Ι. Περί του ζωδιακού κύκλου
←Α. Ῥητορίου, ἐκ τῶν Ἀντιόχου θησαυρῶν ἐπίλυσις καὶ διήγησις πάσης ἀστρονομικῆς τέχνης | Β. & Γ. Ῥητορίου, Ἀποτελεσματικὴ σύνταξις ἐξ Αἰγυπτίων. 1. Περὶ τοῦ ζῳδιακοῦ κύκλου Συγγραφέας: |
ΙΙ. Περὶ τῆς τῶν πλανωμένων ἀστέρων φύσεως καὶ δυνάμεως καὶ ὧν κυριεύει μελῶν ἕκαστος καὶ τὶ σημαίνει→ |
Ἐπιτομή Τέχνης Ἀστρονομικῆς |
[Περὶ τῶν ιβ' ζῳδίων <τοῦ> λοξικοῦ κύκλου παρὰ φιλοσόφου Ἀγαρηνοῦ Τεύκρου τοῦ Βαβυλωνίου· περὶ ὑψωμάτων καὶ ταπεινωμάτων καὶ οἰκημάτων καὶ τριγωνοκρατόρων καὶ ἐναντιωμάτων καὶ τὰ ὅρια τῶν ε' πλανωμένων καὶ δεκανοὺς γ' εἰς πρόσωπα γ'· καὶ ἕτερα εἰς πλῆθος θαυμάσια· καὶ περὶ ἀνέμων <καί> μοίρας λεπτὰ πρῶτα καὶ λεπτὰ δεύτερα]
Ὁ ζῳδιακὸς κύκλος κινεῖται λοξῶς [λοξὸς κεῖται πρὸς τὸν ἰσημερινὸν], ἔχων τμήματα ιβ' ἃ καὶ καλεῖται ζῴδια.
Κριός
[Επεξεργασία]καὶ πρῶτον μὲν αὐτοῦ τμῆμα ὃ καὶ ζῴδιόν ἐστι Κριός· ὁ δὲ Κριός ἐστι ζῴδιον ἀρσενικόν, τροπικόν, ἐαρινόν, ἰσημερινόν, ἀνωφερές, τετράπουν, χερσαῖον, βασιλικόν, ὀλιγόγονον, εὐμετάβολον, θυμικόν, πυρῶδες, κόσμου μεσουράνημα, αὐξομειωτικόν, ληκτικόν, ἀσελγές, διάπυρον, μελοκοπούμενον, σαρκῶδες, ἀσθενόφθαλμον, λατρῶδες, ἡμίφωνον, ἀνυπότακτον, ἡγεμονικόν, ἀποβλέπον εἰς νοταπηλιώτην. Ἔχει δὲ μοίρας λ', ἡ δὲ μοῖρα λεπτὰ ξ', τὸ δὲ πρῶτον λεπτὸν δευτερόλεπτα ξ' καὶ ἑξῆς ὁμοίως, οἶκος Ἄρεως, ὕψωμα Ἡλίου περὶ μοίρας ιθ', κοίλωμα Κρόνου περὶ μοίρας κα'; τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος· ἐναντίωμα Ἀφροδίτης,
[καί ἔστι τοῦτο τὸ ζῴδιον ἀρσενικόν, τροπικόν, ὅτι ἀπὸ τούτου ἄρχεται μείζων γίνεσθαι ἡ ἡμέρα τῆς νυκτός, ἰσημερινόν, ἐαρινόν, φωνῆεν, χερσαῖον, ἡμερινόν, ἀνωφερές, κεφαλὴ κόσμου, τετράπουν, βασιλικόν, ἤγουν προστάσσον, ὀλιγόγονον, εὐμετάβολον, θυμικόν, πυρῶδες, θερμὸν καὶ ξηρόν, ἀσελγές.]
ἔχει δὲ δεκανοὺς γ'· καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουσιν ἡ Ἀθηνᾶ καὶ ἡ οὐρὰ τοῦ Κήτους καὶ τὸ γ' τοῦ Δελτωτοῦ καὶ ὁ Κυνοκέφαλος ὁ τὰ λύχνα φέρων καὶ ἡ κεφαλὴ τοῦ Αἰλούρου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσιν ἡ Ἀνδρομεδα καὶ τὰ μέσα τοῦ Κήτους καὶ ἡ Γοργὼ καὶ τοῦ Περσέως ἡ ἅρπη καὶ τὸ ἥμισυ τοῦ Δελτωτοῦ καὶ τὸ μέσον τοῦ Αἰλούρου τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσιν ἡ Κασσιέπεια ἐπὶ θρόνου καθεζομένη καὶ Περσεὺς κατακέφαλα καὶ ἡ κεφαλὴ τοῦ Κήτους καὶ τὸ ὑπόλοιπον τοῦ Δελτωτοῦ καὶ ἡ οὐρὰ τοῦ Αἰλούρου τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Ἄρεως, ὁ δὲ β' Ἡλίου, ὁ δὲ γ' Ἀφροδίτης, ἐπανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ ἐσχάτου Ποταμοῦ μοίρας γ' λεπτῶν ν', νότιος, μεγέθους α', κράσεως Διὸς καὶ Ἀφροδίτης, ἔχει δὲ ὅρια τῶν ε' πλανωμένων ἀπὸ μὲν μοίρας α' ἕως ς' Διός, ἀπὸ δὲ ζ' ἕως ιβ' Ἀφροδίτης, ἀπὸ δὲ ιγ' ε' ὡς κ' Ἑρμοῦ, ἀπὸ δὲ κα' ἕως κε' Ἄρεως, ἀπὸ δὲ κς' ἕως λ' Κρόνου, εἰσὶ δὲ ὑποτεταγμένα κλίματα τῷ ζῳδίῳ· Περσίς· κατὰ <δέ> Πτολεμαῖον Βρεττανία, Γαλατία, Γερμανία, Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. κυριεύει δὲ τοῦ σώματος κεφαλῆς καὶ προσώπου καὶ πάντων τῶν κατὰ τῆς κεφαλῆς γινομένων αἰτίων καὶ συμπτωμάτων, τουτέστιν αἰσθητηρίων, κεφαλαλγιῶν, ἐπισκιασμῶν, ἀποπληξίας, δυσηκοΐας, ἀμαυρώσεως, λέπρας, λειχήνων, μαδαρώσεως, φαλακρώσεως, ἀναισθησίας, τραυμάτων, καὶ ὅσα περὶ τὰς ἀκοὰς καὶ τοὺς ὀδόντας εἰώθασι γίνεσθαι. κυριεύει δὲ καὶ στοιχείων τοῦ α' καὶ τοῦ ν'.
[καθόλου μὲν οὖν ὁ Κριὸς βροντώδης ἐστὶ καὶ χαλαζώδης κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ ὀλιγόσπορα καὶ ὀμβρώδη καὶ <ἀνεμώδη> διὰ τὴν τῆς ἰσημερίας ἐπισημασίαν· τὰ δὲ μέσα εὔκρατα καὶ πολύσπορα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τῶν τετραπόδων καὶ τὰ μὲν πρὸς βορρᾶν καυματώδη καὶ φθαρτικά, τὰ δὲ πρὸς νότον κρυσταλώδη καὶ ὑπόψυχρα. λαμπραὶ δὲ μοῖραι αὐτοῦ εἰσι γ' ς' ιθ' κ' κζ' λ'. τούτου ἀπὸ μοίρας α' ἕως γ' ἀνατέλλει ὅριον κτλ. ... ]
Ἔστὶ δὲ πλάγιον καὶ φωνῆεν, ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως τρίτης ὅριον τοῦ ζῳδίου, ἀπὸ γ' ἕως ζ' κεφαλή, ἀπὸ δὲ η' ἕως ι τράχηλος, ἀπὸ δὲ ια' ἕως ιγ' στῆθος, ἀπὸ δὲ ιδ' ἕως ιη' ὀσφύς, ἀπὸ δὲ ιθ' ἕως κα' ἰσχία, ἀπὸ δὲ κβ' ἕως κδ' ὀπίσθια, ἀπὸ κε' ἕως κζ' οὐρά, ἀπὸ κη' ἕως λ' πόδες.
Ἀποτελεῖ δὲ ὡροσκοπῶν ἢ τὴν Σελήνην ἔχων ἐπίχροας, ἐπίρρινας, μελανοφθάλμους, ἀναφαλαντίας, σεμνούς, ἐνίσχνους, εὐφυεῖς, λεπτοσκελεῖς, εὐφώνους, μεγαλοψύχους. καὶ τοὺς μὲν ἐν τῷ α' δεκανῷ πρακτικούς, ἀρχοντικούς· καταλιπεῖν δὲ ἢ φεύξεσθαι τὴν πατρίδα καὶ πολλὴν διελθόντα γῆν καὶ θάλασσαν καὶ ἐπὶ ξένης θαυμασθέντα χρόνῳ ἀντιστρέψειν, καὶ πολλοὺς κακώσαντα· πατέρα δὲ οὐκ εὐθάνατον ἕξει ἢ καὶ τὰ πατρικὰ αὐτοῦ διαπεσεῖται και ἀδελφοὺς ἀποβαλεῖν και ὀλισθήσεσθαι τὰ κρύφια τοῦ σώματος, τοὺς δὲ ἐν τῷ β' δεκανῷ εὐπόρους μὲν ἔσεσθαι, συνεχῶς δὲ ἐν λύπαις καὶ ἀποβολαῖς καὶ παλιγκτήσεσιν. τοὺς δὲ ἐν τῷ γ' πολυμόχθους, μεταλαμβάνοντας κινδύνων ἢ δεσμῶν. μίσεσι δ' αὐτοὺς ἐᾶσαι τὴν ἰδίαν ἐν νεότητι καὶ ὀψὲ ἐπανελθεῖν καὶ χωρισθήσεσθαι παλιν· κατὰ δὲ τὸ πλεῖστον ἀτεκνοῦσι.
