Κλίμαξ/Λόγος Η
←Λόγος Ζ: Περὶ τοῦ χαροποιοῦ πένθους. | Κλίμαξ Συγγραφέας: Λόγος Η: Περὶ ἀοργησίας καὶ πραότητος. |
Λόγος Θ: Περὶ μνησικακίας.→ |
Ὥσπερ ὕδατος ἐν φλογὶ κατὰ μικρὸν προστιθεμένου, τελείως ἡ φλὸξ ἀποσβέννυται, οὕτω καὶ τοῦ ἀληθινοῦ πένθους τὸ δάκρυον πᾶσαν τὴν φλόγα τοῦ θυμοῦ καὶ ὀξυχολίας ἀποκτείνειν πέφυκε· διὸ αὐτὸ καὶ ἀκολούθως τετάχαμεν. Ἀοργησία τοίνυν ἐστὶν ἔφεσις ἀτιμίας ἀκόρεστος, ὡς ἐν τοῖς κενοδόξοις εὐφημίας ἀπέραντος. Ἀοργησία ἐστὶ φύσεως ἧττα, ἐν ἀναισθησίαις ὕβρεων ἐξ ἀγώνων καὶ ἱδρώτων προσγινομένη. Πραότης ἐστὶν ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὡσαύτως ἔχουσα. Ἀρχὴ μὲν ἀοργησίαις, σιωπὴ χειλέων ἐν ταραχῇ καρδίας· μεσότης δὲ σιωπὴ λογισμῶν ἐν ψιλῇ ταραχῇ ψυχῆς· τέλος δὲ πεπηγμένη γαλήνη ἐν πνοῇ ἀνέμων ἀκαθάρτων Ὀργή ἐστιν (1) ὑπόμνησις κεκρυμμένου μίσους, ἤγουν μνησικακίας. Ὀργή ἐστιν ἐπιθυμία (2) κακώσεως τοῦ παροξύνοντος. Ὀξυχολία ἐστὶν ἔξαψις καρδίας ἀχρόνως γινομένη. Πικρία ἐστὶν ἀνήδονος κίνησις ἐν ψυχῇ συγκαθημένη. Θυμός ἐστιν (3) εὐμετάβολος κίνησις ἠθῶν, καὶ ψυχῆς ἀσχημοσύνη. Ὡς φωτὸς φανέντος ὑποχωρεῖ τὸ σκότος· οὕτως καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. Τινὲς εὐμετάβλητοι ἐκ θυμοῦ ὑπάρχοντες, ἀμελῶς περὶ τὴν τούτου θεραπείαν καὶ ἐπιμέλειαν διάκεινται, μὴ ἐννοοῦντες οἱ τάλανες τοῦ εἰπόντος Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ. Ἔστι κίνησις μύλου ὀξεῖα ἐν μιᾷ ῥοπῇ ὑπὲρ τὴν τοῦ ἑτέρου ἡμέραν, σῖτον ψυχῆς, καὶ καρπὸν συντρίβουσα καὶ ἐξαφανίζουσα· διὸ προσεκτέον νουνεχῶς. Ἔστι φλογὸς ἔξαψις συντόμως ὑπὸ σφοδροῦ πνεύματος ἀναπτομένη, καὶ ὑπὲρ φλόγα χρονίζουσαν τὸν ἀγρὸν τῆς καρδίας ἀνεμπιπρῶσα, καὶ ἀπολλύουσα. Οὐδὲ τοῦτο ἡμᾶς λανθάνειν ὀφείλει, ὦ φίλοι, ὅτι περ ἐν καιρῷ οἱ πονηροὶ δαίμονες ἑαυτοὺς συντόμως ὑποστέλλουσιν, ἵν᾿ ὡς μικρῶν τῶν μεγάλων παθῶν ἀμελήσαντες, ἀνίατα λοιπὸν νοσήσωμεν. Ὥσπερ λίθος ὀξύγωνος, καὶ ἀπόκροτος ἑτέροις λίθοις συγκρουόμενος καὶ συνδαιρόμενος, ἅπασαν αὐτοῦ τὴν ὀξύγωνον καὶ ἀπόκροτον καὶ στεῤῥὰν διάπλασιν διαθρύπτεται, καὶ στρογγυλοειδῆ ἀπεργάζεται· οὕτως καὶ ψυχὴ ὀξεῖα καὶ ἀπότομος