Κανόνες Γ΄ Οικουμενικής Συνόδου

Από Βικιθήκη



Κανόνες τῆς ἐν Ἐφέσῳ Ἁγίας καὶ Οἰκουμενικῆς Γ' Συνόδου

Συνεκλήθη ὑπὸ τοῦ Αὐτοκράτορος τῶν Ῥωμαίων
Θεοδοσίου τοῦ Δευτέρου ἐν Ἐφέσῳ


431 μ.Χ.


Κανόνες
Α' - Β' - Γ' - Δ' - Ε' - ΣΤ' - Ζ' - Η'



                                                     ΠΡΟΛΕΓΟΜΕΝΑ

Ἡ ἁγία καὶ οἰκουμενικὴ Τρίτη Σύνοδος ἐν τῇ κατὰ τὴν Ἀσίαν Ἐφέσω συνεκροτήθη, ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ τῆς πόλεως, ἥτις καλεῖται Μαρία Θεοτόκος (1), ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ, ἐν ἔτει ἀπὸ Χριστοῦ 431. ἐκ Σ΄. Πατέρων, καὶ ἐπέκεινα πληθυνομένη. Ἡγεμόνες δὲ ἐν αὐτῇ ᾖσαν ὁ ἐν Πατράσι περιώνιμος τῆς Ἀλεξανδρείας Κύριλλος, ὃς καὶ τὸν τόπον μὲν πρότερον τοῦ Ῥώμης Κελεστίνου πληρῶν, ἀντὶ ἐκείνου προεκάθητο, ὕστερον δὲ τοποτηρηταὶ τοῦ Ῥώμης ἐκ τῆς Δύσεως ἀπεστάλησαν Ἀρκάδιος, καὶ Προίεκτος οἱ Ἐπίσκοποι, καὶ Φίλιππος ὁ Πρεσβύτερος, ὃ τε Ἱεροσολύμων Ἰουβενάλιος, καὶ Μέμνων ὁ Ἐφέσου. Συνεκροτήθη δὲ κατὰ Νεστορίου, τοῦ ἐκ τῆς ἐν Ἀντιοχείᾳ Γερμανικείας πόλεως καταγομένου, κατὰ τὸν Θεοδώρητον, καὶ θεία παραχωρήσει εἰς τὸν Κωνσταντινουπόλεως ἀναβάντος θρόνον. Διότι ἀπορροφήσας ὁ ἄθλιος ἀπὸ τὰ θολερά, καὶ αἱρετικὰ νάματα Διοδώρου, καὶ Θεοδώρου Μομψουεστίας, κακόφρων ἐγένετο περὶ τὸ τῆς ἐνσάρκου οἰκονομίας Μυστήριον (2)• τὸν γὰρ ἕνα Χριστόν, εἰς δύο πρόσωπα καὶ ὑποστάσεις ἐμέριζε, ψιλὸν ἄνθρωπον ἀναπλάττων κατ’ ἰδίαν ὑπόστασιν, χωρὶς τοῦ προσλαβόντος Λόγου, καὶ Θεὸν παρὰ μέρος, γυμνὸν τοῦ προσλήμματος τῆς ἀνθρωπότητος. Ταὐτὸν εἰπεῖν, τὸν ἕνα Υἱόν, εἰς δύω υἱοὺς διεμέριζε, καὶ ἄλλος μὲν ἔλεγε, να ἦναι ὅ τοῦ Θεοῦ Υἱός, ἄλλος δέ, ὁ τῆς Παρθένου, δι’ ὃ καὶ τὴν ἁγίαν Παρθένον καὶ κατὰ σάρκα μητέρα αὐτοῦ δέν ἤθελε νά ὀνομάζῃ Θεοτόκον. Λοιπὸν ἡ ἁγία Σύνοδος αὐτή, διὰ ταῦτα τοῦτον ἀναθεματίσασα(1), ἴδιον ὄρον πίστεως(1) ἐποίησεν, ἐν ᾧ τὸν μὲν Χριστὸν ἕνα καθ’ ὑπόστασιν ἐδογμάτισε, τέλειον Θεὸν τὸν αὐτόν, τέλειον καὶ ἄνθρωπον τὸν αὐτόν, οὐκ ἄλλον, καὶ ἄλλον, ἀλλ’ ἕνα Υἱόν, τὸν αὐτόν, ἄνω μὲν ἐκ Πατρὸς ἀμήτορα, κάτω δὲ ἐκ μητρὸς ἀπάτορα, τὴν δὲ ἀειπάρθενον αὐτοῦ Μητέρα, κυρίως καὶ ἀληθῶς Θεοτόκον καλεῖσθαι παρέδωκεν, ὡς κυρίως, καὶ ἀληθῶς τὸν Θεὸν Λόγον σαρκὶ γεννήσασαν• (2) ὅτε γὰρ τῆς Συνόδου ταύτης ἔξαρχος, ὁ Ἀλεξανδρείας, φημί, Κύριλλος, τάδε ἐν αὐτῇ ἀνεκήρυξεν. «Οὐκ ἄνθρωπον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ Θεὸν σαρκωθέντα ὁμολογοῦμεν. Τὴν οἰκείαν δούλην ὑπεφράψατο Μητέρα, ὁ κατ’ οὐσίαν ἀμήτωρ, καὶ κατ’ οἰκονομίαν ἐπὶ γῆς ἀπάτωρ.»

