Ιστορική Βιβλιοθήκη/ΙΘ

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος ΙΘ΄
Diodori Bibliotheca Historica. Diodorus Siculus. Immanel Bekker. Ludwig Dindorf. Friedrich Vogel. Kurt Theodor Fischer. in aedibus B. G. Teubneri. Leipzig. 1903-1906.


Τάδε ἔνεστιν ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Διοδώρου βύβλων.

α. περὶ τῶν ἀφορμῶν αἷς χρησάμενος Ἀγαθοκλῆς τύραννος ἐγένετο τῶν Συρακουσίων.

β. ὡς οἱ Κροτωνιατῶν φυγάδες ἐπιστρατεύσαντες ἐπὶ τὴν πατρίδα πάντες ἀνῃρέθησαν.

γ. Ὀλυμπιάδος μετὰ τοῦ παιδὸς κάθοδος ἐπὶ τὴν βασιλείαν.

δ. Εὐρυδίκης καὶ Φιλίππου τοῦ βασιλέως ἅλωσις καὶ θάνατος.

ε. ὡς Εὐμενὴς ἔχων τοὺς ἀργυράσπιδας ἀνέβη μὲν εἰς τὰς ἄνω σατραπείας, συνήγαγε δὲ τούς τε σατράπας καὶ τὰς δυνάμεις εἰς τὴν Περσίδα.

ς. ὡς Ἄτταλος καὶ Πολέμων μετὰ τῶν συνεπιθεμένων τῇ φυλακῇ ληφθέντες ἀνῃρέθησαν.

ζ. ὡς Ἀντίγονος διώξας Εὐμενῆ περὶ τὸν Κοπράτην ποταμὸν ἠλαττώθη.

η. ὡς εἰς Μηδίαν ἀναζεύξας ἐν ταῖς παρόδοις πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν.

θ. παράταξις Ἀντιγόνου πρὸς Εὐμενῆ καὶ τοὺς σατράπας ἐν Παραιτάκοις.

ι. ἀποχώρησις Ἀντιγόνου μετὰ τῆς δυνάμεως εἰς Μηδίαν πρὸς χειμασίαν.

ια. Κασάνδρου στρατεία εἰς Μακεδονίαν καὶ πολιορκία Ὀλυμπιάδος ἐν Πύδνῃ.

ιβ. ὡς κατεστρατήγησεν Εὐμενὴς τοὺς περὶ Ἀντίγονον διὰ τῆς ἐρήμου πορευομένους. [p. 2]

ιγ. Ἀντιγόνου πορεία διὰ τῆς ἐρήμου ἐπὶ τοὺς πολεμίους καὶ ἐπίθεσις τοῖς ἐν τῇ παραχειμασίᾳ θηρίοις.

ιδ. ὡς παρατάξεως γενομένης Ἀντίγονος ἐκυρίευσε πάσης τῆς τῶν ἀντιταχθέντων δυνάμεως.

ιε. ὡς Εὐμενῆ καὶ τῶν ἄλλων ἡγεμόνων τοὺς ἀλλοτρίως πρὸς αὐτὸν διατεθέντας ἀνεῖλεν.

ις. ὁ γενόμενος ἐν Ῥόδῳ κατακλυσμὸς καὶ τὰ συμβάντα περὶ τὴν πόλιν ἀτυχήματα.

ιζ. Πείθωνος ὑπ᾽ Ἀντιγόνου θάνατος καὶ τῶν δι᾽ αὐτὸν ἀποστάντων εἰς τὴν Μηδίαν ἀναίρεσις.

ιη. Ὀλυμπιάδος ἅλωσις ὑπὸ Κασάνδρου καὶ θάνατος.

ιθ. ὡς Κάσανδρος Θεσσαλονίκην ἔγημε τὴν Φιλίππου τοῦ Ἀμύντου, ἐπώνυμον δ᾽ ἑαυτοῦ πόλιν ἔκτισεν ἐπὶ τῆς Παλλήνης.

κ. ὡς Πολυπέρχων ἀπογνοὺς τὰ πρὸς τοὺς βασιλεῖς ἔφυγεν εἰς τὴν Αἰτωλίαν.

κα. ὡς Κάσανδρος τὴν τῶν Θηβαίων πόλιν ὑπ᾽ Ἀλεξάνδρου κατεσκαμμένην ἀποκατέστησε.

κβ. περὶ τῶν ἐν τοῖς ἀρχαίοις χρόνοις συμβάντων τῇ πόλει τῶν Θηβαίων καὶ ποσάκις ἀνάστατος ἐγένετο.

κγ. περὶ τῶν πραχθέντων Κασάνδρῳ κατὰ Πελοπόννησον.

κδ. Ἀντιγόνου μετὰ τῆς δυνάμεως κατάβασις ἐπὶ θάλατταν καὶ φυγὴ Σελεύκου πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον.

κε. σύνθεσις Πτολεμαίου καὶ Σελεύκου καὶ Κασάνδρου, πρὸς δὲ τούτοις καὶ Λυσιμάχου πρὸς τὸν κατ᾽ Ἀντιγόνου πόλεμον.

κς. ὡς Ἀντίγονος ναῦς τε πολλὰς ἐναυπηγήσατο καὶ στρατηγοὺς ἀπέστειλεν εἴς τε τὴν Ἑλλάδα καὶ τὸν Πόντον.

κζ. ὡς πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος φιλίαν συνέθετο καὶ Τύρον ἐξεπολιόρκησε καὶ ὡς Ἀλέξανδρος μετέθετο πρὸς Κάσανδρον.

κη. ὡς Πολύκλειτος ὁ Πτολεμαίου ναύαρχος ἐνίκησε τοὺς Ἀντιγόνου στρατηγοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. [p. 3]

κθ. περὶ τῆς Ἀγαθοκλέους στρατείας ἐπὶ Μεσσηνίους καὶ τῆς μεσιτευθείσης εἰρήνης ὑπὸ Καρχηδονίων.

λ. Νουκερίας ἀπόστασις ἀπὸ Ῥωμαίων.

λα. τὰ πραχθέντα τοῖς Ἀντιγόνου καὶ Κασάνδρου στρατηγοῖς περὶ τὴν Ἑλλάδα.

λβ. Κασάνδρου στρατεία εἰς τὴν Αἰτωλίαν καὶ τοὺς κατὰ τὸν Ἀδρίαν τόπους.

λγ. ἅλωσις περὶ Καρίαν τῆς ἀποσταλείσης ὑπὸ Κασάνδρου δυνάμεως.

λδ. ὡς οἱ φυγάδες τῶν Συρακουσίων Ἀκραγαντίνους πείσαντες πολεμεῖν Ἀγαθοκλεῖ στρατηγὸν ἐκ Λακεδαίμονος Ἀκρότατον μετεπέμψαντο.

λε. ὡς οὗτος μὲν παραλαβὼν τὴν ἡγεμονίαν τυραννικῶς ἄρχων διεγένετο, οἱ δ᾽ Ἀκραγαντῖνοι τὴν εἰρήνην ἐποιήσαντο πρὸς τὸν δυνάστην.

λς. τὰ πραχθέντα Ῥωμαίοις περὶ τὴν Ἰαπυγίαν.

λζ. Καλλαντιανῶν ἀπόστασις ἀπὸ Λυσιμάχου καὶ τὰ συμβάντα τοῖς ἐπὶ τὴν βοήθειαν ἀποσταλεῖσιν ὑπ᾽ Ἀντιγόνου.

λη. ὡς Φίλιππος ἀποσταλεὶς ὑπὸ Κασάνδρου στρατηγὸς εἰς τὴν Αἰτωλίαν ἐνίκησεν Αἰτωλοὺς ἅμα καὶ τοὺς Ἠπειρώτας.

λθ. ὡς Ῥωμαῖοι μάχῃ νικήσαντες Σαμνίτας μετ᾽ ὀλίγον Καμπανοὺς ἀποστάντας προσηγάγοντο.

μ. ὡς Ἀντίγονος Πολέμωνα στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως ἐλευθερώσοντα τοὺς Ἕλληνας καὶ τὰ πραχθέντα περὶ τὴν Ἑλλάδα.

μα. ἀπόστασις Κυρηναίων καὶ ἅλωσις, ἔτι δὲ Πτολεμαίου στρατεία εἰς Κύπρον καὶ Συρίαν.

μβ. μάχη Δημητρίου πρὸς Πτολεμαῖον καὶ νίκη Πτολεμαίου.

μγ. ἀπόστασις Τελεσφόρου τοῦ στρατηγοῦ ἀπὸ Ἀντιγόνου.

μδ. τὰ περὶ τὴν Ἤπειρον καὶ τὸν Ἀδρίαν πραχθέντα Κασάνδρῳ. [p. 4]

με. ὡς Σέλευκος παρὰ Πτολεμαίου λαβὼν δύναμιν ὀλίγην ἐκράτησε Βαβυλῶνος καὶ τὴν προϋπάρχουσαν αὐτῷ σατραπείαν ἀνεσώσατο.

μς. ὡς Ἀντίγονος ἀκινδύνως παραλαβὼν Κοίλην Συρίαν δύναμιν ἐξέπεμψεν εἰς τὴν Ἀραβίαν.

μζ. περὶ τῶν νομίμων οἷς χρᾶται τὰ ἔθνη τῶν Ἀράβων.

μη. περὶ τῆς καλουμένης Ἀσφαλτίτιδος λίμνης.

μθ. ὡς Ἀντίγονος τὸν υἱὸν Δημήτριον ἐξαπέστειλε μετὰ τῆς δυνάμεως εἰς τὴν Βαβυλωνίαν.

ν. περὶ τῶν πραχθέντων Ῥωμαίοις καὶ Σαμνίταις.

να. ὡς Ἀγαθοκλῆς Μεσσηνίους παρακρουσάμενος τῆς πόλεως ἐκυρίευσεν.

νβ. ὡς τοὺς ἀντιταξαμένους Μεσσηνίων καὶ Ταυρομενιτῶν, ἔτι δὲ Κεντοριπίνων ἀπέσφαξεν.

νγ. ὡς Ἀγαθοκλῆς Δεινοκράτη καὶ τοὺς φυγάδας περὶ Γαλαρίαν ἐνίκησεν.

νδ. Ῥωξάνης καὶ Ἀλεξάνδρου τοῦ βασιλέως θάνατος.

νε. τὰ πραχθέντα Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν.

νς. περὶ τῆς γενομένης τοῖς Καρχηδονίοις ναυαγίας.

νζ. ὡς Καρχηδόνιοι περὶ τὸν Ἱμέραν Ἀγαθοκλέα παρατάξει νικήσαντες συνέκλεισαν εἰς τὰς Συρακούσσας.

[p. 5] παλαιός τις παραδέδοται λόγος ὅτι τὰς δημοκρατίας οὐχ οἱ τυχόντες τῶν ἀνθρώπων, ἀλλ᾽ οἱ ταῖς ὑπεροχαῖς προέχοντες καταλύουσι. διὸ καὶ τῶν πόλεων ἔνιαι τοὺς ἰσχύοντας μάλιστα τῶν πολιτευομένων ὑποπτεύουσαι καθαιροῦσιν αὐτῶν τὰς ἐπιφανείας. [2] σύνεγγυς γὰρ ἡ μετάβασις εἶναι δοκεῖ τοῖς ἐν ἐξουσίᾳ μένουσιν ἐπὶ τὴν τῆς πατρίδος καταδούλωσιν καὶ δυσχερὲς ἀποσχέσθαι μοναρχίας τοῖς δι᾽ ὑπεροχὴν τὰς τοῦ κρατήσειν ἐλπίδας περιπεποιημένοις: [3] ἔμφυτον γὰρ εἶναι τὸ πλεονεκτεῖν τοῖς μειζόνων ὀρεγομένοις καὶ τὰς ἐπιθυμίας ἔχειν ἀτερματίστους. τοιγαροῦν Ἀθηναῖοι μὲν διὰ ταύτας τὰς αἰτίας τοὺς πρωτεύοντας τῶν πολιτῶν ἐφυγάδευσαν, τὸν λεγόμενον παρ᾽ αὐτοῖς ἐξοστρακισμὸν νομοθετήσαντες. καὶ τοῦτ᾽ ἔπραττον οὐχ ἵνα τῶν προγεγενημένων ἀδικημάτων λάβωσι τιμωρίαν, ἀλλ᾽ ὅπως τοῖς δυναμένοις παρανομεῖν ἐξουσία μὴ γένηται κατὰ τῆς πατρίδος ἐξαμαρτεῖν. [4] τῆς γὰρ Σόλωνος φωνῆς ὥσπερ χρησμοῦ τινος ἐμνημόνευον, ἐν οἷς περὶ τῆς Πεισιστράτου τυραννίδος προλέγων ἔθηκε τόδε τὸ ἐλεγεῖον [p. 6] »ἀνδρῶν ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ τυράννου δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν.« [5] μάλιστα δὲ πάντων ἐπεπόλασεν ἡ πρὸς τὰς μοναρχίας ὁρμὴ περὶ Σικελίαν πρὸ τοῦ Ῥωμαίους κυριεῦσαι ταύτης τῆς νήσου: αἱ γὰρ πόλεις ταῖς δημαγωγίαις ἐξαπατώμεναι μέχρι τούτου τοὺς ἀσθενεῖς ἰσχυροὺς κατεσκεύαζον, ἕως δεσπόται γένωνται τῶν ἐξαπατηθέντων. [6] ἰδιώτατα δὲ πάντων Ἀγαθοκλῆς ἐτυράννησε τῶν Συρακοσίων, ἀφορμαῖς μὲν ἐλαχίσταις χρησάμενος, ἀτυχήμασι δὲ μεγίστοις περιβαλὼν οὐ τὰς Συρακούσσας μόνον, ἀλλὰ καὶ πᾶσαν Σικελίαν τε καὶ Λιβύην. [7] δι᾽ ἀπορίαν γὰρ βίου καὶ πραγμάτων ἀσθένειαν τὴν κεραμευτικὴν τέχνην μεταχειρισάμενος εἰς τοῦτο προῆλθε δυνάμεως ἅμα καὶ μιαιφονίας ὥστε καταδουλώσασθαι μὲν τὴν μεγίστην καὶ καλλίστην τῶν πασῶν νήσων, κατακτήσασθαι δὲ χρόνον τινὰ τῆς τε Λιβύης τὴν πλείστην καὶ μέρη τῆς Ἰταλίας, ὕβρεως δὲ καὶ σφαγῆς ἐμπλῆσαι τὰς κατὰ Σικελίαν πόλεις. [8] οὐδεὶς γὰρ τῶν πρὸ τούτου τυράννων ἐπετελέσατό τι τοιοῦτον οὔτε τοιαύτην ὠμότητα κατὰ τῶν ὑποτεταγμένων ἔσχε. τοὺς μὲν γὰρ ἰδιώτας ἐκόλαζε πᾶσαν τὴν συγγένειαν ἀποσφάττων, παρὰ δὲ τῶν πόλεων τὰς εὐθύνας ἐλάμβανεν ἡβηδὸν μιαιφονῶν καὶ δι᾽ ὀλίγους τῶν ἐγκαλουμένων τοὺς πολλοὺς καὶ μηδ᾽ ὁτιοῦν ἀδικήσαντας ἀναγκάζων τὴν αὐτὴν ἀναδέχεσθαι συμφορὰν πανδημεὶ τῶν πόλεων [p. 7] θάνατον κατεγίνωσκεν. [9] ἀλλὰ γὰρ τῆς βύβλου ταύτης σὺν τοῖς ἄλλοις περιεχούσης καὶ τὴν τυραννίδα τὴν Ἀγαθοκλέους ἀφιέμενοι τὸ περὶ αὐτῆς προλέγειν τὰ συνεχῆ τοῖς προειρημένοις προσθήσομεν, παραθέντες πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους. [10] ἐν μὲν οὖν ταῖς προειρημέναις ὀκτωκαίδεκα βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων πράξεις τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ἐφ᾽ ὅσον ἡμῖν δύναμις, ἄχρι πρὸς τὸν ἐνιαυτὸν τὸν πρὸ τῆς Ἀγαθοκλέους τυραννίδος, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται ὀκτακόσια ἑξήκοντα ἕξ: ἐν δὲ ταύτῃ τὴν ἀρχὴν ἀπὸ τῆς δυναστείας ταύτης ποιησάμενοι καταλήξομεν εἰς τὴν ἐφ᾽ Ἱμέρᾳ μάχην Ἀγαθοκλεῖ πρὸς Καρχηδονίους, περιλαβόντες ἔτη ἑπτά.

ἐπ᾽ ἄρχοντος γὰρ Ἀθήνησι Δημογένους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Πλώτιον καὶ Μάνιον Φούλβιον, Ἀγαθοκλῆς δ᾽ ὁ Συρακόσιος τύραννος ἐγένετο τῆς πόλεως. ἕνεκα δὲ τοῦ σαφεστέρας γενέσθαι τὰς κατὰ μέρος πράξεις βραχέα προαναληψόμεθα περὶ τοῦ προειρημένου δυνάστου. [2] Καρκῖνος ὁ Ῥηγῖνος φυγὰς γενόμενος ἐκ τῆς πατρίδος κατῴκησεν ἐν Θέρμοις τῆς Σικελίας, τεταγμένης τῆς πόλεως ταύτης ὑπὸ Καρχηδονίους. ἐμπλακεὶς δὲ τῶν ἐγχωρίων τινὶ γυναικὶ καὶ ποιήσας αὐτὴν [p. 8] ἔγκυον συνεχῶς κατὰ τοὺς ὕπνους ἐταράττετο. [3] διόπερ ἀγωνιῶν ὑπὲρ τῆς παιδοποιίας ἔδωκεν ἐντολὰς Καρχηδονίοις τισὶ θεωροῖς ἀναγομένοις εἰς Δελφοὺς ἐπερωτῆσαι τὸν θεὸν περὶ τοῦ γεννηθησομένου βρέφους. ὧν ἐπιμελῶς τὸ παρακληθὲν πραξάντων ἐξέπεσε χρησμὸς ὅτι μεγάλων ἀτυχημάτων ὁ γεννηθεὶς αἴτιος ἔσται Καρχηδονίοις καὶ πάσῃ Σικελίᾳ. [4] ἃ δὴ πυθόμενος καὶ φοβηθεὶς ἐξέθηκε τὸ παιδίον δημοσίᾳ καὶ τοὺς τηρήσοντας ἵνα τελευτήσῃ παρακατέστησεν. διελθουσῶν δέ τινων ἡμερῶν τὸ μὲν οὐκ ἀπέθνησκεν, οἱ τεταγμένοι δ᾽ ἐπὶ τῆς φυλακῆς ὠλιγώρουν. [5] καθ᾽ ὃν δὴ χρόνον ἡ μήτηρ νυκτὸς παρελθοῦσα λάθρᾳ τὸ παιδίον ἀνείλετο καὶ πρὸς αὑτὴν μὲν οὐκ ἀπήνεγκε, φοβουμένη τὸν ἄνδρα, πρὸς δὲ τὸν ἀδελφὸν Ἡρακλείδην καταθεμένη προσηγόρευσεν Ἀγαθοκλέα, τὴν ὁμωνυμίαν εἰς τὸν ἑαυτῆς ἀνενέγκασα πατέρα. [6] παρ᾽ ᾧ τρεφόμενος ὁ παῖς ἐξέβη τήν τε ὄψιν εὐπρεπὴς καὶ τὸ σῶμα εὔρωστος πολὺ μᾶλλον ἢ κατὰ τὴν ἡλικίαν. ἑπταετοῦς δ᾽ ὄντος αὐτοῦ παρακληθεὶς ὁ Καρκῖνος ὑφ᾽ Ἡρακλείδου πρός τινα θυσίαν καὶ θεασάμενος τὸν Ἀγαθοκλέα παίζοντα μετά τινων ἡλικιωτῶν ἐθαύμαζε τό τε κάλλος καὶ τὴν ῥώμην, τῆς τε γυναικὸς εἰπούσης ὅτι τηλικοῦτος ἂν ἦν ὁ ἐκτεθείς, εἴπερ ἐτράφη, μεταμέλεσθαί τε ἔφη τοῖς πραχθεῖσι καὶ συνεχῶς ἐδάκρυεν. [7] εἶθ᾽ ἡ μὲν γνοῦσα τὴν ὁρμὴν τἀνδρὸς συμφωνοῦσαν τοῖς πεπραγμένοις ἐξέθηκε πᾶσαν τὴν ἀλήθειαν. ὁ δ᾽ ἀσμένως προσδεξάμενος τοὺς λόγους τὸν μὲν υἱὸν ἀπέλαβε, [p. 9] τοὺς δὲ Καρχηδονίους φοβούμενος μετῴκησεν εἰς Συρακούσσας πανοίκιος: πένης δ᾽ ὢν ἐδίδαξε τὸν Ἀγαθοκλέα τὴν κεραμευτικὴν τέχνην ἔτι παῖδα τὴν ἡλικίαν ὄντα. [8] καθ᾽ ὃν δὴ χρόνον Τιμολέων μὲν ὁ Κορίνθιος νικήσας τὴν ἐπὶ τῷ Κρημισσῷ μάχην τοὺς Καρχηδονίους μετέδωκε τῆς ἐν Συρακούσσαις πολιτείας πᾶσι τοῖς βουλομένοις. ὁ δὲ Καρκῖνος μετ᾽ Ἀγαθοκλέους πολιτογραφηθεὶς καὶ μετὰ ταῦτα ὀλίγον βιώσας χρόνον ἐτελεύτησεν. [9] ἡ δὲ μήτηρ ἀνέθηκεν λιθίνην εἰκόνα τοῦ παιδὸς ἔν τινι τεμένει, πρὸς ἣν μελισσῶν ἑσμὸς προσκαθίσας ἐκηροπλάστησεν ἐπὶ τῶν ἰσχίων. τοῦ δὲ σημείου προσενεχθέντος τοῖς περὶ ταῦτ᾽ ἀσχολουμένοις ἀπεφήναντο πάντες κατὰ τὴν ἀκμὴν ἥξειν αὐτὸν εἰς μεγάλην ἐπιφάνειαν: ὅπερ καὶ συνετελέσθη.

Δάμας γάρ τις τῶν ἐνδόξων ἀριθμούμενος ἐν Συρακούσσαις ἐρωτικῶς διετέθη πρὸς τὸν Ἀγαθοκλέα καὶ τὸ μὲν πρῶτον δαψιλῶς ἅπαντα χορηγῶν αἴτιος ἐγένετο σύμμετρον αὐτὸν οὐσίαν συλλέξασθαι, μετὰ δὲ ταῦτα αἱρεθεὶς ἐπ᾽ Ἀκράγαντα στρατηγός, ἐπειδὴ τῶν χιλιάρχων τις ἀπέθανεν, τοῦτον εἰς τὸν ἐκείνου τόπον κατέστησεν. [2] ὁ δὲ καὶ πρὸ τῆς στρατείας μὲν ἦν πολύσεμνος διὰ τὸ μέγεθος τῶν ὅπλων: ἐπετήδευσε γὰρ ἐν ταῖς ἐξοπλασίαις φορεῖν πανοπλίαν τηλικαύτην τὸ [p. 10] μέγεθος ὥστε μηδένα τῶν ἄλλων δύνασθαι ῥᾳδίως χρῆσθαι τῷ βάρει τῶν ὅπλων: πολὺ δ᾽ ἔτι μᾶλλον γενόμενος χιλίαρχος περιεποιήσατο δόξαν, φιλοκίνδυνος μὲν ὢν καὶ παράβολος ἐν ταῖς μάχαις, ἰταμὸς δὲ καὶ πρόχειρος ἐν ταῖς δημηγοίαις. τοῦ δὲ Δάμαντος νόσῳ τελευτήσαντος καὶ τὴν οὐσίαν καταλιπόντος τῇ γυναικὶ ταύτην ἔγημε καὶ τῶν πλουσιωτάτων εἷς ἠριθμεῖτο. [3] μετὰ δὲ ταῦτα Κροτωνιάταις πολιορκουμένοις ὑπὸ Βρεττίων οἱ Συρακόσιοι δύναμιν ἁδρὰν ἔπεμψαν, ἧς ἐστρατήγει μὲν μεθ᾽ ἑτέρων Ἄντανδρος ὁ Ἀγαθοκλέους ἀδελφός, τῶν δ᾽ ὅλων εἶχε τὴν ἡγεμονίαν Ἡρακλείδης καὶ Σώστρατος, ἄνδρες ἐν ἐπιβουλαῖς καὶ φόνοις καὶ μεγάλοις ἀσεβήμασι γεγονότες τὸν πλείω τοῦ βίου: περὶ ὧν τὰ κατὰ μέρος ἡ πρὸ ταύτης περιέχει βύβλος. [4] συνεστρατεύετο δ᾽ αὐτοῖς καὶ Ἀγαθοκλῆς, ἐγνωσμένος ὑπὸ τοῦ δήμου καὶ τεταγμένος ἐπὶ χιλιαρχικῆς ἡγεμονίας, ὃς τὸ μὲν πρῶτον ἐν ταῖς πρὸς τοὺς βαρβάρους μάχαις γενόμενος κράτιστος ὑπὸ τῶν περὶ Σώστρατον ἀφῃρέθη τὴν τῶν ἀριστείων τιμὴν διὰ τὸν φθόνον. [5] ἐφ᾽ οἷς περιαλγὴς γενόμενος αὐτοὺς ὡς διεγνωκότας ἐπιθέσθαι τυραννίδι κατηγόρησεν ἐν τῷ δήμῳ. οὐ προσεχόντων δὲ τῶν Συρακοσίων ταῖς διαβολαῖς οἱ μὲν περὶ Σώστρατον ἐδυνάστευσαν τῆς πατρίδος μετὰ τὴν ἐκ Κρότωνος ἐπάνοδον.

ὁ δ᾽ [p. 11] Ἀγαθοκλῆς ἀλλοτρίως ἔχων τὰ πρὸς αὐτοὺς τὸ μὲν πρῶτον κατέμενεν ἐν Ἰταλίᾳ μετὰ τῶν κοινοπραγούντων καὶ καταλαμβάνεσθαι τὴν τῶν Κροτωνιατῶν πόλιν ἐπιχειρήσας ἐξέπεσε καὶ μετ᾽ ὀλίγων εἰς Τάραντα διεσώθη. ταχθεὶς δὲ παρὰ τοῖς Ταραντίνοις ἐν τῇ τῶν μισθοφόρων τάξει καὶ πολλαῖς καὶ παραβόλοις ἐγχειρῶν πράξεσιν εἰς ὑποψίαν ἦλθε καινοτομεῖν. [2] διόπερ ἀπολυθεὶς καὶ ταύτης τῆς στρατείας συνήθροισε τοὺς κατὰ τὴν Ἰταλίαν φυγάδας καὶ Ῥηγίνοις πολεμουμένοις ὑπὸ τῶν περὶ τὸν Ἡρακλείδην καὶ Σώστρατον ἐβοήθησεν. [3] ἔπειτα τῆς ἐν Συρακούσσαις δυναστείας καταλυθείσης καὶ τῶν περὶ τὸν Σώστρατον φυγόντων κατῆλθεν εἰς τὴν πατρίδα. συνεκπεσόντων δὲ τοῖς δυνάσταις πολλῶν ἐνδόξων ἀνδρῶν, ὡς ἂν τῆς ὀλιγαρχίας κενοινωνηκότων τῆς τῶν ἑξακοσίων τῶν ἐπιφανεστάτων, ἐνέστη πόλεμος τοῖς φυγάσι πρὸς τοὺς ἀντεχομένους τῆς δημοκρατίας. συμμαχούντων δὲ τῶν Καρχηδονίων τοῖς περὶ τὸν Σώστρατον φυγάσιν ἐγίνοντο κίνδυνοι συνεχεῖς καὶ παρατάξεις ἁδρῶν δυνάμεων, ἐν αἷς Ἀγαθοκλῆς, ποτὲ μὲν ἰδιώτης ὤν, ποτὲ δὲ ἐφ᾽ ἡγεμονίας τεταγμένος, ὑπελήφθη δραστικὸς εἶναι καὶ φιλότεχνος ἐκ τοῦ πρὸς ἕκαστον τῶν καιρῶν ἐπινοεῖσθαί τι τῶν χρησίμων: ὧν ἓν ἔπραξε καὶ μάλα μνήμης ἄξιον. [4] στρατοπεδευόντων γάρ ποτε τῶν Συρακοσίων πλησίον τῆς Γέλας αὐτὸς μὲν νυκτὸς παρεισέπεσεν εἰς τὴν πόλιν μετὰ χιλίων στρατιωτῶν, οἱ [p. 12] δὲ περὶ τὸν Σώστρατον ἐπιφανέντες μετὰ μεγάλης καὶ τεταγμένης δυνάμεως ἐτρέψαντο τοὺς παρεισπεπτωκότας καὶ κατέβαλον εἰς τριακοσίους. [5] τῶν δ᾽ ἄλλων ἐπιβαλομένων μὲν φεύγειν διά τινος στενοῦ τόπου καὶ τὴν σωτηρίαν ἀπεγνωκότων παραδόξως αὐτοὺς Ἀγαθοκλῆς ἐκ τῶν κινδύνων ἐρρύσατο. [6] αὐτὸς μὲν γὰρ λαμπρότατα πάντων ἀγωνισάμενος ἑπτὰ τραύμασι περιέπεσε καὶ διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος τὸ σῶμα παρελύετο: τῶν δὲ πολεμίων ἐπικειμένων παρήγγειλε τοῖς σαλπιγκταῖς ἐπ᾽ ἀμφότερα τὰ μέρη τοῦ τείχους παρελθόντας σημαίνειν τὸ πολεμικόν. [7] ὧν ταχέως τὸ ῥηθὲν πραξάντων οἱ προσβοηθήσαντες ἐκ τῆς Γέλας τὸ μὲν ἀληθὲς διὰ τὸ σκότος οὐκ ἠδύναντο συνιδεῖν, ὑπολαβόντες δὲ τὴν ἄλλην δύναμιν τῶν Συρακοσίων κατ᾽ ἀμφότερα τὰ μέρη παρεισπεπτωκέναι τοῦ μὲν ἔτι διώκειν ἀπέστησαν, διελόμενοι δὲ τὰς τάξεις διχῇ ταχέως ἐβοήθουν, συντρέχοντες πρὸς τὸν ἦχον τῶν σαλπιγκτῶν. ἐν τοσούτῳ δὲ τυχόντες ἀνοχῆς οἱ περὶ τὸν Ἀγαθοκλέα μετὰ πάσης ἀσφαλείας διεσώθησαν εἰς τὸν χάρακα. ἐνταῦθα μὲν οὖν τοῦτον τὸν τρόπον καταστρατηγήσας τοὺς πολεμίους οὐ μόνον τοὺς σὺν αὐτῷ παραδόξως ἔσωσεν, ἀλλὰ καὶ τῶν συμμάχων ἑπτακοσίους ἄνδρας.

μετὰ δὲ ταῦτα ἐν ταῖς Συρακούσσαις αἱρεθέντος Ἀκεστορίδου τοῦ Κορινθίου στρατηγοῦ δόξας ἐπιθέσθαι τυραννίδι διὰ τὴν σύνεσιν ἐξέφυγε τὸν κίνδυνον. ὁ μὲν γὰρ Ἀκεστορίδης εὐλαβηθεὶς τὴν στάσιν [p. 13] καὶ διὰ τοῦτο οὐ βουλόμενος αὐτὸν φανερῶς ἀνελεῖν ἐκέλευεν ἐκ τῆς πόλεως μεταστῆναι καὶ τοὺς νυκτὸς κατὰ τὴν ὁδὸν ἀποκτενοῦντας ἐξαπέστειλεν. [2] Ἀγαθοκλῆς δὲ καταστοχασάμενος πιθανῶς τὴν ἐπίνοιαν τοῦ στρατηγοῦ τῶν παίδων ἐξελέξατο τὸν ἑαυτῷ μάλιστα ἐοικότα καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὴν ὄψιν: τούτῳ δὲ δοὺς τὴν ἑαυτοῦ πανοπλίαν καὶ τὸν ἵππον, ἔτι δὲ τὴν ἐσθῆτα παρεκρούσατο τοὺς ἐπὶ τὴν ἀναίρεσιν ἀποσταλέντας. [3] αὐτὸς δὲ ῥάκη περιβαλόμενος ἀνοδίᾳ τὴν ὁδοιπορίαν ἐποιήσατο. ἐκεῖνοι δὲ ἀπὸ τῶν ὅπλων καὶ τῶν ἄλλων συσσήμων ὑπολαβόντες εἶναι τὸν Ἀγαθοκλέα καὶ τἀκριβὲς διὰ τὸ σκότος οὐ συνιδόντες τὸν μὲν φόνον ἐπετέλεσαν, τῆς δὲ προκεχειρισμένης πράξεως διήμαρτον. [4] μετὰ δὲ ταῦτα τῶν Συρακοσίων καταδεξαμένων τοὺς μετὰ Σωστράτου φυγάδας καὶ πρὸς Καρχηδονίους εἰρήνην συνθεμένων Ἀγαθοκλῆς φυγὰς ὢν ἰδίαν δύναμιν ἐν τῇ μεσογείῳ συνεστήσατο. γενόμενος δὲ φοβερὸς οὐ μόνον τοῖς πολίταις, ἀλλὰ καὶ τοῖς Καρχηδονίοις ἐπείσθη κατελθεῖν εἰς τὴν πατρίδα καὶ παραχθεὶς εἰς τὸ τῆς Δήμητρος ἱερὸν ὑπὸ τῶν πολιτῶν ὤμοσε μηδὲν ἐναντιωθήσεσθαι τῇ δημοκρατίᾳ. [5] προσποιηθεὶς δὲ τῆς δημοκρατίας προΐστασθαι καὶ δημαγωγήσας ποικίλως τὰ πλήθη στρατηγὸς κατεστάθη καὶ φύλαξ τῆς εἰρήνης, μέχρι ἂν γνησίως ὁμονοήσωσιν οἱ συνεληλυθότες εἰς τὴν πόλιν. [6] εἰς πολλὰ γὰρ μέρη συνέβαινε διαιρεῖσθαι [p. 14] τὰς ἑταιρίας τῶν συνιόντων καὶ πρὸς ἀλλήλους ἑκάστοις εἶναι μεγάλας διαφοράς, μέγιστον δ᾽ ἦν ἀντίταγμα τοῖς περὶ τὸν Ἀγαθοκλέα τὸ τῶν ἑξακοσίων συνέδριον, κατὰ τὴν ὀλιγαρχίαν ὑφηγημένον τῆς πόλεως: οἱ προέχοντες γὰρ τῶν Συρακοσίων ταῖς δόξαις καὶ ταῖς οὐσίαις ἐν τούτοις ὑπῆρχον καταλελεγμένοι.

ὁ δ᾽ οὖν Ἀγαθοκλῆς ἐπιθυμητὴς ὢν δυναστείας πολλὰς ἀφορμὰς ἔσχεν εἰς τὸ συντελέσαι τὸ βουλευθέν. οὐ μόνον γὰρ στρατηγὸς ὢν κύριος τῆς δυνάμεως ἦν, ἀλλὰ καὶ προσαγγελθέντος ὅτι τινὲς τῶν ἀποστατῶν ἐν τῇ μεσογείῳ πρὸς Ἐρβίτῃ συνάγουσι δύναμιν, ἐξουσίαν ἔλαβεν ἀνυπόπτως καταγράφειν οὓς προαιροῖτο στρατιώτας. [2] διὸ καὶ προσποιηθεὶς στρατεύειν ἐπὶ τὴν Ἐρβίταν κατέλεξεν εἰς τάξεις τούς τ᾽ ἐκ Μοργαντίνης καὶ τῶν ἄλλων τῶν ἐν τῇ μεσογείῳ πόλεων τοὺς αὐτῷ πρότερον συμπορευθέντας πρὸς Καρχηδονίους. [3] οὗτοι γὰρ πάντες πρὸς Ἀγαθοκλέα μὲν εὐνούστατα διέκειντο, πολλὰ προευεργετημένοι κατὰ τὰς στρατείας, πρὸς δὲ τοὺς ἐν Συρακούσσαις ὀλιγαρχίας κεκοινωνηκότας ἑξακοσίους ἀεὶ πολεμικῶς εἶχον καὶ καθόλου τὸν δῆμον ἐμίσουν, ἀναγκαζόμενοι ποιεῖν τὸ προσταττόμενον. τούτων δ᾽ ὄντων μὲν τὸν ἀριθμὸν εἰς τρισχιλίους, ταῖς δ᾽ ὁρμαῖς καὶ ταῖς προαιρέσεσιν εὐθετωτάτων πρὸς τὴν κατάλυσιν τῆς δημοκρατίας προσεπελέξατο καὶ τῶν πολιτῶν τοὺς διὰ πενίαν καὶ φθόνον ἐναντιουμένους [p. 15] ταῖς τῶν ἰσχυόντων ἐπιφανείαις. [4] ὡς δ᾽ αὐτῷ πάντ᾽ ἦν εὐτρεπῆ, τοῖς μὲν στρατιώταις παρήγγειλεν ἀπαντᾶν ἅμ᾽ ἡμέρᾳ εἰς τὸ Τιμολεόντιον, αὐτὸς δὲ μεταπεμπόμενος τοὺς περὶ Πείσαρχον καὶ Διοκλέα, τοὺς δοκοῦντας προεστάναι τῆς τῶν ἑξακοσίων ἑταιρίας, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, ἐπειδὴ παρεγένοντο παραλαβόντες τῶν φίλων εἰς τεσσαράκοντα, προσποιηθεὶς ἑαυτὸν ἐπιβουλεύεσθαι συνελάμβανεν ἅπαντας καὶ κατηγόρησε μὲν αὐτῶν ἐν τοῖς στρατιώταις, φήσας ὑπὸ τῶν ἑξακοσίων ἁρπάζεσθαι διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, καὶ κατωδύρετο τὴν περὶ αὐτὸν τύχην. [5] παροξυνομένου δὲ τοῦ πλήθους καὶ βοῶντος μηκέτι μέλλειν, ἀλλ᾽ ἐκ χειρὸς ἐπιθεῖναι τοῖς ἀδικήσασι τὴν δίκην, τοῖς μὲν σαλπιγκταῖς παρήγγειλε σημαίνειν τὸ πολεμικόν, τοῖς δὲ στρατιώταις ἀναιρεῖν τοὺς αἰτίους καὶ διαρπάζειν τὰς κτήσεις τῶν ἑξακοσίων καὶ τῶν τούτοις κοινοπραγούντων. [6] ὁρμησάντων δὲ πάντων ἐπὶ τὴν ἁρπαγὴν ἡ πόλις ἐπληρώθη ταραχῆς καὶ μεγάλων ἀτυχημάτων: οἱ μὲν γὰρ χαριέστατοι τῶν πολιτῶν, ἀγνοοῦντες τὸν καθ᾽ αὑτῶν κεκυρωμένον ὄλεθρον, ἐξεπήδων ἐκ τῶν οἰκιῶν εἰς τὰς ὁδούς, μαθεῖν σπεύδοντες τὸν θόρυβον, οἱ δὲ στρατιῶται τὰ μὲν διὰ τὴν πλεονεξίαν, τὰ δὲ διὰ τὸν θυμὸν ἠγριωμένοι τὰς ψυχὰς ἀνῄρουν τοὺς διὰ τὴν ἄγνοιαν γυμνὰ τὰ σώματα τῶν ἀμυνομένων ὅπλων [p. 16] παρεχομένους.

