Μετάβαση στο περιεχόμενο

Ιφιγένεια εν Αυλίδι

Από Βικιθήκη


ἸΦΙΓΕΝΕΙΑ ἘΝ ἈΥΛΙΔΙ
Τραγῳδία



Wikipedia logo
Wikipedia logo
Η Βικιπαίδεια έχει άρθρο που έχει σχέση με το:


Ἀγαμέμνων
Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν
στεῖχε.

Πρεσβύτης
στείχω. τί δὲ καινουργεῖς,
Ἀγάμεμνον ἄναξ;

Ἀγαμέμνων
σπεύσεις;

Πρεσβύτης
σπεύδω.
μάλα τοι γῆρας τοὐμὸν ἄυπνον
καὶ ἐπ᾽ ὀφθαλμοῖς ὀξὺ πάρεστιν.    5

Ἀγαμέμνων
τίς ποτ᾽ ἄρ᾽ ἀστὴρ ὅδε πορθμεύει;

Πρεσβύτης
Σείριος ἐγγὺς τῆς ἑπταπόρου
Πλειάδος ᾁσσων ἔτι μεσσήρης.

Ἀγαμέμνων
οὔκουν φθόγγος γ᾽ οὔτ᾽ ὀρνίθων
οὔτε θαλάσσης: σιγαὶ δ᾽ ἀνέμων    10
τόνδε κατ᾽ Εὔριπον ἔχουσιν.

Πρεσβύτης
τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,
Ἀγάμεμνον ἄναξ;
ἔτι δ᾽ ἡσυχία τῇδε κατ᾽ Αὖλιν
καὶ ἀκίνητοι φυλακαὶ τειχέων.    15
στείχωμεν ἔσω.

Ἀγαμέμνων
ζηλῶ σέ, γέρον,
ζηλῶ δ᾽ ἀνδρῶν ὃς ἀκίνδυνον
βίον ἐξεπέρασ᾽ ἀγνὼς ἀκλεής:
τοὺς δ᾽ ἐν τιμαῖς ἧσσον ζηλῶ.

Πρεσβύτης
καὶ μὴν τὸ καλόν γ᾽ ἐνταῦθα βίου.    20

Ἀγαμέμνων
τοῦτο δέ γ᾽ ἐστὶν τὸ καλὸν σφαλερόν,
καὶ τὸ πρότιμον
γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντ᾽
ἀνέτρεψε βίον, τοτὲ δ᾽ ἀνθρώπων    25
γνῶμαι πολλαὶ
καὶ δυσάρεστοι διέκναισαν.

Πρεσβύτης
οὐκ ἄγαμαι ταῦτ᾽ ἀνδρὸς ἀριστέως.
οὐκ ἐπὶ πᾶσίν σ᾽ ἐφύτευσ᾽ ἀγαθοῖς,
Ἀγάμεμνον, Ἀτρεύς.    30
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι:
θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
τὰ θεῶν οὕτω βουλόμεν᾽ ἔσται.
σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας
δέλτον τε γράφεις    35
τήνδ᾽ ἣν πρὸ χερῶν ἔτι βαστάζεις,
καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς
καὶ σφραγίζεις λύεις τ᾽ ὀπίσω
ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν
κατὰ δάκρυ χέων,    40
καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς
μὴ οὐ μαίνεσθαι.
τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;
φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.
πρὸς δ᾽ ἄνδρ᾽ ἀγαθὸν πιστόν τε φράσεις:    45
σῇ γάρ μ᾽ ἀλόχῳ τότε Τυνδάρεως
πέμπει φερνὴν
συννυμφοκόμον τε δίκαιον.

 Ἀγαμέμνων
Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
Φοίβη Κλυταιμήστρα τ᾽, ἐμὴ ξυνάορος,    50
Ἑλένη τε: ταύτης οἱ τὰ πρῶτ᾽ ὠλβισμένοι
μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
δειναὶ δ᾽ ἀπειλαὶ καὶ κατ᾽ ἀλλήλων φόνος
ξυνίσταθ᾽, ὅστις μὴ λάβοι τὴν παρθένον.
τὸ πρᾶγμα δ᾽ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,    55
δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως
ἅψαιτ᾽ ἄριστα. καί νιν εἰσῆλθεν τάδε:
ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν
μνηστῆρας ἀλλήλοισι καὶ δι᾽ ἐμπύρων
σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε:    60
ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
οἴχοιτο τόν τ᾽ ἔχοντ᾽ ἀπωθοίη λέχους,
κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
Ἕλλην᾽ ὁμοίως βάρβαρόν θ᾽ ὅπλων μέτα.    65
ἐπεὶ δ᾽ ἐπιστώθησαν — εὖ δέ πως γέρων
ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί —
δίδωσ᾽ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
ἣ δ᾽ εἵλεθ᾽, ὅς σφε μήποτ᾽ ὤφελεν λαβεῖν,    70
Μενέλαον. ἐλθὼν δ᾽ ἐκ Φρυγῶν ὁ τὰς θεὰς
κρίνων ὅδ᾽, ὡς ὁ μῦθος Ἀργείων ἔχει,
Λακεδαίμον᾽, ἀνθηρὸς μὲν εἱμάτων στολῇ
χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,
ἐρῶν ἐρῶσαν ᾤχετ᾽ ἐξαναρπάσας    75
Ἑλένην πρὸς Ἴδης βούσταθμ᾽, ἔκδημον λαβὼν
Μενέλαον. ὃ δὲ καθ᾽ Ἑλλάδ᾽ οἰστρήσας δρόμῳ
ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.
τοὐντεῦθεν οὖν Ἕλληνες ᾁξαντες δορί,    80
τεύχη λαβόντες στενόπορ᾽ Αὐλίδος βάθρα
ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θ᾽ ὁμοῦ
ἵπποις τε πολλοῖς ἅρμασίν τ᾽ ἠσκημένοι.
κἀμὲ στρατηγεῖν † κἆτα Μενέλεω χάριν †
εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ    85
ἄλλος τις ὤφελ᾽ ἀντ᾽ ἐμοῦ λαβεῖν τόδε.
ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ
ἥμεσθ᾽ ἀπλοίᾳ χρώμενοι κατ᾽ Αὐλίδα.
Κάλχας δ᾽ ὁ μάντις ἀπορίᾳ κεχρημένοις
ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρ᾽ ἐγὼ    90
Ἀρτέμιδι θῦσαι τῇ τόδ᾽ οἰκούσῃ πέδον,
καὶ πλοῦν τ᾽ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν
θύσασι, μὴ θύσασι δ᾽ οὐκ εἶναι τάδε.
κλύων δ᾽ ἐγὼ ταῦτ᾽, ὀρθίῳ κηρύγματι
Ταλθύβιον εἶπον πάντ᾽ ἀφιέναι στρατόν,    95
ὡς οὔποτ᾽ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.
οὗ δή μ᾽ ἀδελφὸς πάντα προσφέρων λόγον
ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς
γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν
πέμπειν Ἀχιλλεῖ θυγατέρ᾽ ὡς γαμουμένην,    100
τό τ᾽ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,
συμπλεῖν τ᾽ Ἀχαιοῖς οὕνεκ᾽ οὐ θέλοι λέγων,
εἰ μὴ παρ᾽ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος:
πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτ᾽ ἐμήν,
ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον.    105
μόνοι δ᾽ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε
Κάλχας Ὀδυσσεὺς Μενέλεώς θ᾽. ἃ δ᾽ οὐ καλῶς
ἔγνων τότ᾽, αὖθις μεταγράφω καλῶς πάλιν
ἐς τήνδε δέλτον, ἣν κατ᾽ εὐφρόνης σκιὰν
λύοντα καὶ συνδοῦντά μ᾽ εἰσεῖδες, γέρον.    110
ἀλλ᾽ εἶα χώρει τάσδ᾽ ἐπιστολὰς λαβὼν
πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,
λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα:
πιστὸς γὰρ ἀλόχῳ τοῖς τ᾽ ἐμοῖς δόμοισιν εἶ.

Ἀγαμέμνων
πέμπω σοι πρὸς ταῖς πρόσθεν    115
δέλτους, ὦ Λήδας ἔρνος…

Πρεσβύτης
λέγε καὶ σήμαιν᾽, ἵνα καὶ γλώσσῃ
σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.

Ἀγαμέμνων
μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς
τὰν κολπώδη πτέρυγ᾽ Εὐβοίας    120
Αὖλιν ἀκλύσταν.
εἰς ἄλλας ὥρας γὰρ δὴ
παιδὸς δαίσομεν ὑμεναίους.

Πρεσβύτης
καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν
οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ    125
σοὶ σῇ τ᾽ ἀλόχῳ;
τόδε καὶ δεινόν: σήμαιν᾽ ὅ τι φῄς.

Ἀγαμέμνων
ὄνομ᾽, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς
οὐκ οἶδε γάμους, οὐδ᾽ ὅ τι πράσσομεν,
οὐδ᾽ ὅτι κείνῳ παῖδ᾽ ἐπεφήμισα    130
νυμφείους εἰς ἀγκώνων
εὐνὰς ἐκδώσειν λέκτροις.

Πρεσβύτης
δεινά γ᾽ ἐτόλμας, Ἀγάμεμνον ἄναξ,
ὃς τῷ τῆς θεᾶς σὴν παῖδ᾽ ἄλοχον
φατίσας ἦγες σφάγιον Δαναοῖς.    135

Ἀγαμέμνων
οἴμοι, γνώμας ἐξέσταν,
αἰαῖ, πίπτω δ᾽ εἰς ἄταν.
ἀλλ᾽ ἴθ᾽ ἐρέσσων σὸν πόδα, γήρᾳ
μηδὲν ὑπείκων.    140

Πρεσβύτης
σπεύδω, βασιλεῦ.

Ἀγαμέμνων
μή νυν μήτ᾽ ἀλσώδεις ἵζου
κρήνας μήθ᾽ ὕπνῳ θελχθῇς.

Πρεσβύτης
εὔφημα θρόει.

Ἀγαμέμνων
πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων
λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ    145
τροχαλοῖσιν ὄχοις παραμειψαμένη
παῖδα κομίζουσ᾽ ἐνθάδ᾽ ἀπήνη
Δαναῶν πρὸς ναῦς.

Πρεσβύτης
ἔσται τάδε.

Ἀγαμέμνων
κλῄθρων δ᾽ ἐξόρμοις
ἤν νιν πομπαῖς ἀντήσῃς,    150
πάλιν εἰσόρμα, σεῖε χαλινούς,
ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.

Πρεσβύτης
πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,
λέγε, παιδὶ σέθεν τῇ σῇ τ᾽ ἀλόχῳ;

Ἀγαμέμνων
σφραγῖδα φύλασσ᾽ ἣν ἐπὶ δέλτῳ    155
τήνδε κομίζεις. ἴθι. λευκαίνει
τόδε φῶς ἤδη λάμπουσ᾽ ἠὼς
πῦρ τε τεθρίππων τῶν Ἀελίου:
σύλλαβε μόχθων.    160
θνητῶν δ᾽ ὄλβιος ἐς τέλος οὐδεὶς
οὐδ᾽ εὐδαίμων:
οὔπω γὰρ ἔφυ τις ἄλυπος.

