Μετάβαση στο περιεχόμενο

Ιστορική Βιβλιοθήκη/ΚΘ

Από Βικιθήκη
Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος ΚΘ΄
The Library of History of Diodorus Siculus published in Vol. XI of the Loeb Classical Library edition, 1957. The text is in the public domain.


ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΕΙΚΟΣΤΗΣ ΕΝΝΑΤΗΣ ΒΙΒΛΟΥ

[Επεξεργασία]

1 [1] Ὅτι τὸ Δήλιον ἱερὸν ἦν οὐ μακρὰν ἀπέχον τῆς Χαλκίδος ... διόπερ ὁ βασιλεὺς ὑπὸ τῶν Ἑλλήνων ἐβλασφημεῖτο, τὴν ἀρχὴν τοῦ πρὸς Ῥωμαίους πολέμου πεποιημένος ἐξ ἀσεβείας. οὗ †συνελθόντος Φλαμίνιος περὶ Κόρινθον διατρίβων ἐπεμαρτύρατο πάντας ἀνθρώπους τε καὶ θεοὺς ἐπὶ τῷ προκατῆρχθαι τοῦ πολέμου τὸν βασιλέα.

2 [1] Ὅτι Ἀντίοχος ἐν Δημητριάδι τὴν παραχειμασίαν ποιούμενος καὶ πλείω τῶν πεντήκοντα ἐτῶν βεβιωκὼς τῆς μὲν περὶ τὸν πόλεμον παρασκευῆς ἠμέλησε, παρθένου δὲ εὐπρεποῦς ἐρασθεὶς ἐκάθητο τοὺς ταύτης ἐπιτελῶν γάμους καὶ πανηγύρεις λαμπρὰς συνήγαγε. ταῦτα δὲ πράττων οὐ μόνον ἑαυτοῦ τὸ σῶμα καὶ τὴν ψυχὴν διέφθειρεν, ἀλλὰ καὶ τὰς τῶν δυνάμεων ὁρμὰς ἐξέλυσε, καὶ οἱ στρατιῶται τὸν χειμῶνα κατατετριφότες ἐν ἀνέσει καὶ τρυφῇ κακῶς ἀπήλλαττον ἐν ταῖς ἀπορίαις, οὔτε δίψαν οὔτε ἄλλην κακοπάθειαν φέρειν δυνάμενοι. διόπερ αὐτῶν οἱ μὲν εἰς νόσους ἐνέπιπτον, οἱ δὲ ἐν ταῖς ὁδοῖς ὑπολειπόμενοι πολὺ τῶν τάξεων ἀπεσπῶντο.

3 [1] Ὅτι Ἀντίοχος ὁ βασιλεὺς τὰς ἐν Θετταλίᾳ πόλεις πυνθανόμενος πρὸς Ῥωμαίους μετατεθεῖσθαι, τὰς δὲ ἐκ τῆς Ἀσίας δυνάμεις ὑστερούσας καὶ τοὺς Αἰτωλοὺς καταμελοῦντας καὶ προφάσεις ἀεὶ ποριζομένους, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκει. διὸ καὶ τοὺς πεπεικότας αὐτὸν ἀπαράσκευον ὄντα ἐπὶ τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ τὸν πόλεμον ἐπανελέσθαι δι' ὀργῆς εἶχε· τὸν δὲ Ἀννίβαν τὴν ἐναντίαν γνώμην ἐσχηκότα τότε ἐθαύμαζε καὶ τὰς ἐλπίδας εἶχεν ἐν τούτῳ, τόν τε πρὸ τοῦ χρόνον ὑπόπτως πρὸς αὐτὸν διακείμενος τότε πιστότατον αὐτὸν εἶχε φίλον καὶ ἀπὸ τῆς τούτου γνώμης πάντα ἔπραττεν.

4 [1] Ὅτι τοῖς Αἰτωλοῖς διαπρεσβευσαμένοις περὶ διαλύσεων ἐδογμάτισεν ἡ σύγκλητος ἢ τὰ καθ' ἑαυτοὺς ἐπιτρέπειν Ῥωμαίοις ἢ χίλια τάλαντα ἀργυρίου δοῦναι παραχρῆμα Ῥωμαίοις. οἱ δὲ διὰ τὴν ἀποτομίαν τῆς ἀποκρίσεως οὐ προσδεξάμενοι τὰ προσταττόμενα εἰς φόβους καὶ μεγάλους κινδύνους ἐνέπεσον· συνηγωνισμένοι γὰρ τῷ βασιλεῖ ἐκτενέστατα εἰς ἀπορίαν ἐνέπιπτον οὐδεμίαν ἔκβασιν ἔχοντες τῶν κακῶν.

5 [1] Ὅτι ὁ Ἀντίοχος διὰ τὴν ἧτταν ταπεινωθεὶς ἔκρινε τῆς μὲν Εὐρώπης ἐξίστασθαι, περὶ δὲ τῆς Ἀσίας διαγωνίζεσθαι. καὶ προσέταξε τοῖς Λυσιμαχεῦσι πανδημεὶ τὴν πόλιν ἐκλιπεῖν, εἰς δὲ τὰς κατὰ τὴν Ἀσίαν πόλεις μετοικῆσαι. καὶ ἔδοξε πᾶσιν ἀφρόνως βεβουλεῦσθαι καὶ πόλιν ἐπικαιρότατα κειμένην πρὸς τὸ διακωλῦσαι τοὺς πολεμίους ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν περαιοῦν τὰς δυνάμεις ἀκονιτὶ προέσθαι τοῖς πολεμίοις. ἀκολούθως δὲ τῇ διαλήψει ταύτῃ καὶ τὸ τῶν ἀποτελεσμάτων ἔργον ἐπληρώθη. ὁ γὰρ Σκιπίων τὴν πόλιν καταλαβὼν ἔρημον αὐτομάτως εὐημέρησε ταύτην παραλαβών.