Κανὼν Α'[Επεξεργασία]

Ἐπειδὴ ἐχρῆν καὶ τοὺς ἀπολειφθέντας τῆς ἁγίας συνόδου, καὶ μείναντας κατὰ χώραν, ἢ πόλιν, διά τινα αἰτίαν, ἢ ἐκκλησιαστικήν, ἢ σωματικήν, μὴ ἀγνοῆσαι τὰ ἐν αὐτῇ τετυπωμένα, γνωρίζομεν τῇ ὑμετέρᾳ ἁγιότητι καὶ ἀγάπη, ὅτι περ, εἴ τις μητροπολίτης τῆς ἐπαρχίας, ἀποστατήσας τῆς ἁγίας καὶ οἰκουμενικὴς συνόδου, προσέθετο τῷ τῆς ἀποστασίας συνεδρίῳ, ἢ μετὰ τοῦτο προστεθείη, ἢ τὰ Κελεστίου ἐφρόνησεν, ἢ φρονήσει, οὗτος κατὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων διαπράττεσθαί τι οὐδαμῶς δύναται, πάσης ἐκκλησιαστικῆς κοινωνίας ἐντεῦθεν ἤδη ὑπὸ τῆς συνόδου ἐκβεβλημένος, καὶ ἀνενέργητος ὑπάρχων. Ἀλλὰ καὶ αὐτοῖς τοῖς τῆς ἐπαρχίας ἐπισκόποις, καὶ τοῖς πέριξ μητροπολίταις, τοῖς τὰ τῆς ὀρθοδοξίας φρονοῦσιν, ὑποκείσεται εἰς τὸ πάντη καὶ τοῦ βαθμοῦ τῆς ἐπισκοπῆς ἐκβληθῆναι.

Κανὼν Β'[Επεξεργασία]

Εἰ δέ τινες ἐπαρχιῶται ἐπίσκοποι ἀπελείφθησαν τῆς ἁγίας συνόδου, καὶ τῇ ἀποστασίᾳ προσετέθησαν, ἢ προστεθῆναι πειραθεῖεν, ἢ καὶ ὑπογράψαντες τῇ Νεστορίου καθαιρέσει, ἐπαλινδρόμησαν πρὸς τὸ τῆς ἀποστασίας συνέδριον· τούτους πάντη κατὰ τὸ δόξαν τῇ ἁγίᾳ συνόδῳ ἀλλοτρίους εἶναι τῆς ἱερωσύνης, καὶ τοῦ βαθμοῦ ἐκπίπτειν.


Κανὼν Γ'[Επεξεργασία]

Εἰ δέ τινες τῶν ἐν ἑκάστῃ πόλει, ἢ χώρᾳ κληρικῶν, ὑπὸ τοῦ Νεστορίου, καὶ τῶν σὺν αὐτῷ ὄντων, τῆς ἱερωσύνης ἐκωλύθησαν διὰ τὸ ὀρθῶς φρονεῖν, ἐδικαιώσαμεν καὶ τούτους τὸν ἴδιον ἀπολαβεῖν βαθμόν. Κοινῶς δὲ τοὺς τῇ ὀρθοδόξῳ καὶ οἰκουμενικῇ συνόδῳ συμφρονοῦντας κληρικούς, κελεύομεν τοῖς ἀποστατήσασιν, ἢ ἀφισταμένοις ἐπισκόποις, μηδόλως ὑποκεῖσθαι κατὰ μηδένα τρόπον.

