Κατά Αριστογείτονος Α (Δημοσθένης)

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Kατὰ Ἀριστογείτονος Α
Συγγραφέας: Δημοσθένης


[1] Πάλαι καθήμενος, ὦ ἄνδρες δικασταί, καὶ κατηγοροῦντος ἀκούων, ὥσπερ ὑμεῖς, Λυκούργου, τὰ μὲν ἄλλα καλῶς αὐτὸν ἡγούμην λέγειν, ἓν δὲ τεθαύμακα ὁρῶν ὑπερδιατεινόμενον, εἰ ἀγνοεῖ τοῦθ᾽ ὅτι οὔτε παρὰ τοὺς ὑφ᾽ ἑαυτοῦ λόγους εἰρημένους οὔτε παρὰ τοὺς ὑπ᾽ ἐμοῦ μέλλοντας ῥηθήσεσθαι τὰ τουτουὶ τοῦ ἀγῶνός ἐστιν δίκαι᾽ ἰσχυρά, ἀλλ᾽ ὡς ἂν ἕκαστος ὑμῶν ἔχῃ πρὸς τὸ δυσχεραίνειν ἢ προσίεσθαι πονηρίαν.

[2] καὶ ἔγωγ᾽ ὑπολαμβάνω τὴν μὲν κατηγορίαν καὶ τὸ τῶν λόγων πλῆθος ἔθους ἕνεκα καὶ τῆς ὑμετέρας ἀκροάσεως δεῖν ποιήσασθαι, κεκρίσθαι δὲ τοῦτο τὸ πρᾶγμα πάλαι ὑπὸ τῆς ἑκάστου φύσεως οἴκοθεν, καὶ νυνὶ εἰ μέν εἰσιν ὑμῶν οἱ πλείους οἷοι τοὺς πονηροὺς φιλεῖν καὶ σῴζειν, μάτην ἐρραψῳδηκότας ἡμᾶς ἔσεσθαι, εἰ δ᾽ οἷοι μισεῖν, δίκην, ἐὰν θεὸς θέλῃ, τοῦτον δώσειν.

[3] πολλῶν δὲ λόγων εἰρημένων καὶ πάντων καλῶς, οὐκ ὀκνήσω πρὸς ὑμᾶς εἰπεῖν ἅ γ᾽ ἐμοὶ φαίνεται. Ἐμοὶ γὰρ οὐδ᾽ ὁτιοῦν ἐοικέναι δοκεῖ τοῖς ἄλλοις ὁ παρὼν ἀγών. Σκοπεῖτε δ᾽ οὑτωσί. Πρὸς ἅπαντ᾽ ἔρχονται τὰ δικαστήρια οἱ μὲν δικασταὶ παρὰ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος τὸ πρᾶγμα μαθησόμενοι περὶ οὗ δεήσει τὴν ψῆφον ἐνεγκεῖν αὐτούς, οἱ δ᾽ ἀντίδικοι μεθ᾽ ἑαυτοῦ δείξων ἑκάτερος ὄντα τὰ τῶν νόμων δίκαια.

[4] τὰ δὲ τούτου τοῦ ἀγῶνος πῶς ἔχει οἱ μὲν δικάσοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν· ὥσθ᾽ ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὸ πρᾶγμ᾽ εἰδέναι, μὴ μαθεῖν δεῖσθαι.

[5] Ὁ δὲ κρινόμενος τῶν μὲν εἰς σωτηρίαν φερόντων ἀλλ᾽ οὐδ᾽ ὁτιοῦν πάρεστιν ἔχων, οὐ τοὺς ὑπὲρ αὐτοῦ τοῦ πράγματος λόγους δικαίους, οὐ τὸν ἑαυτοῦ βίον ἀνθρώπινον, οὐκ ἄλλ᾽ οὐδ᾽ ὁτιοῦν ἀγαθόν· δι᾽ ἃ δ᾽ ἂν καὶ μηδ᾽ ὁτιοῦν ἀδικῶν τις ἔδεισε, διὰ ταῦθ᾽ οὗτος οἴεται σωθήσεσθαι· ἐν γὰρ τῇ τῆς πονηρίας ὑπερβολῇ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχει.

[6] Οὕτω δ᾽ ἐχόντων τούτων, δοκεῖ μοί τις οὐκ ἂν ἁμαρτεῖν εἰπὼν ὅτι νυνὶ κρίνεται μὲν Ἀριστογείτων, δοκιμάζεσθε δὲ καὶ κινδυνεύεθ᾽ ὑμεῖς περὶ δόξης. Εἰ μὲν γὰρ ὀφθήσεσθ᾽ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ μεγάλοις ἀδικήμασιν ὀργιζόμενοι καὶ τιμωρούμενοι, δόξετε τοῦθ᾽, ὅπερ ἐστέ, δικασταὶ καὶ φύλακες τῶν νόμων εἰσεληλυθέναι·

[7] εἰ δ᾽ ἕτερόν τι περιέσται τούτων, ὃ μηδεὶς μὲν ἂν αὐτὸς πεποιηκέναι φήσειεν, ἐν δὲ ταῖς ψήφοις εὑρεθήσεται, δέδοικα μὴ δόξητέ τισιν τὸν ἀεὶ βουλόμενον εἶναι πονηρὸν τῶν ἐν τῇ πόλει παιδοτριβεῖν. Ἀσθενὴς μὲν γάρ ἐστιν ἅπας ὁ πονηρὸς καθ᾽ ἑαυτόν· ᾧ δ᾽ ἂν ὑμεῖς πρόσθησθε, οὗτος ἰσχυρὸς γίγνεται. Ἔστι δὲ τοῦτο τῷ μὲν λαβόντι παρ᾽ ὑμῶν ἐργασία καὶ δυναστεία, ὑμῖν δὲ τοῖς δοῦσιν ὄνειδος.

[8] Βουλοίμην δ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ περὶ τῶν ἰδίων ἐμὲ τῶν τουτουὶ λέγειν, σπουδάσαντας ὑμᾶς ἐξετάσαι διὰ βραχέων εἰς ὅσην αἰσχύνην καὶ ἀδοξίαν προῆχε τὴν πόλιν δημοσίᾳ πάντα τὰ τοιαῦτα θηρία, ὧν μέσος καὶ τελευταῖος καὶ πρῶτός ἐστιν οὗτος.

[9] Καὶ τὰ μὲν ἄλλ᾽ ἐάσω· ἀλλ᾽ εἰς τὰς ἐκκλησίας ἀναβαίνουσιν, ἐν αἷς ὑμεῖς γνώμης ἀπόδειξιν, οὐ πονηρίας τοῖς λέγουσι προτίθετε, τόλμαν καὶ κραυγὴν καὶ ψευδεῖς αἰτίας καὶ συκοφαντίαν καὶ ἀναισχυντίαν καὶ πάντα τὰ τοιαῦτα συνεσκευασμένοι, ὧν οὐκ ἂν εὕροι τις ἐναντιώτερα τῷ βουλεύεσθαι, νομίζω δ᾽ οὐδ᾽ ἂν αἰσχίω. Καὶ τούτοις τοῖς αἰσχροῖς ἁπάντων τῶν τῆς πόλεως καλῶν περίεισι, τῶν νόμων, τῶν προέδρων, τοῦ προγράμματος, τῆς εὐκοσμίας.

[10] Εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ὑμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζει καὶ ἐᾶν δεῖ· εἰ δ᾽ ἐπανορθώσασθαι ταῦτ᾽ ἔτι καὶ νῦν οἴεσθε χρῆναι, καὶ τὰ προειμένα πόρρω καὶ πολὺν ἤδη χρόνον αἰσχρῶς καὶ κακῶς ὑπὸ τούτων διακείμενα βελτίω ποιῆσαι, πάντα τὰ τοιαῦτ᾽ ἔθη παριδόντας ὑμᾶς τήμερον ὀρθῶς δεῖ δικάσαι,

[11] τὴν τὰ δίκαι᾽ ἀγαπῶσαν Εὐνομίαν περὶ πλείστου ποιησαμένους, ἣ πάσας καὶ πόλεις καὶ χώρας σῴζει· καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην, ἣν ὁ τὰς ἁγιωτάτας ἡμῖν τελετὰς καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν, εἰς αὑτὸν ἕκαστον νομίσαντα βλέπειν οὕτω ψηφίζεσθαι, φυλαττόμενον καὶ προορώμενον μὴ καταισχῦναι ταύτην, ἧς ἐπώνυμός ἐστιν ὑμῶν ἕκαστος ὁ ἀεὶ δικάζειν λαχών, πάντα τὰ ἐν τῇ πόλει καλὰ καὶ δίκαια καὶ συμφέροντα φυλάττων καὶ ταύτην τὴν ἡμέραν παρακαταθήκην ἔνορκον εἰληφὼς παρὰ τῶν νόμων καὶ τῆς πολιτείας καὶ τῆς πατρίδος.

[12] Ὡς εἰ μὴ τοῦτον ἕξετε τὸν τρόπον, ἀλλ᾽ ἀπὸ τῆς συνήθους εὐηθείας εἰσεληλυθότες καθεδεῖσθε, φοβοῦμαι μὴ τὸ πρᾶγμ᾽ εἰς τοὐναντίον περιστῇ καὶ δοκοῦντες ἡμεῖς Ἀριστογείτονος κατηγορεῖν ὑμῶν κατηγοροῦντες φανῶμεν· ὅσῳ γὰρ ἂν μᾶλλον ἡμῶν δειξάντων τὴν τούτου πονηρίαν μηδὲν ὑμεῖς φροντίσητε, τοσούτῳ μείζων ἡ καθ᾽ ὑμῶν αἰσχύνη γενήσεται. Καὶ περὶ μὲν τούτων ἱκανά.

[13] πάνυ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ πάσης οἰκειότητος ἐρῶ τἀληθῆ πρὸς ὑμᾶς. Ἐγὼ γὰρ ἐν ταῖς ἐκκλησίαις ὁρῶν ὑμᾶς κατατάττοντάς με καὶ προχειριζομένους ἐπὶ τὴν τούτου κατηγορίαν, ἠχθόμην καὶ μὰ τὸν Δία καὶ πάντας θεοὺς οὐκ ἐβουλόμην. Οὐ γὰρ ἠγνόουν ὅτι ὁ ποιήσας τι τοιοῦτον παρ᾽ ὑμῖν καὶ παθὼν ἀπέρχεται. Εἰ δὲ μὴ τηλικοῦτον ὥστ᾽ εὐθὺς αἰσθέσθαι, ἀλλ᾽ ἐὰν πολλὰ τοιαῦτα ποιῇ καὶ μὴ παύηται, ταχὺ γνώσεται. Ὅμως δ᾽ ἀναγκαῖον ἡγούμην εἶναι πείθεσθαι τοῖς ὑμετέροις βουλήμασιν.

[14] Τὰ μὲν οὖν περὶ τῆς ἐνδείξεως καὶ τῶν νόμων δίκαια αὐτόν, ὅπερ πεποίηκεν, Λυκοῦργον ἐρεῖν ἡγούμην, καὶ τοὺς μάρτυρας τῆς πονηρίας τῆς τούτου τοῦτον ἑώρων προσκαλούμενον· ἃ δὲ καὶ λογίζεσθαι τοὺς ὑπὲρ πόλεως καὶ νόμων βουλευομένους προσήκει καὶ σκοπεῖσθαι δεῖ, ταῦτα προῃρούμην εἰπεῖν, καὶ νῦν ἐπὶ ταῦτα πορεύσομαι. Δότε δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, δότε καὶ συγχωρήσατε μοι πρὸς Διός, ὡς πέφυκα καὶ προῄρημαι, περὶ τούτων διαλεχθῆναι πρὸς ὑμᾶς· καὶ γὰρ οὐδ᾽ ἂν ἄλλως δυναίμην.