6 [1] Ὅτι εἰσὶν ἐν τοῖς πολέμοις αἱ τῶν χρημάτων παρασκευαί, καθάπερ ἡ κοινὴ παροιμία φησίν, ἑταῖραι τῶν πράξεων· ὁ γὰρ τούτων εὐπορῶν οὐκ ἀπορεῖ τῶν μάχεσθαι δυναμένων ἀνδρῶν. οἱ γὰρ Καρχηδόνιοι προσφάτως Ῥωμαίους εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγον, οὐ πολιτικοῖς στρατιώταις τὰς τηλικαύτας παρατάξεις νικῶντες ἀλλὰ τῷ τῶν μισθοφόρων πλήθει. ἔστιν γὰρ τὸ πλῆθος τῆς ξενικῆς δυνάμεως εὐχρηστότατον μὲν τοῖς ἔχουσι, φοβερώτατον δὲ τοῖς πολεμίοις· οἱ μὲν γὰρ ὀλίγου χρήματος ἀθροίζουσι τοὺς ὑπὲρ αὐτῶν κινδυνεύοντας, οἱ δὲ κἂν νικήσωσιν, οὐδὲν ἧττον ἄλλους ἔχουσιν ἀνταγωνιστὰς ἐξ ἑτοίμου. ἐπὶ μὲν γὰρ τῶν πολιτικῶν δυνάμεων ὁ καταγωνισθεὶς ἅπαξ τοῖς ὅλοις ἔπταικεν, ἐπὶ δὲ τῶν ξενικῶν ὁσάκις ἂν ἡττηθῶσιν, οὐδὲν ἧττον ἀκεραίους ἔχουσι τὰς δυνάμεις μέχρις ἂν χρημάτων εὐπορῶσιν. Ῥωμαῖοι δὲ οὔτε μισθοφόρους εἰώθασιν ἔχειν οὔτε χρημάτων εὐποροῦσιν. [2] Ὅτι εἰώθασιν ὡς ἐπίπαν οἱ στρατιῶται τῶν αὐτῶν τοῖς ἀφηγουμένοις μιμηταὶ γίνεσθαι. [3] Ὁ δὲ Ἀντίοχος ταχὺ τῆς ἰδίας ἀνοίας τἀπίχειρα κομισάμενος μετὰ συμφορῶν μεγάλων ἔμαθεν σωφρονεῖν ἐν ταῖς εὐπραξίαις.

7 [1] Ὅτι ὁ Ἀντίοχος πυθόμενος τοὺς Ῥωμαίους εἰς τὴν Ἀσίαν διαβεβηκέναι πρεσβευτὴν ἐξέπεμψε πρὸς τὸν ὕπατον Ἡρακλείδην τὸν Βυζάντιον περὶ διαλύσεων, ἀποδιδοὺς μὲν τὴν ἡμίσειαν τῆς δαπάνης, διδοὺς δὲ Λάμψακον καὶ Σμύρναν καὶ Ἀλεξάνδρειαν, δι' ἃς ὁ πόλεμος ἐδόκει κεκινῆσθαι. αὗται γὰρ αἱ πόλεις πρῶται τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἐπεπρεσβεύκεισαν πρὸς τὴν σύγκλητον παρακαλοῦσαι περὶ τῆς ἐλευθερίας αὑτῶν.

8 [1] Ὅτι ὁ Ἀντίοχος Ποπλίῳ Σκιπίωνι τῷ τοῦ συνεδρίου προεστῶτι τὸν υἱὸν προσεπηγγείλατο ἄνευ λύτρων ἀποδώσειν, ὃν ἦν εἰληφὼς ὅτε περὶ Εὔβοιαν διέτριβεν, οὐδὲν δ' ἧττον καὶ χρημάτων πλῆθος, συνεπιλαβομένῳ τῆς εἰρήνης. ὁ δὲ Σκιπίων ὑπὲρ μὲν τῆς κατὰ τὸν υἱὸν ἀποδόσεως ἔφησε χάριν ἕξειν τῷ βασιλεῖ, χρημάτων δὲ πλήθους μὴ προσδεῖσθαι. ἀντὶ δὲ ταύτης τῆς εὐεργεσίας συμβουλεύειν αὐτῷ μὴ παρατάττεσθαι Ῥωμαίοις πεπειραμένον τῆς ἀρετῆς αὐτῶν. ὁ δὲ δόξας βαρύτερα τοῦ προσήκοντος προστάττειν τοῦτον οὐ προσεδέξατο τὰς ἀποκρίσεις. [2] Ὅτι ὁ Ἀντίοχος πρὸς τὰ παράλογα τῆς τύχης ἔκρινε συμφέρειν ἀποδοῦναι τῷ Σκιπίωνι τὸν υἱόν, καὶ τοῦτον ἀπέστειλε κοσμήσας πολυτελέσι κατασκευαῖς.