Χορός
ἔμολον ἀμφὶ παρακτίαν
ψάμαθον Αὐλίδος ἐναλίας,
Εὐρίπου διὰ χευμάτων
κέλσασα στενοπόρθμων,
Χαλκίδα πόλιν ἐμὰν προλιποῦσ᾽,
ἀγχιάλων ὑδάτων τροφὸν
τᾶς κλεινᾶς Ἀρεθούσας,    170
Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν
Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ-
μιθέων, οὓς ἐπὶ Τροίαν
ἐλάταις χιλιόναυσιν
τὸν ξανθὸν Μενέλαόν θ᾽    175
ἁμέτεροι πόσεις
ἐνέπουσ᾽ Ἀγαμέμνονά τ᾽ εὐπατρίδαν
στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπ᾽
Εὐρώτα δονακοτρόφου
Πάρις ὁ βουκόλος ἃν ἔλαβε    180
δῶρον τᾶς Ἀφροδίτας,
ὅτ᾽ ἐπὶ κρηναίαισι δρόσοις
Ἥρᾳ Παλλάδι τ᾽ ἔριν ἔριν
μορφᾶς ἁ Κύπρις ἔσχεν.
πολύθυτον δὲ δι᾽ ἄλσος Ἀρ-    185
τέμιδος ἤλυθον ὀρομένα,
φοινίσσουσα παρῇδ᾽ ἐμὰν
αἰσχύνᾳ νεοθαλεῖ,
ἀσπίδος ἔρυμα καὶ κλισίας
ὁπλοφόρους Δαναῶν θέλουσ᾽    190
ἵππων τ᾽ ὄχλον ἰδέσθαι.
κατεῖδον δὲ δύ᾽ Αἴαντε συνέδρω,
τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν
Σαλαμῖνος στέφανον: Πρω-
τεσίλαόν τ᾽ ἐπὶ θάκοις    195
πεσσῶν ἡδομένους μορ-
φαῖσι πολυπλόκοις
Παλαμήδεά θ᾽, ὃν τέκε παῖς ὁ Ποσει-
δᾶνος, Διομήδεά θ᾽ ἡδο-
ναῖς δίσκου κεχαρημένον,    200
παρὰ δὲ Μηριόνην, Ἄρεος
ὄζον, θαῦμα βροτοῖσιν,
τὸν ἀπὸ νησαίων τ᾽ ὀρέων
Λαέρτα τόκον, ἅμα δὲ Νι-
ρέα, κάλλιστον Ἀχαιῶν.    205
τὸν ἰσάνεμόν τε ποδοῖν
λαιψηροδρόμον Ἀχιλῆα,
τὸν ἁ Θέτις τέκε καὶ Χείρων
ἐξεπόνησεν, εἶδον
αἰγιαλοῖς παρά τε κροκάλαις    210
δρόμον ἔχοντα σὺν ὅπλοις:
ἅμιλλαν δ᾽ ἐπόνει ποδοῖν
πρὸς ἅρμα τέτρωρον
ἑλίσσων περὶ νίκας.    215
ὁ δὲ διφρηλάτας ἐβοᾶτ᾽,
Εὔμηλος Φερητιάδας,
ᾧ καλλίστους ἰδόμαν
χρυσοδαιδάλτους στομίοις
πώλους κέντρῳ θεινομένους,    220
τοὺς μὲν μέσους ζυγίους
λευκοστίκτῳ τριχὶ βαλιούς,
τοὺς δ᾽ ἔξω σειροφόρους
ἀντήρεις καμπαῖσι δρόμων,
πυρσότριχας, μονόχαλα δ᾽ ὑπὸ σφυρὰ    225
ποικιλοδέρμονας: οἷς παρεπάλλετο
Πηλεΐδας σὺν ὅπλοισι παρ᾽ ἄντυγα καὶ σύ-
ριγγας ἁρματείους.    230
ναῶν δ᾽ εἰς ἀριθμὸν ἤλυθον
καὶ θέαν ἀθέσφατον,
τὰν γυναικεῖον ὄψιν ὀμμάτων
ὡς πλήσαιμι, μέλινον ἁδονάν.
καὶ κέρας μὲν ἦν    235
δεξιὸν πλάτας ἔχων
Φθιώτας ὁ Μυρμιδὼν Ἄρης
πεντήκοντα ναυσὶ θουρίαις.
χρυσέαις δ᾽ εἰκόσιν κατ᾽ ἄκρα Νη-
ρῇδες ἕστασαν θεαί,    240
πρύμναις σῆμ᾽ Ἀχιλλείου στρατοῦ.
Ἀργείων δὲ ταῖσδ᾽ ἰσήρετμοι
νᾶες ἕστασαν πέλας:
ὧν ὁ Μηκιστέως στρατηλάτας
παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,    245
Καπανέως τε παῖς
Σθένελος: Ἀτθίδας δ᾽ ἄγων
ἑξήκοντα ναῦς ὁ Θησέως
παῖς ἑξῆς ἐναυλόχει, θεὰν
Παλλάδ᾽ ἐν μωνύχοις ἔχων πτερω-    250
τοῖσιν ἅρμασιν θετόν,
εὔσημόν γε φάσμα ναυβάταις.
Βοιωτῶν δ᾽ ὅπλισμα πόντιον
πεντήκοντα νῆας εἰδόμαν
σημείοισιν ἐστολισμένας:    255
τοῖς δὲ Κάδμος ἦν
χρύσεον δράκοντ᾽ ἔχων
ἀμφὶ ναῶν κόρυμβα:
Λήιτος δ᾽ ὁ γηγενὴς
ἆρχε ναΐου στρατοῦ:    260
Φωκίδος δ᾽ ἀπὸ χθονὸς
Λοκρᾶς τε τοῖσδ᾽ ἴσας ἄγων
ναῦς ἦλθ᾽ Οἰλέως τόκος κλυτὰν
Θρονιάδ᾽ ἐκλιπὼν πόλιν.
Μυκήνας δὲ τᾶς Κυκλωπίας    265
παῖς Ἀτρέως ἔπεμπε ναυβάτας
ναῶν ἑκατὸν ἠθροϊσμένους:
σὺν δ᾽ Ἄδραστος ἦν
ταγός, ὡς φίλος φίλῳ,
τᾶς φυγούσας μέλαθρα    270
βαρβάρων χάριν γάμων
πρᾶξιν Ἑλλὰς ὡς λάβοι.
ἐκ Πύλου δὲ Νέστορος
Γερηνίου κατειδόμαν
πρύμνας σῆμα ταυρόπουν ὁρᾶν,    275
τὸν πάροικον Ἀλφεόν.
Αἰνιάνων δὲ δωδεκάστολοι
νᾶες ἦσαν, ὧν ἄναξ
Γουνεὺς ἆρχε: τῶνδε δ᾽ αὖ πέλας
Ἤλιδος δυνάστορες,    280
οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς:
Εὔρυτος δ᾽ ἄνασσε τῶνδε,
λευκήρετμον δ᾽ Ἄρη
Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,
Φυλέως λόχευμα,    285
τὰς Ἐχίνας λιπὼν
νήσους ναυβάταις ἀπροσφόρους.
Αἴας δ᾽ ὁ Σαλαμῖνος ἔντροφος
δεξιὸν κέρας † πρὸς τὸ λαιὸν ξυνᾶγε †,    290
τῶν ἆσσον ὥρμει πλάταισιν
ἐσχάταισι συμπλέκων
δώδεκ᾽ εὐστροφωτάταισι ναυσίν. ὣς
ἄιον καὶ ναυβάταν
εἰδόμαν λεών:    295
ᾧ τις εἰ προσαρμόσει
βαρβάρους βάριδας,
νόστον οὐκ ἀποίσεται,
ἐνθάδ᾽ οἷον εἰδόμαν
νάιον πόρευμα,    300
τὰ δὲ κατ᾽ οἴκους κλύουσα συγκλήτου
μνήμην σῴζομαι στρατεύματος.

Πρεσβύτης
Μενέλαε, τολμᾷς δείν᾽, ἅ σ᾽ οὐ τολμᾶν χρεών.

Μενέλαος
ἄπελθε: λίαν δεσπόταισι πιστὸς εἶ.

Πρεσβύτης
καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.    305

Μενέλαος
κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.

Πρεσβύτης
οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ 'φερον.

Μενέλαος
οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.

Πρεσβύτης
ἄλλοις ἁμιλλῶ ταῦτ᾽: ἄφες δὲ τήνδ᾽ ἐμοί.

Μενέλαος
οὐκ ἂν μεθείμην.    310

Πρεσβύτης
οὐδ᾽ ἔγωγ᾽ ἀφήσομαι.

Μενέλαος
σκήπτρῳ τάχ᾽ ἆρα σὸν καθαιμάξω κάρα.

Πρεσβύτης
ἀλλ᾽ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ.

Μενέλαος
μέθες: μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.

Πρεσβύτης
ὦ δέσποτ᾽, ἀδικούμεσθα. σὰς δ᾽ ἐπιστολὰς
ἐξαρπάσας ὅδ᾽ ἐκ χερῶν ἐμῶν βίᾳ,    315
Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.

Ἀγαμέμνων
ἔα:
τίς ποτ᾽ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;

Μενέλαος
οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.

Ἀγαμέμνων
σὺ δὲ τί τῷδ᾽ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τ᾽ ἄγεις;

Μενέλαος
βλέψον εἰς ἡμᾶς, ἵν᾽ ἀρχὰς τῶν λόγων ταύτας λάβω.    320

Ἀγαμέμνων
μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;

Μενέλαος
τήνδ᾽ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;

Ἀγαμέμνων
εἰσορῶ: καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.

Μενέλαος
οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.

Ἀγαμέμνων
ἦ γὰρ οἶσθ᾽ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρ᾽ ἀνείς;    325

Μενέλαος
ὥστε σ᾽ ἀλγῦναί γ᾽, ἀνοίξας ἃ σὺ κάκ᾽ εἰργάσω λάθρᾳ.

Ἀγαμέμνων
ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.

Μενέλαος
προσδοκῶν σὴν παῖδ᾽ ἀπ᾽ Ἄργους, εἰ στράτευμ᾽ ἀφίξεται.

Ἀγαμέμνων
τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;

Μενέλαος
ὅτι τὸ βούλεσθαί μ᾽ ἔκνιζε: σὸς δὲ δοῦλος οὐκ ἔφυν.    330

Ἀγαμέμνων
οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;

Μενέλαος
πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ᾽ αὐτίκα.

Ἀγαμέμνων
εὖ κεκόμψευσαι πονηρά: γλῶσσ᾽ ἐπίφθονον σοφή.

Μενέλαος
νοῦς δέ γ᾽ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
βούλομαι δέ σ᾽ ἐξελέγξαι, καὶ σὺ μήτ᾽ ὀργῆς ὕπο    335
ἀποτρέπου τἀληθὲς οὔτ᾽ αὖ κατατενῶ λίαν ἐγώ.
οἶσθ᾽, ὅτ᾽ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,
τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,
ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων
καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν    340
καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι —
τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;
κᾆτ᾽, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους
τοῖς φίλοισιν οὐκέτ᾽ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,
δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δ᾽ οὐ χρεὼν    345
τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,
ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,
ἡνίκ᾽ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.
ταῦτα μέν σε πρῶτ᾽ ἐπῆλθον, ἵνα σε πρῶθ᾽ ηὗρον κακόν.
ὡς δ᾽ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός,    350
οὐδὲν ἦσθ᾽, ἀλλ᾽ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν,
οὐρίας πομπῆς σπανίζων: Δαναΐδαι δ᾽ ἀφιέναι
ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.
ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τ᾽, εἰ μὴ νεῶν
χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.    355
κἀμὲ παρεκάλεις: Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; —
ὥστε μὴ στερέντα σ᾽ ἀρχῆς ἀπολέσαι καλὸν κλέος.
κᾆτ᾽, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην
Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας
ἄσμενος θύσειν ὑπέστης παῖδα: καὶ πέμπεις ἑκών,    360
οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν
δεῦρ᾽ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.
κᾆθ᾽ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,
ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.
οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδ᾽ ἤκουσεν σέθεν.    365
μυρίοι δέ τοι πεπόνθασ᾽ αὐτό: πρὸς τὰ πράγματα
ἐκπονοῦσ᾽ ἔχοντες, εἶτα δ᾽ ἐξεχώρησαν κακῶς,
τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δ᾽ ἐνδίκως
ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.
Ἑλλάδος μάλιστ᾽ ἔγωγε τῆς ταλαιπώρου στένω,    370
ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας
καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.
μηδέν᾽ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,
μηδ᾽ ὅπλων ἄρχοντα: νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν:
πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.    375

Χορός
δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους
μάχας θ᾽, ὅταν ποτ᾽ ἐμπέσωσιν εἰς ἔριν.

Ἀγαμέμνων
βούλομαί σ᾽ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω
βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,
ὡς ἀδελφὸν ὄντ᾽: ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.    380
εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμ᾽ ἔχων;
τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρ᾽ ἐρᾷς λαβεῖν;
οὐκ ἔχοιμ᾽ ἄν σοι παρασχεῖν: ὧν γὰρ ἐκτήσω, κακῶς
ἦρχες. εἶτ᾽ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;
οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλ᾽ ἐν ἀγκάλαις    385
εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς
καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.
εἰ δ᾽ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,
μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος
ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.    390
ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες
φιλόγαμοι μνηστῆρες — ἡ δέ γ᾽ Ἐλπίς, οἶμαι μέν, θεός,
κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος —
οὓς λαβὼν στράτευε: ἕτοιμοι δ᾽ εἰσὶ μωρίᾳ φρενῶν.
οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾽ ἔχει συνιέναι
τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.    395
τἀμὰ δ᾽ οὐκ ἀποκτενῶ 'γὼ τέκνα: κοὐ τὸ σὸν μὲν εὖ
παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,
ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,
ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.
ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια:    400
εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμ᾽ ἐγὼ θήσω καλῶς.

Χορός
οἵδ᾽ αὖ διάφοροι τῶν πάρος λελεγμένων
μύθων, καλῶς δ᾽ ἔχουσι, φείδεσθαι τέκνων.

Μενέλαος
αἰαῖ, φίλους ἄρ᾽ οὐχὶ κεκτήμην τάλας.

Ἀγαμέμνων
εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.    405

Μενέλαος
δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;

Ἀγαμέμνων
συνσωφρονεῖν σοι βούλομ᾽, ἀλλ᾽ οὐ συννοσεῖν.

Μενέλαος
ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.

Ἀγαμέμνων
εὖ δρῶν παρακάλει μ᾽, ἀλλὰ μὴ λυπῶν ἐμέ.

Μενέλαος
οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;    410

Ἀγαμέμνων
Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.

Μενέλαος
σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.
ἐγὼ δ᾽ ἐπ᾽ ἄλλας εἶμι μηχανάς τινας
φίλους τ᾽ ἐπ᾽ ἄλλους —

Αγγελος Α
ὦ Πανελλήνων ἄναξ,
Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,    415
ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.
μήτηρ δ᾽ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,
χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
ἀλλ᾽ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ    420
κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
αὐταί τε πῶλοί τ᾽: ἐς δὲ λειμώνων χλόην
καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν
ἥκω: πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ    425
διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην.
πᾶς δ᾽ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,
σὴν παῖδ᾽ ὅπως ἴδωσιν: οἱ δ᾽ εὐδαίμονες
ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
λέγουσι δ᾽: Ὑμέναιός τις ἢ τί πράσσεται;    430
ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ
ἐκόμισε παῖδα; τῶν δ᾽ ἂν ἤκουσας τάδε:
Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,
Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
ἀλλ᾽ εἶα, τἀπὶ τοισίδ᾽ ἐξάρχου κανᾶ,    435
στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας
λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος:
φῶς γὰρ τόδ᾽ ἥκει μακάριον τῇ παρθένῳ.

