Ιστορική Βιβλιοθήκη/ΚΔ

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ιστορική Βιβλιοθήκη
Συγγραφέας: Διόδωρος Σικελιώτης
Βίβλος ΚΔ΄
The Library of History of Diodorus Siculus published in Vol. XI of the Loeb Classical Library edition, 1957. The text is in the public domain.


ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΕΙΚΟΣΤΗΣ ΤΕΤΑΡΤΗΣ ΒΙΒΛΟΥ[Επεξεργασία]

1 [1] Τὴν δὲ Σελινουντίων πόλιν Καρχηδόνιοι κατασκάψαντες μετῴκισαν εἰς τὸ Λιλύβαιον. Ῥωμαῖοι δὲ ναυσὶ μακραῖς διακοσίαις τεσσαράκοντα καὶ κερκούροις ἑξήκοντα καὶ πλοίων πλήθει παντοδαπῶν κατέπλευσαν εἰς τὴν Πάνορμον, ἐκεῖθεν εἰς τὸ Λιλύβαιον, ὃ πολιορκεῖν ἤρξαντο. Τὴν μὲν γῆν ἀπὸ θαλάσσης εἰς θάλασσαν τάφρῳ ἀπετείχισαν, καταπέλτας δὲ καὶ κριοὺς καὶ χωστρίδας καὶ χελώνας κατεσκεύασαν. Τὸ δὲ στόμιον τοῦ λιμένος, πεντεκαίδεκα κερκούρους ναῦς λίθων πληρώσαντες, κατέχωσαν. Ἦν δὲ ὁ λαὸς ὁ τῶν Ῥωμαίων ἕνδεκα μυριάδες, τῶν δὲ πολιορκουμένων πεζοὶ ἑπτακισχίλιοι, ἱππεῖς δὲ ἑπτακόσιοι. [2] Πολιορκουμένων δὲ αὐτῶν, ἦλθεν αὐτοῖς βοήθεια ἀπὸ Καρχηδόνος, ἄνδρες τετρακισχίλιοι καὶ σῖτος, καὶ ἀνεθάρσησαν οἱ μετὰ τοῦ Ἀτάρβου. Οἱ δὲ Ῥωμαῖοι θεασάμενοι τὴν εἰσβολὴν τῆς δυνάμεως, λίθοις καὶ χώμασιν ἐκ δευτέρου τὸ στόμιον τοῦ λιμένος ἔχωσαν καὶ ξύλοις μεγίστοις καὶ ἀγκύραις τὰ βάθη ἐσταύρωσαν. Πνεύματος δὲ βιαίου πνεύσαντος καὶ τῆς θαλάσσης ἀγριανθείσης, πάντα κατέλυσεν. Ἐποίησαν δὲ Ῥωμαῖοι πετροβόλον ὄργανον, ἔκτισαν δὲ ἔνδοθεν ἄλλο τεῖχος Καρχηδόνιοι. Τὴν δὲ τάφρον τῆς πόλεως ἔχωσαν Ῥωμαῖοι, ἔχουσαν τὸ πλάτος ἑξήκοντα πήχεις καὶ τὸ βάθος τεσσαράκοντα. Πόλεμον δὲ συνάψαντες εἰς τὸ πρὸς θάλασσαν τεῖχος ἔστησαν κατὰ πρόσωπον ἐνέδρας. Καὶ τοῦ λαοῦ εἰς τὸν πρὸς θάλασσαν πόλεμον κενωθέντος, οἱ κατὰ τὰς ἐνέδρας κλίμακας ἑτοίμους ἔχοντες ἀνέβησαν, καὶ τὸ πρῶτον τεῖχος εἷλον. [3] Ἀκούσας δὲ ὁ Καρχηδόνιος στρατηγός, ἐπιπεσὼν αὐτοῖς ἐν ἑνὶ τόπῳ ἐφόνευσε μυρίους καὶ τοὺς ἄλλους ἠνάγκασε φεύγειν. Πάντα δὲ πολεμικὰ ὄργανα, χελώνας, πετροβόλους, κριούς, χωστρίδας, πνεύματος