10 [1] Ὅτι ὁ Ἀντίοχος ἀπογνοὺς τὸν πόλεμον ἀπέστειλε πρέσβεις πρὸς τὸν ὕπατον ἀξιῶν αὑτῷ συγγνώμην δοθῆναι περὶ τῶν ἡμαρτημένων καὶ τυχεῖν ἐφ' οἷς δυνατόν ἐστι τῆς εἰρήνης. ὁ δὲ ὕπατος διατηρῶν τὴν πάτριον τῆς Ῥώμης ἐπιείκειαν καὶ παρακληθεὶς ὑπὸ τοῦ ἀδελφοῦ Ποπλίου συνεχώρησε τὴν εἰρήνην ἐπὶ τοῖσδε· ἐκχωρῆσαι τὸν βασιλέα τοῖς Ῥωμαίοις τῆς τε Εὐρώπης καὶ τῆς ἐπὶ τάδε τοῦ Ταύρου χώρας καὶ τῶν ἐν αὐτῇ πόλεων καὶ ἐθνῶν· παραχωρῆσαι δὲ τῶν τε ἐλεφάντων καὶ μακρῶν νηῶν, καὶ τὰς δαπάνας τὰς γεγενημένας εἰς τὸν πόλεμον ἀποδοῦναι, ὧν ἦν ἡ διατίμησις ταλάντων Εὐβοϊκῶν μυρίων πεντακισχιλίων· ἐκδότους δὲ παραδοῦναι τόν τε Καρχηδόνιον Ἀννίβαν καὶ τὸν Αἰτωλὸν Θόαντα καί τινας ἑτέρους, καὶ ὁμήρους εἴκοσι, οὓς ἂν ἀπογράψωσι Ῥωμαῖοι. ὁ δὲ πάντα προσδεξάμενος διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν ἀπελύθη τοῦ πολέμου.

9 [1] Ὅτι ἐν τῇ Ῥώμῃ πρὸ τῆς κατὰ τὸν Ἀντίοχον ἥττης εἰσαχθέντων εἰς τὴν σύγκλητον τῶν ἐξ Αἰτωλίας πρεσβευτῶν καὶ περὶ μὲν τῶν ἰδίων ἁμαρτημάτων οὐδὲν διαλεχθέντων, αὐτὰ δὲ τὰ τοῖς Αἰτωλοῖς καλῶς πρὸς τοὺς Ῥωμαίους πραχθέντα διεξιόντων, ἀναστάς τις τῶν ἐκ τοῦ συνεδρίου τοὺς πρέσβεις ἠρώτησεν εἰ παραδιδόασιν ἑαυτοὺς Αἰτωλοὶ εἰς τὴν πίστιν τῶν Ῥωμαίων. ἀποσιωπησάντων δὲ τῶν πρέσβεων, ἡ σύγκλητος ὑπολαβοῦσα τοὺς Αἰτωλοὺς ἀντέχειν ταῖς κατὰ τὸν Ἀντίοχον ἐλπίσιν ἀπράκτους ἀπέστειλεν εἰς τὴν Ἑλλάδα.

11 [1] Ὅτι μετὰ τὴν κατὰ τὸν Ἀντίοχον ἧτταν ἀπὸ πασῶν τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ δυναστῶν καταντησάντων πρέσβεων, τῶν μὲν περὶ τῆς ἐλευθερίας, τῶν δὲ καὶ περὶ εὐχαριστηρίων ἀνθ' ὧν εὐεργετήκασι τὴν Ῥώμην συναγωνισάμενοι κατὰ Ἀντιόχου. οἷς πᾶσιν ἡ σύγκλητος ἀγαθὰς ἐλπίδας ὑπογράφουσα ἔφησε δέκα πρεσβευτὰς ἀποστέλλειν εἰς τὴν Ἀσίαν τοὺς μετὰ τῶν στρατηγῶν ἅπαντα τάξοντας. ἐπανελθόντων δὲ εἰς τὰς πατρίδας, καὶ τῶν δέκα πρέσβεων μετὰ τῶν περὶ Σκιπίωνα καὶ τὸν Αἰμίλιον συνεδρευσάντων, ἔκριναν οὗτοι καὶ διεσάφησαν τὴν μὲν ἐπὶ τάδε τοῦ Ταύρου χώραν Εὐμένους εἶναι καὶ τοὺς ἐλέφαντας, Ῥοδίοις δὲ προσώρισαν Καρίαν καὶ Λυκίαν· τῶν δὲ πόλεων τὰς μὲν Εὐμένει φόρους δεδωκυίας ὑπὸ τὸν Εὐμένη τετάχθαι, τὰς δὲ Ἀντιόχῳ φόρον φερούσας ἀπολελύσθαι τῶν φόρων.

12 [1] Ὅτι Γναῖος Μάλλιος ὁ ἀνθύπατος, παραγενομένων πρὸς αὐτὸν πρεσβευτῶν παρὰ Γαλατῶν περὶ συλλύσεως τοῦ πολέμου, τούτοις ἔδωκεν ἀπόκρισιν ὅτι τότε ποιήσεται πρὸς αὐτοὺς τὰς ὑπὲρ τῆς εἰρήνης συνθήκας, ὅταν οἱ βασιλεῖς αὐτῶν καταντήσωσι πρὸς αὐτόν.

