Κανόνες της εν Γάγγρα Συνόδου
Συνεκλήθη ἐν Γάγγρᾳ τῶν Παφλαγόνων
Α' - Β' - Γ' - Δ' - Ε' - ΣΤ' - Ζ' - Η' - Θ' - Ι' - ΙΑ' - ΙΒ' - ΙΓ' - ΙΔ' - ΙΕ' - ΙΣΤ' - ΙΖ' - ΙΗ' - ΙΘ' - Κ' - ΚΑ'
Ἡ Ἁγία καί τοπική Σύνοδος, ἡ συγκροτηθεῖσα ἐν Γάγγρα τῇ Μητροπόλει τῆς Παφλαγονίας, τῇ ἐν τῇ μικρά Ἀσία κειμένη, κατά τόν Πλίνιον, Στράβωνα καί Στέφανον, γέγονεν ἐν ἒτει 340 (1) δεκατρεῖς δέ Ἐπίσκοποι ἐν αὐτῇ συνῆλθον, ὧν τά ὀνόματα ἐστι ταῦτα, καθώς εὑρίσκονται εἰς τήν ἐπιστολήν ὁπού ἒστειλεν ἡ αὐτή Σύνοδος εἰς τούς ἐν Ἀρμενία συλλειτουργούς* Εὐσέβιος, Αἰλιανός, Εὐγένιος, Ὀλύμπιος, Βιθυνικός, Γρηγόριος, Φιλητός, Πάππος, Εὐλάλιος, Ὑπάτιος, Προαιρέσιος, Βασίλειος καί Βάσος. Συνήχθη δέ ἡ Σύνοδος κατά τινός Εὐσταθίου Ἐπισκόπου τῆς ἐν Ἀρμενία Σεβαστείας (2) καί τῶν μαθητῶν αὐτοῦ, οἵτινες ἐφρόνουν καί ἐδίδασκον εἰς τούς ἄλλους τά αἱρετικά ταῦτα φρονήματα, τά περιεχόμενα εἰς κάθε Κανόνα τῆς παρούσης Συνόδου. Ὅθεν οἱ Πατέρες οὗτοι τούς αἱρετικούς αὐτούς ἀφορίσαντες καί ἀναθεματίσαντες, ὡς δείκνυται ἐκ τῆς πρός Ἀρμενίαν εἰρημένης αὐτῶν ἐπιστολῆς, ἐξέδωκαν τούς παρόντας κανόνας (3), μέ τούς ὁποίους χωριστά χωριστά κάθε αἱρετικόν αὐτῶν φρόνημα ἀναθεματίζουσι (4). Ἐπικυροῦνται δέ οἱ Κανόνες οὗτοι, ὠρισμένως μέν ἀπό τόν β΄. τῆς ς'. ἀορίστως δέ ἀπό τόν νά, τῆς δ΄. καί ά, τῆς ζ΄., καί διά τῆς ἐπικυρώσεως ταύτης Οἰκουμενικήν τρόπον τινά ἀναλαμβάνουσι δύναμιν.
Κανὼν Α'
[Επεξεργασία]Εἴ τις τὸν γάμον μέμφοιτο, καὶ τὴν καθεύδουσαν μετὰ τοῦ ἀνδρὸς αὐτῆς, οὖσαν πιστὴν καὶ εὐλαβῆ, βδελύσσοιτο ἢ μέμφοιτο, ὡς ἂν μὴ δυναμένην εἰς βασιλείαν εἰσελθεῖν, ἀνάθεμα ἔστω.
Ἐ ρ μ η ν ε ί α. Καθὼς οἱ Μανιχαῖοι τὸ πρότερον, καὶ οἱ ἄλλοι αἱρετικοὶ(1) τὸν νόμιμον γάμον διέβαλλον, οὕτω οἱ τοῦ μιαροῦ Εὐσταθίου μαθηταὶ ὕστερον, περὶ ὧν προφητικῶς εἶπεν ὁ θεῖος Ἀπόστολος, ὅτι «ἐν ὑστέροις καιροῖς ἀποστήσονται τινες τῆς πίστεως, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν.» Διὰ τοῦτο καὶ ὁ παρών Κανών ἀναθεματίζει τοὺς τοιούτους ὅπου κατηγόρουν τὸν γάμον, καὶ συγχαίνονται ὡς ἀκάθαρτον τὴν Χριστιανὴν καὶ εὐλαβῆ γυναῖκα, ἥτις κοιμᾶται μὲ τὸν Χριστιανὸν ἄνδρα της, λέγοντες ὅτι διὰ τὴν σαρκικὴν ταύτην μῖξιν δέν ἠμπορεῖ αὕτη νά ἒμβη εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅρᾳ καὶ τόν έ. καὶ να΄. Ἀποστολικόν.