Ταῦρος
[Επεξεργασία]Δεύτερον ζῴδιόν ἐστι Ταῦρος, θηλυκόν, νυκτερινόν, βόρειον, πλάγιον, ἡμίφωνον, στερεόν, ἐαρινόν, ἡμιτελές, τετράπουν, μελοκοπούμενον, ἄσπερμον, ἀμετάβλητον, χερσαῖον, κόσμου περιποιητικόν, ἀσελγές, ληκτικόν, γεῶδες, οἶκος Ἀφροδίτης, ὕψωμα Σελήνης περὶ μοίρας γ', ταπείνωμα οὐδενός, ἀνατέλλον ἐκ τῶν ὀπισθίων μερῶν, δῦνον ὀρθῶς, οὖ τὸ πλεῖον μέρος ἐν τῷ ἀφανεῖ κόσμῳ κεῖται, ἀποβλέπον εἰς τὸν νότον. ἔχει δὲ μοίρας λ' καὶ τὰ λοιπὰ καθὰ προείρηται ἐπὶ τοῦ Κριοῦ. τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης, ἐπίκοινος Ἄρης· ἐναντίωμα Ἄρεως.
[καί ἐστι τοῦτο τὸ ζῴδιον βόρειον : χερσαῖον λατρῶδες πλάγιον κτλ. ... μελοκοπούμενον - γεῶδες] θηριῶδες, μελ., ἀμετάβλητον, τράχηλος κόσμου, κατωφερές, ὀλιγόγονον, ἀσελγές]
ἔχει δεκανοὺς γ' καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσιν Ὠρίων ξιφηφόρος καὶ τὸ ἥμισυ τῆς Πλειαδος καὶ ἥμισυ λειψάνου Νεκρὰς Γυναικὸς καὶ ἡ κεφαλὴ τοῦ Κυνὸς τῆς δωδεκαώρου. Τῷ δὲ β' δεκανῷ παρανατέλλουσιν ὁ Κυνοκέφαλος κατέχων ἄγαλμα γυμνὸν καὶ τὸ Σκῆπτρον καὶ τὸ ἄλλο ἥμισυ τοῦ λειψάνου τῆς Νεκρᾶς Γυναικὸς καὶ τὰ μέσα τοῦ Κυνὸς τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσι τὸ Ἱππικὸν καὶ ὁ Ἡνίοχος καὶ Ἅρμα καὶ Αἲξ βασταζομένη ὑπὸ τοῦ Ἡνιόχου τῇ ἀριστερᾷ χειρὶ καὶ τὰ ὀπίσθια τοῦ Κυνὸς τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Ἑρμοῦ, ὁ δὲ β' Σελήνης, ὁ δὲ γ' Κρόνου, παρανατέλλει δὲ τούτῳ ὁ λαμπρὸς ἀστὴρ τῆς Γοργοῦς μοίρας γ' λεπτῶν κ', βόρειος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου, πάλιν παρανατέλλει τούτῳ ἡ Πλειὰς πᾶσα ἀπὸ μοιρας ς' ἕως η'· αὖται αἱ μοῖραι σινωτικαὶ περὶ τοὺς ὀφθαλμοὺς τυγχάνουσι. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῶν Ὑάδων μοίρας ις' λεπτῶν κ', νότιος, μεγέθους α', κράσεως Ἄρεως και Ἀφροδίτης, πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐν τῷ ἄκρῳ ποδὶ τοῦ Ὠρίωνος μοιρας κγ', νότιος, μεγέθους α', κράσεως Διὸς καὶ Κρόνου. πάλιν παρανατελλει λαμπρὸς ἀστὴρ ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος μοίρας κζ' λεπτῶν μ', νότιος, μεγέθους β', κράσεως Ἄρεως καὶ Ἑρμοῦ. πάλιν παρανατελλει ὁ λαμπρὸς ἀστὴρ τῆς Αἰγός, ὃ καὶ ὀνομάζομεν <τὸν ἀστέρα αὐτόν>, μοίρας κη' λεπτῶν μ', βόρειος, μεγέθους α', κράσεως Διὸς καὶ Κρόνου.
[τοῦτο τὸ ζῴδιον καθόλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων, ὑπόθερμον γάρ· κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ τὰ κατὰ τὴν Πλειάδα πνευματώδη καὶ ὀμιχλώδη καὶ σεισμοποιά, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα τὰ κατὰ τὴν Ὑάδα πυρώδη καὶ κεραυνῶν καὶ ἀστραπῶν ποιητικά· καὶ τὰ μὲν βόρεια εὔτακτα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα. λαμπρομοιρίαι δὲ αὐτοῦ γ' ε' η' ι' ιζ' κ' λ'.]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν ἀπὸ μοίρας α' ἕως η' Ἀφροδίτης, ἀπὸ δὲ θ' ἕως ιδ' Ἑρμοῦ, ἀπὸ δὲ ιε' ἕως κβ' Διός, ἀπὸ κγ' ἕως κζ' Κρόνου, ἀπὸ δὲ κη' μέχρι λ' Ἄρεως. εἰσὶ δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Βαβυλών· Παρθία, Μηδία, Περσίς, Κυκλάδες νῆσοι, Κύπρος, Μικρὰ Ἀσία. κυριεύει δὲ τοῦ σώματος τένοντος καὶ τραχήλου, καταπόσεως, κυρτώσεως, χοιράδων, πνιγμῶν καὶ μυκτήρων· σίνη καὶ πάθη ὀφθαλμῶν. κυριεύει δὲ στοιχείων β' καὶ ξ'.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως γ' κεφαλή, ἀπὸ δ' ἕως ζ' κέρατα, ἀπὸ η' ἕως ι' τράχηλος, ἀπὸ ια' ἕως ιγ' στῆθος, ἀπὸ ιδ' ἕως ιη' ὀσφύς, ἀπὸ ιθ' ἕως κα' ἰσχία, ἀπὸ δὲ κβ' ἕως κδ' πόδες, ἀπὸ δὲ κε' ἕως κζ' οὐρά, ἀπὸ δὲ κη' ἕως λ' ὄνυχες.
Ἀποτελεῖ δὲ λειοτερους τῇ χροιᾷ ἔσεσθαι, μεγαλοστόμους δὲ καὶ μετωπίας καὶ ὀξύτριχας καὶ βαρυψύχους καὶ ἀπεστραμμένους τῶν οἰκείων, τούτων δὲ τοὺς μὲν ἐν τῷ α δεκανῷ πολυκινδύνους, πολυδαπάνους [φιλοδαπάνους], ἀτέκνους, σπαναδέλφους. τοὺς δὲ ἐν τῷ β' δεκανῷ ἀπαιδεύτους, ἐργοπόνους, μοχθηρούς, τὰ πατρικὰ ἀποβάλλοντας καὶ ἀδελφοὺς κτωμένους. τοὺς δὲ ἐν τῷ γ' δεκανῷ σεμνούς, εὐπρεπεῖς, εὐπόρους, ἐνδόξους, λαμπροβίους, ὕστερον δὲ ἐν φροντίδι καὶ τίσει γενόμενους.
Δίδυμοι
[Επεξεργασία]Τρίτον ζῴδιόν εἰσι Δίδυμοι, ἀρσενικόν, ἡμερινόν, φωνῆεν, πλάγιον, δίσωμον, ὀλιγόσπερμον, κόσμου κακοδαιμόνημα, νευρῶδες, ἀνθρωποειδές, ἀποβλέπον εἰς τὸν λίβα, οἶκος Ἑρμοῦ, ὕψωμα Ἀναβιβάζοντος περὶ μοίρας ιε', ταπείνωμα Καταβιβάζοντος περὶ μοίρας ιε', ἐναντίωμα Διός, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος Ζεύς.
[στειρῶδες, ὦμος κόσμου, ὀστῶδες, νευρῶδες, ἀνθρωποειδές, ἀερῶδες, βόρειον, προστάσσον]
ἔχει δὲ δεκανοὺς γ', καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσιν Ἡνίοχος καὶ Ἅρμα καὶ Τροχὸς ὑποκάτω τοῦ Ἅρματος καὶ τὸ ἥμισυ τῶν ἐμπροσθίων τοῦ Κυνὸς καὶ ἡ κεφαλὴ τοῦ Ὄφεως τῆς δωδεκαώρου. τῷ δὲ β' δεκανῷ παρανατέλλουσι Λύρα καὶ Ἡρακλῆς καὶ Ὄφις ἐπίδενδρος ὑπὸ τοῦ Ἡρακλέους διωκόμενος καὶ τὰ μέσα τοῦ Ὄφεως τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσιν Ἀπόλλων καὶ Λύρα καὶ Κύων καὶ Δελφὶς καὶ τὰ ἐμπρόσθια τῆς Μικρὰς Ἄρκτου καὶ τὰ ὀπίσθια τοῦ Ὄφεως τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Διός· ὁ δὲ β' Ἄρεως· ὁ δὲ γ' Ἡλίου. παρανατέλλει δὲ αὐτῷ λαμπρὸς ἀστὴρ ὁ μέσος τῶν τριῶν τῆς ζώνης τοῦ Ὠρίωνος μοίρας α', νότιος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου, πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ὠρίωνος, μοίρας ε' λεπτῶν μ', νότιος, μεγέθους α', κράσεως Ἄρεως καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἡνιόχου μοίρας ς' λεπτῶν λ', μεγέθους β', κρασεως Διὸς καὶ Κρόνου, πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ τοῦ Κυνὸς μοίρας κα' λεπτῶν μ', μεγέθους α', κράσεως Διὸς καὶ Ἄρεως. αὖθις παρανατέλλει ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγούμενου Διδύμου μοιρας κζ', μεγέθους β', κράσεως Διὸς καὶ Ἑρμοῦ.