13 [1] Ὅτι ὁ αὐτὸς παρελθὼν εἰς Λυκαονίαν τὸν προσοφειλόμενον σῖτον ἐκομίσατο παρὰ Ἀντιόχου καὶ τὸν κατὰ τὰς συνθήκας φόρον ἐνιαυτοῦ χίλια τάλαντα.

14 [1] Ὅτι Μάρκος Φόλουιος στρατηγὸς ὢν παρανομήσας εἰς τοὺς κατὰ τὴν Λιγυστικὴν συμμάχους ἔτυχε τῆς προσηκούσης κολάσεως. παρελθὼν γὰρ εἰς τοὺς ὀνομαζομένους Κενομανοὺς ὡς φίλος παρείλετο τὰ ὅπλα, μηδὲν ἔχων ἔγκλημα. ὁ δὲ ὕπατος πυθόμενος τὸ γεγονὸς τούτοις μὲν ἀπέδωκε τὰ ὅπλα, τὸν δὲ Μάρκον ἐζημίωσε χρήμασι.

15 [1] Ὅτι Ἀντίοχος ἀπορῶν χρημάτων, ἀκούων δὲ κατὰ τὴν Ἐλυμαΐδα τὸ ἱερὸν τὸ τοῦ Βήλου πολὺν ἐκ τῶν ἀναθημάτων ἔχειν ἄργυρόν τε καὶ χρυσόν, ἔγνω τοῦτο συλῆσαι. καὶ ἧκεν εἰς τὴν Ἐλυμαΐδα, καὶ καταιτιασάμενος τοὺς ἐγχωρίους πολέμου κατάρχεσθαι τὸ μὲν ἱερὸν ἐσύλησε, χρημάτων δὲ πλῆθος ἀθροίσας ταχὺ τῆς προσηκούσης ἐκ θεῶν ἔτυχε κολάσεως.

16 [1] Ὅτι Φίλιππος ὠνείδισε τοῖς Θετταλοῖς ὡς τῆς ἐλευθερίας ἀνελπίστως διὰ Ῥωμαίων κυριεύσαντες λοιδοροῦσι τοὺς προγεγονότας κυρίους, οὐκ εἰδότες ὅτι οὔπω πᾶς αὐτοῖς ὁ ἥλιος δέδυκε. τούτου δὲ τοῦ λόγου ῥιφέντος ὑπόνοια τοῖς ἀκούουσιν εἰσέπεσεν ὡς Φιλίππου διαπολεμήσοντος πρὸς Ῥωμαίους, καὶ παροξυνθέντες ἔκριναν μηδεμίαν πόλιν πλὴν τῶν κατὰ Μακεδονίαν οὐσῶν ἔχειν Φίλιππον.

17 [1] Ὅτι κατὰ τὴν Πελοπόννησον τῆς κοινῆς συνόδου τῶν Ἀχαιῶν συνελθούσης, εἰσήχθησαν οἱ τῶν Ῥωμαίων πρέσβεις. οὗτοι δὲ ἔφησαν τὴν σύγκλητον δυσαρεστεῖσθαι τῇ τῶν τειχῶν τῶν ἐν Λακεδαίμονι καθαιρέσει, ἣν ἐποίησε τὸ κοινὸν τῶν Ἀχαιῶν ὅτε τῆς Σπάρτης ἐκράτησε καὶ τοὺς Λακεδαιμονίους κατέταξεν εἰς τὴν κοινὴν πολιτείαν. μετὰ δὲ τούτους εἰσήχθησαν οἱ παρ' Εὐμένους πρέσβεις κομίζοντες δωρεὰν ταλάντων εἴκοσι, ἐξ ὧν ᾤετο δεῖν ὁ βασιλεὺς ὀψωνιάζεσθαι τὴν τῶν Ἀχαιῶν σύνοδον. οἱ δὲ Ἀχαιοὶ τὴν δόσιν τῶν χρημάτων ἀποδοκιμάσαντες οὐ προσεδέξαντο τὴν δωρεάν. ἧκον δὲ καὶ παρὰ Σελεύκου πρέσβεις τὴν προγεγενημένην εἰς τὸν Ἀντίοχον τὸν βασιλέα συμμαχίαν ἀνανεούμενοι. οἱ δὲ τὴν συμμαχίαν ἀνενεώσαντο καὶ τὴν δωρεὰν προσεδέξαντο.

18 [1] Ὅτι ὁ Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἀνὴρ ἐγεγόνει φρονήσει καὶ στρατηγίᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέρων, πάντα τὸν τοῦ ζῆν χρόνον πεπολιτευμένος ἀμέμπτως. καὶ πολλάκις μὲν στρατηγίας ἠξιώθη, τεσσαράκοντα ἔτη τοῦ πολιτεύματος ἡγούμενος, μάλιστα δὲ τῶν ἄλλων εἰς κοινὸν ηὐξηκὼς τὴν Ἀχαιῶν συμπολιτείαν, πρός τε τοὺς ἰδιώτας ἡμερώτατα πολιτευόμενος καὶ δι' ἀρετὴν παρὰ Ῥωμαίων ἀποδοχῆς τετευχώς, ἐπὶ δὲ τῆς τοῦ βίου καταστροφῆς ἀγνώμονι τύχῃ συγκεχρημένος. ἀλλ' ὅμως μετὰ τὴν τελευτὴν ὡσπερεί τινι θείᾳ προνοίᾳ τὰς ἰσοθέους τιμὰς ἠλλάξατο τῶν κατὰ τὴν τελευτὴν ἀπηντηκότων ἀκληρημάτων. χωρὶς δὲ τῶν κοινῇ τοῖς Ἀχαιοῖς καταψηφισθέντων εἰς τιμὴν τἀνδρὸς ἡ πατρὶς ἱδρύσατο βωμὸν καὶ ... τοῦ βουθυτεῖν αὐτῷ κατ' ἐνιαυτὸν καὶ τῆς ἀρετῆς ἐγκώμιά τε καὶ ὕμνους κατέδειξεν ᾄδειν τοὺς νέους.