διαληφθέντων δὲ τῶν στενωπῶν κατὰ μέρος ὑπὸ τῶν στρατιωτῶν οἱ μὲν κατὰ τὰς ὁδούς, οἱ δ᾽ ἐν ταῖς οἰκίαις ἐφονεύοντο. πολλοὶ δὲ καὶ τῶν μηδ᾽ ὁτιοῦν διαβεβλημένων ἀνῃροῦντο, δεόμενοι μαθεῖν τὴν αἰτίαν τῆς ἀπωλείας. καθωπλισμένον γὰρ πλῆθος ἐξουσίαν προσλαβὸν οὐ διέκρινε φίλον ἢ πολέμιον, ἀλλὰ παρ᾽ οὗ πλέον ὠφεληθήσεσθαι διειλήφει, τοῦτον ἐχθρὸν ἡγεῖτο. [2] διὸ καὶ παρῆν ὁρᾶν πᾶσαν τὴν πόλιν πεπληρωμένην ὕβρεως καὶ φόνων καὶ παντοίων ἀνομημάτων. οἱ μὲν γὰρ διὰ τὰς προϋπαρχούσας ἔχθρας οὐδεμιᾶς ἐπηρείας ἀπείχοντο κατὰ τῶν μισουμένων, ἔχοντες ἐξουσίαν διατιθέναι πᾶν τὸ κεχαρισμένον τῷ θυμῷ: οἱ δὲ ταῖς τῶν εὐπόρων σφαγαῖς οἰόμενοι τὰς ἰδίας ἀπορίας ἐπανορθώσασθαι πᾶν ἐμηχανῶντο πρὸς τὸν κατ᾽ αὐτῶν ὄλεθρον. [3] οἱ μὲν γὰρ τὰς αὐλίους θύρας ἐξέκοπτον, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὰς ὀροφὰς προσανέβαινον, ἄλλοι δὲ διηγωνίζοντο πρὸς τοὺς ἀπὸ τῶν στεγῶν ἀμυνομένους. οὐ μὴν οὐδὲ τοῖς εἰς τὰ τεμένη καταφυγοῦσιν ἡ τῶν θεῶν ἱκετεία παρείχετο τὴν ἀσφάλειαν, ἀλλ᾽ ἡ πρὸς θεοὺς εὐσέβεια ἐνικᾶτο πρὸς ἀνθρώπων. [4] καὶ ταῦτ᾽ ἐτόλμων ἐν εἰρήνῃ καὶ πατρίδι παρανομεῖν Ἕλληνες καθ᾽ Ἑλλήνων, οἰκεῖοι κατὰ συγγενῶν, οὐ φύσιν, οὐ σπονδάς, οὐ θεοὺς ἐντρεπόμενοι, ἐφ᾽ οἷς οὐχ ὅτι φίλος, ἀλλὰ καὶ παντελῶς ἐχθρός, μέτριός γε τὴν ψυχήν, οὐκ ἔστιν ὅστις [p. 17]

οὐκ ἂν τὴν τῶν πασχόντων τύχην ἐλεήσειεν. πᾶσαι μὲν γὰρ αἱ πύλαι τῆς πόλεως ἐκλείσθησαν, πλείους δὲ τῶν τετρακισχιλίων ἀνῃρέθησαν αὐθημερόν, τοῦτο μόνον ἐγκληθέντες ὅτι χαριέστεροι τῶν ἄλλων ἦσαν. τῶν δὲ φυγόντων οἱ μὲν ἐπὶ τὰς πύλας ὁρμήσαντες συνελήφθησαν, οἱ δὲ κατὰ τῶν τειχῶν ῥίπτοντες αὑτοὺς εἰς τὰς ἀστυγείτονας πόλεις διεσώθησαν, τινὲς δὲ διὰ τὸν φόβον ἀπρονοήτως ἁλλόμενοι κατεκρημνίσθησαν. [2] τὸ δὲ πλῆθος ἦν τῶν ἐκπεσόντων ἐκ τῆς πατρίδος ὑπὲρ τοὺς ἑξακισχιλίους, ὧν οἱ πλεῖστοι κατέφυγον πρὸς τοὺς Ἀκραγαντίνους κἀκεῖ τῆς καθηκούσης ἐπιμελείας ἠξιώθησαν. [3] οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα διημερεύσαντες ἐν τοῖς τῶν πολιτῶν φόνοις οὐδὲ τῆς εἰς γυναῖκας ὕβρεως καὶ παρανομίας ἀπέσχοντο, ἀλλὰ παρὰ τῶν ἐκπεφευγότων τὸν θάνατον ἱκανὴν ὑπελάμβανον λήψεσθαι τιμωρίαν τὴν εἰς τοὺς συγγενεῖς ἐπήρειαν: δεινότερα γὰρ θανάτου τοὺς μὲν ἄνδρας καὶ πατέρας εἰκὸς ἦν πείσεσθαι γυναικῶν ὕβρεις καὶ παρθένων αἰσχύνας ἀναλογιζομένους. [4] ἀφ᾽ ὧν ἡμῖν περιαιρετέον ἐστὶ τὴν ἐπίθετον καὶ συνήθη τοῖς συγγραφεῦσι τραγῳδίαν, μάλιστα μὲν διὰ τὸν τῶν παθόντων ἔλεον, ἔπειτα καὶ διὰ τὸ μηθένα τῶν ἀναγινωσκόντων ἐπιζητεῖν ἀκοῦσαι τὰ κατὰ μέρος, ἐν ἑτοίμῳ τῆς γνώσεως οὔσης. [5] οἱ γὰρ μεθ᾽ ἡμέραν ἐν ταῖς ὁδοῖς καὶ κατὰ τὴν ἀγορὰν σφάττειν τολμῶντες τοὺς μηδὲν ἀδικοῦντας οὐ προσδέονται τοῦ δηλώσοντος τί νύκτωρ ἔπραττον καθ᾽ αὑτοὺς ἐν ταῖς οἰκίαις [p. 18] καὶ πῶς προσεφέροντο παρθένοις ὀρφαναῖς καὶ γυναιξὶν ἐρήμοις μὲν οὔσαις τῶν βοηθησόντων, πεπτωκυίαις δ᾽ ὑπ᾽ ἐξουσίαν αὐτοκράτορα τῶν ἐχθίστων. [6] ὁ δ᾽ Ἀγαθοκλῆς δυεῖν ἡμερῶν διελθουσῶν ἐπειδή ποτ᾽ ἐπληρώθη τοῦ κατὰ τῶν πολιτῶν φόνου, τοὺς ζωγρηθέντας ἀθροίσας Δεινοκράτην μὲν ἀφῆκε διὰ τὴν προγεγενημένην φιλίαν, τῶν ἄλλων δὲ τοὺς μὲν ἀλλοτριώτατα διακειμένους ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐφυγάδευσε.

μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν κατηγόρησε μὲν τῶν ἑξακοσίων καὶ τῆς ὑπ᾽ αὐτῶν προγεγενημένης ὀλιγαρχίας, καθαρὰν δὲ φήσας τὴν πόλιν πεποιηκέναι τῶν δυναστεύειν ἐπιχειρούντων ἀπεφαίνετο τῷ δήμῳ τὴν αὐτονομίαν εἰλικρινῆ παραδιδόναι καὶ βούλεσθαί ποτε τῶν πόνων ἀπολυθεὶς ἰδιωτεύειν ἴσος ὢν πᾶσι. [2] καὶ ταῦτα λέγων τὸ μὲν χλαμύδιον αὑτοῦ περιέσπασε, τὸ δ᾽ ἱμάτιον μεταλαβὼν ἀπῄει, τῶν πολλῶν ἑαυτὸν ἀποδείξας ἕνα. ταῦτα δ᾽ ἔπραττε τὸν δημοτικὸν ὑποκρινόμενος καὶ σαφῶς εἰδὼς τοὺς πλείους τῶν ἐκκλησιαζόντων μετεσχηκότας τῶν ἀσεβημάτων καὶ διὰ τοῦτο μηδέποτ᾽ ἂν βουληθέντας ἄλλῳ τὴν στρατηγίαν ἐγχειρίσαι. [3] εὐθὺ γοῦν οἱ διαπεφορηκότες τὰ τῶν ἠτυχηκότων ἐβόων μὴ καταλιπεῖν ἑαυτούς, ἀλλὰ προσδέξασθαι τὴν τῶν ὅλων ἐπιμέλειαν. ὁ δὲ τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, εἶτα τοῦ πλήθους βιαιότερον ἐγκειμένου προσδέξασθαι μὲν ἔφησε τὴν στρατηγίαν, μὴ μέντοι γε μετ᾽ ἄλλων ἄρξειν: [4] οὐ γὰρ ὑπομενεῖν, ὧν ἂν ἕτεροι [p. 19] παρανομήσωσι, τούτων αὐτὸν συνάρχοντα λόγον ἀποδιδόναι κατὰ τοὺς νόμους. συγχωρήσαντος δὲ τοῦ πλήθους μοναρχεῖν οὗτος μὲν ἐχειροτονήθη στρατηγὸς αὐτοκράτωρ καὶ τὸ λοιπὸν φανερῶς ἐδυνάστευε καὶ τῆς πόλεως ἐπιμέλειαν ἐποιεῖτο, [5] τῶν δ᾽ ἀκεραίων Συρακοσίων οἱ μὲν διὰ τὸν φόβον ἠναγκάζοντο καρτερεῖν, οἱ δ᾽ ὑπὸ τοῦ πλήθους κατισχυόμενοι τὴν ἔχθραν εἰς κενὸν οὐκ ἐτόλμων ἐνδείκνυσθαι. πολλοὶ δὲ καὶ τῶν ἀπόρων καὶ κατάχρεων ἄσμενοι τὴν μεταβολὴν προσεδέξαντο: ἐπηγγέλλετο γὰρ Ἀγαθοκλῆς κατὰ τὴν ἐκκλησίαν καὶ χρεῶν ἀποκοπὰς ποιήσεσθαι καὶ τοῖς πένησι χώραν δωρήσεσθαι. [6] ἀπὸ δὲ τούτων γενόμενος τοῦ μὲν ἔτι φονεύειν ἢ κολάζειν τινὰς ἀπέστη, μεταβαλόμενος δ᾽ εἰς τοὐναντίον εὐγνωμόνως τοῖς πλήθεσι προσεφέρετο καὶ πολλοὺς μὲν εὐεργετῶν, οὐκ ὀλίγους δ᾽ ἐπαγγελίαις μετεωρίζων, πάντας δὲ λόγοις φιλανθρώποις δημαγωγῶν οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν. [7] ἔχων δὲ τηλικαύτην δυναστείαν οὔτε διάδημα ἀνέλαβεν οὔτε δορυφόρους εἶχεν οὔτε δυσεντευξίαν ἐζήλωσεν, ἅπερ εἰώθασι ποιεῖν σχεδὸν ἅπαντες οἱ τύραννοι. ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς τῶν ὅπλων καὶ βελῶν παρασκευῆς, ἔτι δὲ πρὸς ταῖς ὑπαρχούσαις μακραῖς ναυσὶν ἑτέρας ἐναυπηγήσατο. προσελάβετο δὲ καὶ τῶν ἐν τῇ μεσογείῳ χωρίων καὶ πόλεων τὰς πλείστας. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. [p. 20]

κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν ἔννατον ἔτος ἤδη διεπολέμουν πρὸς Σαυνίτας καὶ κατὰ μὲν τοὺς ἔμπροσθεν χρόνους μεγάλαις δυνάμεσιν ἦσαν διηγωνισμένοι, τότε δὲ εἰς τὴν πολεμίαν εἰσβολὰς ποιούμενοι μέγα μὲν οὐδὲν οὐδὲ μνήμης ἄξιον διεπράξαντο, διετέλουν δὲ τοῖς τε φρουρίοις προσβολὰς ποιούμενοι καὶ τὴν χώραν λεηλατοῦντες. [2] ἐπόρθησαν δὲ καὶ τῆς Ἀπουλίας τὴν Δαυνίαν πᾶσαν καὶ προσαγαγόμενοι Κανυσίους ὁμήρους παρ᾽ αὐτῶν ἔλαβον. προσέθηκαν δὲ καὶ δύο φυλὰς ταῖς προυπαρχούσαις, τήν τε Φαλέρναν καὶ τὴν Ὠφεντῖναν. [3] ἅμα δὲ τούτοις πραττομένοις Κροτωνιᾶται πρὸς μὲν Βρεττίους διελύσαντο, πρὸς δὲ τοὺς ἐκπεπτωκότας τῶν πολιτῶν ὑπὸ τῆς δημοκρατίας διὰ τὴν πρὸς Ἡρακλείδην καὶ Σωσίστρατον κοινωνίαν, περὶ ἧς ἐν τῇ προτέρᾳ βύβλῳ τὰ κατὰ μέρος διήλθομεν, δεύτερον ἔτος ἤδη πολεμοῦντες Πάρωνα καὶ Μενέδημον, ἄνδρας ἐπιφανεῖς, στρατηγοὺς ἐχειροτόνησαν. [4] οἱ δὲ φυγάδες ἐκ Θουρίων ὁρμήσαντες καὶ προσλαβόντες μισθοφόρους τριακοσίους ἐπεχείρησαν μὲν νυκτὸς παρεισπίπτειν εἰς τὴν πατρίδα, ἀποκρουσθέντες δ᾽ ὑπὸ τῶν Κροτωνιατῶν κατεστρατοπέδευσαν ἐπὶ τῶν μεθορίων τῆς Βρεττίων χώρας, μετ᾽ ὀλίγον δὲ τῆς πολιτικῆς δυνάμεως ἐπελθούσης πολλαπλασίου [p. 21] πάντες μαχόμενοι κατεσφάγησαν. ἡμεῖς δ᾽ ἐπεὶ τὰ περὶ Σικελίαν καὶ τὴν Ἰταλίαν διεληλύθαμεν, διαβιβάσομεν τὸν λόγον ἐπὶ τὰ λοιπὰ μέρη τῆς Εὐρώπης.

κατὰ γὰρ τὴν Μακεδονίαν Εὐρυδίκη τῆς βασιλείας προεστηκυῖα καὶ πυνθανομένη τὴν Ὀλυμπιάδα παρασκευάζεσθαι πρὸς τὴν κάθοδον πρὸς μὲν Κάσανδρον εἰς Πελοπόννησον ἀπέστειλε βιβλιαφόρον, ἀξιοῦσα βοηθεῖν τὴν ταχίστην, τῶν δὲ Μακεδόνων τοὺς πρακτικωτάτους ἀνακαλουμένη δωρεαῖς καὶ μεγάλαις ἐπαγγελίαις ἰδίους ταῖς εὐνοίαις κατεσκεύαζε. [2] Πολυπέρχων δὲ δύναμιν ἤθροισε προσλαβόμενος Αἰακίδην τὸν Ἠπειρώτην καὶ κατήγαγεν Ὀλυμπιάδα μετὰ τοῦ Ἀλεξάνδρου παιδὸς ἐπὶ τὴν βασιλείαν. ἀκούων οὖν Εὐρυδίκην ἐν Εὐίοις τῆς Μακεδονίας οὖσαν μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπ᾽ αὐτήν, σπεύδων μιᾷ μάχῃ κρῖναι τὰ πράγματα. ἀντιταχθέντων δὲ ἀλλήλοις τῶν στρατοπέδων οἱ Μακεδόνες ἐντραπέντες τὸ τῆς Ὀλυμπιάδος ἀξίωμα καὶ τῶν εὐεργεσιῶν ἀναμιμνησκόμενοι τῶν Ἀλεξάνδρου μετεβάλοντο. [3] Φίλιππος μὲν οὖν ὁ βασιλεὺς εὐθὺς ἥλω μετὰ τῆς θεραπείας, ἡ δ᾽ Εὐρυδίκη μετὰ Πολυκλέους, ἑνὸς τῶν συμβούλων, εἰς Ἀμφίπολιν ἀποχωροῦσα συνελήφθη. [4] τοῦτον δὲ τὸν τρόπον Ὀλυμπιὰς τῶν βασιλικῶν σωμάτων κυριεύσασα καὶ χωρὶς κινδύνων τὴν βασιλείαν παραλαβοῦσα τὴν εὐτυχίαν οὐκ ἤνεγκεν ἀνθρωπίνως, ἀλλὰ τήν τ᾽ Εὐρυδίκην [p. 22] καὶ τὸν ἄνδρα Φίλιππον τὸ μὲν πρῶτον εἰς φυλακὴν καταθεμένη κακουχεῖν ἐπεχείρησε: περιοικοδομήσασα γὰρ αὐτῶν ἐν βραχεῖ τόπῳ τὰ σώματα διὰ μιᾶς στενῆς ὑποδοχῆς ἐχορήγει τὰ ἀναγκαῖα: [5] ἐπὶ πολλὰς δ᾽ ἡμέρας παρανομήσασα τοὺς ἠτυχηκότας, ἐπειδὴ παρὰ τοῖς Μακεδόσιν ἠδόξει διὰ τὸν πρὸς τοὺς πάσχοντας ἔλεον, τὸν μὲν Φίλιππον προσέταξε Θρᾳξί τισιν ἐκκεντῆσαι, βασιλέα γεγενημένον ἓξ ἔτη καὶ μῆνας τέσσαρας, τὴν δ᾽ Εὐρυδίκην παρρησιαζομένην καὶ βοῶσαν αὐτῇ μᾶλλον προσήκειν ἤπερ Ὀλυμπιάδι τὴν βασιλείαν ἔκρινε μείζονος ἀξιῶσαι τιμωρίας. [6] εἰσέπεμψεν οὖν αὐτῇ ξίφος καὶ βρόχον καὶ κώνειον καὶ συνέταξε τούτων ᾧ βούλοιτο καταχρήσασθαι πρὸς τὸν θάνατον, οὔτε τὸ προγεγενημένον ἀξίωμα τῆς παρανομουμένης ἐντραπεῖσα τὸ παράπαν οὔτε τῆς κοινῆς τύχης εἰς οἶκτον ἐλθοῦσα. [7] τοιγαροῦν τῆς ὁμοίας μεταβολῆς τυχοῦσα τῆς ὠμότητος ἀξίαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. Εὐρυδίκη μὲν γὰρ κατευξαμένη παρόντος τοῦ κομίσαντος τῶν ὁμοίων δωρεῶν Ὀλυμπιάδα τυχεῖν τὸν μὲν ἄνδρα περιέστειλεν, ἐπιμεληθεῖσα τῶν τραυμάτων ὥς ποθ᾽ ὁ καιρὸς συνεχώρει, ἑαυτὴν δ᾽ ἀνακρεμάσασα τῇ ζώνῃ κατέστρεψε τὸν βίον, οὔτε δακρύσασα τὴν αὑτῆς τύχην οὔτε τῷ μεγέθει τῶν συμπτωμάτων ταπεινωθεῖσα. [8] Ὀλυμπιὰς δὲ τούτων διαφθαρέντων ἀνεῖλε μὲν τὸν Νικάνορα τὸν ἀδελφὸν τοῦ Κασάνδρου, κατέστρεψε δὲ τὸν Ἰόλλου τάφον, μετερχομένη, [p. 23] καθάπερ ἔφησε, τὸν Ἀλεξάνδρου θάνατον, ἐπέλεξε δὲ καὶ τῶν Κασάνδρου φίλων τοὺς ἐπιφανεστάτους ἑκατὸν Μακεδόνας, οὓς ἅπαντας ἀπέσφαξεν. [9] ἐν τοιούτοις δὲ παρανομήμασι πληροῦσα τὸν ἑαυτῆς θυμὸν ταχὺ πολλοὺς τῶν Μακεδόνων ἐποίησε μισῆσαι τὴν ὠμότητα: πάντες γὰρ ἀνεμιμνήσκοντο τῶν Ἀντιπάτρου λόγων, ὃς καθάπερ χρησμῳδῶν ἐπὶ τῆς τελευτῆς παρεκελεύσατο μηδέποτε συγχωρῆσαι γυναικὶ τῆς βασιλείας προστατῆσαι. τὰ μὲν οὖν κατὰ Μακεδονίαν τοῦτον τὸν τρόπον διοικηθέντα πρόδηλον εἶχε τὴν ἐσομένην μεταβολήν.

κατὰ δὲ τὴν Ἀσίαν Εὐμενὴς μὲν ἔχων τοὺς ἀργυράσπιδας Μακεδόνας καὶ τὸν ἀφηγούμενον αὐτῶν Ἀντιγένην παρεχείμασε μὲν τῆς Βαβυλωνίας ἐν ταῖς ὀνομαζομέναις Καρῶν κώμαις, πρὸς δὲ Σέλευκον καὶ Πίθωνα πρέσβεις ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τοῖς βασιλεῦσι καὶ μετ᾽ αὐτοῦ συναγωνίσασθαι πρὸς Ἀντίγονον. [2] τούτων δ᾽ ὁ μὲν Πίθων τῆς Μηδίας, ὁ δ᾽ ἕτερος τῆς Βαβυλωνίας σατράπης ἀπεδέδεικτο, καθ᾽ ὃν καιρὸν ἡ δευτέρα διαίρεσις ἐγενήθη τῶν σατραπειῶν ἐν Τριπαραδείσῳ. οἱ δὲ περὶ Σέλευκον τοῖς μὲν βασιλεῦσιν ἔφασαν βούλεσθαι παρέχεσθαι χρείας, Εὐμενεῖ μέντοι γε μηδέποθ᾽ ὑπομενεῖν ποιοῦντας τὸ προσταττόμενον, οὗ Μακεδόνες συνελθόντες κατέγνωσαν θάνατον. πολλὰ δὲ πρὸς ταύτην τὴν προαίρεσιν διαλεχθέντες συνεξέπεμψαν παρ᾽ αὑτῶν πρεσβευτὴν πρὸς [p. 24] Ἀντιγένην καὶ τοὺς ἀργυράσπιδας, ἀξιοῦντες ἀφιστάναι τῆς ἡγεμονίας Εὐμενῆ. [3] τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις Εὐμενὴς ἐπαινέσας αὐτῶν τὴν προθυμίαν ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν κατεστρατοπέδευσε, τῆς Βαβυλῶνος ἀπέχων σταδίους τριακοσίους. καὶ πρόθεσιν μὲν εἶχεν εἰς Σοῦσα ποιεῖσθαι τὴν πορείαν, διανοούμενος τὰς ἐκ τῶν ἄνω σατραπειῶν δυνάμεις μεταπέμπεσθαι καὶ τοῖς βασιλικοῖς θησαυροῖς χρήσασθαι πρὸς τὰς κατεπειγούσας χρείας. [4] ἠναγκάζετο δὲ τὸν ποταμὸν διαβαίνειν διὰ τὸ τὴν μὲν κατόπιν χώραν προνενομεῦσθαι, τὴν δὲ πέραν ἀκέραιον εἶναι καὶ δαψιλεῖς δύνασθαι παρέχεσθαι τροφὰς τῷ στρατοπέδῳ. [5] συναγαγόντος οὖν αὐτοῦ πλοῖα πανταχόθεν πρὸς τὴν διάβασιν οἱ περὶ Σέλευκον καὶ Πίθωνα κατέπλευσαν δυσὶ μὲν τριήρεσι, κοντωτοῖς δὲ πλείοσιν: ἔτι γὰρ τὰ σκάφη ταῦτα περιῆν ἐκ τῶν ὑπ᾽ Ἀλεξάνδρου ναυπηγηθέντων περὶ Βαβυλῶνα.

ταῦτα δὲ προσαγαγόντες πρὸς τὴν ἔκβασιν πάλιν ἐπεχείρουν τοὺς Μακεδόνας πείθειν ἀποστῆσαι τὸν Εὐμενῆ τῆς στρατηγίας καὶ μὴ προάγειν καθ᾽ αὑτῶν ἄνδρα ξένον καὶ πλείστους Μακεδόνας ἀνῃρηκότα. [2] οὐδενὶ δὲ τρόπῳ τῶν περὶ τὸν Ἀντιγένη πειθομένων οἱ περὶ Σέλευκον προσπλεύσαντες πρός τινα διώρυγα παλαιὰν ἀνέρρηξαν τὴν ἀρχὴν αὐτῆς, ὑπὸ τοῦ χρόνου συγκεχωσμένην. περικλυσθείσης δὲ τῆς τῶν Μακεδόνων στρατοπεδείας καὶ πάντῃ τοῦ συνεχοῦς [p. 25] τόπου λιμνάσαντος ἐκινδύνευσεν ἅπαν ἀπολέσθαι τὸ στρατόπεδον ὑπὸ τῆς πλήμης. [3] ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἔμειναν ἐφ᾽ ἡσυχίας, ἀπορούμενοι πῶς χρηστέον τοῖς πράγμασι: τῇ δ᾽ ὑστεραίᾳ παραστησάμενοι τὰ κοντωτὰ πλοῖα, περὶ τριακόσια τὸν ἀριθμὸν ὄντα, διεβίβασαν τὸ κράτιστον τῆς δυνάμεως οὐδενὸς παρενοχλοῦντος κατὰ τὴν ἔκβασιν: οἱ γὰρ περὶ Σέλευκον ἱππεῖς μόνον εἶχον καὶ τούτους πολὺ τοῖς ἀριθμοῖς λειπομένους τῶν ἐναντίων. [4] νυκτὸς δὲ ἤδη καταλαμβανούσης Εὐμενὴς μὲν ἀγωνιῶν ὑπὲρ τῆς ἀποσκευῆς πάλιν εἰς τοὐπίσω διεβίβασε τοὺς Μακεδόνας, εἰσηγησαμένου δέ τινος τῶν ἐγχωρίων ἐπεβάλετό τινα τόπον ἀνακαθαίρειν, δι᾽ οὑ ῥᾴδιον ἦν ἀποστρέψαι τὴν διώρυγα καὶ βάσιμον κατασκευάσαι τὴν πλησίον χώραν. [5] ἃ δὴ συνιδόντες οἱ περὶ Σέλευκον καὶ βουλόμενοι τὴν ταχίστην αὐτοὺς ἐκ τῆς ἰδίας σατραπείας ἀπαλλάξαι πρέσβεις ἀπέστειλαν ὑπὲρ ἀνοχῶν, συγχωρήσαντες τὴν διάβασιν. εὐθὺ δὲ καὶ βυβλιαφόρους ἀπέστειλαν πρὸς Ἀντίγονον εἰς Μεσοποταμίαν, ἀξιοῦντες ἥκειν τὴν ταχίστην μετὰ τῆς δυνάμεως, πρὶν ἢ καταβῆναι τοὺς σατράπας μετὰ τῶν δυνάμεων. [6] Εὐμενὴς δὲ διαβὰς τὸν Τίγριν καὶ παραγενόμενος εἰς τὴν Σουσιανὴν εἰς τρία μέρη διεῖλε τὴν δύναμιν διὰ τὴν τοῦ σίτου σπάνιν. ἐπιπορευόμενος δὲ τὴν χώραν κατὰ μέρος σίτου μὲν παντελῶς ἐσπάνιζεν, ὄρυζαν δὲ καὶ σήσαμον καὶ φοίνικα διέδωκε τοῖς στρατιώταις, δαψιλῶς ἐχούσης [p. 26] τῆς χώρας τοὺς τοιούτους καρπούς. [7] πρὸς δὲ τοὺς ἐν ταῖς ἄνω σατραπείαις ἡγεμόνας ἦν μὲν καὶ πρότερον ἀπεσταλκὼς τὰς παρὰ τῶν βασιλέων ἐπιστολάς, ἐν αἷς ἦν γεγραμμένον πάντα πειθαρχεῖν Εὐμενεῖ, καὶ τότε δὲ βυβλιαφόρους ἀπέστειλεν, ἀξιῶν ἀπαντᾶν εἰς τὴν Σουσιανὴν ἅπαντας μετὰ τῶν ἰδίων δυνάμεων, καθ᾽ ὃν δὴ χρόνον συνέβη κἀκείνους ἠθροικέναι τὰ στρατόπεδα καὶ συνδεδραμηκέναι πρὸς ἀλλήλους δι᾽ ἑτέρας αἰτίας, ὑπὲρ ὧν ἀναγκαῖον προειπεῖν.

Πίθων σατράπης μὲν ἀπεδέδεικτο Μηδίας, στρατηγὸς δὲ τῶν ἄνω σατραπειῶν ἁπασῶν γενόμενος Φιλώταν μὲν τὸν προϋπάρχοντα Παρθυαίας στρατηγὸν ἀπέκτεινε, τὸν δὲ αὑτοῦ ἀδελφὸν Εὔδαμον ἀντὶ τούτου κατέστησεν. [2] οὗ γενομένου συνέδραμον οἱ λοιποὶ σατράπαι πάντες, φοβηθέντες μὴ τὸ παραπλήσιον πάθωσιν, ὄντος τοῦ Πίθωνος κινητικοῦ καὶ μεγάλα ταῖς ἐπιβολαῖς περιβαλομένου. περιγενόμενοι δ᾽ αὐτοῦ μάχῃ καὶ πολλοὺς τῶν συναγωνισαμένων ἀνελόντες ἐξήλασαν ἐκ τῆς Παρθυαίας. [3] κἀκεῖνος τὸ μὲν πρῶτον ἀνεχώρησεν εἰς Μηδίαν, μετ᾽ ὀλίγον δ᾽ εἰς τὴν Βαβυλῶνα παραγενόμενος παρεκάλει τὸν Σέλευκον βοηθεῖν αὐτῷ [p. 27] καὶ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων. [4] διὰ δὴ ταύτας τὰς αἰτίας τῶν ἄνω σατραπῶν συνηθροικότων εἰς τὸ αὐτὸ τὰ στρατόπεδα παρῆσαν οἱ παρ᾽ Εὐμενοῦς βυβλιαφόροι πρὸς ἑτοίμας τὰς δυνάμεις. ἦν δὲ τῶν ἡγεμόνων ἐπιφανέστατος μὲν καὶ κοινῷ δόγματι πάντων τὴν στρατηγίαν παραλαβὼν Πευκέστης, γεγενημένος Ἀλεξάνδρου σωματοφύλαξ καὶ προηγμένος ὑπὸ τοῦ βασιλέως δἰ ἀνδρείαν. [5] σατραπείαν δ᾽ εἶχεν ἔτη πλείονα τῆς Περσίδος καὶ μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς ἐγχωρίοις. δι᾽ ἃς αἰτίας φασὶ καὶ τὸν Ἀλέξανδρον αὐτῷ μόνῳ Μακεδόνων συγχωρῆσαι Περσικὴν φορεῖν στολήν, χαρίζεσθαι βουλόμενον τοῖς Πέρσαις καὶ διὰ τούτου νομίζοντα κατὰ πάνθ᾽ ἕξειν τὸ ἔθνος ὑπήκοον. εἶχε δὲ τότε Πέρσας τοξότας μὲν καὶ σφενδονήτας μυρίους, τοὺς δὲ εἰς τὴν Μακεδονικὴν τάξιν καθωπλισμένους παντοδαποὺς τρισχιλίους, ἱππεῖς δ᾽ Ἕλληνας μὲν καὶ Θρᾷκας ἑξακοσίους, Πέρσας δὲ πλείους τῶν τετρακοσίων. [6] πολέμων δ᾽ ὁ Μακεδών, Καρμανίας σατράπης ἀποδεδειγμένος, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δ᾽ ἑπτακοσίους. καὶ Σιβύρτιος μὲν τῆς Ἀραχωσίας ἡγούμενος παρείχετο πεζοὺς μὲν χιλίους, ἱππεῖς δὲ δέκα πρὸς τοῖς ἑξακοσίοις, Ἀνδρόβαζος δ᾽ ἐκ Παροπανισαδῶν, τοῦ Ὀξυάρτου κυριεύοντος τῆς σατραπείας, ἀπέσταλτο μετὰ πεζῶν μὲν [p. 28] χιλίων καὶ διακοσίων, ἱππέων δὲ τετρακοσίων. [7] Στάσανδρος δ᾽ ὁ τῆς Ἀρίας καὶ Δραγγινῆς σατράπης, προσειληφὼς καὶ τοὺς ἐκ τῆς Βακτριανῆς, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δὲ χιλίους. [8] ἐκ δὲ τῆς Ἰνδικῆς Εὔδαμος παρεγένετο μεθ᾽ ἱππέων μὲν πεντακοσίων, πεζῶν δὲ τριακοσίων, ἐλεφάντων δὲ ἑκατὸν εἴκοσι: τὰ δὲ θηρία ταῦτα παρέλαβε μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν δολοφονήσας Πῶρον τὸν βασιλέα. οἱ δὲ πάντες μετὰ τῶν σατραπῶν ἠθροίσθησαν πεζοὶ μὲν πλείους τῶν μυρίων ὀκτακισχιλίων ἑπτακοσίων, ἱππεῖς δὲ τετρακισχίλιοι ἑξακόσιοι.

ἐπεὶ δὲ παρεγενήθησαν εἰς τὴν Σουσιανὴν πρὸς τοὺς περὶ τὸν Εὐμενῆ, συνήγαγον ἐκκλησίαν κοινήν, ἐν ᾗ πολλὴν συνέβη γενέσθαι φιλοτιμίαν ὑπὲρ τῆς ἡγεμονίας. Πευκέστης μὲν γὰρ διά τε τὸ πλῆθος τῶν [2] συναγωνιζομένων καὶ τὴν παρ᾽ Ἀλεξάνδρου προαγωγὴν ἑαυτὸν ᾤετο δεῖν ἔχειν τὴν τῶν πάντων ἡγεμονίαν, Ἀντιγένης δὲ τῶν ἀργυρασπίδων Μακεδόνων στρατηγῶν ἔφη δεῖν δοθῆναι τὴν ἐξουσίαν τῆς αἱρέσεως τοῖς μετ᾽ αὐτοῦ Μακεδόσιν, συγκαταπεπολεμηκόσιν Ἀλεξάνδρῳ τὴν Ἀσίαν καὶ γεγονόσι διὰ τὰς ἀρετὰς ἀνικήτοις. [3] Εὐμενὴς δὲ φοβούμενος μὴ διὰ τὴν πρὸς ἀλλήλους [p. 29] στάσιν εὐχείρωτοι κατασταθῶσιν Ἀντιγόνῳ, συνεβούλευεν ἕνα μὲν μὴ καθιστᾶν ἡγεμόνα, πάντας δὲ τοὺς προκεκριμένους ὑπὸ τοῦ πλήθους σατράπας καὶ στρατηγοὺς εἰς τὴν βασιλικὴν αὐλὴν συνιόντας καθ᾽ ἡμέραν βουλεύεσθαι κοινῇ περὶ τῶν συμφερόντων: [4] ἕστατο γὰρ Ἀλεξάνδρῳ τετελευτηκότι σκηνὴ καὶ κατὰ ταύτην θρόνος, πρὸς ᾧ θύοντες εἰώθεισαν συνεδρεύειν περὶ τῶν κατεπειγόντων. πάντων δὲ διασημαινομένων τὸ ῥηθὲν ὡς συμφέρον εἰρημένον συνῆγε καθ᾽ ἡμέραν συνέδριον οἷόν τινος δημοκρατουμένης πόλεως. [5] μετὰ δὲ ταῦτα παρελθόντων αὐτῶν εἰς Σοῦσα παρὰ τῶν θησαυροφυλακούντων Εὐμενὴς ἔλαβε χρημάτων πλῆθος ὅσον ἦν ἱκανὸν εἰς τὰς χρείας: μόνῳ γὰρ τούτῳ διὰ τῶν ἐπιστολῶν οἱ βασιλεῖς συνετετάχεισαν διδόναι καθ᾽ ὅ, τι ἂν αὐτὸς προαιρῆται. μισθοδοτήσας δὲ τοὺς Μακεδόνας εἰς ἓξ μῆνας Εὐδάμῳ τῷ τοὺς ἐλέφαντας καταγαγόντι τοὺς ἐκ τῆς Ἰνδικῆς ἔδωκε διακόσια τάλαντα, τῷ μὲν λόγῳ πρὸς τὰς τῶν θηρίων δαπάνας, τῷ δ᾽ ἔργῳ διὰ τῆς δωρεᾶς ταύτης θεραπεύων τὸν ἄνδρα: ᾧ γὰρ ἂν τῶν στασιαζόντων οὗτος προσθοῖτο, μεγίστην ἐποιεῖτο ῥοπήν, καταπληκτικῆς οὔσης τῆς τῶν θηρίων χρείας. τῶν δ᾽ ἄλλων σατραπῶν ἕκαστος ἔτρεφε τοὺς ἐκ τῆς ὑφ᾽ ἑαυτὸν χώρας συνηκολου- θηκότας. [6] Εὐμενὴς μὲν οὖν ἐν τῇ Σουσιανῇ διατρίβων ἀνελάμβανε τὴν δύναμιν, Ἀντίγονος δὲ παραχειμάσας ἐν [p. 30] τῇ Μεσοποταμίᾳ τὸ μὲν πρῶτον διενοήθη τοὺς περὶ τὸν Εὐμενῆ διώκειν ἐκ ποδὸς πρὶν αὐξηθῆναι, ὡς δ᾽ ἤκουσε τοὺς σατράπας καὶ τὰς μετ᾽ αὐτῶν δυνάμεις συνεληλυθυίας τοῖς Μακεδόσιν, ἐπέσχε τὴν σπουδὴν καὶ τήν τε δύναμιν ἀνελάμβανε καὶ προσκατέγραφε στρατιώτας: ἑώρα γὰρ τὸν πόλεμον μεγάλων στρατοπέδων καὶ παρασκευῆς οὐ τῆς τυχούσης προσδεόμενον.

ἅμα δὲ τούτοις πραττομένοις Ἄτταλος καὶ Πολέμων καὶ Δόκιμος, ἔτι δὲ Ἀντίπατρος καὶ Φιλώτας, οἱ μετὰ τῆς Ἀλκέτου δυνάμεως ἁλόντες ἡγεμόνες, ἐφυλάττοντο μὲν ἔν τινι φρουρίῳ καθ᾽ ὑπερβολὴν ὀχυρῷ, ἀκούσαντες δὲ τοὺς περὶ τὸν Ἀντίγονον εἰς τὰς ἄνω σατραπείας ποιεῖσθαι τὴν πορείαν, νομίζοντες εὔθετον ἔχειν καιρόν, ἔπεισάν τινας τῶν τηρούντων αὐτοὺς λῦσαι, κυριεύσαντες δὲ ὅπλων ἐπέθεντο τῇ φυλακῇ περὶ μέσας νύκτας. αὐτοὶ μὲν οὖν ὀκτὼ τὸν ἀριθμὸν ὄντες, τηρούμενοι δὲ ὑπὸ στρατιωτῶν τετρακοσίων, διαφέροντες δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις διὰ τὴν μετ᾽ Ἀλεξάνδρου στρατείαν Ξενοπείθη μὲν τὸν φρούραρχον συναρπάσαντες ὑπὲρ τὸ τεῖχος ἔρριψαν, σταδιαῖον ἐχούσης τῆς πέτρας ὕψος, τῶν δ᾽ ἄλλων τοὺς μὲν κατασφάξαντες, τοὺς δὲ ἐκβαλόντες ἐνεπύρισαν τὰς οἰκίας. [2] τῶν δ᾽ ἔξωθεν καραδοκούντων προσελάβοντο τὸν ἀριθμὸν εἰς πεντήκοντα. τοὺ δὲ φρουρίου σίτου τε πλῆθος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντος ἐβουλεύοντο πότερον χρὴ μένειν καὶ χρῆσθαι [p. 31] τῇ τῶν τόπων ὀχυρότητι, καραδοκοῦντας τὴν παρ᾽ Εὐμενοῦς βοήθειαν, ἢ φυγόντας τὴν ταχίστην ἀλᾶσθαι κατὰ τὴν χώραν, καιροτηροῦντας τὰς μεταβολάς. [3] γιγνομένης δὲ πλείονος ἀντιλογίας Δόκιμος μὲν ἐκχωρεῖν συνεβούλευεν, οἱ δὲ περὶ τὸν Ἄτταλον οὐκ ἔφασαν δυνήσεσθαι κακοπαθεῖν διὰ τὴν ἐν τοῖς δεσμοῖς γενομένην κακουχίαν. τούτων δὲ πρὸς ἀλλήλους διισταμένων ἔφθασαν ἐκ τῶν σύνεγγυς φρουρίων συνδραμόντες στρατιῶται πεζοὶ μὲν πλείους τῶν πεντακοσίων, ἱππεῖς δὲ τετρακόσιοι, χωρὶς δὲ τούτων ἐκ τῶν ἐγχωρίων ἄλλοι παντοδαποὶ πλείους τῶν τρισχιλίων, οἳ στρατηγὸν ἐξ ἑαυτῶν καταστήσαντες περιεστρατοπέδευσαν τὸ χωρίον. [4] παραδόξως δὲ πάλιν αὐτῶν κατακλεισθέντων Δόκιμος μὲν κατάβασίν τινα κατανοήσας ἀφύλακτον διεπρεσβεύσατο πρὸς τὴν Ἀντιγόνου γυναῖκα Στρατονίκην, οὖσαν πλησίον τῶν τόπων, καὶ δεύτερος διὰ ταύτης ἐκπηδήσας αὐτὸς μὲν οὐκ ἔτυχε πίστεως, ἀλλ᾽ εἰς φυλακὴν παρεδόθη, ὁ δὲ συγκαταβὰς αὐτῷ καθηγησάμενος τοῖς πολεμίοις ἀνήγαγεν εἰς τὸ χωρίον οὐκ ὀλίγους καὶ κατελάβετο μίαν τῶν ὀρθίων πετρῶν. [5] οἱ δὲ περὶ τὸν Ἄτταλον πολὺ λειπόμενοι τοῖς πλήθεσι διὰ τὰς ἀρετὰς ἀντείχοντο καὶ καθ᾽ ἡμέραν ἀγωνιζόμενοι διεκαρτέρουν: πολιορκηθέντες δὲ ἐνιαυτὸν καὶ μῆνας τέσσαρας ἥλωσαν κατὰ κράτος.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Δημοκλείδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούνιον καὶ Κόιντον [p. 32] Αἰμίλιον, ὀλυμπιὰς δ᾽ ὑπῆρχεν ἕκτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ᾽ ἣν ἐνίκα στάδιον Δεινομένης Λάκων. [2] περὶ δὲ τούτους τοὺς καιροὺς Ἀντίγονος μὲν ἐκ τῆς Μεσοποταμίας ἀναζεύξας ἧκεν εἰς τὴν Βαβυλωνίαν κἀκεῖ συνέθετο κοινοπραγίαν Σελεύκῳ καὶ Πίθωνι: προσλαβόμενος δὲ καὶ παρὰ τούτων στρατιώτας ἔζευξε πλοίοις τὸν Τίγριν ποταμὸν καὶ περαιώσας τὰς δυνάμεις ὥρμησεν ἐπὶ τοὺς πολεμίους. [3] οἱ δὲ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὰ πεπραγμένα Ξενοφίλῳ μὲν τῷ τὴν ἐν Σούσοις ἄκραν φυλάττοντι ἐκέλευσαν μήτε τῶν χρημάτων Ἀντιγόνῳ δοῦναί τι μήτ᾽ εἰς λόγους ἔρχεσθαι, αὐτοὶ δὲ τὰς δυνάμεις ἀναλαβόντες ὥρμησαν ἐπὶ τὸν Τίγριν ποταμόν, ἀπέχοντα Σούσων ὁδὸν ἡμέρας, ᾗ τῆς ὀρεινῆς ἐκρεῖ τῆς ὑπὸ τῶν αὐτονόμων κατεχομένης, οὓς Οὐξίους προσαγορεύουσι, πλάτος μὲν κατὰ πολλοὺς μὲν τόπους τριῶν σταδίων, ἔστι δὲ ὅτε καὶ τεσσάρων, βάθος δὲ κατὰ μέσον τὸ ῥεῦμα πρὸς τὰ μεγέθη τῶν ἐλεφάντων, καὶ φερόμενος μὲν ἀπὸ τῆς ὀρεινῆς ἐπὶ σταδίους ἑπτακοσίους εἰς τὴν Ἐρυθρὰν ἐξερεύγεται θάλασσαν, ἔχει δὲ καὶ θαλάσσιον ἰχθὺν πολὺν καὶ θηρία τῶν πελαγίων, ἃ φαίνεται μάλιστα περὶ κυνὸς ἀνατολάς. [4] τοῦτον δὲ τὸν ποταμὸν προβαλόμενοι καὶ πᾶσαν τὴν παραποταμίαν ἀπὸ τῶν [p. 33] πηγῶν ἕως τῆς θαλάσσης φυλακαῖς διαλαβόντες ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον. προσδεομένης δὲ τῆς φυλακῆς διὰ τὸ μῆκος στρατιωτῶν οὐκ ὀλίγων οἱ περὶ τὸν Εὐμενῆ καὶ Ἀντιγένη ἠξίωσαν τὸν Πευκέστην ἐκ τῆς Περσίδος μεταπέμψασθαι τοξότας μυρίους. [5] ὁ δὲ τὸ μὲν πρῶτον οὐ προσεῖχεν αὐτοῖς, μεμψιμοιρῶν ἐπὶ τῷ μὴ τετευχέναι τῆς στρατηγίας, ὕστερον δὲ δοὺς αὑτῷ λόγον συνεχώρησεν ὅτι κρατήσαντος Ἀντιγόνου συμβήσεται καὶ τὴν σατραπείαν αὐτὸν ἀποβαλεῖν καὶ περὶ τοῦ σώματος κινδυνεῦσαι. [6] ἀγωνιῶν οὖν ὑπὲρ αὑτοῦ καὶ τῆς στρατηγίας μᾶλλον τεύξεσθαι νομίζων ὡς πλείστους ἔχων στρατιώτας προσήγαγεν, καθάπερ ἠξίουν, τοξότας μυρίους. ἀπέχοντες δ᾽ ἔνιοι τῶν Περσῶν ὁδὸν ἡμερῶν τριάκοντα τὸ παραγγελθὲν αὐθημερὸν ἤκουον διὰ τὸ φιλοτεχνηθὲν περὶ τὰς φυλακάς: [7] ὅπερ οὐ καλῶς ἔχει παραδραμεῖν. τῆς γὰρ Περσίδος οὔσης αὐλωνοειδοῦς καὶ σκοπὰς ἐχούσης ὑψηλὰς καὶ πυκνὰς ἐπὶ τούτων ἐφειστήκεισαν οἱ μέγιστον φθεγγόμενοι τῶν ἐγχωρίων: διῃρημένων γὰρ τῶν τόπων εἰς φωνῆς ἀκοὴν οἱ παραλαμβάνοντες τὸ παραγγελθὲν ὁμοίως ἑτέροις παρεδίδοσαν, εἶτ᾽ ἐκεῖνοι πάλιν ἄλλοις, ἕως εἰς τὸ τέρμα τῆς σατραπείας τὸ δοθὲν παραδοθῇ.