[15] ἅπας ὁ τῶν ἀνθρώπων βίος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται. Τούτων δ᾽ ἡ μὲν φύσις ἐστὶν ἄτακτον καὶ κατ᾽ ἄνδρ᾽ ἴδιον τοῦ ἔχοντος, οἱ δὲ νόμοι κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸ πᾶσιν. Ἡ μὲν οὖν φύσις, ἂν ᾖ πονηρά, πολλάκις φαῦλα βούλεται· διόπερ τοὺς τοιούτους ἐξαμαρτάνοντας εὑρήσετε.

[16] οἱ δὲ νόμοι τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον βούλονται, καὶ τοῦτο ζητοῦσιν, καὶ ἐπειδὰν εὑρεθῇ, κοινὸν τοῦτο πρόσταγμ᾽ ἀπεδείχθη, πᾶσιν ἴσον καὶ ὅμοιον, καὶ τοῦτ᾽ ἔστι νόμος. ᾯ πάντας πείθεσθαι προσήκει διὰ πολλά, καὶ μάλισθ᾽ ὅτι πᾶς ἐστι νόμος εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δ᾽ ἀνθρώπων φρονίμων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων, πόλεως δὲ συνθήκη κοινή, καθ᾽ ἣν πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει.

[17] Ἀλλὰ μὴν ὅτι νῦν Ἀριστογείτων τοῖς μὲν τῆς ἐνδείξεως δικαίοις ἅπασιν ἑάλωκεν, ἕτερος δ᾽ οὐδὲ εἷς ἔστιν ἀνεκτὸς αὐτῷ λόγος, περὶ τούτων ῥᾴδιον διδάξαι. Δυοῖν γὰρ ὄντοιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν ἕνεκα πάντες τίθενται οἱ νόμοι, τοῦ τε μηδένα μηδὲν ὃ μὴ δίκαιόν ἐστι ποιεῖν, καὶ τοῦ τοὺς παραβαίνοντας ταῦτα κολαζομένους βελτίους τοὺς ἄλλους ποιεῖν, ἀμφοτέροις τούτοις οὗτος ἔνοχος ὢν φανήσεται. Ἐπὶ μὲν γὰρ οἷς ἐξ ἀρχῆς παρέβη τοὺς νόμους, τὰ ὀφλήματ᾽ αὐτῷ γέγονεν· ἐπὶ δ᾽ οἷς οὐκ ἐμμένει τούτοις, νῦν ἐπὶ τὴν παρ᾽ ὑμῶν ἄγεται τιμωρίαν, ὥστε μηδεμίαν καταλείπεσθαι πρόφασιν δι᾽ ἣν ἄν τις αὐτὸν ἀφείη.

[18] Οὐδὲ γὰρ αὖ τοῦτ᾽ ἔστιν εἰπεῖν, ὡς ἄρ᾽ ἐκ τούτων οὐδὲν ἡ πόλις βλάπτεται. Ἐγὼ γάρ, ὅτι μὲν πάντ᾽ ἀπόλλυται τὰ τῆς πόλεως ὀφλήματα, εἰ τὰ τούτου σοφίσματα προσδέξεσθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἐκ τῶν ὀφειλόντων ἀφιέναι, τοὺς ἐπιεικεστάτους καὶ βελτίστους καὶ τοὺς ἐπὶ τοῖς ἥκιστα δεινοῖς ὠφληκότας, τούτους ἀφιέναι δεῖ, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖσθ᾽ ἡμαρτηκότα καὶ

[19] δικαιότατ᾽ ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανομίας δεινότερον, ἐφ᾽ οἷς ἀμφοτέροις οὗτος ὤφληκεν καὶ ὅτι οὐδ᾽ εἰ πᾶσι τοῖς ἄλλοις ἀφίετε, οὐχὶ τῷ βιαζομένῳ δήπου συγχωρῆσαι προσήκει ὕβρις γὰρ δὴ τοῦτό γε, καὶ πάντα τὰ τοιαῦτ᾽ ἐάσω· ἀλλ᾽ ὅτι καὶ πᾶς ὁ τῆς πόλεως καὶ τῶν νόμων κόσμος, ὦ ἄνδρες Ἀθηναῖοι, συνταράττεται καὶ διαφθείρεται τὸ κατὰ τοῦτον, καὶ τοῦτ᾽ οἶμαι σαφῶς ὑμῖν ἐπιδείξειν.

[20] λέξω δ᾽ οὔτε καινὸν οὔτε περιττὸν οὐδὲν οὔτ᾽ ἴδιον, ἀλλ᾽ ὃ πάντες ὑμεῖς ἴσθ᾽ ὁμοίως ἐμοί. Εἰ γάρ τις ὑμῶν ἐξετάσαι βούλεται τί ποτ᾽ ἐστὶ τὸ αἴτιον καὶ τὸ ποιοῦν τὴν βουλὴν συλλέγεσθαι, τὸν δῆμον εἰς τὴν ἐκκλησίαν ἀναβαίνειν, τὰ δικαστήρια πληροῦσθαι, τὰς ἕνας ἀρχὰς ταῖς νέαις ἑκούσας ὑπεξιέναι, καὶ πάντα δι᾽ ὧν ἡ πόλις οἰκεῖται καὶ σῴζεται γίγνεσθαι, τοὺς νόμους εὑρήσει τούτων αἰτίους καὶ τὸ τούτοις ἅπαντας πείθεσθαι, ἐπεὶ λυθέντων γε τούτων, καὶ ἑκάστῳ δοθείσης ἐξουσίας ὅ τι βούλεται ποιεῖν, οὐ μόνον ἡ πολιτεία οἴχεται, ἀλλ᾽ οὐδ᾽ ὁ βίος ἡμῶν τοῦ τῶν θηρίων οὐδὲν ἂν διενέγκαι.

[21] Τί γὰρ ἂν τοῦτον αὐτὸν οἴεσθε ποιεῖν λυθέντων τῶν νόμων, ὃς ὄντων κυρίων τοιοῦτός ἐστιν ἐπειδὴ τοίνυν οἱ νόμοι μετὰ τοὺς θεοὺς ὁμολογοῦνται σῴζειν τὴν πόλιν, δεῖ πάντας ὑμᾶς τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ καθῆσθ᾽ ἐράνου πληρωταί, τὸν μὲν πειθόμενον τούτοις ὡς φέροντα τὴν τῆς σωτηρίας φορὰν πλήρη τῇ πατρίδι τιμᾶν καὶ ἐπαινεῖν, τὸν δ᾽ ἀπειθοῦντα κολάζειν.

[22] Ἔρανος γάρ ἐστιν πολιτικὸς καὶ κοινὸς πάνθ᾽ ὅσα, ταξάντων τῶν νόμων, ἕκαστος ἡμῶν ποιεῖ. Ὃν ὁ λείπων, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ καλὰ καὶ σεμνὰ καὶ μεγάλ᾽ ὑμῶν ἀφαιρεῖται καὶ διαφθείρει τὸ καθ᾽ αὑτόν.

[23] ὧν ἓν ἢ δύ᾽ ἐρῶ παραδείγματος ἕνεκα, τὰ γνωριμώτατα. Τὸ τὴν βουλὴν τοὺς πεντακοσίους ἀπὸ τῆς ἀσθενοῦς τοιαυτησὶ κιγκλίδος τῶν ἀπορρήτων κυρίαν εἶναι, καὶ μὴ τοὺς ἰδιώτας ἐπεισιέναι· τὸ τὴν ἐξ Ἀρείου πάγου βουλήν, ὅταν ἐν τῇ βασιλείῳ στοᾷ καθεζομένη περισχοινίσηται, κατὰ πολλὴν ἡσυχίαν ἐφ᾽ ἑαυτῆς εἶναι, καὶ ἅπαντας ἐκποδὼν ἀποχωρεῖν· τὸ τὰς ἀρχὰς ἁπάσας, ὅσας οἱ λαχόντες ἄρχουσιν ὑμῶν, ἅμα τῷ τὸν ὑπηρέτην εἰπεῖν μετάστητ᾽ ἔξω τῶν νόμων κρατεῖν ἐφ᾽ οἷς εἰσεπέμφθησαν, καὶ μηδὲ τοὺς ἀσελγεστάτους βιάζεσθαι· ἄλλα μυρία.

[24] Πάντα γὰρ τὰ σεμνὰ καὶ καλὰ καὶ δι᾽ ὧν ἡ πόλις κοσμεῖται καὶ σῴζεται, ἡ σωφροσύνη, ἡ πρὸς τοὺς γονέας καὶ τοὺς πρεσβυτέρους ὑμῶν παρὰ τῶν νέων αἰσχύνη, ἡ εὐταξία, τῇ τῶν νόμων προσθήκῃ τῶν αἰσχρῶν περίεστιν, τῆς ἀναισχυντίας, τῆς θρασύτητος, τῆς ἀναιδείας. Ἰταμὸν γὰρ ἡ πονηρία καὶ τολμηρὸν καὶ πλεονεκτικόν, καὶ τοὐναντίον ἡ καλοκαγαθία ἡσύχιον καὶ ὀκνηρὸν καὶ βραδὺ καὶ δεινὸν ἐλαττωθῆναι. Τοὺς νόμους οὖν δεῖ τηρεῖν καὶ τούτους ἰσχυροὺς ποιεῖν τοὺς ἀεὶ δικάζοντας ὑμῶν· μετὰ γὰρ τούτων οἱ χρηστοὶ τῶν πονηρῶν περίεισιν.

[25] Εἰ δὲ μή, λέλυται πάντα, ἀνέῳκται, συγκέχυται, τῶν πονηροτάτων καὶ ἀναιδεστάτων ἡ πόλις γίγνεται. Φέρε γὰρ πρὸς θεῶν, εἰ ἕκαστος τῶν ἐν τῇ πόλει τὴν Ἀριστογείτονος τόλμαν καὶ ἀναισχυντίαν λαβών, καὶ διαλογισάμενος ταῦθ᾽ ἅπερ οὗτος, ὅτι ἔξεστι καὶ λέγειν καὶ ποιεῖν μέχρι παντὸς ὅ τι ἂν βούληταί τις ἐν δημοκρατίᾳ, ἄνπερ τοῦ ποῖός τις εἶναι δόξει ὁ ταῦτα ποιῶν ὀλιγωρήσῃ, καὶ οὐδεὶς ἐπ᾽ οὐδενὶ τῶν ἀδικημάτων εὐθὺς αὐτὸν ἀποκτενεῖ·

[26] εἰ ταῦτα διανοηθεὶς ὁ μὴ λαχὼν τῷ λαχόντι καὶ ὁ μὴ χειροτονηθεὶς τῷ χειροτονηθέντι ἐξ ἴσου ζητοίη εἶναι καὶ τῶν αὐτῶν μετέχειν, καὶ ὅλως μὴ νέος, μὴ πρεσβύτερος τὰ προσήκοντα πράττοι, ἀλλὰ πᾶν τὸ τεταγμένον ἐξελάσας ἕκαστος ἐκ τοῦ βίου, τὴν ἑαυτοῦ βούλησιν νόμον, ἀρχήν, πάνθ᾽ ὑπολαμβάνοι· εἰ ταῦτα ποιοῖμεν, ἔστι τὴν πόλιν οἰκεῖσθαι τί δέ τοὺς νόμους κυρίους εἶναι πόσην δ᾽ ἂν οἴεσθε βίαν καὶ ὕβριν καὶ παρανομίαν ἐν ἁπάσῃ τῇ πόλει καθ᾽ ἑκάστην τὴν ἡμέραν γίγνεσθαι καὶ βλασφημίαν ἀντὶ τῆς νῦν εὐφημίας καὶ τάξεως;