Ἀγαμέμνων
ἐπῄνεσ᾽, ἀλλὰ στεῖχε δωμάτων ἔσω:    440
τὰ δ᾽ ἄλλ᾽ ἰούσης τῆς τύχης ἔσται καλῶς.
οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
ἐς οἷ᾽ ἀνάγκης ζεύγματ᾽ ἐμπεπτώκαμεν.
ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.    445
ἡ δυσγένεια δ᾽ ὡς ἔχει τι χρήσιμον.
καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
ἅπαντά τ᾽ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
τὸν ὄγκον ἔχομεν τῷ τ᾽ ὄχλῳ δουλεύομεν.    450
ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
τὸ μὴ δακρῦσαι δ᾽ αὖθις αἰδοῦμαι τάλας,
ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
εἶἑν: τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;    455
καὶ γάρ μ᾽ ἀπώλεσ᾽ ἐπὶ κακοῖς ἅ μοι πάρος
ἐλθοῦσ᾽ ἄκλητος. εἰκότως δ᾽ ἅμ᾽ ἕσπετο
θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
δώσουσ᾽, ἵν᾽ ἡμᾶς ὄντας εὑρήσει κακούς.
τὴν δ᾽ αὖ τάλαιναν παρθένον — τί παρθένον;    460
Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα —
ὡς ᾤκτισ᾽: οἶμαι γάρ νιν ἱκετεύσειν τάδε:
Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.
παρὼν δ᾽ Ὀρέστης ἐγγὺς ἀναβοήσεται    465
οὐ συνετὰ συνετῶς: ἔτι γάρ ἐστι νήπιος.
αἰαῖ, τὸν Ἑλένης ὥς μ᾽ ἀπώλεσεν γάμον
γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.

Χορός
κἀγὼ κατῴκτιρ᾽, ὡς γυναῖκα δεῖ ξένην
ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.    470

Μενέλαος
ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.

Ἀγαμέμνων
δίδωμι: σὸν γὰρ τὸ κράτος, ἄθλιος δ᾽ ἐγώ.

Μενέλαος
Πέλοπα κατόμνυμ᾽, ὃς πατὴρ τοὐμοῦ πατρὸς
τοῦ σοῦ τ᾽ ἐκλήθη, τὸν τεκόντα τ᾽ Ἀτρέα,
ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς    475
καὶ μὴ 'πίτηδες μηδέν, ἀλλ᾽ ὅσον φρονῶ.
ἐγώ σ᾽ ἀπ᾽ ὄσσων ἐκβαλόντ᾽ ἰδὼν δάκρυ
ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν
καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
οὐκ ἐς σὲ δεινός: εἰμὶ δ᾽ οὗπερ εἶ σὺ νῦν:    480
καί σοι παραινῶ μήτ᾽ ἀποκτείνειν τέκνον
μήτ᾽ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον
σὲ μὲν στενάζειν, τἀμὰ δ᾽ ἡδέως ἔχειν,
θνῄσκειν τε τοὺς σούς, τοὺς δ᾽ ἐμοὺς ὁρᾶν φάος.
τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους    485
ἄλλους λάβοιμ᾽ ἄν, εἰ γάμων ἱμείρομαι;
ἀλλ᾽ ἀπολέσας ἀδελφόν, ὅν μ᾽ ἥκιστα χρῆν,
Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;
ἄφρων νέος τ᾽ ἦ, πρὶν τὰ πράγματ᾽ ἐγγύθεν
σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.    490
ἄλλως τέ μ᾽ ἔλεος τῆς ταλαιπώρου κόρης
ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
μέλλει. τί δ᾽ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;
ἴτω στρατεία διαλυθεῖσ᾽ ἐξ Αὐλίδος,    495
σὺ δ᾽ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
μὴ 'μοὶ μετέστω: σοὶ νέμω τοὐμὸν μέρος.
ἀλλ᾽ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;    500
εἰκὸς πέπονθα: τὸν ὁμόθεν πεφυκότα
στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.

Χορός
γενναῖ᾽ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς
πρέποντα: προγόνους οὐ καταισχύνεις σέθεν.    505

Ἀγαμέμνων
αἰνῶ σε, Μενέλα᾽, ὅτι παρὰ γνώμην ἐμὴν
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ᾽ ἀξίως.
ταραχὴ δ᾽ ἀδελφῶν διά τ᾽ ἔρωτα γίγνεται
πλεονεξίαν τε δωμάτων: ἀπέπτυσα
τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.    510
ἀλλ᾽ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.

Μενέλαος
πῶς; τίς δ᾽ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;

Ἀγαμέμνων
ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.

Μενέλαος
οὔκ, ἤν νιν εἰς Ἄργος γ᾽ ἀποστείλῃς πάλιν.    515

Ἀγαμέμνων
λάθοιμι τοῦτ᾽ ἄν. ἀλλ᾽ ἐκεῖν᾽ οὐ λήσομεν.

Μενέλαος
τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.

Ἀγαμέμνων
Κάλχας ἐρεῖ μαντεύματ᾽ Ἀργείων στρατῷ.

Μενέλαος
οὔκ, ἢν θάνῃ γε πρόσθε: τοῦτο δ᾽ εὐμαρές.

Ἀγαμέμνων
τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.    520

Μενέλαος
† κοὐδέν γ᾽ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. †

Ἀγαμέμνων
ἐκεῖνο δ᾽ οὐ δέδοικας ὃ ἔμ᾽ ἐσέρχεται;

Μενέλαος
ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμ᾽ ἂν λόγον;

Ἀγαμέμνων
τὸ Σισύφειον σπέρμα πάντ᾽ οἶδεν τάδε.

Μενέλαος
οὐκ ἔστ᾽ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.    525

Ἀγαμέμνων
ποικίλος ἀεὶ πέφυκε τοῦ τ᾽ ὄχλου μέτα.

Μενέλαος
φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.

Ἀγαμέμνων
οὐκ οὖν δοκεῖς νιν στάντ᾽ ἐν Ἀργείοις μέσοις
λέξειν ἃ Κάλχας θέσφατ᾽ ἐξηγήσατο,
κἄμ᾽ ὡς ὑπέστην θῦμα, κᾆτ᾽ ἐψευδόμην,    530
Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
σὲ κἄμ᾽ ἀποκτείναντας Ἀργείους κόρην
σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
συναρπάσουσι καὶ κατασκάψουσι γῆν.    535
τοιαῦτα τἀμὰ πήματ᾽: ὦ τάλας ἐγώ,
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
μάθῃ, πρὶν Ἅιδῃ παῖδ᾽ ἐμὴν προσθῶ λαβών,    540
ὡς ἐπ᾽ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.

Χορός
μάκαρες οἳ μετρίας θεοῦ
μετά τε σωφροσύνας μετέ-
σχον λέκτρων Ἀφροδίτας,    545
γαλανείᾳ χρησάμενοι
μανιάδων οἴστρων, ὅθι δὴ
δίδυμ᾽ Ἔρως ὁ χρυσοκόμας
τόξ᾽ ἐντείνεται χαρίτων,
τὸ μὲν ἐπ᾽ εὐαίωνι πότμῳ,    550
τὸ δ᾽ ἐπὶ συγχύσει βιοτᾶς.
ἀπενέπω νιν ἁμετέρων,
Κύπρι καλλίστα, θαλάμων.
εἴη δέ μοι μετρία μὲν
χάρις, πόθοι δ᾽ ὅσιοι,    555
καὶ μετέχοιμι τᾶς Ἀφροδί-
τας, πολλὰν δ᾽ ἀποθείμαν.

Χορός
διάφοροι δὲ φύσεις βροτῶν,
διάφοροι δὲ τρόποι: τὸ δ᾽ ὀρ-
θῶς ἐσθλὸν σαφὲς αἰεί:    560
τροφαί θ᾽ αἱ παιδευόμεναι
μέγα φέρουσ᾽ ἐς τὰν ἀρετάν:
τό τε γὰρ αἰδεῖσθαι σοφία,
τάν τ᾽ ἐξαλλάσσουσαν ἔχει
χάριν ὑπὸ γνώμας ἐσορᾶν    565
τὸ δέον, ἔνθα δόξα φέρει
κλέος ἀγήρατον βιοτᾷ.
μέγα τι θηρεύειν ἀρετάν,
γυναιξὶ μὲν κατὰ Κύπριν
κρυπτάν, ἐν ἀνδράσι δ᾽ αὖ    570
κόσμος ἐνὼν ὁ μυριοπλη-
θὴς μείζω πόλιν αὔξει.

Χορός
ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε
βουκόλος ἀργενναῖς ἐτράφης
Ἰδαίαις παρὰ μόσχοις,    575
βάρβαρα συρίζων, Φρυγίων
αὐλῶν Ὀλύμπου καλάμοις
μιμήματα πνείων.
εὔθηλοι δὲ τρέφοντο βόες,
ὅτε σε κρίσις ἔμηνε θεᾶν,    580
ἅ σ᾽ Ἑλλάδα πέμπει:
ἐλεφαντοδέτων πάροι-
θεν δόμων δὲ στὰς Ἑλένας
ἐν ἀντωποῖς βλεφάροισιν
ἔρωτά τ᾽ ἔδωκας, ἔρωτι δ᾽    585
αὐτὸς ἐπτοάθης.
ὅθεν ἔρις ἔριν
Ἑλλάδα σὺν δορὶ ναυσί τ᾽ ἄγει
ἐς Τροίας πέργαμα…

Χορός ανδρων Αργειων
ἰὼ ἰώ: μεγάλαι μεγάλων    590
εὐδαιμονίαι: τὴν τοῦ βασιλέως
ἴδετ᾽ Ἰφιγένειαν, ἄνασσαν ἐμήν,
τὴν Τυνδάρεω τε Κλυταιμήστραν:
ὡς ἐκ μεγάλων ἐβλαστήκασ᾽
ἐπί τ᾽ εὐμήκεις ἥκουσι τύχας.    595
θεοί γ᾽ οἱ κρείσσους οἵ τ᾽ ὀλβοφόροι
τοῖς οὐκ εὐδαίμοσι θνητῶν.

Χορός
στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,
τὴν βασίλειαν δεξώμεθ᾽ ὄχων
ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,    600
ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ,
μὴ ταρβήσῃ † νεωστί μοι μολὸν
κλεινὸν τέκνον Ἀγαμέμνονος,
μηδὲ θόρυβον † μηδ᾽ ἔκπληξιν
ταῖς Ἀργείαις    605
ξεῖναι ξείναις παρέχωμεν.

Κλυταιμήστρα
ὄρνιθα μὲν τόνδ᾽ αἴσιον ποιούμεθα,
τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν:
ἐλπίδα δ᾽ ἔχω τιν᾽ ὡς ἐπ᾽ ἐσθλοῖσιν γάμοις
πάρειμι νυμφαγωγός. ἀλλ᾽ ὀχημάτων    610
ἔξω πορεύεθ᾽ ἃς φέρω φερνὰς κόρῃ,
καὶ πέμπετ᾽ ἐς μέλαθρον εὐλαβούμενοι.
σὺ δ᾽, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,
ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θ᾽ ἅμα.
ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι    615
δέξασθε καὶ πορεύσατ᾽ ἐξ ὀχημάτων.
κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,
θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
αἳ δ᾽ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν:
φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν:    620
καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,
λάζυσθ᾽, Ὀρέστην: ἔτι γάρ ἐστι νήπιος.
τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
ἔγειρ᾽ ἀδελφῆς ἐφ᾽ ὑμέναιον εὐτυχῶς:
ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν    625
λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.
ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον:
πρὸς μητέρ᾽, Ἰφιγένεια, μακαρίαν δέ με
ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,
καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον.    630

Ἰφιγένεια
ὦ μῆτερ, ὑποδραμοῦσά σ᾽: ὀργισθῇς δὲ μή:
πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.

Κλυταιμήστρα
ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.

Ἰφιγένεια
ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρν᾽, ὦ πάτερ,    635
ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου:
ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.

Κλυταιμήστρα
ἀλλ᾽, ὦ τέκνον, χρή: φιλοπάτωρ δ᾽ ἀεί ποτ᾽ εἶ
μάλιστα παίδων τῷδ᾽ ὅσους ἐγὼ 'τεκον.

Ἰφιγένεια
ὦ πάτερ, ἐσεῖδόν σ᾽ ἀσμένη πολλῷ χρόνῳ.    640

Ἀγαμέμνων
καὶ γὰρ πατὴρ σέ: τόδ᾽ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.

Ἰφιγένεια
χαῖρ᾽: εὖ δέ μ᾽ ἀγαγὼν πρὸς σ᾽ ἐποίησας, πάτερ.

Ἀγαμέμνων
οὐκ οἶδ᾽ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.

Ἰφιγένεια
ἔα:
ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μ᾽ ἰδών.

Ἀγαμέμνων
Ἰφιγένεια
παρ᾽ ἐμοὶ γενοῦ νῦν, μὴ 'πὶ φροντίδας τρέπου.

Ἀγαμέμνων
ἀλλ᾽ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.

Ἰφιγένεια
μέθες νυν ὀφρὺν ὄμμα τ᾽ ἔκτεινον φίλον.

Ἀγαμέμνων
ἰδού, γέγηθά σ᾽ ὡς γέγηθ᾽ ὁρῶν, τέκνον.

Ἰφιγένεια
κἄπειτα λείβεις δάκρυ᾽ ἀπ᾽ ὀμμάτων σέθεν;    650

Ἀγαμέμνων
μακρὰ γὰρ ἡμῖν ἡ 'πιοῦσ᾽ ἀπουσία.