μεγάλου ἐπιπνεύσαντος, ἐνέπρησαν Ῥωμαίων. Ἰδόντες δὲ οἱ Καρχηδόνιοι οὐδὲν ὠφελοῦντας τοὺς ἱππεῖς αὐτῶν ἐν τοῖς στενοῖς τόποις, ἐξαπέστειλαν αὐτοὺς εἰς τὰ Δρέπανα, καὶ πολλὴ βοήθεια Καρχηδονίοις ἐγένετο. [4] Ἐξαπορηθέντες δὲ οἱ Ῥωμαῖοι διὰ τὴν καῦσιν τῶν ὀργάνων καὶ διὰ τὴν σπανίαν τῶν τροφῶν καὶ τὴν λοιμικὴν νόσον, κρεωβοροῦντες γὰρ μόνον Ῥωμαῖοι καὶ οἱ σύμμαχοι εἰς τὴν νόσον ἔπιπτον, ὡς ἐν ὀλίγαις ἡμέραις μυρίους τεθνάναι. Ὅθεν καὶ τὴν πολιορκίαν ἠθέλησαν καταλῦσαι· Ἱέρων δὲ ὁ βασιλεὺς Συρακούσης σῖτον πολὺν ἀποστείλας αὐτοῖς ἀνεθάρσυνεν αὐτοὺς πρὸς τὴν πολιορκίαν πάλιν. [5] Τῶν δὲ Ῥωμαίων τὸν ὕπατον διαδεξαμένων, τὴν ἀρχὴν παρέδωκαν Κλαυδίῳ ὑπάτῳ τῷ τοῦ Ἀππίου υἱῷ. Καὶ παραλαβὼν τὰς δυνάμεις πάλιν τὸν λιμένα ἔχωσεν, ὥσπερ καὶ οἱ πρὸ αὐτοῦ, καὶ πάλιν ἡ θάλασσα κατεσκόρπισε. Τοῦ δὲ Κλαυδίου μέγα ἐπαρθέντος, τὰς ἀρίστας ναῦς ἐξήρτυσε διακοσίας δέκα, καὶ εἰς τὰ Δρέπανα πρὸς Καρχηδονίους ἀπῆλθε πολεμήσων αὐτούς. Καὶ ἡττήθη ἀπολέσας ναῦς ἑκατὸν ἑπτακαίδεκα καὶ ἄνδρας δισμυρίους. Ναυμαχίαν δὲ καρτερὰν καὶ νίκην λαμπροτέραν οὐχ ὅτι Καρχηδονίοις ἀλλ' οὐδ' ἄλλοις τοιαύτην γεγενημένην ῥᾳδίως ἂν εὕροις περὶ τούτους τοὺς χρόνους, καί, τὸ παράδοξον, ἐν τηλικούτῳ κινδύνῳ ὄντας Καρχηδονίους καὶ μετὰ νεῶν δέκα ... Οὐ μόνον ἀνῃρέθη μὲν οὐδείς, ἐτραυματίσθησαν δὲ ὀλίγοι. [6] Μετὰ δὲ ταῦτα ἀπέστειλαν Ἀννίβαν τριηράρχην εἰς Πάνορμον μετὰ τριάκοντα νεῶν, καὶ τὴν ἀγορὰν τῶν Ῥωμαίων τοῦ σίτου ἔφερον εἰς Δρέπανα. Καὶ τῆς λοιπῆς ἀγορᾶς τὴν χρείαν ἐκ τῆς Δρεπάνης λαβόντες, εἰς τὸ Λιλύβαιον ἦλθον, καὶ τοὺς πολιορκουμένους ἐνέπλησαν παντοίων ἀγαθῶν. [7] Ἔφθασε δὲ καὶ Καρθάλων στρατηγὸς ἐκ Καρχηδόνος μετὰ νεῶν μακρῶν ἑβδομήκοντα καὶ σιτηγῶν ἴσων. Ἐπιθεμένων δὲ καὶ αὐτῶν Ῥωμαίοις, τινὰς μὲν ναῦς ἐβύθισε, τῶν δὲ νεῶν τῶν ὁρμουσῶν εἰς γῆν ἀπέσπασε πέντε. Ἀκούσας δὲ τὸν στόλον τῶν Ῥωμαίων ἐκ Συρακουσῶν ἀφωρμηκέναι, πείσας τοὺς συνάρχοντας ἀνήχθη ναυσὶν ἑκατὸν εἴκοσι ταῖς ἀρίσταις. Τῶν δὲ στόλων εἰς σύνοψιν ἐλθόντων κατὰ τὴν Γελῴαν χώραν, οἱ Ῥωμαῖοι φοβηθέντες κατέπλευσαν εἰς τὴν Φιντιάδα, καὶ τὰ πλοῖα τὰ τὴν ἀγορὰν κομίζοντα καὶ τὰς λοιπὰς ναῦς ἀπέλιπον ὑπὸ τὴν γῆν· τῶν δὲ Καρχηδονίων καταπλευσάντων συνέστη καρτερὸς ἀγών. Τέλος δὲ οἱ Καρχηδόνιοι τῶν σκαφῶν τῶν μεγάλων κατέδυσαν πεντήκοντα, τῶν δὲ μακρῶν ἐβύθισαν ἑπτακαίδεκα, συντρίψαντες δὲ τρισκαίδεκα ἀχρήστους ἐποίησαν. [8] Μετὰ δὲ ταῦτα οἱ Καρχηδόνιοι ἐπὶ τὸν Ἅλυκον ποταμὸν παραγενόμενοι τοὺς τραυματίας ἀνέπαυσαν. Ὁ δὲ ὕπατος Ἰούνιος οὐδὲν τῶν γεγενημένων εἰδὼς ἐκ τῆς Μεσσήνης ἀνήχθη ναυσὶ μακραῖς τριάκοντα ἕξ, φορτηγοῖς οὐκ ὀλίγοις. Περιπλεύσας δὲ τὸν Πάχυνον καὶ καθορμισθεὶς πλησίον Φιντιάδος κατεπλάγη τὸ γεγενημένον. [9] Μετὰ δὲ ταῦτα Καρχηδονίων παντὶ στόλῳ πρὸς αὐτοὺς ἐλθόντων, φοβηθεὶς ὁ ὕπατος τὰς μὲν τρισκαίδεκα τὰς ἀχρήστους ἐνέπρησεν, ἐπὶ δὲ Συρακόσας τὸν πλοῦν ἐποιεῖτο, νομίζων Ἱέρωνα παρέξεσθαι τὴν ἀσφάλειαν. Κατάληπτος δὲ γενόμενος πρὸς τὴν γῆν τῆς Καμαρίνας, εἰς τὴν γῆν κατέφυγε πρὸς τόπους τραχεῖς καὶ ὑφαλώδεις. Τοῦ δὲ πνεύματος βιαιότερον ἐπιπνέοντος, οἱ μὲν Καρχηδόνιοι κάμψαντες τὸν Πάχυνον εἰς ὑπεύδιον τόπον καθωρμίσθησαν, οἱ δὲ Ῥωμαῖοι κινδύνου μεγάλου γεγενημένου τὰ μὲν σιτηγὰ πλοῖα ἀπώλεσαν πάντα, τὰς δὲ μακρὰς ναῦς οὔσας ἑκατὸν πέντε ὁμοίως, ὥστε δύο μόνας σωθῆναι, τὰ δὲ πλείω σώματα ἀπολωλέναι. [10] Ὁ δὲ Ἰούνιος τὰς δύο ναῦς ἀπολαβὼν καὶ τοὺς ὑπολειφθέντας ἄνδρας εἰς τὸ στρατόπεδον ἦλθε τὸ Λιλύβαιον. Νυκτὸς δὲ οὗτος ἐπιπεσὼν τὸν Ἔρυκα παρέλαβε· καὶ τὸν Αἰγίθαλλον ἐτείχισεν, ὅνπερ νῦν Ἄκελλον καλοῦσι, καὶ στρατιώτας ὀκτακοσίους εἰς φυλακὴν κατέλιπε. [11] Καρθάλων δὲ πυθόμενος τοὺς περὶ τὸν Ἔρυκα τόπους προκατειλῆφθαι, νυκτὸς ἐν ταῖς ναυσὶ παρεκόμισε δύναμιν· ἐπιπεσὼν δὲ τοῖς φρουροῖς τοῦ Αἰγιθάλλου ἐκυρίευσε τοῦ χωρίου, καὶ περιγενόμενος οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐφυγάδευσεν εἰς τὸν Ἔρυκα· καὶ τὸ μὲν φρούριον τρισχίλιοι στρατιῶται ἐφύλαξαν. Ἐν δὲ τῇ πρώτῃ ναυμαχίᾳ Ῥωμαῖοι ἔπεσον τρισμύριοι καὶ πεντακισχίλιοι, τῶν δὲ ἑαλωκότων οὐκ ἔλαττον τούτων.