[27] καὶ τί δεῖ λέγειν ὅτι τοῖς νόμοις ἅπαντα κοσμεῖται καὶ τῷ τούτοις πείθεσθαι ἀλλ᾽ ὑμεῖς αὐτοὶ πάντων ἄρτι κληρουμένων Ἀθηναίων, καὶ πάντων εὖ οἶδ᾽ ὅτι βουλομένων εἰς τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζεθ᾽ ἡμῖν. Διὰ τί ὅτι ἐλάχετε, εἶτ᾽ ἀπεκληρώθητε· ταῦτα δ᾽ οἱ νόμοι λέγουσιν. Εἶθ᾽ ὑμεῖς αὐτοὶ κατὰ τοὺς νόμους εἰσεληλυθότες τὸν παρὰ τοὺς νόμους λέγειν ἢ πράττειν τι βιαζόμενον λαβόντες ἀφήσετε καὶ οὐδεὶς ὑμῶν χολὴν οὐδ᾽ ὀργὴν ἔχων φανήσεται ἐφ᾽ οἷς ὁ βδελυρὸς καὶ ἀναιδὴς ἄνθρωπος βιάζεται τοὺς νόμους;

[28] ὅς, ὦ μιαρώτατε πάντων τῶν ὄντων ἀνθρώπων, κεκλειμένης σου τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασιν, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὸ ἐντὸς τούτων βιάζει καὶ προσέρχει πρὸς ταῦτ᾽ ἀφ᾽ ὧν ἀπελαύνουσίν σ᾽ οἱ νόμοι· ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις, γνώσει δικαστηρίων τριῶν, ἐγγραφῇ θεσμοθετῶν, ἑτέρᾳ πρακτόρων, τῇ τῆς βουλεύσεως, ἣν αὐτὸς διώκεις, γραφῇ, μόνον οὐχ ἁλύσει σιδηρᾷ, ὑποδύει παρὰ ταῦτα καὶ διασπᾷς, καὶ προφάσεις πλάττων καὶ ψευδεῖς αἰτίας συντιθεὶς τὰ κοινὰ δίκαι᾽ ἀνατρέψειν οἴει.

[29] καὶ μὴν μέγα καὶ σαφὲς ὑμῖν ἐρῶ παράδειγμα, ὅτι ταῦτ᾽ οὐδὲ καθ᾽ ἓν προσήκει παριδεῖν. Εἰ γάρ τις αὐτίκα δὴ μάλ᾽ εἴποι ὡς ἐκ τῶν νεωτάτων ἢ τῶν πλουσιωτάτων ἢ τῶν λελῃτουργηκότων ἢ τῶν τοιούτων τι μερῶν ἀφορίσας, τοὺς λέγοντας εἶναι δεῖ, ἀποκτείναιτ᾽ ἂν αὐτὸν εὖ οἶδ᾽ ὅτι, ὡς καταλύοντα τὸν δῆμον, καὶ δικαίως ἂν τοῦτο ποιήσαιτε.

[30] Καὶ μὴν ὅ τι βούλεσθε τούτων ἧττόν ἐστι δεινὸν ἢ εἴ τις ἐξ ὧν οὗτός ἐστι μερῶν εἴποι τοῖς βιαζομένοις ἐξεῖναι λέγειν, ἢ τοῖς ἐκ τοῦ δεσμωτηρίου, ἢ τοῖς ὧν ἀπέκτεινεν ὁ δῆμος τοὺς πατέρας, ἢ τοῖς ἀποδεδοκιμασμένοις ἄρχειν λαχοῦσιν, ἢ τοῖς ὀφείλουσι τῷ δημοσίῳ, ἢ τοῖς καθάπαξ ἀτίμοις, ἢ τοῖς πονηροτάτοις καὶ δοκοῦσι καὶ οὖσι· πάντα γὰρ ταῦθ᾽ ὑπάρχει τούτῳ, καὶ πρόσεστι τοῖς οἷος οὗτός ἐστι τὴν φύσιν. Ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω μὲν αὐτὸν καὶ ἐφ᾽ οἷς νυνὶ ποιεῖ δικαίως ἂν ἀποθανεῖν, πολὺ μέντοι μᾶλλον, ἢ οὐδέν γ᾽ ἧττον, ἐφ᾽ οἷς δῆλός ἐστι ποιήσων, εἰ τὴν παρ᾽ ὑμῶν ἐξουσίαν λήψεται καὶ καιρόν· ὃ μὴ γένοιτο.

[31] Ὃ καὶ θαυμαστόν ἐστιν, εἴ τις ὑμῶν ἀγνοεῖ ὅτι ἐπὶ μὲν καλὸν ἢ χρηστὸν ἢ τῆς πόλεως ἄξιον πρᾶγμ᾽ οὐδὲν οὗτός ἐστι χρήσιμος μὴ γάρ, ὦ Ζεῦ καὶ θεοί, τοσαύτη σπάνις ἀνδρῶν γένοιτο τῇ πόλει ὥστε παρ᾽ Ἀριστογείτονος τῶν καλῶν τι ποιήσασθαι· ἐφ᾽ ἃ δ᾽ ἂν καὶ χρήσαιτό τις τοιούτῳ θηρίῳ, ἀπεύχεσθαι τοῖς θεοῖς μὴ γενέσθαι δεῖ. Εἰ δ᾽ ἄρα συμβαίη, μεῖζόν ἐστιν εὐτύχημα τῇ πόλει ἀπορῆσαι τοὺς βουλομένους ἐξαμαρτεῖν δι᾽ οὗ τοῦτο ποιήσουσιν, ἢ τοῦτον ἀφειμένον αὐτοῖς ἕτοιμον ὑπάρξαι.

[32] Τί γὰρ οὗτος ὀκνήσειεν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀνηκέστων ἢ δεινῶν, ἄνθρωπος μιαρὸς καὶ πατρικῆς ἔχθρας πρὸς τὸν δῆμον ἀνάμεστος; τίς δ᾽ ἂν ἄλλος μᾶλλον, ὃ μὴ γένοιτο, ἀνατρέψειεν τὴν πόλιν, εἰ λάβοιτ᾽ ἐξουσίας; οὐχ ὁρᾶθ᾽ ὅτι τῆς φύσεως αὐτοῦ καὶ πολιτείας οὐ λογισμὸς οὐδ᾽ αἰδὼς οὐδεμία, ἀλλ᾽ ἀπόνοι᾽ ἡγεῖται, μᾶλλον δ᾽ ὅλον ἔστ᾽ ἀπόνοι᾽ ἡ τούτου πολιτεία ἣ μέγιστον μέν ἐστιν αὐτῷ τῷ ἔχοντι κακόν, δεινὸν δὲ καὶ χαλεπὸν πᾶσι, πόλει δ᾽ οὐκ ἀνεκτόν. Ὁ γὰρ ἀπονενοημένος ἅπας ἑαυτὸν μὲν προεῖται καὶ τὴν ἐκ λογισμοῦ σωτηρίαν, ἐκ δὲ τοῦ παραδόξου καὶ παραλόγου, ἐὰν ἄρα σωθῇ, σῴζεται.

[33] Τίς ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν ἢ τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν τίς οὐκ ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδ᾽ ἄκων αὐτῇ ποτε περιπέσῃ οὐκ ἀπονοίας, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν ἀγαθῶν καὶ προνοίας πολλῆς. Ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δ᾽ οἷ τοῦτον ἀπελθεῖν δεῖ.

[34] Θεωρεῖτε δὲ μὴ πρὸς τὸν ἐμὸν λόγον, ἀλλ᾽ εἰς ἅπαντα τὰ τῶν ἀνθρώπων ἔθη βλέποντες. Εἰσὶ ταῖς πόλεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν, ἐν δὲ τούτοις καὶ Προνοίας Ἀθηνᾶς ὡς ἀγαθῆς καὶ μεγάλης θεοῦ, καὶ παρὰ τῷ Ἀπόλλωνι ἐν Δελφοῖς κάλλιστος καὶ μέγιστος νεὼς εὐθὺς εἰσιόντι εἰς τὸ ἱερόν, ὃς ὢν θεὸς καὶ μάντις οἶδε τὸ βέλτιστον· ἀλλ᾽ οὐκ ἀπονοίας οὐδ᾽ ἀναιδείας.

[35] Καὶ δίκης γε καὶ εὐνομίας καὶ αἰδοῦς εἰσι πᾶσιν ἀνθρώποις βωμοί, οἱ μὲν κάλλιστοι καὶ ἁγιώτατοι ἐν αὐτῇ τῇ ψυχῇ ἑκάστου καὶ τῇ φύσει, οἱ δὲ καὶ κοινῇ τοῖς πᾶσι τιμᾶν ἱδρυμένοι· ἀλλ᾽ οὐκ ἀναισχυντίας οὐδὲ συκοφαντίας οὐδ᾽ ἐπιορκίας οὐδ᾽ ἀχαριστίας, ἃ πάντα τούτῳ πρόσεστιν.

[36] οἶδα τοίνυν ὅτι τὴν μὲν ὀρθὴν καὶ δικαίαν ὁδὸν τῆς ἀπολογίας οὗτος φεύξεται, ἔξωθεν δὲ κύκλῳ περίεισιν λοιδορούμενος καὶ διαβάλλων καὶ ὑπισχνούμενος κρινεῖν, εἰσάξειν, παραδώσειν. Ἔστιν δὲ πάντ᾽ αὐτῷ ταῦτα, ἐάνπερ ὑμεῖς ὀρθῶς σκοπῆτε, ἀδόκιμα. Τί γὰρ οὐκ ἐξελήλεγκται τούτων ἐπὶ πάντων πολλάκις;

[37] καὶ τὰ μὲν ἄλλ᾽ ἐάσω· ἀλλ᾽, Ἀριστογεῖτον, ἑπτὰ γραφὰς κέκρικάς με, τοῖς ὑπὲρ Φιλίππου τότε πράττουσιν σεαυτὸν μισθώσας, καὶ εὐθύνας διδόντος δὶς κατηγόρησας· καὶ Ἀδράστειαν μὲν ἄνθρωπος ὢν προσκυνῶ, καὶ ἔχω τοῖς θεοῖς καὶ πᾶσιν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς σώσασί με πολλὴν χάριν· οὐδεπώποτε δ᾽ οὐδὲν ἀληθὲς λέγων ἐφάνης, ἀλλ᾽ ἀεὶ συκοφαντῶν ἠλέγχου. Ἐὰν οὖν ἀκύρους τοὺς νόμους οὗτοι ποιήσαντες ἀφῶσί σε τήμερον, νῦν μ᾽ ἐξελέγξεις; περὶ τοῦ

[38] σκοπεῖτε γὰρ οὑτωσί. Δύ᾽ ἔτη βιάζεται λέγειν οὗτος οὐκ ἐξὸν αὐτῷ, ἀλλὰ λέγει γ᾽ ὅμως. Ἔπειτ᾽ ἐν τούτοις τὸν μὲν ταλαίπωρον Φωκίδην καὶ τὸν χαλκοτύπον τὸν ἐκ Πειραιῶς καὶ τὸν σκυλόδεψον, καὶ ὅσων ἄλλων κατηγόρηκε παρ᾽ ὑμῖν, εἶδ᾽ ἀδικοῦντας τὴν πόλιν, ἐμὲ δ᾽ οὐχ ἑώρα τὸν ῥήτορ᾽ ᾧ ἐπολέμει, οὐδὲ τὸν Λυκοῦργον, οὐδὲ τοὺς ἄλλους, περὶ ὧν αὐτίκα δὴ τὰ πόλλ᾽ ἐρεῖ καὶ μὴν κατ᾽ ἀμφότερ᾽ ἄξιός ἐστ᾽ ἀπολωλέναι, τοῦτο μέν, εἴ τι καθ᾽ ἡμῶν ἔχων ἀδίκημα δεικνύναι ἡμᾶς μὲν ἀφίει, ἐπὶ δὲ τοὺς ἰδιώτας ἐπορεύετο, τοῦτο δέ, εἰ μηδὲν ἔχων ἕνεκα τοῦ παρακρούσασθαι καὶ φενακίσαι ὑμᾶς ταῦτ᾽ ἐρεῖ.