19 [1] Ὅτι ὁ Ἀννίβας στρατηγικῇ συνέσει καὶ μεγέθει πράξεων πάντων Καρχηδονίων πεπρωτευκὼς οὐδέποτε στάσιν ἔσχεν ἐν τῷ στρατεύματι, ἀλλὰ τῇ φύσει πλεῖστον διεστῶτα καὶ διαλέκτοις πολυφώνοις διειλημμένα διὰ τῆς ἰδίας προνοίας ἐν ὁμονοίᾳ καὶ συμφωνίᾳ διετήρησεν. ὁμοίως δὲ τῶν ἀλλοεθνῶν εἰωθότων διὰ τὰς τυχούσας αἰτίας ἀφίστασθαι πρὸς τοὺς ἐναντίους, οὐδεὶς ἐπ' αὐτοῦ τοῦτο ἐτόλμησε. μεγάλας δὲ δυνάμεις ἀεὶ τρέφων οὐδέποτε χρημάτων οὐδὲ τροφῆς ἠπόρησε, καὶ τὸ πάντων παραδοξότατον, οἱ μετ' αὐτοῦ στρατευόμενοι τῶν ἀλλοεθνῶν τῆς πολιτικῆς εὐνοίας οὐκ ἀπελείφθησαν, ἀλλὰ πολὺ διήνεγκαν. τοιγαροῦν καλῶς ἄρχων τῶν στρατιωτῶν καλὰς καὶ τὰς πράξεις ἐπετελέσατο. πρὸς γὰρ τοὺς δυνατωτάτους πόλεμον ἐξενέγκας ἑπτακαίδεκα ἕτη σχεδὸν τὴν Ἰταλίαν ἐπόρθησεν, ἀήττητος δὲ ἐν πάσαις ταῖς μάχαις ἐγένετο· τηλικαύταις δὲ καὶ τοσαύταις πράξεσι τοὺς τῆς οἰκουμένης ἡγεμόνας ἐνίκησεν ὥστε διὰ τὸ πλῆθος τῶν κατακοπτομένων ὑπ' αὐτοῦ μηδένα ποτὲ τολμᾶν ἔτι κατὰ στόμα μάχεσθαι πρὸς αὐτόν. πολλὰς μὲν πόλεις δοριαλώτους κατέκαιε, τὰ δὲ κατὰ τὴν Ἰταλίαν ἔθνη πολυανθρωπίᾳ διαφέροντα σπανίζειν ἐποίησεν ἀνδρῶν. καὶ τὰς περιβοήτους πράξεις ἐπετελέσατο πολιτικοῖς μὲν τελέσμασι, δυνάμεσι δὲ μισθοφόροις καὶ συμμαχικαῖς παμμιγέσι, καὶ τῶν διὰ τὴν συμφωνίαν δυσυποστάτων περιεγένετο διὰ τῆς ἰδίας ἀγχινοίας καὶ στρατηγικῆς ἀρετῆς, καὶ πᾶσιν ἔδειξεν ὅτι καθάπερ ἐπὶ τοῦ σώματος ὁ νοῦς, οὕτως ἐπὶ στρατεύματος ὁ τὴν ἡγεμονίαν ἔχων ποιεῖ τὰ κατορθώματα.

20 [1] Ὅτι ὁ Σκιπίων νέος ὢν παντελῶς τοῖς κατὰ τὴν Ἰβηρίαν ἀνελπίστως ἐχρήσατο καταπολεμήσας τοὺς Καρχηδονίους, τὴν δὲ πατρίδα κινδυνεύουσαν ἐξείλετο τῶν μεγίστων κινδύνων. τὸν γὰρ ἀήττητον Ἀννίβαν διὰ τῆς ἐπινοίας ἠνάγκασεν ἄνευ μάχης καὶ κινδύνων ἐκ τῆς Ἰταλίας ἐκχωρῆσαι. τὸ δὲ τελευταῖον ἐκ τῆς ἀνδρείας τε καὶ στρατηγίας μεγάλῃ παρατάξει τὸν ἀνίκητον γεγενημένον Ἀννίβαν καταπολεμήσας ἥττησε τὴν Καρχηδόνα.