τῶν δὲ περὶ τὸν Εὐμενῆ καὶ Πευκέστην ταῦτα διοικούντων Ἀντίγονος, ἐπειδὴ προάγων μετὰ τῆς δυνάμεως ἧκεν εἰς Σοῦσα τὸ βασίλειον, Σέλευκον μὲν ἀπέδειξε τῆς χώρας σατράπην καὶ δοὺς αὐτῷ στρατιώτας [p. 34] προσέταξε πολιορκεῖν τὴν ἄκραν ἀπειθοῦντος δὲ Ξενοφίλου τοῦ θησαυροφύλακος, αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς ἀνέζευξεν ἐπὶ τοὺς πολεμίους, οὔσης τῆς ὁδοῦ καυματώδους καὶ παντελῶς ἐπικινδύνου ξενικαῖς δυνάμεσι διελθεῖν. διὸ καὶ τὰς πορείας ἠναγκάζοντο νυκτὸς ποιεῖσθαι καὶ στρατοπεδεύεσθαι περὶ τὸν ποταμὸν πρὶν ἥλιον ἀνατέλλειν. [2] οὐ μὴν ἠδυνήθη γε κατὰ πάντα ἄθικτος γενέσθαι τῶν κατὰ τὴν χώραν κακῶν, ἀλλὰ καίπερ ἐνδεχομένως ἅπαντα πράξας συχνοὺς ἀπέβαλε τῶν στρατιωτῶν διὰ τὴν ὑπερβολὴν τοῦ καύματος, ἅτε καὶ τῆς ὥρας οὔσης περὶ κυνὸς ἀνατολάς. [3] ἐπεὶ δὲ παρεγενήθη πρὸς τὸν Κοπράτην ποταμόν, τὰ πρὸς τὴν διάβασιν παρεσκευάζετο. οὗτος δὲ ἔκ τινος ὀρεινῆς ῥέων ἐξέπιπτεν εἰς τὸν Πασιτίγριν, ὃς ἀπεῖχε τῆς Εὐμενοῦς στρατοπεδείας σταδίους ὀγδοήκοντα καὶ τὸ μὲν πλάτος εἶχεν ὡς ἂν τεσσάρων πλέθρων, ὀξὺς δὲ ὢν ἐν τῇ καταφορᾷ προσεδεῖτο πλοίων ἢ ζεύγματος. [4] καταλαβὼν δ᾽ ὀλίγα πλοῖα κοντωτὰ διεβίβασεν ἐν τούτοις τινὰς τῶν πεζῶν, προστάξας τάφρον ὀρύττειν καὶ χάρακα βαλομένους ὑποδέχεσθαι τὴν λοιπὴν δύναμιν. Εὐμενὴς δὲ πυθόμενος παρὰ τῶν κατασκόπων τὴν ἐπιβολὴν τῶν πολεμίων, διαβὰς τὸ ζεῦγμα τοῦ Τίγριδος μετὰ στρατιωτῶν μὲν πεζῶν τετρακισχιλίων, ἱππέων δὲ χιλίων τριακοσίων κατέλαβε διαβεβηκότας τῶν Ἀντιγόνου πεζοὺς μὲν πλείους τῶν [p. 35] τρισχιλίων, ἱππεῖς δὲ τετρακοσίους καὶ τῶν εἰωθότων σποράδην διαβαίνειν ἐπὶ τὰς προνομὰς οὐκ ἐλάττους ἑξακισχιλίων. [5] ἄφνω δὲ προσπεσὼν τεθορυβημένοις τοὺς μὲν ἄλλους εὐθὺς ἐτρέψατο, τῶν δὲ Μακεδόνων τοὺς ὑποστάντας τῇ βίᾳ καὶ τῷ πλήθει κατισχύσας φυγεῖν εἰς τὸν ποταμὸν πάντας κατηνάγκασε. [6] πάντων δὲ ὁρμησάντων ἐπὶ τὰ πλοῖα ταῦτα μὲν ὑπὸ τοῦ πλήθους τῶν ἐπιβάντων κατεποντίσθη, τῶν δὲ διανήχεσθαι τολμησάντων οἱ πλεῖστοι μὲν ὑπὸ τοῦ ῥεύματος παρενεχθέντες διεφθάρησαν, ὀλίγοι δὲ διεσώθησαν. [7] οἱ δὲ ἄπειροι τοῦ κολυμβᾶν ὄντες τὴν αἰχμαλωσίαν τῆς ἐν τῷ ποταμῷ τελευτῆς προκρίναντες ἥλωσαν, εἰς τετρακισχιλίους ὄντες. Ἀντίγονος δὲ θεωρῶν τοσοῦτο πλῆθος ἀπολλύμενον βοηθῆσαι μὲν οὐκ ἴσχυσε διὰ

τὴν τῶν πλοίων σπάνιν, ἀδύνατον δὲ εἶναι νομίζων τὴν διάβασιν ἀνέζευξεν ἐπὶ πόλεως Βαδάκης, ἣ κεῖται παρὰ τὸν Εὔλαιον ποταμόν. οὔσης δὲ τῆς ὁδοιπορίας ἐμπύρου διὰ τὸ μέγεθος τῶν καυμάτων διεφθάρη τε πολλὰ σώματα καὶ τὸ στρατόπεδον εἰς ἀθυμίαν ἐνέπεσεν. [2] οὐ μὴν ἀλλ᾽ ἐν τῇ προειρημένῃ πόλει μείνας ἡμέρας τινὰς καὶ τὸ στρατόπεδον ἐκ τῆς κακοπαθείας ἀναλαβὼν ἔκρινε συμφέρειν ἀναζευγνύειν εἰς Ἐκβάτανα τῆς Μηδικῆς κἀκεῖθεν ὁρμώμενος κατακτᾶσθαι τὰς ἄνω σατραπείας. οὐσῶν δ᾽ ὁδῶν δύο τῶν φερουσῶν εἰς Μηδίαν ἑκατέρᾳ προσῆν τι δυσχερές: ἡ μὲν [p. 36] γὰρ ἐπὶ Κόλωνος ὑπῆρχε καλὴ καὶ βασιλική, καυματώδης δὲ καὶ μακρά, παρεκτείνουσα σχεδὸν ἐφ᾽ ἡμέρας τεσσαράκοντα, ἡ δὲ διὰ τῶν Κοσσαίων ἐθνῶν χαλεπὴ μὲν καὶ στενὴ καὶ παράκρημνος καὶ διὰ πολεμίας, ἔτι δὲ τῶν ἀναγκαίων σπανίζουσα, σύντομος δὲ καὶ κατεψυγμένη. [3] οὐ ῥᾴδιον δ᾽ ἐστὶ ταύτην παρελθεῖν στρατόπεδον ἄνευ τοῦ πεῖσαι τοὺς τὴν ὀρεινὴν οἰκοῦντας βαρβάρους: αὐτόνομοι γὰρ ὄντες ἐκ παλαιῶν χρόνων κατοικοῦσιν ἐν σπηλαίοις, προσφέρονται δὲ βαλάνους καὶ μύκητας, ἔτι δὲ τεταριχευμένα κρέα τῶν ἀγρίων ζῴων. [4] τούτους Ἀντίγονος πεῖσαι μὲν ἢ δωροδοκεῖν ἀγεννὲς ἡγεῖτο, τηλικαύτης αὐτῷ δυνάμεως συνακολουθούσης, προχειρισάμενος δὲ τῶν πελταστῶν τοὺς ἐπισημοτάτους καὶ τοὺς τοξότας καὶ τοὺς σφενδονήτας καὶ τοὺς ἄλλους ψιλοὺς εἰς δύο μέρη διελόμενος τοὺς μὲν Νεάρχῳ παρέδωκε, προστάξας προάγειν καὶ τὰ στενὰ καὶ τὰς δυσχωρίας προκαταλαμβάνεσθαι, τοὺς δὲ ἄλλους παρ᾽ ὅλην τὴν ὁδὸν τάξας αὐτὸς μὲν μετὰ τῆς φάλαγγος προῆγεν, ἐπὶ δὲ τῆς οὐραγίας ἔταξε Πίθωνα. [5] οἱ μὲν οὖν μετὰ Νεάρχου προαποσταλέντες ὀλίγας μὲν σκοπὰς προκατελάβοντο, τῶν δὲ πολλῶν καὶ μάλιστα ἀναγκαίων τόπων ὑστερήσαντες συχνοὺς [p. 37] ἀπέβαλον καὶ μόλις διεξέπεσαν ἐπικειμένων τῶν βαρβάρων. [6] οἱ δὲ περὶ τὸν Ἀντίγονον ἐπειδή ποθ᾽ ἧκον ἐπὶ τὰς δυσχωρίας, ἀβοηθήτοις κινδύνοις περιέπιπτον. οἱ γὰρ ἐγχώριοι τῶν τόπων ἔμπειροι καθεστῶτες καὶ τοὺς κρημνοὺς προκατειληφότες ἐπεκύλιον τοῖς ὁδοιποροῦσι πέτρας συνεχεῖς καὶ μεγάλας: ἅμα δὲ καὶ τοῖς τόξοις πυκνοῖς χρώμενοι κατετίτρωσκον τοὺς μήτε ἀμύνασθαι μήτ᾽ ἐκκλῖναι τὰ βέλη δυναμένους διὰ τὴν δυσχωρίαν τῶν τόπων. [7] κρημνώδους δ᾽ οὔσης καὶ δυσβάτου τῆς ὁδοῦ συνέβαινε τούς τε ἐλέφαντας καὶ τοὺς ἱππεῖς, ἔτι δὲ τοὺς ἐν τοῖς βαρέσιν ὅπλοις κινδυνεύειν ἅμα καὶ πονεῖν, ἀδυνατοῦντας ἑαυτοῖς βοηθῆσαι. [8] εἰς τοιαύτην δ᾽ ἀμηχανίαν συγκλεισθεὶς Ἀντίγονος μετεμέλετο μὲν ἐπὶ τῷ μὴ πεισθῆναι τοῖς περὶ Πίθωνα, συμβουλεύουσι χρημάτων πρίασθαι τὴν πάροδον: οὐ μὴν ἀλλὰ πολλοὺς ἀποβαλὼν καὶ τοῖς ὅλοις κινδυνεύσας διεσώθη μόγις ἐνναταῖος εἰς τὴν οἰκουμένην τῆς Μηδίας.

τὸ δὲ στρατόπεδον διὰ τὴν συνέχειαν τῶν κακῶν καὶ τὴν ὑπερβολὴν τῆς κακοπαθίας ἐν αἰτίαις εἶχε τὸν Ἀντίγονον, ὥστε φωνὰς προΐεσθαι δυσχερεῖς: ἐν ἡμέραις γὰρ τεσσαράκοντα τρισὶ μεγάλοις ἀτυχήμασι περιεπεπτώκεισαν. οὐ μὴν ἀλλὰ φιλανθρώπως ὁμιλήσας τοῖς στρατιώταις ὁ Ἀντίγονος καὶ κατασκευασάμενος δαψιλῆ χορηγίαν πάντων τῶν ἐπιτηδείων [p. 38] ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς κακοπαθίας. [2] Πίθωνα δ᾽ ἐξαπέστειλε κελεύσας περιελθεῖν πᾶσαν τὴν Μηδίαν καὶ συνάγειν ὡς πλείστους ἱππεῖς τε καὶ πολεμιστὰς ἵππους, ἔτι δὲ ὑποζυγίων πλῆθος. [3] τῆς δὲ χώρας ταύτης ἀεὶ τετραπόδων γεμούσης ῥᾳδίως τὸ παραγγελθὲν συντελέσας ὁ Πίθων ἧκεν ἄγων ἱππεῖς μὲν δισχιλίους, ἵππους δὲ σὺν ταῖς κατασκευαῖς πλείους χιλίων, τῶν δ᾽ ὑποζυγίων τοσοῦτον ἀριθμὸν ὥστε δύνασθαι καθοπλίσαι πᾶν τὸ στρατόπεδον, καὶ προσέτι τάλαντα πεντακόσια τῶν βασιλικῶν χρημάτων. [4] ὁ δ᾽ Ἀντίγονος τοὺς μὲν ἱππεῖς εἰς τάξεις κατέστησε, τοὺς δ᾽ ἵππους τοῖς ἀπολωλεκόσι διαδοὺς καὶ τὸ πλῆθος τῶν ὑποζυγίων διαχαρισάμενος ἀνεκτήσατο τὴν παρὰ τῶν στρατιωτῶν εὔνοιαν.

οἱ δὲ περὶ τὸν Εὐμενῆ σατράπαι καὶ στρατηγοὶ πυθόμενοι τοὺς πολεμίους ἐν τῇ Μηδίᾳ στρατοπεδεύειν, διέστησαν πρὸς ἀλλήλους. Εὐμενὴς μὲν γὰρ καὶ Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων ἡγούμενος καὶ πάντες οἱ τὴν ἀπὸ θαλάσσης ἀνάβασιν πεποιημένοι πάλιν ᾤοντο δεῖν ἐπὶ θάλατταν καταβαίνειν, οἱ δ᾽ ἐκ τῶν ἄνω σατραπειῶν καταβεβηκότες ἀγωνιῶντες ὑπὲρ τῶν ἰδίων ἔφασαν δεῖν ἀντέχεσθαι τῶν ἄνω τόπων. [2] αὐξομένης δὲ τῆς διαφορᾶς Εὐμενὴς ὁρῶν ὅτι διαιρεθέντος τοῦ στρατοπέδου κατ᾽ ἰδίαν ἑκάτερον τῶν μερῶν οὐκ ἀξιόμαχόν ἐστι, συνεχώρησε τοῖς καταβεβηκόσι [p. 39] σατράπαις. ἀναζεύξαντες οὖν ἀπὸ τοῦ Πασιτίγριος προῆγον τῆς Περσίδος εἰς Περσέπολιν τὸ βασίλειον, οὔσης τῆς ὁδοιπορίας ἡμερῶν εἴκοσι καὶ τεσσάρων, ἧς ἦν ἡ πρώτη μὲν ἕως τῆς καλουμένης Κλίμακος κοίλη, καυματώδης δὲ καὶ σπανίζουσα τῶν ἐπιτηδείων, ἡ λοιπὴ δὲ μετέωρος καὶ τὸν ἀέρα παντελῶς ὑγιεινὸν ἔχουσα καὶ πλήρης τῶν ἐπετείων καρπῶν: [3] αὐλῶνάς τε γὰρ εἶχε πυκνοὺς καὶ συσκίους καὶ παραδείσων φυτείας ποικίλας, ἔτι δὲ παντοδαπῶν δένδρων φυσικὰς συναγκίας καὶ ῥύσεις ὑδάτων, ὥστε τοὺς ὁδοιποροῦντας μετὰ πολλῆς τέρψεως ἐνδιατρίβειν τόποις ἡδίστοις πρὸς ἀνάπαυσιν. ἦν δὲ καὶ λείας παντοδαπῆς πλῆθος, ἣν μεταπεμπόμενος Πευκέστης παρὰ τῶν ἐγχωρίων διεδίδου δαψιλῆ τοῖς στρατιώταις, ἐκκαλούμενος αὐτῶν τὴν εὔνοιαν. [4] κατοικοῦσι δὲ ταύτην τὴν χώραν τῶν Περσῶν οἱ μαχιμώτατοι, πάντες ὄντες τοξόται καὶ σφενδονῆται, πολυανθρωπίᾳ τε πολὺ διαφέρειν συμβαίνει τὴν χώραν ταύτην τῶν ἄλλων σατραπειῶν.

ὡς δέ ποθ᾽ ἧκον εἰς Περσέπολιν τὸ βασίλειον, Πευκέστης μὲν, ὢν ταύτης τῆς χώρας στρατηγός, θυσίαν ἐπετέλεσε μεγαλοπρεπῆ τοῖς θεοῖς καὶ Ἀλεξάνδρῳ καὶ Φιλίππῳ, μεταπεμψάμενος δὲ ἐξ ὅλης σχεδὸν τῆς Περσίδος ἱερείων καὶ τῶν ἄλλων τῶν εἰς εὐωχίαν καὶ πανήγυριν χρησίμων πλῆθος εἱστίασε τὴν δύναμιν. [2] ἐπλήρωσε δὲ τῆς τῶν πανηγυριζόντων θυσίας κύκλους τέσσαρας ἐντὸς ἀλλήλων ὄντας καὶ περιεχομένους [p. 40] ὑφ᾽ ἑνὸς τοῦ μεγίστου: εἶναι δὲ συνέβαινε τοῦ μὲν ἐκτὸς τὴν περίμετρον δέκα σταδίων, ἣν ἀνεπλήρουν οἵ τε μισθοφόροι καὶ συμμάχων τὸ πλῆθος, τοῦ δὲ δευτέρου σταδίων ὀκτώ, καθ᾽ ὃν ὑπῆρχον οἵ τε ἀργυράσπιδες Μακεδόνες καὶ τῶν ἑταίρων οἱ μετ᾽ Ἀλεξάνδρου στρατεύσαντες, τοῦ δ᾽ ἑξῆς τὴν μὲν περιφέρειαν σταδίων τεσσάρων, τὸν δὲ τόπον ἀναπληροῦσθαι κατακειμένων τῶν τε δευτέρων ἡγεμόνων καὶ τῶν ἔξω τάξεως καὶ φίλων καὶ στρατηγῶν καὶ τῶν ἱππέων: τοῦ δ᾽ ἐπὶ πᾶσιν, ὄντος δυεῖν σταδίων, διειλήφεισαν τὰς κλισίας οἵ τε στρατηγοὶ καὶ οἱ τὰς ἱππαρχίας ἔχοντες, ἔτι δὲ τῶν Περσῶν οἱ μάλιστα τιμώμενοι. [3] ἐν μέσῳ δὲ τούτων ὑπῆρχον βωμοὶ θεῶν καὶ Ἀλεξάνδρου καὶ Φιλίππου. καὶ τὰς μὲν κλισίας συνέβαινεν ἐκ φυλλάδος κατεσκευάσθαι, κεκαλυμμένας αὐλαίαις καὶ παντοδαποῖς περιστρώμασι, χορηγούσης τῆς Περσίδος δαψιλῆ πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν, διεστηκέναι δὲ τοὺς κύκλους ἀπ᾽ ἀλλήλων ἐπὶ τοσοῦτον ὥστε μηδὲν μὲν παρενοχλεῖσθαι τοὺς ἑστιωμένους,

πλησίον δ᾽ εἶναι πάσας τὰς παρασκευάς. πάντων δὲ κατὰ τρόπον ὑπηρετουμένων ἐπεσημαίνετο τὸ πλῆθος τὴν τοῦ Πευκέστου προθυμίαν καὶ φανερὸς ἦν ἐπιδεδωκὼς πολὺ πρὸς εὔνοιαν. ἃ δὴ θεωρῶν Εὐμενὴς καὶ συλλογιζόμενος τὸν Πευκέστην πολιτεύεσθαι πρὸς τὸ πλῆθος τῆς στρατηγίας ὀρεγόμενον, ἐπλάσατο ψευδεῖς ἐπιστολάς, διὰ δὲ τούτων τούς τε στρατιώτας [p. 41] εὐθαρσεῖς πρὸς τὰς μάχας κατεσκεύασεν καὶ τοῦ Πευκέστου τὸν ὄγκον καὶ τὸ πρόσχημα ταπεινώσας ἑαυτὸν εἰς ὕψος ἤγαγε καὶ προσδοκίαν ἐλπίδων ἀγαθῶν παρὰ τοῖς πλήθεσιν. [2] ἦν δ᾽ ὁ νοῦς τῶν γεγραμμένων ὅτι τὸ μὲν Ἀλεξάνδρου παιδίον Ὀλυμπιὰς παραλαβοῦσα κεκόμισται καὶ τὴν Μακεδονίας βασιλείαν κυρίως, ἀναιρεθέντος Κασάνδρου, Πολυπέρχων δὲ διαβέβηκεν εἰς Ἀσίαν πρὸς Ἀντίγονον ἔχων τῆς βασιλικῆς δυνάμεως τὴν κρατίστην καὶ τοὺς ἐλέφαντας, ἔστι δὲ προσάγων ἤδη περὶ Καππαδοκίαν. [3] ἡ δ᾽ ἐπιστολὴ Συρίοις γεγραμμένη γράμμασιν ἀπέσταλτο παρὰ Ὀρόντου τοῦ σατραπείαν μὲν ἔχοντος Ἀρμενίας, φίλου δὲ ὄντος Πευκέστῃ. πιστευθείσης δὲ τῆς ἐπιστολῆς διὰ τὴν συνήθειαν τὴν προϋπάρχουσαν τοῖς σατράπαις ὁ μὲν Εὐμενὴς ἐκέλευσε περιενεγκεῖν καὶ δεῖξαι τοῖς τε ἡγεμόσι καὶ τῶν ἄλλων στρατιωτῶν τοῖς πλείστοις, τὸ δὲ στρατόπεδον ἅπαν μετετέθη ταῖς διανοίαις καὶ πάντες ἀπέβλεπον πρὸς τὰς Εὐμενοῦς ἐλπίδας, ὡς τούτου δυνησομένου καὶ προάγειν διὰ τῶν βασιλέων οὓς ἂν βούληται καὶ δίκας λαβεῖν παρὰ τῶν ἀδικούντων. [4] μετὰ δὲ τὴν εὐωχίαν Εὐμενὴς βουλόμενος καταπλήξασθαι τοὺς ἀπειθοῦντας ἢ στρατηγίας ὀρεγομένους παρήγαγεν εἰς κρίσιν Σιβύρτιον, ὃς ἦν τῆς μὲν Ἀραχωσίας σατράπης, Πευκέστου δὲ μάλιστα φίλος, ἔλαθε δὲ αὐτὸν τῶν ἱππέων τινὰς ἀποστείλας εἰς Ἀραχώτας: καὶ τὰς ἀποσκευὰς κελεύσας παρελέσθαι εἰς τηλικούτους περιέστησε κινδύνους ὥστε, εἰ μὴ λαθὼν διέδρα, [p. 42]

θανάτῳ περιέπεσεν ἂν ὑπὸ τοῦ πλήθους. τούτῳ δὲ τῷ τρόπῳ τοὺς μὲν ἄλλους καταπληξάμενος, ἑαυτῷ δ᾽ ὄγκον καὶ πρόσχημα μέγα περιποιήσας μετεβάλετο πάλιν καὶ τὸν Πευκέστην λόγοις φιλανθρώποις καὶ μεγάλαις ἐπαγγελίαις προσαγαγόμενος εὔνουν ἐαυτῷ καὶ πρόθυμον κατεσκεύασεν εἰς τὸ τοῖς βασιλεῦσι συναγωνίζεσθαι. [2] σπεύδων δὲ καὶ παρὰ τῶν ἄλλων σατραπῶν καὶ στρατηγῶν ὥσπερ ὅμηρα λαβεῖν τοῦ μὴ καταλείψειν αὐτόν, προσεποιήθη χρημάτων σπανίζειν καὶ παρεκάλεσεν ἕκαστον κατὰ δύναμιν δανεῖσαι τοῖς βασιλεῦσι. [3] λαβὼν δὲ παρ᾽ ὧν ἐδόκει συμφέρειν ἡγεμόνων τετρακόσια τάλαντα τοὺς πρότερον ὑπόπτους ὄντας ἐπιβουλεύειν ἢ καταλείψειν πιστοτάτους φύλακας ἔσχε τοῦ σώματος καὶ συναγωνιστάς. [4] οὕτως δὲ αὐτοῦ περὶ τούτων πρὸς τὸ μέλλον στρατηγοῦντος ἧκόν τινες ἐκ Μηδίας ἀπαγγέλλοντες ὅτι μετὰ τῆς δυνάμεως Ἀντίγονος τὴν ἀνάζευξιν ἐπὶ τῆς Περσίδος εἴη πεποιημένος. ἃ δὴ πυθόμενος καὶ αὐτὸς ἀνέζευξε, διεγνωκὼς ἀπαντᾶν τοῖς πολεμίοις καὶ διακινδυνεύειν. [5] κατὰ δὲ τὴν ὁδοιπορίαν δευτεραῖος θυσίαν ἐπετέλεσε τοῖς θεοῖς καὶ τὴν δύναμιν εὐωχήσας πολυτελῶς τὰ μὲν πλήθη πρὸς εὔνοιαν προεκαλέσατο, αὐτὸς δὲ κατὰ τὴν μέθην συμπεριενεχθεὶς τῶν παραληφθέντων τοῖς εἰς τὸ πίνειν ὁρμήσασιν ἐνέπεσεν εἰς ἀρρωστίαν. διόπερ ἡμέρας τινὰς ἐπέσχε τῆς πορείας, καταβαρούμενος ὑπὸ τοῦ πάθους: ἡ δὲ δύναμις ἐν ἀθυμίᾳ καθειστήκει, τῶν μὲν πολεμίων προσδοκωμένων [p. 43] ταχέως συνάψειν, τοῦ δ᾽ ἱκανωτάτου τῶν στρατηγῶν ὑπὸ τῆς νόσου πιεζουμένου. [6] οὐ μὴν ἀλλὰ τοῦ πάθους κριθέντος ἐπειδὴ βραχέως αὑτὸν προσανέλαβε, προῆγε μετὰ τῆς δυνάμεως ἀφηγουμένου Πευκέστου καὶ Ἀντιγένους, αὐτὸς δὲ φορίῳ κομιζόμενος ἐπηκολούθει τοῖς οὐραγοῦσιν, ὅπως μὴ διὰ τὸν θόρυβον καὶ τὴν στενοχωρίαν παρενοχλοῖτο.

ὡς δ᾽ ἡμέρας ὁδὸν ἀπέσχον ἀπ᾽ ἀλλήλων τὰ στρατόπεδα, κατασκόπους ἔπεμψαν ἀμφότεροι καὶ μαθόντες τὰ πλήθη καὶ τὰς προαιρέσεις τῶν πολεμίων παρεσκευάσαντο μὲν πρὸς τὸν κίνδυνον, διελύθησαν δὲ χωρὶς μάχης: [2] προβεβλημένοι γὰρ ἀμφότεροι ποταμόν τινα καὶ χαράδραν ἐξέταξαν μὲν τὰς δυνάμεις, διὰ δὲ τὰς τῶν τόπων δυσχωρίας οὐκ ἠδυνήθησαν διαγωνίσασθαι. καταστρατοπεδεύσαντες δ᾽ ἀλλήλων ἀπὸ σταδίων τριῶν ἐπὶ μὲν ἡμέρας τέσσαρας ἀκροβολιζόμενοι καὶ προνομεύοντες τὴν χώραν διετέλεσαν, πάντων σπανίζοντες, τῇ πέμπτῃ δ᾽ Ἀντίγονος πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς σατράπας καὶ τοὺς Μακεδόνας, ἀξιῶν Εὐμενεῖ μὲν μὴ προσέχειν, ἑαυτῷ δὲ πιστεύειν: [3] συγχωρήσειν γὰρ ἔφη τοῖς μὲν σατράπαις ἔχειν τὰς ἰδίας σατραπείας, τῶν δὲ ἄλλων τοῖς μὲν χώραν πολλὴν δώσειν, τοὺς δὲ εἰς τὰς πατρίδας ἀποστελεῖν μετὰ τιμῆς καὶ δωρεῶν, τοὺς δὲ στρατεύεσθαι βουλομένους διανεμεῖν εἰς τὰς ἑκάστῳ καθηκούσας τάξεις. [4] τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις, ἀλλὰ καὶ προσαπειλούντων τοῖς πρεσβευταῖς Εὐμενὴς παρελθὼν [p. 44] ἐπῄνεσέν τε αὐτοὺς καὶ λόγον εἶπε τῶν παραδεδομένων μὲν καὶ παλαιῶν, οὐκ ἀνοίκειον δὲ τῆς περιστάσεως. [5] ἔφη γὰρ ἐρασθέντα λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου, τὸν δὲ πατέρα λέγειν ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, μήποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς. [6] τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ τοὺς ὀδόντας τὸν πατέρα, θεωρήσαντα πάντα δι᾽ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι. τὸ παραπλήσιον οὖν ποιεῖν καὶ τὸν Ἀντίγονον: [7] μέχρι τούτου γὰρ ποιεῖσθαι τὰς ἐπαγγελίας ἕως ἂν τῆς δυνάμεως κυριεύσῃ καὶ κολάσῃ τηνικαῦτα τοὺς ἀφηγουμένους. ἐπισημαινομένου δὲ τοῦ πλήθους ὡς ὀρθῶς λέγοντος τότε μὲν ἔλυσε τὴν ἐκκλησίαν:

νυκτὸς δὲ ἐπιγενομένης ἧκόν τινες ηὐτομοληκότες μὲν ἐκ τῆς Ἀντιγόνου στρατοπεδείας, λέγοντες δ᾽ ὅτι παρήγγειλε τοῖς στρατιώταις Ἀντίγονος ἀναζευγνύειν περὶ δευτέραν φυλακήν. ὁ δ᾽ Εὐμενὴς συλλογιζόμενος ἀληθῶς ὑπέλαβε τοὺς πολεμίους ἀποχωρήσειν εἰς τὴν Γαβηνήν: [2] αὕτη γὰρ ἀπέχουσα τριῶν ἡμερῶν ὁδὸν ἀκέραιος ἦν καὶ πλήρης καρπῶν καὶ χορτασμάτων καὶ καθόλου τῶν δυναμένων χορηγῆσαι τὰ ἐπιτήδεια [p. 45] μεγάλαις δυνάμεσι δαψιλῶς. [3] πρὸς δὲ τούτοις τοῖς ἀγαθοῖς ὁ τόπος αὐτὸς συνήργει, ποταμοὺς ἔχων καὶ χαράδρας δυσεξόδους. σπεύδων οὖν φθάσαι τοὺς πολεμίους τὸ ὅμοιον ἔπραξε. τῶν μὲν μισθοφόρων τινὰς χρήμασι πείσας ἐξέπεμψεν ὡς αὐτομόλους, συντάξας λέγειν ὅτι διέγνωκεν Εὐμενὴς νυκτὸς ἐπιτίθεσθαι τῷ χάρακι: αὐτὸς δὲ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τοῖς δὲ στρατιώταις παρήγγειλε τὴν ταχίστην δειπνοποιησαμένοις ἀναζευγνύειν. [4] ὧν ἁπάντων ὀξέως συντελεσθέντων Ἀντίγονος ἀκούσας τῶν αὐτομόλων ὅτι μάχεσθαι νυκτὸς διεγνώκασιν οἱ πολέμιοι, τῆς μὲν πορείας ἀπέσχετο, διέτασσε δὲ τὴν δύναμιν εἰς τὸν κίνδυνον. [5] τοῦ δὲ περὶ ταῦτα θορυβουμένου καὶ περὶ τοῦ μέλλοντος ἀγωνιῶντος ἔλαθον οἱ περὶ τὸν Εὐμενῆ προλαβόντες καὶ τὴν ὁδοιπορίαν ποιούμενοι κατὰ τάχος εἰς τὴν Γαβηνήν. ὁ δ᾽ Ἀντίγονος μέχρι μέν τινος ἐν τοῖς ὅπλοις συνεῖχε τὴν δύναμιν, ὡς δὲ παρὰ τῶν κατασκόπων ἐπύθετο τὴν ἀποχώρησιν τῶν ἐναντίων, γνοὺς αὑτὸν κατεστρατηγημένον οὐδὲν ἧττον ἀντείχετο τῆς αὐτῆς προαιρέσεως. [6] παραγγείλας οὖν τοῖς στρατιώταις ἀναζευγνύειν, προῆγε σύντονον τὴν πορείαν ποιούμενος καὶ διωγμῷ παραπλήσιον. προέχοντος δ᾽ Εὐμενοῦς δύο φυλακὰς ὁρῶν ὅτι καταλαβεῖν οὐ ῥᾴδιόν ἐστι τῇ δυνάμει πάσῃ τοὺς τοσοῦτο προειληφότας, ἐπενόησέ τι τοιοῦτο. [7] τὴν μὲν ἄλλην δύναμιν παραδοὺς Πίθωνι προσέταξε κατὰ σχολὴν ἀκολουθεῖν, αὐτὸς δὲ τοὺς ἱππεῖς ἀναλαβὼν ἤλαυνεν ἀπὸ ῥυτῆρος καὶ περιλαβὼν ἅμ᾽ ἡμέρᾳ τὴν οὐραγίαν τῶν πολεμίων καταβαίνουσαν [p. 46] ἀπό τινος ἀκρολοφίας ἐπέστη ταῖς ἀκρωρείαις, φανερὸς ὢν τοῖς ἐναντίοις. [8] οἱ δὲ περὶ τὸν Εὐμενῆ θεωρήσαντες ἐξ ἱκανοῦ διαστήματος τῶν πολεμίων ἱππεῖς καὶ δόξαντες εἶναι πλησίον ἅπασαν τὴν δύναμιν, τῆς μὲν πορείας ἐπέσχον, τὴν δὲ στρατιὰν διέτασσον, ὡς αὐτίκα τῆς παρατάξεως γενησομένης. [9] οἱ μὲν οὖν ἡγεμόνες ἀμφοτέρων τῶν στρατοπέδων τὸν προειρημένον τρόπον ἀλλήλους κατεστρατήγησαν, ὥσπερ προαγωνιζόμενοι περὶ συνέσεως καὶ δεικνύοντες ὅτι τὰς ἐλπίδας ἐν αὑτοῖς ἀντἔχουσι τῆς νίκης. [10] ὁ δ᾽ οὖν Ἀντίγονος διὰ ταύτης τῆς ἐπινοίας ἐκώλυσε μὲν τοὺς πολεμίους προάγειν εἰς τοὔμπροσθεν, αὑτῷ δὲ δοὺς ἄνεσιν εἰς τὸ προσδέξασθαι τὴν δύναμιν, ἐπειδὴ τὸ στρατόπεδον ἧκεν, ἅπαν ἐξέταξεν εἰς μάχην καὶ κατέβαινε συντεταγμένος ἐπὶ τοὺς πολεμίους καταπληκτικῶς.

εἶχε δὲ τοὺς σύμπαντας σὺν τοῖς διὰ Πίθωνος καὶ Σελεύκου προσγεγενημένοις πεζοὺς μὲν πλείους τῶν δισμυρίων ὀκτακισχιλίων, ἱππεῖς δ᾽ ὀκτακισχιλίους πεντακοσίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε. Διηλλαγμέναις δ᾽ ἐχρήσαντο ταῖς τάξεσιν οἱ στρατηγοί, διαμιλλώμενοι καὶ περὶ τῆς ἐν τούτοις ἐμπειρίας πρὸς ἀλλήλους. [2] Εὐμενὴς μὲν γὰρ ἐπὶ τοῦ λαιοῦ κέρατος ἔταξεν Εὔδημον τὸν καταγαγόντα τοὺς ἐλέφαντας ἐξ Ἰνδῶν, ἔχοντα τὸ περὶ αὐτὸν ἄγημα τῶν ἱππέων, ὄντων ἑκατὸν πεντήκοντα, πρόταγμα δὲ τούτων [p. 47] εἴλας δύο ξυστοφόρων ἐπιλέκτων, βάθος ἐχούσας ἱππέων πεντήκοντα. [3] καὶ συνῆψε μὲν τούτους τοῖς ὑπερδεξίοις τῆς ὑπωρίας, ἑξῆς δὲ τούτοις Στάσανδρον τὸν στρατηγὸν ἔταξεν ἔχοντα τοὺς ἰδίους ἱππεῖς ἐννακοσίους πεντήκοντα. [4] μετὰ δὲ τούτους ἔστησεν Ἀμφίμαχον τὸν Μεσοποταμίας σατράπην, ᾧ συνηκολούθουν ἱππεῖς ἑξακόσιοι, συνάπτοντας δὲ τούτοις τοὺς ἐξ Ἀραχωτῶν ἱππεῖς ἑξακοσίους, ὧν ἡγεῖτο πρότερον μὲν Σιβύρτιος, διὰ δὲ τὴν ἐκείνου φυγὴν μετειλήφει τὴν ἡγεμονίαν Κεφάλων. [5] ἑξῆς δ᾽ ἦσαν πεντακόσιοι μὲν ἐκ Παροπανισαδῶν, οἱ δὲ τούτοις ἴσοι Θρᾷκες ἐκ τῶν ἄνω κατοικιῶν. πρὸ δὲ τούτων ἁπάντων ἔταξεν ἐλέφαντας μὲν ἐν ἐπικαμπίῳ τεσσαράκοντα πέντε, τοξότας δὲ καὶ σφενδονήτας ἐν τοῖς τῶν θηρίων διαστήμασι τοὺς ἱκανούς. [6] τοῦτον δὲ τὸν τρόπον ὀχυρωσάμενος τὸ λαιὸν κέρας συνῆψεν αὐτῷ τὴν φάλαγγα. ταύτης δὲ τὸ ἄκρον ἐπεῖχον οἱ ξένοι, πλείους ὄντες τῶν ἑξακισχιλίων, τὸ δ᾽ ἑξῆς οἱ καθωπλισμένοι μὲν εἰς τὰ Μακεδονικά, παντοδαποὶ δ᾽ ὄντες τοῖς ἔθνεσιν, εἰσπεντακισχιλίους.

μετὰ δὲ τούτους ἐτάχθησαν οἱ Μακεδόνες ἀργυράσπιδες, ὄντες μὲν πλείους τρισχιλίων, ἀνίκητοι δὲ καὶ διὰ τὰς ἀρετὰς πολὺν φόβον παρεχόμενοι τοῖς πολεμίοις. ἐπὶ πᾶσι δὲ τοὺς ἐκ τῶν ὑπασπιστῶν, [p. 48] ὄντας πλείους τρισχιλίων, ἀφηγουμένου τούτων τε ἅμα καὶ τῶν ἀργυρασπίδων Ἀντιγένους καὶ Τευτάμου. [2] πρὸ δὲ πάσης τῆς φάλαγγος ἔστησεν ἐλέφαντας τεσσαράκοντα καὶ τὰ τούτων διαστήματα τοῖς ψιλικοῖς τάγμασιν ἀνεπλήρωσεν. [3] ἐπὶ δὲ τοῦ δεξιοῦ κέρατος ἐξέταξε τοὺς ἱππεῖς, ἐχομένους μὲν τῆς φάλαγγος τοὺς ἐκ Καρμανίας ὀκτακοσίους, ὧν Τληπόλεμος σατράπης ἡγεῖτο, ἑξῆς δὲ τοὺς καλουμένους ἑταίρους ἐννακοσίους καὶ τὸ Πευκέστου καὶ Ἀντιγένους ἄγημα, τριακοσίους ἔχον ἱππεῖς μιᾷ περιειλημμένους εἴλῃ, ἐπ᾽ ἄκρου δὲ τοῦ κέρατος τὸ Εὐμενοῦς ἄγημα, τοὺς ἴσους ἔχον ἱππεῖς, καὶ τούτων πρόταγμα τῶν Εὐμενοῦς παίδων εἴλας δύο, συνεστηκυίας ἑκατέρας ἐξ ἱππέων πεντήκοντα, καὶ πλαγίας φυλαττούσας ἔξω τοῦ κέρατος εἴλας τέσσαρας, ἐν αἷς ἦσαν ἱππεῖς ἐπίλεκτοι διακόσιοι. [4] χωρὶς δὲ τούτων ἀπὸ πασῶν τῶν ἱππαρχιῶν ἐπιλελεγμένους τοῖς τάχεσι καὶ ταῖς ῥώμαις ἱππεῖς τριακοσίους ἔστησε κατόπιν τοῦ περὶ αὐτὸν ἀγήματος. παρὰ δὲ τὴν ὅλην τοῦ κέρατος τάξιν προέταξεν ἐλέφαντας τεσσαράκοντα. ἡ δὲ πᾶσα δύναμις ἦν τῶν περὶ τὸν Εὐμενῆ πεζοὶ μὲν τρισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι ἑκατόν, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα. [p. 49]

Ἀντίγονος δ᾽ ἐκ μετεώρων τόπων κατιδὼν τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην ἁρμοζόντως διεκόσμησε τὴν ἰδίαν δύναμιν. ὁρῶν γὰρ τὸ τῶν ἐναντίων δεξιὸν κέρας ὠχυρωμένον τοῖς τε θηρίοις καὶ τοῖς κρατίστοις τῶν ἱππέων ἀντέταξε τοὺς ἐλαφροτάτους τῶν ἱππέων, οἳ κατὰ στόμα μὲν ἤμελλον φυγομαχήσειν ἀραιοὶ διαστάντες, ἐκ μεταβολῆς δὲ διαγωνιεῖσθαι καὶ τούτῳ τῷ τρόπῳ ποιήσειν ἄπρακτον τῶν ἐναντίων τοῦτο τὸ μέρος ᾧ μάλιστα ἐπίστευον. [2] ἔστησε δ᾽ ἐπὶ ταύτης τῆς φάλαγγος τούς τε ἐκ Μηδίας καὶ Παρθυαίας ἀφιπποτοξότας καὶ λογχοφόρους, ὄντας μὲν χιλίους, πεφυκότας δ᾽ εὖ πρὸς τὴν ἐκ μεταβολῆς κρίσιν, ἑξῆς δὲ τοὺς ἀπὸ θαλάσσης συναναβεβηκότας Ταραντίνους δισχιλίους καὶ διακοσίους, ἐπιλέκτους ἐν ἐνέδραις καὶ καλῶς διακειμένους ταῖς εὐνοίαις πρὸς αὐτόν, τοὺς δ᾽ ἀπὸ Φρυγίας καὶ Λυδίας χιλίους, τοὺς δὲ μετὰ Πίθωνος χιλίους πεντακοσίους καὶ τοὺς μετὰ Λυσανίου ξυστοφόρους τετρακοσίους, ἐπὶ πᾶσι δὲ τούς τε ἀμφίππους ὀνομαζομένους καὶ τοὺς ἐκ τῶν ἄνω κατοικούντων Θρᾳκῶν ὀκτακοσίους. [3] καὶ τὸ μὲν εὐώνυμον κέρας ὑπὸ τούτων ἐπληροῦτο τῶν ἱππέων, ὧν ἁπάντων Πίθων εἶχε τὴν ἡγεμονίαν: τῶν δὲ πεζῶν πρῶτοι μὲν ἐτάχθησαν οἱ ξένοι, πλείους ὄντες τῶν ἐννακισχιλίων, μετὰ δὲ τούτους [p. 50] Λύκιοι καὶ Παμφύλιοι τρισχίλιοι, παντοδαποὶ δ᾽ εἰς τὰ Μακεδονικὰ καθωπλισμένοι πλείους τῶν ὀκτακισχιλίων, ἐπὶ πᾶσι δὲ Μακεδόνες οὐ πολὺ ἐλάττους τῶν ὀκτακισχιλίων, οὓς ἔδωκεν Ἀντίπατρος καθ᾽ ὃν καιρὸν ἐπιμελητὴς ἀπεδείχθη τῆς βασιλείας. [4] τῶν δ᾽ ἱππέων πρῶτοι μὲν ἦσαν ἐπὶ τοῦ δεξιοῦ κέρατος συνάπτοντες τῇ φάλαγγι μισθοφόροι παντοδαποὶ πεντακόσιοι, ἑξῆς δὲ Θρᾷκες χίλιοι, παρὰ δὲ τῶν συμμάχων πεντακόσιοι, ἐχόμενοι δὲ τούτων οἱ προσαγορευθέντες ἑταῖροι χίλιοι, Δημήτριον ἔχοντες ἡγεμόνα τὸν Ἀντιγόνου, τότε πρώτως μέλλοντα συναγωνίζεσθαι τῷ πατρί. [5] ἐπ᾽ ἄκρου δὲ τοῦ κέρατος ἦν τὸ ἄγημα τῶν ἱππέων τριακοσίων, μεθ᾽ ὧν καὶ αὐτὸς ἐκινδύνευε: πρόταγμα δὲ τούτων ἐκ τῶν ἰδίων παίδων εἶλαι τρεῖς ὑπῆρχον καὶ ταύταις ἴσαι παράλληλοι, συναγωνιζομένων αὐτοῖς Ταραντίνων ἑκατόν. [6] παρὰ δὲ τὸ κέρας πᾶν ἐξέταξε τοὺς κρατίστους τῶν ἐλεφάντων τριάκοντα, ποιήσας δ᾽ ἐπικάμπιον, καὶ τὰ διαστήματα τούτων συνεπλήρωσε τοῖς ψιλοῖς τάγμασιν ἐπιλέκτοις: τῶν δ᾽ ἄλλων θηρίων τὰ πλείω μὲν τῆς φάλαγγος προέστησεν, ὀλίγα δὲ μετὰ τῶν ἱππέων τῶν ἐν τοῖς εὐωνύμοις μέρεσι. [7] τοῦτον δὲ τὸν τρόπον ἐκτάξας τὸ στρατόπεδον κατέβαινεν ἐπὶ τοὺς πολεμίους, λοξὴν ποιήσας τὴν τάξιν: τὸ μὲν γὰρ δεξιὸν κέρας, ᾧ μάλιστα ἐπίστευεν, προεβάλετο, [p. 51] τὸ δ᾽ ἕτερον ὑπεστείλατο, διεγνωκὼς ᾧ μὲν φυγομαχεῖν, ᾧ δὲ διαγωνίζεσθαι.

ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένετο τὰ στρατόπεδα καὶ τὸ σύσσημον ἤρθη παρ᾽ ἀμφοτέροις, ἐπηλάλαξαν μὲν αἱ δυνάμεις ἐπαλλὰξ πλεονάκις, ἐσήμηναν δ᾽ οἱ σαλπιγκταὶ τὸ πολεμικόν. πρῶτοι δ᾽ οἱ μετὰ Πίθωνος ἱππεῖς, στερεὸν μὲν οὐδὲν οὐδ᾽ ἀξιόλογον ἔχοντες πρόφραγμα περὶ αὐτούς, ὑπερέχοντες δὲ τῶν ἀντιτεταγμένων τῷ τε πλήθει καὶ ταῖς ἐλαφρότησιν, ἐπειρῶντο χρήσασθαι τοῖς ἰδίοις προτερήμασι. [2] τὸ μὲν γὰρ κατὰ στόμα διακινδυνεύειν πρὸς ἐλέφαντας οὐκ ἀσφαλὲς ἐνόμιζον, περιιππεύσαντες δὲ τὸ κέρας καὶ πλαγίοις ἐμβαλόντες πυκνοῖς τοῖς βέλεσι κατετίτρωσκον, αὐτοὶ μὲν διὰ τὰς ἐλαφρότητας οὐδὲν πάσχοντες, μεγάλα δὲ βλάπτοντες τοὺς διὰ τὰ βάρη μήτ᾽ ἐκδιῶξαι δυναμένους μήτ᾽ ἀναχωρεῖν, ὅταν καιρὸς παραγγείλῃ. [3] Εὐμενὴς δ᾽ ὁρῶν πιεζούμενον τὸ κέρας τῷ πλήθει τῶν ἀφιπποτοξοτῶν μετεπέμψατο παρ᾽ Εὐδάμου τοῦ τὸ λαιὸν κέρας ἔχοντος τοὺς ἐλαφροτάτους τῶν ἱππέων, [4] ἐξαγαγὼν δὲ ἐπὶ κέρας τὴν ὅλην τάξιν τοῖς μὲν ψιλοῖς καὶ τοῖς ἐλαφροτάτοις τῶν ἱππέων εἰσέβαλεν εἰς τοὺς ἐναντίους, ἐπακολουθούντων δὲ καὶ τῶν θηρίων ῥᾳδίως τρεψάμενος τοὺς περὶ τὸν Πίθωνα κατεδίωξε μέχρι τῆς ὑπωρίας. [5] ἅμα δὲ τούτοις πραττομένοις συνέβη καὶ τοὺς πεζοὺς ἐφ᾽ ἱκανὸν μὲν χρόνον φαλαγγομαχεῖν πρὸς ἀλλήλους, τὸ δὲ τελευταῖον πολλῶν πεσόντων [p. 52] παρ᾽ ἀμφοτέροις ἐπικρατῆσαι τοὺς παρ᾽ Εὐμενεῖ τεταγμένους διὰ τὰς τῶν ἀργυρασπίδων Μακεδόνων ἀρετάς: [6] οὗτοι γὰρ ταῖς μὲν ἡλικίαις ἤδη προβεβήκεισαν, διὰ δὲ τὸ πλῆθος τῶν κινδύνων διέφερον ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις, ὥστε μηδένα δύνασθαι κατὰ στόμα τὴν βίαν ὑποστῆναι. διὸ καὶ τότε τρισχίλιοι μὲν ὄντες οἱονεὶ στόμωμα καθειστήκεισαν πάσης τῆς δυνάμεως. [7] Ἀντίγονος δ᾽ ὁρῶν τό τε εὐώνυμον κέρας τῶν ἰδίων πεφευγότας καὶ τὴν φάλαγγα πᾶσαν τετραμμένην τοῖς μὲν συμβουλούουσιν ἀποχωρεῖν πρὸς τὴν ὀρεινὴν καὶ τοὺς ἀπὸ τῆς φυγῆς σωζομένους ἀναλαμβάνειν, ἄθραυστον ἔχοντα τὸ περὶ αὐτὸν μέρος τῆς δυνάμεως, οὐ προσέσχε, τῷ δὲ παρὰ τοῦ καιροῦ δοθέντι προτερήματι δεξιῶς χρησάμενος καὶ τοὺς φεύγοντας τῶν ἰδίων ἔσωσε καὶ τῆς νίκης ἔτυχεν. [8] οἱ μὲν γὰρ ἀργυράσπιδες οἱ παρ᾽ Εὐμενεῖ καὶ τὸ λοιπὸν πλῆθος τῶν πεζῶν ὡς τάχιστα ἐτρέψατο τοὺς ἀντιτεταγμένους, ἐπεδίωκεν μέχρι τῆς πρότερον ὑπωρίας: [9] ὁ δ᾽ Ἀντίγονος γενομένου διαστήματος ἐν τῇ τῶν πολεμίων τάξει διιππεύσας μέρει τῶν ἱππέων ἐνέβαλεν εἰς πλαγίους τοὺς περὶ Εὔδαμον τεταγμένους ἐπὶ τοῦ λαιοῦ κέρατος. [10] ταχὺ δὲ διὰ τὸ παράδοξον τρεψάμενος τοὺς ἐναντίους καὶ πολλοὺς ἀνελὼν διαπέστειλε τῶν ἱππέων τοὺς ἐλαφροτάτους καὶ διὰ τούτων ἀνεκαλέσατο τοὺς φεύγοντας καὶ παρὰ τὴν ὑπωρίαν πάλιν εἰς τάξιν κατέστησεν. καὶ γὰρ οἱ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὴν τῶν ἰδίων τροπὴν ἀνεκαλοῦντο τῇ σάλπιγγι τοὺς διώκοντας, σπεύδοντες [p. 53]

βοηθῆσαι τοῖς περὶ τὸν Εὔδαμον. ἤδη δὲ τῆς ὥρας οὔσης περὶ λύχνων ἁφὰς ἀμφότεροι τοὺς φεύγοντας ἀνακαλεσάμενοι πάλιν πᾶσαν ἐξέταττον τὴν δύναμιν: τοσαύτης φιλονεικίας ὑπῆρχον πλήρεις οὐχ οἱ στρατηγοὶ μόνον, ἀλλὰ καὶ τὰ πλήθη τῶν ἀγωνιζομένων. [2] τῆς δὲ νυκτὸς οὔσης αἰθρίου καὶ πανσελήνου καὶ τῶν δυνάμεων ἀντιπαραγουσῶν ἀλλήλαις ὡς ἂν ἐν τέτταρσι πλέθροις ὁ ψόφος τῶν ὅπλων καὶ τῶν ἵππων ὁ φρυαγμὸς ἐν χερσὶν ἐδόκει πᾶσιν εἶναι τοῖς ἀντιτεταγμένοις. ὡς δὲ παράγοντες ἀπέσχον ἀπὸ τῶν ἐν τῇ μάχῃ πεπτωκότων ὡς τριάκοντα σταδίους, ἡ μὲν ὥρα κατελάμβανεν μεσονύκτιος, κακῶς δὲ διέκειντο ἀμφότεροι διά τε τὴν ὁδοιπορίαν καὶ τὴν ἐν τῇ μάχῃ κακοπάθειαν, [3] ἔτι δὲ τὴν ἀσιτίαν, ὥστε ἡναγκάσθησαν ἀφέμενοι τῆς μάχης καταστρατοπεδεῦσαι. Εὐμενὴς μὲν οὖν ἐπεχείρει ἀναζευγνύειν ἐπὶ τῶν νεκρῶν, σπεύδων κρατεῖν τῆς τούτων ἀναιρέσεως καὶ τὴν νίκην ἀναμφισβήτητον περιποιήσασθαι. οὐ προσεχόντων δὲ τῶν στρατιωτῶν, ἀλλὰ βοώντων ἐπὶ τὴν ἰδίαν ἀποσκευὴν ἀναχωρεῖν μακρὰν ἀπέχουσαν ἠναγκάσθη πεισθῆναι τῷ πλήθει: [4] οὔτε γὰρ τοῖς στρατιώταις δυνατὸν ἦν πικρῶς ἐπιτιμᾶν, ἀμφισβητούντων πολλῶν τῆς στρατηγίας, οὔτε τὸν καιρὸν ἐπιτῄδειον ἑώρα κολάζειν τοὺς ἀπειθοῦντας. ὁ δ᾽ Ἀντίγονος τοὐναντίον χωρὶς δημαγωγίας βεβαίως ἔχων τὴν ἡγεμονίαν ἐβιάσατο μὲν τὸ πλῆθος ἐπὶ τῶν νεκρῶν στρατοπεδεῦσαι, κύριος δὲ γενόμενος τῆς τούτων ταφῆς ἠμφισβήτει τῆς νίκης, [p. 54] ἀποφαινόμενος προτερεῖν ἐν ταῖς μάχαις τὸ τῶν πεσόντων κυριεῦσαι. [5] ἀνῃρέθησαν δ᾽ ἐν τῇ μάχῃ τῶν μὲν Ἀντιγόνου πεζοὶ μὲν εἰς τρισχιλίους ἑπτακοσίους, ἱππεῖς δὲ πεντήκοντα τέσσαρες, τραυματίαι δ᾽ ἐγένοντο πλείους τῶν τετρακισχιλίων: τῶν δ᾽ Ευμενοῦς ἔπεσον πεζοὶ μὲν πεντακόσιοι τεσσαράκοντα, ἱππεῖς δ᾽ ὀλίγοι παντελῶς, τραυματίαι δ᾽ ἐγένοντο πλείους τῶν ἐννακοσίων.

ὁ δ᾽ Ἀντίγονος μετὰ τὴν ἐκ τῆς μάχης ἀποχώρησιν ὁρῶν τοὺς στρατιώτας ἀθυμοῦντας διέγνω τὴν ταχίστην ἀναζευγνύειν ὡς πορρωτάτω τῶν πολεμίων. βουλόμενος δ᾽ εὔζωνον ποιῆσαι τὴν δύναμιν πρὸς τὴν ἀποχώρησιν τοὺς μὲν τραυματίας καὶ τὰ βαρύτατα τῆς ἀποσκευῆς προαπέστειλεν εἴς τινα τῶν πλησίον πόλεων, τοὺς δὲ νεκροὺς ἅμ᾽ ἡμέρᾳ θάψας καὶ παρακατασχὼν τὸν παρὰ τῶν πολεμίων ἥκοντα κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως παρήγγειλε τῆς ὥρας δειπνοποιεῖσθαι. [2] τῆς δ᾽ ἡμέρας διελθούσης τὸν μὲν κήρυκα ἀπ έπεμψε, δοὺς εἰς τὴν αὔριον τὴν ἀναίρεσιν, αὐτὸς δὲ πρώτης φυλακῆς ἀρχομένης ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως καὶ συντόνους τὰς πορείας ποιούμενος ἀπέστη μὲν τῶν πολεμίων μακράν, ἔσχε δὲ χώραν ἀκεραίαν εἰς ἀνάληψιν τοῦ στρατοπέδου: διήνυσε γὰρ ἕως Γαμάργων τῆς Μηδίας, οὔσης τῆς [p. 55] χώρας ὑπὸ Πίθωνα καὶ δυναμένης μεγάλαις δυνάμεσι πρὸς διατροφὴν δαψιλῶς ἅπαντα χορηγῆσαι. [3] Εὐμενὴς δὲ διὰ τῶν κατασκόπων πυθόμενος τὴν ἀναχώρησιν τῶν περὶ Ἀντίγονον τοῦ μὲν διώκειν ἀπέστη διὰ τὸ καὶ τοὺς ἰδίους στρατιώτας ἐν ἀσιτίᾳ καὶ κακοπαθείαις μεγάλαις γεγονέναι, περὶ δὲ τὴν ἀναίρεσιν τῶν τετελευτηκότων γενόμενος ἐπεμελήθη τῆς ταφῆς μεγαλοπρεπῶς. ἔνθα δὴ συνέβη γενέσθαι πρᾶγμα παράδοξον καὶ πολὺ τῶν παρ᾽ Ἕλλησι νομίμων ἐξηλλαγμένον.

Κητεὺς γὰρ ὁ τῶν ἐκ τῆς Ἰνδικῆς ἀπηντηκότων στρατηγὸς ἀνῃρέθη μὲν ἐν τῇ μάχῃ λαμπρῶς ἀγωνισάμενος, ἀπέλιπε δὲ δύο γυναῖκας συνακολουθούσας ἐν τῷ στρατοπέδῳ, τὴν μὲν νεόγαμον, τὴν δὲ ὀλίγοις ἔτεσι πρότερον συνοικήσασαν, ἀμφοτέρας δὲ φιλοστόργως πρὸς αὐτὸν διακειμένας. [2] ὄντος δὲ παλαιοῦ νόμου παρὰ τοῖς Ἰνδοῖς τοὺς γαμοῦντας καὶ τὰς γαμουμένας παρθένους μὴ διὰ τῆς τῶν γονέων κρίσεως ποιεῖσθαι τὸν γάμον, ἀλλὰ πείσαντας ἀλλήλους, τὸν μὲν ἔμπροσθεν χρὸνον τῆς μνηστείας γενομένης διὰ νεωτέρων ταῖς ἡλικίαις ὡς ἐπὶ πολὺ συνέβαινε διαπίπτειν τὰς κρίσεις καὶ ταχὺ μεταμελομένων ἀμφοτέρων πολλὰς τῶν γυναικῶν διαφθείρεσθαι καὶ δι᾽ ἀκρασίαν φιλοστοργεῖν ἑτέρους, τέλος δὲ μὴ δυναμένας εὐσχημόνως ἀπολιπεῖν τοὺς ἐξ ἀρχῆς προκριθέντας διὰ φαρμάκων ἀναιρεῖν τοὺς συνοικοῦντας, καὶ τὴν χώραν δ᾽ οὐκ ὀλίγας ἀφορμὰς αὐταῖς δοῦναι, πολλὰς καὶ ποικίλας φέρουσαν φθαρτικὰς δυνάμεις, ἐξ ὧν ἐνίας προσχρωσθείσας μόνον τοῖς ἐδέσμασιν ἢ ποτηρίοις ἐπιφέρειν [p. 56] τὴν ἀπώλειαν. [3] ἐπιπολαζούσης δὲ τῆς ῥᾳδιουργίας καὶ πολλῶν ἀναιρουμένων τοῦτον τὸν τρόπον, ἐπειδὴ κολάζοντες τὰς αἰτίας τῶν κακῶν οὐκ ἠδυνήθησαν ἀποτρέψαι τὰς ἄλλας τῶν ἀδικημάτων, νόμον ἔθεσαν ὅπως συγκατακαίωνται τοῖς τετελευτηκόσιν ἀνδράσιν αἱ γυναῖκες πλὴν τῶν ἐγκύων ἢ τῶν ἐχουσῶν τέκνα: τὴν δὲ μὴ βουλομένην τῷ δόγματι πιθαρχεῖν χήραν μὲν εἶναι διὰ τέλους καὶ θυσιῶν καὶ τῶν ἄλλων νομίμων εἴργεσθαι διὰ παντὸς ὡς ἀσεβοῦσαν. [4] τούτων δὲ νομοθετηθέντων εἰς τοὐναντίον τὴν παρανομίαν τῶν γυναικῶν μεταβαλεῖν συνέβη: διὰ γὰρ τὴν ὑπερβολὴν τῆς ἀτιμίας ἑκάστης ὑπομενούσης ἑκουσίως τὸν θάνατον οὐ μόνον προνοεῖσθαι τῆς τῶν συνοικούντων ἀσφαλείας ὡς κοινῆς οὔσης, ἀλλὰ καὶ πρὸς ἀλλήλας ἁμιλλᾶσθαι καθάπερ ὑπὲρ τῆς μεγίστης εὐδοξίας.

ὃ καὶ τότε συνέβη: τοῦ γὰρ νόμου μίαν κελεύοντος συγκατακάεσθαι παρῆσαν ἀμφότεραι πρὸς τὴν τοῦ Κητέως ταφήν, ὑπὲρ τοῦ συναποθανεῖν ὡς ὑπὲρ ἀριστίου συμφιλοτιμούμεναι. [2] τῶν δὲ στρατηγῶν διακρινόντων ἡ νεωτέρα μὲν ἀπεφαίνετο τὴν ἑτέραν ἔγκυον εἶναι καὶ διὰ τοῦτο μὴ δύνασθαι χρήσασθαι τῷ νόμῳ, ἡ δὲ πρεσβυτέρα δικαιότερον ἀπεφαίνετο εἶναι τὴν προέχουσαν τοῖς χρόνοις προέχειν καὶ τῇ τιμῇ: καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων θεωρεῖσθαι τοὺς πρεσβυτέρους πολὺ προέχοντας τῶν νεωτέρων εἰς ἐντροπὴν καὶ τιμήν. [3] οἱ δ᾽ οὖν στρατηγοὶ διὰ τῶν μαιεύεσθαι δυναμένων γνόντες τὴν πρεσβυτέραν ἔγκυον οὖσαν προέκριναν τὴν νεωτέραν. οὗ συμβάντος ἡ μὲν ἀποτυχοῦσα τῆς κρίσεως ἀπῄει μετὰ [p. 57] κλαυθμοῦ, καταρρήξασα τὸ περὶ τὴν κεφαλὴν διάδημα καὶ τὰς τρίχας σπαράσσουσα, καθαπερεί τινος συμφορᾶς μεγάλης προσηγγελμένης: ἡ δὲ ἐπὶ τῇ νίκῃ περιχαρὴς ἀπῄει πρὸς τὴν πυράν, στεφανουμένη μὲν μίτραις ὑπὸ τῶν οἰκείων γυναικῶν, κεκοσμημένη δὲ διαπρεπῶς ὥσπερ εἴς τινα γάμον προεπέμπετο ὑπὸ τῶν συγγενῶν, ᾀδόντων ὕμνον εἰς τὴν ἀρετὴν αὐτῆς. [4] ὡς δὲ ἐγγὺς ἐγενήθη τῆς πυρᾶς, περιαιρουμένη τὸν κόσμον ἑαυτῆς διεδίδου τοῖς οἰκείοις καὶ φίλοις, ὡς ἂν εἴποι τις, καταλείπουσα τοῖς ἀγαπῶσι μνημεῖον. ὁ δὲ κόσμος ἦν περὶ μὲν τὰς χεῖρας δακτυλίων τε πλῆθος ἐνδεδεμένων λίθοις πολυτελέσι καὶ διηλλαγμένοις τοῖς χρώμασι, περὶ δὲ τὴν κεφαλὴν χρυσῶν ἀστερίσκων οὐκ ὀλίγος ἀριθμὸς παντοδαποῖς λίθοις διειλημμένων, περὶ δὲ τὸν τράχηλον ὅρμων πλῆθος, τῶν μὲν ἐλασσόνων, τῶν δ᾽ ἐκ τοῦ κατ᾽ ὀλίγον ἀεὶ καθ᾽ ὑπέρθεσιν μειζόνων. [5] τὸ δὲ τελευταῖον ἀσπασαμένη τοὺς οἰκείους ὑπὸ τἀδελφοῦ μὲν ἐπὶ τὴν πυρὰν ἀνεβιβάσθη, ὑπὸ δὲ τοῦ συνδραμόντος ἐπὶ τὴν θέαν πλήθους θαυμασθεῖσα κατέστρεψεν ἡρωικῶς τὸν βίον: [6] ἡ μὲν γὰρ δύναμις ἐν τοῖς ὅπλοις πᾶσα πρὶν ἅπτεσθαι τὴν πυρὰν τρὶς περιῆλθεν, αὐτὴ δὲ τἀνδρὶ παρακλιθεῖσα καὶ κατὰ τὴν τοῦ πυρὸς ὁρμὴν οὐδεμίαν φωνὴν ἀγεννῆ προεμένη προεκαλέσατο τῶν ὁρώντων τοὺς μὲν εἰς ἔλεον, τοὺς δὲ εἰς ὑπερβολὴν ἐπαίνων. οὐ μὴν ἀλλ᾽ ἔνιοι τῶν Ἑλλήνων ἐπετίμων τοῖς νομίμοις ὡς ἀγρίοις οὖσι καὶ χαλεποῖς. [p. 58] [7] ὁ δ᾽ Εὐμενὴς ἀπὸ τῆς τῶν τετελευτηκότων ταφῆς γενόμενος ἀνέζευξεν ἐκ τῶν Παραιτάκων εἰς τὴν Γαβηνήν, οὖσαν ἀκέραιον καὶ δυναμένην πάντα δαψιλῆ ταῖς δυνάμεσι παρέχεσθαι. [8] ἀπέχειν δὲ συνέβαινε τὴν χώραν ταύτην τῶν περὶ Ἀντίγονον διὰ μὲν τῆς οἰκουμένης πορευομένῳ σταθμοὺς εἴκοσι πέντε, διὰ δὲ τῆς ἐρήμου καὶ ἀνύδρου σταθμοὺς ἐννέα. οἱ μὲν οὖν περὶ Εὐμενῆ καὶ τὸν Ἀντίγονον τοσοῦτον ἀλλήλων διεστῶτες ἐν τούτοις τοῖς τόποις παρεχείμαζον ἅμα καὶ τὰς δυνάμεις ἀνελάμβανον.

κατὰ δὲ τὴν Εὐρώπην Κάσανδρος μὲν ἐν Πελοποννήσῳ Τεγέαν πολιορκῶν καὶ πυθόμενος τήν τε Ὀλυμπιάδος κάθοδον εἰς Μακεδονίαν καὶ τὴν Εὐρυδίκης καὶ Φιλίππου τοῦ βασιλέως ἀναίρεσιν, ἔτι δὲ τὰ περὶ τὸν Ἰόλλα τἀδελφοῦ τάφον συμβεβηκότα πρὸς μὲν τοὺς Τεγεάτας διελύσατο, τὴν δὲ δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Μακεδονίαν, καταλιπὼν τοὺς συμμάχους ἐν πολλῇ ταραχῇ: ἐφήδρευε γὰρ ταῖς ἐν Πελοποννήσῳ πόλεσιν Ἀλέξανδρος ὁ Πολυπέρχοντος ἔχων στρατόπεδον. [2] Αἰτωλοὶ δὲ χαρίζεσθαι βουλόμενοι τῇ τε Ὀλυμπιάδι καὶ Πολυπέρχοντι τὰ περὶ τὰς Πύλας στενὰ κατελάβοντο καὶ τῆς παρόδου τὸν Κάσανδρον ἀπέκλεισαν. ὁ δὲ βιάζεσθαι μὲν πρὸς τόπους δυσεμβόλους ἀπέγνω, παρασκευασάμενος δὲ πλοῖα καὶ σχεδίας [p. 59] ἔκ τε τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος ἐπεραίωσε τὴν δύναμιν εἰς τὴν Θετταλίαν. [3] ἀκούων δὲ περὶ τὴν Περραιβίαν προκαθῆσθαι Πολυπέρχοντα μετὰ στρατοπέδου Κάλλαν μὲν ἀπέστειλε στρατηγὸν μετὰ δυνάμεως, προστάξας διαπολεμεῖν τοῖς μετὰ Πολυπέρχοντος. Δεινίας δὲ τὰ στενὰ προκαταληψόμενος, ἀπαντήσας τοῖς ὑπ᾽ Ὀλυμπιάδος ἐξαποσταλεῖσι στρατιώταις ἔφθασε τῶν παρόδων κυριεύσας. [4] Ὀλυμπιὰς δὲ πυθομένη Κάσανδρον μετὰ μεγάλης δυνάμεως πλησίον εἶναι τῆς Μακεδονίας, Ἀριστόνουν μὲν ἀπέδειξε στρατηγόν, κελεύσασα δικπολεμεῖν τοῖς περὶ Κάσανδρον, [5] αὐτὴ δὲ παρῆλθεν εἰς Πύδναν ἔχουσα τὸν υἱὸν τὸν Ἀλεξάνδρου καὶ τὴν μητέρα αὐτοῦ Ῥωξάνην καὶ Θετταλονίκην τὴν Φιλίππου τοῦ Ἀμύντου θυγατέρα, πρὸς δὲ τούτοις Δηιδάμειάν τε τὴν Αἰακίδου θυγατέρα τοῦ βασιλέως τῶν Ἠπειρωτῶν, Πύρρου δὲ τοῦ πρὸς Ῥωμαίους ὕστερον πολεμήσαντος ἀδελφήν, καὶ τὰς Ἀττάλου θυγατέρας, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν ἀξιολογωτάτων φίλων τοὺς συγγενεῖς, ὥστ᾽ ἀθροισθῆναι περὶ αὐτὴν πλῆθος μὲν πολὺ σωμάτων, ἀχρείων δ᾽ εἰς πόλεμον τῶν πλείστων: οὐδὲ γὰρ τροφῆς ἱκανὸν ἦν πλῆθος τοῖς μέλλουσι πολιορκίαν ὑπομένειν πολυχρόνιον. [6] ὧν ἁπάντων πρόδηλον ἐχόντων τὸν κίνδυνον οὐδὲν ἧττον ἐνταῦθα διέγνω μένειν, ἐλπίζουσα αὐτῇ βοηθήσειν κατὰ θάλασσαν Ἑλλήνων τε καὶ Μακεδόνων πολλούς. [7] συνῆσαν δ᾽ αὐτῇ τῶν τ᾽ ἐξ Ἀμβρακίας ἱππέων τινὲς [p. 60] καὶ τῶν περὶ τὴν αὐλὴν εἰωθότων διατρίβειν στρατιωτῶν οἱ πλείους, ἔτι δὲ τῶν μετὰ Πολυπέρχοντος ἐλεφάντων οἱ καταλειφθέντες: τῶν μὲν γὰρ ἄλλων θηρίων τῶν κατὰ τὴν προτέραν ἐμβολὴν εἰς Μακεδονίαν Κάσανδρος ἐκεκυριεύκει.

ὃς τότε διελθὼν τὰ κατὰ Περραιβίαν στενὰ καὶ παραγενόμενος πλησίον τῆς Πύδνης τὴν μὲν πόλιν περιεχαράκωσεν ἐκ θαλάττης εἰς θάλατταν, παρὰ δὲ τῶν συμμαχεῖν βουλομένων μετεπέμπετο ναῦς καὶ βέλη παντοδαπὰ καὶ μηχανάς, διανοούμενος πολιορκεῖν τοὺς μετ᾽ Ὀλυμπιάδος καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. [2] πυθόμενος δ᾽ Αἰακίδην τὸν Ἠπειρωτῶν βασιλέα μετὰ δυνάμεως μέλλειν βοηθήσειν Ὀλυμπιάδι, στρατηγὸν ἐξέπεμψεν Ἀταρρίαν, δοὺς στρατόπεδον καὶ συντάξας ἀπαντᾶν τοῖς Ἠπειρώταις. [3] οὗ ταχὺ τὸ προσταχθὲν ποιήσαντος καὶ τὰς ἐξ Ἠπείρου παρόδους προκαταλαβομένου συνέβη τὸν Αἰακίδην ἄπρακτον γενέσθαι. καὶ γὰρ τὸ πλῆθος τῶν Ἠπειρωτῶν ἀκουσίως ἐστράτευσεν ἐπὶ Μακεδονίας καὶ στάσιν ἐποίει κατὰ τὴν παρεμβολήν: ὁ δὲ Αἰακίδης ἐκ παντὸς τρόπου βουλόμενος βοηθεῖν Ὀλυμπιάδι τοὺς μὲν ἀλλοτρίως διακειμένους ἀπέλυσε τῆς στρατείας, τοὺς δὲ συγκινδυνεύειν βουλομένους ἀναλαβὼν προθυμίαν μὲν εἶχε τοῦ διακινδυνεύειν, οὐκ ἀξιόμαχος δ᾽ ἦν ὡς ἂν ὀλίγου καταλελειμμένου τοῦ περὶ αὐτὸν συστήματος. [4] οἱ δὲ χωρισθέντες τῶν Ἠπειρωτῶν εἰς τὰς πατρίδας κατεστασίασαν ἀπόντα τὸν βασιλέα καὶ κοινῷ δόγματι φυγὴν αὐτοῦ καταγνόντες πρὸς Κάσανδρον [p. 61] ἐποιήσαντο συμμαχίαν. ὅπερ οὐδέποτε γενέσθαι συνέβη κατὰ τὴν Ἤπειρον ἀφ᾽ οὗ Νεοπτόλεμος ὁ Ἀχιλλέως ἐβασίλευσε τῆς χώρας: ἀεὶ γὰρ παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν δυναστείαν ἐναπέθνησκε ταῖς βασιλείαις μέχρι τῶνδε τῶν καιρῶν. [5] Κασάνδρου δὲ παραλαβόντος τὴν Ἤπειρον τῇ συμμαχίᾳ καὶ πέμψαντος εἰς αὐτὴν ἐπιμελητὴν ἅμα καὶ στρατηγὸν Λυκίσκον οἱ πρότερον κατὰ Μακεδονίαν διστάζοντες περὶ τῆς συμμαχίας ἀπήλπισαν μὲν τὰ κατ᾽ Ὀλυμπιάδα πράγματα, τῷ δὲ Κασάνδρῳ προσέθεντο. μιᾶς δ᾽ οὔσης αὐτῇ βοηθείας τῆς παρὰ Πολυπέρχοντος συνέβη καὶ ταύτην συντριβῆναι παραδόξως: [6] ὁ γὰρ ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς Κάλλας ἐπειδὴ πλησίον γενόμενος τοῦ Πολυπέρχοντος κατεστρατοπέδευσεν ἐν τῇ Περραιβίᾳ, διέφθειρε τῶν μετ᾽ αὐτοῦ στρατιωτῶν τοὺς πλείστους χρήμασιν, ὥστε ὀλίγους τοὺς μάλιστα πιστοὺς ἀπολειφθῆναι. αἱ μὲν οὖν Ὀλυμπιάδος ἐλπίδες ἐν ὀλίγῳ χρόνῳ τοῦτον τὸν τρόπον ἐταπεινώθησαν.

κατὰ δὲ τὴν Ἀσίαν Ἀντίγονος μὲν χειμάζων ἐν Γαδαμάλοις τῆς Μηδίας καὶ θεωρῶν τὴν ἑαυτοῦ δύναμιν ἀσθενεστέραν οὖσαν τῆς τῶν πολεμίων ἔσπευδεν ἀνελπίστως αὐτοῖς ἐπιθέσθαι καὶ καταστρατηγῆσαι. ἐτύγχανον δ᾽ οὗτοι τὴν χειμασίαν ἔχοντες ἐν πολλοῖς μέρεσι διεζευγμένην, ὥστ᾽ ἐνίους ἀπ᾽ ἀλλήλων ἀπέχειν ὁδὸν ἡμερῶν ἕξ. [2] τὸ μὲν οὖν διὰ τῆς οἰκουμένης χώρας ὁδοιπορεῖν ἀπεδοκίμασε διὰ τὸ καὶ μακρὰν εἶναι καὶ τοῖς πολεμίοις εὐθεώρητον, τὸ δὲ τολμῆσαι διὰ τῆς [p. 62] ἐρήμου καὶ ἀνύδρου προάγειν ἐπίπονον μὲν ἔκρινεν, εἰς δὲ τὴν βεβουλευμένην ἐπιβολὴν χρησιμώτατον: οὐ μόνον γὰρ διὰ ταύτης συντόμως ἦν ἐλθεῖν, ἀλλὰ καὶ ῥᾳδίως λαθεῖν ἀπροσδοκήτως ἐπιπεσόντα τοῖς διὰ τὴν ἄγνοιαν διερριμμένοις κατὰ κώμας καὶ ῥᾳθυμοῦσι. [3] ταῦτα δὲ διανοηθεὶς τοῖς μὲν στρατιώταις παρήγγειλεν ἑτοίμους εἶναι πρὸς ἀνάζευξιν καὶ παρασκευάσασθαι δέχ᾽ ἡμερῶν ἄπυρα σιτία, αὐτὸς δὲ δια δοὺς λόγον ἐπ᾽ Ἀρμενίας προάξειν ἄφνω παρὰ τὴν πάντων ὑπόληψιν ὥρμησε διὰ τῆς ἐρήμου, τῆς ὥρας οὔσης περὶ χειμερινὰς τροπάς. [4] κατὰ δὲ τὰς στρατοπεδείας παρήγγειλε τῆς ἡμέρας μὲν τὰ πυρὰ κάειν, τῆς δὲ νυκτὸς κατασβεννύναι τελέως, ὅπως μή τινες ἐκ τῶν μετεώρων κατανοήσαντες ἀπαγγείλωσι τὸ γινόμενον τοῖς πολεμίοις: [5] ἦν γὰρ ἡ μὲν ἔρημος πᾶσα σχεδὸν πεδιάς, περιείχετο δὲ ὑπὸ λόφων ὑψηλῶν, ἀφ᾽ ὧν ῥᾴδιον ἦν ἐκ πολλοῦ διαστήματος συνορᾶν τὴν αὐγὴν τοῦ πυρός. ἐπιπόνως δὲ τῆς δυνάμεως πένθ᾽ ἡμέρας ὁδοιπορούσης οἱ μὲν στρατιῶται διά τε τὸ ψῦχος καὶ τὰς ἀναγκαίας χρείας ἔκαον πῦρ μεθ᾽ ἡμέραν τε καὶ νύκτωρ ἐν ταῖς στρατοπεδείαις. [6] ὃ δὴ συνιδόντες τινὲς τῶν παρὰ τὴν ἔρημον οἰκούντων ἔπεμψαν τοὺς ἀπαγγελοῦντας αὐθημερὸν τοῖς περὶ Εὐμενῆ καὶ Πευκέστην, δόντες δρομάδας καμήλους: διατείνει γὰρ τὸ ζῷον τοῦτο σταδίους οὐ πολὺ ἐλάττους χιλίων πεντακοσίων.

οἱ δὲ περὶ τὸν Πευκέστην πυθόμενοι κατὰ μέσην [p. 63] τὴν ὁδὸν ἑωρᾶσθαι τὴν στρατοπεδείαν, διέγνωσαν ἀναχωρεῖν εἰς τοὺς ἐσχάτους τόπους τῆς χειμασίας, φοβούμενοι μὴ καταληφθῶσιν ὑπὸ τῶν πολεμίων πρὶν ἢ συνελθεῖν πανταχόθεν τὴν συμμαχοῦσαν δύναμιν. [2] ὧν ὁρῶν τὴν ἀθυμίαν Εὐμενὴς θαρρεῖν παρεκελεύετο καὶ μένειν ἐπὶ τῶν ὅρων τῆς ἐρήμου: εὑρηκέναι γὰρ τρόπον δἰ οὗ ποιήσει τὸν Ἀντίγονον ὕστερον ἡμέραις τρισὶν ἢ τέτταρσι παραγενέσθαι: τούτου δὲ γενομένου τὴν μὲν ἑαυτῶν δύναμιν ῥᾳδίως ἀθροισθήσεσθαι, τοὺς δὲ πολεμίους καταπεπονημένους καὶ πάντων ἐνδεεῖς ὄντας ὑποχειρίους γενήσεσθαι. [3] πάντων δὲ θαυμασάντων τὸ παράδοξον τῆς ἐπαγγελίας καὶ ζητούντων μαθεῖν τί ποτ᾽ ἔσται τὸ δυνάμενον κωλῦσαι προάγειν τοὺς ἐναντίους, προσέταξεν ἀκολουθεῖν ἑαυτῷ πάντας τοὺς ἡγεμόνας μετὰ τῶν ἰδίων στρατιωτῶν, ἔχοντας ἐν ἀγγείοις πλείοσι πῦρ. ἐκλεξάμενος δὲ τῆς μετεώρου χώρας τόπον ἐστραμμένον ἐπὶ τὴν ἔρημον καὶ πρὸς τὴν ἀποθεώρησιν πανταχόθεν εὐφυῆ, σημεῖα θέμενος περιέλαβεν ὡς ἂν ἑβδομήκοντα σταδίων περιφέρειαν. διελὼν δὲ τόπους ἑκάστῳ τῶν συνακολουθούντων συνέταξε νυκτὸς πῦρ κάειν διαστάντας ὡς ἂν εἴκοσι πήχεις καὶ κατὰ μὲν τὴν πρώτην φυλακὴν πολλὴν φλόγα ποιεῖν ὡς ἂν ἐγρηγορότων ἔτι καὶ πρὸς θεραπείαν καὶ δεῖπνον παρασκευαζομένων, τῆς δὲ δευτέρας ἐλάττω, καὶ τῆς τρίτης ἀπολιπεῖν ὀλίγα παντελῶς ὥστε δοκεῖν εἶναι τοῖς ἐξ ἀποστήματος θεωροῦσιν ἀληθινὴν στρατοπεδείαν. [p. 64] [4] τῶν δὲ στρατιωτῶν ποιησάντων τὸ προσταχθὲν κατενόησάν τινες τὰ πυρὰ τῶν νεμομένων μὲν τὴν ἀπεναντίον ὀρεινήν, φίλων δ᾽ ὄντων Πίθωνι τῷ Μηδίας σατράπῃ. δόξαντες δὲ πρὸς ἀλήθειαν εἶναι στρατοπεδείαν, καταδραμόντες εἰς τὸ πεδίον ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀντίγονον καὶ Πίθωνα. [5] οἱ δὲ διὰ τὸ παράδοξον καταπλαγέντες καὶ τῆς ὁδοιπορίας ἐπισχόντες ἐβουλεύοντο πῶς χρηστέον τοῖς προσηγγελμένοις: ἦν γὰρ ἐπικίνδυνον τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν. [6] ὑπολαβόντες δὲ προδοσίαν γεγενῆσθαι καὶ προακηκοότας τὸ μέλλον τοὺς πολεμίους ἠθροῖσθαι, τὸ μὲν ἐπ᾽ εὐθείας προάγειν ἀπέγνωσαν, εἰς δεξιὰ δὲ κλίναντες προῆγον ἐφ᾽ ἑκάτερα μέρη τῆς οἰκουμένης χώρας, βουλόμενοι τὴν δύναμιν ἐκ τῆς κακοπαθίας ἀναλαβεῖν.