Κανὼν Δ'[Επεξεργασία]

Εἰ δέ τινες ἀποστατήσαιεν τῶν κληρικῶν, καὶ τολμήσαιεν ἢ κατ’ ἰδίαν, ἢ δημοσίᾳ, τὰ Νεστορίου, ἢ τὰ Κελεστίου φρονῆσαι, καὶ τούτους εἶναι καθῃρημένους ὑπὸ τῆς ἁγίας συνόδου δεδικαίωται.


Κανὼν Ε'[Επεξεργασία]

Ὅσοι δὲ ἐπὶ ἀτόποις πράξεσι κατεκρίθησαν ὑπὸ τῆς ἁγίας συνόδου, ἢ ὑπὸ τῶν οἰκείων ἐπισκόπων, καὶ τούτοις ἀκανονίστως, κατὰ τὴν ἐν ἅπασιν ἀδιαφορίαν αὐτοῦ, ὁ Νεστόριος, καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες, ἀποδοῦναι ἐπειράθησαν, ἢ πειραθεῖεν, κοινωνίαν, ἢ βαθμόν, ἀνωφελήτους εἶναι, καί μένειν οὐδὲν ἦττον καθῃρημένους ἐδικαιώσαμεν.


Κανὼν ΣΤ'[Επεξεργασία]

Ὁμοίως δὲ καὶ εἴ τινες βουληθεῖεν, τὰ περὶ ἑκάστου πεπραγμένα ἐν τῇ ἁγίᾳ συνόδῳ, τῇ ἐν Ἐφέσῳ, οἰῳδήποτε τρόπῳ παρασαλεύειν, ἡ ἁγία σύνοδος ὥρισεν, εἰ μὲν ἐπίσκοποι εἶεν, ἢ κληρικοί, τοῦ οἰκείου παντελῶς ἀποπίπτειν βαθμοῦ· εἰ δὲ λαϊκοί, ἀκοινωνήτους ὑπάρχειν.


Κανὼν Ζ'[Επεξεργασία]

Τούτων ἀναγνωσθέντων, ὥρισεν ἡ ἁγία σύνοδος, ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, ἤγουν συγγράφειν, ἢ συντιθέναι, παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων Πατέρων, τῶν ἐν τῇ Νικαέων συναχθέντων πόλει, σὺν ἁγίῳ Πνεύματι. Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν, ἢ γοῦν προκομίζειν, ἢ προφέρειν τοῖς θέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, ἢ ἐξ ἑλληνισμοῦ, ἢ ἐξ ἰουδαϊσμοῦ, ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν· τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι, ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς, καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ λαϊκοὶ εἶεν ἀναθεματίζεσθαι. Κατὰ τὸν ἴσον δὲ τρόπον, εἰ φωραθεῖεν τινες, εἴτε ἐπίσκοποι, εἴτε κληρικοί, εἴτε λαϊκοὶ ἢ φρονοῦντες, ἢ διδάσκοντες τὰ ἐν τῇ προκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου τοῦ πρεσβυτέρου, περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἤγουν τὰ μιαρὰ καὶ διεστραμμένα τοῦ Νεστορίου δόγματα, ἃ καὶ ὑποτέτακται, ὑποκείσθωσαν τῇ ἀποφάσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου· ὥστε δηλονότι, τὸν μὲν ἐπίσκοπον, ἁπαλλοτριούσθαι τῆς ἐπισκοπῆς, καὶ εἶναι καθῃρημένον· τὸν δὲ κληρικόν, ὁμοίως ἐκπίπτειν τοῦ κλήρου· εἰ δὲ λαϊκός τις εἴη, καὶ οὗτος ἀναθεματιζέσθω, καθὰ προείρηται.


Κανὼν Η'[Επεξεργασία]