[39] Εἰ τοίνυν ἄρα καὶ τοιοῦτός τίς ἐστιν ἄνθρωπος ἐν τῇ πόλει, οἷος ἐκ παντὸς τρόπου τὸν κρινοῦντά τινα καὶ συκοφαντήσοντα ζητεῖν, εἰ δὲ δικαίως ἢ ἀδίκως μηδὲν φροντίζειν, οὐδέν᾽ ἂν ἧττον εὕροι χρήσιμον ὄντ᾽ ἢ τοῦτον ἑαυτῷ. Διὰ τί ὅτι τὸν κατηγορήσοντα τῶν ἄλλων καὶ πάντας κρινοῦντα αὐτὸν ἀνεξέλεγκτον ὑπάρχειν δεῖ, ἵνα μὴ διὰ τὴν τούτου πονηρίαν ἀποφεύγωσιν ἐκεῖνοι. Τούτου δ᾽ οὔτε πλειόνων οὔτε μειζόνων ἁμαρτημάτων οὐδεὶς μᾶλλόν ἐστι μεστὸς ἐν τῇ πόλει.

[40] τί οὖν οὗτός ἐστι κύων νὴ Δία, φασί τινες, τοῦ δήμου. Ποδαπός; οἷος οὓς μὲν αἰτιᾶται λύκους εἶναι μὴ δάκνειν, ἃ δέ φησι φυλάττειν πρόβατ᾽ αὐτὸς κατεσθίειν. Τίνα γὰρ τῶν ῥητόρων οὗτος εἴργασταί τι κακὸν τοσοῦτον ἡλίκον τοὺς ἰδιώτας, περὶ ὧν ψηφίσματα γράψας ἑάλω τίνα δ᾽, ἐξ οὗ νῦν πάλιν λέγει, κέκρικεν ῥήτορα οὐδ᾽ ἕνα· ἀλλ᾽ ἰδιώτας πολλούς. Ἀλλὰ μὴν τοὺς γευομένους κύνας τῶν προβάτων κατακόπτειν φασὶ δεῖν, ὥστ᾽ οὐκ ἂν φθάνοι κατακοπτόμενος.

[41] Οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήσιμός ἐστιν ὧν φησίν, ἀλλ᾽ οὗτος πρᾶγμ᾽ ἑόρακεν μιαρὸν καὶ ἀναιδές. Λοιδορούμενος γὰρ ἐν ταῖς ἐκκλησίαις καὶ προπετῶς ἅπασι προσκρούων, ὧν ἂν ἐκ τούτων ἁθρόους πάντας ὑμᾶς ἐκεῖ παρακρούσηται, τούτων καταβὰς καθ᾽ ἕν᾽ ὑμῶν παρ᾽ ἑκάστου δίκην λαμβάνει, συκοφαντῶν, αἰτῶν, εἰσπράττων ἀργύριον, οὐχὶ μὰ Δία τοὺς λέγοντας οὗτοι μὲν γὰρ ἐπίστανται τούτῳ διαβαπτίζεσθαι, ἀλλὰ τοὺς ἰδιώτας καὶ τοὺς ἀπείρους· ἴσασι δ᾽ οἱ πεπληγμένοι.

[42] Ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως ἔχειν ὁμολογήσετε, χρήσιμον δ᾽ ἄνθρωπον τῇ πόλει κρίνειν, ὥστε πάντα ταῦτα παριδόντας δεῖν αὐτὸν σῴζειν. Ἀλλ᾽ ὧν ἔργῳ πεῖραν εἰλήφατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέποτ᾽ ἐκ λόγου ταῦτα σκοπεῖσθε. Οὗτος ὑμῖν οὐχὶ προσῆλθε πέντ᾽ ἐτῶν, ὧν ἐτιμήθη μὴ λέγειν αὐτῷ. Τίς οὖν ἐν τούτῳ τῷ χρόνῳ τοῦτον ἐπόθησεν τί τῶν τῆς πόλεως ἐλλειφθὲν διὰ τὴν ἀπουσίαν εἶδε τὴν τούτου τί δέ, ἀφ᾽ οὗ νῦν λέγει, βέλτιον γεγονός; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὃν μὲν οὐ προσῄει χρόνον ὑμῖν, ἀναπαύσασθαι τῶν κακῶν ἡ πόλις ὧν ἅπασιν οὗτος παρεῖχεν, ἀφ᾽ οὗ δὲ πάλιν δημηγορεῖ, πολιορκεῖσθαι, λόγους στασιώδεις καὶ ταραχώδεις ἐν ἁπάσαις ἀεὶ ταῖς ἐκκλησίαις λέγοντος τούτου.

[43] βούλομαι τοίνυν καὶ παρακινδυνευτικοῦ τινος ἅψασθαι λόγου καὶ διαλεχθῆναι τοῖς διὰ ταῦτα φιλοῦσιν αὐτόν· οὓς ὁποίους μέν τινας χρὴ νομίζειν, αὐτοὶ σκοπεῖσθε, ἐγὼ δ᾽ οὐδὲν ἂν εἴποιμι, πλὴν ὅτι γ᾽ οὐ σωφρονοῦσι προσνέμοντες αὑτοὺς τούτῳ. Τῶν μὲν οὖν ἐν τῷ δικαστηρίῳ νῦν ὄντων ὑμῶν οὐδέν᾽ εἶναι τοιοῦτον τίθεμαι· καὶ γὰρ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ συμφέρον οὕτω καὶ λέγειν ἐμὲ καὶ φρονεῖν περὶ ὑμῶν.

[44] Ἐκ δὲ τῶν ἄλλων πολιτῶν, ἵν᾽ ὡς εἰς ἐλαχίστους τὴν βλασφημίαν ἀγάγω, τὸν μαθητήν, εἰ δὲ βούλεσθε, τὸν διδάσκαλον αὐτοῦ, Φιλοκράτην τὸν Ἐλευσίνιον, μόνον εἶναι τοιοῦτον τίθεμαι, οὐχ ὡς οὐχὶ πλειόνων ὄντων ὤφελε γὰρ μηδεὶς ἄλλος Ἀριστογείτονι χαίρειν, ἀλλ᾽ ὃ καθ᾽ ὑμῶν ὡς ὄνειδος ὀκνῶ λέγειν, οὐδὲ τῶν ἄλλων πολιτῶν δίκαιός εἰμι δημοσίᾳ κατηγορεῖν· εἶτα καὶ ταὐτὸ ποιήσει καὶ πρὸς ἕνα ῥηθεὶς ὁ λόγος.

[45] Τὸ μὲν οὖν ἐξετάζειν ἀκριβῶς οἷον ἀνάγκη τὴν φύσιν εἶναι τὸν Ἀριστογείτονι χαίροντα, ἐάσω, ἵνα μὴ πολλὰ καὶ βλάσφημ᾽ ἀναγκάζωμαι λέγειν καὶ διεξιέναι· ἀλλ᾽ ἐκεῖνο λέγω. Εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης καὶ τοιοῦτος οἷος ὑπισχνεῖται, δίδωμι, συγχωρῶ, Φιλόκρατες, σοὶ τῷ τοιούτῳ τὸν ὅμοιον σῴζειν· τῶν γὰρ ἄλλων ἁπάντων καὶ φρονούντων ἃ δεῖ καὶ φυλαττόντων τοὺς νόμους, οὐδὲν ἂν παρὰ τοῦτ᾽ οἶμαι γενέσθαι.

[46] Εἰ δὲ κάπηλός ἐστι πονηρίας καὶ παλιγκάπηλος καὶ μεταβολεύς, καὶ μόνον οὐ ζυγὰ καὶ στάθμ᾽ ἔχων πάνθ᾽ ὅσα πώποτ᾽ ἔπραξεν ἐπώλει, τί τοῦτον, ὦ μάται᾽, ἀκονᾷς; οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστ᾽ ὄφελος δήπουθεν ἥτις μὴ τέμνει, οὔτε τῷ βουλομένῳ δι᾽ αὑτοῦ πᾶσι πράγματα καὶ κακὰ γίγνεσθαι ὁ ταῦτ᾽ ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστι χρήσιμος.

[47] Ἀλλὰ μὴν ὅτι τοιοῦτος οὗτός ἐστιν εἰδότι σοι φράσω. Τὴν καθ᾽ Ἡγήμονος εἰσαγγελίαν μέμνησαι ὡς ἀπέδοτο· τὰς κατὰ Δημάδου γραφὰς οἶσθ᾽ ὡς ἐξέλιπεν. Τὸν ἐλαιοπώλην Ἀγάθωνα ταυτὶ γὰρ τὰ πρώην βοῶν καὶ κεκραγὼς καὶ ἰοὺ ἰού, πάντ᾽ ἄνω τε καὶ κάτω ποιῶν ἐν ταῖς ἐκκλησίαις ὡς δέον στρεβλοῦν, λαβὼν ὁτιδήποτε, παρὼν ὅτ᾽ ἀφίετο, ἄφωνος ἐγένετο. Τὴν κατὰ Δημοκλέους εἰσαγγελίαν ἀνασείσας ποῖ ἔτρεψεν ἄλλα μυρία, ὧν ἐμοὶ μὲν ἔργον ἁπάντων μνησθῆναι, σὺ δ᾽ εὖ οἶδ᾽ ὅτι καὶ τὰ ἀντίγραφ᾽ αὐτῶν ἔχεις, ἐργολαβῶν αὐτῷ.

[48] Τίς οὖν ὁ τὸν τοιοῦτον σώσων ἢ πονηρὸς ἢ χρηστός; ἢ διὰ τί τῶν μὲν γὰρ ὁμοίων προδότης, τῶν δὲ χρηστῶν ἐχθρὸς ἐκ φύσεως καὶ γένους· πλὴν εἰ συκοφάντου τις καὶ πονηροῦ σπέρμα καὶ ῥίζαν, ὡσπερανεὶ γεωργός, οἴεται δεῖν ὑπάρχειν τῇ πόλει. Τοῦτο δ᾽ οὐ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω δὲ μὰ τοὺς θεοὺς οὐδ᾽ ὅσιον· οὐδὲ γὰρ τοὺς προγόνους ὑπολαμβάνω τὰ δικαστήρια ταῦθ᾽ ὑμῖν οἰκοδομῆσαι, ἵνα τοὺς τοιούτους ἐν αὐτοῖς μοσχεύητε, ἀλλὰ τοὐναντίον ἵν᾽ ἀνείργητε καὶ κολάζητε καὶ μηδεὶς ζηλοῖ μηδ᾽ ἐπιθυμῇ κακίας.

[49] δυσκατάπαυστον δέ τι κινδυνεύει πρᾶγμ᾽ εἶναι πονηρία. Ὅπου γὰρ Ἀριστογείτων ἐπὶ τοῖς ὡμολογημένοις ἀδικήμασι κρίνεται καὶ οὐκ ἀπόλωλε πάλαι, τί χρὴ ποιεῖν ἢ λέγειν ὃς εἰς τοῦθ᾽ ἥκει πονηρίας ὥστ᾽ ἐνδεδειγμένος ἤδη βοῶν, συκοφαντῶν, ἀπειλῶν οὐκ ἐπαύετο, οἷς μὲν ὑμεῖς τὰ μέγιστ᾽ ἐνεχειρίζετε στρατηγοῖς, ὅτι αὐτῷ ἀργύριον αἰτοῦντι οὐκ ἔδοσαν, οὐδὲ τῶν κοπρώνων ἂν ἐπιστάτας ἑλέσθαι φάσκων,

[50] οὐκ ἐκείνους ὑβρίζων, οὔ ἐκείνοις μὲν γὰρ ἐξῆν μικρὸν ἀργύριον δοῦσι τούτῳ μὴ ἀκούειν ταῦτα, ἀλλὰ τὴν ὑμετέραν χειροτονίαν προπηλακίζων καὶ τῆς αὑτοῦ πονηρίας ἐπίδειξιν ποιούμενος, τὰς δὲ κληρωτὰς ἀρχὰς σπαράττων, αἰτῶν, εἰσπράττων ἀργύριον, τί κακὸν οὐ παρέχων τὰ τελευταῖα δὲ ταυτὶ πάντας εἰς ταραχὴν καὶ στάσιν ἐμβάλλειν ζητήσας, γράμματ᾽ ἐκτιθεὶς ψευδῆ, ὅλως δ᾽ ἐπὶ τῷ πάντων κακῷ πεφυκώς, καὶ πρόδηλος ὢν ὅτι τοιοῦτός ἐστι τῷ βίῳ.