21 [1] Ὅτι ὁ Σκιπίων διὰ τὸ μέγεθος τῶν πράξεων βαρύτερος ἐφαίνετο τοῦ τῆς πατρίδος ἀξιώματος. κατηγορούμενος γὰρ ὑπ' αὐτῶν δεινῷ θανάτῳ, παραλαβὼν τὸν λόγον τοῦτο μόνον εἶπεν ὅτι Ῥωμαίοις οὐ πρέπει κατ' αὐτοῦ φέρειν ψῆφον, δι' ὃν καὶ οἱ κατήγοροι ἐξουσίαν ἔχουσι λέγειν μετὰ παρρησίας. τούτου δὲ ῥηθέντος ὁ μὲν δῆμος ἅπας ἐντραπεὶς τὸ βάρος τοῦ λόγου παραχρῆμα ἐκ τῆς ἐκκλησίας ἀπεχώρησεν, ὁ δὲ κατήγορος μόνος ἀπολειφθεὶς ἀπῆλθεν εἰς τὴν οἰκίαν καταφρονηθείς. πάλιν δὲ ἐν τῷ συνεδρίῳ χρείας ἐμπεσούσης χρημάτων καὶ τοῦ ταμίου οὐ φάσκοντος ἀνοίξειν, αὐτὸς ..ν̣..χη τὰς κλεῖς παρέλαβεν ὡς τοῦτο πράξων· αὐτὸς γὰρ καὶ τοῦ κλείειν τοὺς ταμίας ὑπάρχειν αἴτιος. πάλιν δέ τινος λόγον αὐτὸν ἀπαιτοῦντος ἐν τῷ συνεδρίῳ χρημάτων ὧν ἔλαβεν εἰς τὰς τῶν στρατιωτῶν δαπάνας, ὡμολόγησε μὲν ἔχειν τὸν λογισμόν, ἀπεῖπεν δὲ μὴ ἀποδώσειν· οὐ γὰρ ὀφείλειν τοῖς ἄλλοις ὁμοίως ὑπὸ τὸν ἐξετασμὸν πίπτειν. ἐπικειμένου δὲ τοῦ κατηγόρου πέμψας ἐπὶ τὸν ἀδελφὸν ἐκόμισεν ἐπὶ τὸ συνέδριον τὸ βιβλίον καὶ κατασπαράξας αὐτὸ τῷ κατηγόρῳ προσέταξε ψῆφον ἐκ τούτων προστιθέναι, τοὺς δὲ ἄλλους συγκλητικοὺς ἤρετο πῶς τῶν δεδαπανημένων τρισχιλίων ταλάντων τὸν λόγον ἀπαιτοῦσι, τῶν δὲ μυρίων καὶ πεντακοσίων ὧν παρὰ Ἀντιόχου λαμβάνουσι λόγον οὐκ ἀπαιτοῦσιν, οὐδὲ λογίζονται πῶς ὑφ' ἕνα σχεδὸν καιρὸν οὐ μόνον Ἰβηρίας καὶ Λιβύης ἀλλὰ καὶ τῆς Ἀσίας κυριεύουσιν. ὧν ῥηθέντων διὰ τὸ βάρος τῆς παρρησίας οὔθ' ὁ κατήγορος οὔτε τῶν συνέδρων οὐδεὶς ἐφθέγξατο.

28 [1] Ὅτι ἡ πόλις Κεμελετῶν ὑπὸ λῃστῶν καὶ δραπετῶν ᾠκισμένη τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνεδέξατο, πρέσβεις δὲ ἐξαπέστειλε πρὸς Φόλουιον ὑπὲρ ἑκάστου τῶν τεθνηκότων αἰτοῦσα σάγον καὶ ἐγχειρίδιον ἔτι δὲ ἵππον· εἰ δὲ μή, καταπολεμήσειν ἠπείλει. ὁ δὲ Φόλουιος ἐντυχὼν τοῖς πρέσβεσιν εἶπε μὴ κακοπαθεῖν· αὐτὸς γὰρ ἐπὶ τὴν πόλιν ἥξειν καὶ φθάσειν τὴν ἔξοδον. τὰς δὲ ἐπαγγελίας βεβαιῶσαι βουλόμενος παραχρῆμα ἀνέζευξεν ἐπὶ τοὺς βαρβάρους ἐκ ποδὸς ἀκολουθῶν τοῖς πρέσβεσιν.

29 [1] Ὅτι τῶν φίλων τινὸς εἰπόντος Πτολεμαίῳ τῷ βασιλεῖ διὰ τί τῆς Κοίλης Συρίας οὔσης αὐτοῦ δικαίως ἀφροντιστεῖ, πολλὰ περὶ τούτων ἔφησεν αὑτῷ μέλειν. ὑπειπόντος δὲ τοῦ προσομιλοῦντος πόθεν εὐπορήσει χρημάτων εἰς τὸν πόλεμον ὁ βασιλεὺς δείξας τοὺς φίλους εἶπεν, Ὁρᾷς τοὺς ἐμοὺς θησαυροὺς περιπατοῦντας.

22 [1] Ὅτι καταντησάντων εἰς Ῥώμην τῶν ἀπὸ τῆς Ἀσίας βασιλέων πρεσβευτῶν ἀποσταλέντων οἱ περὶ τὸν Ἄτταλον βασιλεῖς μεγάλης ἀποδοχῆς ἔτυχον. ἀπάντησις γὰρ αὐτοῖς ἐγένετο μεγαλοπρεπὴς καὶ ξένια καὶ τἄλλα φιλάνθρωπα διαφέροντα. σφόδρα γὰρ οἱ βασιλεῖς οὗτοι φιλορώμαιοι καθεστῶτες καὶ πάντα τῇ συγκλήτῳ πειθαρχοῦντες, ἔτι δὲ τοὺς παραβάλλοντας Ῥωμαίων εἰς τὴν βασιλίδα ὑποδεχόμενοι φιλανθρωπότατα, μεγίστης ἀποδοχῆς ἠξιοῦντο. δι' ὧν καὶ τῶν πρέσβεων ἁπάντων ἡ σύγκλητος ἀκούσασα καὶ μάλιστα σπεύδουσα τοῖς περὶ τὸν Εὐμένη βασιλεῦσι χαρίζεσθαι προσηνῆ τούτοις τὴν ἀπόκρισιν ἐποιήσατο. ἀπεφήνατο γὰρ ἀποστελεῖν ἐκ τοῦ συνεδρίου πρέσβεις τοὺς ἐκ παντὸς τρόπου συλλύσοντας τὸν πρὸς Φαρνάκην πόλεμον.