[ἔστι δὲ τοῦτο τὸ ζῴδιον καθόλου μὲν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα, τὰ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. λαμπραὶ δὲ μοῖραι τούτου ἡ ς', ἡ ιθ', ἡ κα' καὶ ἡ λ'. ὅρια ἐν αὐτῷ τῶν ε' πλανωμένων ἀπὸ μὲν α' ἄχρις ς' Ἑρμοῦ, ἀπὸ δὲ ζ' ἄχρι ιβ' Διός, ἀπὸ δὲ ιγ' ἄχρις κ' Ἀφροδίτης, ἀπὸ δὲ κα' ἕως κς' Ἄρεως, ἀπὸ δὲ κζ' ἕως λ' Κρόνου, ὑπόκεινται δὲ τούτῳ οἰκήσεις αὖται ' Καππαδοκια, Ὑρκανία, Ἀρμενία, Μηδία, Κυρηναϊκή, Μαρμαρική, Αἴγυπτος ἡ κατω χώρα]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν· Ἑρμοῦ ς', Διὸς ς', Ἀφροδίτης ε', Ἄρεως ζ', Κρόνου ς', εἰσὶ δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Καππαδοκία, κατὰ δὲ Πτολεμαῖον Ὑρκανἰα, Ἀρμενία, Ματτιανὴ, Κυρηναϊκή, Μαρμαρική, Αἰγύπτου ἡ κατω χώρα. κυριεύει δὲ τοῦ σώματος ὤμων καὶ χειρῶν· στοιχείων γ' καὶ ο'.
Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας α' ἕως β' κόμαι Ἀπόλλωνος, ἀπὸ γ' ἕως ε' κεφαλή, ἀπὸ ς' ἕως θ' τράχηλος, ἀπὸ ι ἕως ιβ' ὦμοι, ἀπὸ ιγ' ἕως ιζ' κοιλία, ἀπὸ ιη' ἕως κ' μηροί, ἀπὸ κα' ἕως κγ' μέσαι κνῆμαι, ἀπὸ κδ' ἕως κε' πόδες καὶ ἀπὸ κς' ἕως λ' ἔσχατα βόρεια, ὅτι παρὰ τὸν Καρκίνον εἰσίν.
Ἀποτελεῖ δὲ μελανόχρους, εὐγενείους, συνόφρυας, ἀναφαλαντίας, ταχεῖς ἐν τῷ περιπάτῳ, συναλλακτικούς, εὐπόρους, τούτων δὲ τοὺς μὲν ἐν τῷ πρώτῳ δεκανῷ εὐδόξησιν καὶ διοίκησιν ὑπερεχομένων πραγμάτων. καὶ παραλήψεσθαι πάτρωα· ἔσεσθαι καὶ γυμναστικοὺς καὶ κακοπαθεῖς, κενὰ καὶ μάταια μοχθοῦντας, πολυπείρους, ἐπινοηματικούς. τοὺς δὲ ἐν τῷ β' πολυκινδύνους, μοιχικούς, ἐναντίους γονεῦσι, μισοπονήρους, νουνεχεῖς, ῥιψοκινδύνους, εὐπόρους. ἐν δὲ τῷ γ' δεκανῷ νικητικούς, εὐδόξους καὶ τὴν πατρίδα κοσμοῦντας.
Καρκίνος
[Επεξεργασία]Τέταρτον ζῴδιόν ἐστι Καρκίνος· τροπικόν, θερινόν, ὀρθόν, ἄφωνον, θηλυκόν, νυκτερινόν, εὐμετάβολον, σκαπτικόν, λεπρῶδες, κατωφερές, ὑδατῶδες, ὡροσκόπος κόσμου, ἀγαθῶν δηλώσεων, ὀχλικόν, πολύγονον, ἀμφίβιον, οἶκος Σελήνης, ὕψωμα Διὸς περὶ μοίρας ιη', ταπείνωμα Ἄρεως περὶ μοίρας κη', ἐναντίωμα Κρόνου, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη.
[ἀμφίβιον, κυρτόν, προστάσσον, ὀχλικόν, πολύγονον, κόσμου στῆθος καὶ πλευραί]
ἔχει δὲ δεκανούς τρεῖς, καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τῆς Μικρὰς Ἄρκτου καὶ Σάτυρος ψαύων τοῦ ῥοπάλου καὶ Μοῦσα λυρίζουσα καὶ μία τῶν Χαρίτων καὶ ἡ κεφαλὴ τοῦ Κανθάρου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι τὸ ἥμισυ τῆς Φάτνης καὶ ὁ Ὄνος καὶ ἡ μέση τῶν Χαρίτων καὶ τὰ μέσα τοῦ Κανθάρου τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσιν ἡ τρίτη τῶν Χαρίτων καὶ ὁ ἄλλος Ὄνος καὶ τὸ ἄλλο ἥμισυ τῆς Φάτνης καὶ τὰ τέλη τοῦ Κανθάρου τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Ἀφροδίτης, ὁ δὲ β' Ἑρμοῦ, ὁ δὲ γ' Σελήνης, παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου λεπτῶν κ', βόρειος, μεγέθους β', κρασεως Ἄρεως μόνου, ἔτι δὲ παρανατέλλει τὸ Νεφέλιον ἀπὸ μοίρας θ' ἕως μοίρας ιε'· αὖται αἱ μοῖραι σινωτικαὶ τυγχάνουσι περὶ τοὺς ὀφθαλμούς,
[ἐστὶ δὲ τοῦτο τὸ ζῴδιον εὐδιεινὸν καὶ θερινόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κατὰ τὴν Φάτνην πνιγώδη εἰσὶ καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη καὶ τὰ μὲν βόρεια καὶ τὰ νοτία ἔμπυρα καὶ καυσώδη· ἡ δὲ ἐν αὐτῷ λεγομένη Φάτνη ποιεῖ λευκώματα ἐν τοῖς ὀφθαλμοῖς. καὶ τούτου λαμπραὶ μοῖραι· ε', η', κβ', κς', κθ'. ὅρια δὲ ἐν αὐτῷ τῶν ε' πλανωμένων εἰσὶ ταῦτα· Ἄρεως ἀπὸ α' ἄχρις ζ', Ἀφροδίτης ἀπὸ η' ἕως ιγ', Ἑρμοῦ ἀπὸ ιδ' ἕως ιθ, Διὸς ἀπὸ κ' ἕως κς', Κρόνου ἀπὸ κζ' ἕως λ', ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αὖται· Ἀρμενία, Νουμηδία, Καρχηδονία, Ἀφρική κτλ.]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν Ἄρεως ζ', Ἀφροδίτης ς', Ἑρμοῦ ς', Διὸς ζ', Κρόνου δ', ὑποτεταγμένα δὲ κλίματα ταῦτα· Ἀρμενία, κατὰ δὲ Πτολεμαῖον Νουμιδία, Καρχηδών, Ἀφρική, Βιθυνία, Φρυγία, Κολχική. κυριεύει δὲ τοῦ σώματος στήθους καὶ στομάχου, μαζῶν, καρδίας, σπληνός, ἀποκρύφων τόπων, ἀμαυρώσεως διὰ τὸ Νεφέλιον, ἀλφῶν, λειχήνων, λεπρῶν, ἀποπληξίας καὶ ὕδρωπος, κυρτώσεως, φακῶν καὶ στοιχείων δ' καὶ π'.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως τρίτης ἄκρα, ἀπὸ δὲ δ' ἕως ζ' κεφαλή, ἀπὸ δὲ η' ἕως ι' κοιλία, ἀπὸ δὲ ια' ἕως ιγ' πόδες, ἀπὸ ιδ' ἕως ιθ' ἔσχατα, ἀπὸ κ' ἕως κδ' ῥάχις, ἀπὸ κε' ἕως κζ' ἀριστερὰ ἡ πρὸς νότον χηλή, ἀπὸ κη' ἕως λ' δεξιὰ ἡ πρὸς λίβα.
Ἀποτελεῖ δὲ μελανοχρόους, μικροτραχήλους, εὐθώρακας, σκαμβούς ἢ λοξοφορουμένους ἐν τῷ περιπάτῳ, εὐσωμάτους, ἀλλοτρίων δαπανητάς. τούτων δὲ τοὺς μὲν περὶ τὸν πρῶτον δεκανὸν γεννωμένους εὐπορήσειν καὶ πολλοὺς εὐεργετήσειν καὶ μεγάλων φιλίας οἰκειώσεσθαι. τοὺς δὲ ἐπὶ τῷ β' δεκανῷ μικρολόγους, πολυαρρώστους, ἐπιτευκτικους, ξενιτεύοντας, ταῖς ὁράσεσι βλαπτομένους, εὐτέχνους. ἐνδε τῷ γ' ἐπιπολὺ μὲν ὑποταγεῖς τινι καὶ κινδυνώδεις γιγνομένους, σπαναδέλφους δὲ καὶ τῶν οἰκείων ἁπαλλοτριουμένους, φιλοθαλάσσους δὲ καὶ ῥιψοκινδύνους κέρδους ἕνεκα, εὐτέκνους δὲ καὶ σίνος ἔχοντας ἐπὶ τῷ σώματι.
Λέων
[Επεξεργασία]Πέμπτον ζῴδιόν ἐστι Λέων· ἀρσενικόν, ἡμερινόν, φωνῆεν, ὀρθόν, στερεόν, βασιλικόν, ἀρχικόν, θερμόν, θερινόν, πυρῶδες, ὀργίλον, ἀμετάτρεπτον, θυμικόν, δυσυπότακτον, ἀνωφερές, πολιτικόν, δημόσιον, στειρῶδες, τετράπουν, μελοκοπούμενον, ἀσελγές, ἐπαναφορὰ κόσμου, μονοτόκον, ἡγεμονικόν, ἀποβλέπον εἰς τὸν ἀπηλιώτην οἶκος Ἡλίου, ὕψωμα καὶ ταπείνωμα οὐδενός, ἐναντίωμα Κρόνου, τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος.