Πρᾶγμα παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τοὺς κανόνας τῶν ἁγίων Ἀποστόλων καινοτομούμενον, καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον, προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος, καὶ οἱ σῦν αὐτῷ θεοφιλέστατοι ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας, Ζήνων καὶ Εὐάγριος. Ὅθεν, ἐπειδὴ τὰ κοινὰ πάθη μείζονος δεῖται τῆς θεραπείας, ὡς καὶ μείζονα τὴν βλάβην φέροντα, καὶ μάλιστα εἰ μηδὲ ἔθος ἀρχαῖον παρηκολούθησεν, ὥστε τὸν ἐπίσκοπον τῆς Ἀντιοχέων πόλεως τὰς ἐν Κύπρῳ ποιεῖσθαι χειροτονίας, καθὰ διὰ τῶν λιβέλλων καὶ τῶν οἰκείων φωνῶν ἐδίδαξαν οἱ εὐλαβέστατοι ἄνδρες, οἱ τὴν πρόσοδον τῇ ἁγίᾳ συνόδῳ ποιησάμενοι, ἔξουσι τὸ ἀνεπηρέαστον καὶ ἀβίαστον οἱ τῶν ἁγίων ἐκκλησιῶν, τῶν κατὰ τὴν Κύπρον, προεστῶτες, κατὰ τοὺς κανόνας τῶν ὁσίων Πατέρων, καὶ τὴν ἀρχαίαν συνήθειαν, δι' ἑαυτῶν τάς χειροτονίας τῶν εὐλαβεστάτων ἐπισκόπων ποιούμενοι· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων διοικήσεων, καὶ τῶν ἁπανταχοῦ ἐπαρχιῶν παραφυλαχθήσεται· ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἐπαρχίαν ἑτέραν, οὐκ οὖσαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτοῦ, ἢ γοῦν τῶν πρὸ αὐτοῦ χεῖρα καταλαμβάνειν ἀλλ’ εἰ καί τις κατέλαβε, καὶ ὑφ’ἑαυτὸν πεποίηται, βιασάμενος, ταύτην ἀποδιδόναι· ἵνα μὴ τῶν Πατέρων οἱ κανόνες παραβαίνωνται, μηδὲ ἐν ἱερουργίας προσχήματι, ἐξουσίας τύφος κοσμικῆς περεισδύηται, μηδὲ λάθωμεν τὴν ἐλευθερίαν κατὰ μικρὸν ἀπολέσαντες, ἢν ἡμῖν ἐδωρήσατο τῷ ἰδίῳ αἵματι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ πάντων ἀνθρώπων ἐλευθερωτής. Ἔδοξε τοίνυν τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ, σῴζεσθαι ἑκάστῃ ἐπαρχίᾳ καθαρᾷ καὶ ἀβίαστα τὰ αὐτῇ προσόντα δίκαια ἐξ ἀρχῆς καὶ ἄνωθεν, κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ἄδειαν ἔχοντος ἑκάστου μητροπολίτου τὰ ἴσα τῶν πεπραγμένων πρὸς τὸ οἰκεῖον ἀσφαλὲς ἐκλαβεῖν. Εἰ δέ τις μαχόμενον τύπον τοῖς νῦν ὡρισμένοις προσκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξε τῇ ἁγίᾳ πάσῃ καὶ οἰκουμενικῇ συνόδῳ.


                                  Τῆς αὐτῆς ἁγίας καὶ Οἰκουμενικῆς τρίτης Συνόδου
                                  ἐπιστολὴ πρὸς τὴν ἐν Παμφυλία εὐαγῆ Σύνοδον
                                  ὑπὲρ Εὐσταθίου τοῦ γενομένου αὐτῶν Μητροπολίτου.