23 [1] Ὅτι Λεώκριτος ὁ τοῦ Φαρνάκου στρατηγὸς συνεχεῖς προσβολὰς ποιούμενος ἠνάγκασε τοὺς ἐν τῷ Τίῳ μισθοφόρους τὴν μὲν πόλιν παραδοῦναι, αὐτοὺς δὲ ὑποσπόνδους προπεμφθῆναι μετὰ ἀσφαλείας. τῶν δὲ μισθοφόρων τότε μὲν ἐκ τῆς πόλεως κατὰ τὰς συνθήκας προπεμπομένων, ἐν δὲ τοῖς ἐπάνω χρόνοις ἠδικηκότων τὸν Φαρνάκην, ὁ Λεώκριτος ἐντολὰς ἔχων παρὰ τοῦ Φαρνάκου πάντας ἀνελεῖν παρεσπόνδησε τοὺς μισθοφόρους· κατὰ δὲ τὴν ἐκ τοῦ Τίου μετάστασιν αὐτοῖς ἐπέθετο κατὰ τὴν ὁδοιπορίαν καὶ πάντας κατηκόντισεν.

24 [1] Ὅτι ὁ Σέλευκος ἀξιόλογον δύναμιν ἀναλαβὼν προῆγεν ὡς ὑπερβησόμενος τὸν Ταῦρον ἐπὶ τὴν βοήθειαν τοῦ Φαρνάκου· ἔννοιαν δὲ λαβὼν τῶν πρὸς Ῥωμαίους τῷ πατρὶ γενομένων συνθηκῶν, καθ' ἃς οὐκ ἐξῆν ...

25 [1] Ὅτι οἱ τὰ δεινὰ τολμήσαντες καὶ τὸν Δημήτριον ἀνελόντες οὐκ ἐξέφυγον τὴν τοῦ δικαίου δαιμονίου τιμωρίαν, ἀλλ' οἱ μὲν ἐκ Ῥώμης τὰς ψευδεῖς διαβολὰς πλασάμενοι μετ' ὀλίγον χρόνον τῷ βασιλεῖ προσκόψαντες ἀνῃρέθησαν, ὁ δὲ Φίλιππος τὸν λοιπὸν τοῦ ζῆν χρόνον ὀνειροπολούμενος καὶ διὰ τὴν συνείδησιν τῆς εἰς τὸν εὐγενέστατον υἱὸν ἀσεβείας ταραττόμενος οὐδὲ διετῆ χρόνον ἐπεβίωσε, τῇ δὲ λύπῃ ἀδιορθώτως συνεχόμενος κατέστρεψε τὸν βίον. ὁ δὲ πάντων τῶν κακῶν ἀρχιτέκτων Περσεὺς ὑπὸ Ῥωμαίων καταπολεμηθεὶς καὶ φυγὼν εἰς Σαμοθρᾴκην, ἄκυρον ἔσχε τὴν τῶν ἁγνοτάτων θεῶν ἱκεσίαν διὰ τὴν ὑπερβολὴν τῆς εἰς τὸν ἀδελφὸν τετολμημένης ἀσεβείας.

26 [1] Ὅτι Τιβέριος Γράκχος ἑξαπέλεκυς ὢν στρατηγὸς ἐνεργῶς διῴκει τὰ κατὰ τὸν πόλεμον. οὗτος γὰρ νέος ὢν τὴν ἡλικίαν πάντων ἡλικιωτῶν διέφερεν ἀνδρείᾳ καὶ φρονήσει, θαυμαζόμενος δὲ ἐπ' ἀρετῇ καὶ μεγάλας τοῦ μέλλοντος ὑποφαίνων ἐλπίδας πολὺ τῶν ἡλικιωτῶν προεῖχε δόξῃ.

27 [1] Ὅτι ὁ Αἰμίλιος ὁ ὕπατος ὁ καὶ πάτρων γεγονὼς ἦν εὐγενής τε καὶ κατὰ τὴν ὄψιν εὐπρεπής, ἔτι δὲ συνέσει πολὺ διαφέρων τῶν ἄλλων. διόπερ ἡ μὲν πατρὶς αὐτὸν ἁπάσαις ταῖς ἐπιδόξοις ἀρχαῖς ἐτίμησεν, αὐτὸς δὲ ἔν τε τῷ ζῆν διετέλεσεν ἐπαινούμενος καὶ τῆς μετὰ θάνατον εὐφημίας προενοήθη μετὰ τοῦ τῆς πατρίδος συμφέροντος.