ἔχει δεκανούς γ'· καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουσιν ὁ Κυνοπρόσωπος τοξεύων καὶ τὸ ἥμισυ τοῦ Σκάφους καὶ ἡ κεφαλὴ τῆς Ὕδρας καὶ ἡ κεφαλὴ τοῦ Ὄνου τῆς δωδεκαώρου. τῷ δὲ β' δεκανῷ παρανατέλλουσι τὸ ἄλλο ἥμισυ τοῦ Σκάφους καὶ θεός τις ἔχων ἐκτεταμένας τὰς χεῖρας ἄνω καὶ ὁ νῶτος τῆς Ὕδρας καὶ Κρατὴρ καὶ Κύμβαλα καὶ οἱ Φρύγιοι Αὐλοὶ καὶ τὰ μέσα τοῦ Ὄνου τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσιν Ἡνίοχος τροχὸν βαστάζων καὶ Μειράκιον μικρὸν ἑπόμενον αὐτῷ καὶ τὰ μέσα τῆς Ὕδρας καὶ τὰ ὀπίσθια τοῦ Ὄνου τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Κρόνου, ὁ δὲ β' Διὸς καὶ ὁ γ' Ἄρεως. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ αὐχένος τῆς Ὕδρας μοίρας γ' λεπτῶν μ', νότιος, μεγέθους β', κράσεως Κρόνου και Ἀφροδίτης. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, ὃς καλεῖται Βασιλικός, μοίρας ς' λεπτῶν ιβ', μεγέθους α', κράσεως Ἄρεως καὶ Διός. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς οὐρᾶς αὐτοῦ μοίρας κη' λεπτῶν ιβ', μεγέθους α', κράσεως Κρόνου καὶ Ἀφροδίτης.
[καθόλου μὲν οὖν τοῦτο τὸ ζῴδιόν ἐστι καυσῶδες καὶ γεῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγωδη καὶ λοιμικὰ τετραπόδων, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἄνικμα καὶ φθοροποιά, καὶ τὰ μὲν βόρεια πυρώδη καὶ κινητικά, τὰ δὲ νότια δίυγρα. λαμπραὶ δὲ τούτου μοῖραι εἰσι' α', δ', ε', ις', κ', κς', λ' ὅρια δὲ ἐν αὐτῷ τῶν ε' πλανωμένων εἰσὶ ταῦτα · Διὸς ἀπὸ α' ἕως ς', Ἀφροδίτης ἀπὸ ζ' ἕως ια', Κρόνου ἀπὸ ιε' ἕως ιη', Ἑρμοῦ ἀπὸ ιθ' ἕως κδ', Ἄρεως ἀπὸ κε' ἕως λ'. ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἵδε· ἡ Μικρὰ Ἀσία, Ἰταλία, Γαλατία, Ἀπουλία, Φοινίκη, Χαλδαϊκή, Ὀρχηνία.]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν Διὸς ς', Ἀφροδίτης ε', Κρόνου ζ', Ἑρμοῦ ς', Ἄρεως ς', ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Ἀσίαν· Ἰταλίαν, Γαλατίαν, Ἀπουλίαν, Φοινίκην, Χαλδαίαν, Ὀρχηνίαν. κυριεύει δὲ τοῦ σώματος νευρῶν, ὀστέων, ὀσφῦος, καρδίας, ὁράσεως, ἀνδρείας· στοιχείων δὲ ε' καὶ ρ'.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως γ' κεφαλή, ἀπὸ δ' ἕως ζ' τράχηλος, ἀπὸ η' ἕως ια' ῥάχις, ἀπὸ ιβ' ἕως ιδ' ὀσφύς, ἀπὸ ιε' ἕως ιθ' ἰσχία, ἀπὸ κ' ἕως κβ' οὐρά, ἀπὸ κγ' ἕως κε' ἀγκύλαι, ἀπὸ κς' ἕως κη' τὸ περὶ τὰς ἀγκύλας ἄκρον ἔξω νενευμένον τῆς οὐρᾶς μέρος, ἀπὸ κθ' ἕως λ' ὀπισθίων ποδῶν βάσεις καὶ ὄνυχες.
Ἀποτελεῖ δὲ λευκόχροας, ὑποπήρους, τοῖς δὲ ὄμμασιν εὐχαρόπους, μεγαλοστόμους, ἀραιόδοντας, εὐτραχήλους, κοντορίνους, εὐστέρνους, ἐγκοιλίους, κάτωθεν ἰσχνοτέρους καὶ λεπτοσκελεῖς, βαρυφώνους, σκληρούς, ἐντρόφους. τούτων δὲ τοὺς μὲν ἐν τῷ α' δεκανῷ φιλοκασιγνήτους, ὀρειβάτας, ἐπιμόχθους. κατὰ δὲ τὸν β' βασιλικούς, θρασεῖς, γενναίους, ἀρχοντικούς, ὀλιγοχρονίους, πατρῷα ὁλοθρεύοντας. κατὰ δὲ τὸν γ' ῥυπαρούς, βλοσυρώδεις, ψυγιζομένους, εὐπόρους, ἡγεμονικούς, ἐκδημοτικούς, πολλοὺς μὲν εὐεργετοῦντας, πολλοὺς δὲ καὶ ἀδικοῦντας, ἀποβάλλοντας ἀδελφοὺς καὶ ἑαυτοὺς οὐκ εὖ θανατοῦντας.
Παρθένος
[Επεξεργασία]Ἕκτον ζῴδιόν ἐστι Παρθένος σύνθετον, ὀρθόν, θηλυκόν, νυκτερινόν, θερινόν, πτερωτόν, τριπρόσωπον, λογικόν, κατωφερές, φωνῆεν, γεῶδες, εὐμετάβολον, [κοινωνικὸν], μυστικόν, ὑποτακτικόν, δίσωμον, ἀνθρωποειδές, στειρῶδες, ἀποβλέπον εἰς τὸν λίβα, ἀπόκλιμα κόσμου, οἶκος Ἑρμοῦ καὶ ὕψωμα Ἑρμοῦ περὶ μοίρας ιε', ταπείνωμα Ἀφροδίτης περὶ μοιρας κζ', ἐναντίωμα Διός, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης, ἐπίκοινος ὁ Ἑρμῆς.
ἔχει δεκανούς τρεῖς, καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσι θεά τὶς ἐπὶ θρόνου καθεζομένη καὶ τρέφουσα παιδίον, ἥν τινες λέγουσι τὴν ἐν ἀτρίῳ θεὰν Ἶσιν τρέφουσαν τὸν Ὧρον. παρανατέλλουσι δὲ καὶ Στάχυς καὶ τὰ μέσα τῆς Ὕδρας καὶ ἡ κεφαλὴ τοῦ Κόρακος καὶ ἡ κεφαλὴ τοῦ Λέοντος τῆς δωδεκαώρου. τῷ δὲ β' δεκανῷ παρανατέλλουσι Μοῦσα λυρίζουσα καὶ τὰ μέσα τοῦ Κόρακος καὶ ἡ οὐρὰ τῆς Ὕδρας καὶ τὸ ἥμισυ τοῦ Βοώτου τοῦ ταυροκεφάλου καὶ τὸ ἥμισυ τοῦ Ἀρότρου καὶ τὰ μέσα τοῦ Λέοντος τῆς δωδεκαώρου. τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλει τὸ ἄλλο ἥμισυ τοῦ Βοώτου καὶ τὸ ἕτερον ἥμισυ τοῦ Ἀρότρου καὶ ἡ οὐρὰ τοῦ Κόρακος καὶ οἱ Στάχυες καὶ ἡ οὐρὰ τοῦ Λέοντος τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Ἡλίου, ὁ δὲ β' Ἀφροδίτης, ὁ δὲ γ' Ἑρμοῦ. ἡ δὲ Παρθένος οὐκ ἔχει λαμπροὺς ἀστέρας παρανατέλλοντας, λέγω δὴ τοῦ α' καὶ β' μεγέθους, παρανατέλλει δὲ μόνος ὁ ἐπ' ἄκρας τῆς νοτίας καὶ ἀριστερὰς πτέρυγος μοίρας β' λεπτῶν κς' καὶ μεγέθους τρίτου, κράσεως Ἑρμοῦ καὶ Ἄρεως, βόρειος. καὶ πάλιν ἐν τῇ δεξιᾷ πτέρυγι ὁ καλούμενος Προτρυγητὴς μοίρας ιε' λεπτῶν λς', βόρειος, μεγέθους γ', κράσεως Κρόνου καὶ Ἑρμοῦ.
[ἔστι δὲ τοῦτο τὸ ζῴδιον καθόλου μὲν δίυγρον καὶ βροντῶδες, καὶ τὰ μὲν προηγούμενα αὐτοῦ θερμὰ καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα. λαμπραὶ δὲ μοῖραι αὐτοῦ εἰσι· ι, ιζ', κ', κς', κζ', κθ'. ὅρια δὲ τῶν ε' πλανωμένων εἰσὶν ἐν αὐτῷ· Ἑρμοῦ ἀπὸ μοίρας α' ἕως ζ', Ἀφροδίτης ἀπὸ μοίρας η' ἕως ιζ', Διὸς ἀπὸ ιη' ἕως κα', Ἄρεως ἀπὸ κβ' ἕως κς', ἀπὸ κζ' ἕως λ' Κρόνου, ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αὖται· Ἑλλάς]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν· ἀπὸ μοίρας α ἕως ζ' ὁ Ἑρμῆς, ἡ Ἀφροδιτη ι', ὁ Ζεὺς δ', ὁ Ἄρης ζ', ὁ Κρόνος β'. εἰσι δὲ καὶ ὑποτεταγμένα κλίματα ταῦτα· Ἑλλάς, Ἰωνία, Ἀχαία, Μεσοποταμία, Βαβυλωνία, Μέση Αἰθιοπία, Ἀσσυρία, Κρήτη. κυριεύει δὲ τοῦ σώματος κοιλίας καὶ τῶν ἐντὸς πάντων καὶ τῶν ἀποκρύφων· στοιχείων δὲ ζ' καὶ σ'.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως γ' κεφαλή, ἀπὸ δὲ δ' ἕως ς' ῥίν, ἀπὸ ζ' ἕως ι' τράχηλος, ἀπὸ ια' ἕως ιγ' βραχίων, ἀπὸ ιδ' ἕως ιη' δάκτυλοι, ἀπὸ ιθ' ἕως κα' στάχυες, ἀπὸ κβ' ἕως κγ' κνῆμαι, ἀπὸ κδ' ἕως κζ' τὰ πρὸς βορρᾶν, αἱ δὲ λοιπαὶ πρὸς νότον.