Εὐμενὴς δὲ τὸν προειρημένον τρόπον καταστρατηγήσας τοὺς πολεμίους μετεπέμπετο πανταχόθεν τοὺς διερριμμένους τῶν στρατιωτῶν καὶ χειμάζοντας ἐν ταῖς κώμαις. βαλόμενος δὲ χάρακα καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὀχυρώσας ὑπεδέχετο μὲν τοὺς ἀεὶ καταντῶντας τῶν συμμάχων, ἐπλήρωσε δὲ τὴν στρατοπεδείαν πάντων τῶν ἐπιτηδείων. [2] ὁ δ᾽ Ἀντίγονος διελθὼν τὴν ἔρημον καὶ πυθόμενος παρὰ τῶν ἐγχωρίων σχεδὸν τὴν μὲν ἄλλην δύναμιν ἅπασαν συνεληλυθέναι τοῖς περὶ τὸν Εὐμενῆ, τοὺς δ᾽ ἐλέφαντας μέλλειν ἀναζευγνύειν ἐκ τῆς χειμασίας καὶ πλησίον εἶναι μεμονωμένους πάσης [p. 65] βοηθείας, ἀπέστειλεν ἐπ᾽ αὐτοὺς ἱππεῖς λογχοφόρους μὲν Μήδους δισχιλίους, Ταραντίνους δὲ διακοσίους, τῶν δὲ πεζῶν τοὺς ψιλοὺς ἅπαντας: [3] ἤλπιζε γὰρ μεμονωμένοις τοῖς θηρίοις τὴν ἐπίθεσιν ποιησάμενος τούτων τε ῥᾳδίως κυριεύσειν καὶ τῶν πολεμίων παρελεῖσθαι τὸ κράτιστον μέρος τῆς δυνάμεως. ὁ δ᾽ Εὐμενὴς καταστοχασάμενος τὸ μέλλον ἀπέστειλεν ἐπὶ τὴν βοήθειαν ἱππεῖς μὲν τοὺς κρατίστους χιλίους καὶ πεντακοσίους, πεζοὺς δὲ ψιλοὺς τρισχιλίους. [4] ἐπιφανέντων δὲ πρότερον τῶν Ἀντιγόνου στρατιωτῶν οἱ τῶν ἐλεφάντων ἡγεμόνες τάξαντες εἰς πλινθίον τὰ θηρία προῆγον, ἐν μέσῳ μὲν ἀπειληφότες τὰ σκευοφόρα, κατὰ δὲ τὴν οὐραγίαν ἔχοντες συναγωνιζομένους ἱππεῖς οὐ πλείους τετρακοσίων. [5] ἐπιπεσόντων δ᾽ αὐτοῖς τῶν πολεμίων παντὶ τῷ βάρει καὶ βιαιότερον ἐπικειμένων οἱ μὲν ἱππεῖς ἐτράπησαν ὑπὸ τοῦ πλήθους καταπονηθέντες, οἱ δ᾽ ἐπὶ τῶν ἐλεφάντων ἐφεστηκότες τὸ μὲν πρῶτον ἀντεῖχον καὶ διεκαρτέρουν πανταχόθεν κατατιτρωσκόμενοι, βλάψαι δ᾽ οὐδὲν τοὺς πολεμίους δυνάμενοι. [6] ἤδη δ᾽ αὐτῶν καταπονουμένων ἀνελπίστως ἐπιφανέντες οἱ παρ᾽ Εὐμενοῦς ἐξήρπασαν αὐτοὺς ἐκ τῶν κινδύνων. μετὰ δ᾽ ἡμέρας ὀλίγας ἐν τεσσαράκοντα σταδίοις ἀντιστρατοπεδευουσῶν τῶν δυνάμεων ἐξέταξαν ἀμφότεροι τὸ στρατόπεδον εἰς μάχην, ὡς περὶ τῶν ὅλων κρίσεως ἐσομένης.

Ἀντίγονος μὲν οὖν τοὺς ἱππεῖς ἐπὶ τὰ κέρατα διελόμενος τὸ μὲν εὐώνυμον μέρος Πίθωνι παρέδωκε, [p. 66] τὸ δὲ δεξιὸν τῷ υἱῷ Δημητρίῳ, μεθ᾽ οὗ καὶ αὐτὸς διαγωνίζεσθαι διεγνώκει: τοὺς δὲ πεζοὺς εἰς μέσον καταστήσας παρέταξε παρ᾽ ὅλην τὴν δύναμιν τοὺς ἐλέφαντας, πληρώσας τὰ διαστήματα τοῖς ψιλικοῖς τάγμασιν. ὁ δὲ πᾶς ἀριθμὸς ἦν αὐτοῦ τῆς δυνάμεως πεζοὶ μὲν δισμύριοι δισχίλιοι, ἱππεῖς δ᾽ ἐννακισχίλιοι σὺν τοῖς ἐκ Μηδίας προσκαταγραφεῖσι, θηρία δὲ ἑξήκοντα καὶ πέντε. [2] ὁ δ᾽ Εὐμενὴς πυθόμενος τὸν Ἀντίγονον ἐπὶ τοῦ δεξιοῦ κέρατος τετάχθαι μετὰ τῶν ἀρίστων ἱππέων, καὶ αὐτὸς ἀντετάξατο, ἐπὶ τὸ λαιὸν κέρας ἐπιστήσας τοὺς ἀρίστους: καὶ γὰρ τῶν σατραπῶν τοὺς πλείστους ἐνταῦθα κατέστησεν μετὰ τῶν συναγωνιζομένων αὐτοῖς ἱππέων ἐπιλέκτων καὶ αὐτὸς μετὰ τούτων ἔμελλε κινδυνεύειν: συνῆν δ᾽ αὐτοῖς καὶ Μιθριδάτης ὁ Ἀριοβαρζάνου μὲν υἱός, ἀπόγονος δ᾽ ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν συγκαθελόντων τὸν μάγον Σμέρδιν, ἀνὴρ ἀνδρείᾳ διαφέρων καὶ τεθραμμένος ἐκ παιδὸς στρατιωτικῶς. [3] πρὸ δὲ τοῦ κέρατος παντὸς ἔταξεν ἐν ἐπικαμπίῳ τοὺς κρατίστους τῶν ἐλεφάντων ἑξήκοντα καὶ τὰ διαστήματα τοῖς ψιλοῖς διέλαβε τάγμασι. τῶν δὲ πεζῶν πρώτους μὲν ἔταξε τοὺς ὑπασπιστάς, εἶτα τοὺς ἀργυράσπιδας, ἐπὶ πᾶσι δὲ τοὺς ξένους καὶ τῶν ἄλλων τοὺς εἰς τὰ Μακεδονικὰ καθωπλισμένους, καὶ πρὸ τούτων ἐλέφαντας καὶ τῶν ψιλῶν τοὺς ἱκανούς. [4] ἐπὶ δὲ τὸ δεξιὸν κέρας τάξας τῶν ἱππέων καὶ τῶν ἐλεφάντων τοὺς ἀσθενεστέρους ἀπέδειξεν ἡγεμόνα τῶν [p. 67] πάντων Φίλιππον: τούτῳ δὲ διεκελεύσατο φυγομαχεῖν καὶ τὴν ἀπὸ θατέρου μέρους κρίσιν ἀποθεωρεῖν. οἱ δὲ σύμπαντες ἦσαν μετ᾽ Εὐμενοῦς κατὰ τοῦτον τὸν καιρὸν πεζοὶ μὲν τρισμύριοι ἑξακισχίλιοι ἑπτακόσιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.

μικρὸν δὲ πρὸ τῆς παρατάξεως Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων στρατηγὸς ἔπεμψεν ἕνα τῶν Μακεδόνων ἱππέων ἐπὶ τὴν φάλαγγα τῶν ἐναντίων, προστάξας πλησίον παραγενόμενον ἀναβοῆσαι. οὗτος δὲ προσιππεύσας μόνος εἰς φωνῆς ἀκοὴν, καθ᾽ ὃ μέρος ἡ φάλαγξ ἦν τῶν παρ᾽ Ἀντιγόνου Μακεδόνων, ἀνεβόησεν «Ἐπὶ τοὺς πατέρας, ὦ κακαὶ κεφαλαί, τοὺς μετὰ Φιλίππου καὶ Ἀλεξάνδρου τὰ ὅλα κατειργασμένους;» οὓς μετ᾽ ὀλίγον ὄψονται καὶ τῶν βασιλέων καὶ τῶν προγεγονότων ἀγώνων ἀξίους. [2] καὶ γὰρ ἐτύγχανον κατὰ τοῦτον τὸν καιρὸν τῶν ἀργυρασπίδων οἱ νεώτατοι μὲν περὶ τὰ ἑξήκοντα ἔτη, τῶν δ᾽ ἄλλων οἱ πλείους μὲν περὶ τὰ ἑβδομήκοντα, τινὲς δὲ καὶ πρεσβύτεροι, πάντες δὲ ταῖς ἐμπειρίαις καὶ ταῖς ῥώμαις ἀνυπόστατοι: τοσαύτη περὶ αὐτοὺς ἦν εὐχειρία καὶ τόλμα διὰ τὴν συνέχειαν τῶν κινδύνων. [3] γενομένου δὲ τοῦ κηρύγματος καθότι προείρηται, παρὰ μὲν τοῖς περὶ Ἀντίγονον ἐγίνοντο φωναὶ δυσχερεῖς, ὅτι συναναγκάζοιντο πρὸς συγγενεῖς καὶ πρεσβυτέρους διαμάχεσθαι, παρὰ [p. 68] δὲ τοῖς μετ᾽ Εὐμενοῦς παρατασσομένοις παρακελευσμὸς καὶ βοὴ τὴν ταχίστην ἄγειν ἐπὶ τοὺς πολεμίους. ὧν Εὐμενὴς ὁρῶν τὴν προθυμίαν ἦρεν τὸ σύσσημον, δι᾽ ὧν παρεστήσατο τοὺς μὲν σαλπιγκτὰς τὸ πολεμικὸν σημαίνειν, τὴν δὲ δύναμιν ἀλαλάξαι πᾶσαν.

συνῆψε δὲ μάχην πρῶτον μὲν τὰ θηρία, μετὰ δὲ ταῦτα καὶ τὸ τῶν ἱππέων πλῆθος. τοῦ δὲ πεδίου πολλὴν εὐρυχωρίαν ἔχοντος καὶ παντὸς ὑπάρχοντος ἀργοῦ διὰ τὴν ἐν αὐτῷ διήκουσαν ἁλμυρίδα τοσοῦτον συνέβη ὑπὸ τῶν ἱππέων ἐξαίρεσθαι κονιορτὸν ὥστε μηδένα δύνασθαι ῥᾳδίως συνορᾶν ἐξ ὀλίγου διαστήματος τὸ γινόμενον. [2] ὃ δὴ κατανοήσας Ἀντίγονος ἀπέστειλε τοὺς ἐκ Μηδίας ἱππεῖς καὶ τῶν Ταραντίνων τοὺς ἱκανοὺς ἐπὶ τὴν ἀποσκευὴν τῶν πολεμίων: ἤλπιζε γάρ, ὅπερ ἦν ἀληθές, διὰ μὲν τὸν κονιορτὸν λήσεσθαι, διὰ δὲ τὴν ἅλωσιν τῆς ἀποσκευῆς ἀκονητὶ κρατῆσαι τῶν πολεμίων. [3] οἱ δὲ πεμφθέντες περιιππεύσαντες τὸ κέρας τῶν ἐναντίων καὶ λαθόντες ἐπέθεντο τοῖς σκευοφόροις, ἀπέχουσι τῆς μάχης ὡς πέντε σταδίους: εὑρόντες δ᾽ αὐτὴν πλήρη μὲν ὄχλου πρὸς μάχην ἀχρήστου, τοὺς δ᾽ ἀμυνομένους ὀλίγους ταχὺ τοὺς ἀντιστάντας τρεψάμενοι τῶν ἄλλων ἁπάντων ἐκυρίευσαν. [4] ἅμα δὲ τούτοις πραττομένοις Ἀντίγονος μὲν συνάψας μάχην τοῖς ἀντιτεταγμένοις καὶ μετὰ πλήθους ἱππέων ἐπιφανεὶς κατεπλήξατο Πευκέστην τὸν τῆς Περσίδος σατράπην, ὃς μετὰ τῶν περὶ ἑαυτὸν ἱππέων ἔξω τοῦ κονιορτοῦ διδοὺς ἑαυτὸν συνεπεσπάσατο καὶ τῶν ἄλλων [p. 69] εἰς χιλίους πεντακοσίους. [5] Εὐμενὴς δὲ μετ᾽ ὀλίγων ἀπολειφθεὶς ἐπ᾽ ἄκρου τοῦ κέρατος τὸ μὲν εἶξαι τῇ τύχῃ καὶ φυγεῖν αἰσχρὸν διέλαβεν, τὸ δὲ τηροῦντα τὴν δεδομένην ὑπὸ τῶν βασιλέων πίστιν γενναίᾳ προαιρέσει συναποθανεῖν προκρίνας ἐπ᾽ αὐτὸν ἐώσατο τὸν Ἀντίγονον. [6] γενομένης δ᾽ ἱππομαχίας καρτερᾶς καὶ τῶν μὲν μετ᾽ Εὐμενοῦς ταῖς προθυμίαις προεχόντων, τῶν δὲ μετ᾽ Ἀντιγόνου τῷ πλήθει περιγινομένων πολλοὶ παρ᾽ ἀμφοτέρων ἔπιπτον: ὅτε δὴ συνέβη καὶ τῶν ἐλεφάντων πρὸς ἀλλήλους ἀγωνιζομένων πεσεῖν τῶν Εὐμενοῦς τὸν προηγούμενον, συμπλακέντα τῷ κρατίστῳ τῶν ἀντιτεταγμένων. [7] διόπερ Εὐμενὴς ὁρῶν τοὺς μετ᾽ αὐτοῦ πανταχόθεν ἐλαττουμένους ἐξῆγεν ἐκ τῆς μάχης τοὺς ὑπολελειμμένους ἱππεῖς καὶ παρελθὼν ἐπὶ θάτερον κέρας ἀνελάμβανε τοὺς μετὰ Φιλίππου τεταγμένους, οἷς ἦν παρηγγελκὼς φυγομαχεῖν. ἡ μὲν οὖν τῶν ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος.

τῶν δὲ πεζῶν οἱ μὲν ἀργυράσπιδες συμφράξαντες καὶ βιαιότερον τοῖς ἀντιτεταγμένοις ἐπιπεσόντες τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειραν, τοὺς δὲ συνηνάγκασαν φυγεῖν. ἀκατάσχετοι δὲ ταῖς ὁρμαῖς γενόμενοι καὶ πρὸς πᾶσαν τὴν τῶν ἐναντίων φάλαγγα διαγωνιδάμενοι τοσοῦτον ταῖς εὐχειρίαις καὶ ῥώμαις ὑπερεῖχον ὥσθ᾽ ἑαυτῶν μὲν ἀποβαλεῖν μηθένα, τῶν δ᾽ ἐναντίων ἀνελεῖν μὲν ὑπὲρ τοὺς πεντακισχιλίους, τρέψασθαι δὲ τοὺς πεζοὺς πάντας, ὄντας πολλαπλασίους. [2] Εὐμενὴς δὲ πυθόμενος τὴν μὲν ἀποσκευὴν ἡλωκέναι, τοὺς δ᾽ [p. 70] ἱππεῖς τοὺς μετὰ Πευκέστου μὴ μακρὰν ἀπέχειν, ἐπεχείρησεν ἀθροίζειν ἅπαντας καὶ πάλιν ἱππομαχεῖν πρὸς Ἀντίγονον: ἤλπιζε γὰρ μάχῃ κρατήσας οὐ μόνον τὴν ἰδίαν ἀποσκευὴν σώσειν, ἀλλὰ καὶ τὴν τῶν πολεμίων προσλήψεσθαι. [3] τῶν δὲ περὶ τὸν Πευκέστην οὐχ ὑπακουόντων, ἀλλὰ καὶ τοὐναντίον πορρωτέρω τὴν ἀποχώρησιν ποιουμένων ἐπί τινα τόπον, ἅμα δὲ καὶ νυκτὸς καταλαμβανούσης ἠναγκάσθη συνεῖξαι τῷ καιρῷ. [4] Ἀντίγονος δὲ τοὺς ἱππεῖς εἰς δύο μέρη διελόμενος τοὺς μὲν αὐτὸς ἔχων ἐφήδρευε τοῖς περὶ τὸν Εὐμενῆ, τὴν ὁρμὴν αὐτῶν ἀποθεωρῶν, τοὺς δ᾽ ἄλλους παραδοὺς Πίθωνι προσέταξεν ἐπιθέσθαι τοῖς ἀργυράσπισι μεμονωμένοις τῆς τῶν ἱππέων βοηθείας. [5] ταχὺ δ᾽ αὐτοῦ τὸ προσταχθὲν συντελοῦντος οἱ Μακεδόνες εἰς πλινθίον ἑαυτοὺς ποιήσαντες ἀσφαλῶς ἀπεχώρησαν ἐπὶ τὸν ποταμὸν καὶ τῶν περὶ τὸν Πευκέστην κατηγόρουν ὡς αἰτίων γεγενημένων τῆς τῶν ἱππέων ἥττης. καταντησάντων δὲ καὶ τῶν περὶ τὸν Εὐμενῆ περὶ λύχνων ἁφὰς συνελθόντες ἐβουλεύοντο τί χρὴ πράττειν. [6] οἱ μὲν οὖν σατράπαι τὴν ταχίστην ἔφησαν δεῖν ἀποχωρεῖν εἰς τὰς ἄνω σατραπείας, ὁ δ᾽ Εὐμενὴς ἀπεφαίνετο μένειν καὶ διαγωνίζεσθαι, τῆς μὲν τῶν ἐναντίων φάλαγγος συντετριμμένης, τῆς δὲ τῶν ἱππέων δυνάμεως ἐφαμίλλου παρ᾽ ἀμφοτέροις οὔσης. [7] οἱ δὲ Μακεδόνες οὐδετέροις ἔφασαν ὑπακούσεσθαι, τῆς ἀποσκευῆς αὐτῶν [p. 71] ἡλωκυίας καὶ παρὰ τοῖς πολεμίοις ὄντων τέκνων καὶ γυναικῶν καὶ πολλῶν ἄλλων ἀναγκαίων σωμάτων. [8] τότε μὲν οὖν διελύθησαν οὐδεμίαν συμπεφωνημένην γνώμην βεβαιώσαντες: μετὰ δὲ ταῦθ᾽ οἱ Μακεδόνες λάθρᾳ διαπρεσβευσάμενοι πρὸς Ἀντίγονον τὸν μὲν Εὐμενῆ συναρπάσαντες παρέδωκαν, τὰς δ᾽ ἀποσκευὰς κομισάμενοι καὶ πίστεις λαβόντες κατετάχθησαν εἰς τὸ στρατόπεδον. [9] τὸ παραπλήσιον δ᾽ οἵ τε σατράπαι καὶ τῶν ἄλλων ἡγεμόνων τε καὶ στρατιωτῶν οἱ πλεῖστοι, τὸν στρατηγὸν ἐγκαταλιπόντες, τῆς ἰδίας ἀσφαλείας μόνον ἐφρόντισαν.

Ἀντίγονος δὲ παραδόξως κυριεύσας τοῦ τ᾽ Εὐμενοῦς καὶ πάσης τῆς ἀντιτεταγμένης δυνάμεως Ἀντιγένην μὲν τὸν τῶν ἀργυρασπίδων ἡγούμενον συλλαβὼν καὶ καταθέμενος εἰς σειρὸν ζῶντα κατέκαυσεν, Εὔδημον δὲ τὸν ἐξ Ἰνδῶν καταγαγόντα τοὺς ἐλέφαντας καὶ Κελβανὸν καί τινας ἄλλους τῶν ἀλλοτρίως ἀεὶ πρὸς αὐτὸν ἐχόντων ἀνεῖλεν. [2] Εὐμενῆ δὲ παραδοὺς εἰς φυλακὴν ἐβουλεύετο πῶς αὐτῷ χρηστέον εἴη. ἔσπευδε γὰρ ἔχειν μεθ᾽ αὑτοῦ στρατηγὸν ἀγαθὸν καὶ χάριτος ὑπόχρεων, οὐ λίαν δ᾽ ἐπίστευεν αὐτοῦ ταῖς ἐπαγγελίαις διὰ τὴν πρὸς Ὀλυμπιάδα καὶ τοὺς βασιλεῖς φιλίαν: καὶ γὰρ πρότερον σωθεὶς ὑπ᾽ αὐτοῦ περὶ Νῶρα τῆς Φρυγίας οὐδὲν ἧττον τοῖς βασιλεῦσι προθυμότατα συνηγωνίσατο. ὁρῶν δὲ καὶ τὴν τῶν Μακεδόνων ὁρμὴν [p. 72] ἀπαραίτητον οὖσαν πρὸς τὴν κατ᾽ Εὐμενοῦς τιμωρίαν ἀνεῖλε τὸν ἄνδρα: διὰ δὲ τὴν προγεγενημένην φιλίαν καύσας τὸ σῶμα καὶ καταθέμενος εἰς ἀγγεῖον τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους ἀπέστειλεν. [3] ἀνήχθη δ᾽ ἐν τοῖς τραυματίαις αἰχμάλωτος καὶ ὁ τὰς ἱστορίας συνταξάμενος Ἱερώνυμος ὁ Καρδιανός, ὃς τὸν μὲν ἔμπροσθεν χρόνον ὑπ᾽ Εὐμενοῦς τιμώμενος διετέλεσεν, μετὰ δὲ τὸν ἐκείνου θάνατον ὑπ᾽ Ἀντιγόνου ἐτύγχανε φιλανθρωπίας καὶ πίστεως. [4] ὁ δ᾽ Ἀντίγονος τὴν δύναμιν ἅπασαν ἀναλαβὼν εἰς Μηδίαν αὐτὸς μὲν ἔν τινι κώμῃ παρεχείμασεν οὔσῃ πλησίον Ἐκβατάνων, ἐν ᾗ τῆς χώρας ἐκείνης ἐστὶ τὰ βασίλεια, τοὺς δὲ στρατιώτας ἐπιδιεῖλεν εἰς ἅπασαν τὴν σατραπείαν καὶ μάλιστα εἰς τὴν ἐπαρχίαν τὴν προσαγορευομένην Ῥάγας, ἣ ταύτην τὴν προσηγορίαν ἔσχεν ἀπὸ τῶν γενομένων περὶ αὐτὴν ἀτυχημάτων ἐν τοῖς ἔμπροσθεν χρόνοις: [5] πλείστας γὰρ ἔχουσα πόλεις τῶν ἐν ἐκείνοις τοῖς τόποις καὶ μάλιστ᾽ εὐδαιμονούσας τηλικούτους ἔσχε σεισμοὺς ὥστε καὶ τὰς πόλεις καὶ τοὺς ἐνοικοῦντας ἅπαντας ἀφανισθῆναι, καθόλου δὲ τὴν χώραν ἀλλοιωθῆναι καὶ ποταμοὺς ἀντὶ τῶν προϋπαρχόντων ἄλλους φανῆναι καὶ λίμνας.

κατὰ δὲ τούτους τοὺς χρόνους συνέβη γενέσθαι περὶ τὴν Ῥοδίων πόλιν τὸν τρίτον κατακλυσμόν, ὃς πολλοὺς τῶν ἐνοικούντων διέφθειρεν. ὧν ὁ μὲν πρῶτος ὀλίγα τοῖς ἀνθρώποις ἐνώχλησεν, ὡς ἂν τῆς πόλεως οὔσης νεοκτίστου καὶ διὰ τοῦτο πολλὴν εὐρυχωρίαν [p. 73] ἐχούσης, [2] ὁ δὲ δεύτερος μείζων ἐγένετο καὶ πλείω σώματα διέφθειρεν. ὁ δὲ τελευταῖος ἐπέπεσε μὲν ἔαρος ἀρχομένου, καταρραγέντων ἐξαίφνης μεγάλων ὄμβρων καὶ χαλάζης ἀπίστου τὸ μέγεθος: μνααῖαι γὰρ ἔπιπτον, ἔστι δ᾽ ὅτε καὶ μείζους, ὥστε πολλὰς μὲν τῶν οἰκιῶν συμπίπτειν διὰ τὸ βάρος, οὐκ ὀλίγους δὲ καὶ τῶν ἀνθρώπων ἀπόλλυσθαι: [3] θεατροειδοῦς δ᾽ οὔσης τῆς Ῥόδου καὶ τὰς ἐγκλίσεις τῶν ὑδάτων κατὰ τὸ πλεῖστον εἰς ἕνα τόπον ποιουμένης εὐθὺς τὰ ταπεινὰ τῆς πόλεως ἐπληροῦτο, τῶν μὲν ὀχετῶν διὰ τὸ δοκεῖν παρεληλυθέναι τὸν χειμῶνα κατημελημένων, τῶν δ᾽ ἐν τοῖς τείχεσιν ὀβελίσκων συμφραχθέντων. [4] τοῦ δ᾽ ὕδατος παραδόξως ἀθροιζομένου πᾶς μὲν ὁ περὶ τὸ δεῖγμα καὶ Διονύσιον τόπος ἐπεπλήρωτο, πρὸς δὲ τὸ Ἀσκληπιεῖον ἤδη τοῦ λιμνάζοντος τόπου προσιόντος ἐκπλαγεῖς μὲν ἦσαν ἅπαντες, πρὸς δὲ τὴν σωτηρίαν διαφόροις ἐχρῶντο κρίσεσιν. [5] οἱ μὲν γὰρ αὐτῶν εἰς τὰ πλοῖα συνέφυγον, οἱ δ᾽ ἐπὶ τὸ θέατρον ἀνέδραμον, τινὲς δὲ τῶν περικαταλαμβανομένων ὑπὸ τοῦ δεινοῦ διαποροῦντες ἐπὶ τοὺς ὑψηλοτάτους βωμοὺς καὶ τὰς τῶν ἀνδριάντων βάσεις προσανέβησαν. [6] κινδυνευούσης δὲ τῆς πόλεως ἄρδην μετὰ τῶν κατοικούντων ἀπολέσθαι βοήθειά τις αὐτόματος ἐγένετο: τοῦ γὰρ τείχους ῥαγέντος ἐπὶ πολὺν τόπον ἐξέπεσε ταύτῃ τὸ συνεστηκὸς ὕδωρ εἰς τὴν θάλασσαν καὶ ταχὺ πάλιν ἕκαστος εἰς τὴν προϋπάρχουσαν τάξιν ἀποκατέστη. [7] συνήργησε δὲ τοῖς κινδυνεύουσι καὶ τὸ μεθ᾽ ἡμέραν γενέσθαι τὸν κατακλυσμόν: [p. 74] οἱ γὰρ πλεῖστοι φθάσαντες ἐξεπήδησαν ἐκ τῶν οἰκιῶν εἰς τοὺς μετεώρους τόπους τῆς πόλεως: πρὸς δὲ τούτοις τὸ μὴ πλινθίνας εἶναι τὰς οἰκίας, ἀλλὰ λιθίνας καὶ διὰ τοῦτο τοὺς ἐπὶ τὰ στέγη καταφυγόντας ἀσφαλῶς διασωθῆναι. [8] ὅμως δὲ τηλικούτων ἀτυχημάτων γενομένων σώματα μὲν διεφθάρη πλείω τῶν πεντακοσίων, οἰκίαι δὲ αἱ μὲν τελέως ἔπεσον, αἱ δὲ διεσείσθησαν. καὶ τὰ μὲν περὶ τὴν Ῥόδον συμβάντα τοιοῦτον ἔσχε τὸν κίνδυνον.

Ἀντίγονος δὲ χειμάζων ἐν τῇ Μηδίᾳ καὶ πυθόμενος Πίθωνα πολλοὺς τῶν ἐν τῇ χειμασίᾳ στρατιωτῶν ἐπαγγελίαις καὶ δωρεαῖς ἰδίους κατασκευάζειν καὶ διανοεῖσθαι νεωτερίζειν, τὴν μὲν ἰδίαν προαίρεσιν ἐπεκρύψατο, προσποιηθεὶς δὲ ἀπιστεῖν τοῖς διαβάλλουσι τούτοις μὲν πολλῶν ἀκουόντων ἐπετίμησεν ὡς διιστάνουσι τὴν φιλίαν, πρὸς δὲ τοὺς ἐκτὸς διέδωκε λόγον ὅτι μέλλει καταλιπεῖν τῶν ἄνω σατραπειῶν στρατηγὸν Πίθωνα καὶ δύναμιν ἱκανὴν τὴν παρέξουσαν τὴν ἀσφάλειαν. [2] ἔγραψε δὲ καὶ πρὸς αὐτὸν ἐπιστολήν, ἀξιῶν ἥκειν τὴν ταχίστην, ὅπως κατὰ πρόσωπον περὶ τῶν ἀναγκαίων κοινολογησάμενος ταχέως τὴν ἐπὶ θάλασσαν κατάβασιν ποιήσηται. ταῦτα δ᾽ ἐμηχανήσατο σπεύδων τῆς μὲν ἀληθοῦς ὑποψίας αὐτὸν ἀποστῆσαι, πεῖσαι δ᾽ ὡς σατράπην καταλειφθησόμενον ἐλθεῖν εἰς χεῖρας: μετὰ βίας γὰρ συλλαβεῖν οὐ ῥᾴδιον ἦν ἄνδρα καὶ παρ᾽ Ἀλεξάνδρῳ προαγωγῆς δι᾽ ἀρετὴν τετευχότα καὶ κατ᾽ ἐκεῖνον τὸν καιρὸν σατράπην μὲν [p. 75] ὄντα τῆς Μηδίας, πεπολιτευμένον δὲ πρὸς ἅπαν τὸ στρατόπεδον. [3] ὁ δὲ Πίθων ἐτύγχανε μὲν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Μηδίας χειμάζων καὶ πλῆθος ἤδη διεφθαρκὼς τῶν ἐπαγγελλομένων συναποστήσεσθαι, γραφόντων δ᾽ αὐτῷ τῶν φίλων περὶ τῶν Ἀντιγόνου προαιρέσεων καὶ μεγάλας ὑπογραφόντων ἐλπίδας ἐξαπατηθεὶς κεναῖς προσδοκίαις ἧκε πρὸς Ἀντίγονον. [4] ὁ δὲ κυριεύσας τοῦ σώματος καὶ κατηγορίαν ποιησάμενος ἐν τοῖς μετέχουσι τοῦ συνεδρίου ῥᾳδίως κατεδίκασε καὶ παραχρῆμα ἀπέκτεινεν. [5] συναγαγὼν δὲ τὸ στρατόπεδον εἰς ἕνα τόπον σατράπην μὲν ἀπέδειξε τῆς Μηδίας Ὀροντοβάτην Μῆδον, στρατηγὸν δὲ Ἱππόστρατον, ἔχοντα πεζοὺς μὲν ξένους τρισχιλίους πεντακοσίους. [6] αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν παρῆλθεν εἰς Ἐκβάτανα. ἐνταῦθα δὲ παραλαβὼν ἀσήμου ἀργύρου τάλαντα πεντακισχίλια προῆγεν ἐπὶ τῆς Περσίδος, οὔσης τῆς ἀναβάσεως ὡς ἂν εἴκοσιν ἡμερῶν εἰς τὸ βασίλειον, ὃ καλεῖται Περσέπολις.

τοῦ δ᾽ Ἀντιγόνου καθ᾽ ὁδὸν ὄντος οἱ τοῦ Πίθωνος φίλοι καὶ μετεσχηκότες τῆς ἐπιβουλῆς, ὧν ἦσαν ἐπιφανέστατοι Μελέαγρος καὶ Μενοίτας, ἤθροισαν τοὺς πλανωμένους τῶν Εὐμενοῦς τε καὶ Πίθωνος συνήθων, εἰς ὀκτακοσίους ἱππεῖς. [2] καὶ τὸ μὲν πρῶτον τὴν χώραν ἐλεηλάτουν τῶν μὴ βουλομένων συναφίστασθαι Μήδων, μετὰ δὲ ταῦτα πυθόμενοι καταπεφρονηκότως στρατοπεδεύειν [p. 76] τόν τε Ἱππόστρατον καὶ τὸν Ὀροντοβάτην ἐπέθεντο νυκτὸς τῇ παρεμβολῇ. καὶ παρ᾽ ὀλίγον μὲν ἐκράτησαν τῆς ἐπιβολῆς, ὑπὸ δὲ τοῦ πλήθους κατισχυόμενοι καί τινας τῶν στρατιωτῶν πείσαντες συναποστῆναι πάλιν ἀπεχώρησαν. [3] εὔζωνοι δ᾽ ὄντες καὶ πάντες ἵπποις χρώμενοι τάς τε καταδρομὰς ἀπροσδοκήτους ἐποιοῦντο καὶ τὴν χώραν ταραχῆς ἐπλήρωσαν. μετὰ δέ τινα χρόνον συγκλεισθέντες εἴς τινα τόπον κρημνοῖς περιεχόμενον οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δ᾽ ἐζωγρήθησαν. [4] τῶν δὲ ἡγεμόνων Μελέαγρος καὶ Ὀκράνης ὁ Μῆδος καί τινες τῶν ἀξιολόγων ἀνδρῶν ὑποστάντες ἀνῃρέθησαν. καὶ τὰ μὲν περὶ τοὺς ἀποστάντας ἐν Μηδίᾳ τοιαύτην ἔσχε τὴν κατάστασιν.

ὁ δ᾽ Ἀντίγονος ἐπειδὴ τάχιστ᾽ ἦλθεν εἰς τὴν Περσίδα, τιμῆς μὲν ὑπὸ τῶν ἐγχωρίων ἠξιώθη βασιλικῆς ὡς ἂν κύριος ὢν ὁμολογουμένως τῆς Ἀσίας, αὐτὸς δὲ μετὰ τῶν φίλων συνεδρεύσας ἐβουλεύετο περὶ τῶν σατραπειῶν. τὴν μὲν οὖν Καρμανίαν εἴασεν ἔχειν Τληπόλεμον καὶ τὴν Βακτριανὴν ὁμοίως Στασάνορα: οὐ γὰρ ῥᾴδιον ἦν τούτους δι᾽ ἐπιστολῆς ἐκβαλεῖν, εὖ τὰ πρὸς τοὺς ἐγχωρίους πεπολιτευμένους καὶ πολλοὺς ἔχοντας συναγωνιστάς. [2] εἰς δὲ τὴν Ἀρίαν ἀπέστειλεν Εὔιτον: τελευτήσαντος δὲ μετ᾽ ὀλίγον χρόνον ἀντικατέστησεν Εὐαγόραν, ἄνδρα καὶ κατ᾽ ἀνδρείαν καὶ σύνεσιν θαυμαζόμενον. Ὀξυάρτην δὲ τὸν Ῥωξάνης πατέρα τὴν ἐν Παροπανισάδαις σατραπείαν εἴασεν [p. 77] ἔχειν, καθὰ καὶ πρότερον εἶχεν: οὐδὲ γὰρ τοῦτον ἦν ἐκβαλεῖν δυνατὸν ἄνευ χρόνου πολλοῦ καὶ δυνάμεως ἁδρᾶς. [3] μετεπέμψατο δὲ καὶ Σιβύρτιον ἐξ Ἀραχωτῶν, εὖ διακείμενον τὰ πρὸς αὐτόν, καὶ τήν τε σατραπείαν ἔχειν συνεχώρησε καὶ τῶν ἀργυρασπίδων συνέστησε τοὺς ταραχωδεστάτους, τῷ μὲν λόγῳ πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας, τῷ δ᾽ ἔργῳ πρὸς ἀπώλειαν: κατ᾽ ἰδίαν γὰρ ἐνετείλατο κατ᾽ ὀλίγους αὐτῶν εἰς τοιαύτας χρείας ἀποστέλλειν ἐν αἷς ἔμελλον ἀπολεῖσθαι. [4] ἐν δὲ τούτοις εἶναι συνέβαινε καὶ τοὺς Εὐμενῆ παραδόντας, ὥστε τῶν εἰς τὸν στρατηγὸν παρανομημάτων συντόμως αὐτοῖς ἐπιστῆναι τιμωρίαν: αἱ γὰρ ἀσεβεῖς χρεῖαι τοῖς μὲν δυνάσταις διὰ τὴν ἐξουσίαν γίνονται λυσιτελεῖς, τοῖς δ᾽ ὑπακούσασιν ἰδιώταις μεγάλων κακῶν ὡς ἐπίπαν αἴτιαι καθίστανται. [5] ὁ δ᾽ οὖν Ἀντίγονος ὁρῶν τὸν Πευκέστην παρὰ τοῖς Πέρσαις μεγάλης ἀποδοχῆς τυγχάνοντα τὸ μὲν πρῶτον παρείλετο τὴν σατραπείαν αὐτοῦ. τῶν δὲ ἐγχωρίων ἀγανακτούντων, ἑνὸς δὲ τῶν ἐπιφανεστάτων Θεσπίου καὶ παρρησίαν ἀγαγόντος ὡς οὐχ ὑπακουσομένων Περσῶν ἑτέρῳ, τοῦτον μὲν ἀπέκτεινεν, Ἀσκληπιόδωρον δὲ κατέστησε τῆς Περσίδος ὕπαρχον καὶ τοὺς ἱκανοὺς στρατιώτας παρέδωκεν: Πευκέστην δ᾽ εἰς ἄλλας ἐλπίδας ἀγαγὼν καὶ κενῶς μετεωρίσας ἐξήγαγεν ἐκ τῆς χώρας. [6] ποιουμένου δ᾽ αὐτοῦ τὴν πορείαν ἐπὶ Σούσων ἀπήντησεν αὐτῷ ἐπὶ τῷ Πασιτίγρι ποταμῷ Ξενόφιλος ὁ κυριεύων τῶν ἐν [p. 78] Σούσοις χρημάτων, ἀπεσταλμένος ὑπὸ Σελεύκου πᾶν ποιῆσαι τὸ προστασσόμενον. τοῦτον μὲν οὖν προσδεξάμενος προσεποιεῖτο τιμᾶν ἐν τοῖς μεγίστοις τῶν φίλων, εὐλαβούμενος μὴ μετανοήσας πάλιν αὐτὸν ἀποκλείσῃ: [7] αὐτὸς δὲ παραλαβὼν τὴν ἐν Σούσοις ἄκραν κατέλαβεν ἐν αὐτῇ τήν τε χρυσῆν ἀναδενδράδα καὶ πλῆθος ἄλλων κατασκευασμάτων, τῶν πάντων συναγομένων εἰς μύρια καὶ πεντακισχίλια τάλαντα. [8] ἠθροίσθη δ᾽ αὐτῷ καὶ ἄλλο πλῆθος χρημάτων ἔκ τε τῶν στεφάνων καὶ τῶν ἄλλων δωρεῶν, ἔτι δὲ ἐκ τῶν λαφύρων: ταῦτα γὰρ ἦσαν πεντακισχίλια τάλαντα, καὶ κατὰ τὴν Μηδίαν ἄλλα τοσαῦτα χωρὶς τῶν ἐν Σούσοις θησαυρῶν, ὥστε τὰ πάντα συναχθῆναι τάλαντα δισμύρια πεντακισχίλια. καὶ τὰ μὲν περὶ Ἀντίγονον ἐν τούτοις ἦν.

ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὴν Εὐρώπην καὶ τὰ συνεχῆ τῶν προειρημένων διέξιμεν. ὁ γὰρ Κάσανδρος εἰς Πύδναν τῆς Μακεδονίας συγκεκλεικὼς Ὀλυμπιάδα προσβολὰς μὲν τοῖς τείχεσιν ἠδυνάτει ποιεῖσθαι διὰ τοὺς χειμῶνας, περιστρατοπεδεύσας δὲ τὴν πόλιν καὶ χάρακα βαλόμενος ἀπὸ θαλάσσης εἰς θάλασσαν, ἔτι δὲ ἐφορμῶν τῷ λιμένι πάντα βουλόμενον ἐπικουρῆσαι διεκώλυεν. [2] ταχὺ δὲ τῶν ἐπιτηδείων ἐξαναλωθέντων τοσαύτην περὶ τοὺς ἔνδον κατεσκεύασεν ἔνδειαν ὥστ᾽ ἐκλυθῆναι τὸ παράπαν: εἰς τοῦτο [p. 79] γὰρ ἦλθον ἀνάγκης ὥστε τῷ μὲν στρατιώτῃ σιτομετρεῖν χοίνικας πέντε τοῦ μηνός, τοῖς δ᾽ ἐλέφασι τοῖς κατακλεισθεῖσι διδόναι πρίοντας τὰς δοκούς, τὰ δ᾽ ὑποζύγια καὶ τοὺς ἵππους κατακόψαι πρὸς διατροφήν. [3] τοιαύτης δὲ περιστάσεως κατεχούσης τὴν πόλιν καὶ τῆς Ὀλυμπιάδος ἔτι προσανεχούσης ταῖς ἔξωθεν ἐλπίσιν οἱ μὲν ἐλέφαντες ὑπὸ τῆς ἐνδείας διεφθάρησαν, τῶν δ᾽ ἱππέων οἱ μὲν ἔξω τάξεως ὄντες οὐ σιτομετρούμενοι τὸ παράπαν σχεδὸν ἅπαντες ἐτελεύτησαν, οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν τῆς ὁμοίας καταστροφῆς ἔτυχον. [4] ἔνιοι δὲ τῶν βαρβάρων, τῆς φύσεως κατισχυούσης τὴν εὐλάβειαν, ἐσαρκοφάγουν ἀναλεγόμενοι τὰ σώματα τῶν ἀποθνησκόντων. ταχὺ δὲ τῆς πόλεως πληρουμένης νεκρῶν οἱ προεστηκότες τοῦ περὶ τὴν βασίλισσαν συστήματος τὰ μὲν κατώρυττον τῶν σωμάτων, τὰ δ᾽ ὑπὲρ τῶν τειχῶν ἐξερρίπτουν, ὥστ᾽ εἶναι καὶ τὴν θέαν τὴν τούτων ἀπεχθῆ καὶ τὴν δυσωδίαν ἀνυπομένητον μὴ μόνον γυναιξὶ βασιλίσσαις καὶ τρυφῆς οἰκείαις, ἀλλὰ καὶ τῶν στρατιωτῶν τοῖς εἰωθόσι κακοπαθεῖν.