συμμιγνυμένη καὶ συνδιάγουσα σκληροῖς τισι, δυεῖν θάτερον ὑπομένει· ἢ ἐκ τῆς ὑπομονῆς τὸ ἴδιον τραῦμα θεραπεύσει, ἢ ὑποχωρήσασα τὴν ἰδίαν πάντως ἀσθένειαν γνωρίσει; τῆς φυγῆς τῆς δειλάνδρου ταύτην αὐτῇ, ὥσπερ ἔσοπτρον φανερωσάσης. Θυμώδης ἐστὶν ἐπιληπτικὸς ἑκούσιος, ἐξ ἀκουσίου προλήψεως, καταῤῥηγνύμενος καὶ ῥασσόμενος. Οὐδὲν οὕτω τοῖς μετανοοῦσιν ἀνοίκειον ὡς θυμὸς ταρασσόμενος, εἴπερ ἡ ἐπιστροφὴ πολλῆς δεῖται τῆς ταπεινώσεως. Ὁ δὲ πάσης οἰήσεως ὑπάρχει τεκμήριον. Εἰ τοῦτο (4) ὅρος ἀκροτάτης πραότητος, τὸ καὶ παρόντος τοῦ ἐρεθίζοντος γαληνῶς τῇ καρδίᾳ καὶ ἀγαπητικῶς πρὸς αὐτὸν διακεῖσθαι, πάντως τοῦτο ὅρος ἀκροτάτου θυμοῦ, τὸ καὶ καθ᾿ ἑαυτὸν διάγοντα μόνον, λόγοις καὶ σχήμασι πρὸς τὸν λυπήσαντα διαμάχεσθαι, καὶ θηριοῦσθαι. Εἰ τὸ πνεῦμα τὸ ἅγιον εἰρήνη ψυχῆς καὶ ὁρίζεται, καὶ ὑπάρχει· ἡ δὲ ὀργὴ, ταραχὴ καρδίας καὶ ὑπάρχει καὶ λέγεται. Οὐκ οὖν οὐδὲν οὕτω τὴν αὐτοῦ παρουσίαν ἐν ἡμῖν, ὡς θυμὸς ὑποτειχίζειν πέφυκε.
Πάμπολλα καὶ χαλεπὰ αὐτοῦ τὰ γεννήματα γνωρίζοντες· ἕνα καὶ μόνον ἀκούσιον ἀπόγονον, εἰ καὶ νόθον, ὅμως ὠφέλημον ἐπεγνώκαμεν. Εἶδον (5) μανικῶς ἐξαφθέντας, καὶ τὴν χρονίαν καὶ ἐναπόθετον μνησικακίαν ἐμέσαντας, καὶ διὰ πάθους, πάθους ἀπαλλαγέντας· περὶ τῆς χρονίου λύπης ἢ μετάνοιαν, ἢ πληροφορίαν ἐκ τοῦ λελυπηκότος κομισαμένους. Καὶ εἶδον τὸ (6) δοκεῖν μακροθυμήσαντας ἀλόγως, καὶ ἐκ τῆς σιωπῆς μνησικακίαν ἔνδον ἀποθεμένους, καὶ τῶν μαινομένων μᾶλλον αὐτοὺς ἐταλάνισα, ὡς διὰ μέλανος τὸ τῆς περιστερᾶς λευκὸν ἀφανίσαντας. Πολλῆς ἡμῖν πρὸς τὸν ὄφιν δεῖ τοῦτον τῆς ἐπιμελείας· τὴν γὰρ φύσιν καὶ αὐτὸς, ὡς καὶ ὁ τῶν σωμάτων συνεργοῦσαν αὐτῷ, κέκτηται. Εἶδον ὀργισθέντας, καὶ ἐκ πικρίας τὴν τροφὴν ἀπωσαμένους, καὶ μέντοι ἰὸν ἰῷ διὰ τῆςἀλόγου ἐγκρατείας προσελάβοντο. Καὶ εἶδον ἑτέρους ἀφορμῆς δῆθεν εὐλόγου τοῦ θυμοῦ δραξαμένους, καὶ γαστριμαργίᾳ ἑαυτοὺς μεθοδεύσαντας, καὶ ἐκ βοθύνου εἰς κρημνὸν περιπεσόντας. Ἑτέρους δὲ ἐχέφρονας τεθέαμαι, ὡς καλοὺς ἰατροὺς ἀμφότερα συγκεράσαντας, καὶ τὰ μέγιστα ἐκ τῆς συμμέτρου παρακλήσεως ὠφεληθέντας. Ποτὲ μὲν ἡ μελῳδία τὸν θυμὸν ἀρίστως διαλύει, ἡ σύμμετρος· ποτὲ δὲ τῇ φιληδονίᾳ συνέρχεται, ἥγε ἄμετρος καὶ ἄκαιρος. Τοὺς οὖν καιροὺς κανονίζοντες, οὕτως ἐχρησάμεθα. Ἤκουσα παρακαθήμενος ἔξω κατά τινα χρείαν ἀνδρῶν ἡσυχαζόντων, ὡς περδίκων ἐν τῇ κέλλῃ ἐκ πικρίας καὶ θυμοῦ καθ᾿ ἑαυτοὺς κλοβομαχούντων, τῷ προσώπῳ δὲ ὡς παρόντος τοῦ λελυπηκότος ἐπιπηδώντων· οἷς ἔγωγε τὸ μὴ ἀπιδιάζειν εὐσεβῶς συμβεβούλευκα, ἵνα μὴ ἐξ ἀνθρώπων δαίμονες κατασταθῶσι. Καὶ τεθέαμαι πάλιν λάγνους καὶ βρωμώδεις καρδίας, πράους τινὰς καὶ κόλακας, καὶ φιλαδέλφους, καὶ φιλοκαλλιπροσώπους ὑπάρχοντας, οὒς τὴν ἡσυχίαν ὡς ξύριον μισόλαγνον, καὶ μισόβρωμον μετιέναι παρεσκεύασα, ἵνα μὴ ἐκ λογικῆς εἰς ἄλογον φύσιν ἐλεεινῶς μετατεθῶσιν. Ἐπεὶ δέ μοί τινες ἐν ἀμφοτέροις ἑαυτοὺς ἔλεγον οἰκτίστως ἐκφέρεσθαι, τούτους ἔγωγε πάντη αὐτεξουσίως πορεύεσθαι κεκώλυκα. Τοῖς μέντοι αὐτῶν ἐπιστατοῦσι τοῦτο φιλικῶς ὑποθέμενος· ποτὲ μὲν αὐτοῖς τοῦ χρόνου ταύτην, ποτὲ δὲ ἐκείνην τὴν τάξιν ἐπιτρέπειν μετέρχεσθαι ὅμως τὸ πᾶν τῷ κρατοῦντι [τῷ] πάντα κρατοῦντι, τὸν αὐχένα δούς. Ὁ μὲν (7) φιλήδονος ἑαυτὸν, ἴσως δὲ καὶ ἕτερον ἕνα φιλομύστην αὐτοῦ λυμαίνεσθαιπέφυκεν· ὁ δὲ θυμώδης ὥσπερ λύκος πᾶσαν πολλάκις τὴν ποίμνην διετάραξε, καὶ πολλὰς ψυχὰς ταπεινώσας διέθλιψε· χαλεπὸν μὲν τὸν τῆς καρδίας ὀφθαλμὸν ἐκ θυμοῦ ταράξαι, κατὰ τὸν εἰπόντα· Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου· χαλεπώτερον δὲ τὸ διὰ χειλέων τὴν τῆς ψυχῆς ὁρμὴν ἐνδείξασθαι· τὸ διὰ χειρῶν πάντη που τῆς μοναδικῆς, καὶ ἀγγελικῆς, καὶ θεϊκῆς πολιτείας ἐχθρὸν καὶ ἀλλότριον. Εἰ (8) κάρφος ἑτέρου ἰάσασθαι θέλεις, μᾶλλον δὲ νομίζεις μὴ ἀντὶ μήλης δοκῷ τοῦτον ἀποχρίσης, ἢ ἀποστύψῃς· δοκὸς βαρὺς λόγος, σχήματα ἀπρεπῆ· τὸ δὲ ἕτερον ἐπιεικὴς διδασκαλία, καὶ μακρόθυμος ἐπιτιμία. Ἔλεγξον, φησὶν, ἐπιτίμησον, παρακάλεσον· οὐ μέντοι καὶ τύψον. Εἰ δὲ καὶ τοῦτο δέοι (9), σπανίως καὶ οὐ δι᾿ ἑαυτοῦ. Ἐπισκεψώμεθα καὶ ἐν τοῖς πολλοῖς τῶν θυμικῶν τὴν ἀγρυπνίαν προθύμως, καὶ τὴν νηστείαν καὶ ἡσυχίαν ἐπιτελουμένην θεασόμεθα. Σκοπὸς γὰρ τῷ δαίμονι τὰς αὐξητικὰς τοῦ πάθους ὕλας, προφάσει δῆθεν μετανοίας, καὶ πένθους αὐτοῖς ὑποτίθεσθαι. Εἰ εἷς (10) λύκος, ὡς