Ἀποτελεῖ δὲ εὔχροας, εὐμήκεις, εὐειδεῖς, εὐσυναλλάκτους, ἱλαρούς, προσηνεῖς, διαβαλλομένους <πρὸς> παιδία καὶ τὰ πλεῖστα ὡς φιλόπαιδας. ἐπὶ μὲν τοῦ α' δεκανοῦ μακροβίους, ἐπιμόχθους, παρὰ μεγάλοις προκύπτοντας, πολλὰ δὲ βλαπτομένους διὰ φιλοκέρδειαν. ἐπὶ τοῦ β' σοφούς, κατωφερεῖς καὶ ἀποβάλλοντας ἐν νεότητι, εἰς δὲ γῆρας εὐτυχεστέρους, ἐπιτευκτικούς, εὐπαθεῖς εἰς ἀσθένειαν. ἐπὶ δὲ τοῦ γ' ταπεινοὺς τῷ βίῳ, ὑποταγὴν λαμβάνοντας καὶ πολλὰ παρὰ τὴν ἀξίαν ὑπομένοντας.
Ζυγός
[Επεξεργασία]Ἕβδομον ζῴδιόν ἐστι Ζυγός, ἀρρενικόν, ἰσημερινόν, ὀρθόν, ἡμερινόν, φωνῆεν, τροπικόν, ἀνθρωποειδές, ἀνωφερές, δίκαιον, ἀερῶδες, εὐμετάβολον, μετοπωρινόν, ὑπόγειον κόσμου, δημόσιον, πολιτικόν, αὐξομειωτικόν· οἶκος Ἀφροδίτης, ὕψωμα Κρόνου περὶ μοίρας κα', ταπείνωμα Ἡλίου περὶ μοίρας ιθ', ἐναντίωμα Ἄρεως, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος ὁ Ζεύς.
[ὑποτακτικόν, μελοκοπούμενον, συριγκῶδες]
ἔχει δὲ δεκανούς τρεῖς· καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσιν ὁ Ἅιδης καὶ Μοῦσα λυρίζουσα καὶ ὁ Πορθμεὺς καὶ μέρος τῆς Ἀχερουσίας λίμνης καὶ μέρος τοῦ Σκάφους καὶ ἡ κεφαλὴ τοῦ Τράγου τῆς δωδεκαώρου. τῷ δὲ β' δεκανῷ παρανατέλλουσιν Ἡνίοχος καὶ Μειράκιον καὶ τὰ ἐμπρόσθια τοῦ Κενταύρου καὶ τὰ μέσα τοῦ Σκάφους καὶ τῆς Ἀχερουσίας λίμνης καὶ Κρήνη καὶ Ἀγορὰ καὶ τὰ μέσα τοῦ Τράγου τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ τέλη τοῦ Σκάφους καὶ τῆς Ἀχερουσίας λίμνης καὶ Ἀριάδνη ἀνακειμένη ἔχουσα τὴν εὐώνυμον χεῖρα ἐπὶ τῆς κεφαλῆς καὶ ὁ Στέφανος τῆς Ἀριάδνης καὶ ἐν οὐρανῷ κεφαλαὶ δύο <καί> οἱ λεγόμενοι Βαλλισταὶ καὶ Ἄδωνις, ὃν καλοῦσιν Οὐρανόν, καὶ τὰ τέλη τοῦ Τράγου τῆς δωδεκαώρου. συνήντηκε δὲ Ζυγὸς ἀπὸ τῶν τοῦ Σκορπίου χηλῶν, ἔχει δὲ καὶ δισώμου δύναμιν διὰ τὰς πλάστιγγας, καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Σελήνης, ὁ δὲ β' Κρόνου, ὁ δὲ γ' Διός. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Στάχυος λεπτῶν κ', βόρειος, μεγέθους α', κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ἐπὶ τοῦ Βοώτου ὁ καὶ Ἀρκτοῦρος, μοίρας ε' λεπτῶν μ', βόρειος, μεγέθους α', κράσεως Ἄρεως καὶ Διός. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ βορείου Στεφάνου μοίρας ιε' λεπτῶν κ', βόρειος, μεγέθους β', κρασεως Ἀφροδίτης καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει ὁ ἐπὶ τῆς χηλῆς τοῦ Σκορπίου λαμπρὸς ἀστὴρ μοίρας κε' λεπτῶν ν', βόρειος, μεγέθους β', κράσεως Διὸς καὶ Ἑρμοῦ.
[ἔστι δὲ τὸ ζῴδιον τοῦτο καθόλου μὲν τροπικόν, μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα εὔκρατα, τὰ δ' ἑπόμενα ὑδατώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια λοιμικά. λαμπραὶ δὲ τούτου μοῖραι · ια', ις', ιζ', κγ', λ'. ὅρια δὲ ἐν αὐτῷ τῶν ε' πλανωμένων· Κρόνου ἀπὸ α' ἕως ς', Ἑρμοῦ ἀπὸ ζ' ἕως ιδ', Διὸς ἀπὸ ιε' ἕως κα', Ἀφροδίτης ἀπὸ κβ' ἕως κη', Ἄρεως ἀπὸ κθ' ἕως λ', ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἷδε. Λιβύη]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν· Κρόνου ς', Ἑρμοῦ η', Διὸς ζ, Ἀφροδίτης ζ', Ἄρεως β', εἰσι δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Λιβύη, Κυρήνη, Βακτριανή, Κασπία, Σηρική, Θηβαΐς, Σακίς, Τρωγλοδυτική. κυριεύει δὲ τοῦ σώματος ἰσχίων γλουτῶν βουβώνων, κόλου, ὀπισθίων μερῶν, κύστεως. ἔστι δὲ καὶ ἀσελγὲς καὶ πολύγονον κατὰ τὸν Τράγον. τὰ δὲ στοιχεῖα η' καὶ τ'.
Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας α' ἕως δ' αἱ ἀρχαὶ τούτου, ἀπὸ ε' ἕως ς' αὐτὴ ἡ ὀπὴ ἔνθα [ἡ ὀπή] καὶ ὁ τόνος, ἀπὸ ζ' ἕως ια' τὰ πρὸς τῇ κεφαλῇ, ἀπὸ ιβ' ἕως νγ' αὐτὴ ἡ κεφαλή, ἀπὸ ιδ' ἕως ιζ' τράχηλος, στῆθος καὶ κοιλία, ἀπὸ ιη' ἕως κ' ἦτρον, ἀπὸ κα' ἕως κβ' μηροί, ἀπὸ κγ' ἕως κδ' ὦμοι, ἀπὸ κε' ἕως κζ' πόδες, αἱ δὲ λοιπαὶ τὰ πρὸς νότον.
Ἀποτελεῖ δὲ εὐκράτους, μελανοφθάλμους, εὔτριχας, εὐφόρους, δικαίους. τούτων δὲ τοὺς μὲν ἐν τῷ α' δεκανῷ ἐναρέτους, ἀνδρείους, φιλοφίλους, πολυπλανήτους. ἐπὶ δὲ τοῦ β' εὐφυεῖς, σοφούς, ἡγεμονικούς, εὐδόξους, φιλογυναίους, ἐκδημητάς, δικαίους, πολυγνώστους, σπαναδέλφους. ἐπὶ δὲ τοῦ γ' εὐφυεῖς, δαπανητας δε καὶ εὐμεταβόλους, οὐκ ἀπονήρους.
Σκορπίος
[Επεξεργασία]Ὄγδοον ζῴδιόν ἐστι Σκορπίος, θηλυκόν, νυκτερινόν, ὀρθόν, στερεόν, μετοπωρινόν, ἄφωνον, ὑδατῶδες, πολύσπορον, φθοροποιόν, κατωφερές, κυρτῶδες, λεπρῶδες, ἀλφῶδες, ἀμετάβλητον, ὀργίλον, πικρόν, δόλιον, πλαστικόν, κόσμου ἀγαθὴ τύχη, οἶκος Ἄρεως, ὕψωμα οὐδενός, ταπείνωμα Σελήνης περὶ μοίρας γ', ἐναντίωμα Ἀφροδίτης, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη.
[μελοκοπούμενον, χερσαῖον, σπαστικόν, ὑποτακτικόν]
ἔχει δεκανούς τρεῖς. καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσιν Ὑγεία καὶ τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ ἐμπρόσθια τοῦ Ταύρου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσιν Ἀσκληπιὸς καὶ τὰ μέσα τοῦ Κενταύρου <καὶ τὰ μέσα τοῦ Ταύρου> τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσι τὰ ἐμπρόσθια τοῦ Κενταύρου βαστάζοντος λαγωὸν καὶ τὰ ἐμπρόσθια τοῦ Κυνὸς καὶ ὁ Ὀφιοῦχος καὶ τὰ ὀπίσθια τοῦ Ταύρου τῆς δωδεκαώρου. καὶ ὁ μὲν πρῶτος δεκανὸς φέρει πρόσωπον Ἄρεως, ὁ δὲ β' Ἡλίου, ὁ δὲ γ' Ἀφροδίτης. παρανατέλλει δὲ αὐτῷ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Κενταύρου μοίρας ια', βόρειος, μεγέθους α', κράσεως Ἀφροδίτης καὶ Διός. πάλιν παρανατελλει λαμπρὸς ἀστὴρ ὁ καλούμενος Ἀντάρης μοίρας ις', λεπτῶν κ', νότιος, μεγέθους β', κράσεως Ἄρεως καὶ Διός.