«Μετὰ βουλῆς πάντα ποίει, τῆς Θεοπνεύστου λεγούσης Γραφῆς, ἐχρῆν δὴ μάλιστα τοὺς ἱερᾶσθαι λαχόντας μετὰ πάσης ἀκριβείας τὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι διάσκέψιν. Διαβιοῦν γὰρ οὕτως ἐθέλουσιν, ἐν καλῷ τῆς ἐλπίδος κεῖσθαι τὰ κατ’ αὐτούς, καὶ οἷον ἐξ οὐρίας ἐν τοῖς κατ’ εὐχὴν ἀποφέρεσθαι, συμβαίνει, καὶ πολὺ τό γε εἰκὸς ὁ λόγος ἔχει. Ἀλλ’ οἶδεν ἐσθ’ ὅτε, δριμεῖα, καὶ ἀφόρητος λύπη κατασκήψασα νοῦ, καταθολῶσαί τε δεινῶς αὐτόν, καὶ τῆς τῶν δεόντων ἀποκομίσαι θήρας, ἀνάπεισαί τε τὸ πεφυκὸς ἀδικεῖν, ὥς τι τῶν ὀνησιφόρων ἰδεῖν. Τοιοῦτον τι πεπονθότα τεθεάμεθα τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Εὐστάθιον. Κεχειροτόνηται μὲν γάρ, ὡς μεμαρτύρηται, κανονικῶς• τεθορυβημένος δέ, ὥς φησι, παρὰ τινων καὶ ἀδοκήτοις περιστάσεσιν ἐμβεβηκός, εἶτα ἐκ πολλῆς ἄγαν ἀπραγμοσύνης ἀπειρηκὼς τὴν ἀντίστασιν τῶν ἐπενηνεγμένων αὐτῷ φροντίδων καὶ διακρούεσθαι τάς παρὰ τῶν ἐπιφυομένων αὐτῷ δυσφημίας δυνάμενος, παραιτήσεως, οὐκ ἴσμεν ὅπως, προεκόμισε βιβλίον. Ἔδει γὰρ ὡς ἅπαξ ἐγκεχειρισμένον ἱερατικὴν φροντίδα, ταύτης ἔχεσθαι μετ’ εὐρωστίας πνευματικῆς, καὶ οἷον ἀνταποδύεσθαι τοῖς πόνοις, καὶ ἱδρῶτα τὸν ἔμμισθον ἐθέλοντι ὑπομεῖναι. Ἐπειδὴ δὲ ἅπαξ ὀλιγόρως ἔχοντα παρέδειξεν ἑαυτόν, τοῦτο παθῶν ἐξ ἀπραγμοσύνης μᾶλλον, ἢ ὄκνου καὶ ῥᾳθυμίας, κεχειροτόνηκεν ἀναγκαίως ἡ ὑμετέρα θεοσέβεια τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον ἀδελφὸν ἡμῶν, καὶ συνεπίσκοπον Θεόδωρον, φροντιοῦντα τῆς Ἐκκλησίας. Οὐ γὰρ ἢν ἀκόλουθον χηρεύειν αὐτήν, καὶ ἐπιστάτου δίχα διατελεῖν τοῦ Σωτῆρος τὰ ποίμνια. Ἐπειδὴ δὲ προσῆλθε κλαίων, οὐ περὶ τῆς πόλεως, οὐδὲ τῆς Ἐκκλησίας φιλονεικῶν τῷ μνημονευθέντι θεοσεβεστάτω Ἐπισκόπῳ Θεοδώρῳ• ἐξαιτῶν δὲ τέως τήν τοῦ Ἐπισκόπου τιμὴν καὶ κλῆσιν, συνηλγήσαμεν ἅπαντες τῷ Πρεσβύτῃ, καὶ κοινὸν εἶναι λογισάμενοι τὸ αὐτοῦ δάκρυον, ἐσπεύδομεν μαθεῖν, εἰ καθαίρεσιν ἔννομον ὑπομεμένηκεν ὁ μνημονευθείς, ἡ γοῦν ἐπὶ τισι τῶν ἀτόπων ἐλήλεκται παρὰ τινων, καταφλυαρησάντων αὐτοῦ τῆς ὑπολήψεως, καὶ δὴ ἐμάθομεν πεπρᾶχθαι μὲν τοιοῦτον οὐδέν, γενέσθαι δὲ μᾶλλον τῷ μνημονευθέντι ἀντὶ ἐγκλήματος τὴν παραίτησιν. Ὅθεν οὐδὲ τῇ ὑμετέρᾳ θεοσεβείᾳ ἐμεμψάμεθα χειροτονησάσῃ δεόντως εἰς τὸν αὐτοῦ τόπον τὸν μνημονευθέντα εὐλαβέστατον Ἐπίσκοπον Θεόδωρον. Ἐπειδὴ δὲ τῇ ἀπραγμοσύνῃ τοῦ ἀνδρὸς οὐ σφόδρα φιλονεικεῖν ἀκόλουθον, ἔδει δὲ μᾶλλον ἐλεῆσαι πρεσβύτην, ἔξω καὶ πόλεως τῆς ἐνεγκούσης αὐτόν, καὶ πατρώων ἐνδιαιτημάτων ἐν μακροῖς οὕτω γεγονότα χρόνοις, ἐδικαιώσαμεν καὶ ὡρίσαμεν δίχα πάσης ἀντιλογίας ἔχειν αὐτόν, τό, τὲ τῆς Ἐπισκοπῆς ὄνομα, καὶ τὴν τιμὴν καὶ κοινωνίαν. Οὕτω μέντοι, ὥστε μὴ χειροτονεῖν αὐτὸν μήτε μὴν ἐκκλησίαν καταλαβόντα ἱερουργεῖν ἐξ ἰδίας αὐθεντίας, ἀλλ’ εἰ ἄρα συμπαραλαμβανόμενον, εἴτουν ἐπιτρεπόμενον, εἰ τύχοι, παρὰ ἀδελφοῦ καὶ συνεπισκόπου, κατὰ διάθεσιν καὶ ἀγάπην τὴν ἐν Χριστῷ. Εἰ δέ τι βουλεύσησθε χρηστότερον ἐπ’ αὐτῷ, ἢ νῦν, ἢ εἰς τὸ μετὰ ταῦτα ἀρέσει καὶ τοῦτο τῇ ἁγίᾳ Συνόδῳ.

Ἐ ρ μ η ν ε ί α Ὁ Εὐστάθιος οὗτος, περὶ οὗ λέγει ἡ παροῦσα ἐπιστολή, Ἐπίσκοπος ἦτο τῆς Παμφυλίας, ἥτις ἐστὶν ἐπαρχία τῆς Ἀτταλείας. Πεσὼν δὲ εἰς τάς φροντίδας καὶ ὑποθέσεις τῆς Ἐπισκοπῆς, καὶ ἀποκαμὼν διὰ τὴν μικροψυχίαν καὶ ἀπειρίαν ὅπου εἶχε τῶν τῆς Ἐπισκοπῆς πραγμάτων καὶ πειρασμῶν, ἐποίησεν ἐγγράφως παραίτησιν, ὅθεν εἰς τὸν τόπον αὐτοῦ ἐχειροτόνησεν ἄλλον ἡ ἐκείσε Σύνοδος. Οὗτος λοιπὸν μετὰ ταῦτα ἦλθεν εἰς τὴν ἁγίαν ταύτην καὶ Οἰκουμενικὴν Σύνοδον μετὰ δακρύων, ζητῶν, ὄχι τὴν Ἐπισκοπὴν ὅπου παρῄτησεν, ἀλλὰ τὸ νά ἔχῃ τὴν τιμὴν καὶ τὸ ὄνομα τοῦ Ἐπισκόπου. Ἡ δὲ Σύνοδος συναλγήσασα, καὶ συμπονέσασα τοῦτον, τοῦτο μὲν διὰ τὸ γῆρας αὐτοῦ καὶ τὰ δάκρυα, καὶ τὴν ἀποξένωσιν τῆς πατρίδος, καὶ τῶν πατρικῶν αὐτοῦ οἰκῶν, ἑξαιρέτως δέ, καὶ μάλιστα, διὰ τί, ὄχι διὰ τίνα κακίαν τοῦ καθαιρεθεὶς παρῃτήσατο, ὄχι διὰ ἀμέλειάν του καὶ ῥᾳθυμίαν (δι’ ὅτι ἂν ταῦτα ἢθελαν ἀκολουθήσει, βεβαιότατα δέν ἤθελε ἐλεήσει ποτὲ ἡ Σύνοδος, οὐδὲ ψιλὸν τὸ ὄνομα τοῦ Ἐπισκόπου ἤθελε δώσει εἰς αὐτόν), ἀλλὰ διὰ τὴν μικροψυχίαν του καὶ ἀνεπιτηδειότητα εἰς τὰ πράγματα, ὥρισε νά ἔχῃ καὶ τὸ ὄνομα τοῦ Ἐπισκόπου, ἢγουν τὸ νά λέγεται Ἐπίσκοπος, καὶ τὴν τιμήν, ἤτοι τὸ νά συγκάθηται μὲ τοὺς Ἐπισκόπους, καὶ τὴν κοινωνίαν, ἢγουν τὸ νά συμμετελαμβάνη, καὶ νά συλλειτουργῆ, καὶ νά συγχειροτονῆ μετὰ Ἐπισκόπων, ὄχι ὅμως αὐτὸς ἀπὸ λόγου του, ἀλλὰ μὲ τὴν ἄδειαν καὶ ἐπιτροπὴν τοῦ κατὰ τόπον Ἐπισκόπου. Λέγει δὲ πρὸς τούτοις εἰς τοὺς Παμφυλίας Ἐπισκόπους ἡ Σύνοδος, πώς, ὅτι ἄλλο στοχασθοῦν καλλίτερον καὶ ἀνώτερον διὰ νά δώσουν εἰς τὸν Εὐστάθιον, ἢ τώρα ἢ μετὰ ταῦτα, θέλει ἀρέσει τοῦτο καὶ εἰς αὐτήν. Τοῦτο δὲ δέν εἶναι ἄλλο, καθὼς ἑρμηνεύει ὁ Ἀνώνυμος ἐξηγητής, πάρεξ, τὸ νά τὸν καταστήσουν Ἐπίσκοπον εἰς καμίαν σχολάζουσαν ἐπαρχίαν.