2 [1] Ὅτι τοὺς φιλαργυρωτάτους ἐπελέξαντο πρὸς τὸν ἐμπρησμὸν τῶν μηχανημάτων καὶ τοὺς θρασυτάτους οἱ Καρχηδόνιοι, τριακοσίους ὄντας τὸν ἀριθμόν· τὰ γὰρ πάθη ταῦτα μάλιστα προτρέπεται τοὺς προχείρους παντὸς καταφρονεῖν κινδύνου. Ὡς ἐπὶ πολὺ γὰρ ἐν ταῖς προσβολαῖς καὶ τειχομαχίαις συνέβαινε τοὺς ἀρίστους ἀποθνήσκειν ἑκουσίως προπίπτοντας εἰς κινδύνους δυσβοηθήτους.

3 [1] Ὅτι Κλώδιος παραγενόμενος εἰς τὴν Σικελίαν παρέλαβε τὰς πρὸς τῷ Λιλυβαίῳ δυνάμεις, καὶ τὰ πλήθη συναγαγὼν κατηγόρησε πικρῶς τῶν παραδόντων αὐτῷ τὸ στρατόπεδον ὑπάτων, φάσκων αὐτοὺς ῥᾳθύμως κεχειρικέναι τὸν πόλεμον, μεθυσκομένους καὶ ζῶντας ἐν ἀνέσει καὶ τρυφῇ, καὶ τὸ σύνολον πεπολιορκῆσθαι μᾶλλον ἢ πεπολιορκηκέναι. Ὢν δὲ φύσει παράθερμος καὶ τῇ διανοίᾳ παρακεκινηκὼς πολλὰ διῴκει μανίᾳ προσεμφερῶς. Πρῶτον μὲν γὰρ ὧν τῆς στρατηγίας κατηγόρησε, τούτων τὴν ἄνοιαν μιμησάμενος παραπλησίως ἐν τῇ θαλάσσῃ τά τε χώσματα καὶ τὰ κλεῖθρα κατεσκεύαζε, τοσοῦτον ἀφροσύνῃ διενέγκας ἐκείνων, ὅσῳ μεῖζόν ἐστιν ἁμάρτημα τὸ μηδὲ ἐκ τῆς πείρας δύνασθαι μεταδιδαχθῆναι τοῦ πρώτως ἐπιβαλλόμενον σφαλῆναι. Τιμωρητικὸς δὲ ὢν φύσει τοὺς μὲν πολιτικοὺς τοῖς πατρίοις ἔθεσιν ἐκόλαζεν ἀπαραιτήτως, τοὺς δὲ συμμάχους ῥάβδοις ἐμαστίγου. Καθόλου δὲ διὰ τὴν ὑπεροχὴν τοῦ γένους καὶ τὴν τῆς οἰκίας δόξαν διεφθαρμένος ὑπεροπτικὸς ἦν καὶ κατεφρόνει πάντων.

