Κατά Φιλιππίδου

Από Βικιθήκη
Κατὰ Φιλιππίδου
Συγγραφέας:
Hyperides. Minor Attic Orators in two volumes, 2, with an English translation by J. O. Burtt, M.A. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1962.

Το κείμενο σώζεται αποσπασματικά.


1. [ἐν] ἐλευθέρᾳ πό[λει τὰ τ]οῖς τυράννοις [συμφέρο]ντα πραττον[τ] ... ν εἰς δουλεία[ν] ... καλῶ[ν πραγμάτων καὶ τῇ] πόλε[ι κ]αὶ τοῖς Ἕλλης[ιν αἴτι]ος ἐγένετο. τοι[γαροῦν] καὶ παρ᾽ ἡμῖν κα[ὶ παρὰ] το[ῖς] ἄλλοις πᾶσιν [τῶν μεγίς]των δωρεῶ[ν ἔτυχεν] ... [δ]ικαίως ... [ γ]ὰρ ... ὑπὸ {ἄγνωστον} δεῖ χάρι[ν ἡμᾶ]ς ἀ[ποδιδ]όναι Ἀλεξ[άνοδ]ρῳ [διὰ τοὺ]ς τελευτή[σαντ]ας ... ἐγὼ δὲ [οἶμ]αι {ἄγνωστον} ἐκεῖνος. ἔπειθ᾽ [οὗτοι] ἐπεμβαίνουσιν τ[ῷ δή]μῳ ἐν ταῖς ἀτυχ[ίαις. διό]περ καὶ πολὺ μᾶ[λλον ἄξι]οί εἰσιν μισεῖσθ[αι. ὥς]περ γὰρ τὰ σώματ[α πλείς]της ἐπ[ιμ]ελείας ἐν [ταῖς] ἀρρως[τί]αις δεῖται, οὕτως καὶ [αἱ] πόλεις πλείστης θερ[απ]είας ἐν ταῖς ἀτυχίαις δ[έο]ντ[αι]. μόνοις δὲ τούτο[ις] {ἄγνωστον}[δη]μοκρ[ατία. ἀφεὶς δὲ τὰ πολ]λὰ περὶ [ὧν καὶ συνηγό]ρει Φιλί[ππῳ καὶ ἐστρα]τεύσατ[ο μετ᾽ ἐκείνου ἐπὶ] τὴν χώ[ραν, ὅπερ μέγιστον,] τοῦτο δ[ηλώσω] ... [Φι]λιππο ... [ἐστρατεύ]σατο ἐφ᾽ [ἡμᾶς καὶ τοὺς συμ]μάχους ... [ἀκρι]βῶς γε ... {ἄγνωστον}[δί]δωσιν ἕκαστος αὐτῶν, ὁ μὲν ἐν Θήβαις, ὁ δ᾽ ἐν Τανάγρᾳ, ὁ δ᾽ ἐν τῇ ἐλευθε ... ατα τῶν {ἄγνωστον}[ἀ]παλλαγέντα; ἢ οὐκ εὔχεσθαι κα[ὶ τ]ἆλλα πάντα τὰ ἐν τῇ [Ἑλ]λάδι ἀνατραπῆναι, οἵ γ᾽ ἀπὸ τῶν ἀναιρουμένων πόλεων ἀπαρχὰς [λα]μ[βά]νουσιν; καὶ ὑμ[ᾶς μὲν ἀ]εὶ βούλεσθαι ἐν φ[όβῳ καὶ] κινδύνοις εἶν[αι] Athenaeus . dεὐτελὴς τὸ σῶμα διὰ λεπτότητα. κατηγορίας ποιοῦνται, καὶ φανερὸν ποιοῦσιν ὅτι οὐδὲ τότε φίλοι ὄντες Λακεδαιμονίων ὑπὲρ ἐκείνων ἔλεγον, ἀλλὰ τὴν πόλιν μισοῦντες καὶ τοὺς ἰσχύοντας ἀ[εὶ] καθ᾽ ὑμῶν θεραπεύοντες.