[ἐστι δὲ τὸ ζῴδιον καθόλου μὲν βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, καὶ τὰ μὲν βόρεια καυσώδη, τὰ δὲ νότια ἔνικμα. αἱ δὲ τούτου λαμπραὶ μοῖραί εἰσι· ι', ιδ', κ', λ'. ὅρια δὲ ἐν αὐτῷ τῶν ε' πλανωμένων· Ἄρεως ἀπὸ α' ἕως ζ', 'Ἀφροδίτης ἀπὸ η' ἄχρις ια', Ἑρμοῦ ἀπὸ ιβ' ἄχρι ιθ', Διὸς ἀπὸ κ' ἄχρι κδ', Κρόνου ἀπὸ κε' ἄχρι λ', ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αὖται· Ἰταλία, κτλ]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν· Ἄρεως ζ', Ἀφροδίτης δ', Ἑρμοῦ η', Διὸς ε', Κρόνου ς'. ὑποτέτακται δὲ αὐτῷ κλίματα ταῦτα· Ἰταλία, Μεταγωνῖτις, Μαυρητανία, Γαιτουλία, Συρία, Κομμαγηνή, Καππαδoκία. κυριεύει δὲ τοῦ σώματος αἰδοίων καὶ κύστεως καὶ βουβώνων καὶ ἔδρας. ποιεῖ δὲ διὰ τὸ κέντρον ἀμαυρώσεις, ἐπισκιασμούς, λιθιάσεις, στραγγουρίας, κήλας καὶ βρογχοκήλας, ἀρρητοποιίας, πολυκοινίας, συριγγώματα, καρκινώματα, αἱμορραγίας, κυριεύει δὲ στοιχείων θ' καὶ υ'.
Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας α' ἕως γ' χηλαί, ἀπὸ δ' ἕως ζ' κεφαλή, ἀπὸ η' ἕως ι' τράχηλος, ἀπὸ ια' ἕως ιγ' στῆθος, ἀπὸ ιδ' ἕως ις' κοιλία, ἀπὸ ιζ' ἕως κα' ῥάχις, ἀπὸ κβ' ἕως κδ' κέντρον, ἀπὸ κε' ἕως κζ' τὸ μέσον, ἀπὸ κη' ἕως λ' τὸ ἔσχατον τοῦ κέντρου.
Ἀποτελεῖ δὲ μελανόχροας, μελανοφθάλμους, αὐστηρούς, οὐλότριχας, λεπτοφώνους, εὐψύχους, ταχεῖς καὶ ὑπερόπτας. καὶ ἐπὶ μὲν τοῦ α' δεκανοῦ ἀδίκως πλανητεύοντας, πoλυκινδύνoυς, ἐπάνδρoυς, μετρίους τῷ βίῳ. ἐπὶ δὲ τοῦ β' ἐπιμόχθους, νουνεχεῖς, ἰσχυρογνώμονας, ἐκδημητάς, ἐπὶ μεγάλων τασσομένους, ἀτέκνους δὲ καὶ σινομένους τὸ σῶμα. ἐπὶ δὲ τοῦ γ' σκολιούς, κερδαλέους, κακοπαθεῖς, πολλὰ μαινομένους καὶ πολλοὺς ἀδικοῦντας, προλιπόντας τοὺς οἰκείους, κακοβίους, ὀλιγοχρονίους.
Τοξότης
[Επεξεργασία]Ἔννατον ζῴδιόν ἐστι Τοξότης, ἀρρενικόν, δίσωμον, βασιλικόν, ἀνθρωπόμορφον καὶ θηριῶδες, νευρῶδες, διπρόσωπον, χερσαῖον, τετράπουν, ἀσθενόφθαλμον, ἡμίφωνον· διπρόσωπον δὲ ἐκλήθη διὰ τὸ ἔχειν ἐκ τῶν ὄπισθεν τῆς κεφαλῆς μέρος ἕτερον προσώπου διαδηματοφόρον, ἀφ' οὗ καὶ βασιλικὸν ἐκλήθη· ὀρθόν, μετοπωρινόν, πυρῶδες, ὀλιγόγονον, ἀγαθόν, κόσμου ἀπόκλιμα καὶ ὁ περὶ δουλῶν <τοπος>, οἶκος Διός, ὕψωμα δὲ Καταβιβάζοντος περὶ μοίρας ιε', ταπείνωμα Ἀναβιβάζοντος περὶ μοίρας ιε', ἐναντίωμα Ἑρμοῦ, τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος.
[τοῦτο τὸ ζῴδιόν ἐστιν ἀρσενικόν, ἡμερινόν, ὀρθόν, φωνῆεν, μετοπωρινόν, σύνθετον, χερσαῖον, τετράπουν, στειρῶδες, ἀνωφερές, ἀγαθόν, εὐμετάβλητον, αἰνιγματῶδες, ὀλιγόγονον, πυρῶδες, ἡμιτελές, μελοκοπούμενον, πτερωτόν, ἡγεμονικόν, βασιλικὸν]
ἔχει δεκανούς γ'. καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσι θεός τις κατακεφαλα κείμενος, καλεῖται δὲ Τάλας, καὶ κόραξ ψαύει αὐτοῦ τῆς κεφαλῆς, καὶ Κύων ἀπεστραμμένος καὶ ἡ κεφαλὴ τοῦ Ἱέρακος τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι Κηφεὺς τὴν δεξιάν χεῖρα διδοὺς τῷ Θηρίῳ καὶ ἡ κεφαλὴ τοῦ Θηρίου καὶ τὸ ἥμισυ τῆς Ἀργοῦς καὶ <τὰ ἐμπρόσθια τοῦ Δελφῖνος καὶ τὰ μέσα τοῦ Ἱέρακος τῆς δωδεκαώρου. τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλουσι> τὰ ὑπόλοιπα τοῦ Δελφῖνος καὶ Πέλαγος καὶ τὸ ἥμισυ τῆς Μεγάλης Ἄρκτου καὶ ἡ οὐρὰ τοῦ Ἱέρακος τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Ἑρμοῦ, ὁ δὲ δεύτερος Σελήνης, ὁ δὲ τρίτος Κρόνου. παρανατέλλει τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ γόνατος τοῦ Τοξότου μοίρας κ', βόρειος, μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς Λύρας ὁ καλούμενος Λυρικὸς μοίρας κα', βόρειος, μεγέθους α', κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
[τοῦτο τὸ ζῴδιον καθόλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρωδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά, λαμπραὶ μοῖραι τούτου: δ', ς', ι', ιη , κς', κθ'. ὅρια δ' ἐν αὐτῷ τῶν ι' πλανωμένων· Διὸς ἀπὸ α' ἄχρις η', Ἀφροδίτης ἀπὸ θ' ἄχρι ιδ', Ἑρμοῦ ἀπὸ ιε' ἕως ιθ', Κρόνου ἀπὸ κ' ἕως κε', Ἄρεως ἀπὸ κζ' ἕως λ', ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἷδε· Κιλικία, Κύπρος, Κελτική, Ἰσπανία, Ἀραβία εὐδαίμων, κυριεύει κτλ.]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν Διὸς ιβ', Ἀφροδίτης ε', Ἑρμοῦ δ', Κρόνου ε', Ἄρεως δ'. ἔχει δὲ κλίματα ὑποτεταγμένα ταῦτα· Κιλικίαν, Τύρον, Κελτικήν, Σπανίαν, Ἀραβίαν εὐδαίμονα. κυριεύει δὲ τοῦ σώματος μηρῶν, βουβώνων. ποιεῖ δὲ πολλάκις περισσομελῆ συγγεννήματα ἔχοντας, φαλακροὺς ἢ ἐπισκιαζομένους, ἐπιληπτικους ἢ ὀφθαλμῶν πόνους ἢ πηρώσεις ὑπομένοντας διὰ τὴν ἀκίδα, ἢ ἀπὸ ὕψους πτώσεις διὰ τὸν Τάλανα ἢ ἀπὸ τετραπόδων κίνδυνον ἢ μελῶν ἀποβολὰς ἢ ὑπὸ θηρίων ἀδικίας διὰ τὸν Κηφέα. κυριεύει δὲ στοιχείων ι' καὶ φ'.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως γ' κεφαλή, ἀπὸ δ' ἕως ζ' τόξον, ἀπὸ η' ἕως ι' νεῦρα, ἀπὸ ια' ἕως ιδ' χεῖρες, ἀπὸ ιε' ἕως ιθ' τράχηλος καὶ ὦμοι, ἀπὸ κ' ἕως κβ' ῥάχις, ἀπὸ κγ' ἕως κε' ἀνὰ μέσον τὸ κέντρον, ἀπὸ κς' ἕως κη' πόδες, ἀπὸ κθ' ἕως λ' ὄνυχες.
Ἀποτελεῖ δὲ εὐκράτους μὲν τῇ χροιᾷ καὶ εὐστομάχους, εὐοφθάλμους δὲ καὶ εὐειδεῖς, ταχεῖς καὶ παραβόλους καὶ ἀναλωτὰς μέν, μικρολόγους δὲ καὶ ἀστάτους ἐπὶ τὸ πλεῖστον. καὶ ἐν μὲν τῷ α' δεκανῷ ὀλοθρευτὰς τῶν οἰκείων καὶ μονοφάγους καὶ ἐλλιπεῖς, πολυμόχθους, ἐπὶ ξένης πολιτεύοντας ἢ καὶ τελευτῶντας. ἐπὶ δὲ τοῦ β' θρασυδείλους, ἐν πολλοῖς πράγμασι καὶ κτήσεσι καὶ ἀποβολαῖς ἐγκυλιομένους, τὰ πατρῷα ἀποβάλλοντας, ξενιτεύοντας ἐπὶ πολλοὺς καὶ ἀκαταστατοῦντας, λυπουμένους ἐπὶ τέκνοις καὶ γυναιξί. ἐπὶ τοῦ γ' δεκανοῦ γεννωμένους ἐπισήμους, ἐν ἄλλοδαπῇ δοξαζομένους, πολυκοίνους εἰς τὰ ἀφροδίσια καὶ εὐμεταβόλους.
