Μετάβαση στο περιεχόμενο

Κλίμαξ/Λόγος ΙΣΤ

Από Βικιθήκη
Κλίμαξ
Συγγραφέας:
Λόγος ΙϚ: Περὶ φιλαργυρίας.


ΛΟΓΟΣ ΙϚʹ.
Περὶ φιλαργυρίας.

Πλεῖστοι ὅσοι τῶν σοφῶν διδασκάλων πεφύκασι μετὰ τὸν προγεγραμμένον τύραννον τὸν παρόντα μυριοκέφαλον δαίμονα φιλαργυρίας ἐντάττειν. Ἵνα μὴ οὖν τὴν τάξιν τῶν σοφῶν οἱ ἄσοφοι ἡμεῖς ἐναλλάξαιμεν, τούτῳ ὅρῳ καὶ κανόνι ἐξηκολουθήσαμεν. Διὸ περὶ τῆς νόσου, εἰ δοκεῖ, μικρὰ, εἶθ᾿ οὕτως περὶ τῆς ὑγείας βραχέα διαλάβωμεν. Φιλαργυρία ἐστὶν εἰδώλων προσκύνησις, ἀπιστίας θυγάτηρ, ἀσθενειῶν προφασίστρια, γήρως μάντις, λιμῶν προμηνυτὶς ἀβροχίας ὑποβολεύς. Φιλάργυρός ἐστιν Εὐαγελίων μυκτηριστὴς, καὶ ἑκούσιος παραβάτης. Ὁ κτησάμενος ἀγάπην, διεσκόρπισε χρήματα· ὁ δὲ τοῖς δύο λέγων συζῇν, ἑαυτὸν ἠπάτησεν. Ὁ πενθῶν ἑαυτὸν καὶ τὸ σῶμα ἠρνήσατο· καὶ καιροῦ καλοῦντος, οὐδὲ τούτου ἐφείσατο. Μὴ λέγε συνάγειν τῶν πτωχῶν ἕνεκα· δύο γὰρ λεπτὰ τὴν βασιλείαν ἠγόρασαν. Φιλόξενος καὶ φιλάργυρος ἑαυτοῖς ὑπήντησαν· ὁ δὲ δεύτερος τὸν πρότερον ἀδιάκριτον ὠνόμασεν· ὁ νικήσας τὸ πάθος, μερίμνας περιέκοψεν· ὁ δὲ δεδεμένος οὐδέποτε καθαρῶς προσεύξεται. Ἀρχὴ φιλαργυρίας ὑπόθεσις ἐλεημοσύνης, τέλος δὲ ταύτης μῖσος πρὸς πένητας. Ἕως οὗ συνάξῃ, ἐλεήμων γίνεται· τῶν χρημάτων δὲ παρόντων, τὰς χεῖρας ἀπέσφιγξεν. Εἶδον πένητας τοῖς χρήμασιν ἐν τῇ τῶν πτωχῶν τῷ πνεύματι πολιτείᾳ πλουτήσαντας· καί γε τῆς προτέρας αὐτῶν πενίας ἐπελάθοντο· Φιλοχρήμων μοναχὸς ἀκηδίας ἀλλότριος, τοῦ ἀποστολικοῦ λόγου καθ᾿ ὥραν μνημονεύων· Ὁ ἀργὸς μηδὲ ἐσθιέτω. Καί· Αἱ χεῖρές μου διηκόνησαν ἐμοὶ, καὶ τοῖς σὺν ἐμοί.

Ἑκκαιδεκάτη πάλη· ἣν ὁ νικήσας ἢ ἀγάπην κέκτηται, ἢ μέριμναν περιέκοψεν.