Κανὼν Β'
[Επεξεργασία]Εἴ τις ἐσθίοντα κρέα, χωρὶς αἵματος, καὶ εἰδωλοθύτου, καὶ πνικτού, μετ᾽ εὐλαβείας καὶ πίστεως, κατακρίνοι ὡς ἂν διὰ τὸ μεταλαμβάνειν ἐλπίδα μὴ ἔχοντα, ἀνάθεμα ἔστω.
Ἐ ρ μ η ν ε ί α. Καὶ τοῦτο ὁ Ἀπόστολος προεφήτευσεν, ὅτι θέλουν εἰπῆ οἱ περὶ τὸν Εὐστάθιον τὸν κατηγοροῦντα τοὺς τρώγοντας κρέας. Φησὶ γὰρ ἀκολούθως εἰς τὸ ἀνωτέρω ῥητόν.«Ἀπέχεσθε βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν.» Διὰ τοῦτο ὁ παρών Κανών ἀναθεματίζει τοὺς τοιούτους ὅπου κατακρίνουν τὸν μετὰ εὐχαριστίας καὶ πίστεως τρώγοντα κρέας (πλὴν τοῦ αἵματος καὶ εἰδωλοθύτου καὶ πνικτοῦ) καὶ λέγουν ὅτι αὐτὸς δέν ἔχει ἐλπίδα σωτηρίας διατὶ τρώγει τοῦτο. Ὅρᾳ καὶ τὸν να΄. καὶ ξγ΄. Ἀποστολικόν.
Κανὼν Γ'
[Επεξεργασία]Εἴ τις δοῦλον προφάσει θεοσεβείας διδάσκοι καταφρονεῖν δεσπότου, καὶ ἀναχωρεῖν τῆς ὑπηρεσίας, καὶ μὴ μετ᾽ εὐνοίας καὶ πάσης τιμῆς τῷ ἑαυτοῦ δεσπότῃ ἐξυπηρετεῖσθαι, ἀνάθεμα ἔστω.
Ἐ ρ μ η ν ε ί α. Ἐπειδὴ ὁ μὲν Ἀπόστολος καὶ πρὸς Τιμ. γράφων (ά. Τιμ. ς΄)λέγει, « ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν. Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν. Καὶ πρὸς Τίτον (β΄. 9) δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι καί ἐν πᾶσιν εὐαρέστους εἶναι.» Ἐπειδὴ λέγω, ὁ μὲν Ἀπόστολος ταῦτα λέγει, οἱ δὲ Εὐσταθιανοὶ τὰ ἐναντία ἐδίδασκαν, διὰ τοῦτο ὁ παρών Κανών, ἀκολουθῶν τῇ Ἀποστολικῇ διδασκαλίᾳ, ἀναθεματίζει τοὺς τοιούτους ὅπου ἐδίδασκον, ὅτι οἱ δοῦλοι νά καταφρονοῦν τοὺς αὐθέντας των, καὶ νά ἀναχωροῦν ἀπὸ τὸ νά ὑπηρετοῦν αὐτοὺς μὲ κάθε ἀγάπην καὶ τιμήν. Ἀνάγνωθι καὶ τὸν πβ΄. Ἀποστολικόν.
Κανὼν Δ'
[Επεξεργασία]Εἴ τις διακρίνοιτο παρὰ πρεσβυτέρου γεγαμηκότος, ὡς μὴ χρῆναι, λειτουργήσαντος αὐτοῦ, προσφορᾶς μεταλαμβάνειν, ἀνάθεμα ἔστω.
Ἐ ρ μ η ν ε ί α. Ὁ παρών Κανών τοὺς Εὐσταθιανοὺς ἀναθεματίζει, καὶ ὅλους τοὺς ἄλλους ὅπου διακρίνονται καὶ ὑποστέλλονται νά μεταλάβουν τὰ θεία Μυστήρια ἀπὸ Ἱερέα ὕπανδρον, λέγοντες ὅτι ὁ τοιοῦτος διὰ τὸν γάμον δέν πρέπει νά λειτουργῇ. Ἀνάγνωθι καὶ τόν ε΄. Ἀποστολικόν.
