν πολλάκις πεφόβηται, ἐπιστάντος μὲν ἀοράτου πνεύματος φοβεῖται τὸ σῶμα· ἐπιστάντος δὲ ἀγγέλου ἀγάλλεται ταπεινῶν ἡ ψυχή. Διὸ ἐκ τῆς ἐνεργείας τὴν παρουσίαν νοήσαντες, θᾶττον εἰς προσευχὴν ἀναπηδήσωμεν, συμπροσεύξασθαι γὰρ ἡμῖν ὁ ἀγαθὸς ἡμῶν φύλαξ ἐλήλυθεν.