4 [1] Περικατάληπτος γενόμενος κατέφυγε πρὸς τὴν γῆν, ἐν ἐλάττονι θέμενος τὸν ἀπὸ τῆς ναυαγίας φόβον τοῦ παρὰ τῶν πολεμίων κινδύνου.

5 [1] Ὅτι Ἀμίλκας καὶ πρὸ τῆς στρατηγίας φανερὰν ἔσχε τὴν λαμπρότητα τῆς ψυχῆς, καὶ τὴν ἀρχὴν παρειληφὼς ἄξιος ἐφαίνετο τῆς πατρίδος, ἀντεχόμενος μὲν τῆς δόξης, καταφρονῶν δὲ τῶν κινδύνων. [2] Ὅτι οὗτος συνέσει διαφέρειν ἐδόκει καὶ τόλμαν καὶ πρᾶξιν τὴν ἐν τοῖς ὅπλοις ἔχων ὑπὲρ ἅπαντας τοὺς πολίτας ὑπῆρχεν ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής.

6 [1] Εἰς δὲ τὸν Λόγγωνα Κατάνης φρούριον ὑπῆρχε, καλούμενον Ἰτάλιον. ὅπερ πολεμήσας Βάρκας ὁ Καρχηδόνιος ...

7 [1] Οὐδενὶ δηλώσας τὸ βεβουλευμένον· ὑπελάμβανε γὰρ τὰ τοιαῦτα τῶν στρατηγημάτων διαδιδόμενα πρὸς τοὺς φίλους ἢ τοῖς πολεμίοις γνώριμα γίνεσθαι διὰ τῶν αὐτομόλων ἢ τοῖς στρατιώταις ἐμποιεῖν δειλίαν προσδοκῶσι μέγεθος κινδύνου. [2] Τὰ γὰρ τῶν στρατηγῶν βουλεύματα καὶ στρατηγήματα διαδιδόμενα τοῖς φίλοις τοῖς πολεμίοις γνώριμα γίνεται διὰ τῶν αὐτομόλων, καὶ τοῖς στρατιώταις δειλίαν ἐντίκτοντα προσδοκίαν μεγάλου κινδύνου ἐντίθησι.

8 [1] Βάρκας δὲ νυκτὸς καταπλεύσας καὶ τὴν δύναμιν ἀποβιβάσας, αὐτὸς πρῶτος ἡγησάμενος τῆς ἀναβάσεως τῆς πρὸς Ἔρυκα οὔσης σταδίων τριάκοντα, παρέλαβε τὴν πόλιν καὶ πάντας ... ἀνεῖλε. μετῴκισε δὲ τοὺς λοιποὺς εἰς τὰ Δρέπανα.

9 [1] Ἐν παντὶ γὰρ καιρῷ καὶ πράγματι συμβαίνει τὴν εὐταξίαν γίνεσθαι μεγάλων ἀγαθῶν αἰτίαν.