Κανὼν Ε'
[Επεξεργασία]Εἴ τις διδάσκοι, τὸν οἶκον τοῦ Θεοῦ εὐκαταφρόνητον εἶναι, καὶ τὰς ἐν αὐτῷ συνάξεις, ἀνάθεμα ἔστω.
Ἐ ρ μ η ν ε ί α. Ὁ παρών Κανών τοὺς Εὐσταθιανοὺς ἀναθεματίζει, οἵτινες ἐδίδασκαν τὸν λαὸν νά φεύγωσιν ἀπὸ τὴν Ἐκκλησίαν, καὶ να καταφρονοῦσι τάς συνάξεις τῶν Χριστιανῶν ὅπου γίνονται εἰς αὐτήν, λέγοντες τάχα, ὅτι εἰς κάθε τόπον ἠμπορεῖ τινὰς νά προσεύχεται. Διότι ὁ Ἀπόστολος Παῦλος εἶπε να προσευχώμεθα(α΄. Τιμ. β΄. 8) ἐν παντὶ τόπῳ, μὰ ὄχι διὰ νά μὴ πηγαίνωμεν εἰς τάς ἱερὰς Ἐκκλησίας, ἀλλὰ διὰ νά μὴ περιγράφωμεν μόνον τὴν προσευχὴν εἰς τὸν τόπον τῆς Ἱερουσαλήμ, καθὼς ὁ μέγας Βασίλειος ἑρμηνεύει(ἐρωτήσ. ἡ περὶ Βαπτί.). Ὅρᾳ καὶ τὸν π΄. τῆς ς΄.
Κανὼν ΣΤ'
[Επεξεργασία]Εἴ τις παρὰ τὴν ἐκκλησίαν ἰδίᾳ ἐκκλησιάζοι, καὶ καταφρονῶν τῆς ἐκκλησίας, τὰ τῆς ἐκκλησίας ἐθέλοι πράττειν, μὴ συνόντος τοῦ πρεσβυτέρου κατὰ γνώμην τοῦ ἐπισκόπου, ἀνάθεμα ἔστω.
Ἐ ρ μ η ν ε ί α. Ἐπειδὴ οἱ Εὐσταθιανοί, ἔξω ἀπὸ τὴν κοινὴν συνάθροισιν τῶν πιστῶν τὴν ἐν τῇ Ἐκκλησίᾳ, ἔκαμναν κατ’ ἰδίαν παρασυνάξεις, καὶ καταφρονοῦντες τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐτέλουν ἱερουργίας χωριστὰ οἱ Πρεσβύτεροι αὐτῶν, χωρὶς τὴν γνώμην καὶ ἄδειαν τοῦ κατὰ τόπον Ἐπισκόπου, διὰ τοῦτο ἀναθεματίζει αὐτούς, καὶ τοὺς ὁμοίους αὐτοῖς ὁ παρών Κανών, ὡς σχίσμα ποιοῦντας. Ἀνάγνωθι καὶ τὸν λα΄. Ἀποστολικόν.
Κανὼν Ζ'
[Επεξεργασία]Εἴ τις καρποφορίας ἐκκλησιαστικὰς ἐθέλοι λαμβάνειν, ἢ διδόναι ἔξω τῆς ἐκκλησίας παρὰ γνώμην τοῦ ἐπισκόπου, ἢ τοῦ ἐγκεχειρισμένου τὰ τοιαῦτα, καὶ μὴ μετὰ γνώμης αὐτοῦ ἐθέλοι πράττειν, ἀνάθεμα ἔστω.
Ἐ ρ μ η ν ε ί α. Κοντὰ εἰς τὰ ἄλλα ἄτοπα ὅπου ἔκαμναν οἱ Εὐσταθιανοί, ἐλάμβανον καὶ τάς καρποφορίας ὅπου συνήθως ἐπροσφέροντο εἰς τάς Ἐκκλησίας, καὶ τάς διεμοίραζον εἰς τὸν ἑαυτὸν τους, ὡς τάχα ἁγίους ὄντας. Ὅθεν ὁ παρών Κανών ἀναθεματίζει τοὺς τοιούτους ὅπου παίρνουν, ἤ δίδουν τάς τοιαύτας καρποφορίας ἔξω ἀπὸ τὴν γνώμην καὶ ἄδειαν τοῦ Ἐπισκόπου, ἤ τοῦ οἰκονόμου τῶν πραγμάτων τῆς Ἐκκλησίας(1). Ἀνάγνωθι καὶ τὸν λη΄. Ἀποστολικόν.