Ἰφιγένεια
† οὐκ οἶδ᾽ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατ᾽ ἐμοὶ πάτερ. †

Ἀγαμέμνων
συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ᾽ ἄγεις.

Ἰφιγένεια
ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ᾽ εὐφρανῶ.

Ἀγαμέμνων
παπαῖ. τὸ σιγᾶν οὐ σθένω: σὲ δ᾽ ᾔνεσα.    655

Ἰφιγένεια
μέν᾽, ὦ πάτερ, κατ᾽ οἶκον ἐπὶ τέκνοις σέθεν.

Ἀγαμέμνων
θέλω γε: τὸ θέλειν δ᾽ οὐκ ἔχων ἀλγύνομαι.

Ἰφιγένεια
ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.

Ἀγαμέμνων
ἄλλους ὀλεῖ πρόσθ᾽ ἃ ἐμὲ διολέσαντ᾽ ἔχει.

Ἰφιγένεια
ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.    660

Ἀγαμέμνων
καὶ νῦν γέ μ᾽ ἴσχει δή τι μὴ στέλλειν στρατόν.

Ἰφιγένεια
ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;

Ἀγαμέμνων
οὗ μήποτ᾽ οἰκεῖν ὤφελ᾽ ὁ Πριάμου Πάρις.

Ἰφιγένεια
μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.

Ἀγαμέμνων
† εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. †    665

Ἰφιγένεια
φεῦ:
εἴθ᾽ ἦν καλόν μοι σοί τ᾽ ἄγειν σύμπλουν ἐμέ.

Ἀγαμέμνων
ἔτ᾽ ἔστι καὶ σοὶ πλοῦς, ἵν᾽ ἀμμνήσῃ πατρός.

Ἰφιγένεια
σὺν μητρὶ πλεύσασ᾽ ἢ μόνη πορεύσομαι;

Ἀγαμέμνων
μόνη, μονωθεῖσ᾽ ἀπὸ πατρὸς καὶ μητέρος.

Ἰφιγένεια
οὔ πού μ᾽ ἐς ἄλλα δώματ᾽ οἰκίζεις, πάτερ;    670

Ἀγαμέμνων
ἐατέ᾽: οὐ χρὴ τοιάδ᾽ εἰδέναι κόρας.

Ἰφιγένεια
σπεῦδ᾽ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.

Ἀγαμέμνων
θῦσαί με θυσίαν πρῶτα δεῖ τιν᾽ ἐνθάδε.

Ἰφιγένεια
ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ᾽ εὐσεβὲς σκοπεῖν.

Ἀγαμέμνων
εἴσῃ σύ: χερνίβων γὰρ ἑστήξῃ πέλας.    675

Ἰφιγένεια
στήσομεν ἄρ᾽ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;

Ἀγαμέμνων
ζηλῶ σὲ μᾶλλον ἢ 'μὲ τοῦ μηδὲν φρονεῖν.
χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις
πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι,
μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.    680
ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,
ὡς ἄχθος ὑμῖν ἐγένεθ᾽ ἡ Φρυγῶν πόλις
Ἑλένη τε. — παύω τοὺς λόγους: ταχεῖα γὰρ
νοτὶς διώκει μ᾽ ὀμμάτων ψαύσαντά σου.
ἴθ᾽ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,    685
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
μέλλων Ἀχιλλεῖ θυγατέρ᾽ ἐκδώσειν ἐμήν.
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ᾽ ὅμως
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.    690

Κλυταιμήστρα
οὐχ ὧδ᾽ ἀσύνετός εἰμι, πείσεσθαι δέ με
καὐτὴν δόκει τάδ᾽, ὥστε μή σε νουθετεῖν,
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην:
ἀλλ᾽ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
τοὔνομα μὲν οὖν παῖδ᾽ οἶδ᾽ ὅτῳ κατῄνεσας,    695
γένους δ᾽ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.

Ἀγαμέμνων
Αἴγινα θυγάτηρ ἐγένετ᾽ Ἀσωποῦ πατρός.

Κλυταιμήστρα
ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;

Ἀγαμέμνων
Ζεύς: Αἰακὸν δ᾽ ἔφυσεν, Οἰνώνης πρόμον.

Κλυταιμήστρα
τὰ δ᾽ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;    700

Ἀγαμέμνων
Πηλεύς: ὁ Πηλεὺς δ᾽ ἔσχε Νηρέως κόρην.

Κλυταιμήστρα
θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;

Ἀγαμέμνων
Ζεὺς ἠγγύησε καὶ δίδωσ᾽ ὁ κύριος.

Κλυταιμήστρα
γαμεῖ δὲ ποῦ νιν; ἦ κατ᾽ οἶδμα πόντιον;

Ἀγαμέμνων
Χείρων ἵν᾽ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.    705

Κλυταιμήστρα
οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;

Ἀγαμέμνων
ἐνταῦθ᾽ ἔδαισαν Πηλέως γάμους θεοί.

Κλυταιμήστρα
Θέτις δ᾽ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;

Ἀγαμέμνων
Χείρων, ἵν᾽ ἤθη μὴ μάθοι κακῶν βροτῶν.

Κλυταιμήστρα
φεῦ:    710
σοφός γ᾽ ὁ θρέψας χὡ διδοὺς σοφώτερος.

Ἀγαμέμνων
τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.

Κλυταιμήστρα
οὐ μεμπτός. οἰκεῖ δ᾽ ἄστυ ποῖον Ἑλλάδος;

Ἀγαμέμνων
Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.

Κλυταιμήστρα
ἐκεῖσ᾽ ἀπάξει σὴν ἐμήν τε παρθένον;

Ἀγαμέμνων
κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.    715

Κλυταιμήστρα
ἀλλ᾽ εὐτυχοίτην. τίνι δ᾽ ἐν ἡμέρᾳ γαμεῖ;

Ἀγαμέμνων
ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.

Κλυταιμήστρα
προτέλεια δ᾽ ἤδη παιδὸς ἔσφαξας θεᾷ;

Ἀγαμέμνων
μέλλω: 'πὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.

Κλυταιμήστρα
κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;    720

Ἀγαμέμνων
θύσας γε θύμαθ᾽ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.

Κλυταιμήστρα
ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;

Ἀγαμέμνων
ἐνθάδε παρ᾽ εὐπρύμνοισιν Ἀργείων πλάταις.

Κλυταιμήστρα
καλῶς ἀναγκαίως τε: συνενέγκοι δ᾽ ὅμως.

Ἀγαμέμνων
οἶσθ᾽ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.    725

Κλυταιμήστρα
τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.

Ἀγαμέμνων
ἡμεῖς μὲν ἐνθάδ᾽, οὗπέρ ἐσθ᾽ ὁ νυμφίος…

Κλυταιμήστρα
μητρὸς τί χωρὶς δράσεθ᾽, ἃ ἐμὲ δρᾶν χρεών;

Ἀγαμέμνων
ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.

Κλυταιμήστρα
ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;    730

Ἀγαμέμνων
χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.

Κλυταιμήστρα
λιποῦσα παῖδα; τίς δ᾽ ἀνασχήσει φλόγα;

Ἀγαμέμνων
ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.

Κλυταιμήστρα
οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλ᾽ ἡγητέα.

Ἀγαμέμνων
οὐ καλὸν ἐν ὄχλῳ σ᾽ ἐξομιλεῖσθαι στρατοῦ.    735

Κλυταιμήστρα
καλὸν τεκοῦσαν τἀμά μ᾽ ἐκδοῦναι τέκνα.

Ἀγαμέμνων
καὶ τάς γ᾽ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.

Κλυταιμήστρα
ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.

Ἀγαμέμνων
πιθοῦ.

Κλυταιμήστρα
μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δ᾽ ἐγώ,    740
ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.

Ἀγαμέμνων
οἴμοι: μάτην ᾖξ᾽, ἐλπίδος δ᾽ ἀπεσφάλην,
ἐξ ὀμμάτων δάμαρτ᾽ ἀποστεῖλαι θέλων.
σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
τέχνας πορίζω, πανταχῇ νικώμενος.    745
ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δ᾽ οὐκ εὐτυχές,
ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
χρὴ δ᾽ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.    750

Χορός
ἥξει δὴ Σιμόεντα καὶ
δίνας ἀργυροειδεῖς
ἄγυρις Ἑλλάνων στρατιᾶς
ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις
Ἴλιον ἐς τὸ Τροίας    755
Φοιβήιον δάπεδον,
τὰν Κασάνδραν ἵν᾽ ἀκούω
ῥίπτειν ξανθοὺς πλοκάμους
χλωροκόμῳ στεφάνῳ δάφνας
κοσμηθεῖσαν, ὅταν θεοῦ    760
μαντόσυνοι πνεύσωσ᾽ ἀνάγκαι.
στάσονται δ᾽ ἐπὶ περγάμων
Τροίας ἀμφί τε τείχη
Τρῶες, ὅταν χάλκασπις Ἄρης
πόντιος εὐπρῴροιο πλάτας    765
εἰρεσίᾳ πελάζῃ
Σιμουντίοις ὀχετοῖς,
τὰν τῶν ἐν αἰθέρι δισσῶν
Διοσκούρων Ἑλέναν
ἐκ Πριάμου κομίσαι θέλων    770
ἐς γᾶν Ἑλλάδα δοριπόνοις
ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.
Πέργαμον δὲ Φρυγῶν πόλιν
λαΐνους περὶ πύργους
λαιμοτόμου κεφαλᾶς
σπάσας Πάριν Ἀτρεΐδας,
πέρσας κατάκρας πόλιν,
θήσει κόρας πολυκλαύτους
δάμαρτά τε Πριάμου.    780
ἁ δὲ Διὸς Ἑλένα κόρα
πολύκλαυτος ἑδεῖται
πόσιν προλιποῦσα.
μήτ᾽ ἐμοὶ
μήτ᾽ ἐμοῖσι τέκνων τέκνοις
ἐλπὶς ἅδε ποτ᾽ ἔλθοι,    785
οἵαν αἱ πολύχρυσοι
Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
στήσουσι παρ᾽ ἱστοῖς
μυθεῦσαι τάδ᾽ ἐς ἀλλήλας:
Τίς ἄρα μ᾽ εὐπλοκάμου κόμας    790
ῥῦμα δακρυόεν τανύσας
πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;
διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,
εἰ δὴ φάτις ἔτυμος ὡς
ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ    795
Διὸς ὅτ᾽ ἠλλάχθη δέμας, εἴτ᾽
ἐν δέλτοις Πιερίσιν
μῦθοι τάδ᾽ ἐς ἀνθρώπους
ἤνεγκαν παρὰ καιρὸν ἄλλως.    800

Ἀχιλλεύς
ποῦ τῶν Ἀχαιῶν ἐνθάδ᾽ ὁ στρατηλάτης;
τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως
ζητοῦντά νιν παῖδ᾽ ἐν πύλαις Ἀχιλλέα;
οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας.
οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων,    805
οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε
θάσσουσ᾽ ἐπ᾽ ἀκταῖς, οἳ δ᾽ ἔχοντες εὔνιδας
ἄπαιδες: οὕτω δεινὸς ἐμπέπτωκ᾽ ἔρως
τῆσδε στρατείας Ἑλλάδ᾽ οὐκ ἄνευ θεῶν.
τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών,    810
ἄλλος δ᾽ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.
γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα
μένω 'πὶ λεπταῖς ταισίδ᾽ Εὐρίπου πνοαῖς,
Μυρμιδόνας ἴσχων: οἳ δ᾽ ἀεὶ προσκείμενοι
λέγουσ᾽: Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον    815
ἔτ᾽ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον;
δρᾶ γ᾽, εἴ τι δράσεις, ἢ ἄπαγ᾽ οἴκαδε στρατόν,
τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.

Κλυταιμήστρα
ὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων
τῶν σῶν ἀκούσασ᾽ ἐξέβην πρὸ δωμάτων.    820

Ἀχιλλεύς
ὦ πότνι᾽ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ
γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;

Κλυταιμήστρα
οὐ θαῦμά σ᾽ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος
προσῆκες: αἰνῶ δ᾽ ὅτι σέβεις τὸ σωφρονεῖν.

Ἀχιλλεύς
τίς δ᾽ εἶ; τί δ᾽ ἦλθες Δαναϊδῶν ἐς σύλλογον,    825
γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;

Κλυταιμήστρα
Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι
ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.

Ἀχιλλεύς
καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.
αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.    830

Κλυταιμήστρα
μεῖνον — τί φεύγεις; — δεξιάν τ᾽ ἐμῇ χερὶ
σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.

Ἀχιλλεύς
τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθ᾽ ἂν
Ἀγαμέμνον᾽, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.

Κλυταιμήστρα
θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς    835
παῖδ᾽, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.

Ἀχιλλεύς
ποίους γάμους φῄς; ἀφασία μ᾽ ἔχει, γύναι:
εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;

Κλυταιμήστρα
πᾶσιν τόδ᾽ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους
καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.    840

Ἀχιλλεύς
οὐπώποτ᾽ ἐμνήστευσα παῖδα σήν, γύναι,
οὐδ᾽ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.

Κλυταιμήστρα
τί δῆτ᾽ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς
θαύμαζ᾽: ἐμοὶ γὰρ θαύματ᾽ ἐστὶ τὰ παρὰ σοῦ.

Ἀχιλλεύς
εἴκαζε: κοινόν ἐστιν εἰκάζειν τάδε:    845
ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.