Ὅτι τοῦ Ἀμίλκου διαταξαμένου μὴ διαρπάζειν τοὺς στρατιώτας, Οὐοδόστωρ οὐκ ἐπείσθη καὶ πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν. Οὕτως ἐν παντὶ καιρῷ συμβαίνει τὴν εὐταξίαν γίνεσθαι μεγάλων ἀγαθῶν αἰτίαν ὥσθ' οἱ μὲν πεζοὶ προγεγενημένης εὐημερίας τηλικαύτης οὐχ ὅτι ταύτην ἀνέτρεψαν, ἀλλὰ καὶ πάντες ἐκινδύνευσαν ἀπολέσθαι, οἱ δὲ ἱππεῖς οὐ πλείους διακοσίων ὄντες οὐ μόνον ἑαυτοὺς διέσωσαν, ἀλλὰ καὶ τοῖς ἄλλοις τὴν ἀσφάλειαν παρεσκεύασαν. [2] Ὅτι Ἀμίλκας ἔπεμψεν κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως. Ὁ δὲ ὕπατος Φονδάνιος ἐκέλευσε τοῖς ἥκουσι μὴ τοὺς νεκροὺς ἀλλὰ τοὺς ζῶντας, εἰ νοῦν ἔχουσιν, ὑποσπόνδους αἰτεῖσθαι. Ὑπερηφάνου μὲν οὖν γενομένης τῆς ἀποκρίσεως, οὗτος οὐ τοῖς τυχοῦσιν ἐλαττώμασι περιέπεσεν εὐθύς, ὥστε πολλοῖς δόξαι τὴν μεγαλαυχίαν τετευχέναι τῆς παρὰ τοῦ δαιμονίου νεμέσεως. [3] Ὅτι τοῦ Φονδανίου περὶ τῆς τῶν νεκρῶν ταφῆς ἀποστείλαντος κήρυκας, Βάρκας πολὺ κεχωρισμένην τῆς προγεγενημένης ἀπόφασιν ἐποιήσατο. Φήσας γὰρ μάχεσθαι μὲν τοῖς ζῶσι, διαλελύσθαι δὲ πρὸς τοὺς τετελευτηκότας συνεχώρησε τὴν ταφήν.

10 [1] Ὅτι ὁ Ἄννων μεγαλεπίβολος ὢν καὶ δόξης ὀρεγόμενος, καὶ τὸ μέγιστον, ἔχων δύναμιν σχολάζουσαν ἅμα μὲν ταύτην γυμνάσειν ἤλπιζεν ἐν ταύτῃ τῇ στρατείᾳ, τρέφων ἐκ τῆς πολεμίας καὶ τὴν πόλιν κουφίζων τῶν δαπανημάτων, ἅμα δὲ πολλὰ καταπράξεσθαι τῇ πατρίδι καὶ πρὸς δόξαν καὶ πρὸς τὸ συμφέρον. [2] Ὅτι Ἄννωνος τὴν Ἑκατόμπυλον ἐκπολιορκήσαντος, καὶ τῶν πρεσβυτέρων προσελθόντων μεθ' ἱκετηριῶν καὶ δεομένων ἀνθρωπίνως ἑαυτοῖς χρήσασθαι, φιλόδοξος ὢν ὁ στρατηγὸς καὶ προκρίνας τὴν εὐεργεσίαν τῆς τιμωρίας τρισχιλίους μὲν ὁμήρους ἔλαβε, τὴν δὲ πόλιν καὶ τὰς κτήσεις ἀκεραίους ἐάσας ἔτυχε στεφάνων καὶ τιμῶν μεγάλων παρὰ τῶν εὖ παθόντων. οἱ δὲ στρατιῶται, τῶν ἐγχωρίων αὐτοὺς ὑποδεχομένων λαμπρῶς μετὰ πάσης προθυμίας, εἱστιῶντο πάντων ὄντων δαψιλῶν πρὸς ἀπόλαυσιν.