Κανὼν Η'
[Επεξεργασία]Εἴ τις διδοῖ, ἢ λαμβάνοι καρποφορίαν παρεκτὸς τοῦ ἐπισκόπου, ἢ τοῦ ἐπιτεταγμένου εἰς οἰκονομίαν εὐποιΐας, καὶ ὁ διδούς, καὶ ὁ λαμβάνων, ἀνάθεμα ἔστω.
Ἐ ρ μ η ν ε ί α. Καὶ οὗτος ὁ Κανὼν τὴν ἰδίαν δύναμιν ἔχει μὲ τὸν ἀνωτέρω. Ὅθεν ἡ ἐκείνου ἑρμηνεία ἀρκεῖ καὶ εἰς τὴν τούτου. Ὅρᾳ καὶ τὸν λή. Ἀποστολικόν.
Κανὼν Θ'
[Επεξεργασία]Εἴ τις παρθενεύοι ἢ ἐγκρατεύοιτο, ὡς ἂν βδελυκτῶν τῶν γάμων ἀναχωρήσας, καὶ μὴ δι᾽ αὐτὸ τὸ καλὸν καὶ ἅγιον τῆς παρθενίας, ἀνάθεμα ἔστω.
Κανὼν Ι'
[Επεξεργασία]Εἴ τις τῶν παρθενευόντων διὰ τὸν Κύριον, κατεπαίροιτο τῶν γεγαμηκότων, ἀνάθεμα ἔστω.
Κανὼν ΙΑ'
[Επεξεργασία]Εἴ τις καταφρονοίη τῶν ἐκ πίστεως ἀγάπας ποιούντων, καὶ διὰ τιμὴν τοῦ Κυρίου συγκαλούντων τοὺς ἀδελφούς, καὶ μὴ ἐθέλοι κοινωνεῖν ταῖς κλήσεσι, διὰ τὸ ἐξευτελίζειν τὸ γινόμενον, ἀνάθεμα ἔστω.
Κανὼν ΙΒ'
[Επεξεργασία]Εἴ τις ἀνδρῶν διὰ νομιζομένην ἄσκησιν περιβολαίῳ χρῆται, καὶ ὡς ἂν ἐκ τούτου τὴν δικαιοσύνην ἔχων καταψηφίσοιτο τῶν μετ᾽ εὐλάβειας τοὺς βήρους φορούντων, καὶ τῇ ἄλλῃ κοινῇ καὶ ἐν συνηθείᾳ οὔσῃ ἐσθῆτι κεχρημένων, ἀνάθεμα ἔστω.
Κανὼν ΙΓ'
[Επεξεργασία]Εἴ τις γυνὴ διὰ νομιζομένην ἄσκησιν μεταβάλλοιτο ἀμφίασμα, καὶ ἀντὶ τοῦ εἰωθότος γυναικείου ἀμφιάσματος ἀνδρῷον ἀναλάβοι, ἀνάθεμα ἔστω.
Κανὼν ΙΔ'
[Επεξεργασία]Εἴ τις γυνὴ καταλιμπάνοι τὸν ἄνδρα, καὶ ἀναχωρεῖν ἐθέλοι, βδελυττομένη τὸν γάμον, ἀνάθεμα ἔστω.
Κανὼν ΙΕ'
[Επεξεργασία]Εἴ τις καταλιμπάνοι τὰ ἑαυτοῦ τέκνα, καὶ μὴ τεκνοτροφοῖ, καὶ τὸ ὅσον ἐπ᾽ αὐτῷ πρὸς θεοσέβειαν τὴν προσήκουσαν ἀνάγοι, ἀλλὰ προφάσει τῆς ἀσκήσεως ἀμελοίη, ἀνάθεμα ἔστω.
Κανὼν ΙΣΤ'
[Επεξεργασία]Εἴ τινα τέκνα γονέων, μάλιστα πιστῶν, ἀναχωροίη προφάσει θεοσεβείας, καὶ μὴ τὴν καθήκουσαν τιμὴν τοῖς γονεῦσιν ἀπονέμοι, προτιμωμένης δηλονότι παρ᾽ αὐτοῖς τῆς θεοσεβείας, ἀνάθεμα ἔστω.