Κλυταιμήστρα
ἀλλ᾽ ἦ πέπονθα δεινά; μνηστεύω γάμους
οὐκ ὄντας, ὡς εἴξασιν: αἰδοῦμαι τάδε.

Ἀχιλλεύς
ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.
ἀλλ᾽ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.    850

Κλυταιμήστρα
χαῖρ᾽: οὐ γὰρ ὀρθοῖς ὄμμασίν σ᾽ ἔτ᾽ εἰσορῶ,
ψευδὴς γενομένη καὶ παθοῦσ᾽ ἀνάξια.

Ἀχιλλεύς
καὶ σοὶ τόδ᾽ ἐστὶν ἐξ ἐμοῦ: πόσιν δὲ σὸν
στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.

Πρεσβύτης
ὦ ξέν᾽, Αἰακοῦ γένεθλον, μεῖνον: ὦ, σέ τοι λέγω,    855
τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.

Ἀχιλλεύς
τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.

Πρεσβύτης
δοῦλος, οὐχ ἁβρύνομαι τῷδ᾽: ἡ τύχη γὰρ οὐκ ἐᾷ.

Ἀχιλλεύς
τίνος; ἐμὸς μὲν οὐχί: χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.

Πρεσβύτης
τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.    860

Ἀχιλλεύς
ἕσταμεν: φράζ᾽, εἴ τι χρῄζεις, ὧν μ᾽ ἐπέσχες οὕνεκα.

Πρεσβύτης
ἦ μόνω παρόντε δῆτα ταῖσδ᾽ ἐφέστατον πύλαις;

Ἀχιλλεύς
ὡς μόνοιν λέγοις ἄν, ἔξω δ᾽ ἐλθὲ βασιλείων δόμων.

Πρεσβύτης
ὦ Τύχη πρόνοιά θ᾽ ἡμή, σῴσαθ᾽ οὓς ἐγὼ θέλω.

Ἀχιλλεύς
ὁ λόγος ἐς μέλλοντ᾽ † ἂν ὤση † χρόνον: ἔχει δ᾽ ὄγκον τινά.    865

Κλυταιμήστρα
δεξιᾶς ἕκατι μὴ μέλλ᾽, εἴ τί μοι χρῄζεις λέγειν.

Πρεσβύτης
οἶσθα δῆτ᾽ ἔμ᾽, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;

Κλυταιμήστρα
οἶδά σ᾽ ὄντ᾽ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.

Πρεσβύτης
χὥτι μ᾽ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;

Κλυταιμήστρα
ἦλθες εἰς Ἄργος μεθ᾽ ἡμῶν καὶ ἐμὸς ἦσθ᾽ ἀεί ποτε.    870

Πρεσβύτης
ὧδ᾽ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δ᾽ ἧσσον πόσει.

Κλυταιμήστρα
ἐκκάλυπτε νῦν ποθ᾽ ἡμῖν οὕστινας λέγεις λόγους.

Πρεσβύτης
παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν.

Κλυταιμήστρα
πῶς; ἀπέπτυσ᾽, ὦ γεραιέ, μῦθον: οὐ γὰρ εὖ φρονεῖς.

Πρεσβύτης
φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.    875

Κλυταιμήστρα
ὦ τάλαιν᾽ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;

Πρεσβύτης
ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα: τοῦτο δ᾽ οὐ φρονεῖ.

Κλυταιμήστρα
ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;

Πρεσβύτης
θέσφαθ᾽, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.

Κλυταιμήστρα
ποῖ; τάλαιν᾽ ἐγώ, τάλαινα δ᾽ ἣν πατὴρ μέλλει κτενεῖν.    880

Πρεσβύτης
Δαρδάνου πρὸς δώμαθ᾽, Ἑλένην Μενέλεως ὅπως λάβῃ.

Κλυταιμήστρα
εἰς ἄρ᾽ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;

Πρεσβύτης
πάντ᾽ ἔχεις: Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.

Κλυταιμήστρα
ὁ δὲ γάμος τίν᾽ εἶχε πρόφασιν, ᾧ μ᾽ ἐκόμισεν ἐκ δόμων;

Πρεσβύτης
ἵν᾽ ἀγάγοις χαίρουσ᾽ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.    885

Κλυταιμήστρα
ὦ θύγατερ, ἥκεις ἐπ᾽ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.

Πρεσβύτης
οἰκτρὰ πάσχετον δύ᾽ οὖσαι: δεινὰ δ᾽ Ἀγαμέμνων ἔτλη.

Κλυταιμήστρα
οἴχομαι τάλαινα, δακρύων τ᾽ ὄμματ᾽ οὐκέτι στέγω.

Πρεσβύτης
εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.

Κλυταιμήστρα
σὺ δὲ τάδ᾽, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;    890

Πρεσβύτης
δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.

Κλυταιμήστρα
οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδ᾽ ἄγειν θανουμένην;

Πρεσβύτης
μὴ μὲν οὖν ἄγειν: φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότ᾽ εὖ.

Κλυταιμήστρα
κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;

Πρεσβύτης
Μενέλεως ἀφείλεθ᾽ ἡμᾶς, ὃς κακῶν τῶνδ᾽ αἴτιος.    895

Κλυταιμήστρα
ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;

Ἀχιλλεύς
ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δ᾽ ἐμὸν οὐ φαύλως φέρω.

Κλυταιμήστρα
παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.

Ἀχιλλεύς
μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.

Κλυταιμήστρα
οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,    900
θνητὸς ἐκ θεᾶς γεγῶτα: τί γὰρ ἐγὼ σεμνύνομαι;
ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;
ἀλλ᾽ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τ᾽ ἐμῇ δυσπραξίᾳ
τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλ᾽ ὅμως.
σοὶ καταστέψασ᾽ ἐγώ νιν ἦγον ὡς γαμουμένην,    905
νῦν δ᾽ ἐπὶ σφαγὰς κομίζω: σοὶ δ᾽ ὄνειδος ἵξεται,
ὅστις οὐκ ἤμυνας: εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,
ἀλλ᾽ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος —
ὄνομα γὰρ τὸ σόν μ᾽ ἀπώλεσ᾽, ᾧ σ᾽ ἀμυναθεῖν χρεών —    910
οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ:
οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι: τὰ δ᾽ Ἀγαμέμνονος κλύεις,
ὠμὰ καὶ πάντολμ᾽: ἀφῖγμαι δ᾽, ὥσπερ εἰσορᾷς, γυνὴ
ναυτικὸν στράτευμ᾽ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ…
χρήσιμον δ᾽, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου    915
χεῖρ᾽ ὑπερτεῖναι, σεσῴσμεθ᾽: εἰ δὲ μή, οὐ σεσῴσμεθα.

Χορός
δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
πᾶσίν τε κοινὸν ὥσθ᾽ ὑπερκάμνειν τέκνων.

Ἀχιλλεύς
ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω:
μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
λελογισμένοι γὰρ οἱ τοιοίδ᾽ εἰσὶν βροτῶν
ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.
ἔστιν μὲν οὖν ἵν᾽ ἡδὺ μὴ λίαν φρονεῖν,
ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.    925
ἐγὼ δ᾽, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς
Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,
πεισόμεθ᾽, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
ἀλλ᾽ ἐνθάδ᾽ ἐν Τροίᾳ τ᾽ ἐλευθέραν φύσιν    930
παρέχων, Ἄρη τὸ κατ᾽ ἐμὲ κοσμήσω δορί.
σὲ δ᾽, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,
ἃ δὴ κατ᾽ ἄνδρα γίγνεται νεανίαν,
τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,
κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,    935
ἐμὴ φατισθεῖσ᾽: οὐ γὰρ ἐμπλέκειν πλοκὰς
ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,
τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δ᾽ αἴτιον
πόσις σός. ἁγνὸν δ᾽ οὐκέτ᾽ ἐστὶ σῶμ᾽ ἐμόν,    940
εἰ δι᾽ ἔμ᾽ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους
ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,
θαυμαστὰ δ᾽ ὡς ἀνάξι᾽ ἠτιμασμένη.
ἐγὼ κάκιστος ἦν ἄρ᾽ Ἀργείων ἀνήρ,
ἐγὼ τὸ μηδέν, Μενέλεως δ᾽ ἐν ἀνδράσιν,    945
ὡς οὐχὶ Πηλέως, ἀλλ᾽ ἀλάστορος γεγώς,
εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.
μὰ τὸν δι᾽ ὑγρῶν κυμάτων τεθραμμένον
Νηρέα, φυτουργὸν Θέτιδος ἥ μ᾽ ἐγείνατο,
οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,    950
οὐδ᾽ εἰς ἄκραν χεῖρ᾽, ὥστε προσβαλεῖν πέπλοις:
ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων,
ὅθεν πεφύκασ᾽ οἱ στρατηλάται γένος,
Φθίας δὲ τοὔνομ᾽ οὐδαμοῦ κεκλήσεται.
πικροὺς δὲ προχύτας χέρνιβάς τ᾽ ἀνάξεται    955
Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστ᾽ ἀνήρ,
ὃς ὀλίγ᾽ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει
τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται;
οὐ τῶν γάμων ἕκατι — μυρίαι κόραι
θηρῶσι λέκτρον τοὐμόν — εἴρηται τόδε:    960
ἀλλ᾽ ὕβριν ἐς ἡμᾶς ὕβρισ᾽ Ἀγαμέμνων ἄναξ.
χρῆν δ᾽ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομ᾽ ἐμοῦ πάρα,
θήραμα παιδός: ἡ Κλυταιμήστρα δ᾽ ἐμοὶ
μάλιστ᾽ ἐπείσθη θυγατέρ᾽ ἐκδοῦναι πόσει.
ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον    965
ἐν τῷδ᾽ ἔκαμνε νόστος: οὐκ ἠρνούμεθ᾽ ἂν
τὸ κοινὸν αὔξειν ὧν μέτ᾽ ἐστρατευόμην.
νῦν δ᾽ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις
ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.
τάχ᾽ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας    970
ἐλθεῖν, † φόνου κηλῖσιν αἵματι † χρανῶ,
εἴ τίς με τὴν σὴν θυγατέρ᾽ ἐξαιρήσεται.
ἀλλ᾽ ἡσύχαζε: θεὸς ἐγὼ πέφηνά σοι
μέγιστος, οὐκ ὤν: ἀλλ᾽ ὅμως γενήσομαι.

Χορός
ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τ᾽ ἄξια    975
καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.

Κλυταιμήστρα
φεῦ:
πῶς ἄν σ᾽ ἐπαινέσαιμι μὴ λίαν λόγοις,
μηδ᾽ ἐνδεὴς τοῦδ᾽ ἀπολέσαιμι τὴν χάριν;
αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ
μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσ᾽ ἄγαν.    980
αἰσχύνομαι δὲ παραφέρουσ᾽ οἰκτροὺς λόγους,
ἰδίᾳ νοσοῦσα: σὺ δ᾽ ἄνοσος κακῶν ἐμῶν.
ἀλλ᾽ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ
ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.
οἴκτιρε δ᾽ ἡμᾶς: οἰκτρὰ γὰρ πεπόνθαμεν:    985
ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσ᾽ ἔχειν,
κενὴν κατέσχον ἐλπίδ᾽: εἶτά σοι τάχα
ὄρνις γένοιτ᾽ ἂν τοῖσι μέλλουσιν γάμοις
θανοῦσ᾽ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.
ἀλλ᾽ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη:    990
σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.
βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;
ἀπαρθένευτα μὲν τάδ᾽: εἰ δέ σοι δοκεῖ,
ἥξει, δι᾽ αἰδοῦς ὄμμ᾽ ἔχουσ᾽ ἐλεύθερον.
εἰ δ᾽ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,    995
μενέτω κατ᾽ οἴκους: σεμνὰ γὰρ σεμνύνεται.
ὅμως δ᾽ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.

Ἀχιλλεύς
σὺ μήτε σὴν παῖδ᾽ ἔξαγ᾽ ὄψιν εἰς ἐμήν,
μήτ᾽ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι:
στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,    1000
λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
πάντως δέ μ᾽ ἱκετεύοντέ θ᾽ ἥξετ᾽ εἰς ἴσον,
εἴ τ᾽ ἀνικέτευτος: εἷς ἐμοὶ γάρ ἐστ᾽ ἀγὼν
μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
ὡς ἕν γ᾽ ἀκούσασ᾽ ἴσθι, μὴ ψευδῶς μ᾽ ἐρεῖν:    1005
ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,
θάνοιμι: μὴ θάνοιμι δ᾽, ἢν σῴσω κόρην.

Κλυταιμήστρα
ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.

Ἀχιλλεύς
ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ᾽ ἔχῃ καλῶς.

Κλυταιμήστρα
τί τοῦτ᾽ ἔλεξας; ὡς ἀκουστέον γέ σου.    1010

Ἀχιλλεύς
† πειθώμεθ᾽ αὖτις † πατέρα βέλτιον φρονεῖν.

Κλυταιμήστρα
κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.

Ἀχιλλεύς
ἀλλ᾽ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.

Κλυταιμήστρα
ψυχρὰ μὲν ἐλπίς: ὅ τι δὲ χρή με δρᾶν φράσον.