τοῦ δ᾽ ἔαρος ἀρχομένου καὶ τῆς ἐνδείας ἀεὶ μᾶλλον αὐξανομένης συνέδραμον πολλοὶ τῶν στρατιωτῶν καὶ τὴν Ὀλυμπιάδα παρεκάλουν αὐτοὺς ἀφεῖναι διὰ τὴν ἀπορίαν. ἡ δὲ οὔτε σιτομετρεῖν αὐτοὺς δυναμένη τὸ παράπαν οὔτε τὴν πολιορκίαν λῦσαι συνεχώρησεν ἀπαλλάττεσθαι. [2] ὁ δὲ Κάσανδρος προσδεξάμενος [p. 80] ἅπαντας τοὺς αὐτομολήσαντας καὶ φιλανθρώπως χρησάμενος διαπέστειλεν ἐπὶ τὰς πόλεις: ἤλπιζε γὰρ παρὰ τούτων πυθομένους τοὺς Μακεδόνας τὴν Ὀλυμπιάδος ἀσθένειαν ἀπελπιεῖν αὐτῆς τὰ πράγματα. [3] οὐ κακῶς δ᾽ αὐτοῦ στοχασαμένου περὶ τοῦ μέλλοντος οἱ μὲν συναγωνίζεσθαι διεγνωκότες τοῖς πολιορκουμένοις μετενόησαν καὶ πρὸς Κάσανδρον ἀπεχώρησαν, μόνοι δὲ τῶν ἐν Μακεδονίᾳ τὴν εὔνοιαν διεφύλαξαν Ἀριστόνους καὶ Μόνιμος, ὧν Ἀριστόνους μὲν Ἀμφιπόλεως ἐκυρίευεν, [4] ὁ δ᾽ ἕτερος Πέλλης. ἡ δ᾽ Ὀλυμπιὰς ὁρῶσα τοὺς μὲν πλείους μεταθεμένους πρὸς Κάσανδρον, τοὺς δ᾽ ὑπολοίπους τῶν φίλων οὐκ ἰσχύοντας βοηθεῖν, ἐπεχείρησε πεντήρη ναῦν κατασπᾶν καὶ διὰ ταύτης αὑτήν τε καὶ τοὺς φίλους σώζειν. [5] αὐτομόλου δέ τινος τὸ γινόμενον ἀπαγγείλαντος τοῖς πολεμίοις ὁ μὲν Κάσανδρος ἐπιπλεύσας ἐκυρίευσε τοῦ σκάφους, ἡ δ᾽ Ὀλυμπιὰς ἀπογνοῦσα τὰ καθ᾽ αὑτὴν πρέσβεις ἐξέπεμψε περὶ διαλύσεων. οἰομένου δὲ δεῖν τοῦ Κασάνδρου τὰ καθ᾽ αὑτὴν ἐπιτρέπειν μόγις ἔπεισεν ὥστε μόνην ἐξαίρετον λαβεῖν τὴν τοῦ σώματος ἀσφάλειαν. [6] Κάσανδρος δὲ κυριεύσας τῆς πόλεως ἐξέπεμψε τοὺς παραληψομένους τήν τε Πέλλαν καὶ τὴν Ἀμφίπολιν. [7] ὁ μὲν οὖν τῆς Πέλλης κυριεύων Μόνιμος ἀκούσας τὰ συμβάντα περὶ τὴν Ὀλυμπιάδα παρέδωκε τὴν πόλιν: ὁ δ᾽ Ἀριστόνους τὸ μὲν πρῶτον ἀντέχεσθαι τῶν πραγμάτων διεγνώκει, στρατιώτας τε συχνοὺς ἔχων καὶ προσφάτως εὐημερηκώς: ὀλίγαις γὰρ ἔμπροσθεν ἡμέραις παραταξάμενος πρὸς τὸν Κασάνδρου στρατηγὸν Κρατεύαν [p. 81] τοὺς πλείστους μὲν ἀνεῖλε τῶν ἀντιταχθέντων, αὐτὸν δὲ τὸν Κρατεύαν μετὰ δισχιλίων φυγόντα τῆς Βισαλτίας εἰς Βεδύνδια περιστρατοπεδεύσας ἐξεπολιόρκησε καὶ τὰ ὅπλα παρελόμενος ὑπόσπονδον ἀφῆκε. [8] διὰ δὲ ταῦτα ἐπαιρόμενος καὶ τὸν Εὐμενοῦς θάνατον ἀγνοῶν, ἔτι δὲ τοὺς περὶ Ἀλέξανδρον καὶ Πολυπέρχοντα νομίζων συνεπιλήψεσθαι τὴν Ἀμφίπολιν οὐκ ἔφη παραδώσειν. ἐπεὶ δὲ ἔγραψε πρὸς αὐτὸν Ὀλυμπιὰς ἀπαιτοῦσα τὴν πίστιν καὶ κελεύουσα παραδοῦναι, διαλαβὼν ἀναγκαῖον εἶναι τὸ προστασσόμενον ποιεῖν, τήν τε πόλιν ἐνεχείρισε καὶ τὰ πιστὰ περὶ τῆς ἀσφαλείας ἔλαβεν.

ὁ δὲ Κάσανδρος ὁρῶν περὶ τὸν Ἀριστόνουν ὑπάρχον ἀξίωμα διὰ τὴν παρ᾽ Ἀλεξάνδρου προαγωγὴν καὶ σπεύδων ἐκ ποδῶν ποιεῖν τοὺς δυναμένους νεωτερίζειν ἐπανεῖλε τὸν ἄνδρα διὰ τῶν Κρατεύα συγγενῶν. προετρέψατο δὲ καὶ τοὺς οἰκείους τῶν ἀνῃρημένων ὑπ᾽ Ὀλυμπιάδος ἐν κοινῇ τῶν Μακεδόνων ἐκκλησίᾳ κατηγορεῖν τῆς προειρημένης γυναικός. [2] ὧν ποιησάντων τὸ προσταχθὲν καὶ τῆς μὲν Ὀλυμπιάδος οὔτε παρούσης οὔτε ἐχούσης τοὺς ἀπολογησομένους οἱ μὲν Μακεδόνες κατεγίνωσκον αὐτῆς θάνατον, ὁ δὲ Κάσανδρος πέμψας τινὰς τῶν φίλων πρὸς τὴν Ὀλυμπιάδα συνεβούλευε λάθρᾳ φυγεῖν, [p. 82] ἐπαγγελλόμενος αὐτῇ ναῦν παρασκευάσειν καὶ διακομιεῖν εἰς τὰς Ἀθήνας. [3] τοῦτο δ᾽ ἔπραττεν οὐ τῆς σωτηρίας προνοούμενος, ἀλλ᾽ ἵνα καθ᾽ αὑτῆς φυγὴν καταγνοῦσα καὶ διαφθαρεῖσα κατὰ τὸν πλοῦν δόξῃ δικαίᾳ περιπεπτωκέναι τιμωρίᾳ: εὐλαβεῖτο γὰρ ἅμα καὶ τὸ περὶ αὐτὴν ἀξίωμα καὶ τὸ τῶν Μακεδόνων εὐμετάβολον. [4] τῆς δὲ Ὀλυμπιάδος οὐ φαμένης φεύξεσθαι, τοὐναντίον δ᾽ ἑτοίμης οὔσης ἐν πᾶσι Μακεδόσι κριθῆναι ὁ Κάσανδρος φοβηθεὶς μήποτε τὸ πλῆθος ἀκοῦον τῆς βασιλίσσης ἀπολογουμένης καὶ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου πρὸς ἅπαν ἔθνος εὐεργεσιῶν ἀναμιμνησκόμενον μετανοήσῃ, διακοσίους τῶν στρατιωτῶν τοὺς ἐπιτηδειοτάτους ἀπέστειλε πρὸς αὐτήν, προστάξας ἀνελεῖν τὴν ταχίστην. [5] οὗτοι μὲν οὖν παρεισπεσόντες εἰς τὴν βασιλικὴν οἰκίαν, ὡς ἴδον τὴν Ὀλυμπιάδα, καταιδεσθέντες τὸ περὶ αὐτὴν ἀξίωμα πάλιν ἀπεχώρησαν ἄπρακτοι: οἱ δὲ τῶν ἀνῃρημένων συγγενεῖς, Κασάνδρῳ τε χαρίζεσθαι βουλόμενοι καὶ τοῖς τετελευτηκόσιν ἀμῦναι, κατέσφαξαν τὴν βασίλισσαν, οὐδεμίαν ἀγεννῆ καὶ γυναικείαν προεμένην ἀξίωσιν. Ὀλυμπιὰς μὲν οὖν, μέγιστον τῶν καθ᾽ αὑτὴν ἐσχηκυῖα ἀξίωμα καὶ γεγενημένη θυγάτηρ μὲν Νεοπτολέμου τοῦ βασιλέως τῶν Ἠπειρωτῶν, ἀδελφὴ δὲ Ἀλεξάνδρου τοῦ στρατεύσαντος εἰς Ἰταλίαν, ἔτι δὲ γυνὴ μὲν Φιλίππου τοῦ πλεῖστον ἰσχύσαντος τῶν πρὸ αὐτοῦ κατὰ τὴν Εὐρώπην δυναστευσάντων, μήτηρ δὲ Ἀλεξάνδρου τοῦ πλεῖστα καὶ κάλλιστα κατεργασαμένου τοιαύτης καταστροφῆς ἔτυχε. [p. 83]

Κάσανδρος δέ, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων προχωρούντων, περιελάμβανε ταῖς ἐλπίσι τὴν Μακεδόνων βασιλείαν. διὸ καὶ Θεσσαλονίκην ἔγημε, τὴν Φιλίππου μὲν θυγατέρα, Ἀλεξάνδρου δὲ ἀδελφὴν ὁμοπάτριον, σπεύδων οἰκεῖον αὑτὸν ἀποδεῖξαι τῆς βασιλικῆς συγγενείας. [2] ἔκτισε δὲ καὶ πόλιν ἐπὶ τῆς Παλλήνης ὁμώνυμον αὐτοῦ Κασάνδρειαν, εἰς ἣν τάς τε ἐκ τῆς Χερρονήσου πόλεις συνῴκισε καὶ τὴν Ποτίδαιαν, ἔτι δὲ τῶν σύνεγγυς χωρίων οὐκ ὀλίγα: κατῴκισε δ᾽ εἰς αὐτὴν καὶ τῶν Ὀλυνθίων τοὺς διασωζομένους, ὄντας οὐκ ὀλίγους. [3] πολλῆς δὲ χώρας προσορισθείσης τοῖς Κασανδρεῦσι καὶ ταύτης ἀγαθῆς, ἔτι δὲ τοῦ Κασάνδρου πολλὰ συμφιλοτιμηθέντος εἰς τὴν αὔξησιν ταχὺ μεγάλην ἐπίδοσιν ἔλαβεν ἡ πόλις καὶ πλεῖστον ἴσχυσε τῶν ἐν Μακεδονίᾳ. [4] ὁ δὲ Κάσανδρος διεγνώκει μὲν ἀνελεῖν Ἀλεξάνδρου τὸν παῖδα καὶ τὴν μητέρα αὐτοῦ Ῥωξάνην, ἵνα μηδεὶς ᾖ διάδοχος τῆς βασιλείας: κατὰ δὲ τὸ παρὸν θεωρῆσαι βουλόμενος τοὺς τῶν πολλῶν λόγους, τίνες ἔσονται περὶ τῆς Ὀλυμπιάδος ἀναιρέσεως, ἅμα δ᾽ οὐδὲν πεπυσμένος τῶν περὶ Ἀντίγονον τὴν μὲν Ῥωξάνην μετὰ τοῦ παιδὸς εἰς φυλακὴν παρέδωκε, μεταγαγὼν εἰς τὴν ἄκραν τὴν ἐν Ἀμφιπόλει, τάξας τε ἐπ᾽ αὐτῆς Γλαυκίαν τινὰ τῶν πιστευομένων: ἀπέσπασε δὲ καὶ τοὺς εἰωθότας παῖδας συντρέφεσθαι καὶ τὴν ἀγωγὴν οὐκέτι βασιλικήν, ἀλλ᾽ ἰδιώτου τοῦ τυχόντος οἰκείαν ἐκέλευε γίνεσθαι. [5] μετὰ δὲ ταῦτα βασιλικῶς [p. 84] ἤδη διεξάγων τὰ κατὰ τὴν ἀρχὴν Εὐρυδίκην μὲν καὶ Φίλιππον τοὺς βασιλεῖς, ἔτι δὲ Κύνναν, ἣν ἀνεῖλεν Ἀλκέτας, ἔθαψεν ἐν Αἰγαιαῖς, καθάπερ ἔθος ἦν τοῖς βασιλεῦσι. τιμήσας δὲ τοὺς τετελευτηκότας ἐπιταφίοις ἀγῶσι κατέγραφε τῶν Μακεδόνων τοὺς εὐθέτους, διεγνωκὼς εἰς Πελοπόννησον στρατεύειν. [6] τούτου δὲ περὶ ταῦτ᾽ ὄντος Πολυπέρχων ἐτύγχανε μὲν πολιορκούμενος ἐν Ἀζωρίῳ τῆς Περραιβίας, ἀκούσας δὲ τὴν Ὀλυμπιάδος τελευτὴν καὶ τελέως ἀπελπίσας τὰ κατὰ Μακεδονίαν ἐξεπήδησεν ἐκ τῆς πόλεως μετ᾽ ὀλίγων, πορευθεὶς δὲ ἐκ τῆς Θεσσαλίας καὶ παραλαβὼν τοὺς περὶ τὸν Αἰακίδην ἀπεχώρησεν εἰς τὴν Αἰτωλίαν, ὑπολαβὼν ἀσφαλέστατα καραδοκήσειν ἐνταῦθα τὰς τῶν πραγμάτων μεταβολάς: καὶ γὰρ ἐτύγχανεν οἰκείως ἔχων πρὸς τοῦτο τὸ ἔθνος.

Κάσανδρος δὲ συστησάμενος ἱκανὴν δύναμιν ἀνέζευξεν ἐκ τῆς Μακεδονίας, σπεύδων Ἀλέξανδρον τὸν Πολυπέρχοντος ἐκβαλεῖν ἐκ τῆς Πελοποννήσου: οὗτος γὰρ ἦν λοιπὸς μετὰ δυνάμεως τῶν ἀντιπρασσόντων καὶ κατειλήφει πόλεις τε καὶ τόπους ἐπικαίρους. τὴν μὲν οὖν Θεσσαλίαν ἀσφαλῶς διῆλθεν, τὰς δ᾽ ἐν Πύλαις παρόδους εὑρὼν ὑπ᾽ Αἰτωλῶν φυλαττομένας μόγις τούτους βιασάμενος παρῆλθεν εἰς τὴν Βοιωτίαν. [2] μεταπεμψάμενος [p. 85] δὲ πανταχόθεν τοὺς διασωζομένους τῶν Θηβαίων ἐνεχείρει κατοικίζειν τὰς Θήβας, ὑπολαβὼν κάλλιστον ἔχειν καιρὸν πόλιν διωνομασμένην καὶ διὰ τὰς πράξεις καὶ διὰ τοὺς παραδεδομένους περὶ αὐτῆς μύθους ἀναστῆσαι καὶ διὰ τὴν εὐεργεσίαν ταύτην τυχεῖν ἀθανάτου δόξης. [3] συμβέβηκε δὲ τὴν πόλιν ταύτην πλείσταις καὶ μεγίσταις κεχρῆσθαι μεταβολαῖς, οὐκ ὀλιγάκις ἀνάστατον γεγενημένην: περὶ ὧν οὐκ ἀνοίκειον ἐν κεφαλαίοις εἰπεῖν. [4] μετὰ γὰρ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν Κάδμου κτίσαντος τὴν ἀπ᾽ αὐτοῦ προσαγορευθεῖσαν Καδμείαν συνῆλθεν ἐπ᾽ αὐτὴν λαὸς ὃν τινὲς μὲν Σπαρτὸν προσηγόρευσαν διὰ τὸ πανταχόθεν συναχθῆναι, τινὲς δὲ Θηβαγενῆ διὰ τὸ τὴν ἀρχὴν ἐκ τῆς προειρημένης πόλεως ὄντα διὰ τὸν κατακλυσμὸν ἐκπεσεῖν καὶ διασπαρῆναι. [5] τοὺς οὖν τότε κατοικήσαντας ὕστερον Ἐγχελεῖς καταπολεμήσαντες ἐξέβαλον, ὅτε δὴ συνέβη καὶ τοὺς περὶ Κάδμον εἰς Ἰλλυριοὺς ἐκπεσεῖν. μετὰ δὲ ταῦτ᾽ Ἀμφίονος καὶ Ζήθου κρατησάντων τοῦ τόπου καὶ τότε πρῶτον τὸ ἄστυ κτισάντων, καθάπερ καὶ ὁ ποιητής φησιν οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο τὸ δεύτερον οἱ κατοικήσαντες τὸν τόπον ἐξέπεσον κατελθόντος Πολυδώρου τοῦ Κάδμου καὶ καταφρονήσαντος τῶν πραγμάτων διὰ τὴν γενομένην τῷ Ἀμφίονι περὶ τὰ τέκνα συμφοράν. [6] ἑξῆς δὲ τῶν ἀπογόνων τούτου βασιλευόντων καὶ τῆς ὅλης χώρας ἤδη Βοιωτίας [p. 86] καλουμένης ἀπὸ Βοιωτοῦ τοῦ Μελανίππης μὲν καὶ Ποσειδῶνος υἱοῦ, δυναστεύσαντος δὲ τῶν τόπων, τὸ τρίτον ἐκπίπτουσιν οἱ Θηβαῖοι τῶν ἐξ Ἄργους ἐπιγόνων ἐκπολιορκησάντων τὴν πόλιν. [7] τῶν δ᾽ ἐκπεσόντων οἱ διασωθέντες κατέφυγον μὲν εἰς Ἀλαλκομενίαν καὶ τὸ Τιλφώσιον ὄρος, τῶν δὲ Ἀργείων ἀποχωρησάντων ἐπανῆλθον εἰς τὴν πατρίδα. μετὰ δὲ ταῦτα κατὰ τὸν Ἰλιακὸν πόλεμον ἐκστρατευσάντων τῶν Θηβαίων εἰς τὴν Ἀσίαν οἱ καταλειφθέντες ἐξέπεσον μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ Πελασγῶν. [8] οὐκ ὀλίγοις δὲ μετὰ ταῦτα περιπεσόντες συμπτώμασι μόγις μετὰ τετάρτην γενεὰν κατὰ τὸν γενόμενον ἐπὶ τῶν κοράκων χρησμὸν ἀπῆλθον εἰς τὴν Βοιωτίαν καὶ τὰς Θήβας κατῴκησαν. ἀπὸ δὲ τούτων τῶν χρόνων διαμενούσης τῆς πόλεως ἐπ᾽ ἔτη σχεδὸν ὀκτακόσια καὶ τὸ μὲν πρῶτον τῶν Θηβαίων τοῦ παρ᾽ αὐτῶν ἔθνους προστάντων, μετὰ δὲ ταῦτα τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἀμφισβητησάντων Ἀλέξανδρος ὁ Φιλίππου κατὰ κράτος ἐκπολιορκήσασκατέσκαψεν.

εἰκοστῷ δ᾽ ἔτει ὕστερον Κάσανδρος φιλοδοξῆσαι βουλόμενος καὶ πείσας τοὺς Βοιωτοὺς ἀνέστησε τὴν πόλιν τοῖς διασωζομένοις τῶν Θηβαίων. [2] συνεπελάβοντο δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τοῦ συνοικισμοῦ πολλαὶ διά τε τὸν πρὸς τοὺς ἠτυχηκότας ἔλεον καὶ διὰ τὴν δόξαν τῆς πόλεως: Ἀθηναῖοι μὲν γὰρ τὸ πολὺ μέρος τοῦ τείχους ἀνέστησαν καὶ τῶν ἄλλων οἱ μὲν ᾠκοδόμησαν κατὰ δύναμιν, οἱ δὲ καὶ [p. 87] χρήματα πρὸς τὰς κατεπειγούσας χρείας ἀπέστειλαν οὐ μόνον τῶν ἐκ τῆς Ἑλλάδος, ἀλλὰ καὶ Σικελίας, ἔτι δ᾽ Ἰταλίας. [3] Θηβαῖοι μὲν οὖν τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρίδα. Κάσανδρος δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Πελοποννήσου καὶ καταλαβὼν Ἀλέξανδρον τὸν Πολυπέρχοντος διειληφότα τὸν Ἰσθμὸν φυλακαῖς παρῆλθεν εἰς Μέγαρα. ἐνταῦθα δὲ κατασκευάσας σχεδίας ἐπὶ μὲν τούτων τοὺς ἐλέφαντας διεβίβασεν εἰς Ἐπίδαυρον, ἐν δὲ πλοίοις τὴν ἄλλην δύναμιν. παρελθὼν δὲ ἐπὶ τὴν τῶν Ἀργείων πόλιν ταύτην μὲν ἠνάγκασεν ἀποστᾶσαν τῆς Ἀλεξάνδρου συμμαχίας αὐτῷ προσθέσθαι, [4] μετὰ δὲ ταῦτα τὰς ἐν τῇ Μεσσήνῃ πόλεις προσηγάγετο πλὴν Ἰθώμης καὶ τὴν Ἑρμιονίδα δι᾽ ὁμολογίας παρέλαβεν. τοῦ δ᾽ Ἀλεξάνδρου μὴ συγκαταβαίνοντος εἰς παράταξιν ἀπολιπὼν ἐπὶ τὸν ἰσθμὸν Γερανίας στρατιώτας δισχιλίους καὶ στρατηγὸν Μόλυκκον ἐπανῆλθεν εἰς Μακεδονίαν.

τοῦ δ᾽ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Πραξίβουλος, ἐν Ῥώμῃ δὲ κατέστησαν ὕπατοι Ναύτιος Σπόριος καὶ Μάρκος Πόπλιος. ἐπὶ δὲ τούτων Ἀντίγονος τῆς μὲν Σουσιανῆς ἀπέλιπε σατράπην Ἀσπίσαν, ἕνα τῶν ἐγχωρίων, αὐτὸς δὲ τὰ χρήματα πάντα διαγνοὺς κατακομίζειν ἐπὶ θάλασσαν, ἁμάξας [p. 88] καὶ καμήλους παρεσκευάσατο καὶ μετὰ τῆς δυνάμεως ἔχων ταῦτα προῆγεν ἐπὶ τῆς Βαβυλωνίας. [2] ἐν ἡμέραις δ᾽ εἴκοσι καὶ δυσὶν αὐτοῦ καταντήσαντος εἰς Βαβυλῶνα Σέλευκος ὁ τῆς χώρας σατράπης δωρεαῖς τε βασιλικαῖς ἐτίμησε τὸν Ἀντίγονον καὶ τὴν δύναμιν ἅπασαν εἱστίασεν. [3] τοῦ δ᾽ Ἀντιγόνου λόγους ἀπατοῦντος τῶν προσόδων οὐκ ἔφησεν ὀφείλειν ὑπὲρ ταύτης τῆς χώρας ὑπέχειν εὐθύνας, ἣν Μακεδόνες αὐτῷ δεδώκασι διὰ τὰς γεγενημένας ἐξ αὐτοῦ χρείας Ἀλεξάνδρου ζῶντος. [4] τῆς δὲ διαφορᾶς καθ᾽ ἡμέραν αὐξομένης ὁ Σέλευκος ἀναλογιζόμενος τὰ Πίθωνι συμβάντα περιδεὴς ἦν μήποτε προφάσεως λαβόμενος ὁ Ἀντίγονος ἀνελεῖν αὐτὸν ἐπιχειρήσῃ: ἐῴκει γὰρ τοὺς ἐν ἀξιώμασι τῶν ἀνδρῶν ὄντας καὶ δυναμένους πραγμάτων ἀντιλαμβάνεσθαι πάντας σπεύδειν ἐκ ποδῶν ἀπαλλάσσειν. [5] ταῦτ᾽ οὖν εὐλαβηθεὶς ἐξεπήδησεν μετὰ πεντήκονθ᾽ ἱππέων, διανοούμενος εἰς Αἴγυπτον ἀποχωρεῖν πρὸς Πτολεμαῖον: διεβεβόητο γὰρ ἡ τούτου χρηστότης καὶ τὸ πρὸς τοὺς καταφυγόντας ἐπ᾽ αὐτὸν ἐκτενὲς καὶ φιλάνθρωπον. [6] ὁ δ᾽ Ἀντίγονος ἀκούσας περιχαρὴς ἦν ἐπὶ τῷ δοκεῖν αὐτὸς μὲν μὴ συνηναγκάσθαι προσενεγκεῖν τὰς χεῖρας ἀνδρὶ φίλῳ καὶ συνηγωνισμένῳ προθύμως, τὸν Σέλευκον δ᾽ αὐτὸν αὑτοῦ καταγνόντα φυγὴν παραδεδωκέναι τὴν σατραπείαν χωρὶς ἀγώνων καὶ κινδύνων. [7] μετὰ δὲ ταῦτα προσελθόντων αὐτῷ τῶν Χαλδαίων καὶ προλεγόντων ὡς, [p. 89] εἰ τὸν Σέλευκον ἐκ τῶν χειρῶν ἀφήσει, συμβήσεται τήν τ᾽ Ἀσίαν πᾶσαν ὑποχείριον γενέσθαι καὶ αὐτὸν Ἀντίγονον ἐν τῇ πρὸς ἐκεῖνον παρατάξει καταστρέψειν τὸν βίον, μεταμεληθεὶς τοῖς πεπραγμένοις ἐξέπεμψε τοὺς διώξοντας: οἳ μέχρι τινὸς ἐπακολουθήσαντες ἐπανῆλθον ἄπρακτοι. [8] ὁ δ᾽ Ἀντίγονος ἐν τοῖς ἄλλοις καταφρονεῖν εἰωθὼς τῶν τοιούτων προρρήσεων οὐ μετρίως ἐκινήθη τότε, καταπλαγεὶς τὸ ἀξίωμα τῶν ἀνδρῶν: μεγάλη γάρ τις ἐμπειρία περὶ τούτους εἶναι δοκεῖ καὶ παρατήρησις τῶν ἄστρων ἀκριβεστάτη. ἀποφαίνονται γὰρ πολλὰς μυριάδας ἐτῶν ὑπάρχειν ἐξ οὗ παρ᾽ αὐτοῖς ἐστιν ἡ περὶ ταῦτα σπουδή: δοκοῦσι δὲ καὶ Ἀλεξάνδρῳ προειπεῖν ὅτι παρελθὼν εἰς Βαβυλῶνα τελευτήσει. [9] ὁμοίως δὲ τῇ περὶ Ἀλεξάνδρου προρρήσει συνέβη καὶ τὴν περὶ Σελεύκου τελεσθῆναι κατὰ τὰς τῶν ἀνδρῶν τούτων ἀποφάσεις: περὶ ἧς τὰ κατὰ μέρος ἐροῦμεν, ὅταν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβαλώμεθα.

ὁ δ᾽ οὖν Σέλευκος διασωθεὶς εἰς τὴν Αἴγυπτον φιλανθρωπίας τε πάσης ἐτύγχανε παρὰ Πτολεμαίῳ καὶ κατηγορίαν ἐποιεῖτο πικρὰν Ἀντιγόνου, λέγων ὅτι διέγνωκεν πάντας τοὺς ἐν ἀξιώμασιν ὄντας καὶ μάλιστα τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας ἐκβαλεῖν ἐκ τῶν σατραπειῶν καὶ τούτων ἀποδείξεις ἔφερε τήν τε Πίθωνος ἀναίρεσιν καὶ τὴν Πευκέστου τῆς Περσίδος ἀφαίρεσιν καὶ τὰ περὶ αὐτὸν συμβάντα: [2] πάντας γὰρ [p. 90] οὐδὲν ἠδικηκότας, ἀλλὰ καὶ χρείας πολλὰς καὶ μεγάλας ἐν τῇ φιλίᾳ παρεσχημένους ἀρετῆς ὑπομεμενηκέναι πρόστιμον. διεξῄει δὲ καὶ τὰ μεγέθη τῶν περὶ αὐτὸν δυνάμεων καὶ τὸ πλῆθος τῶν χρημάτων, ἔτι δὲ τὰς προσφάτους εὐτυχίας, ἐξ ὧν ὑπεδείκνυεν ὑπερήφανον γεγενημένον καὶ ταῖς ἐλπίσι περιειληφότα πᾶσαν τὴν Μακεδόνων βασιλείαν. [3] διὰ δὲ τοιούτων λόγων προτρεψάμενος τὸν Πτολεμαῖον ἑτοιμάζεσθαι τὰ πρὸς τὸν πόλεμον ἐξέπεμψέ τινας τῶν φίλων εἰς τὴν Εὐρώπην, προστάξας πειρᾶσθαι τοῖς ὁμοίοις λόγοις ἐχθροὺς Ἀντιγόνου καταστῆσαι Κάσανδρόν τε καὶ Λυσίμαχον. [4] ὧν ταχὺ τὸ κελευσθὲν συντελεσάντων ἀρχὴ διαφορᾶς ἐφύετο καὶ μεγάλων πολέμων. ὁ δ᾽ Ἀντίγονος ἐκ τῶν εἰκότων συλλογισάμενος τὴν Σελεύκου προαίρεσιν ἐξέπεμψε πρεσβευτὰς πρός τε Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Κάσανδρον, ἀξιῶν διαφυλάσσειν τὴν προϋπάρχουσαν φιλίαν: τῆς δὲ Βαβυλωνίας καταστήσας σατράπην Πίθωνα τὸν ἐκ τῆς Ἰνδικῆς καταβεβηκότα μετὰ τῆς δυνάμεως ἀνέζευξεν, [5] ἐπὶ τῆς Κιλικίας τὴν πορείαν ποιούμενος. ὡς δ᾽ εἰς Μάλον παρεγένετο, διεμέρισε τὴν δύναμιν εἰς παραχειμασίαν μετὰ δύσιν Ὠρίωνος. παρέλαβε δὲ καὶ τὰ ἐν Κυΐνδοις χρήματα, τάλαντα μύρια. χωρὶς δὲ τούτων ἐκπίπτειν ἐκ τῶν προσόδων αὐτῷ τῶν κατ᾽ ἐνιαυτὸν τάλαντα μύρια χίλια. διόπερ συνέβαινεν [p. 91] αὐτὸν φοβερὸν εἶναι καὶ διὰ τὸ μέγεθος τῶν δυνάμεων καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων.

προάγοντος δ᾽ εἰς τὴν ἄνω Συρίαν Ἀντιγόνου παρεγένοντο πρέσβεις παρά τε Πτολεμαίου καὶ Λυσιμάχου καὶ Κασάνδρου. οὗτοι δ᾽ εἰσαχθέντες εἰς τὸ συνέδριον ἠξίουν Καππαδοκίαν μὲν καὶ Λυκίαν Κασάνδρῳ δοθῆναι, Φρυγίαν δὲ τὴν ἐφ᾽ Ἑλλησπόντῳ Λυσιμάχῳ, Συρίαν δὲ πᾶσαν Πτολεμαίῳ, Βαβυλωνίαν δὲ Σελεύκῳ, τῶν δὲ θησαυρῶν, οὓς παρέλαβεν μετὰ τὴν πρὸς Εὐμενῆ μάχην, ποιήσασθαι μερισμόν: καὶ γὰρ αὐτοὺς κεκοινωνηκέναι τοῦ πολέμου. εἰ δὲ μηδὲν τούτων ποιήσει, συστάντες ἅπαντες ἔφασαν πολεμήσειν αὐτῷ. [2] τοῦ δ᾽ Ἀντιγόνου τραχύτερον ἀποκριναμένου καὶ τὰ πρὸς πόλεμον εἰπόντος παρασκευάζεσθαι συνέβη τοὺς πρέσβεις ἀπράκτους ἐπανελθεῖν. μετὰ δὲ ταῦθ᾽ οἱ μὲν περὶ Πτολεμαῖον καὶ Λυσίμαχον, ἔτι δὲ Κάσανδρον συμμαχίαν πρὸς ἀλλήλους ποιησάμενοι δυνάμεις τε συνῆγον καὶ παρασκευὰς ὅπλων τε καὶ βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων ἐποίουν: [3] Ἀντίγονος δὲ ὁρῶν ἐφ᾽ ἑαυτὸν συνεστηκότας πολλοὺς καὶ μεγάλους τοῖς ἀξιώμασιν ἄνδρας καὶ συλλογιζόμενος τὸ μέγεθος τοῦ φυομένου πολέμου τά τ᾽ ἔθνη καὶ πόλεις καὶ δυνάστας προσεκαλεῖτο εἰς συμμαχίαν. [p. 92] [4] Ἀγησίλαον μὲν οὖν πρὸς τοὺς ἐν Κύπρῳ βασιλεῖς, εἰς δὲ Ῥόδον Ἰδομενέα καὶ Μοσχίωνα, Πτολεμαῖον δὲ τὸν ἀδελφιδοῦν μετὰ δυνάμεως εἰς Καππαδοκίαν ἀπέστειλεν, ἵνα λύσῃ μὲν Ἀμισσοῦ τὴν πολιορκίαν καὶ τοὺς ὑπὸ Κασάνδρου πεμφθέντας εἰς Καππαδοκίαν ἐκβάλῃ πάντας, πρὸς δὲ τούτοις ὅπως παραγενόμενος εἰς Ἑλλήσποντον ἐφεδρεύῃ τοῖς περὶ Κάσανδρον, ἂν ἐπιχειρῇ διαβαίνειν ἐκ τῆς Εὐρώπης. [5] Ἀριστόδημον δὲ τὸν Μιλήσιον εἰς Πελοπόννησον ἐξέπεμψεν ἔχοντα χίλια τάλαντα: τούτῳ δὲ συνετέτακτο συνθέσθαι φιλίαν πρὸς Ἀλέξανδρον καὶ Πολυπέρχοντα καὶ ξενολογήσαντα τοὺς ἱκανοὺς διαπολεμεῖν Κασάνδρῳ. αὐτὸς δὲ πᾶσαν τὴν Ἀσίαν, ἧς ἦν κύριος, διέλαβε πυρσοῖς καὶ βυβλιαφόροις, δἰ ὧν ὀξέως ἤμελλεν ὑπηρετεῖσθαι πάντα.

ἀπὸ δὲ τούτων γενόμενος ἀνέζευξεν ἐπὶ Φοινίκην, σπεύδων ναυτικὴν δύναμιν συστήσασθαι: συνέβαινε γὰρ τοὺς μὲν πολεμίους τότε θαλασσοκρατεῖν ναῦς πολλὰς ἔχοντας, αὐτῷ δὲ τὸ παράπαν οὐδ᾽ ὀλίγας εἶναι. στρατοπεδεύσας δὲ ἐν Τύρῳ τῆς Φοινίκης καὶ πολιορκῆσαι διανοούμενος τὴν Τύρον μετεπέμπετο τοὺς βασιλεῖς τῶν Φοινίκων καὶ τοὺς ὑπάρχους τῆς Συρίας. [2] καὶ τοὺς μὲν βασιλεῖς προετρέψατο συνεπιλαβέσθαι ναυπηγίας, [p. 93] ἐπειδὴ τὰς ναῦς τὰς ἐκ Φοινίκης ἁπάσας μετὰ τῶν πληρωμάτων Πτολεμαῖος εἶχεν ἐν Αἰγύπτῳ: τοῖς δ᾽ ὑπάρχοις ἐκέλευσεν ἑτοιμάσαι κατὰ τάχος πυρῶν μὲν μεδίμνων μυριάδας τετρακοσίας πεντήκοντα: τοσοῦτο γὰρ εἰς τὸν ἐνιαυτὸν ἐγίνετο δαπάνημα. αὐτὸς δὲ πανταχόθεν ἀθροίσας ὑλοτόμους καὶ πρίστας, ἔτι δὲ ναυπηγοὺς κατεκόμιζε τὴν ὕλην ἐπὶ θάλασσαν ἐκ τοῦ Λιβάνου, τεμνόντων μὲν αὐτὴν καὶ πριζόντων ἀνδρῶν ὀκτακισχιλίων, κατακομιζόντων δὲ ζευγῶν χιλίων. [3] τὸ δ᾽ ὄρος τοῦτο παρήκει μὲν παρά τε τὴν Τρίπολιν καὶ Βυβλίαν, ἔτι δὲ Σιδωνίαν, πλῆρες δ᾽ ἐστὶ ξύλων κεδρίνων καὶ κυπαρισσίνων θαυμαστῶν τό τε κάλλος καὶ μέγεθος. [4] ναυπηγεῖα δ᾽ ἀπέδειξε τρία μὲν κατὰ τὴν Φοινίκην, ἔν τε Τριπόλει καὶ Βύβλῳ καὶ Σιδῶνι, τέταρτον δὲ περὶ Κιλικίαν, κομιζομένης τῆς ὕλης ἐκ τοῦ Ταύρου. [5] ἦν δὲ καὶ περὶ Ῥόδον ἄλλο, συγχωρήσαντος τοῦ δήμου κατασκευάζειν ναῦς ἀπὸ τῆς ὕλης τῆς εἰσκομιζομένης. τοῦ δ᾽ Ἀντιγόνου περὶ ταῦτα ὄντος καὶ πλησίον τῆς θαλάσσης κατεστρατοπεδευκότος ἧκεν ἐξ Αἰγύπτου Σέλευκος μετὰ νεῶν ἑκατὸν κεκοσμημένων βασιλικῶς καὶ πλεουσῶν ἱκανῶς. ποιουμένου δ᾽ αὐτοῦ τὸν παράπλουν παρ᾽ αὐτὴν τὴν στρατοπεδείαν καταπεφρονηκότως οἵ τε ἐκ τῶν συμμαχίδων πόλεων καὶ πάντες οἱ κοινοπραγοῦντες τοῖς περὶ Ἀντίγονον ἄθυμοι καθειστήκεισαν: [6] πρόδηλον γὰρ ἦν [p. 94] ὅτι θαλασσοκρατοῦντες οἱ πολέμιοι πορθήσουσι τοὺς τοῖς ἐναντίοις κοινοπραγοῦντας ἀπὸ τῆς πρὸς Ἀντίγονον φιλίας. ὁ δ᾽ Ἀντίγονος τούτους μὲν παρεκάλει θαρρεῖν, διαβεβαιούμενος ἐν ταύτῃ τῇ θερίᾳ ἀναπλευσεῖσθαι ναυσὶ πεντακοσίαις.

ὄντος δ᾽ αὐτοῦ περὶ ταῦτα παρῆν Ἀγησίλαος ὁ πεμφθεὶς εἰς Κύπρον πρεσβευτής, ἀπαγγέλλων ὅτι Νικοκρέων μὲν καὶ τῶν ἄλλων οἱ κράτιστοι βασιλεῖς πρὸς Πτολεμαῖον πεποίηνται συμμαχίαν, ὁ δὲ Κιτιεὺς καὶ Λαπίθιος, ἔτι δὲ Μαριεὺς καὶ Κερυνίτης τὴν πρὸς αὐτὸν φιλίαν συντέθεινται. [2] ἀκούσας δὲ ταῦτα τρισχιλίους μὲν στρατιώτας καὶ στρατηγὸν Ἀνδρόνικον κατέλιπεν ἐπὶ τῆς πολιορκίας, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τήν τ᾽ Ἰόππην καὶ Γάζαν ἀπειθούσας κατὰ κράτος εἷλε καὶ τοὺς μὲν καταληφθέντας Πτολεμαίου στρατιώτας ἐπιδιεῖλεν εἰς τὰς ἰδίας τάξεις, εἰς δὲ τὰς πόλεις παρεισήγαγε φρουρὰν τὴν ἀναγκάσουσαν πειθαρχεῖν τοὺς ἐνοικοῦντας. [3] αὐτὸς δ᾽ ἐπανελθὼν εἰς τὴν πρὸς Παλαιτύρῳ στρατοπεδείαν παρεσκευάζετο τὰ πρὸς τὴν πολιορκίαν. [p. 95] Ἐπὶ δὲ τῶν καιρῶν τούτων Ἀρίστων ὁ πιστευθεὶς ὑπ᾽ Εὐμενοῦς τῶν ὀστῶν τῶν Κρατεροῦ παρέδωκεν εἰς ταφὴν αὐτὰ Φίλᾳ τῇ πρότερον μὲν Κρατερῷ συνοικούσῃ, τότε δὲ Δημητρίῳ τῷ Ἀντιγόνου. [4] αὕτη δ᾽ ἡ γυνὴ συνέσει δοκεῖ διενηνοχέναι: τούς τε γὰρ ταραχώδεις τῶν ἐν τῷ στρατοπέδῳ κατέπαυεν ἁρμοζόντως πολιτευομένη πρὸς ἕκαστον, τάς τε ἀδελφὰς καὶ θυγατέρας τῶν ἀπόρων ἐξεδίδου τοῖς ἰδίοις δαπανήμασι, πολλοὺς δὲ καὶ τῶν διαβολαῖς περιπιπτόντων μὴ δικαίαις ἀπήλλασσε τῶν κινδύνων. [5] λέγεται δὲ καὶ Ἀντίπατρον τὸν πατέρα αὐτῆς, ὃς δοκεῖ γεγονέναι φρονιμώτατος τῶν ἐν δυναστείαις γεγονότων κατὰ τὴν αὐτὴν ἡλικίαν, κόρης οὔσης ἔτι τῆς Φίλας συμβουλεύεσθαι πρὸς ταύτην περὶ τῶν μεγίστων. [6] μηνύσει δ᾽ ἀκριβέστερον τὸ τῆς γυναικὸς ἦθος προϊὼν ὁ λόγος καὶ τὰ πράγματα λαμβάνοντα μεταβολὴν καὶ κρίσιν ἐσχάτην τῆς περὶ Δημήτριον βασιλείας. καὶ τὰ μὲν περὶ Ἀντίγονον καὶ Φίλαν τὴν Δημητρίου γυναῖκα τοιαῦτ᾽ ἦν.