[51] σκοπεῖτε γάρ. Εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι. Τούτων ἕκαστος ἕν γέ τι πράττων κατὰ τὴν ἀγορὰν περιέρχεται, ἤτοι νὴ τὸν Ἡρακλέα τῶν κοινῶν ἢ τῶν ἰδίων. Ἀλλ᾽ οὐχ οὗτος οὐδέν, οὐδ᾽ ἂν ἔχοι δεῖξαι πρὸς ὅτῳ τὸν βίον ἐστὶ τῶν μετρίων ἢ καλῶν. Οὐχὶ τῶν πολιτικῶν ἀγαθῶν ἐπ᾽ οὐδενὶ τῇ ψυχῇ διατρίβει· οὐ τέχνης, οὐ γεωργίας, οὐκ ἄλλης ἐργασίας οὐδεμιᾶς ἐπιμελεῖται· οὐ φιλανθρωπίας, οὐχ ὁμιλίας οὐδεμιᾶς οὐδενὶ κοινωνεῖ·

[52] ἀλλὰ πορεύεται διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔχις ἢ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι συμφορὰν ἢ βλασφημίαν ἢ κακόν τι προστριψάμενος καὶ καταστήσας εἰς φόβον ἀργύριον εἰσπράξεται. Οὐδὲ προσφοιτᾷ πρός τι τούτων τῶν ἐν τῇ πόλει κουρείων ἢ μυροπωλίων ἢ τῶν ἄλλων ἐργαστηρίων οὐδὲ πρὸς ἕν· ἀλλ᾽ ἄσπειστος, ἀνίδρυτος, ἄμεικτος, οὐ χάριν, οὐ φιλίαν, οὐκ ἄλλ᾽ οὐδὲν ὧν ἄνθρωπος μέτριος γιγνώσκων· μεθ᾽ ὧν δ᾽ οἱ ζωγράφοι τοὺς ἀσεβεῖς ἐν Ἅιδου γράφουσιν, μετὰ τούτων, μετ᾽ ἀρᾶς καὶ βλασφημίας καὶ φθόνου καὶ στάσεως καὶ νείκους, περιέρχεται.

[53] Εἶθ᾽ ὃν οὐδὲ τῶν ἐν Ἅιδου θεῶν εἰκός ἐστιν τυχεῖν ἵλεων, ἀλλ᾽ εἰς τοὺς ἀσεβεῖς ὠσθῆναι διὰ τὴν πονηρίαν τοῦ βίου, τοῦτον ὑμεῖς ἀδικοῦντα λαβόντες οὐ μόνον οὐ τιμωρήσεσθε, ἀλλὰ καὶ μειζόνων ἀξιώσαντες δωρειῶν ἀφήσετ᾽ ἢ τοὺς εὐεργέτας; τίνι γὰρ πώποθ᾽ ὑμεῖς ἔδοτε, ἐὰν ὄφλῃ τι τῷ δημοσίῳ, τοῦτο μὴ καταθέντι τῶν ἴσων μετέχειν οὐδενί. Μὴ τοίνυν μηδὲ τούτῳ δῶτε νῦν, ἀλλὰ τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις.

[54] ἄξιον δ᾽ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὰ λοίπ᾽ ἀκοῦσαι· δεινῶν γὰρ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολήν, ὧν ἠκούσατ᾽ ἄρτι λέγοντος Λυκούργου, τὰ λοίπ᾽ ἐνάμιλλα τούτοις καὶ τῆς αὐτῆς φύσεως εὑρεθήσεται. Πρὸς μὲν γὰρ τῷ τὸν πατέρ᾽ ἐν τῷ δεσμωτηρίῳ προδοὺς ἀπελθεῖν ἐξ Ἐρετρίας, ὥσπερ ἠκούσατε Φαίδρου, ἀποθανόνθ᾽ ὁ ἀσεβὴς οὗτος καὶ μιαρὸς οὐκ ἔθαψεν, οὐδὲ τοῖς θάψασι τὴν ταφὴν ἀπέδωκεν, ἀλλὰ καὶ δίκην πρὸς ἔλαχεν.

[55] Πρὸς δὲ τῷ τῆς μητρὸς μὴ ἀπεσχῆσθαι τὼ χεῖρε, ὥσπερ ἀρτίως ἠκούσατε τῶν μαρτύρων, καὶ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, οὐχ ὁμοπατρίαν μὲν οὖσαν, θυγατέρα δ᾽ ἐκείνης ὁπωσδήποτε γενομένην ἐῶ γὰρ τοῦτο, ἀλλ᾽ ἀδελφήν γε, ἐπ᾽ ἐξαγωγῇ ἀπέδοτο, ὥς φησι τὸ ἔγκλημα τῆς δίκης, ἣν ὑπὲρ τούτων ἔλαχεν αὐτῷ ὁ χρηστὸς ἀδελφὸς οὑτοσί, ὁ νῦν συναπολογησόμενος.

[56] Πρὸς δὲ τούτοις τοιούτοις οὖσιν ἕτερον δεινόν, ὦ γῆ καὶ θεοί, πρᾶγμ᾽ ἀκούσεσθε. Ὅτε γὰρ τὸ δεσμωτήριον διορύξας ἀπέδρα, τότε πρὸς γυναῖκά τιν᾽ ἔρχεται Ζωβίαν ὄνομα, ᾗ ἐτύγχανεν, ὡς ἔοικε, κεχρημένος ποτέ· καὶ κρύπτει καὶ διασῴζει τὰς πρώτας ἡμέρας αὐτὸν ἐκείνη, ἃς ἐζήτουν καὶ ἐκήρυττον οἱ ἕνδεκα, καὶ μετὰ ταῦτα δοῦσα δραχμὰς ὀκτὼ ἐφόδιον καὶ χιτωνίσκον καὶ ἱμάτιον ἐξέπεμψεν εἰς Μέγαρα.

[57] Ταύτην τὴν ἄνθρωπον, τὴν τοιαῦτ᾽ εὐεργετήσασαν αὐτόν, ὡς πολὺς παρ᾽ ὑμῖν ἔπνει καὶ λαμπρός, μεμφομένην τι καὶ τούτων ὑπομιμνῄσκουσαν καὶ ἀξιοῦσαν εὖ παθεῖν τὸ μὲν πρῶτον ῥαπίσας καὶ ἀπειλήσας ἀπέπεμψεν ἀπὸ τῆς οἰκίας, ὡς δ᾽ οὐκ ἐπαύεθ᾽ ἡ ἄνθρωπος, ἀλλὰ γυναίου πρᾶγμ᾽ ἐποίει καὶ πρὸς τοὺς γνωρίμους προσιοῦσ᾽ ἐνεκάλει, λαβὼν αὐτὸς αὐτοχειρίᾳ πρὸς τὸ πωλητηρίον τοῦ μετοικίου ἀπήγαγεν· καὶ εἰ μὴ κείμενον αὐτῇ τὸ μετοίκιον ἔτυχεν, ἐπέπρατ᾽ ἂν διὰ τοῦτον, ᾧ τῆς σωτηρίας αὐτὴ αἰτία ἐγεγόνει.

[58] καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, κάλει μοι τὸν τὴν ταφὴν τοῦ πατρὸς οὐκ ἀπειληφότα, καὶ τὸν τῆς δίκης διαιτητήν, ἣν ὑπὲρ τῆς πράσεως τῆς ἀδελφῆς ἔλαχεν αὐτῷ οὑτοσί, καὶ τὸ ἔγκλημα φέρε. Κάλει δέ μοι πρῶτον πάντων τὸν τῆς Ζωβίας προστάτην, τῆς ὑποδεξαμένης αὐτόν, καὶ τοὺς πωλητάς, πρὸς οὓς ἀπήγαγεν αὐτήν. Ὑμεῖς δ᾽ ἠγανακτεῖτ᾽ ἀρτίως εἰ τῶν τὸν ἔρανον φερόντων εἰς τὴν σωτηρίαν αὐτῷ κατηγόρει. Μιαρόν, μιαρόν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ θηρίον καὶ ἄμεικτον. Λέγε τὰς μαρτυρίας. Μαρτυρίαι

[59] τίς οὖν ἱκανὴ κατὰ τοῦ τοσαῦτα καὶ τοιαῦτα πεποιηκότος γένοιτ᾽ ἂν δίκη τίς ἀξία τιμωρία θάνατος μὲν γὰρ ἔμοιγε μικρὰ φαίνεται.

[60] ἓν τοίνυν εἰπὼν ἔτι τῶν ἰδίων αὐτοῦ πονηρευμάτων τὰ λοίπ᾽ ἐάσω. Πρὶν γὰρ ἐξελθεῖν ἐκ τοῦ δεσμωτηρίου, ἐμπεσόντος ἀνθρώπου τινὸς Ταναγραίου πρὸς κατεγγύην, γραμματεῖον ἔχοντος, προσελθὼν καὶ λαλῶν ὁτιδήποθ᾽ ὑφαιρεῖται τὸ γραμματεῖον. Αἰτιωμένου δὲ καὶ δεινὰ ποιοῦντος τἀνθρώπου, καὶ λέγοντος ὅτι οὐδεὶς ἄλλος ὑφῄρηται, εἰς τοῦτ᾽ ἀφικνεῖται βδελυρίας ὥστε τύπτειν ἐπεχείρησε τὸν ἄνθρωπον.

[61] Νεαλὴς δὲ καὶ πρόσφατος ὢν ἐκεῖνος περιῆν αὐτοῦ τεταριχευμένου καὶ πολὺν χρόνον ἐμπεπτωκότος. Ὡς δ᾽ εἰς τοῦθ᾽ ἧκεν, ἀπεσθίει τὴν ῥῖνα τἀνθρώπου. Καὶ τότε μὲν περὶ τὴν γεγονυῖαν συμφορὰν ἅνθρωπος γενόμενος ἀπέστη τοῦ τὸ γραμματεῖον ἐρευνᾶν καὶ ζητεῖν· ὕστερον δ᾽ εὑρίσκουσι τὸ γραμματεῖον ἐν κιβωτίῳ τινί, οὗ τὴν κλεῖν οὗτος εἶχεν. Καὶ μετὰ ταῦτα ψηφίζονται περὶ αὐτοῦ ταῦθ᾽ οἱ ἐν τῷ οἰκήματι, μὴ πυρός, μὴ λύχνου, μὴ ποτοῦ, μὴ βρωτοῦ μηδενὸς μηδένα τούτῳ κοινωνεῖν, μηδὲ λαμβάνειν, μηδ᾽ αὐτὸν τούτῳ διδόναι.