Ἀχιλλεύς
ἱκέτευ᾽ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα:    1015
ἢν δ᾽ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
ᾗ γὰρ τὸ χρῇζον ἐπίθετ᾽, οὐ τοὐμὸν χρεὼν
χωρεῖν: ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
κἀγώ τ᾽ ἀμείνων πρὸς φίλον γενήσομαι,
στρατός τ᾽ ἂν οὐ μέμψαιτό μ᾽, εἰ τὰ πράγματα    1020
λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.
† καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις
σοί τ᾽ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. †

Κλυταιμήστρα
ὡς σώφρον᾽ εἶπας. δραστέον δ᾽ ἅ σοι δοκεῖ.
ἢν δ᾽ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω,    1025
ποῦ σ᾽ αὖθις ὀψόμεσθα, ποῦ; χρή μ᾽ ἀθλίαν
ἐλθοῦσαν εὑρεῖν σὴν χέρ᾽ ἐπίκουρον κακῶν;

Ἀχιλλεύς
ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,
μή τίς σ᾽ ἴδῃ στείχουσαν ἐπτοημένην
Δαναῶν δι᾽ ὄχλου: μηδὲ πατρῷον δόμον    1030
αἴσχυν᾽: ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
κακῶς ἀκούειν: ἐν γὰρ Ἕλλησιν μέγας.

Κλυταιμήστρα
ἔστιν τάδ᾽: ἄρχε: σοί με δουλεύειν χρεών.
εἰ δ᾽ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν
ἐσθλῶν κυρήσεις: εἰ δὲ μή, τί δεῖ πονεῖν;    1035

Χορός
τίν᾽ ἄρ᾽ Ὑμέναιος διὰ λωτοῦ Λίβυος
μετά τε φιλοχόρου κιθάρας
συρίγγων θ᾽ ὑπὸ καλαμοεσ-
σᾶν ἔστασεν ἰαχάν,
ὅτ᾽ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι    1040
δαιτὶ θεῶν ἔνι Πιερίδες
χρυσεοσάνδαλον ἴχνος
ἐν γᾷ κρούουσαι
Πηλέως ἐς γάμον ἦλθον,
μελῳδοῖς Θέτιν ἀχήμασι τόν τ᾽ Αἰακίδαν,    1045
Κενταύρων ἐν ὄρεσι κλέουσαι
Πηλιάδα καθ᾽ ὕλαν.
ὁ δὲ Δαρδανίδας, Διὸς
λέκτρων τρύφημα φίλον,    1050
χρυσέοισιν ἄφυσσε λοιβὰν
ἐν κρατήρων γυάλοις,
ὁ Φρύγιος Γανυμήδης.
παρὰ δὲ λευκοφαῆ ψάμαθον
εἱλισσόμεναι κύκλια    1055
πεντήκοντα κόραι γάμους
Νηρέως ἐχόρευσαν.
ἀνὰ δ᾽ ἐλάταισι στεφανώδει τε χλόᾳ
θίασος ἔμολεν ἱπποβάτας
Κενταύρων ἐπὶ δαῖτα τὰν    1060
θεῶν κρατῆρά τε Βάκχου.
μέγα δ᾽ ἀνέκλαγον: Ὦ Νηρηὶ κόρα,
παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς
μάντις ὁ φοιβάδα μοῦσαν
εἰδὼς γεννάσειν    1065
Χείρων ἐξονόμαζεν,
ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων
ἀσπισταῖς Πριάμοιο κλεινὰν
γαῖαν ἐκπυρώσων,    1070
περὶ σώματι χρυσέων
ὅπλων Ἡφαιστοπόνων
κεκορυθμένος ἔνδυτ᾽, ἐκ θεᾶς
ματρὸς δωρήματ᾽ ἔχων
Θέτιδος, ἅ νιν ἔτικτεν.    1075
μακάριον τότε δαίμονες
τᾶς εὐπάτριδος γάμον
Νηρῄδων ἔθεσαν πρώτας
Πηλέως θ᾽ ὑμεναίους.
σὲ δ᾽ ἐπὶ κάρα στέψουσι καλλικόμαν    1080
πλόκαμον Ἀργεῖοι, βαλιὰν
ὥστε πετραίων ἀπ᾽ ἄντρων
† ἐλθοῦσαν ὀρέων †
μόσχον ἀκήρατον, βρότειον
αἱμάσσοντες λαιμόν:
οὐ σύριγγι τραφεῖσαν οὐδ᾽    1085
ἐν ῥοιβδήσεσι βουκόλων,
παρὰ δὲ ματέρι νυμφοκόμον
Ἰναχίδαις γάμον.
ποῦ τὸ τᾶς Αἰδοῦς
ἢ τὸ τᾶς Ἀρετᾶς ἔχει    1090
σθένειν τι πρόσωπον,
ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
δύνασιν, ἁ δ᾽ Ἀρετὰ κατόπι-
σθεν θνατοῖς ἀμελεῖται,
Ἀνομία δὲ νόμων κρατεῖ,    1095
καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς
μή τις θεῶν φθόνος ἔλθῃ;

Κλυταιμήστρα
ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
ἐν δακρύοισι δ᾽ ἡ τάλαινα παῖς ἐμή,    1100
πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
θάνατον ἀκούσασ᾽, ὃν πατὴρ βουλεύεται.
μνήμην δ᾽ ἄρ᾽ εἶχον πλησίον βεβηκότος
Ἀγαμέμνονος τοῦδ᾽, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
ἀνόσια πράσσων αὐτίχ᾽ εὑρεθήσεται.    1105

Ἀγαμέμνων
Λήδας γένεθλον, ἐν καλῷ σ᾽ ἔξω δόμων
ηὕρηχ᾽, ἵν᾽ εἴπω παρθένου χωρὶς λόγους
οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.

Κλυταιμήστρα
τί δ᾽ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;

Ἀγαμέμνων
ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα:    1110
ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,
προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν,
μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.
Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα.

Κλυταιμήστρα
τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δ᾽ ἔργα σου    1115
οὐκ οἶδ᾽ ὅπως χρή μ᾽ ὀνομάσασαν εὖ λέγειν.
χώρει δέ, θύγατερ, ἐκτός — οἶσθα γὰρ πατρὸς
πάντως ἃ μέλλει — χὑπὸ τοῖς πέπλοις ἄγε
λαβοῦσ᾽ Ὀρέστην, σὸν κασίγνητον, τέκνον.
ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι.    1120
τὰ δ᾽ ἄλλ᾽ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.

Ἀγαμέμνων
τέκνον, τί κλαίεις, οὐδ᾽ ἔθ᾽ ἡδέως ὁρᾷς,
ἐς γῆν δ᾽ ἐρείσασ᾽ ὄμμα πρόσθ᾽ ἔχεις πέπλους;

Κλυταιμήστρα
φεῦ:
τίν᾽ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα    1125
κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.

Ἀγαμέμνων
τί δ᾽ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.

Κλυταιμήστρα
εἴφ᾽ ἃν ἐρωτήσω σε γενναίως, πόσι.

Ἀγαμέμνων
οὐδὲν κελευσμοῦ δεῖ σ᾽: ἐρωτᾶσθαι θέλω.    1130

Κλυταιμήστρα
τὴν παῖδα τὴν σὴν τήν τ᾽ ἐμὴν μέλλεις κτενεῖν;

Ἀγαμέμνων
ἔα:
τλήμονά γ᾽ ἔλεξας, ὑπονοεῖς θ᾽ ἃ μή σε χρή.

Κλυταιμήστρα
ἔχ᾽ ἥσυχος.
κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.

Ἀγαμέμνων
σὺ δ᾽, ἤν γ᾽ ἐρωτᾷς εἰκότ᾽, εἰκότ᾽ ἂν κλύοις.

Κλυταιμήστρα
οὐκ ἄλλ᾽ ἐρωτῶ, καὶ σὺ μὴ λέγ᾽ ἄλλα μοι.    1135

Ἀγαμέμνων
ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τ᾽ ἐμός.

Κλυταιμήστρα
κἀμός γε καὶ τῆσδ᾽, εἷς τριῶν δυσδαιμόνων.

Ἀγαμέμνων
τίν᾽ ἠδίκησαι;

Κλυταιμήστρα
τοῦτ᾽ ἐμοῦ πεύθῃ πάρα;
ὁ νοῦς ὅδ᾽ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.

Ἀγαμέμνων
ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου.    1140

Κλυταιμήστρα
πάντ᾽ οἶδα, καὶ πεπύσμεθ᾽ ἃ σὺ μέλλεις με δρᾶν:
αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου
καὶ τὸ στενάζειν: πολλὰ μὴ κάμῃς λέγων.

Ἀγαμέμνων
ἰδοὺ σιωπῶ: τὸ γὰρ ἀναίσχυντον τί δεῖ
ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;    1145

Κλυταιμήστρα
ἄκουε δή νυν: ἀνακαλύψω γὰρ λόγους,
κοὐκέτι παρῳδοῖς χρησόμεσθ᾽ αἰνίγμασιν.
πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτ᾽ ὀνειδίσω,
ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,
τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών:    1150
βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ,
μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
καὶ τὼ Διός σε παῖδ᾽, ἐμὼ δὲ συγγόνω,
ἵπποισι μαρμαίροντ᾽ ἐπεστρατευσάτην:
πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σ᾽ ἐρρύσατο    1155
ἱκέτην γενόμενον, τἀμὰ δ᾽ ἔσχες αὖ λέχη.
οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,
ἔς τ᾽ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
μέλαθρον αὔξουσ᾽, ὥστε σ᾽ εἰσιόντα τε    1160
χαίρειν θύραζέ τ᾽ ἐξιόντ᾽ εὐδαιμονεῖν.
σπάνιον δὲ θήρευμ᾽ ἀνδρὶ τοιαύτην λαβεῖν
δάμαρτα: φλαύραν δ᾽ οὐ σπάνις γυναῖκ᾽ ἔχειν.
τίκτω δ᾽ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
τόνδ᾽, ὧν μιᾶς σὺ τλημόνως μ᾽ ἀποστερεῖς.    1165
κἄν τίς σ᾽ ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
λέξον, τί φήσεις; ἢ 'μὲ χρὴ λέγειν τὰ σά;
Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν † γένος †,
κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.
τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.    1170
ἄγ᾽, εἰ στρατεύσῃ καταλιπών μ᾽ ἐν δώμασιν,
κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,
τίν᾽ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
ὅταν θρόνους τῆσδ᾽ εἰσίδω πάντας κενούς,
κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις    1175
μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσ᾽ ἀεί:
Ἀπώλεσέν σ᾽, ὦ τέκνον, ὁ φυτεύσας πατήρ,
αὐτὸς κτανών, οὐκ ἄλλος οὐδ᾽ ἄλλῃ χερί,
τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.
ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον,    1180
ἐφ᾽ ᾗ σ᾽ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι
δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
μὴ δῆτα πρὸς θεῶν μήτ᾽ ἀναγκάσῃς ἐμὲ
κακὴν γενέσθαι περὶ σέ, μήτ᾽ αὐτὸς γένῃ.
εἶἑν:    1185
θύσεις † δὲ παῖδ᾽, ἔνθα † τίνας εὐχὰς ἐρεῖς;
τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;
νόστον πονηρόν, οἴκοθέν γ᾽ αἰσχρῶς ἰών;
ἀλλ᾽ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;
οὔ τἄρ᾽ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθ᾽ ἄν,
εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν;    1190
ἥκων δ᾽ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς;
ἀλλ᾽ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται
παίδων σ᾽, ἵν᾽ αὐτῶν προσέμενος κτάνῃς τινά;
ταῦτ᾽ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι
μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;    1195
ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν:
Βούλεσθ᾽, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;
κλῆρον τίθεσθε παῖδ᾽ ὅτου θανεῖν χρεών.
ἐν ἴσῳ γὰρ ἦν τόδ᾽, ἀλλὰ μὴ σὲ ἐξαίρετον
σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,    1200
ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,
οὗπερ τὸ πρᾶγμ᾽ ἦν. νῦν δ᾽ ἐγὼ μὲν ἡ τὸ σὸν
σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,
ἡ δ᾽ ἐξαμαρτοῦσ᾽, ὑπότροφον νεάνιδα
Σπάρτῃ κομίζουσ᾽, εὐτυχὴς γενήσεται.    1205
τούτων ἄμειψαί μ᾽ εἴ τι μὴ καλῶς λέγω:
εἰ δ᾽ εὖ λέλεκται, † νῶι μὴ δή γε κτάνῃς †
τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.

Χορός
πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,
Ἀγάμεμνον: οὐδεὶς πρὸς τάδ᾽ ἀντερεῖ βροτῶν.    1210

Ἰφιγένεια
εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,
πείθειν ἐπᾴδουσ᾽, ὥσθ᾽ ὁμαρτεῖν μοι πέτρας,
κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
ἐνταῦθ᾽ ἂν ἦλθον: νῦν δέ, τἀπ᾽ ἐμοῦ σοφά,
δάκρυα παρέξω: ταῦτα γὰρ δυναίμεθ᾽ ἄν.    1215
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
μή μ᾽ ἀπολέσῃς ἄωρον: ἡδὺ γὰρ τὸ φῶς
βλέπειν: τὰ δ᾽ ὑπὸ γῆς μή μ᾽ ἰδεῖν ἀναγκάσῃς.
πρώτη σ᾽ ἐκάλεσα πατέρα καὶ σὺ παῖδ᾽ ἐμέ:    1220
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσ᾽ ἐμὸν
φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
λόγος δ᾽ ὁ μὲν σὸς ἦν ὅδ᾽: Ἆρά σ᾽, ὦ τέκνον,
εὐδαίμον᾽ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;    1225
οὑμὸς δ᾽ ὅδ᾽ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί:
Τί δ᾽ ἆρ᾽ ἐγὼ σέ; πρέσβυν ἆρ᾽ ἐσδέξομαι
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;    1230
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
σὺ δ᾽ ἐπιλέλησαι, καί μ᾽ ἀποκτεῖναι θέλεις.
μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσ᾽ ἐμὲ
νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.    1235
τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
Ἑλένης τε; πόθεν ἦλθ᾽ ἐπ᾽ ὀλέθρῳ τὠμῷ, πάτερ;
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
ἵν᾽ ἀλλὰ τοῦτο κατθανοῦσ᾽ ἔχω σέθεν
μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.    1240
ἀδελφέ, μικρὸς μὲν σύ γ᾽ ἐπίκουρος φίλοις,
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν: αἴσθημά τοι
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
ἰδοὺ σιωπῶν λίσσεταί σ᾽ ὅδ᾽, ὦ πάτερ.    1245
ἀλλ᾽ αἴδεσαί με καὶ κατοίκτιρον βίου.
ναί, πρὸς γενείου σ᾽ ἀντόμεσθα δύο φίλω:
ὃ μὲν νεοσσός ἐστιν, ἣ δ᾽ ηὐξημένη.
ἓν συντεμοῦσα πάντα νικήσω λόγον:
τὸ φῶς τόδ᾽ ἀνθρώποισιν ἥδιστον βλέπειν,    1250
τὰ νέρθε δ᾽ οὐδέν: μαίνεται δ᾽ ὃς εὔχεται
θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.