τῶν δὲ πεμφθέντων ὑπ᾽ Ἀντιγόνου στρατηγῶν Ἀριστόδημος μὲν πλεύσας εἰς τὴν Λακωνικὴν καὶ λαβὼν παρὰ τῶν Σπαρτιατῶν ἐξουσίαν ξενολογεῖν, στρατιώτας ἤθροισεν ὀκτακισχιλίους ἐκ τῆς Πελοποννήσου. ἐντυχὼν δὲ Ἀλεξάνδρῳ καὶ Πολυπέρχοντι φιλίαν συνέθετο πρὸς αὐτοὺς ὑπὲρ Ἀντιγόνου καὶ Πολυπέρχοντα μὲν στρατηγὸν ἀπέδειξε τῆς Πελοποννήσου, τὸν δὲ Ἀλέξανδρον ἔπεισεν εἰς τὴν Ἀσίαν πλεῦσαι πρὸς [p. 96] Ἀντίγονον. [2] ὁ δ᾽ ἕτερος τῶν στρατηγῶν Πτολεμαῖος πορευθεὶς μετὰ τῆς δυνάμεως εἰς Καππαδοκίαν καὶ καταλαβὼν Ἀμισσὸν πολιορκουμένην ὑπ᾽ Ἀσκληπιοδώρου τοῦ Κασάνδρου στρατηγοῦ τὴν μὲν πόλιν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ περὶ τὸν Ἀσκληπιόδωρον ὑποσπόνδους ἀφεὶς ἀνεκτήσατο τὴν σατραπείαν. [3] μετὰ δὲ ταῦτα πορευθεὶς διὰ Βιθυνίας καὶ Ζιβύτην τὸν βασιλέα τῶν Βιθυνῶν καταλαβὼν πολιορκοῦντα τήν τε τῶν Ἀστακηνῶν καὶ Χαλκηδονίων πόλιν συνηνάγκασε λῦσαι τὴν πολιορκίαν. ποιησάμενος δὲ συμμαχίαν πρός τε τὰς πόλεις ταύτας καὶ πρὸς τὸν Ζιβύτην, ἔτι δὲ λαβὼν ὁμήρους προῆγεν ἐπὶ Ἰωνίας καὶ Λυδίας: ἐγεγράφει γὰρ Ἀντίγονος αὐτῷ βοηθεῖν τῇ παραλίῳ κατὰ τάχος, ὡς τοῦ Σελεύκου τὸν πλοῦν ἐνταῦθα ποιησομένου. [4] ὡς δέ ποθ᾽ ἧκε πλησίον τῶν προειρημένων τόπων, Σέλευκος ἔτυχε μὲν πολιορκῶν Ἐρυθράς, πυθόμενος δὲ τὴν τῶν πολεμίων δύναμιν πλησίον οὖσαν ἀπέπλευσεν ἄπρακτος.

Ἀντίγονος δὲ παραγενομένου πρὸς αὐτὸν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος πρὸς μὲν τοῦτον συνέθετο φιλίαν, αὐτὸς δὲ συναγαγὼν τῶν τε στρατιωτῶν καὶ τῶν παρεπιδημούντων κοινὴν ἐκκλησίαν κατηγόρησε Κασάνδρου, προφερόμενος τήν τε Ὀλυμπιάδος ἀναίρεσιν καὶ τὰ συμβάντα περὶ Ῥωξάνην καὶ τὸν βασιλέα. [2] πρὸς δὲ τούτοις ἔλεγεν ὡς Θεσσαλονίκην μὲν βιασάμενος [p. 97] ἔγημεν, φανερῶς δὲ ἐξιδιάζεται τὴν Μακεδόνων βασιλείαν, ἔτι δὲ ὡς Ὀλυνθίους ὄντας πολεμιωτάτους Μακεδόνων κατῴκισεν εἰς τὴν ὁμώνυμον ἑαυτοῦ πόλιν καὶ Θήβας ἀνέστησε τὰς ὑπὸ Μακεδόνων κατασκαφείσας. [3] συναγανακτούντων δὲ τῶν ὄχλων ἔγραψε δόγμα καθ᾽ ὃ τὸν Κάσανδρον ἐψηφίσατο πολέμιον εἶναι, ἐὰν μὴ τάς τε πόλεις καθέλῃ καὶ τὸν βασιλέα καὶ τὴν μητέρα τὴν Ῥωξάνην προαγαγὼν ἐκ τῆς φυλακῆς ἀποδῷ τοῖς Μακεδόσι καὶ τὸ σύνολον ἐὰν μὴ πειθαρχῇ τῷ καθεσταμένῳ στρατηγῷ καὶ τῆς βασιλείας παρειληφότι τὴν ἐπιμέλειαν Ἀντιγόνῳ. εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους. ἐπιψηφισαμένων δὲ τῶν στρατιωτῶν τὰ ῥηθέντα διαπέστειλε πανταχῇ τοὺς κομιοῦντας τὸ δόγμα: [4] τοὺς μὲν γὰρ Ἕλληνας ὑπελάμβανε διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας προθύμους ἕξειν συναγωνιστὰς εἰς τὸν πόλεμον, τοὺς δ᾽ ἐν ταῖς ἄνω σατραπείαις στρατηγοὺς καὶ σατράπας, ὑπόπτως ἔχοντας ὡς Ἀντιγόνου καταλῦσαι διεγνωκότος τοὺς ἀπὸ Ἀλεξάνδρου βασιλεῖς, αὐτοῦ φανερῶς τὸν ὑπὲρ αὐτῶν πόλεμον ἀναδεχομένου πάντας μεταπεσεῖσθαι ταῖς γνώμαις καὶ τοῖς παραγγελλομένοις ἑτοίμως ὑπακούσεσθαι. [5] ἀπὸ δὲ τούτων γενόμενος Ἀλεξάνδρῳ μὲν δοὺς πεντακόσια τάλαντα καὶ περὶ τῶν μελλόντων εἰς μεγάλας ἀγαγὼν ἐλπίδας ἐξαπέστειλεν εἰς Πελοπόννησον: αὐτὸς δὲ παρὰ Ῥοδίων μεταπεμψάμενος ναῦς καὶ τῶν ναυπηγηθεισῶν τὰς πλείστας καταρτίσας ἐπέπλευσε τῇ Τύρῳ. θαλασσοκρατῶν [p. 98] δὲ καὶ διακωλύων σῖτον εἰσάγεσθαι προσεκαρτέρησε μὲν ἐνιαυτὸν καὶ τρεῖς μῆνας, εἰς ἔνδειαν δὲ δεινὴν ἀγαγὼν τοὺς ἐγκατακεκλεισμένους τοῖς μὲν παρὰ Πτολεμαίου στρατιώταις συνεχώρησεν ἀπελθεῖν ἔχουσι τὰ ἑαυτῶν, τὴν δὲ πόλιν δι᾽ ὁμολογίας παραλαβὼν φρουρὰν τὴν διαφυλάξουσαν εἰς αὐτὴν εἰσήγαγεν.

ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ἀκούσας τὰ δεδογμένα τοῖς μετ᾽ Ἀντιγόνου Μακεδόσι περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔγραψε καὶ αὐτὸς τὰ παραπλήσια, βουλόμενος εἰδέναι τοὺς Ἕλληνας ὅτι φροντίζει τῆς αὐτονομίας αὐτῶν οὐχ ἧττον Ἀντιγόνου: [2] οὐ γὰρ μικρὰν ῥοπὴν ὁρῶντες οὖσαν ἑκάτεροι προσλαβέσθαι τὴν τῶν Ἑλλήνων εὔνοιαν διημιλλῶντο πρὸς ἀλλήλους περὶ τῆς εἰς τούτους εὐεργεσίας. προσελάβετο δ᾽ εἰς τὴν συμμαχίαν καὶ τὸν τῆς Καρίας σατράπην Κάσανδρον, ἰσχύοντα καὶ πόλεις ἔχοντα τεταγμένας ὑφ᾽ ἑαυτὸν οὐκ ὀλίγας. [3] προαπεσταλκὼς δὲ τοῖς ἐν Κύπρῳ βασιλεῦσι στρατιώτας τρισχιλίους ἐξέπεμψε τότε δύναμιν ἁδράν, σπεύδων συναναγκάσαι τοὺς ἐναντιοπραγοῦντας ποιεῖν τὸ προστασσόμενον. [4] Μυρμιδόνα μὲν οὖν τὸν Ἀθηναῖον ἀπέστειλε μετὰ στρατιωτῶν μυρίων, Πολύκλειτον δὲ μετὰ νεῶν ἑκατόν, τῶν δὲ πάντων στρατηγὸν Μενέλαον τὸν ἀδελφόν. οὗτοι δὲ πλεύσαντες εἰς Κύπρον κἀκεῖ καταλαβόντες Σέλευκον μετὰ τοῦ στόλου συνήδρευσαν βουλευόμενοι τί χρὴ πράττειν. [5] ἔδοξεν οὖν αὐτοῖς Πολύκλειτον μετὰ [p. 99] πεντήκοντα νεῶν πλεῖν εἰς Πελοπόννησον καὶ διαπολεμεῖν τοῖς περὶ Ἀριστόδημον καὶ Ἀλέξανδρον, ἔτι δὲ Πολυπέρχοντα, Μυρμιδόνα δὲ καὶ τοὺς ξένους εἰς Καρίαν, βοηθήσοντας τοῖς περὶ τὸν Κάσανδρον πολεμουμένοις ὑπὸ Πτολεμαίου τοῦ στρατηγοῦ, τοὺς δὲ περὶ τὸν Σέλευκον καὶ Μενέλαον ὑπολειφθέντας ἐν Κύπρῳ μετὰ Νικοκρέοντος τοῦ βασιλέως καὶ τῶν ἄλλων τῶν συμμαχούντων διαπολεμεῖν τοῖς ἐναντιουμένοις. [6] τοῦτον δὲ τὸν τρόπον τῆς δυνάμεως διαμερισθείσης οἱ περὶ Σέλευκον Κερυνίαν μὲν καὶ Λάπιθον ἐξεπολιόρκησαν, Στασίοικον δὲ τὸν βασιλέα τῶν Μαριέων προσαγαγόμενοι τὸν Ἀμαθουσίων δυνάστην ἠνάγκασαν ὅμηρα δοῦναι, τὴν δὲ τῶν Κιτίων πόλιν οὐ δυνάμενοι προσαγαγέσθαι συνεχῶς ἐπολιόρκουν πάσῃ τῇ δυνάμει. [7] κατὰ τοῦτον δὲ τὸν καιρὸν πρὸς Ἀντίγονον κατέπλευσαν ἐξ Ἑλλησπόντου ναῦς τεσσαράκοντα Θεμίσωνος ναυαρχοῦντος: ὁμοίως δὲ ἐξ Ἑλλησπόντου καὶ Ῥόδου κατήγαγε σκάφη Διοσκουρίδης ὀγδοήκοντα. [8] προϋπῆρχον δ᾽ αὐτῷ κατηρτισμέναι ναῦς τῶν ἐν Φοινίκῃ ναυπηγηθεισῶν αἱ πρῶται συντελεσθεῖσαι: αὗται δ᾽ ἦσαν σὺν ταῖς ἐν Τύρῳ καταληφθείσαις ἑκατὸν καὶ εἴκοσιν, ὥστε τὰς πάσας περὶ αὐτὸν ἠθροῖσθαι ναῦς [p. 100] μακρὰς ἐξηρτυμένας διακοσίας τεσσαράκοντα: τούτων δ᾽ ἦσαν τετρήρεις μὲν ἐννενήκοντα πεντήρεις δὲ δέκα, ἐννήρεις δὲ τρεῖς, δεκήρεις δὲ δέκα, ἄφρακτοι δὲ τριάκοντα. [9] διελόμενος δὲ τὸν στόλον πεντήκοντα μὲν ναῦς ἐξέπεμψεν εἰς Πελοπόννησον, τῶν δ᾽ ἄλλων ναύαρχον καταστήσας Διοσκουρίδην τὸν ἀδελφιδοῦν προσέταξε περιπλεῖν τοῖς τε συμμάχοις παρεχόμενον τὴν ἀσφάλειαν καὶ τῶν νήσων τὰς μήπω μετεχούσας τῆς συμμαχίας προσαγόμενον. τὰ μὲν οὖν κατὰ τὸν Ἀντίγονον ἐν τούτοις ἦν.

ἡμεῖς δ᾽ ἐπεὶ τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα διήλθομεν, ἐν μέρει πάλιν τὰ κατὰ τὴν Εὐρώπην διέξιμεν. Ἀπολλωνίδης γὰρ ὁ ταχθεὶς ὑπὸ Κασάνδρου στρατηγὸς ἐπὶ τῆς Ἀργείων πόλεως ἐξοδεύσας εἰς Ἀρκαδίαν νυκτὸς ἐκυρίευσε τῆς τῶν Στυμφαλίων πόλεως: [2] περὶ ταῦτα δ᾽ αὐτοῦ διατρίβοντος τῶν Ἀργείων οἱ πρὸς Κάσανδρον ἀλλοτρίως ἔχοντες ἐπεκαλέσαντο τὸν Πολυπέρχοντος Ἀλέξανδρον, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν. τοῦ δ᾽ Ἀλεξάνδρου βραδύνοντος Ἀπολλωνίδης φθάσας κατήντησεν εἰς Ἄργος. [3] τῶν δ᾽ ἐναντιουμένων καταλαβὼν εἰς πεντακοσίους συνηδρευκότας ἐν τῷ πρυτανείῳ τούτους μὲν ἀποκλείσας τῆς ἐξόδου ζῶντας κατέκαυσε, τῶν δ᾽ ἄλλων τοὺς μὲν πλείους ἐφυγάδευσεν, ὀλίγους δὲ συλλαβὼν ἀπέκτεινε. [p. 101] Κάσανδρος δὲ πυθόμενος τὸν Ἀριστοδήμου κατάπλουν εἰς Πελοπόννησον καὶ τὸ συνηθροισμένον πλῆθος τῶν ξένων τὸ μὲν πρῶτων ἐπεχείρησεν ἀφιστάναι τὸν Πολυπέρχοντα τῆς Ἀντιγόνου φιλίας: οὐχ ὑπακουόντων δ᾽ αὐτῶν συναγαγὼν δύναμιν ἧκε διὰ τῆς Θετταλίας εἰς Βοιωτίαν. [4] ἐνταῦθα δὲ συνεπιλαβόμενος τοῖς Θηβαίοις τῆς τῶν τειχῶν οἰκοδομίας παρῆλθεν εἰς Πελοπόννησον: καὶ τὸ μὲν πρῶτον Κεγχρεὰς ἐκπολιορκήσας ἐδῄωσε τὴν χώραν τῶν Κορινθίων, μετὰ δὲ ταῦτα δύο φρούρια κατὰ κράτος ἑλὼν τοὺς ὑπ᾽ Ἀλεξάνδρου καθεσταμένους φρουροὺς ὑποσπόνδους ἀφῆκεν. [5] ἑξῆς δὲ τῇ τῶν Ὀρχομενίων πόλει προσβολὰς ποιησάμενος καὶ παρεισαχθεὶς ὑπὸ τῶν ἀλλοτρίως ἐχόντων πρὸς Ἀλέξανδρον τῆς μὲν πόλεως φυλακὴν ἀπέλιπε, τῶν δὲ φίλων τῶν Ἀλεξάνδρου καταφυγόντων εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἔδωκε τὴν ἐξουσίαν τοῖς πολίταις ὃ βούλοιντο πρᾶξαι. οἱ μὲν οὖν Ὀρχομένιοι τοὺς ἱκέτας βιαίως ἀναστήσαντες ἅπαντας ἀνεῖλον παρὰ τὰ κοινὰ τῶν Ἑλλήνων νόμιμα.

ὁ δὲ Κάσανδρος παρελθὼν εἰς τὴν Μεσσηνίαν καὶ καταλαβὼν φρουρουμένην ὑπὸ Πολυπέρχοντος τὴν πόλιν τὸ μὲν πολιορκεῖν αὐτὴν ἐπὶ τοῦ παρόντος ἀπέγνω, παρελθὼν δ᾽ εἰς Ἀρκαδίαν Δάμιν μὲν ἐπιμελητὴν τῆς Μεγάλης πόλεως ἀπέλιπεν, αὐτὸς δὲ παρελθὼν εἰς τὴν Ἀργείαν καὶ θεὶς τὸν τῶν Νεμέων ἀγῶνα τὴν εἰς Μακεδονίαν ἐπάνοδον ἐποιήσατο. [2] τούτου [p. 102] δὲ χωρισθέντος Ἀλέξανδρος ἐπιὼν τὰς ἐν Πελοποννήσῳ πόλεις μετ᾽ Ἀριστοδήμου τὰς μὲν ὑπὸ Κασάνδρου καθεσταμένας φρουρὰς ἐκβαλεῖν ἐπειρᾶτο, ταῖς δὲ πόλεσιν ἀποκαθιστᾶν τὴν ἐλευθερίαν. [3] ἃ δὴ πυθόμενος ὁ Κάσανδρος ἔπεμψε πρὸς αὐτὸν Πρεπέλαον, ἀξιῶν Ἀντιγόνου μὲν ἀποστῆναι, συμμαχεῖν δ᾽ αὐτῷ γνησίως. τοῦτο δ᾽ αὐτοῦ πράξαντος στρατηγίαν δώσειν ἔφησε πάσης Πελοποννήσου καὶ δυνάμεως ἀποδείξειν κύριον, [4] ἔτι δὲ κατ᾽ ἀξίαν τιμήσειν. ὁ δ᾽ Ἀλέξανδρος ὁρῶν αὑτῷ συγχωρούμενον οὗ χάριν ἐξ ἀρχῆς ἐπολέμει πρὸς Κάσανδρον, συμμαχίαν ποιησάμενος ἀπεδείχθη στρατηγὸς Πελοποννήσου. ἅμα δὲ τούτοις πραττομένοις Πολύκλειτος ὁ πεμφθεὶς ὑπὸ τῶν περὶ Σέλευκον ἐκ Κύπρου πλεύσας κατῆρεν εἰς Κεγχρεάς, [5] ἀκούσας δὲ τὴν Ἀλεξάνδρου μετάθεσιν καὶ θεωρῶν μηδὲν ὑπάρχον πολέμιον σύστημα τὸν πλοῦν ἐπὶ Παμφυλίας ἐποιήσατο. ἐντεῦθεν δὲ παρακομισθεὶς εἰς Ἀφροδισιάδα τῆς Κιλικίας, ὡς ἤκουσεν ὅτι Θεόδοτος μὲν ὁ Ἀντιγόνου ναύαρχος ἐκ Πατάρων τῆς Δυκίας παραπλεῖ ταῖς ἀπὸ Ῥόδου ναυσίν, ἐχούσαις ἀπὸ Καρίας πληρώματα, καὶ διότι περίλαος μετὰ στρατιωτῶν παράγει πεζῇ, παρεχόμενος τῷ στόλῳ τῆς ἀγωγῆς τὴν ἀσφάλειαν, ἀμφοτέρους κατεστρατήγησε. [6] τοὺς μὲν γὰρ στρατιώτας ἀποβιβάσας ἔκρυψεν ἐν εὐθέτῳ τόπῳ, καθ᾽ ὃν ἀναγκαῖον ἦν τοὺς πολεμίους τὴν πάροδον ποιήσασθαι, αὐτὸς δὲ πάσαις [p. 103] ταῖς ναυσὶν ἐπιπλεύσας καὶ πρὸ αὑτοῦ λαβὼν ἀκρωτήριον ἐπετήρει τὴν τῶν πολεμίων παρουσίαν. ἐμπεσόντων δὲ πρῶτον τῶν πεζῶν εἰς τὴν ἐνέδραν συνέβη τόν τε περίλαον ἁλῶναι καὶ τῶν ἄλλων τοὺς μὲν πεσεῖν μαχομένους, οὓς δὲ ζωγρηθῆναι. [7] ἐπιχειρούντων δὲ τῶν ἀπὸ Ῥόδου νεῶν παραβοηθεῖν τοῖς ἰδίοις ἐπιπλεύσας ὁ Πολύκλειτος ἄφνω συντεταγμένῳ τῷ στόλῳ ῥᾳδίως ἐτρέψατο τεταραγμένους τοὺς πολεμίους. διόπερ συνέβη τάς τε ναῦς ἁλῶναι πάσας καὶ τῶν ἀνδρῶν οὐκ ὀλίγους, ἐν οἷς καὶ αὐτὸν τὸν Θεόδοτον τραυματίαν γενόμενον μετ᾽ ὀλίγας ἡμέρας τελευτῆσαι. [8] Πολύκλειτος μὲν οὖν χωρὶς κινδύνων τηλικαῦτα πλεονεκτήσας ἀπέπλευσεν εἰς Κύπρον, ἐντεῦθεν δ᾽ εἰς Πηλούσιον: ὁ δὲ Πτολεμαῖος τοῦτον μὲν ἐπαινέσας δωρεαῖς μεγάλαις ἐτίμησε καὶ πολὺ μᾶλλον προῆγεν ὡς ἀρχηγὸν γεγονότα μεγάλου προτερήματος, τὸν δὲ περίλαον καὶ τῶν ἄλλων αἰχμαλώτων τινὰς ἀπέλυσεν, ἐλθούσης περὶ τούτων πρεσβείας παρ᾽ Ἀντιγόνου. αὐτὸς δὲ παρῆλθεν ἐπὶ τὸ καλούμενον Ἔκρηγμα κἀκεῖ συνελθὼν εἰς λόγους Ἀντιγόνῳ πάλιν ἀπῆλθεν, οὐ συγχωροῦντος Ἀντιγόνου τὰ ἀξιούμενα.

ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα τῶν Ἑλλήνων τῆς Εὐρώπης περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν μέρει διέξιμεν περὶ τῶν πρὸς ἑσπέραν νευόντων μερῶν. Ἀγαθοκλῆς γὰρ ὁ τῶν Συρακοσίων δυνάστης [p. 104] κατέχων φρούριον τῶν Μεσσηνίων ἐπηγγείλατο λαβὼν παρ᾽ αὐτῶν τριάκοντα τάλαντα παραδώσειν τὸν τόπον. [2] δόντων δὲ τῶν Μεσσηνίων τἀργύριον οὐ μόνον διεψεύσατο τοὺς πιστεύσαντας τῆς ἐπαγγελίας, ἀλλὰ καὶ τὴν Μεσσήνην αὐτὴν ἐπεχείρησε καταλαβέσθαι. πυθόμενος γὰρ μέρος τι τοῦ τείχους ἐν αὐτῇ πεπτωκέναι πεζῇ μὲν τοὺς ἱππεῖς ἀπέστειλεν ἐκ Συρακουσσῶν, αὐτὸς δ᾽ ἀναλαβὼν ναῦς ἡμιολίας νυκτὸς κατέπλευσε πλησίον τῆς πόλεως. [3] προαισθομένων δὲ τῶν προἐπιβουλευομένων ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέτυχεν, ἐπὶ δὲ τὰς Μύλας πλεύσας καὶ πολιορκήσας τὸ φρούριον δι᾽ ὁμολογίας παρέλαβε. καὶ τότε μὲν εἰς Συρακούσσας ἐχωρίσθη, κατὰ δὲ τὰς τῶν καρπῶν συγκομιδὰς πάλιν ἐστράτευσεν ἐπὶ τὴν Μεσσήνην. [4] πλησίον δὲ τῆς πόλεως στρατοπεδεύσας καὶ προσβολὰς συνεχεῖς ποιούμενος οὐδὲν ἀξιόλογον ἴσχυσε βλάψαι τοὺς πολεμίους: καὶ γὰρ τῶν ἐκ Συρακουσσῶν φυγάδων πολλοὶ συνεδεδραμήκεισαν εἰς τὴν πόλιν, οἳ καὶ διὰ τὴν ἰδίαν ἀσφάλειαν καὶ διὰ τὸ πρὸς τὸν τύραννον μίσος ἐκθύμως ἠγωνίζοντο. [5] καθ᾽ ὃν δὴ χρόνον ἧκον ἐκ Καρχηδόνος πρέσβεις, οἳ τῷ μὲν Ἀγαθοκλεῖ περὶ τῶν πραχθέντων ἐπετίμησαν ὡς παραβαίνοντι τὰς συνθήκας, τοῖς δὲ Μεσσηνίοις εἰρήνην παρεσκεύασαν καὶ τὸ φρούριον ἀναγκάσαντες ἀποκαταστῆσαι τὸν τύραννον ἀπέπλευσαν εἰς τὴν Λιβύην. [6] ὁ δ᾽ Ἀγαθοκλῆς παρελθὼν εἰς Ἀβάκαινον πόλιν σύμμαχον, τοὺς δοκοῦντας [p. 105] ἀλλοτρίως ἔχειν τὰ πρὸς αὐτὸν ἀπέσφαξεν, ὄντας πλείους τῶν τεσσαράκοντα. [7] ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν διαπολεμοῦντες Σαμνίταις Φερέντην, πόλιν τῆς Ἀπουλίας, κατὰ κράτος εἷλον. οἱ δὲ τὴν Νουκερίαν τὴν Ἀλφατέρναν καλουμένην οἰκοῦντες πεισθέντες ὑπό τινων τῆς μὲν Ῥωμαίων φιλίας ἀπέστησαν, πρὸς δὲ τοὺς Σαμνίατας συμμαχίαν ἐποιήσαντο.

τοῦ δ᾽ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Νικόδωρος, ἐν Ῥώμῃ δ᾽ ἦσαν ὕπατοι Λεύκιος Παπείριος τὸ τέταρτον καὶ Κόιντος Πόπλιος τὸ δεύτερον. [2] ἐπὶ δὲ τούτων Ἀριστόδημος μὲν ὁ κατασταθεὶς ὑπ᾽ Ἀντιγόνου στρατηγὸς ὡς ἐπύθετο τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος ἀπόστασιν, ἐπὶ τοῦ κοινοῦ τῶν Αἰτωλῶν δικαιολογησάμενος προετρέψατο τὰ πλήθη βοηθεῖν τοῖς Ἀντιγόνου πράγμασιν, αὐτὸς δὲ μετὰ τῶν μισθοφόρων διαβὰς ἐκ τῆς Αἰτωλίας εἰς Πελοπόννησον κατέλαβεν Ἀλέξανδρόν τε καὶ τοὺς Ἠλείους πολιορκοῦντας τὴν Κυλλήνην, εὐκαίρως δὲ τοῖς κινδυνεύουσιν ἐπιφανεὶς ἔλυσε τὴν πολιορκίαν. [3] καταλιπὼν δ᾽ ἐνταῦθα τοὺς παρεξομένους τῷ φρουρίῳ τὴν ἀσφάλειαν ἀνέζευξεν εἰς τὴν Ἀχαΐαν καὶ Πάτρας μὲν ἠλευθέρωσε φρουρουμένας ὑπὸ τῶν Κασάνδρου στρατιωτῶν, Αἴγιον [p. 106] δὲ ἐκπολιορκήσας τῆς τε φρουρᾶς ἐκυρίευσε καὶ τοῖς Αἰγιεῦσι κατὰ δόγμα τὴν ἐλευθερίαν βουλόμενος ἀποκαταστῆσαι διὰ ταύτην τὴν περίστασιν ἐκωλύθη: τῶν γὰρ στρατιωτῶν τραπέντων πρὸς ἁρπαγὴν πολλοὶ μὲν ἀπεσφάγησαν τῶν Αἰγιέων, πλεῖσται δὲ τῶν οἰκιῶν διεφθάρησαν. [4] μετὰ δὲ ταῦτα διαπλεύσαντος εἰς Αἰτωλίαν αὐτοῦ Δυμαῖοι, φρουρὰν ἔχοντες παρὰ Κασάνδρου, διετείχισαν τὴν πόλιν, ὥστε κατ᾽ ἰδίαν οὖσαν ἀπὸ τῆς ἀκροπόλεως διεζεῦχθαι. παρακαλέσαντες δ᾽ ἀλλήλους ἀντέχεσθαι τῆς αὐτονομίας περιεστρατοπέδευσαν [5] τὴν ἄκραν καὶ συνεχεῖς προσβολὰς ἐποιοῦντο ἃ δὴ πυθόμενος ὁ Ἀλέξανδρος ἧκεν μετὰ δυνάμεως καὶ βιασάμενος ἐντὸς τοῦ τείχους ἐκυρίευσε τῆς πόλεως, τῶν δὲ Δυμαίων τοὺς μὲν ἀπέσφαξεν, τοὺς δ᾽ εἰς φυλακὴν ἀπέθετο, πολλοὺς δὲ ἐφυγάδευσεν. [6] οἱ δὲ περιλειφθέντες ἀπαλλαγέντος ἐκ τῆς πόλεως Ἀλεξάνδρου χρόνον μέν τινα τὴν ἡσυχίαν ἦγον, καταπεπληγμένοι τὸ μέγεθος τῆς συμφορᾶς, ἅμα δὲ καὶ συμμάχων ὄντες ἔρημοι: μετὰ δέ τινα χρόνον ἐξ Αἰγίου τοὺς Ἀριστοδήμου μισθοφόρους μεταπεμψάμενοι πάλιν ἐπέθεντο τῇ φρουρᾷ καὶ κυριεύσαντες τῆς ἄκρας τὴν μὲν πόλιν ἠλευθέρωσαν, τῶν δὲ καταλειφθέντων τοὺς πλείστους ἀποσφάξαντες συνανεῖλαν καὶ τῶν ἰδίων πολιτῶν ὅσοι πρὸς Ἀλέξανδρον εἶχον φιλίαν.

ἅμα δὲ τούτοις πρασσομένοις Ἀλέξανδρος μὲν ὁ Πολυπέρχοντος [p. 107] ἐκ Σικυῶνος ἀναζευγνύων μετὰ τῆς δυνάμεως ὑπ᾽ Ἀλεξίωνος τοῦ Σικυωνίου καί τινων ἄλλων προσποιουμένων εἶναι φίλων ἀνῃρέθη, ἡ δὲ γυνὴ Κρατησίπολις διαδεξαμένη τὰ πράγματα συνεῖχε τὸ στρατόπεδον, ἀγαπωμένη διαφερόντως ὑπὸ τῶν στρατιωτῶν διὰ τὰς εὐεργεσίας: διετέλει γὰρ βοηθοῦσα τοῖς ἀτυχοῦσι καὶ πολλοὺς τῶν ἀπόρων ὑπολαμβάνουσα. [2] ἦν δὲ περὶ αὐτὴν καὶ σύνεσις πραγματικὴ καὶ τόλμα μείζων ἢ κατὰ γυναῖκα: τῶν γὰρ Σικυωνίων καταφρονησάντων αὐτῆς διὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν καὶ συνδραμόντων μετὰ τῶν ὅπλων ἐπὶ τὴν ἐλευθερίαν παραταξαμένη καὶ νικήσασα πολλοὺς μὲν ἀνεῖλε, συλλαβοῦσα δὲ περὶ τριάκοντα τὸν ἀριθμὸν ἀνεσταύρωσεν. ἀσφαλισαμένη δὲ τὰ κατὰ τὴν πόλιν ἐδυνάστευε τῶν Σικυωνίων, ἔχουσα πολλοὺς στρατιώτας ἑτοίμους εἰς πάντα κίνδυνον. καὶ τὰ μὲν περὶ Πελοπόννησον ἐν τούτοις ἦν. [3] Κάσανδρος δ᾽ ὁρῶν τοὺς Αἰτωλοὺς συναγωνιζομένους μὲν Ἀντιγόνῳ, πόλεμον δ᾽ ἔχοντας ὅμορον πρὸς Ἀκαρνᾶνας ἔκρινε συμφέρειν ἅμα συμμάχους μὲν Ἀκαρνᾶνας ποιήσασθαι, ταπεινῶσαι δὲ τοὺς Αἰτωλούς. διόπερ ἀναζεύξας ἐκ Μακεδονίας μετὰ δυνάμεως μεγάλης ἧκεν εἰς Αἰτωλίαν καὶ κατεστρατοπέδευσεν περὶ τὸν καλούμενον Καμπύλον ποταμόν: [4] συναγαγὼν δὲ τοὺς Ἀκαρνᾶνας εἰς κοινὴν ἐκκλησίαν καὶ διελθὼν ὅτι πόλεμον ἔχουσιν ὅμορον ἐκ παλαιῶν χρόνων, συνεβούλευεν ἐκ τῶν ἀνοχύρων καὶ μικρῶν χωρίων [p. 108] εἰς ὀλίγας πόλεις μετοικῆσαι, ὅπως μὴ διεσπαρμένης τῆς οἰκήσεως ἀδυνατῶσιν ἀλλήλοις βοηθεῖν καὶ πρὸς τὰς ἀπροσδοκήτους τῶν πολεμίων ἐπιθέσεις δυσχερῶς ἀθροίζωνται. πεισθέντων δὲ τῶν Ἀκαρνάνων οἱ πλεῖστοι μὲν εἰς Στράτον πόλιν συνῴκησαν, ὀχυρωτάτην οὖσαν καὶ μεγίστην, Οἰνιάδαι δὲ καί τινες ἄλλοι συνῆλθον ἐπὶ Σαυρίαν, Δεριεῖς δὲ μεθ᾽ ἑτέρων εἰς Ἀγρίνιον. [5] ὁ δὲ Κάσανδρος ἀπολιπὼν στρατηγὸν Λυκίσκον μετὰ τῶν ἱκανῶν στρατιωτῶν τούτῳ μὲν παρήγγειλε βοηθεῖν Ἀκαρνᾶσιν, αὐτὸς δὲ μετὰ δυνάμεως παρελθὼν ἐπὶ Λευκάδος τὴν πόλιν διὰ πρεσβείας προσηγάγετο. [6] μετὰ δὲ ταῦτα τὴν ὁρμὴν ἐπὶ τὸν Ἀδρίαν ποιησάμενος Ἀπολλωνίαν ἐξ ἐφόδου παρέλαβεν. εἰς δὲ τὴν Ἰλλυρίδα προελθὼν καὶ διαβὰς τὸν Ἕβρον ποταμὸν παρετάξατο πρὸς Γλαυκίαν τὸν Ἰλλυριῶν βασιλέα. [7] περιγενόμενος δὲ τῇ μάχῃ πρὸς μὲν τοῦτον συνθήκας ἐποιήσατο, καθ᾽ ἃς οὐκ ἐξῆν τῷ Γλαυκίᾳ στρατεύειν ἐπὶ τοὺς Κασάνδρου συμμάχους, τὴν δὲ τῶν Ἐπιδαμνίων πόλιν προσαγαγόμενος καὶ φρουρὰν ἐγκαταστήσας ἐπανῆλθεν εἰς Μακεδονίαν.

ἀπαλλαγέντος δὲ ἐκ τῆς Αἰτωλίας τοῦ Κασάνδρου συστραφέντες τῶν Αἰτωλῶν εἰς τρισχιλίους καὶ περιχαρακώσαντες Αγρίνιον ἐπολιόρκουν, τῶν δὲ κατοικούντων τὸ χωρίον ὁμολογίας ποιησαμένων ὥστε τὴν μὲν πόλιν παραδοῦναι, [p. 109] τῆς δ᾽ ἀσφαλείας τυχόντας αὐτοὺς ἀπαλλαγῆναι, οὗτοι μὲν πιστεύοντες ταῖς σπονδαῖς ἀπῄεσαν, οἱ δ᾽ Αἰτωλοὶ παραβάντες τὰς συνθήκας καὶ καταδιώξαντες τοὺς οὐδὲν ἐλπίζοντας πείσεσθαι δεινὸν πλὴν ὀλίγων πάντας ἀπέσφαξαν. [2] ὁ δὲ Κάσανδρος παραγενόμενος εἰς Μακεδονίαν, καὶ πυθόμενος πολεμεῖσθαι τὰς ἐν Καρίᾳ πόλεις ὅσαι συνεμάχουν τοῖς περὶ Πτολεμαῖον καὶ Σέλευκον, ἐξέπεμψε δύναμιν εἰς τὴν Καρίαν, ἅμα μὲν βουλόμενος βοηθεῖν τοῖς συμμάχοις, ἅμα δὲ σπεύδων εἰς περισπασμοὺς ἐμβαλεῖν Ἀντίγονον, ἵνα μὴ σχολὴν ἔχῃ διαβαίνειν εἰς τὴν Εὐρώπην. [3] ἔγραψε δὲ καὶ πρὸς Δημήτριον τὸν Φαληρέα καὶ Διονύσιον τὸν φρουροῦντα τὴν Μουνυχίαν, προστάττων εἴκοσι ναῦς εἰς Λῆμνον ἐκπέμψαι. ἀποστειλάντων δ᾽ αὐτῶν εὐθὺς τὰ σκάφη καὶ ναύαρχον ἐπ᾽ αὐτῶν Ἀριστοτέλη οὗτος μὲν καταπλεύσας εἰς Λῆμνον καὶ μεταπεμψάμενος Σέλευκον μετὰ στόλου τοὺς Λημνίους ἔπειθεν ἀποστῆναι τῶν περὶ Ἀντίγονον: οὐ προσεχόντων δ᾽ αὐτῶν τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν περιχαρακώσας ἐπολιόρκει. [4] μετὰ δὲ ταῦτα Σέλευκος μὲν ἀπέπλευσεν εἰς Κῶν, Διοσκουρίδης δὲ κατασταθεὶς ναύαρχος ὑπ᾽ Ἀντιγόνου, πυθόμενος τὸν πλοῦν Σελεύκου, κατῆρεν εἰς Λῆμνον καὶ τὸν μὲν Ἀριστοτέλη ἐξέβαλεν ἐκ τῆς νήσου, τῶν δὲ νεῶν τὰς πλείους αὐτάνδρους εἷλε. [5] Κάσανδρος δὲ καὶ Πρεπέλαος ἀφηγοῦντο μὲν τῆς ὑπὸ Κασάνδρου πεμφθείσης δυνάμεως εἰς τὴν Καρίαν, [p. 110] πυθόμενοι δὲ Πτολεμαῖον τὸν Ἀντιγονου στρατηγὸν τὴν δύναμιν εἰς παραχειμασίαν διῃρηκέναι καὶ αὐτὸν ἀσχολεῖσθαι περὶ τὴν ταφὴν τοῦ πατρός, Εὐπόλεμον ἀπέστειλαν ἐνεδρεῦσαι τοῖς πολεμίοις περὶ Κάπριμα τῆς Καρίας: συνεξέπεμψαν δ᾽ αὐτῷ πεζοὺς μὲν ὀκτακισχιλίους, [6] ἱππεῖς δὲ διακοσίους. καθ᾽ ὃν δὴ χρόνον Πτολεμαῖος παρά τινων αὐτομόλων ἀκούσας τὴν προαίρεσιν τῶν πολεμίων ἤθροισε μὲν τῶν πλησίον χειμαζόντων στρατιωτῶν πεζοὺς μὲν ὀκτακισχιλίους τριακοσίους, [7] ἱππεῖς δ᾽ ἑξακοσίους. ἀνελπίστως δὲ περὶ μέσας νύκτας ἐπιβαλὼν τῷ χάρακι τῶν ἐναντίων καὶ καταλαβὼν ἀφυλάκτους καὶ κοιμωμένους αὐτόν τε τὸν Εὐπόλεμον ἐζώγρησε καὶ τοὺς στρατιώτας συνηνάγκασε παραδοῦναι σφᾶς αὐτούς. τὰ μὲν οὖν συμβάντα περὶ τοὺς ἀποσταλέντας ὑπὸ Κασάνδρου στρατηγοὺς εἰς τὴν Ἀσίαν τοιαῦτ᾽ ἦν.

Ἀντίγονος δ᾽ ὁρῶν τὸν Κάσανδρον ἀντεχόμενον τῆς Ἀσίας Δημήτριον μὲν τὸν υἱὸν ἀπέλιπεν ἐν τῇ Συρίᾳ, προστάξας ἐνεδρεύειν τοὺς περὶ Πτολεμαῖον, οὓς ὑπώπτευεν ἐκ τῆς Αἰγύπτου προάξειν μετὰ δυνάμεως ἐπὶ Συρίας, συναπέλιπε δ᾽ αὐτῷ πεζοὺς μὲν ξένους μυρίους, Μακεδόνας δὲ δισχιλίους, Λυκίους δὲ καὶ Παμφυλίους πεντακοσίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας τετρακοσίους, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας δὲ πλείους τῶν τεσσαράκοντα. παρακατέστησε δ᾽ αὐτῷ καὶ συμβούλους τέσσαρας, Νέαρχόν τε τὸν [p. 111] Κρῆτα καὶ Πίθωνα τὸν Ἀγήνορος, ὃς καταβεβήκει πρότερον ὀλίγαις ἡμέραις ἐκ Βαβυλῶνος, πρὸς δὲ τούτοις Ἀνδρόνικόν τε τὸν Ὀλύνθιον καὶ Φίλιππον, ἄνδρας πρεσβυτέρους καὶ συνεστρατευκότας Ἀλεξάνδρῳ πᾶσαν τὴν στρατείαν: ἦν γὰρ Δημήτριος ἔτι νέος τὴν ἡλικίαν, ὡς ἂν γεγονὼς ἔτη δύο πρὸς τοῖς εἴκοσιν. [2] αὐτὸς δὲ τὴν ἄλλην δύναμιν ἀνέλαβε καὶ τὸ μὲν πρῶτον ὑπερβάλλων τὸν Ταῦρον καὶ περιπεσὼν χιόνι πολλῇ συχνοὺς ἀπέβαλε τῶν στρατιωτῶν. διὸ καὶ πάλιν ἀναστρέψας εἰς τὴν Κιλικίαν καὶ μεταλαβὼν ἕτερον καιρὸν διεξῆλθε μὲν ἀσφαλέστερον τὸ προειρημένον ὄρος, παραγενόμενος δ᾽ εἰς Κελαινὰς τῆς Φρυγίας διεῖλε τὸ στρατόπεδον εἰς χειμασίαν. [3] μετὰ δὲ ταῦτα τὸν στόλον ἐκ Φοινίκης μετεπέμψατο Μηδίου ναυαρχοῦντος, ὃς περιτυχὼν ταῖς Πυδναίων ναυσίν, οὔσαις τριάκοντα ἕξ, καὶ καταναυμαχήσας αὐτάνδρων τῶν σκαφῶν ἐκυρίευσεν. καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Σικελίαν οἱ τῶν Συρακοσίων φυγάδες διατρίβοντες ἐν Ἀκράγαντι παρεκάλουν τοὺς προεστηκότας τῆς πόλεως μὴ περιορᾶν Ἀγαθοκλέα συσκευαζόμενον τὰς πόλεις: αἱρετώτερον γὰρ εἶναι πρὸ τοῦ τὸν τύραννον ἰσχυρὸν γενέσθαι διαπολεμεῖν ἑκουσίως ἢ περιμείναντας αὐτοῦ τὴν αὔξησιν ἐξ ἀνάγκης πρὸς ἰσχυρότερον διαγωνίζεσθαι. [2] δοξάντων δ᾽ αὐτῶν [p. 112] ἀληθῆ λέγειν ὁ μὲν δῆμος τῶν Ἀκραγαντίνων ἐψηφίσατο τὸν πόλεμον καὶ Γελῴους μὲν καὶ Μεσσηνίους εἰς τὴν συμμαχίαν προσελάβοντο, εἰς δὲ τὴν Λακεδαιμονίαν τῶν φυγάδων τινὰς ἐξέπεμψαν, ἐντειλάμενοι πειρᾶσθαι στρατηγὸν ἄγειν τὸν δυνάμενον πραγμάτων ἀφηγήσασθαι: [3] τοὺς γὰρ πολιτικοὺς ὑπώπτευον ὡς ὄντας οἰκείους τυραννίδος, τοὺς δ᾽ ἔξωθεν ὑπελάμβανον δικαίως ποιήσεσθαι τὴν τῶν ὅλων ἐπιμέλειαν, ἀναμιμνησκόμενοι τῆς Τιμολέοντος τοῦ Κορινθίου στρατηγίας. [4] οἱ δὲ πεμφθέντες ὥς ποθ᾽ ἧκον εἰς τὴν Λακωνικήν, εὗρον Ἀκρότατον τὸν Κλεομένους τοῦ βασιλέως υἱὸν προσκεκοφότα πολλοῖς τῶν νέων καὶ διὰ τοῦτο ξενικῶν πραγμάτων ὀρεγόμενον. [5] τῶν γὰρ Λακεδαιμονίων μετὰ τὴν πρὸς Ἀντίπατρον μάχην ἀπολυόντων τῆς ἀτιμίας τοὺς ἐκ τῆς ἥττης διασωθέντας μόνος ἐνέστη τῷ δόγματι. διόπερ αὐτὸν συνέβη καὶ τῶν ἄλλων οὐκ ὀλίγοις προσκόψαι, μάλιστα δ᾽ οἷς ἦν τῶν νόμων τὰ πρόστιμα: οὗτοι γὰρ συστραφέντες πληγάς τε ἐνεφόρησαν αὐτῷ καὶ διετέλουν ἐπιβουλεύοντες. [6] διὰ ταῦτα δὴ ξενικῆς ἡγεμονίας ἐπιθυμῶν ἀσμένως ὑπήκουσε τοῖς Ἀκραγαντίνοις. τὴν δ᾽ ἀποδημίαν ποιησάμενος ἄνευ τῆς τῶν ἐφόρων γνώμης ἀνήχθη ναυσὶν ὀλίγαις, [7] ὡς διαίρων ἐπ᾽ Ἀκράγαντος. ἀπενεχθεὶς δ᾽ ὑπ᾽ ἀνέμων εἰς τὸν Ἀδρίαν κατῆρε μὲν εἰς τὴν τῶν Ἀπολλωνιατῶν χώραν, καταλαβὼν δὲ τὴν πόλιν πολιορκουμένην ὑπὸ Γλαυκίου τοῦ βασιλέως τῶν Ἰλλυριῶν ἔλυσε τὴν πολιορκίαν, πείσας τὸν βασιλέα συνθήκας ποιήσασθαι [p. 113] πρὸς τοὺς Ἀπολλωνιάτας. [8] ἐντεῦθεν δὲ πλεύσας εἰς Τάραντα καὶ παρακαλέσας τὸν δῆμον συνελευθεροῦν Συρακοσίους, ἔπεισε ψηφίσασθαι ναυσὶν εἴκοσι βοηθεῖν: διὰ γὰρ τὴν συγγένειαν καὶ τὸ τῆς οἰκίας σχῆμα προσένεμον τοῖς λόγοις αὐτοῦ πίστιν τε μεγάλην καὶ βάρος.