[62] Καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τὸν ἄνθρωπον οὗ τὴν ῥῖν᾽ ὁ μιαρὸς οὗτος ἐσθίων κατέφαγεν. Μαρτυρία καλῶν γ᾽ ἔργων ὁ ῥήτωρ δημιουργὸς ὑμῖν γέγονεν. Ἄξιόν γ᾽ ἐκ τοῦ τοιαῦτα πεποιηκότος στόματος λόγον ἢ συμβουλήν τιν᾽ ἀκοῦσαι. Ἀνάγνωθι δὴ καὶ τουτὶ τὸ καλὸν περὶ αὐτοῦ δόγμα. Δόγμα

[63] εἶτ᾽ οὐκ αἰσχύνεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οἱ μὲν ἐπὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ἐμπεπτωκότες εἰς τὸ οἴκημα τοσούτῳ τοῦτον ἡγήσανθ᾽ ἑαυτῶν εἶναι πονηρότερον ὥστ᾽ ἄμεικτον ἑαυτοῖς καταστῆσαι, ὑμεῖς δ᾽ ἐξεληλακότων τῶν νόμων αὐτὸν ἐκ τῆς πολιτείας εἰς ὑμᾶς αὐτοὺς καταμείξετε τί τῶν πεπραγμένων ἢ βεβιωμένων ἐπαινέσαντες; ἢ τί τῶν πάντων οὐχὶ δυσχεράναντες; οὐκ ἀσεβής; οὐκ ὠμός; οὐκ ἀκάθαρτος; οὐ συκοφάντης;

[64] ἀλλ᾽ ὅμως τοιαῦτα ποιῶν καὶ τοιοῦτος ὢν ἐν ἁπάσαις ἀεὶ βοᾷ ταῖς ἐκκλησίαις ἐγὼ μόνος εὔνους ὑμῖν· πάντες οὗτοι συνεστᾶσιν· προδέδοσθε· ἡ παρ᾽ ἐμοὶ μόνον εὔνοια λοιπή. Βούλομαι δὴ τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην ἐξετάσαι, πόθεν ἐστὶ καὶ ἐκ τίνος αὐτῷ γεγονυῖα, ἵν᾽ εἰ μέν ἐστι τοιαύτη, χρῆσθ᾽ αὐτῇ καὶ πιστεύητε, εἰ δὲ μή, φυλάττησθε.

[65] Πότερον γάρ, ὅτι τοῦ πατρὸς αὐτοῦ θάνατον κατέγνωτε καὶ τὴν μητέρ᾽ αὐτοῦ ὀφλοῦσαν ἀποστασίου ἀπέδοσθε, διὰ ταῦτ᾽ αὐτὸν ὑμῖν εὔνουν ὑπολαμβάνετ᾽ εἶναι ἀλλ᾽ ἄτοπον νὴ τὸν Δία καὶ θεοὺς τοῦτό γε. Εἰ μὲν γὰρ εὔνους ἐστὶν ἐκείνοις καὶ τὸν τῆς φύσεως διασῴζει νόμον, ὃς καὶ ἀνθρώποις καὶ θηρίοις εἷς καὶ ὁ αὐτὸς ἅπασιν ὥρισται, στέργειν τοὺς γονέας,

[66] κακόνους ἐστὶ τοῖς ἐκείνους ἀπολωλεκόσιν δῆλον ὅτι καὶ νόμοις καὶ πολιτείᾳ τῇ τούτων· εἰ δὲ μηδένα τούτων ὑπόλογον ποιεῖται, ἡδέως ἂν εἰδείην τίς ἐστιν ὁ τὴν πρὸς τοὺς γονέας εὔνοιαν ὁρῶν προδεδωκότα τοῦτον, ἣν πρὸς τὸν δῆμον νῦν ἔχειν ὑπισχνεῖται, πιστεύων· ἐγὼ μὲν γὰρ ἄπιστον καὶ θεοῖς ἐχθρόν, οὐ μόνον ἀνθρώποις, ὑπολαμβάνω τὸν τῶν γονέων ἀμελοῦντα.

[67] Ἀλλὰ νὴ Δί᾽ ὅτι τὰς ἐνδείξεις αὐτοῦ κατεψηφίσασθε, καὶ δὶς εἰς τὸ δεσμωτήριον κατέθεσθε καὶ αὐτὸν καὶ τὸν ἀδελφόν, διὰ ταῦθ᾽ ὑμῖν εὔνους ἐστίν. Ἀλλὰ καὶ τοῦτ᾽ ἄτοπον. Ἀλλ᾽ ὅτι τὴν ἀρχὴν ἣν ἔλαχεν ἄρχειν ἀπεδοκιμάσατε

[68] ἀλλ᾽ ὅτι παρανόμων αὐτοῦ κατέγνωτε ἀλλ᾽ ὅτι πέντε ταλάντων πρὸς ἐτιμήσατε ἀλλ᾽ ὅτι δακτυλοδεικτεῖτ᾽ ἐπὶ τῷ πονηρότατον τῶν ὄντων ἁπάντων δεικνύναι ἀλλ᾽ ὅτι τῶν ὑπαρχόντων νόμων καὶ πολιτείας μενόντων οὐκ ἔνι τῶν αἰσχρῶν αὐτῷ τούτων ἀπαλλαγῆναι ἀλλὰ διὰ τί ὑμῖν οὗτος εὔνους ἐστίν ὅτι, φησίν, ἀναιδής ἐστιν. Ὁ δ᾽ ἀναιδὴς ἐκ τίνος ὠνομάσθη τῶν ἄλλων ἀλλ᾽ ἢ ὅταν τὰ μήτ᾽ ὄντα μήτ᾽ ἂν γενόμενα, ταῦτα τολμᾷ λέγειν δι᾽ ἀναισχυντίαν, ὅπερ οὗτος ποιεῖ

[69] ἡγοῦμαι τοίνυν καὶ περὶ τῆς ἐνδείξεως, ἅ μοι παραλείπειν ἔδοξε Λυκοῦργος, βέλτιον εἶναι πρὸς ὑμᾶς εἰπεῖν. Ἐγὼ γὰρ οἶμαι δεῖν ὑμᾶς, ὥσπερ ἂν εἰ χρέος ἐσκοπεῖτ᾽ ἴδιον, οὕτως ἐξετάσαι τοῦτον καὶ τὰ τουτουὶ τοῦ ἀγῶνος δίκαια. Εἰ τοίνυν τις ὀφείλειν τιν᾽ ᾐτιᾶτο χρήματα, ὁ δ᾽ ἠρνεῖτο, εἰ μὲν ἐφαίνονθ᾽ αἵ τε συνθῆκαι καθ᾽ ἃς ἐδανείσατο κείμεναι καὶ οἱ τεθέντες ὅροι ἑστηκότες, τὸν ἀρνούμενον ἡγεῖσθ᾽ ἂν ἀναιδῆ δηλονότι, εἰ δ᾽ ἀνῃρημένα ταῦτα, τὸν ἐγκαλοῦντα· οὕτω ταῦτα πέφυκεν.

[70] Εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθ᾽ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δ᾽ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη. Εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα· εἰ δ᾽ ἔτ᾽ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλ᾽ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαι᾽ ἀφανίζειν ἐπιχειρῶν.

[71] Οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν ἡ κρίσις οὐδ᾽ ὁ λόγος, ἀλλ᾽ εἰ ὀφείλει. Ἢ δεινά γ᾽ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, ἰσχύσει τὸ ὀφείλειν κατ᾽ αὐτῶν· ἐὰν δέ τις μεγάλ᾽ ἠδικηκὼς ᾖ, μίαν θεὶς ἢ δύο καταβολὰς ἐπίτιμος ἔσται. Ἔτι τοίνυν τρί᾽ ἐστὶν τὰ ὀφλήμαθ᾽ ἃ ἐγγέγραπται καὶ ἐφ᾽ οἷς ἐνδέδεικται. Τὰ μὲν δὴ δύ᾽ ἐν ἀπογραφῇ πεποίηται, τὸ δ᾽ ἓν οὐδ᾽ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει.

[72] Ναί, φησίν· ἀδίκως γάρ μ᾽ ἐγγέγραφεν. Δεῖ δή σε, ὡς ἔοικεν, δίκην λαβεῖν. Οὐκοῦν ὑποσχεῖν πρῶτον καὶ μεῖναι ἐν οἷς πέπονθας ἀνάγκη. Ἢ τίνος λήψει δίκην εἰ γὰρ ἔξεστί σοι πάνθ᾽ ἅπερ τοῖς ἄλλοις, τί ἠδίκησαι

[73] φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. Ἂν ἕλῃ τὸν Ἀρίστωνα τῆς βουλεύσεως, τί ἔσται ἐξαλειφθήσεται νὴ Δία, ὁ δ᾽ ἀντεγγραφήσεται· ταῦτα γὰρ οἱ νόμοι λέγουσιν. Καλῶς. Πότερον οὖν ἀπὸ ταύτης τῆς ἡμέρας ὁδὶ μὲν ὀφειλήσει τῷ δημοσίῳ, ὁ ἐξαλειφθείς, ἐκεῖνος δ᾽ ἐπίτιμος ἔσται, ὁ ἐγγραφείσ ἐκ γὰρ ὧν νῦν ὅδ᾽ ἀξιοῖ, ταῦτα συμβαίνει· εἰ γὰρ ὅτ᾽ ἐγγέγραπται μὴ ὀφείλει, ἐπειδὰν ἐξαλειφθῇ, ὀφειλήσει δηλονότι. Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλ᾽ ὅταν ἐξαλειφθῇ, τότ᾽ οὐκ ὀφειλήσει· οὐκοῦν νῦν ὀφείλει.

[74] τί δ᾽ ἂν αὐτὸν ἀποφύγῃ, παρὰ τοῦ κομιεῖται ταῦθ᾽ ἡ πόλις ἃ νῦν οὐκ ἐξὸν οὗτος ποιεῖ πόθεν δέ, οἷς οὗτος θανάτου τιμᾶται καὶ δεσμοῦ περιιὼν ἐν τῷ δικαστηρίῳ, οἱ μὲν τὰς ψυχάς, οἱ δὲ τὸ μὴ δεινὰ πεπονθέναι κομιοῦνται ᾧ γὰρ οὐδὲ τῶν ἴσων οὐδὲ τῶν ἐγκυκλίων δικαίων μετουσίαν διδόασιν οἱ νόμοι, οὗτος τῶν ἀνηκέστων ἑτέροις αἴτιος γίγνεται, οὐκ ὀρθῶς οὐδὲ πολιτικῶς οὐδ᾽ ὡς συμφέρει γιγνομένων τούτων.

[75] Ἀλλ᾽ ἔγωγε ταῦθ᾽ ὁρῶν θαυμάζω, τὸ τἄνω κάτω γεγενῆσθαι τί ποτ᾽ οἴεσθ᾽ εἶναι. Ἐὰν ἡ γῆ μὲν ἄνω, τὰ δ᾽ ἄστρα κάτω γένηται οὐκ ἔστι τοῦτο γενέσθαι, μηδὲ γένοιτο. Ἀλλ᾽ ὅταν, οἷς ἐκ τῶν νόμων μὴ ἔξεστιν, ἐκ τῶν ὑμετέρων βουλήσεων ἐξῇ, ὅταν ἡ μὲν πονηρία τιμᾶται, τὰ χρηστὰ δ᾽ ἀπορρίπτηται, ὅταν τὸ δίκαιον καὶ τὸ συμφέρον ἡττᾶται τοῦ φθόνου, τότ᾽ ἄνω κάτω πάντα χρὴ νομίζειν τετράφθαι.

[76] ἤδη τοίνυν τινὰς εἶδον τῶν ἀγωνιζομένων οἳ τοῖς πράγμασιν αὐτοῖς ἁλισκόμενοι, καὶ οὐκ ἔχοντες ὡς οὐκ ἀδικοῦσι δεῖξαι, οἱ μὲν εἰς τὴν τοῦ βίου μετριότητα καὶ σωφροσύνην κατέφυγον, οἱ δ᾽ εἰς τὰ τῶν προγόνων ἔργα καὶ λῃτουργίας, οἱ δ᾽ εἰς ἕτερα τοιαῦτα δι᾽ ὧν εἰς ἔλεον καὶ φιλανθρωπίαν τοὺς δικάζοντας ἤγαγον. Τούτῳ δ᾽ οὐδέν᾽ ὁρῶ τῶν τόπων τούτων βάσιμον ὄντα, ἀλλὰ πάντ᾽ ἀπόκρημνα, φάραγγας,

[77] βάραθρα. Τί γὰρ ὡς ἀληθῶς ἐρεῖ ὧν ὁ πατήρ τι πεποίηκε νὴ Δία. Ἀλλὰ κατεγνώκαθ᾽ ὑμεῖς ἐν τουτοισὶ τοῖς δικαστηρίοις αὐτοῦ θάνατον, ὡς πονηροῦ δηλονότι καὶ ἀξίου τεθνάναι. Ἀλλὰ νὴ Δία, εἰ ταῦτ᾽ ἐστὶν αὐτῷ δυσχερῆ τὰ περὶ τὸν πατέρα, εἰς τὸν ἑαυτοῦ βίον καταφεύξεται ὡς σώφρονα καὶ μέτριον. Ποῖον ὃν ποῦ βεβίωκεν ὃν μὲν γὰρ ἅπαντες ὑμεῖς ἑοράκατε, οὐκ ἔστι τοιοῦτος.