Κανὼν ΙΖ'
[Επεξεργασία]Εἴ τις γυναικῶν διὰ νομιζομένην ἄσκησιν ἀποκείροιτο τὰς κόμας, ἃς ἔδωκεν ὁ Θεὸς εἰς ὑπόμνησιν τῆς ὑποταγῆς, ὡς παραλύουσα τὸ πρόσταγμα τῆς ὑποταγῆς, ἀνάθεμα ἔστω.
Κανὼν ΙΗ'
[Επεξεργασία]Εἴ τις διὰ νομιζομένην ἄσκησιν ἐν τῇ Κυριακῇ νηστεῦοι, ἀνάθεμα ἔστω.
Κανὼν ΙΘ'
[Επεξεργασία]Εἴ τις τῶν ἀσκουμένων, χωρὶς σωματικῆς ἀνάγκης, ὑπερηφανεύοιτο, καὶ τὰς παραδεδομένας νηστείας εἰς τὸ κοινόν, καὶ φυλασσομένας ὑπὸ τῆς ἐκκλησίας παραλύοι, ὑποικουροῦντος ἐν αὐτῷ τελείου λογισμοῦ, ἀνάθεμα ἔστω.
Κανὼν Κ'
[Επεξεργασία]Εἴ τις αἰτιῷτο, ὑπερηφάνῳ διαθέσει κεχρημένος καὶ βδελυσσόμενος τὰς συνάξεις τῶν μαρτύρων, ἢ τὰς ἐν αὐταῖς γινομένας λειτουργίας, καὶ τὰς μνήμας αὐτῶν, ἀνάθεμα ἔστω.
Κανὼν ΚΑ'
[Επεξεργασία]Ταῦτα δὲ γράφομεν, οὐκ ἐκκόπτοντες τοὺς ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ κατὰ τὰς Γραφὰς ἀσκεῖσθαι βουλομένους, ἀλλὰ τοὺς λαμβάνοντας τὴν ὑπόθεσιν τῆς ἀσκήσεως εἰς ὑπερηφανίαν, κατὰ τῶν ἀφελέστερον βιούντων ἐπαιρομένους τε, καὶ παρὰ τὰς Γραφὰς καὶ τοὺς ἐκκλησιαστικοὺς κανόνας καινισμοὺς εἰσάγοντας. Ἡμεῖς τοιγαροῦν, καὶ παρθενίαν μετὰ ταπεινοφροσύνης θαυμάζομεν, καὶ ἐγκράτειαν μετὰ σεμνότητος καὶ θεοσεβείας γινομένην ἀποδεχόμεθα, καὶ ἀναχώρησιν τῶν ἐγκοσμίων πραγμάτων μετὰ ταπεινοφροσύνης ἀγάμεθα, καὶ γάμου συνοίκησιν σεμνὴν τιμῶμεν, καὶ πλοῦτον μετὰ δικαιοσύνης καὶ εὐποιΐας οὐκ ἐξουθενοῦμεν, καὶ λιτότητα καὶ εὐτέλειαν ἀμφιασμάτων δι᾽ ἐπιμέλειαν μόνον τοῦ σώματος ἀπερίεργον ἐπαινοῦμεν· τὰς δὲ ἐκλύτους καὶ τεθρυμμένας ἐν τῇ ἐσθῆτι προόδους ἀποστρεφόμεθα, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τιμῶμεν, καὶ τὰς συνόδους τὰς ἐπ᾽ αὐτοῖς, ὡς ἁγίας καὶ ἐπωφελεῖς ἀσπαζόμεθα, οὐ συγκλείοντες τὴν εὐσέβειαν ἐν τοῖς οἴκοις, ἀλλὰ πάντα τόπον τὸν ἐπ’ ὀνόματι τοῦ Θεοῦ οἰκοδομηθέντα τιμῶντες, καὶ τὴν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ συνέλευσιν εἰς ὠφέλειαν τοῦ κοινοῦ προσιέμεθα, καὶ τὰς καθ᾽ ὑπερβολὴν εὐποιΐας τῶν ἀδελφῶν, τὰς κατὰ τὰς παραδόσεις διὰ τῆς ἐκκλησίας εἰς τοὺς πτωχοὺς γινομένας, μακαρίζομεν, καὶ πάντα, συνελόντας εἰπεῖν, τὰ παραδοθέντα, ὑπὸ τῶν θείων Γραφῶν καὶ τῶν ἀποστολικῶν παραδόσεων ἐν τῇ ἐκκλησίᾳ γίνεσθαι εὐχόμεθα.