11 [1] Λυτάτιος δὲ ὁ ὕπατος ναυσὶ μακραῖς τριακοσίαις καὶ πλοίοις καὶ πορείοις ἑπτακοσίοις, ὁμοῦ χιλίοις, εἰς Σικελίαν ἔπλευσε, καὶ εἰς τὸ Ἐρυκίνων ἐμπόριον καθωρμίσθη. Ἄννων δὲ καὶ αὐτὸς ἐκ Καρχηδόνος ναυσὶ διακοσίαις πεντήκοντα μακραῖς καὶ τοῖς φορτηγοῖς εἰς τὴν νῆσον τὴν Ἱερὰν ἦλθεν. εἶτα δὲ ἐξ αὐτῆς πρὸς τὸν Ἔρυκα ἐρχόμενος, καὶ τῶν Ῥωμαίων ὑπαντησάντων, παρ' ἀμφοτέρων πόλεμος ἐγένετο μέγας. κατὰ δὲ τοῦτον τὸν πόλεμον ἀπέβαλον Καρχηδόνιοι ναῦς ἑκατὸν ἑπτακαίδεκα, αὐτάνδρους μὲν τούτων εἴκοσι (Ῥωμαῖοι δὲ ὀγδοήκοντα, τριάκοντα μὲν εἰς τέλος, πεντήκοντα δὲ εἰς ἐπιμερισμόν) αἰχμαλώτους δέ, ὡς Φιλῖνος ἀνέγραψε, Καρχηδονίων ἑξακισχιλίους, ὡς δὲ ἕτεροι, τετρακισχιλίους τεσσαράκοντα. αἱ δὲ ἄλλαι νῆες πνεύματος ἐπιπνεύσαντος οὐρίου εἰς Καρχηδόνα ἔφυγον. [2] Ἐπὶ τοσοῦτον γὰρ προέβη τῆς ἀνδραγαθίας ὥστε καὶ τοὺς στρατηγοὺς αὐτοὺς παρ' ἀμφοτέροις ἀριστεύειν καὶ τῶν κινδύνων προκαθηγεῖσθαι. ἔνθα δὴ συνέβαινεν ἀλογώτατα πάθη τοῖς ἀρίστοις τῶν ἀνδρῶν ἐνίοτε. οἱ γὰρ ταῖς εὐψυχίαις ὑπερέχοντες τῶν ἀνθεστηκότων καταδυομένης τῆς ἰδίας νηὸς ἡλίσκοντο, ταῖς μὲν ἀρεταῖς οὐκ ἐνδιδόντες, τῷ δὲ τῆς ἀνάγκης ἀβοηθήτῳ κρατούμενοι. τί γὰρ ὄφελος ἀνδρείας ὅταν τοῦ σκάφους βυθισθέντος τὸ σῶμα τῆς βάσεως ἀποστερηθὲν ὑπὸ τῆς θαλάσσης τοῖς πολεμίοις ἐγχειρίζηται;