[78] Ἀλλ᾽ ὦ τᾶν, εἰς τὰς λῃτουργίας ἀποχωρήσεται. Τὰς πότ᾽ ἢ ποῦ γεγονυίας; τὰς τοῦ πατρός; ἀλλ᾽ οὐκ εἰσίν. Ἀλλὰ τὰς ἑαυτοῦ φάσεις, ἀπαγωγάς, ἐνδείξεις, οὐχὶ λῃτουργίας εὑρήσετε. Ἀλλὰ νὴ Δία καὶ χωρὶς τούτων συγγενεῖς πολλοὶ καὶ καλοὶ κἀγαθοὶ παραστάντες αὐτὸν ἐξαιτήσονται. Ἀλλ᾽ οὔτ᾽ εἰσὶν οὔτ᾽ ἐγένοντο πώποτε· πῶς γὰρ τῷ γε μηδ᾽ ἐλευθέρῳ

[79] πλὴν ἔστι νὴ Δία, ἔστιν ἀδελφός τις οὗτος αὐτῷ, ὁ παρὼν καὶ τὴν καλὴν δίκην αὐτῷ λαχών. Περὶ οὗ τὰ μὲν ἄλλα τί δεῖ λέγειν ἀδελφὸς δ᾽ ἐστὶ τούτου ὁμομήτριος καὶ ὁμοπάτριος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς δίδυμος. Οὑτοσί- τὰ μὲν ἄλλα σιωπῶ, ἀλλ᾽ ἐφ᾽ οἷς ὑμεῖς τὴν μιαρὰν Θεωρίδα, τὴν Λημνίαν, τὴν φαρμακίδα, καὶ αὐτὴν καὶ τὸ γένος ἅπαν ἀπεκτείνατε,

[80] ταῦτα λαβὼν τὰ φάρμακα καὶ τὰς ἐπῳδὰς παρὰ τῆς θεραπαίνης αὐτῆς, ἣ κατ᾽ ἐκείνης τότ᾽ ἐμήνυσεν, ἐξ ἧσπερ ὁ βάσκανος οὗτος πεπαιδοποίηται, μαγγανεύει καὶ φενακίζει καὶ τοὺς ἐπιλήπτους φησὶν ἰᾶσθαι, αὐτὸς ὢν ἐπίληπτος πάσῃ πονηρίᾳ. Οὗτος οὖν αὐτὸν ἐξαιρήσεται, ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτ᾽ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο, ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκεν ὅτε τοιαύτην δίκην ἔλαχεν.

[81] τί οὖν λοιπόν, ὦ ἄνδρες Ἀθηναῖοι ἃ κοινὰ νὴ Δία πᾶσιν ὑπάρχει τοῖς ἀγωνιζομένοις παρὰ τῆς τῶν ἄλλων ὑμῶν φύσεως, καὶ οὐδεὶς αὐτὸς ἑαυτῷ ταῦτα φέρει τῶν κρινομένων, ἀλλ᾽ ὑμῶν ἕκαστος ἔχων οἴκοθεν ἔρχεται, ἔλεον, συγγνώμην, φιλανθρωπίαν. Ἀλλὰ τούτων γ᾽ οὔθ᾽ ὅσιον οὔτε θέμις τῷ μιαρῷ τούτῳ μεταδοῦναι. Διὰ τί ὅτι ὃν ἂν αὐτὸς ἕκαστος νόμον τῇ φύσει κατὰ πάντων ἔχῃ, τούτου τυγχάνειν παρ᾽ ἑκάστου δίκαιός ἐστι καὶ αὐτός.

[82] Τίν᾽ οὖν νόμον ὑμῖν ἢ τίνα βούλησιν ἔχειν Ἀριστογείτων κατὰ πάντων δοκεῖ πότερ᾽ εὐτυχοῦντας ὁρᾶν καὶ ἐν εὐδαιμονίᾳ καὶ χρηστῇ δόξῃ διάγοντας; καὶ τί ποιῶν ζήσεται τὰ γὰρ τῶν ἄλλων κακὰ τοῦτον τρέφει. Οὐκοῦν ἐν κρίσεσι καὶ ἀγῶσι καὶ πονηραῖς αἰτίαις ἅπαντας εἶναι βούλεται· ταῦτα γεωργεῖ, ταῦτ᾽ ἐργάζεται. Ὁ δὲ ποῖός τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλοῖτ᾽ ἂν δικαίως ὁ τρισκατάρατος, ὁ κοινὸς ἐχθρός, ὁ πᾶσι δυσμενής, ὅτῳ μήτε γῆ φέροι καρπὸν μήτ᾽ ἀποθανόντα δέξαιτο οὐχ ὁ τοιοῦτος; ἔγωγε νομίζω.

[83] τίνος δὲ συγγνώμης ἢ ποίων ἐλέων οἱ σεσυκοφαντημένοι τετυχήκασιν παρὰ τούτου, οἷς οὗτος θανάτου πᾶσιν ἐτιμᾶτ᾽ ἐν τουτοισὶ τοῖς δικαστηρίοις, καὶ ταῦτα πρὶν τὴν πρώτην ψῆφον διενεχθῆναι καὶ ἐφ᾽ οἷς ὁ βάσκανος οὗτος οὕτως ὠμῶς καὶ πικρῶς εἶχεν, τούτους ὑμῶν οἱ λαχόντες, ἄνδρες Ἀθηναῖοι, τὰ δίκαια ποιοῦντες ἔσῳζον, καὶ τοὺς ὑπὸ τούτου συκοφαντουμένους ἀπεψηφίζοντο, καὶ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετεδίδοσαν τούτῳ.

[84] Ἀλλ᾽ ἥ γε τούτου πικρία καὶ μιαιφονία καὶ ὠμότης παρῆν καὶ ἐξητάζετο. Οὐχὶ παιδία, οὐχὶ μητέρας τῶν κρινομένων ἐνίων γραῦς παρεστώσας ὁρῶν οὗτος ἠλέει. Εἶτα σοὶ συγγνώμη πόθεν ἢ παρὰ τοῦ ἢ τοῖς σοῖς παιδίοις ἔλεοσ πολλοῦ γε καὶ δεῖ. Σὺ τὸν εἰς ταῦτ᾽ ἔλεον προδέδωκας, Ἀριστογεῖτον, μᾶλλον δ᾽ ἀνῄρηκας ὅλως. Μὴ δὴ πρὸς οὓς αὐτὸς ἔχωσας λιμένας καὶ προβόλων ἐνέπλησας, πρὸς τούτους προσορμίζου· οὐ γὰρ δίκαιον.

[85] εἰ τοίνυν ἀκούσαιτε καὶ τὰς βλασφημίας ἃς κατὰ τὴν ἀγορὰν περιιὼν καθ᾽ ὑμῶν ἔλεγεν, ἔτι μᾶλλον ἂν αὐτὸν μισήσαιτε, καὶ δικαίως. Φησὶ γὰρ πολλοὺς ὀφείλειν τῷ δημοσίῳ, τούτους δ᾽ ἅπαντας ὁμοίους ὑπάρχειν ἑαυτῷ. Ἐγὼ δὲ πολλοὺς μὲν εἶναι τοὺς ἠτυχηκότας, εἰ καὶ δύ᾽ εἰσὶ μόνοι, συγχωρῶ· παντὶ γὰρ πλείους εἰσὶ τοῦ δέοντος, καὶ οὐδένα τῶν ἄλλων ὀφείλειν ἔδει. Οὐ μέντοι μὰ τοὺς θεοὺς τούτῳ γ᾽ ὑπάρχειν ὁμοίους οἴομαι τούτους, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ καὶ τοὐναντίον.

[86] οὑτωσὶ δὲ λογίζεσθε. Καὶ μή μ᾽ ὑπολάβητ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς πρὸς ὀφείλοντας ὑμᾶς τῷ δημοσίῳ διαλέγεσθαι· οὔτε γὰρ ἔστιν μήτε γένοιτο τοῦτο, οὔτ᾽ ἐγὼ νομίζω. Ἀλλ᾽ εἴ τῴ τις ἄρ᾽ ἢ φίλος ἢ γνώριμός ἐστιν ἐν τούτοις, ὡς ὑπὲρ τούτου τοῦτον προσήκει μισεῖν, τοῦτο βούλομαι δεῖξαι. Πρῶτον μὲν ὅτι ἀνθρώπους ἐπιεικεῖς, οἷς ἐγγύαι καὶ φιλανθρωπίαι γίγνονται καὶ ὀφλήματ᾽ ἴδια, οἷς οὐ πρόσεστι κοίν᾽ ἀδικήματα, ἠτυχηκέναι δὲ συμβέβηκεν, εἰς τὴν ὁμοίαν τάξιν ἑαυτῷ καὶ βλασφημίαν ἄγει, οὐκ ὀρθῶς οὐδὲ προσηκόντως.

[87] Οὐ γὰρ ὅμοιόν ἐστιν, Ἀριστογεῖτον, οὐδὲ πολλοῦ δεῖ, γράψαντά σε τῶν πολιτῶν τρεῖς ἀκρίτους ἀποκτεῖναι γραφὴν ἁλῶναι παρανόμων καὶ δέον σε τεθνάναι ἐπὶ ταύτῃ τιμήματος τυχεῖν, καὶ φίλον ἐγγυησάμενον μὴ δύνασθαι ζημίαν ἀπροσδόκητον ἐνεγκεῖν· οὐχ ὅμοιον, οὔ. Ἔπειθ᾽ ὅτι τὴν κοινὴν φιλανθρωπίαν ἣν ὑμεῖς ἔχετ᾽ ἐκ φύσεως πρὸς ἀλλήλους οὗτος ἀναιρεῖ καὶ διαφθείρει. Ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ τῆς φύσεως πρὸς ἀλλήλους, ὅπερ εἶπον, χρώμενοι φιλανθρωπίᾳ, ὥσπερ αἱ συγγένειαι τὰς ἰδίας οἰκοῦσιν οἰκίας, οὕτω τὴν πόλιν οἰκεῖτε δημοσίᾳ.

[88] πῶς οὖν ἐκεῖναι ὅπου πατήρ ἐστι καὶ υἱεῖς ἄνδρες, τυχὸν δὲ καὶ τούτων παῖδες, ἐνταῦθ᾽ ἀνάγκη πολλὰς καὶ μηδὲν ὁμοίας εἶναι βουλήσεις· οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτ᾽ ἔργων ἐστὶν ἡ νεότης τῷ γήρᾳ. Ἀλλ᾽ ὅμως οἵ τε νέοι πάνθ᾽ ὅσ᾽ ἂν πράττωσιν, ἄνπερ ὦσιν μέτριοι, οὕτω ποιοῦσιν ὥστε μάλιστα μὲν πειρᾶσθαι λανθάνειν, εἰ δὲ μή, φανεροί γ᾽ εἶναι τοῦτο βουλόμενοι ποιεῖν· οἵ τε πρεσβύτεροι πάλιν, ἂν ἄρ᾽ ἴδωσιν ἢ δαπάνην ἢ πότον ἢ παιδιὰν πλείω τῆς μετρίας, οὕτω ταῦθ᾽ ὁρῶσιν ὥστε μὴ δοκεῖν ἑορακέναι. Ἐκ δὲ τούτων γίγνεταί τε πάνθ᾽ ἃ φέρουσιν αἱ φύσεις καὶ καλῶς γίγνεται.