2. ἐπεὶ δὲ νῦν ἡ ἐκείνων δύναμις εἰς [τοῦτ]ον μετέστη, τότε [δ]ὴ [κο]λακεύειν προείλον[το: κ]αὶ Δημοκράτη[ς αὐτ]οῖς ὁ Ἀφιδναῖος [ἀεὶ παρ]ακαθήμενος καὶ ... ον ἱστὰς γελωτοπ[οιεῖ ἐ]πὶ τοῖς τῆς πόλεω[ς ἀ]τυχήμασιν, καὶ λο[ιδορεῖ]θ᾽ ὑμῖν μεθ᾽ ἡμέρα[ν ἐν τ]ῇ ἀγορᾷ, εἰς ἑσπέρα[ν δὲ δε]ιπν[ή]σων ὡς ὑμ[ᾶς ἔ]ρχεται. καίτοι, ὦ Δημ[όκρα]τες, μόνῳ σοι οὐκ [ἔνι λέγ]ειν περὶ τοῦ δήμου [φλα]ῦρον οὐδέν:

3. διὰ τί; [ὅτι πρ]ῶτον μὲν οὐ παρ᾽ ἑτέρου ς᾽ ἔδει μαθεῖν ὅτι ὁ δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ: αὐτὸς γὰρ ὑπὲρ ὧν ἕτεροι εὐεργέτησαν νῦν τὰς τιμὰς κομίζει. ἔπειθ᾽ ὅτι ἐν νόμῳ γράψας ὁ δῆμος ἀπεῖπεν μήτε λέγειν ἐξεῖναι [μηδενὶ] κακῶς Ἁρμόδιον καὶ Ἀρ[ις]τογείτονα, μήτ᾽ ᾆσα[ι ἐ]πὶ τὰ κακίονα. ᾗ κ[αὶ] δεινόν ἐστιν [ε]ἰ τοὺς μὲν σοὺς προγόνους ὁ δῆμος οὐδὲ μεθυσθέντι ᾤετο δεῖν ἐξεῖναι κακῶς εἰπεῖν, σὺ δὲ νήφων τὸν δῆμον κακ[ῶς] λέγεις.

4. [Βρ]αχέα δ᾽ ἔτι πρὸς ὑμᾶς εἰπών, ὦ ἄνδρες δικασταί, [καὶ] ἀναλογισάμενος, κα[ταβ]ήσομαι. γραφὴ πα[ρα]νόμων ἐστὶν ὑπὲρ [ἧς τ]ὴν ψῆφον μέλλετε [φέρ]ειν. τὸ δὲ ψήφισμα τὸ κρινόμενον ἔπαινος προέδρων. ὅτι δὲ προσήκει τοὺς προέδρους κατὰ τοὺς νόμους προεδρεύειν, οὗτοι δὲ παρὰ τοὺς νόμους προηδρεύκασιν, αὐτῶν τῶν νόμων ἠκούετε ἀναγιγνωσκομένων.

5. τὸ λοιπὸν ἤδη ἐστὶν παρ᾽ ὑμῖν: δείξετε γὰρ πότερα τοὺς παράνομα γράφοντας τ[ιμ]ωρήσεσθε, ἢ τὰς τοῖς εὐε[ργέ]ταις ἀποδεδειγμένας [τι]μὰς ταύτας δώσετε [το]ῖς ἐναντία τοῖς νόμοι[ς πρ]οεδρεύουσιν, καὶ ταῦτα ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθαι. ἀλλὰ μὴν οὐδ᾽ ἐξαπατηθῆναι ὑμῖν ἔνεστιν ὑπὸ τοῦ λόγου αὐτῶν, ἂν φῶσιν ἀναγκαῖα εἶνα[ι τ]ῷ δήμῳ τὰ περὶ τῶν ἐπ[αίν]ων ψηφίζεσθαι: το[ὺς γ]ὰρ προέδρους οὐκ ἔνεστιν εἰπεῖν ὡς ἀνάγκη τις ἦν στεφανῶσαι.