12 [1] Ὅτι ἡ μήτηρ τῶν νεανίσκων βαρέως φέρουσα τὴν τἀνδρὸς τελευτὴν καὶ νομίσασα δι' ἀμέλειαν αὐτὸν ἐκλελοιπέναι τὸ ζῆν, ἐποίησε τοὺς υἱοὺς κακουχεῖν τοὺς αἰχμαλώτους. Συγκλεισθέντων οὖν αὐτῶν εἰς οἴκημα στενὸν παντελῶς, τὰ σώματα καθάπερ τῶν θηρίων ἠναγκάζετο συνεσπειραμένα καρτερεῖν διὰ τὴν στενοχωρίαν. Ἔπειτα τῆς τροφῆς παραιρεθείσης ἐφ' ἡμέρας πέντε, Βοδόστωρ μὲν διὰ τὴν ἀθυμίαν καὶ τὴν ἔνδειαν ἐτελεύτησεν, Ἀμίλκας δὲ διαφέρων εὐψυχίᾳ διεκαρτέρει, καίπερ ἀπεγνωσμένης ἐλπίδος ἀντεχόμενος. Πολλάκις δὲ αὐτοῦ δεομένου τῆς γυναικὸς καὶ μετὰ δακρύων τὴν ἐπιμέλειαν τὴν εἰς τὸν ἄνδρα διεξιόντος, τοσοῦτον ἀπέσχεν ἐκείνη φιλανθρωπίας καὶ λογισμῶν ἀνθρωπίνων ὥστε τὸν μὲν νεκρὸν αὐτῷ συγκατακλεῖσαι πέντε ἡμέρας, τροφὴν δὲ ὀλίγην χορηγῆσαι, πρὸς αὐτὸ μόνον στοχαζομένην τὸ δύνασθαι τὴν ἀτυχίαν ἐνεγκεῖν. [2] Ὁ δὲ Ἀμίλκας ἀπογνοὺς τὸν ἐκ τῆς ἱκεσίας ἔλεον ἀνεβόησεν ἐπιμαρτυρόμενος Δία Ξένιον καὶ θεοὺς τοὺς ἐποπτεύοντας τὰ κατ' ἀνθρώπους, ὡς ἀντὶ καλῆς χάριτος τῆς ὀφειλομένης ἀπολαμβάνει τιμωρίας ὑπὲρ ἄνθρωπον. Οὐ μὴν ἐξέλειπε τὸ ζῆν, εἴτε δαιμονίου τινὸς ἐλεήσαντος, εἴτε καὶ ταὐτομάτου παράδοξον ἐνεγκόντος βοήθειαν. [3] Ἐσχάτως γὰρ αὐτοῦ διακειμένου διά τε τὴν ἀποφορὰν τὴν ἀπὸ τοῦ νεκροῦ καὶ τὴν ὅλην κακουχίαν, τῶν οἰκετῶν τινες τῶν κατὰ τὴν οἰκίαν διηγήσαντό τισι τὸ γινόμενον. Οἱ δὲ μισοπονηρήσαντες τοῖς δημάρχοις προσήγγειλαν. Δεινῆς δ' οὖν τῆς ὠμότητος φανείσης, οἱ ἄρχοντες ἀνεκαλέσαντο τοὺς Ἀτιλίους καὶ παρ' ὀλίγον θανάτου κρίσιν προέθηκαν ὡς καταισχύνουσι τὴν Ῥώμην· διηπειλήσαντο δὲ τὴν ἁρμόττουσαν παρ' αὐτῶν λήψεσθαι τιμωρίαν εἰ μὴ πᾶσαν ἐπιμέλειαν ποιήσονται τῶν αἰχμαλώτων. Οἱ δὲ τῇ μητρὶ πολλὰ καταμεμψάμενοι, τὸν μὲν Βοδόστορα καύσαντες ἀπέστειλαν τὴν τέφραν τοῖς συγγενέσι, τὸν δὲ Ἀμίλκαν ἐκ τῆς κακουχίας ἀνέλαβον.

13 [1] Ὅτι ὁ Βάρκας, ἐπειδὴ παρεγενήθησαν πρὸς αὐτὸν οἱ πρέσβεις τῶν Ῥωμαίων μετὰ τοῦ Γέσκωνος καὶ τὰς συνθήκας ἀνεγίνωσκον, μέχρι μέν τινος ἐσιώπα· ὡς δὲ ἤκουσε τά τε ὅπλα παραδιδόναι καὶ τοὺς αὐτομόλους, οὐκ ἐκαρτέρησεν, ἀλλ' ἐκέλευσεν ἀπιέναι τὴν ταχίστην· ἕτοιμος γὰρ ἔφησεν εἶναι μᾶλλον ἀποθανεῖν μαχόμενος ἢ φιλοψυχήσας προσδέξασθαι πρᾶξιν ἐπονείδιστον, καὶ ταῦτ' εἰδὼς τὴν τύχην πρὸς τοὺς ἐγκαρτεροῦντας τοῖς δεινοῖς αὐτομολοῦσαν καὶ μεγίστην ἀπόδειξιν τῆς ἀνελπίστου μεταβολῆς παρεσχημένην τὴν περὶ τὸν Ἀτίλιον συμφοράν.

14 [1] Εἴκοσι τέσσαρα ἔτη πολεμήσαντες οἱ Ῥωμαῖοι Καρχηδονίους, Λιλύβαιον δὲ δεκαετῆ χρόνον πολιορκήσαντες, πρὸς ἀλλήλους διελύθησαν.