Αἰγόκερως
[Επεξεργασία]Δέκατον ζῴδιόν ἐστιν Αἰγόκερως, θηλυκόν, νυκτερινόν, τροπικόν, πλάγιον, χειμερινόν, ἀμφίβιον, γηθαλάσσιον, λεπρῶδες, ἀλφῶδες, φθοροποιόν, ἄγονον, κατωφερές, κατεψυγμένον, ἡμίφωνον, ἀσελγές, αἰνιγματῶδες, διφυές, κάθυγρον, γεωργικόν, ἡμιτελές, κυρτοειδές [κυρτῶδες], χωλόν, θηριῶδες, μελοκοπούμενον, λεπιδωτόν, δύσις κόσμου, οἶκος Κρόνου, ὕψωμα Ἄρεως περὶ μοίρας κη', ταπείνωμα Διὸς περὶ μοιρας ιε', ἐναντίωμα Σελήνης, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης, ἐπίκοινος Ἄρης.
ἔχει δεκανούς τρεῖς. καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσι τὸ ἄλλο ἥμισυ τῆς Ἀργοῦς καὶ τῆς Μεγάλης Ἄρκτου καὶ Νηρηὶς καὶ Λύρα καὶ ἡ κεφαλὴ τοῦ Μεγάλου Ἰχθύος καὶ τὰ ἐμπρόσθια τοῦ Κυνοκεφάλου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσιν Εἰλείθυια ἐπὶ θρόνου καθεζομένη καὶ ἥμισυ Τροχοῦ καὶ Ἀμπέλου καὶ τὰ μέσα τοῦ Μεγάλου Ἰχθύος καὶ τὰ μέσα τοῦ δυσωνύμου ζῴου τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσι τὸ <ἕτερον> ἥμισυ τοῦ Τροχοῦ καὶ ἡ οὐρὰ τοῦ Μεγάλου Ἰχθύος καὶ Θυτήριον καὶ Δαίμων ἀκέφαλος βαστάζων τὴν ἰδίαν κεφαλὴν καὶ τὰ ὀπίσθια τοῦ Δυσωνύμου τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Διός, ὁ β' Ἄρεως, ὁ γ' Ἡλίου. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Ἀετοῦ μοίρας ζ', λεπτῶν μ', βόρειος, μεγέθους α', κράσεως Ἄρεως καὶ Διός.
[ἐστι δὲ τὸ ζῴδιον τοῦτο καθόλου μὲν δίυγρον καὶ φθαρτικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἔσχατα ὀμβρώδη, τὰ δὲ βόρεια καὶ νότια αὐτοῦ κάθυγρα πως καὶ φθαρτικά. λαμπραὶ μοῖραι· ς', ιβ', ιε', κδ', λ', ὅρια δὲ ἐν αὐτῷ τῶν ε' πλανωμένων· Ἑρμοῦ ἀπὸ α' ἕως ζ', Διὸς ἀπὸ η' ἕως ιδ', Ἀφροδίτης ἀπὸ ιε' ἄχρις κβ', Κρόνου ἀπὸ κγ' ἄχρις κζ , Ἄρεως ἀπὸ κζ' ἄχρι λ', ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἷδε · Ἀριανή, Ἰνδική, Γεδρωσία, Θρᾴκη, Μακεδόνια, Ἰλλυρίς. κυριεύει κτλ.]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν· Ἑρμοῦ ζ', Διὸς ζ', Ἀφροδίτης η', Κρόνου δ', Ἄρεως δ', ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα Συρίαν· Ἰνδικήν, Ἀριανήν, Γεδρωσίαν, Θρᾴκην, Μακεδονίαν. κυριεύει δὲ τοῦ σώματος γονάτων, νεύρων· ποιεῖ δὲ ἀμαυρώσεις καὶ πηρώσεις διὰ τὴν ἄκανθαν καὶ μανιὰς καὶ ὀχλησεις δι' ὑγρῶν ἢ ῥευμάτων. ἔστι δὲ καὶ ἀσελγὲς καὶ αἰσχροποιόν. κυριεύει δὲ στοιχείων κ' καὶ χ'.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως γ' κέρατα, ἀπὸ δ' ἕως ζ' ῥίν, ἀπὸ η' ἕως ι' τράχηλος, ἀπὸ ια' ἕως ιγ' κοιλία, ἀπὸ ιδ' ἕως ιθ' ῥάχις, ἀπὸ κ' ἕως κα' ἰσχία, ἀπὸ κβ' ἕως κδ' οὐρά, ἀπὸ κε' ἕως κζ' τὰ πρὸς βορρᾶν, αἱ λοιπαὶ ὄνυχες.
Ἀποτελεῖ δὲ μικροπροσώπους, λεπτοσφύρους, φιλογυναίους, ψευδολόγους, κενοδόξους, δούλους, θεοσεβεῖς, φιλοφίλους, ἀνελλιπεῖς, ὠφελουμένους, ὥστε μηδενὸς δεῖσθαι, εὐστόμους, ριψοκινδύνους. καὶ ἐπὶ μὲν τοῦ α' δεκανοῦ μακροβίους, ἐπαφροδίτους, ἐνύγρους καὶ ἐπὶ ξένης εὐδοκιμοῦντας, πολυνόσους δὲ καὶ ἐπὶ πολὺ ἀποβάλλοντας. ἐν δὲ τῷ β' πολυπλάνους, ἐκδημητάς, ἀγαθούς, λειτουργιακούς, σινώσεως ἢ κινδύνων πεῖραν ἐν ὑγροῖς λαμβάνοντας, τὸ δὲ γῆρας τῆς νεότητος κρεῖσσον διάγοντας. ἐν δὲ τῷ γ' συνακτικούς, πολυπλάνους, ἐνδόξους, ὑπὸ πολλῶν ἀγαπωμένους καὶ ἐπὶ ξένης δοξαζομένους, εὐεργετικούς, εὐαδεῖς.
Ὑδροχόος
[Επεξεργασία]Ἑνδέκατον ζῴδιόν ἐστιν Ὑδροχόος, ἀρσενικόν, ἡμερινόν, [λογικὸν], πλάγιον, φωνῆεν, δροσογόνον, στερεόν, χειμερινόν, ἀερῶδες, κατάψυχρον, ἀνωφερές, ἀνθρωποειδές, ἀμετάβλητον [ἀμετάβολον], ἄγονον, ὀκνηρόν, λειχηνῶδες, λεπιδωτόν, νεκρῶδες, κυρτοειδές, κόσμου ἐπαναφορὰ τοῦ δυτικοῦ κέντρου καὶ ὄγδοος τόπος περὶ θανάτου, οἶκος Κρόνου, ὕψωμα καὶ ταπείνωμα οὐδενός, ἐναντίωμα Ἡλίου, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος Ζεύς.
ἔχει δὲ δεκανούς τρεῖς· καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσιν ὁ Ἠριδανὸς ποταμὸς κρατῶν κάλπην καὶ ἡ κεφαλὴ τοῦ Ἱπποκράτορος καὶ ἡ χεὶρ αὐτοῦ ἡ ἀριστερὰ τεταμένη καὶ ἡ κεφαλὴ τῆς Ἴβεως τῆς δωδεκαώρου. τῷ δὲ β' δεκανῷ παρανατέλλουσι τὰ μέσα τοῦ Ἱπποκράτορος καὶ οἱ δύο Ὄφεις ἔχοντες πρὸς ἀλλήλους συνάφειαν καὶ τὰ μέσα τῆς Ἴβεως τῆς δωδεκαώρου. τῷ δὲ γ' δεκανῷ παρανατέλλουσιν ὁ Μέγας Ὄρνις, ὃν καλοῦσι Κύκνον <. . . . . > ὃν καλοῦσιν Ἱπποκράτορα καὶ Λύκος δάκνων τὴν δεξιὰν αὐτοῦ καὶ τὰ ὀπίσθια τοῦ Πηγάσου καὶ τὰ τέλη <τῆς Ἴβεως> τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Ἀφροδίτης, ὁ β' Ἑρμοῦ, ὁ γ' Σελήνης, παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστήρ, ὃς καλεῖται Νότιος Ἰχθύς, μοιρας ιβ', νότιος, μεγέθους α', κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ, πάλιν παρανατέλλει λαμπρὸς ἀστήρ, ὃς καλεῖται Ὄρνις, μοίρας ιβ', λεπτῶν ν', βόρειος, μεγέθους β', κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
[τοῦτο τὸ ζῴδιον καθόλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, καὶ τὰ μὲν βόρεια καυσώδη, τὰ δὲ νότια δίυγρα. τούτου λαμπραὶ μοῖραι· ια', ιζ',κη', κθ'. ὅρια δ' ἐν αὐτῷ τῶν ε' πλανωμένων· Ἑρμοῦ ἀπὸ α' ἄχρις ζ', 'Ἀφροδίτης ἀπὸ η' ἕως ιγ', Διὸς ἀπὸ ιδ' ἕως κ', Ἄρεως ἀπὸ κα' ἕως κε', Κρόνου ἀπὸ κς' ἕως λ', ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἷδε· Αἴγυπτος, Σαυρομματικη, Ὠξιανή, Σογδιανή, Ἀρραβια, Ἀζανία, μέση Αἰθιοπία, κυριεύει κτλ.]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν· Ἑρμοῦ ζ', Ἀφροδίτης ς', Διὸς ζ', Ἄρεως ε', Κρόνου ε'. ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Αἴγυπτον Σαυροματικήν, Ὀξειανήν, Σογδιανήν, Ἀραβίαν. κυριεύει δὲ τοῦ σώματος κνημῶν, σκελῶν, νεύρων. ποιεῖ δὲ ὑδρωπικούς, ἀρθρητικούς, μανιώδεις, ἀποκόπους καὶ τραυματικούς καὶ ἐλεφαντιῶντας, ἰκτερικούς, μελαγχόλους, πηροὺς διὰ τὴν Κάλπην. στοιχεῖα δὲ ἔχει τὸ λ' καὶ τὸ ψ'.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως τρίτης κεφαλή, ἀπὸ δ' ἕως ζ τράχηλος, ἀπὸ η' ἕως ι κοιλία, ἀπὸ ια' ἕως ιγ' χεῖρες, ἀπὸ ιδ'ἕως ιθ' ὦμοι, ἐν δὲ τῇ κ' καρδίᾳ, ἀπὸ κα' ἕως κβ' μόρια, ἀπὸ κγ' ἕως κε' μηροί, ἀπὸ κς' ἕως κζ πόδες, ἀπὸ κη' ἕως λ' ἰσχία.