30 [1] Ὅτι Περσεὺς τὴν αὐτὴν ἔχων προαίρεσιν τῷ πατρὶ καὶ ταύτην σπεύδων ὑπὸ Ῥωμαίων ἀγνοεῖσθαι πρεσβευτὰς ἀπέστειλεν εἰς Ῥώμην τοὺς ἀνανεωσομένους τὴν πατρικὴν φιλίαν. ἡ δὲ σύγκλητος τὰ πλεῖστα τῶν πραγμάτων αἰσθανομένη τὴν φιλίαν ὅμως ἀνενεώσατο, τὸν ἐξαπατῶντα ὁμοίως ἐξαπατῶσα.

31 [1] Ὅτι τὰς ἐπιμελείας οὐχ οὕτω τῷ διὰ τῶν ὅπλων φόβῳ λαμβάνειν αὔξησιν ὡς τῇ πρὸς τοὺς κρατηθέντας μετριότητι. Θόαντα γάρ τινα ἔκδοτον ἡ σύγκλητος λαβοῦσα καὶ μεγαλοψύχως ἐνέγκασα τὸν ἄνδρα τῶν ἐγκλημάτων ἀπέλυσεν.

32 [1] Ὅτι Ἀντίοχος προσφάτως παρειληφὼς τὴν βασιλείαν ἐνεστήσατο βίον παράλογον καὶ ἀσυνήθη τοῖς ἄλλοις βασιλεῦσι. πρῶτον μὲν γὰρ ἐκ τῶν βασιλείων ὑπάγων λάθρᾳ τῆς θεραπείας περιῄει τὴν πόλιν ἀλύων ὅπου τύχοι δεύτερος ἢ τρίτος· μετὰ δὲ ταῦτα ἐφιλοτιμεῖτο μετὰ δημοτῶν ἀνθρώπων συγκαταρριπτεῖν οἷ τύχοι καὶ μετὰ τῶν παρεπιδημούντων ξένων τῶν εὐτελεστάτων συμπίνειν. καθόλου δ' εἴ τινας τῶν νέων αἴσθοιτο ἀφ' ἡμέρας μετ' ἀλλήλων γενομένους, ἐξαίφνης ἐπὶ κῶμον παρεγίνετο μετὰ κερατίου καὶ συμφωνίας, ὥστε διὰ τὸ παράδοξον τῶν ἰδιωτῶν τοὺς μὲν φεύγειν, τοὺς δὲ διὰ τὸν φόβον σιωπᾶν. τὸ δὲ τελευταῖον τὴν βασιλικὴν ἐσθῆτα καταθέμενος περιεβάλλετο τήβενναν, καθάπερ ἦν ἑωρακὼς ἐν Ῥώμῃ τοὺς μεταπορευομένους τὰς ἀρχάς, ἐνετύγχανέ τε τοῖς ἰδιώταις ἀσπαζόμενος καὶ περιπτύσσων ἕκαστον, καὶ ποτὲ μὲν παρακαλῶν φέρειν ἑαυτῷ τὴν ψῆφον ὡς ἀγορανόμῳ, ποτὲ δὲ ὡς δημάρχῳ· τυχὼν δὲ ἀρχῆς ἐκάθιζεν ἐπὶ δίφρον ἐλεφάντινον, καὶ καθώς ἐστι Ῥωμαίοις ἔθιμον, διήκουε τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων περὶ τῶν ἐν τῷ βίῳ συμβολαίων. καὶ ταῦτ' ἔπραττε μετὰ πολλῆς ἐπιστάσεως καὶ φιλοτιμίας ὥστε τοὺς χαριεστάτους ἄνδρας ἀπορεῖν περὶ αὐτοῦ· οἱ μὲν γὰρ ἀφέλειαν, οἱ δὲ ἀλογίαν, τινὲς δὲ μανίαν αὐτοῦ κατεγίνωσκον.

33 [1] Ὅτι τῆς παρὰ τοῖς Αἰτωλοῖς χρεωκοπίας κατὰ τὴν Θεσσαλίαν ζηλωθείσης, καὶ πάσης πόλεως εἰς στάσεις καὶ ταραχὰς ἐμπιπτούσης, ἡ σύγκλητος ὑπέλαβεν ἐκ τοῦ Περσέως γεγονέναι τὴν σύγχυσιν, καὶ ἀπελογίσατο τοῖς τοῦ Περσέως πρεσβευταῖς περὶ μὲν τῶν ἄλλων ἀπολύσειν αὐτὸν τῶν ἐγκλημάτων, περὶ δὲ τῆς Ἀβρουπόλιδος τοῦ Θρᾳκὸς ἐκ τῆς βασιλείας ἐκβολῆς ἐκέλευσε διορθώσασθαι τὸν Περσέα τὸ γεγονός.

34 [1] Ὅτι τοῦ Ἁρπάλου τοῦ Περσέως πρεσβευτοῦ σιωπήσαντος, ἡ σύγκλητος τὸν Εὐμένη ἐλεφαντίνῳ τιμήσασα δίφρῳ καὶ τῆς ἄλλης ἀποδοχῆς ἀξιώσασα φιλοφρόνως, ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν. [2] Ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Εὐμένους εἰς τὸ Πέργαμον διαδοθείσης φήμης ὅτι τετελεύτηκεν Εὐμένης, Ἄτταλος ἐπεπλάκη τῇ βασιλίσσῃ προχειρότερον. οὐ μὴν Εὐμένης γε προσεποιήθη μετὰ ταῦτ' ἀνακάμψας, ἀλλὰ φιλοφρόνως ἀσπασάμενος τὸν ἀδελφὸν διέμεινεν ἐν τῇ πρὸς αὐτὸν εὐνοίᾳ.