6. πρὸ[ς δ]ὲ τούτοις αὐτὸς ὑμῖν ο[ὗ]τος ῥᾳδίαν πεποίηκ[εν] τὴν γνῶσιν: ἔγραψεν γ[ὰρ] ὧν ἕνεκα ἐστεφάνω[σε]ν τοὺς προέδρους, δι[κα]ιοσύνης τε τῆς εἰς τὸν δ[ῆμ]ον τὸν Ἀθηναίων κα[ὶ δι]ότι κατὰ τοὺς νόμο[υς π]ροηδρεύκασιν. ἐπὶ δ[ὴ τ]αῦτ᾽ ἄγετ᾽ αὐτὸν ἀπολ[ογη]σόμενον, καὶ σύ, ὦ Φ[ιλι]ππίδη, δείξας ἀληθῆ εἶναι τὰ περὶ τῶν προέδρων, ἃ ὑπέθου ἐν τῷ ψηφ[ίς]ματι, ἀπόφευγε.

7. εἰ δ᾽ ο[ἴει] κορδακίζων καὶ γελ[ωτ]οποιῶν, ὅπερ ποι[εῖν] εἴωθας, ἐπὶ τῶν δικαστη[ρί]ων ἀποφεύξεσθαι, ε[ὐήθ]ης εἶ, ἢ παρὰ τούτ[ο]ις συγγνώμην ἢ ἔ[λεόν] τινα παρὰ τὸ δίκαι[ον ὑπ]άρ[χ]ειν. πολλοῦ γε δ[εῖ. οὐ γ]ὰρ ἀπέθου σαυτῷ εὔνοιαν παρὰ τῷ δήμῳ, ἀλλ᾽ ἑτέρωθι, οὐδὲ τοὺς σῶσαί σε δυναμένους ᾤου δεῖν κολακεύειν, ἀλλὰ τοὺς τῷ δήμῳ φοβεροὺς ὄντας.

8. καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπ[είλη]φας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνατον κατέγνως, οὐδ᾽ ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν. οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐδ᾽ ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῇ περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι ἢ πράττειν κατὰ τοῦ δήμου.

9. εἶτα περὶ καιρῶν αὐτίκα δὴ τολμήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺς ⟦οὐ⟧ παραφυλάξαντες; καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι; ἀλλ᾽ οὐ δίκαιον: ὅτε γὰρ ἡ πόλις ὑπὸ τῶν ἄλλων ᾠκτείρετο διὰ τὰ συμβάν[τα], τόθ᾽ ὑφ᾽ ὑμῶν ἐξυβρίζετο. καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ.

10. διὰ τί γὰρ <ἂν> τούτου φείσαισθε; πότερα διότι δημοτικός ἐστιν; ἀλλὰ ἴστ᾽ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα. ἀλλ᾽ ὅτι χρηστός; ἀλλὰ δὶς αὐτοῦ ἀ[δικί]αν κατέγνωτε. ναί, ἀ[λλ]ὰ χρήσιμος: ἀλλ᾽ εἰ χρής[ες]θε τῷ ὑφ᾽ ὑμῶν ὁμολ[ογ]ουμένως πονηρῷ [κρ]ιθέντι, ἢ κρίνειν κακῶς δόξετε ἢ πονηρῶν [ἀν]θρώπων ἐπιθυμ[εῖν. ο]ὐκοῦν οὐκ ἄξιον τὰ [τούτ]ου ἀδικήματα αὐτ[οὺς ἀν]αδέχεσθαι, ἀλλὰ [τ]ιμωρεῖ[σθ]αι τὸν ἀδικοῦν[τα].

11. καὶ ἂ[ν] ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, καὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντίον ποιεῖτε κατ᾽ ἀμφότερα. πρῶτον μὲν ὅ[τι ε]ὐτύχημά ἐστιν τὸν ὁμολογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινόμενον λαβεῖν: οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γε τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν βάσανον δέδωκεν.

12. ἔπειτα δέ, ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν μηδ᾽ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλ᾽ αὐ[τὸ]ς α[ὑ]τῷ, ἂν μὴ παύηται τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν: ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας.

13. ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν: ὑμεῖς δὲ τῶν τε κατηγορημένων μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.