Ἀποτελεῖ δὲ εὔχροας, εὐακεῖς, εὐπαθεῖς, κενοδόξους, φιλοκαθαρίους, θρασυδείλους. καὶ ἐπὶ μὲν τοῦ α' δεκανοῦ εὐεργετικούς, ἀχαριστουμένους δὲ πολλάκις, ξενιτεύοντας καὶ εὐγάμους, φαρμακείαις ἐνοχλουμένους. ἐπὶ δὲ τοῦ β' εὐφραντικούς, παίκτας, ἀδόλους, ἐν ὑγροῖς ὀχλουμένους, ᾔδεις, εὐπραγοῦντας παρ' ὑπερέχουσι καὶ ὅπλοις ἐνδόξους. <ἐπὶ δὲ τοῦ γ'> ἀναξίους, συμπλευσομένους πολλά τε κινδυνεύοντας ἢ σινουμένους ἐξ ὑγρῶν.
Ἰχθεῖς
[Επεξεργασία]Δωδέκατον ζῴδιόν εἰσιν Ἰχθύες, θηλυκόν, δίσωμον, νυκτερινόν, πλάγιον, ὑδατῶδες, χειμερινόν, κατωφερές, ἄφωνον, ἀγαθόν, εὐμετάβολον, πολύγονον, συνουσιαστικόν, κάθυγρον, μελοκοπούμενον, λεπιδωτόν, ποικίλον, λεπρῶδες, ἀλφῶδες, ἄστατον, ἀσελγές, ὀχλικόν, πτερωτόν, κόσμου ἀγαθὸν ἀπόκλιμα, θεοῦ τόπος, οἶκος Διός, ὕψωμα Ἀφροδίτης περὶ μοίρας κζ', ταπείνωμα Ἑρμοῦ περὶ μοίρας ιε', τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη.
ἔχει δεκανούς γ'. καὶ τῷ μὲν α' δεκανῷ παρανατέλλουσι τὰ ἐμπρόσθια τοῦ Πηγάσου ἵππου ἐπτερωμένου καὶ κεφαλὴ Ἐλάφου ἔχουσα ὄφεις δύο ἐν τοῖς μυκτῆρσι καὶ ἡ ἀρχὴ τοῦ Λίνου καὶ ἡ οὐρὰ τοῦ Κροκοδείλου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι τὰ μέσα τῆς Ἐλάφου καὶ τὸ ἥμισυ τοῦ Ἐγγούνασι καὶ τὸ ἥμισυ τοῦ Κροκοδείλου τῆς δωδεκαώρου. τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τῆς Ἐλάφου καὶ τὸ ἄλλο ἥμισυ τοῦ Ἐγγούνασι καὶ τὸ τέλος τοῦ Λίνου καὶ ἡ κεφαλὴ τοῦ Κροκοδείλου τῆς δωδεκαώρου. καὶ ὁ μὲν α' δεκανὸς φέρει πρόσωπον Κρόνου, ὁ β' Διός, ὁ γ' Ἄρεως. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Ἵππου μοίρας ε', λεπτῶν ν', βόρειος, μεγέθους β', κράσεως Ἄρεως καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομεδας, μοίρας κα', βόρειος, μεγεθους β', κράσεως Ἄρεως καὶ Ἑρμοῦ.
[τοῦτο δὲ τὸ ζῴδιον καθόλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατά μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα,, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη. λαμπραὶ δὲ μοῖραι αὐτοῦ· η', ιε', κ', κγ', λ', ὅρια δὲ ἐν αὐτῷ τῶν ε' πλανωμενων. Ἀφροδίτης ἀπὸ α' ἕως η', Διὸς ἀπὸ θ' ἄχρι ιδ', Ἑρμοῦ ἀπὸ ιὲ ἕως κ', Ἄρεως ἀπὸ κα' ἕως κς', Κρόνου ἀπὸ κζ' ἕως λ', ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἷδε · Φαζανία, Νασαμωνίτις, Γαραμαντική, Λυδία, Κιλικία, Παμφυλία, κυριεύει κτλ]
ἔχει δὲ ὅρια τῶν ε' πλανητῶν· Ἀφροδίτης ιβ', Διὸς δ', Ἑρμοῦ γ', Ἄρεως θ', Κρόνου β', ἔχει δὲ ὑποτεταγμενα κλίματα ταῦτα· Ἐρυθρὰν θάλασσαν καὶ τὴν Ἰνδικὴν χώραν, Γαραμαντίαν, Λυδίαν, Κιλικίαν, Παμφυλίαν. κυριεύει δὲ τοῦ σώματος πελμάτων καὶ ἀκροποδίων καὶ νεύρων ποδῶν καὶ τῶν ἀστραγάλων. ποιεῖ δὲ ἀρθρητικούς, ποδαγρούς, ὑποκύρτους, λεπροὺς ἢ ἀλφοὺς ἢ λειχῆνας ἔχοντας ἢ ψώρας, κατωφερεῖς δὲ καὶ ἐπιψόγους, ἀσελγεῖς, πολυκοινους, ἀπὸ ἐνύγρων παθῶν ὀχλουμένους. κυριεύει δὲ στοιχείων τοῦ μ' καὶ ω'.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α' ἕως γ' κεφαλή, ἀπὸ δ' ἕως ζ' ἀνὰ μέσον ὁ σύνδεσμος, ἀπὸ η' ἕως ι' <τὰ> πρὸς νότον, ἀπὸ ια' ἕως ιγ' κοιλία, ἀπὸ ιδ' ἕως ιθ' ὦμοι, ἀπὸ κ' ἕως κζ' βόρεια, ἀπὸ κη' ἕως λ' ὄνυχες.
Ἀποτελεῖ δὲ λευκόχροας, εὔτριχας, πολυτρόπους, πολυπότας, δαπανητάς. καὶ ἐν μὲν τῷ α' δεκανῷ παραβόλους, ἀδίκους κέρδους ἕνεκα, μέσους τῷ βίῳ, ἀπολόγους ἢ παιδείας θαυμαζομένους, πολυφίλους, εὐτέχνους, ἐντίμους, γυναιξίν ἀποδεκτούς. ἐπὶ δὲ τοῦ β' καταγάστρους, περιέργους, ἐκδημητάς. ἐπὶ δὲ τοῦ γ' ἀπολαυστικούς, φιλολόγους, ἐνδόξους, πολυπείρους, ἀποδοχὴν παρὰ γυναιξίν ἔχοντας, δαπανητάς δὲ καὶ ὁρμητικοὺς καὶ πολλῶν θεατάς, ῥᾳδίως ἀποβάλλοντας καὶ κτωμένους.
Τούτων δὲ τῶν ζῳδίων τὰ μὲν εἰσιν ὀρθά, τὰ δὲ πλάγια· καὶ ὀρθὰ μὲν εἰσιν ἀπὸ Καρκίνου ἕως Τοξότου, πλάγια δὲ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων, ἐτι δὲ τούτων τὰ μὲν εἰσιν ἡμερινά, τὰ δὲ νυκτερινὰ· καὶ ἡμερινὰ μὲν εἰσιν Κριός, Δίδυμοι, Λέων, Ζυγός, Τοξότης, Ὑδροχόος, νυκτερινὰ δὲ Ταῦρος, Καρκίνος, Παρθένος, Σκορπίος, Αἰγόκερως, Ἰχθύες. τρίγωνα ἃ καὶ ἀνατολικὰ καλοῦνται Κριός Λέων Τοξότης· τὰ αὐτὰ καὶ πύρινα καὶ βασιλικά. γήινα δὲ Ταῦρος Παρθένος <Αἰγόκερως> καὶ ταῦτα βόρεια. τὸ δὲ τρίγωνον τῶν Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου ἃ καὶ πνευματώδη καλοῦνται, δυτικὸν τυγχάνει. ὁμοίως καὶ τὰ τρίγωνα Καρκίνος, Σκορπίος καὶ Ἰχθύες, ἃ καὶ ὑδατώδη καὶ πολύσπορα καλοῦσι, καὶ αὐτὰ νότια τυγχάνουσι. τετράγωνα δὲ εισι τοῦ μὲν Κριός Καρκίνος Ζυγός Αἰγόκερως ἃ καὶ τροπικα καλεῖται· πάλιν Ταῦρος Λέων Σκορπίος Ὑδροχόος ἃ στερεὰ λέγονται· δίσωμα δὲ τετράγωνα Δίδυμοι Παρθένος Τοξότης Ἰχθύες. καὶ διάμετρα μὲν τῶν τροπικῶν Κριός πρὸς Ζυγόν καὶ Καρκίνος πρὸς Αἰγόκερον, τῶν δὲ στερεῶν Ταῦρος πρὸς Σκορπίον, καὶ Λέων πρὸς Ὑδροχόον. ἐξαγωνα δὲ εἰσι τὰ ἀρσενικὰ πρὸς τὰ ἀρσενικὰ καὶ τὰ θηλυκὰ πρὸς τὰ θηλυκά. ἤτοι ἀρσενικὰ εἶσιν ἅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἡμερινὰ ἐγράψαμεν οἷον Κριός Δίδυμοι Λέων Ζυγός Τοξότης Ὑδροχόος· ταῦτα καὶ ἑξάγωνα καὶ ἡμερινὰ καὶ ἀρσενικὰ καλοῦνται· ὁ δὲ Ταῦρος καὶ Καρκίνος καὶ Παρθένος καὶ Σκορπίος καὶ Αἰγόκερως καὶ Ἰχθύες, ταῦτα πρὸς ἄλληλα πάλιν ἑξάγωνα καὶ θηλυκὰ καὶ νυκτερινὰ καλοῦνται. ἀπὸ τῶν σημείων τούτων γνωρίζεται πᾶς τις οἷός ἐστι καὶ οἵου ἀστέρος.