Χορός
ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.

Ἀγαμέμνων
ἐγὼ τά τ᾽ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,    1255
φιλῶ τ᾽ ἐμαυτοῦ τέκνα: μαινοίμην γὰρ ἄν.
δεινῶς δ᾽ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
δεινῶς δὲ καὶ μή: τοῦτο γὰρ πρᾶξαί με δεῖ.
ὁρᾶθ᾽ ὅσον στράτευμα ναύφρακτον τόδε,
χαλκέων θ᾽ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,    1260
οἷς νόστος οὐκ ἔστ᾽ Ἰλίου πύργους ἔπι,
εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
οὐδ᾽ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
μέμηνε δ᾽ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,    1265
παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν:
οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
ὑμᾶς τε κἀμέ, θέσφατ᾽ εἰ λύσω θεᾶς.
οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
οὐδ᾽ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,    1270
ἀλλ᾽ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
θῦσαί σε: τούτου δ᾽ ἥσσονες καθέσταμεν.
ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,
κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕπο
Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.    1275

Κλυταιμήστρα
ὦ τέκνον, ὦ ξέναι,
οἲ 'γὼ θανάτου τοῦ σοῦ μελέα.
φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.

Ἰφιγένεια
οἲ 'γώ, μᾶτερ: ταὐτὸν τόδε γὰρ
μέλος εἰς ἄμφω πέπτωκε τύχης,    1280
κοὐκέτι μοι φῶς
οὐδ᾽ ἀελίου τόδε φέγγος.
ἰὼ ἰώ.
νιφόβολον Φρυγῶν νάπος Ἴδας τ᾽ ὄρεα,
Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε    1285
ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ
θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ-
δαῖος ἐλέγετ᾽ ἐλέγετ᾽ ἐν Φρυγῶν πόλει,    1290
μή ποτ᾽ ὤφελες τὸν ἀμφὶ
βουσὶ βουκόλον τραφέντ᾽
Ἀλέξανδρον οἰκίσαι
ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι
Νυμφᾶν κεῖνται    1295
λειμών τ᾽ ἔρνεσι θάλλων
χλωροῖς καὶ ῥοδόεντ᾽
ἄνθε᾽ ὑακίνθινά τε θεαῖς δρέπειν: ἔνθα ποτὲ
Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις    1300
Ἥρα θ᾽ Ἑρμᾶς θ᾽, ὁ Διὸς ἄγγελος,
ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα
Κύπρις, ἃ δὲ δορὶ Παλλάς,    1305
Ἥρα τε Διὸς ἄνακτος
εὐναῖσι βασιλίσιν,
κρίσιν ἐπὶ στυγνὰν ἔριν τε
καλλονᾶς, ἐμοὶ δὲ θάνατον —
ὄνομα μὲν φέροντα Δαναΐ-    1310
δαισιν, ὦ κόραι, πρόθυμα δ᾽
ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
ὁ δὲ τεκών με τὰν τάλαιναν,
ὦ μᾶτερ ὦ μᾶτερ,
οἴχεται προδοὺς ἔρημον.
ὦ δυστάλαιν᾽ ἐγώ, πικρὰν    1315
πικρὰν ἰδοῦσα δυσελέναν,
φονεύομαι διόλλυμαι
σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
μή μοι ναῶν χαλκεμβολάδων
πρύμνας ἅδ᾽ Αὐλὶς δέξασθαι    1320
τούσδ᾽ εἰς ὅρμους ἐς Τροίαν
ὤφελεν ἐλάταν πομπαίαν,
μηδ᾽ ἀνταίαν Εὐρίπῳ
πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων
αὔραν ἄλλοις ἄλλαν θνατῶν    1325
λαίφεσι χαίρειν,
τοῖσι δὲ λύπαν, τοῖσι δ᾽ ἀνάγκαν,
τοῖς δ᾽ ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
τοῖσι δὲ μέλλειν.
ἦ πολύμοχθον ἄρ᾽ ἦν γένος, ἦ πολύμοχθον    1330
ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον
ἀνδράσιν ἀνευρεῖν.
ἰὼ ἰώ,
μεγάλα πάθεα, μεγάλα δ᾽ ἄχεα
Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.    1335

Χορός
ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς
τυχοῦσαν, οἵας μήποτ᾽ ὤφελες τυχεῖν.

Ἰφιγένεια
ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.

Κλυταιμήστρα
τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρ᾽ ἐλήλυθας.

Ἰφιγένεια
διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.    1340

Κλυταιμήστρα
τί δὲ τέκνον, φεύγεις;

Ἰφιγένεια
Ἀχιλλέα τόνδ᾽ ἰδεῖν αἰσχύνομαι.

Κλυταιμήστρα
ὡς τί δή;

Ἰφιγένεια
τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.

Κλυταιμήστρα
οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
ἀλλὰ μίμν᾽: οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.

Ἀχιλλεύς
ὦ γύναι τάλαινα, Λήδας θύγατερ…    1345

Κλυταιμήστρα
οὐ ψευδῆ θροεῖς.

Ἀχιλλεύς
δείν᾽ ἐν Ἀργείοις βοᾶται…

Κλυταιμήστρα
τίνα βοήν; σήμαινέ μοι.

Ἀχιλλεύς
ἀμφὶ σῆς παιδός…

Κλυταιμήστρα
πονηρὸν εἶπας οἰωνὸν λόγον.

Ἀχιλλεύς
ὡς χρεὼν σφάξαι νιν.

Κλυταιμήστρα
οὐδεὶς τοῖσδ᾽ ἐναντίον λέγει;

Ἀχιλλεύς
ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον…

Κλυταιμήστρα
τίν᾽, ὦ ξένε;

Ἀχιλλεύς
σῶμα λευσθῆναι πέτροισι.    1350

Κλυταιμήστρα
μῶν κόρην σῴζων ἐμήν;

Ἀχιλλεύς
αὐτὸ τοῦτο.

Κλυταιμήστρα
τίς δ᾽ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν;

Ἀχιλλεύς
πάντες Ἕλληνες.

Κλυταιμήστρα
στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;

Ἀχιλλεύς
πρῶτος ἦν ἐκεῖνος ἐχθρός.

Κλυταιμήστρα
δι᾽ ἄρ᾽ ὀλώλαμεν, τέκνον.

Ἀχιλλεύς
οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα.

Κλυταιμήστρα
ἀπεκρίνω δὲ τί;

Ἀχιλλεύς
τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν…    1355

Κλυταιμήστρα
δίκαια γάρ.

Ἀχιλλεύς
ἣν ἐφήμισεν πατήρ μοι.

Κλυταιμήστρα
καὶ Ἀργόθεν γ᾽ ἐπέμψατο.

Ἀχιλλεύς
ἀλλ᾽ ἐνικώμην κεκραγμοῦ.

Κλυταιμήστρα
τὸ πολὺ γὰρ δεινὸν κακόν.

Ἀχιλλεύς
ἀλλ᾽ ὅμως ἀρήξομέν σοι.

Κλυταιμήστρα
καὶ μαχῇ πολλοῖσιν εἷς;

Ἀχιλλεύς
εἰσορᾷς τεύχη φέροντας τούσδε;

Κλυταιμήστρα
ὄναιο τῶν φρενῶν.

Ἀχιλλεύς
ἀλλ᾽ ὀνησόμεσθα.    1360

Κλυταιμήστρα
παῖς ἄρ᾽ οὐκέτι σφαγήσεται;

Ἀχιλλεύς
οὔκ, ἐμοῦ γ᾽ ἑκόντος.

Κλυταιμήστρα
ἥξει δ᾽ ὅστις ἅψεται κόρης;

Ἀχιλλεύς
μυρίοι γ᾽, ἄξει δ᾽ Ὀδυσσεύς.

Κλυταιμήστρα
ἆρ᾽ ὁ Σισύφου γόνος;

Ἀχιλλεύς
αὐτὸς οὗτος.

Κλυταιμήστρα
ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;

Ἀχιλλεύς
αἱρεθεὶς ἑκών.

Κλυταιμήστρα
πονηράν γ᾽ αἵρεσιν, μιαιφονεῖν.

Ἀχιλλεύς
ἀλλ᾽ ἐγὼ σχήσω νιν.    1365

Κλυταιμήστρα
ἄξει δ᾽ οὐχ ἑκοῦσαν ἁρπάσας;

Ἀχιλλεύς
δηλαδὴ ξανθῆς ἐθείρας.

Κλυταιμήστρα
ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;

Ἀχιλλεύς
ἀντέχου θυγατρός.

Κλυταιμήστρα
ὡς τοῦδ᾽ εἵνεκ᾽ οὐ σφαγήσεται.

Ἀχιλλεύς
ἀλλὰ μὴν ἐς τοῦτό γ᾽ ἥξει.

Ἰφιγένεια
μῆτερ, εἰσακούσατε
τῶν ἐμῶν λόγων: μάτην γάρ σ᾽ εἰσορῶ θυμουμένην
σῷ πόσει: τὰ δ᾽ ἀδύναθ᾽ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.    1370
τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας:
ἀλλὰ καὶ σὲ τοῦθ᾽ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ,
καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
οἷα δ᾽ εἰσῆλθέν μ᾽, ἄκουσον, μῆτερ, ἐννοουμένην:
κατθανεῖν μέν μοι δέδοκται: τοῦτο δ᾽ αὐτὸ βούλομαι    1375
εὐκλεῶς πρᾶξαι, παρεῖσά γ᾽ ἐκποδὼν τὸ δυσγενές.
δεῦρο δὴ σκέψαι μεθ᾽ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω:
εἰς ἔμ᾽ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ
τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι,    1380
μηκέθ᾽ ἁρπάζειν ἐᾶν τούσδ᾽ ὀλβίας ἐξ Ἑλλάδος,
τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις.
ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
Ἑλλάδ᾽ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών:    1385
πᾶσι γάρ μ᾽ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
μυρίοι δ᾽ ἐρέτμ᾽ ἔχοντες, πατρίδος ἠδικημένης,
δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν,
ἡ δ᾽ ἐμὴ ψυχὴ μί᾽ οὖσα πάντα κωλύσει τάδε;    1390
τί τὸ δίκαιον τοῦτό γε; ἆρ᾽ ἔχοιμ᾽ ἂν ἀντειπεῖν ἔπος;
κἀπ᾽ ἐκεῖν᾽ ἔλθωμεν: οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν
πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκ᾽ οὐδὲ κατθανεῖν.
εἷς γ᾽ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν,    1395
ἐμποδὼν γενήσομαι 'γὼ θνητὸς οὖσα τῇ θεῷ;
ἀλλ᾽ ἀμήχανον: δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
θύετ᾽, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου
διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξ᾽ ἐμή.
βαρβάρων δ᾽ Ἕλληνας ἄρχειν εἰκός, ἀλλ᾽ οὐ βαρβάρους,    1400
μῆτερ, Ἑλλήνων: τὸ μὲν γὰρ δοῦλον, οἳ δ᾽ ἐλεύθεροι.

Χορός
τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει:
τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.

Ἀχιλλεύς
Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν
ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.    1405
ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδ᾽, Ἑλλάδος δὲ σέ.
εὖ γὰρ τόδ᾽ εἶπας ἀξίως τε πατρίδος:
τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσ᾽, ὅ σου κρατεῖ,
ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.
μᾶλλον δὲ λέκτρων σῶν πόθος μ᾽ ἐσέρχεται    1410
ἐς τὴν φύσιν βλέψαντα: γενναία γὰρ εἶ.
ὅρα δ᾽: ἐγὼ γὰρ βούλομαί σ᾽ εὐεργετεῖν
λαβεῖν τ᾽ ἐς οἴκους: ἄχθομαί τ᾽, ἴστω Θέτις,
εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης
ἐλθών. ἄθρησον: ὁ θάνατος δεινὸν κακόν.    1415

Ἰφιγένεια
λέγω τάδ᾽ οὐδὲν οὐδέν᾽ εὐλαβουμένη.
ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμ᾽ ἀρκεῖ μάχας
ἀνδρῶν τιθεῖσα καὶ φόνους: σὺ δ᾽, ὦ ξένε,
μὴ θνῇσκε δι᾽ ἐμὲ μηδ᾽ ἀποκτείνῃς τινά,
ἔα δὲ σῷσαί μ᾽ Ἑλλάδ᾽, ἢν δυνώμεθα.    1420

Ἀχιλλεύς
ὦ λῆμ᾽ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτ᾽ ἔτι
λέγειν, ἐπεί σοι τάδε δοκεῖ: γενναῖα γὰρ
φρονεῖς: τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
ὅμως δ᾽, ἴσως γὰρ κἂν μεταγνοίης τάδε,
ὡς οὖν ἂν εἰδῇς τἀπ᾽ ἐμοῦ λελεγμένα,    1425
ἐλθὼν τάδ᾽ ὅπλα θήσομαι βωμοῦ πέλας,
ὡς οὐκ ἐάσων σ᾽ ἀλλὰ κωλύσων θανεῖν.
χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
οὔκουν ἐάσω σ᾽ ἀφροσύνῃ τῇ σῇ θανεῖν:    1430
ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.

Ἰφιγένεια
μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;

Κλυταιμήστρα
ἔχω τάλαινα πρόφασιν ὥστ᾽ ἀλγεῖν φρένα.

Ἰφιγένεια
παῦσαι: 'μὲ μὴ κάκιζε: τάδε δέ μοι πιθοῦ.    1435

Κλυταιμήστρα
λέγ᾽: ὡς παρ᾽ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.

Ἰφιγένεια
μήτ᾽ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,
μήτ᾽ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.

Κλυταιμήστρα
τί δὴ τόδ᾽ εἶπας, τέκνον; ἀπολέσασά σε;

Ἰφιγένεια
οὐ σύ γε: σέσῳσμαι, κατ᾽ ἐμὲ δ᾽ εὐκλεὴς ἔσῃ.    1440

Κλυταιμήστρα
πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;

Ἰφιγένεια
ἥκιστ᾽, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.

Κλυταιμήστρα
τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.

Ἰφιγένεια
βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.

Κλυταιμήστρα
ἀλλ᾽, ὦ τέκνον, σοὶ πείσομαι: λέγεις γὰρ εὖ.    1445

Ἰφιγένεια
ὡς εὐτυχοῦσά γ᾽ Ἑλλάδος τ᾽ εὐεργέτις.

Κλυταιμήστρα
τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν;

Ἰφιγένεια
μηδ᾽ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους.

Κλυταιμήστρα
εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;

Ἰφιγένεια
χαίρειν γε. Ὀρέστην τ᾽ ἔκτρεφ᾽ ἄνδρα τόνδε μοι.    1450

Κλυταιμήστρα
προσέλκυσαί νιν ὕστατον θεωμένη.

Ἰφιγένεια
ὦ φίλτατ᾽, ἐπεκούρησας ὅσον εἶχες φίλοις.

Κλυταιμήστρα
ἔσθ᾽ ὅ τι κατ᾽ Ἄργος δρῶσά σοι χάριν φέρω;

Ἰφιγένεια
πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν.

Κλυταιμήστρα
δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.    1455

Ἰφιγένεια
ἄκων μ᾽ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.

Κλυταιμήστρα
δόλῳ δ᾽, ἀγεννῶς Ἀτρέως τ᾽ οὐκ ἀξίως.

Ἰφιγένεια
τίς μ᾽ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;

Κλυταιμήστρα
ἐγώ, μετά γε σοῦ…

Ἰφιγένεια
μὴ σύ γ᾽: οὐ καλῶς λέγεις.

Κλυταιμήστρα
πέπλων ἐχομένη σῶν.    1460

Ἰφιγένεια
ἐμοί, μῆτερ, πιθοῦ:
μέν᾽: ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.
πατρὸς δ᾽ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω
Ἀρτέμιδος ἐς λειμῶν᾽, ὅπου σφαγήσομαι.

Κλυταιμήστρα
ὦ τέκνον, οἴχῃ;

Ἰφιγένεια
καὶ πάλιν γ᾽ οὐ μὴ μόλω.

Κλυταιμήστρα
λιποῦσα μητέρα;    1465

Ἰφιγένεια
ὡς ὁρᾷς γ᾽, οὐκ ἀξίως.

Κλυταιμήστρα
σχές, μή με προλίπῃς.

Ἰφιγένεια
οὐκ ἐῶ στάζειν δάκρυ.
ὑμεῖς δ᾽ ἐπευφημήσατ᾽, ὦ νεάνιδες,
παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
Ἄρτεμιν: ἴτω δὲ Δαναΐδαις εὐφημία.
κανᾶ δ᾽ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ    1470
προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
ἐνδεξιούσθω βωμόν: ὡς σωτηρίαν
Ἕλλησι δώσουσ᾽ ἔρχομαι νικηφόρον.

Ἰφιγένεια
ἄγετέ με τὰν Ἰλίου    1475
καὶ Φρυγῶν ἑλέπτολιν.
στέφεα περίβολα δίδοτε, φέρετε
— πλόκαμος ὅδε καταστέφειν —
χερνίβων τε παγάς.
ἑλίσσετ᾽ ἀμφὶ ναὸν    1480
ἀμφὶ βωμὸν Ἄρτεμιν,
τὰν ἄνασσαν Ἄρτεμιν,
τὰν μάκαιραν: ὡς ἐμοῖσιν, εἰ χρεών,
αἵμασι θύμασί τε    1485
θέσφατ᾽ ἐξαλείψω.
ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοι
δώσομεν ἁμέτερα:
παρ᾽ ἱεροῖς γὰρ οὐ πρέπει.    1490
ἰὼ ἰὼ νεάνιδες,
συνεπαείδετ᾽ Ἄρτεμιν
Χαλκίδος ἀντίπορον,
ἵνα τε δόρατα μέμονε δάϊ᾽    1495
ὄνομα δι᾽ ἐμὸν τᾶσδ᾽ Αὐλίδος
στενοπόροις ἐν ὅρμοις.
ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία,
Μυκηναῖαί τ᾽ ἐμαὶ θεράπναι…

Χορός
καλεῖς πόλισμα Περσέως,    1500
Κυκλωπίων πόνον χερῶν;

Ἰφιγένεια
ἐθρέψαθ᾽ Ἑλλάδι με φάος:
θανοῦσα δ᾽ οὐκ ἀναίνομαι.

Χορός
κλέος γὰρ οὔ σε μὴ λίπῃ.

Ἰφιγένεια
ἰὼ ἰώ.    1505
λαμπαδοῦχος ἁμέρα
Διός τε φέγγος, ἕτερον ἕτερον
αἰῶνα καὶ μοῖραν οἰκήσομεν.
χαῖρέ μοι, φίλον φάος.

Χορός
ἰὼ ἰώ.    1510
ἴδεσθε τὰν Ἰλίου
καὶ Φρυγῶν ἑλέπτολιν
στείχουσαν, ἐπὶ κάρα στέφη
βαλουμέναν χερνίβων τε παγάς,
βωμόν γε δαίμονος θεᾶς
ῥανίσιν αἱματορρύτοις    1515
χρανοῦσαν εὐφυῆ τε σώματος δέρην
σφαγεῖσαν. εὔδροσοι παγαὶ
πατρῷαι μένουσι χέρνιβές τέ σε
στρατός τ᾽ Ἀχαιῶν θέλων
Ἰλίου πόλιν μολεῖν.    1520
ἀλλὰ τὰν Διὸς κόραν
κλῄσωμεν Ἄρτεμιν,
θεῶν ἄνασσαν, ὡς ἐπ᾽ εὐτυχεῖ πότμῳ.
ὦ πότνια, πότνια, θύμασιν βροτησίοις
χαρεῖσα, πέμψον ἐς Φρυγῶν    1525
γαῖαν Ἑλλάνων στρατὸν
† καὶ δολόεντα Τροίας ἕδη,
Ἀγαμέμνονά τε λόγχαις
Ἑλλάδι κλεινότατον στέφανον
δὸς ἀμφὶ κάρα ἑὸν †    1530
κλέος ἀείμνηστον ἀμφιθεῖναι.

Ἄγγελος
ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων
ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.

Κλυταιμήστρα
φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,
ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ:    1535
μή μοί τιν᾽ ἄλλην ξυμφορὰν ἥκεις φέρων
πρὸς τῇ παρούσῃ;

Ἄγγελος
σῆς μὲν οὖν παιδὸς πέρι
θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.

Κλυταιμήστρα
μὴ μέλλε τοίνυν, ἀλλὰ φράζ᾽ ὅσον τάχος.

Ἄγγελος
ἀλλ᾽, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς.    1540
λέξω δ᾽ ἀπ᾽ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου
γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.
ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης
Ἀρτέμιδος ἄλσος λείμακάς τ᾽ ἀνθεσφόρους,
ἵν᾽ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,    1545
σὴν παῖδ᾽ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος
ἠθροίζεθ᾽. ὡς δ᾽ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ
ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,
ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα
δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς.    1550
ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
ἔλεξε τοιάδ᾽: Ὦ πάτερ, πάρειμί σοι:
τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
θῦσαι δίδωμ᾽ ἑκοῦσα πρὸς βωμὸν θεᾶς    1555
ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
καὶ τοὐπ᾽ ἔμ᾽ εὐτυχεῖτε: καὶ νικηφόρου
δώρου τύχοιτε πατρίδα τ᾽ ἐξίκοισθε γῆν.
πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ:
σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.    1560
τοσαῦτ᾽ ἔλεξε: πᾶς δ᾽ ἐθάμβησεν κλύων
εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.
στὰς δ᾽ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδ᾽ ἦν μέλον,
εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ:
Κάλχας δ᾽ ὁ μάντις ἐς κανοῦν χρυσήλατον    1565
ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
κολεῶν ἔσωθεν, κρᾶτά τ᾽ ἔστεψεν κόρης.
ὁ παῖς δ᾽ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς
λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θ᾽ ὁμοῦ,
ἔλεξε δ᾽: Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε,    1570
τὸ λαμπρὸν εἱλίσσουσ᾽ ἐν εὐφρόνῃ φάος,
δέξαι τὸ θῦμα τόδ᾽ ὅ γέ σοι δωρούμεθα
στρατός τ᾽ Ἀχαιῶν † Ἀγαμέμνων ἄναξ θ᾽ ὁμοῦ, †
ἄχραντον αἷμα καλλιπαρθένου δέρης,
καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα    1575
Τροίας τε πέργαμ᾽ ἐξελεῖν ἡμᾶς δορί.
ἐς γῆν δ᾽ Ἀτρεῖδαι πᾶς στρατός τ᾽ ἔστη βλέπων.
ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,
λαιμόν τ᾽ ἐπεσκοπεῖθ᾽, ἵνα πλήξειεν ἄν:
ἐμοὶ δέ τ᾽ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί,    1580
κἄστην νενευκώς: θαῦμα δ᾽ ἦν αἴφνης ὁρᾶν.
πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετ᾽ ἂν σαφῶς,
τὴν παρθένον δ᾽ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
βοᾷ δ᾽ ἱερεύς, ἅπας δ᾽ ἐπήχησε στρατός,
ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος    1585
φάσμ᾽, οὗ γε μηδ᾽ ὁρωμένου πίστις παρῆν:
ἔλαφος γὰρ ἀσπαίρουσ᾽ ἔκειτ᾽ ἐπὶ χθονὶ
ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,
ἧς αἵματι βωμὸς ἐραίνετ᾽ ἄρδην τῆς θεοῦ.
κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη:    1590
Ὦ τοῦδ᾽ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,
ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς
προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;
ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,
ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.    1595
ἡδέως τε τοῦτ᾽ ἐδέξατο, καὶ πλοῦν οὔριον
δίδωσιν ἡμῖν Ἰλίου τ᾽ ἐπιδρομάς.
πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης,
χώρει τε πρὸς ναῦν: ὡς ἡμέρᾳ τῇδε δεῖ
λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς    1600
Αἴγαιον οἶδμα διαπερᾶν.
ἐπεὶ δ᾽ ἅπαν
κατηνθρακώθη θῦμ᾽ ἐν Ἡφαίστου φλογί,
τὰ πρόσφορ᾽ ηὔξαθ᾽, ὡς τύχοι νόστου στρατός.
πέμπει δ᾽ Ἀγαμέμνων μ᾽ ὥστε σοι φράσαι τάδε,
λέγειν θ᾽ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ    1605
καὶ δόξαν ἔσχεν ἄφθιτον καθ᾽ Ἑλλάδα.
ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμ᾽ ὁρῶν λέγω:
ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.
λύπης δ᾽ ἀφαίρει καὶ πόσει πάρες χόλον:
ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,    1610
σώζουσί θ᾽ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε
θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.

Χορός
ὡς ἥδομαί τοι ταῦτ᾽ ἀκούσασ᾽ ἀγγέλου:
ζῶν δ᾽ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.

Κλυταιμήστρα
ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας;    1615
πῶς σε προσείπω; πῶς δ᾽ οὐ φῶ
παραμυθεῖσθαι τούσδε μάτην μύθους,
ὥς σου πένθους λυγροῦ παυσαίμαν;

Χορός
καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει,
τούσδ᾽ αὐτοὺς ἔχων σοι φράζειν μύθους.    1620

Ἀγαμέμνων
γύναι, θυγατρὸς ἕνεκ᾽ ὄλβιοι γενοίμεθ᾽ ἄν:
ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν.
χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ
στείχειν πρὸς οἴκους: ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ.
καὶ χαῖρε: χρόνια γε τἀμά σοι προσφθέγματα    1625
Τροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς.

Χορός
χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν,
χαίρων δ᾽ ἐπάνηκε,
κάλλιστά μοι σκῦλ᾽ ἀπὸ Τροίας ἑλών.