[89] Τὸν αὐτὸν τοίνυν τρόπον ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν οἰκεῖτε συγγενικῶς καὶ φιλανθρώπως, οἱ μὲν οὕτως ὁρῶντες τὰ τῶν ἠτυχηκότων ἔργα ὥστε, τὸ τῆς παροιμίας, ὁρῶντας μὴ ὁρᾶν καὶ ἀκούοντας μὴ ἀκούειν, οἱ δ᾽ οὕτω ποιοῦντες ἃ πράττουσιν ὥστ᾽ εἶναι φανεροὶ καὶ φυλαττόμενοι καὶ αἰσχυνόμενοι. Ἐκ δὲ τούτων ἡ κοινὴ καὶ πάντων τῶν ἀγαθῶν αἰτία τῇ πόλει μένει καὶ συνέστηκεν ὁμόνοια.

[90] Ταῦτα τοίνυν Ἀριστογείτων τὰ καλῶς οὕτω πεπηγότα τῇ φύσει καὶ τοῖς ἤθεσι τοῖς ὑμετέροις κινεῖν καὶ ἀναιρεῖ καὶ μεταρρίπτει, καὶ ἃ τῶν ἄλλων τῶν ἠτυχηκότων ἕκαστος ἀψοφητεὶ ποιεῖ, ταῦθ᾽ οὗτος μόνον οὐ κώδωνας ἐξαψάμενος διαπράττεται. Οὐ πρυτάνεις, οὐ κῆρυξ, οὐκ ἐπιστάτης, οὐχ ἡ προεδρεύουσα φυλὴ τούτου κρατεῖν δύναται.

[91] Ἐπειδὰν οὖν τις ὑμῶν ἐφ᾽ οἷς οὗτος ἀσελγαίνει λυπηθεὶς εἴπῃ τοῦτον δὲ ταῦτα ποιεῖν, καὶ ταῦτ᾽ ὀφείλοντα τῷ δημοσίῳ, τί δ᾽ οὐ καὶ ὁ δεῖνα φησὶν ὀφείλει τὸν ἐχθρὸν ἕκαστος ὑπειπὼν τὸν αὑτοῦ· ὥστε τὴν πονηρίαν τὴν τούτου αἰτίαν εἶναι τῶν βλασφημιῶν αἳ περὶ τῶν οὐχ ὁμοίων τούτῳ διὰ τοῦτον γίγνονται.

[92] λοιπὸν τοίνυν ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἀπαλλαγῆναι βουλομένοις τούτου, ἀδίκημα σαφὲς καὶ ἐναργὲς ἔχοντας ἐκ τῶν νόμων, μάλιστα μὲν αὐτῷ θανάτου τιμῆσαι, εἰ δὲ μή, τοσοῦτον ἀναθεῖναι τίμημα χρημάτων ὅσον μὴ δυνήσεται φέρειν· ἄλλη γὰρ οὐκ ἔστιν ἀπαλλαγὴ τούτου, σαφῶς ἐπίστασθε.

[93] Καὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μὲν ἄλλων ἀνθρώπων ἄν τις ἴδοι τοὺς μὲν βελτίστους καὶ μετριωτάτους αὐτῇ τῇ φύσει πάντα ποιοῦντας ἑκόντας ἃ δεῖ, τοὺς δὲ χείρους μὲν τούτων, ἔξω δὲ τοῦ πονηροὺς ἄγαν κληθῆναι, τῷ φόβῳ τῷ πρὸς ὑμᾶς καὶ τῷ τοῖς αἰσχροῖς καὶ λόγοις καὶ ὀνείδεσιν ἀλγεῖν εὐλαβουμένους ἐξαμαρτάνειν· τοὺς δὲ πονηροτάτους καὶ ἐξαγίστους ὀνομαζομένους τάς γε συμφορὰς σωφρονίζειν λέγουσιν.

[94] Οὑτοσὶ τοίνυν Ἀριστογείτων τοσοῦτον ὑπερῆρκεν ἅπαντας ἀνθρώπους πονηρίᾳ ὥστ᾽ οὐδὲ παθὼν ἐνουθετήθη, ἀλλ᾽ ἐπὶ τοῖς αὐτοῖς ἀδικήμασι καὶ πλεονεκτήμασιν πάλιν εἴληπται. Καὶ τοσούτῳ πλείονος ὀργῆς ἄξιός ἐστιν νῦν ἢ πρότερον, ὅσῳ τότε μὲν γράφειν μόνον ᾤετο δεῖν παρὰ τοὺς νόμους, νυνὶ δὲ πάντα ποιεῖν, αἰτιᾶσθαι, λέγειν, διαβάλλειν, βλασφημεῖν, θανάτου τιμᾶσθαι, εἰσαγγέλλειν, κακολογεῖν τοὺς ἐπιτίμους αὐτὸς ὀφείλων τῷ δημοσίῳ· τούτου γὰρ οὐδέν ἐστι δεινότερον.

[95] Τὸ μὲν οὖν νουθετεῖν τοῦτον μανία· ὃς γὰρ οἷς ὁ δῆμος ἅπας τοὺς ἐνοχλοῦντας ἑαυτὸν νουθετεῖ θορύβοις μηδεπώποθ᾽ ὑπεῖξε μηδὲ διετράπη, ταχύ γ᾽ ἂν φροντίσειέ τι τοῦ παρ᾽ ἑνὸς λόγου. Ἀνίατον, ἀνίατον, ἄνδρες Ἀθηναῖοι, τὸ πρᾶγμ᾽ ἔστι τὸ τούτου. Δεῖ δὴ πάντας, ὥσπερ οἱ ἰατροί, ὅταν καρκίνον ἢ φαγέδαιναν ἢ τῶν ἀνιάτων τι κακῶν ἴδωσιν, ἀπέκαυσαν ἢ ὅλως ἀπέκοψαν, οὕτω τοῦτο τὸ θηρίον ὑμᾶς ἐξορίσαι, ῥῖψαι ἐκ τῆς πόλεως, ἀνελεῖν, μὴ περιμείναντάς τι παθεῖν, ὃ μήτ᾽ ἰδίᾳ μήτε δημοσίᾳ γένοιτο, ἀλλὰ προευλαβηθέντας.

[96] ὡδὶ γὰρ ὁρᾶτε. Οὐδένα πώποτ᾽ ἴσως ὑμῶν ἔχις ἔδακεν οὐδὲ φαλάγγιον, μηδὲ δάκοι· ἀλλ᾽ ὅμως ἅπαντα τὰ τοιαῦτα, ἐπὰν ἴδητε, ἀποκτείνετε. Τὸν αὐτὸν τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὅταν συκοφάντην καὶ πικρὸν καὶ ἔχιν τὴν φύσιν ἄνθρωπον ἴδητε, μὴ πόθ᾽ ἕκαστον ὑμῶν δήξεται περιμένετε, ἀλλ᾽ ὁ προστυχὼν ἀεὶ τιμωρησάσθω.

[97] Λυκοῦργος μὲν οὖν τὴν Ἀθηνᾶν ἐμαρτύρετο καὶ τὴν μητέρα τῶν θεῶν, καὶ καλῶς ἐποίει. Ἐγὼ δὲ τοὺς προγόνους τοὺς ὑμετέρους καὶ τὰς ἀρετὰς τὰς ἐκείνων ἀνακαλῶ, ὧν οὐδ᾽ ὁ χρόνος τὴν μνήμην ἠφάνικεν, εἰκότως· ἐπολιτεύοντο γὰρ οὐχὶ τοῖς πονηροτάτοις καὶ συκοφάνταις συνεργεῖν διδόντες ἑαυτούς, οὐδὲ τὸν ἐντὸς τείχους φθόνον ἀσκοῦντες ἐπ᾽ ἀλλήλους, ἀλλὰ καὶ τῶν ῥητόρων καὶ τῶν ἰδιωτῶν τοὺς μὲν σώφρονας καὶ χρηστοὺς τιμῶντες, τοὺς δὲ πονηροὺς καὶ θρασεῖς μισοῦντες καὶ κολάζοντες. Ἐξ ὧν πάντες ἀθληταὶ τῶν καλῶν ἔργων ἐγένοντο.

[98] ἓν δ᾽ εἰπὼν ἔτι παύσασθαι βούλομαι. Ἔξιτ᾽ αὐτίκα δὴ μάλ᾽ ἐκ τοῦ δικαστηρίου, θεωρήσουσι δ᾽ ὑμᾶς οἱ περιεστηκότες καὶ ξένοι καὶ πολῖται, καὶ κατ᾽ ἄνδρ᾽ εἰς ἕκαστον τὸν παριόντα βλέψονται καὶ φυσιογνωμονήσουσι τοὺς ἀπεψηφισμένους. Τί οὖν ἐρεῖτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ προέμενοι τοὺς νόμους ἔξιτε ποίοις προσώποις ἢ τίσιν ὀφθαλμοῖς πρὸς ἕκαστον τούτων ἀντιβλέψεσθε

[99] πῶς δ᾽ εἰς τὸ μητρῷον βαδιεῖσθε, ἄν τι βούλησθε οὐ γὰρ δήπου καθ᾽ ἕν᾽ ὑμῶν ἕκαστος ὡς ἐπὶ κυρίους τοὺς νόμους πορεύσεται, εἰ νῦν μὴ βεβαιώσαντες αὐτοὺς ἔξιθ᾽ ἅπαντες κοινῇ. Πῶς δὲ ταῖς νουμηνίαις εἰς ἀκρόπολιν ἀναβαίνοντες τἀγαθὰ τῇ πόλει διδόναι καὶ ἕκαστος ἑαυτῷ τοῖς θεοῖς εὔξεσθε, ὅταν ὄντος τούτου ἐκεῖ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ χρηστοῦ τἀναντία τοῖς ὅρκοις καὶ τοῖς ἐκεῖ γράμμασιν ἐγνωκότες ἦτε

[100] τί ἐρεῖτ᾽, ἄνδρες Ἀθηναῖοι, τί ἐρεῖτε, ἄν τις ὑμᾶς ἐρωτᾷ γνωρίσας τοὺς ἀπεψηφισμένους; τί φήσετε ἀρέσκειν τοῦτον ὑμῖν καὶ τίς ὁ τοῦτο τολμήσων εἰπεῖν τίς ὁ τῆς τούτου πονηρίας μετ᾽ ἀρᾶς καὶ κακῆς δόξης κληρονομεῖν βουλησόμενος; ἀλλ᾽ οὐκ αὐτὸς ἕκαστος οὐκ ἀποψηφίσασθαι οὐκοῦν καταράσεσθε τοῖς ἀποψηφισαμένοις, τοῦτο τὸ πιστὸν ἕκαστος διδοὺς ὡς οὐκ αὐτὸς οὗτός ἐστι.

[101] Καὶ τί δεῖ ταῦτα ποιεῖν, ἐξὸν εὐφημεῖν καὶ ἅπαντας ἅπασι πάντα τἀγάθ᾽ εὔχεσθαι, καὶ ὑμᾶς ὑμῖν αὐτοῖς καὶ τοὺς ἄλλους Ἀθηναίους ἅπαντας ὑμῖν, προσθήσω δὲ καὶ τοὺς ξένους καὶ παῖδας καὶ γυναῖκας; ἐφῖκται γάρ, ἐφῖκται πάντων ἡ τούτου κακοπραγμοσύνη, καὶ πᾶσι βουλομένοις ἐστὶν ἀπαλλαγῆναι τῆς τούτου πονηρίας καὶ δίκην δεδωκότ᾽ ἰδεῖν.