προέφημεν, δύναται ἐκταράξαι ποίμνην, δαίμονα συνεργὸν κεκτημένος, πάντως καὶ εἷς ἀδελφὸς σοφώτατος, ὥσπερ (11) ἀσκὸς χρηστὸς ἐλαίου μεστὸς τὸ κῦμα παρενέγκαι καὶ γαληνιάσαι ποιεῖν τὴν ὁλκάδα, ἄγγελον συνεργὸν κεκτημένος, κατὰ τὸ μέγεθος τοῦ προτέρου κρίματος, οὗτος ἐκ Θεοῦ μισθὸν κομισόμενος, καὶ τύπος ὠφελείας πᾶσι γινόμενος. Ἀρχὴ τῆς μακαρίας ἀνεξικακίας ἐν πικρίᾳ καὶ ὀδύνῃ ψυχῆς τὰς ἀτιμίας καταδέχεσθαι. Μεσότης δὲ ἀλύπως ἐν ταύταις διακεῖσθαι· τελείωσις δὲ, εἴπερ καὶ ἔστιν, ὡς εὐφημίας ταύτας λογίζεσθαι. Χαίροις ὁ πρότερος, ἔῤῥωσο ὁ δεύτερος, μακάριος ἐν Κυρίῳ καὶ ἀγαλλιῶ ὁ τρίτος· ἐλεεινὸν (12) ἐπεσημηνάμην ἐν ὀργίλοις θέαμα, ἐξ οἰήσεως λεληθότως αὐτοῖς συμβαῖνον, ὀργιζόμενοι γὰρ διὰ τὴν ἧτταν, πάλιν ὠργίζοντο· καὶ πτώματι πτῶμα ἐκδιωκόμενον ὁρῶν ἐθαύμαζον· καὶ ἁμαρτίαν ἁμαρτίᾳ διεκδικοῦντας ἠλέουν θεώμενος, καὶ δαιμόνων πανουργίαν ἐκπληττόμενος, τῆς ἑαυτοῦ ζωῆς μικροῦ δεῖν ἀπεγίνωσκον. Εἴ τις ἑαυτὸν ἀπὸ οἰήσεως καὶ ὀξυχολίας, πονηρίας τε καὶ ὑποκρίσεως εὐχερῶς ἡττώμενον θεάσοιτο, καὶ οὕτως τὴν μάχαιραν τῆς πραότητος καὶ ἀνεξικακίας δίστομον καθ᾿ αὐτῶν ἐσκέψατο σπάσασθαι, οὗτος πορευθεὶς παραγένηται, ὥσπερ ἐν κναφείῳ σωτηρίας, ἐν συνοδίᾳ ἀδελφῶν, καὶ μάλιστα σκληροτάτων, εἴπερ αὐτὰ τελείως ἐκδύσασθαι βούλεται, ἵνα ἐκεῖσε ἐξ ὕβρεων καὶ ἀτιμιῶν, καὶ τρικυμιῶν τῶν ἀδελφῶν τεινόμενος, καὶ νοερῶς τυπτόμενος, ἢ τάχα που καὶ αἰσθητῶς ξεόμενος, καὶ πατούμενος καὶ λακτιζόμενος, τὸν ῥύπον τὸν ἐνυπάρχοντα αὐτοῦ τῇ αἰσθήσει τῆς ψυχῆς ἀποπλύνῃ· αὐτή σε ἡ δημώδης φωνὴ πεισάτω πλυντήριον τὸν ὀνειδισμὸν τῶν τῆς ψυχῆς παθῶν καθίστασθαι· φασὶ γάρ τινες τῶν ἐν τῷ κόσμῳ ἡνίκα τινὰ κατὰ πρόσωπον ἀτιμίας περιβάλλουσι, καυχώμενοι πρὸς ἑτέρους, ὅτι τὸν δεῖνα ἀπέπλυνα. Ὅ τι καὶ ἀληθὲς καθέστηκεν. Ἄλλη ἐστὶν ἡ ἐκ πένθους ἐν τοῖς εἰσαγωγικοῖς ἀοργησία, καὶ ἑτέρα, ἡ ἐν τοῖς τελείοις ὑπάρχουσα ἀκινησία· καὶ ἡ μὲν, ὥσπερ χαλινῷ τινι τῷ δακρύῳ δέδεται. Ἡ δὲ, ὥσπερ ὄφις ὑπὸ τῆς ἀπαθείας, ὡς ὑπὸ μαχαίρας, τεθανάτωται. Τρεῖς ἔγωγε (13) ὁμοθυμαδὸν ἑώρακα μοναχοὺς ἀτιμασθέντας· καὶ ὁ μὲν δέδηκται [δέδηκτο, al. δέδακται], καὶ ἐσιώπησεν· ὁ δὲ ἐχάρη ἑαυτοῦ χάριν, λελύπηται δὲ περὶ τοῦ λοιδορήσαντος· ὁ δὲ τρίτος τὴν τοῦ πλησίον βλάβην ἀνατυπώσας ἐδάκρυσε θερμῶς· καὶ ἦν ἰδεῖν φόβου, καὶ μισθοῦ, καὶ ἀγάπης ἐργάτας. Ὥσπερ ὁ τῶν σωμάτων πυρετὸς, εἷς μέν ἐστι, πολλὰς δὲ καὶ οὐ μίαν τῆς αὐτοῦ ζέσεως τὴν ἀφορμὴν κέκτηται· οὕτως καὶ ἡ τοῦ θυμοῦ ζέσις, καὶ κίνησις, καὶ τῶν λοιπῶν ἡμῶν παθῶν πολλὰς καὶ διαφόρους αἰτίας ἔχουσα καθεστήκασι. Διὸ καὶ ἀδύνατον κατὰ τούτων μονοτρόπως ὁρίσασθαι. Γνώμην δὲ δίδωμι μᾶλλον ἐν ἑκάστου λοιπὸν τῶν νοσούντων μεμεριμνημένῃ σπουδῇ τῆς ἰατρείας τὴν θεραπείαν ἐπιζητεῖν. Πρώτη δ᾿ ἂν εἴη θεραπεία, τῆς αὐτοῦ ἀλγηδόνος τὴν αἰτίαν ἐπιγνῶναι, ἵνα τῆς αἰτίας εὑρεθείσης πρὸς αὐτὴν, καὶ τὴν ἔμπλαστρον ἐκ προνοίας Θεοῦ καὶ ἰατρῶν πνευματικῶν λήψεται, ὡς ἐν ὑποδείγμασιν οἱ βουλόμενοι ἡμῖν ἐν Κυρίῳ εἰς τὸ νοερὸν καὶ προβεβλημένον δικαστήριον συνεισελθεῖν, συνεισελθέτωσαν, καὶ ἀμυδρῶς πως περὶ τῶν προειρημένων παθῶν ἢ αἰτιῶν βασανίσωμεν. Δεθήτω λοιπὸν θυμὸς ὡς τύραννος ἐν δεσμοῖς πραότητος, καὶ τυπτόμενος ὑπὸ μακροθυμίας ἐκσυρόμενός τε ὑπὸ τῆς ἁγίας ἀγάπης ἐν τῷ βήματι τούτῳ τοῦ λόγου παραστὰς τὰ προσήκοντα ἐξεταζέσθω. Λέγε ἡμῖν, ὦ παράφρον καὶ ἄσεμνε, τήν τε τοῦ γεγεννηκότος [σε] προσηγορίαν, καὶ τῆς κακῶς τεκούσης σε προσωνυμίαν, τῶν σῶν τε υἱῶν καὶ θυγατέρων μιαρῶν τὰ ὀνόματα· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν πολεμούντων καὶ ἀποκτεινούντων σε τὰς σημασίας. Ὁ δὲ πρὸς ἡμᾶς ἀποκρινόμενος ἔλεγεν. Αἱ ἐμὲ γεννήσασαι πολλαὶ, καὶ ὁ ἐμὸς πατὴρ οὐχ εἷς. Αἱ δὲ μητέρες μου κενοδοξία, φιλαργυρία, γαστριμαργία· ἔστι δὲ ὅτε καὶ πορνεία· ὁ ἐμὲ γεγεννηκὼς προσηγορεύεται τῦφος. Αἱ δὲ ἐμαὶ θυγατέρες μνησικακίαι, μίσος, ἔχθρα, δικαιολογία· αἱ ἐμοῦ δὲ ἀντίδικοι, ὑφ᾿ ὧν νῦν περιέχομαι δέσμιος, αἱ τούτων ἀντικείμεναι, ἀοργησία καὶ πραότης. Ἡ δὲ ἐμὴ ἐπίβουλος, ταπεινοφροσύνη προσαγορεύεται. Τίς δὲ ὁ τετοκὼς ἐκείνην, ἐν ἰδίῳ καιρῷ αὐτὴν ἐρωτήσατε.
Ἐν ὀγδόῳ τινὶ βαθμῷ ὁ τῆς ἀοργησίας κεῖται στέφανος, καὶ ὁ μὲν ἐκ φύσεως τούτων περικείμενος, ἴσως οὐ περίκειται ἕτερον· ὁ δὲ ἐξ ἱδρώτων, εἰς ἅπαν τοὺς ὀκτὼ νενίκηκεν.