τῶν δὲ Ταραντίνων περὶ τὴν παρασκευὴν ὄντων αὐτὸς συνεκπλεύσας εἰς τὸν Ἀκράγαντα παρέλαβε τὴν στρατηγίαν καὶ τὸ μὲν πρῶτον μετεωρήσας τὰ πλήθη μεγάλαις ἐλπίσι παρεστήσατο πάντας προσδοκᾶν σύντομον κατάλυσιν τοῦ τυράννου, [2] τοῦ δὲ χρόνου προϊόντος πρᾶξιν μὲν οὐδεμίαν οὔτε τῆς πατρίδος οὔτε τῆς περὶ τὸ γένος ἐπιφανείας ἀξίαν διεπράξατο, τοὐναντίον δὲ φονικὸς ὢν καὶ τῶν τυράννων ὠμότερος προσέκοπτε τοῖς πλήθεσι. [3] πρὸς δὲ τούτοις τὴν πάτριον δίαιταν μετέβαλεν καὶ ταῖς ἡδοναῖς ἐνετρύφησεν οὕτως ἀσελγῶς ὥστε Πέρσην εἶναι δοκεῖν καὶ οὐ Σπαρτιάτην. [4] ἐπεὶ δὲ τῶν προσόδων τὸ πλεῖον μέρος ἀνήλωσεν τὰ μὲν πολιτευόμενος, τὰ δὲ διανοσφιζόμενος τέλος Σωσίστρατον, ἐπιφανέστατον τῶν φυγάδων, πολλάκις δυνάμεων ἀφηγησάμενον, ἐπὶ τὸ δεῖπνον παραλαβὼν ἐδολοφόνησεν, ἐγκαλέσαι μὲν ἁπλῶς οὐδ᾽ ὁτιοῦν ἔχων, ἐκ ποδῶν δὲ ποιήσασθαι σπεύδων δραστικὸν ἄνδρα καὶ δυνάμενον ἐφεδρεῦσαι τοῖς κακῶς προϊσταμένοις τῆς ἡγεμονίας. [5] διαβοηθείσης δὲ τῆς πράξεως εὐθὺς οἵ τε φυγάδες συνέτρεχον ἐπ᾽ αὐτὸν καὶ πάντες οἱ [p. 114] λοιποὶ διετέθησαν ἀλλοτρίως καὶ τὸ μὲν πρῶτον ἀπέστησαν αὐτὸν τῆς στρατηγίας, μετ᾽ ὀλίγον δὲ καὶ βάλλειν τοῖς λίθοις ἐπεχείρησαν: διόπερ φοβηθεὶς τὴν τοῦ πλήθους ὁρμὴν νυκτὸς ἔφυγε καὶ λαθὼν διῆρεν εἰς τὴν Λακωνικήν. [6] τούτου δ᾽ ἀπαλλαγέντος Ταραντῖνοι μὲν ἀπεσταλκότες εἰς Σικελίαν τὸν στόλον μετεπέμψαντο, Ἀκραγαντῖνοι δὲ καὶ Γελῷοι καὶ Μεσσήνιοι κατέλυσαν τὸν πρὸς Ἀγαθοκλέα πόλεμον, μεσιτεύσαντος τὰς συνθήκας Ἀμίλκου τοῦ Καρχηδονίου. [7] ἦσαν δὲ τὰ κεφάλαια τῶν συντεθέντων τοιάδε, τῶν Ἑλληνίδων πόλεων τῶν κατὰ Σικελίαν Ἡράκλειαν μὲν καὶ Σελινοῦντα καὶ πρὸς ταύταις Ἱμέραν ὑπὸ Καρχηδονίοις τετάχθαι, καθὰ καὶ προϋπῆρχον, τὰς δ᾽ ἄλλας πάσας αὐτονόμους εἶναι, τὴν ἡγεμονίαν ἐχόντων Συρακοσίων.

μετὰ δὲ ταῦτα Ἀγαθοκλῆς ὁρῶν ἔρημον οὖσαν τὴν Σικελίαν στρατοπέδων πολεμίων ἀδεῶς προσήγετο τὰς πόλεις καὶ τὰ χωρία. ταχὺ δὲ πολλῶν ἐγκρατὴς γενόμενος ἰσχυρὰν κατεσκευάσατο τὴν δυναστείαν: καὶ γὰρ συμμάχων πλῆθος καὶ προσόδους ἁδρὰς καὶ στρατόπεδον ἀξιόλογον περιεποιήσατο. [2] χωρὶς γὰρ τῶν συμμάχων καὶ τῶν ἐκ Συρακουσσῶν καταγραφέντων εἰς τὴν στρατείαν μισθοφόρους ἐπιλέκτους εἶχε πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ τρισχιλίους πεντήκοντα. ἐποιήσατο δὲ καὶ παρασκευὴν ὅπλων καὶ βελῶν παντοδαπῶν, εἰδὼς τοὺς Καρχηδονίους ἐπιτετιμηκότας τῷ Ἀμίλκᾳ περὶ τῶν συνθηκῶν, συντόμως δὲ [p. 115] πρὸς αὐτὸν τὸν πόλεμον ἐξοίσοντας. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις τοῖς χρόνοις τοιαύτην ἔσχε τὴν κατάστασιν. [3] κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται διαπολεμοῦντες Ῥωμαίοις ἔτη πλείονα περὶ τῆς ἡγεμονίας Πληστικὴν μὲν φρουρὰν ἔχουσαν Ῥωμαϊκὴν ἐξεπολιόρκησαν, Σωρανοὺς δ᾽ ἔπεισαν κατασφάξαι μὲν τοὺς παρ᾽ αὐτοῖς Ῥωμαίους, συμμαχίαν δὲ πρὸς Σαμνίτας συνθέσθαι. [4] μετὰ δὲ ταῦτα Ῥωμαίων Σατικόλαν πολιορκούντων ἐπεφάνησαν μετὰ δυνάμεως ἁδρᾶς, σπεύδοντες λῦσαι τὴν πολιορκίαν: γενομένης οὖν μάχης ἰσχυρᾶς πολλοὶ μὲν παρ᾽ ἀμφοτέρων ἀνῃρέθησαν, τέλος δὲ ἐπὶ τοῦ προτερήματος ἐγένοντο Ῥωμαῖοι. μετὰ δὲ τὴν μάχην ἐκπολιορκήσαντες τὴν πόλιν ἐπῄεσαν ἀδεῶς τὰ πλησίον πολίσματα καὶ χωρία προσαγόμενοι. [5] τοῦ δὲ πολέμου περὶ τὰς ἐν Ἀπουλίᾳ πόλεις συνεστῶτος οἱ μὲν Σαμνῖται πάντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας καταγράψαντες ἐστρατοπέδευσαν πλησίον τῶν πολεμίων, ὡς περὶ τῶν ὅλων κριθησόμενοι. [6] ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ῥωμαίων καὶ διαγωνιάσας περὶ τοῦ μέλλοντος δύναμιν προέπεμψε πολλήν. εἰωθότες δ᾽ ἐν τοῖς ἐπικινδύνοις καιροῖς αὐτοκράτορα τοῦ πολέμου καθιστᾶν τινὰ τῶν ἀξιολόγων ἀνδρῶν προεχειρίσαντο [p. 116] τότε Κόιντον Φάβιον καὶ μετ᾽ αὐτοῦ Κόιντον Αὔλιον ἵππαρχον. [7] οὗτοι δὲ τὰς δυνάμεις παραλαβόντες παρετάξαντο πρὸς τοὺς Σαμνίτας περὶ τὰς καλουμένας Λαυστόλας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον. τροπῆς δὲ γενομένης καθ᾽ ἅπαν τὸ στρατόπεδον ὁ μὲν Αὔλιος καταισχυνθεὶς ἐπὶ τῇ φυγῇ μόνος ὑπέστη τῷ τε πλήθει τῶν πολεμίων, οὐ κρατήσειν ἐλπίζων, ἀλλ᾽ ἀήττητον τὴν πατρίδα τὸ καθ᾽ αὑτὸν μέρος ἀποδεικνύων. [8] οὗτος μὲν οὖν οὐ μετασχὼν τοῖς πολίταις τῆς κατὰ τὴν φυγὴν αἰσχύνης ἰδίᾳ περιεποιήσατο θάνατον ἔνδοξον: οἱ δὲ Ῥωμαῖοι φοβηθέντες μὴ τὰ κατὰ τὴν Απουλίαν πράγματα τελέως ἀποβάλωσιν, ἀποικίαν ἐξέπεμψαν εἰς Λουκερίαν πόλιν ἐπιφανεστάτην τῶν ἐν τοῖς τόποις. ἐκ ταύτης δὲ ὁρμώμενοι διεπολέμουν τοῖς Σαμνίταις, οὐ κακῶς τῆς ἀσφαλείας προνοησάμενοι: [9] διὰ γὰρ ταύτην τὴν πόλιν οὐ μόνον ἐν τούτῳ τῷ πολέμῳ προετέρησαν, ἀλλὰ καὶ κατὰ τοὺς μετὰ ταῦτα γενομένους ἕως τῶν καθ᾽ ἡμᾶς χρόνων διετέλεσαν ὁρμητηρίῳ χρώμενοι κατὰ τῶν πλησίον ἐθνῶν.

τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Θεόφραστος, ἐν Ῥώμῃ δ᾽ ὕπατοι κατεστάθησαν Μάρκος Πόπλιος [p. 117] καὶ Γάιος Σουλπίκιος. ἐπὶ δὲ τούτων Καλλαντιανοὶ κατοικοῦντες ἐν τοῖς ἐν ἀριστερᾷ μέρεσι τοῦ Πόντου καὶ φρουρὰν ἔχοντες παρὰ Λυσιμάχου ταύτην ἐξέβαλον καὶ τῆς αὐτονομίας ἀντείχοντο. [2] ὡσαύτως δὲ τήν τε τῶν Ἰστριανῶν πόλιν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους: ἐλευθερώσαντες συνέθεντο συμμαχίαν ὡς κοινῇ πολεμεῖν τῷ δυνάστῃ: προσελάβοντο δ᾽ εἰς τὴν φιλίαν τῶν τε Θρᾳκῶν καὶ Σκυθῶν τοὺς ὁμοροῦντας, ὥστε τὸ πᾶν εἶναι σύστημα βάρος ἔχον καὶ δυνάμενον ἁδραῖς δυνάμεσιν ἀντιτάσσεσθαι. [3] ὁ δὲ Λυσίμαχος πυθόμενος τὰ πεπραγμένα μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπὶ τοὺς ἀφεστηκότας. ποιούμενος δὲ τὴν πορείαν διὰ τῆς Θρᾴκης καὶ τὸν Αἷμον ὑπερβαλὼν κατεστρατοπέδευσε πλησίον τῆς Ὀδησσοῦ. πολιορκίαν δὲ συστησάμενος ταχὺ τοὺς ἔνδον κατεπλήξατο καὶ δι᾽ ὁμολογίας παρέλαβε τὴν πόλιν. [4] μετὰ δὲ ταῦτα τῷ παραπλησίῳ τρόπῳ τοὺς Ἰστριανοὺς ἀνακτησάμενος ἀνέζευξεν ἐπὶ Καλλαντιανούς. καθ᾽ ὃν δὴ χρόνον ἧκον οἵ τε Σκύθαι καὶ Θρᾷκες σὺν πολλῇ δυνάμει βοηθήσοντες τοῖς συμμάχοις κατὰ τὰς συνθήκας. [5] οἷς ἀπαντήσας Λυσίμαχος καὶ συμβαλὼν ἐξ ἐφόδου τοὺς μὲν Θρᾷκας καταπληξάμενος ἔπεισε μεταθέσθαι, τοὺς δὲ Σκύθας ἐκ παρατάξεως νικήσας καὶ πολλοὺς ἀνελὼν τούτων μὲν τοὺς ὑπολειφθέντας ἐδίωξεν ἐκτὸς τῶν ὅρων, τὴν δὲ τῶν Καλλαντιανῶν πόλιν περιστρατοπεδεύσας [p. 118] συνεστήσατο πολιορκίαν, φιλοτιμούμενος ἐκ παντὸς τρόπου κολάσαι τοὺς αἰτίους τῆς ἀποστάσεως. [6] περὶ ταῦτα δ᾽ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες ὅτι δύο δυνάμεις ἀπέσταλκεν Ἀντίγονος ἐπὶ βοήθειαν τοῖς Καλλαντιανοῖς, τὴν μὲν πεζῇ, τὴν δὲ κατὰ θάλασσαν, καὶ διότι τῷ μὲν στόλῳ Λύκων ὁ στρατηγὸς παραπέπλευκεν εἰς τὸν Πόντον, Παυσανίας δ᾽ ἔχων οὐκ ὀλίγους στρατιώτας περὶ τὸ καλούμενον Ἱερὸν κατεστρατοπέδευσεν. [7] ἐφ᾽ οἷς ὁ Λυσίμαχος διαταραχθεὶς ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπεν τοὺς ἱκανοὺς στρατιώτας, τὸ δὲ κράτιστον τῆς δυνάμεως ἀναλαβὼν αὐτὸς ἠπείγετο, σπεύδων συνάψαι τοῖς πολεμίοις. [8] παραγενόμενος δὲ ἐπὶ τὴν κατὰ τὸν Αἷμον ὑπερβολὴν εὗρε Σεύθην τὸν βασιλέα τῶν Θρᾳκῶν ἀφεστηκότα πρὸς Ἀντίγονον μετὰ πολλῶν στρατιωτῶν φυλάσσοντα τὰς παρόδους. [9] συνάψας δ᾽ αὐτῷ μάχην ἐφ᾽ ἱκανὸν χρόνον τῶν τε ἰδίων ἀπέβαλεν οὐκ ὀλίγους καὶ τῶν πολεμίων ἀνελὼν παμπληθεῖς ἐβιάσατο τοὺς βαρβάρους. [10] ἐπιφανεὶς δὲ καὶ τοῖς περὶ τὸν Παυσανίαν καὶ καταλαβὼν αὐτοὺς εἰς δυσχωρίας συμπεφευγότας ταύτας τ᾽ ἐξεπολιόρκησε καὶ Παυσανίαν ἀνελὼν τῶν στρατιωτῶν οὓς μὲν ἐλύτρωσεν, οὓς δὲ εἰς τὰς ἰδίας τάξεις διένειμεν. τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.

ὁ δ᾽ Ἀντίγονος ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς ἐξέπεμψε Τελεσφόρον εἰς Πελοπόννησον, δοὺς αὐτῷ πεντήκοντα ναῦς καὶ στρατιώτας τοὺς ἱκανούς, καὶ [p. 119] τὰς πόλεις ἐλευθεροῦν ἐνετείλατο: τοῦτο γὰρ πράξας ἤλπιζε πίστιν κατασκευάζειν παρὰ τοῖς Ἕλλησιν ὅτι πρὸς ἀλήθειαν φροντίζει τῆς αὐτονομίας αὐτῶν, καὶ ἅμα γινώσκειν ὑπέλαβε τὰ Κασάνδρου πράγματα. [2] ὁ δὲ Τελεσφόρος ἐπειδὴ τάχιστα κατέπλευσεν εἰς τὴν Πελοπόννησον, ἐπῆλθε τὰς ὑπ᾽ Ἀλεξάνδρου φρουρουμένας πόλεις καὶ πάσας ἠλευθέρωσε πλὴν Σικυῶνος καὶ Κορίνθου: ἐν ταύταις γὰρ Πολυπέρχων διέτριβεν δυνάμεις ἁδρὰς ἔχων καὶ πιστεύων ταύταις τε καὶ ταῖς τῶν τόπων ὀχυρότησιν. [3] ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς εἰς τὸν πρὸς Αἰτωλοὺς πόλεμον ὡς τάχισθ᾽ ἧκεν εἰς τὴν Ἀκαρνανίαν μετὰ τῆς δυνάμεως, τὸ μὲν πρῶτον ἐπεχείρει λεηλατεῖν τὴν Αἰτωλίαν, μετ᾽ ὀλίγον δὲ πυθόμενος Αἰακίδην τὸν Ἠπειρώτην εἰς τὴν βασιλείαν κατεληλυθότα καὶ δύναμιν ἁδρὰν συνηθροικότα ταχέως ὥρμησεν ἐπ᾽ αὐτόν: ἔσπευδε γὰρ κατ᾽ ἰδίαν διαγωνίσασθαι πρὶν ἢ συμμίξαι τὴν τῶν Αἰτωλῶν δύναμιν. [4] εὑρὼν δὲ τοὺς Ἠπειρώτας ἑτοίμους εἰς μάχην ἐξ ἐφόδου συνῆψεν εἰς χεῖρας καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δ᾽ ἐζώγρησεν, ἐν οἷς συνέβαινεν εἶναι καὶ τῶν αἰτίων τῆς τοῦ βασιλέως καθόδου περὶ πεντήκοντα τὸν ἀριθμόν, οὓς δήσας ἀπέστειλε πρὸς Κάσανδρον. [5] τῶν δὲ περὶ τὸν Αἰακίδην ἀθροισθέντων ἐκ τῆς φυγῆς καὶ τοῖς Αἰτωλοῖς συμμιξάντων πάλιν ἐπελθὼν ὁ Φίλιππος μάχῃ ἐκράτησεν καὶ πολλοὺς [p. 120] ἀνεῖλεν, ἐν οἷς ἦν καὶ Αἰακίδης ὁ βασιλεύς. [6] ἐν ὀλίγαις δ᾽ ἡμέραις τηλικαῦτα ποιήσας προτερήματα κατεπλήξατο πολλοὺς τῶν Αἰτωλῶν ἐπὶ τοσοῦτον ὥστε τὰς ἀνοχύρους πόλεις ἐκλιπεῖν, εἰς δὲ τὰ δυσβατώτατα τῶν ὀρῶν συμφυγεῖν μετὰ τέκνων καὶ γυναικῶν. καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα πραχθέντα τοιοῦτον ἔσχε τὸ τέλος.

κατὰ δὲ τὴν Ἀσίαν Κάσανδρος ὁ τῆς Καρίας κυριεύων πιεζούμενος τῷ πολέμῳ διελύσατο πρὸς Ἀντίγονον ἐφ᾽ ᾧ τοὺς μὲν στρατιώτας παραδώσει πάντας Ἀντιγόνῳ, τὰς δ᾽ Ἑλληνίδας πόλεις αὐτονόμους ἀφήσει, τὴν δὲ σατραπείαν ἣν πρότερον εἶχε δωρεὰν καθέξει, [2] βέβαιος ὢν φίλος Ἀντιγόνῳ. δοὺς δὲ περὶ τούτων ὅμηρον Ἀγάθωνα τὸν ἀδελφὸν καὶ μετ᾽ ὀλίγας ἡμέρας μεταμεληθεὶς ἐπὶ ταῖς συνθήκαις τὸν μὲν ἀδελφὸν ἐξέκλεψεν ἐκ τῆς ὁμηρίας, πρὸς δὲ Πτολεμαῖον καὶ Σέλευκον διαπρεσβευσάμενος ἠξίου βοηθεῖν τὴν ταχίστην. [3] ἐφ᾽ οἷς Ἀντίγονος δεινοπαθήσας δύναμιν ἀπέστειλεν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, τοῦ μὲν στόλου ναύαρχον ἀποδείξας Μήδιον, τοῦ δὲ στρατοπέδου καταστήσας στρατηγὸν Δόκιμον. [4] οὗτοι δὲ παραγενόμενοι πρὸς τὴν πόλιν τῶν Μιλησίων τούς τε πολίτας ἐκάλουν ἐπὶ τὴν ἐλευθερίαν καὶ τὴν φρουρουμένην ἄκραν ἐκπολιορκήσαντες [p. 121] εἰς αὐτονομίαν ἀποκατέστησαν τὸ πολίτευμα. [5] περὶ ταῦτα δ᾽ ὄντων τούτων Ἀντίγονος Τράλλεις ἐξεπολιόρκησεν: εἰς δὲ Καῦνον παρελθὼν καὶ τὸν στόλον μεταπεμψάμενος εἷλε καὶ ταύτην τὴν πόλιν πλὴν τῆς ἄκρας: ταύτην δὲ περιχαρακώσας, καθ᾽ ὃ μέρος ἦν προσμάχεσθαι, συνεχεῖς προσβολὰς ἐποιεῖτο. ἐπὶ δὲ τὴν Ἰασὸν πόλιν ἐκπεμφθεὶς Πτολεμαῖος μετὰ δυνάμεως ἱκανῆς ἠνάγκασε προσθέσθαι τοῖς περὶ Ἀντίγονον. [6] αὗται μὲν οὖν τῆς Καρίας οὖσαι τοῦτον τὸν τρόπον ὑπετάγησαν Ἀντιγόνῳ. μετ᾽ ὀλίγας δ᾽ ἡμέρας ἐλθόντων πρὸς αὐτὸν πρεσβευτῶν παρ᾽ Αἰτωλῶν καὶ Βοιωτῶν πρὸς μὲν τούτους συμμαχίαν συνέθετο, τῷ δὲ Κασάνδρῳ συνελθὼν εἰς λόγους ὑπὲρ εἰρήνης περὶ τὸν Ἑλλήσποντον ἀπῆλθεν ἄπρακτος, οὐ δυναμένων αὐτῶν οὐδαμῶς συμφωνῆσαι. διόπερ ὁ Κάσανδρος ἀπογνοὺς τὰς διαλύσεις διέγνω τῶν κατὰ τὴν Ἑλλάδα πάλιν πραγμάτων ἀντέχεσθαι. [7] ἀναζεύξας οὖν μετὰ τριάκοντα νεῶν εἰς Ὠρεὸν ἐπολιόρκει τὴν πόλιν. ἐνεργῶς δ᾽ αὐτοῦ ταῖς προσβολαῖς χρωμένου καὶ τοῦ πολίσματος ἤδη κατὰ κράτος ἁλισκομένου παρεγένετο βοηθήσων τοῖς Ὠρίταις Τελεσφόρος μὲν ἐκ Πελοποννήσου μετὰ νεῶν εἴκοσι καὶ στρατιωτῶν χιλίων, Μήδιος δ᾽ ἐκ τῆς Ἀσίας ἔχων ναῦς ἑκατόν. [8] οὗτοι δ᾽ ὁρῶντες ἐφορμούσας τῷ λιμένι τὰς τοῦ Κασάνδρου ναῦς πῦρ ἐνῆκαν καὶ τέσσαρας μὲν κατέκαυσαν, [p. 122] παρ᾽ ὀλίγον δὲ καὶ πάσας διέφθειραν: τοῖς δ᾽ ἐλαττουμένοις παραγενομένης βοηθείας ἐξ Ἀθηνῶν ἐπέπλευσαν οἱ περὶ Κάσανδρον καταφρονοῦσι τοῖς πολεμίοις. συμβαλόντες δ᾽ αὐτοῖς μίαν μὲν κατέδυσαν, τρεῖς δ᾽ αὐτάνδρους ἔλαβον. καὶ τὰ μὲν πραχθέντα περὶ τὴν Ἑλλάδα καὶ τὸν Πόντον τοιαῦτ᾽ ἦν.

κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν μετὰ πολλῆς δυνάμεως ἐπῄεσαν πορθοῦντες τῶν κατ᾽ Ἰταλίαν πόλεων ὅσαι τοῖς ἐναντίοις συνηγωνίζοντο, οἱ δ᾽ ὕπατοι τῶν Ῥωμαίων μετὰ στρατοπέδου παραγενόμενοι παραβοηθεῖν ἐπειρῶντο τοῖς κινδυνεύουσιν τῶν συμμάχων. [2] ἀντεστρατοπεδεύσαντο δὲ τοῖς πολεμίοις περὶ Κίνναν πόλιν καὶ ταύτην μὲν εὐθὺς ἐρύσαντο τῶν ἐπικειμένων φόβων, μετ᾽ ὀλίγας δ᾽ ἡμέρας ἐκταξάντων ἀμφοτέρων τὰς δυνάμεις ἐγένετο μάχη καρτερὰ καὶ συχνοὶ παρ᾽ ἀμφοτέροις ἔπεσον. τὸ δὲ τέλος οἱ Ῥωμαῖοι βιασάμενοι κατὰ κράτος περιεγένοντο τῶν πολεμίων, ἐπὶ πολὺν δὲ χρόνον χρησάμενοι τῷ διωγμῷ πλείους τῶν μυρίων ἀνεῖλον. [3] καὶ τῆς μάχης ἀγνοουμὲνης ἔτι Καμπανοὶ μὲν καταφρονήσαντες τῶν Ῥωμαίων ἀπέστησαν, ὁ δὲ δῆμος εὐθὺς δύναμίν τε τὴν ἱκανὴν ἐξέπεμψεν ἐπ᾽ αὐτοὺς καὶ στρατηγὸν αὐτοκράτορα Γάιον Μάνιον [p. 123] καὶ μετ᾽ αὐτοῦ κατὰ τὸ πάτριον ἔθος Μάνιον Φούλβιον ἵππαρχον. [4] τούτων δὲ πλησίον τῆς Καπύης καταστρατοπεδευσάντων οἱ Καμπανοὶ τὸ μὲν πρῶτον ἐπεχείρουν ἀγωνίζεσθαι, μετὰ δὲ ταῦτα πυθόμενοι τὴν τῶν Σαμνιτῶν ἧτταν καὶ νομίσαντες πάσας τὰς δυνάμεις ἥξειν ἐπ᾽ αὐτοὺς διελύσαντο πρὸς Ῥωμαίους: [5] τοὺς γὰρ αἰτίους τῆς ταραχῆς ἐξέδωκαν, οἳ προτεθείσης κρίσεως οὐ περιμείναντες τὴν ἀπόφασιν αὑτοὺς ἀνεῖλαν. αἱ δὲ πόλεις τυχοῦσαι συγγνώμης εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησαν.

τοῦ δ᾽ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Πολέμων, ἐν Ῥώμῃ δ᾽ ὑπῆρχον ὕπατοι Λεύκιος Παπείριος τὸ πέμπτον καὶ Γάιος Ἰούνιος, ἤχθη δὲ καὶ ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ᾽ ἣν ἐνίκα στάδιον Παρμενίων Μιτυληναῖος. [2] ἐπὶ δὲ τούτων τῶν χρόνων Ἀντίγονος ἀπέστειλεν εἰς τὴν Ἑλλάδα στρατηγὸν Πτολεμαῖον τοὺς Ἕλληνας ἐλευθερώσοντα, συνέπεμψε δ᾽ αὐτῷ ναῦς μὲν μακρὰς ἑκατὸν καὶ πεντήκοντα, Μήδιον ἐπιστήσας ναύαρχον, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους. [3] ἐποιήσατο δὲ καὶ πρὸς Ῥοδίους συμμαχίαν καὶ προσελάβετο παρ᾽ αὐτῶν ναῦς ἐξηρτισμένας πρὸς τὸν πόλεμον δέκα πρὸς τὴν τῶν Ἑλλήνων [p. 124] ἐλευθέρωσιν. [4] ὁ δὲ Πτολεμαῖος μετὰ παντὸς τοῦ στόλου καταπλεύσας τῆς Βοιωτίας εἰς τὸν Βαθὺν καλούμενον λιμένα παρὰ μὲν τοῦ κοινοῦ τῶν Βοιωτῶν προσελάβετο στρατιώτας πεζοὺς μὲν δισχιλίους διακοσίους, ἱππεῖς δὲ χιλίους τριακοσίους. μετεπέμψατο δὲ καὶ τὰς ἐξ Ὠρεοῦ ναῦς καὶ τειχίσας τὸν Σαλγανέα συνήγαγεν ἐνταῦθα πᾶσαν τὴν δύναμιν: ἤλπιζε γὰρ προσδέξασθαι τοὺς Χαλκιδεῖς, οἵπερ μόνοι τῶν Εὐβοέων ὑπὸ τῶν πολεμίων ἐφρουροῦντο. [5] ὁ δὲ Κάσανδρος ἀγωνιῶν ὑπὲρ τῆς Χαλκίδος τὴν Ὠρεοῦ πολιορκίαν ἔλυσεν, εἰς δὲ τὴν Χαλκίδα παρῆλθεν καὶ τὰς δυνάμεις μετεπέμπετο. Ἀντίγονος δὲ πυθόμενος περὶ τὴν Εὔβοιαν ἐφεδρεύειν ἀλλήλοις τὰ στρατόπεδα, μετεπέμψατο τὸν Μήδιον εἰς τὴν Ἀσίαν μετὰ τοῦ στόλου, εὐθὺς δὲ καὶ τὰς δυνάμεις ἀναλαβὼν προῆγεν ἐφ᾽ Ἑλλησπόντῳ κατὰ τάχος, ὡς διαβησόμενος εἰς Μακεδονίαν, ὅπως ἢ μένοντος Κασάνδρου περὶ τὴν Εὔβοιαν αὐτὸς ἔρημον καταλάβῃ Μακεδονίαν τῶν ἀμυνομένων ἢ τῇ βασιλείᾳ βοηθῶν ἀποβάλῃ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα. [6] ὁ δὲ Κάσανδρος συνιδὼν τὴν ἐπίνοιαν αὐτοῦ Πλείσταρχον μὲν ἀπέλιπεν ἐπὶ τῆς ἐν Χαλκίδι φρουρᾶς, αὐτὸς [p. 125] δὲ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας Ὠρωπὸν μὲν κατὰ κράτος εἷλε, Θηβαίους δ᾽ εἰς τὴν αὑτοῦ συμμαχίαν κατέστησεν: πρὸς δὲ τοὺς ἄλλους Βοιωτοὺς ἀνοχὰς ποιησάμενος καὶ καταλιπὼν ἐπὶ τῆς Ἑλλάδος στρατηγὸν Εὐπόλεμον ἀπῆλθεν εἰς Μακεδονίαν, ἀγωνιῶν περὶ τῆς τῶν πολεμίων διαβάσεως. [7] ὁ δ᾽ Ἀντίγονος ἐπειδὴ κατήντησεν εἰς τὴν Προποντίδα, διεπρεσβεύσατο πρὸς Βυζαντίους, ἀξιῶν μετέχειν τῆς συμμαχίας. παραγενομένων δὲ καὶ παρὰ Λυσιμάχου πρεσβευτῶν καὶ παρακαλούντων μηδὲν ποιεῖν μήτε κατ᾽ αὐτοῦ μήτε κατὰ Κασάνδρου τοῖς μὲν Βυζαντίοις ἔδοξε μένειν ἐφ᾽ ἡσυχίας καὶ τηρεῖν τὴν πρὸς ἀμφοτέρους εἰρήνην ἅμα καὶ φιλίαν. ὁ δ᾽ Ἀντίγονος δυσχρηστούμενος ἐπὶ τούτοις, ἅμα δὲ καὶ τῆς χειμερινῆς ὥρας συγκλειούσης διέδωκε τοὺς στρατιώτας κατὰ πόλι εἰς τὴν χειμασίαν.

ἅμα δὲ τούτοις πραττομένοις Κορκυραῖοι μὲν βοηθήσαντες Ἀπολλωνιάταις καὶ τοῖς Ἐπιδαμνίοις τοὺς μὲν στρατιώτας Κασάνδρου ὑποσπόνδους ἀφῆκαν, τῶν δὲ πόλεων Ἀπολλωνίαν μὲν ἠλευθέρωσαν, Ἐπίδαμνον δὲ Γλαυκίᾳ τῷ τῶν Ἰλλυριῶν βασιλεῖ παρέδωκαν. [2] ὁ δ᾽ Ἀντιγόνου στρατηγὸς Πτολεμαῖος χωρισθέντος εἰς Μακεδονίαν Κασάνδρου καταπληξάμενος τοὺς φρουροῦντας τὴν Χαλκίδα παρέλαβε τὴν πόλιν καὶ τοὺς Χαλκιδεῖς ἀφῆκεν ἀφρουρήτους, ὥστε γενέσθαι φανερὸν [p. 126] ὡς πρὸς ἀλήθειαν Ἀντίγονος ἐλευθεροῦν προῄρηται τοὺς Ἕλληνας: ἐπίκαιρος γὰρ ἡ πόλις ἐστὶ τοῖς βουλομένοις ἔχειν ὁρμητήριον πρὸς τὸ διαπολεμεῖν περὶ τῶν ὅλων. [3] ὁ δ᾽ οὖν Πτολεμαῖος ἐκπολιορκήσας Ὠρωπὸν παρέδωκε τοῖς Βοιωτοῖς καὶ τοὺς Κασάνδρου στρατιώτας ὑποχειρίους ἔλαβε. μετὰ δὲ ταῦτα Ἐρετριεῖς καὶ Καρυστίους εἰς τὴν συμμαχίαν προσλαβόμενος ἐστράτευσεν εἰς τὴν Ἀττικήν, Δημητρίου τοῦ Φαληρέως ἐπιστατοῦντος τῆς πόλεως. [4] οἱ δ᾽ Ἀθηναῖοι τὸ μὲν πρῶτον λάθρᾳ διεπέμποντο πρὸς Ἀντίγονον, ἀξιοῦντες ἐλευθερῶσαι τὴν πόλιν: τότε δὲ τοῦ Πτολεμαίου παραγενηθέντος πλησίον τῆς πόλεως θαρρήσαντες ἠνάγκασαν τὸν Δημήτριον ἀνοχὰς ποιήσασθαι καὶ πρεσβείας ἀποστέλλειν πρὸς Ἀντίγονον περὶ συμμαχίας. [5] ὁ δὲ Πτολεμαῖος ἀναζεύξας ἐκ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν τήν τε Καδμείαν εἷλε καὶ τὴν φρουρὰν ἐκβαλὼν ἠλευθέρωσε τὰς Θήβας. μετὰ δὲ ταῦτα πορευθεὶς εἰς τὴν Φωκίδα καὶ τὰς μὲν πλείους τῶν πόλεων προσαγόμενος ἐξέβαλε πανταχόθεν τὰς Κασάνδρου φρουράς: ἐπῆλθε δὲ καὶ τὴν Λοκρίδα καὶ τῶν Ὀπουντίων τὰ Κασάνδρου φρονούντων συνεστήσατο πολιορκίαν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο.

τῆς δ᾽ αὐτῆς θερίας Κυρηναῖοι μὲν ἀποστάντες Πτολεμαίου τὴν ἄκραν περιεστρατοπέδευσαν, ὡς αὐτίκα μάλα τὴν φρουρὰν ἐκβαλοῦντες, παραγενομένων δὲ πρεσβευτῶν ἐκ τῆς Ἀλεξανδρείας καὶ παρακαλούντων [p. 127] παύσασθαι τῆς φιλοτιμίας τούτους μὲν ἀπέκτειναν, τὴν δ᾽ ἄκραν ἐνεργέστερον ἐπολιόρκουν. [2] ἐφ᾽ οἷς παροξυνθεὶς ὁ Πτολεμαῖος ἀπέστειλεν Ἄγιν στρατηγὸν μετὰ δυνάμεως πεζῆς, ἐξέπεμψε δὲ καὶ στόλον τὸν συλληψόμενον τοῦ πολέμου, ναύαρχον ἐπιστήσας Ἐπαινετόν. [3] ὁ δὲ Ἄγις ἐνεργῶς διαπολεμήσας τοῖς ἀφεστηκόσιν ἐκυρίευσε κατὰ κράτος τῆς πόλεως καὶ τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως δήσας ἀπέστειλεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ τῶν ἄλλων τὰ ὅπλα παρελόμενος καὶ τὰ κατὰ τὴν πόλιν διοικήσας ὥς ποτ᾽ ἔδοξεν αὐτῷ συμφέρειν ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον. [4] Πτολεμαῖος δέ, τῶν περὶ Κυρήνην αὐτῷ κατὰ νοῦν ἀπηντηκότων, διῆρεν ἐκ τῆς Αἰγύπτου μετὰ δυνάμεως εἰς τὴν Κύπρον ἐπὶ τοὺς ἀπειθοῦντας τῶν βασιλέων. Πυγμαλίωνα δὲ εὑρὼν διαπρεσβευόμενον πρὸς Ἀντίγονον ἀνεῖλε, Πράξιππον δὲ τὸν τῆς Λαπιθίας βασιλέα καὶ τὸν τῆς Κερυνίας δυνάστην ὑποπτεύσας ἀλλοτρίως ἔχειν συνέλαβε Στασιοίκου τοῦ Μαλιέως: καὶ τὴν μὲν πόλιν κατέσκαψε, [5] τοὺς δ᾽ ἐνοικοῦντας μετήγαγεν εἰς Πάφον. ταῦτα δὲ διαπραξάμενος τῆς μὲν Κύπρου κατέστησε στρατηγὸν Νικοκρέοντα, παραδοὺς τάς τε πόλεις καὶ τὰς προσόδους τῶν ἐκπεπτωκότων βασιλέων, [6] αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας ἐπὶ Συρίας τῆς ἄνω [p. 128] καλουμένης Ποσείδιον καὶ Ποταμοὺς Καρῶν ἐκπολιορκήσας. διήρπασεν. ἑτοίμως δὲ πλεύσας ἐπὶ Κιλικίας Μάλον εἷλε καὶ τοὺς ἐγκαταληφθέντας ἐλαφυροπώλησεν. ἐπόρθησε δὲ καὶ τὴν ἐγγὺς χώραν καὶ τὸ στρατόπεδον ὠφελείας ἐμπλήσας ἀπέπλευσεν εἰς τὴν Κύπρον. [7] ἐπολιτεύετο δὲ πρὸς τοὺς στρατιώτας, οὕτως ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τοὺς ἐπιφερομένους κινδύνους.

Δημήτριος δὲ ὁ Ἀντιγόνου διέτριβεν ἀεὶ περὶ Κοίλην Συρίαν, ἐφεδρεύων ταῖς τῶν Αἰγυπτίων δυνάμεσιν. ὡς δ᾽ ἤκουσε τὰς τῶν πόλεων ἁλώσεις Πίθωνα μὲν ἐπὶ τῶν τόπων κατέλιπε στρατηγόν, δοὺς αὐτῷ τοὺς ἐλέφαντας καὶ τὰ βαρέα τῶν ταγμάτων, αὐτὸς δ᾽ ἀναλαβὼν τούς τε ἱππεῖς καὶ τὰ ψιλικὰ τάγματα προῆγεν ἐπὶ Κιλικίας συντόμως, βοηθήσων τοῖς κινδυνεύουσιν. [2] ὑστερήσας δὲ τῶν καιρῶν καὶ καταλαβὼν ἀποπεπλευκότας τοὺς πολεμίους ἐπανῆλθε συντόμως ἐπὶ τὸ στρατόπεδον, ἀποβεβληκὼς τῶν ἵππων τοὺς πλείους κατὰ τὴν ὁδοιπορίαν: διέτεινε γὰρ ἓξ ἡμέραις ἀπὸ Μάλου σταθμοὺς εἴκοσι καὶ τέσσαρας, ὥστε διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθίας μήτε σκευοφόρον ἀκολουθῆσαι μηδένα μήτε τοὺς ἱπποκόμους. [3] ὁ δὲ Πτολεμαῖος, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων [p. 129] ἀπηντηκότων, τότε μὲν ἀπῆρεν εἰς Αἴγυπτον, μετ᾽ ὀλίγον δὲ χρόνον παροξυνόμενος ὑπὸ Σελεύκου διὰ τὴν πρὸς Ἀντίγονον ἀλλοτριότητα διέγνω στρατεύειν ἐπὶ Κοίλην Συρίαν καὶ παρατάττεσθαι τοῖς περὶ τὸν Δημήτριον. [4] συναγαγὼν οὖν πανταχόθεν τὰς δυνάμεις ἀνέζευξεν ἀπὸ Ἀλεξανδρείας εἰς Πηλούσιον, ἔχων πεζοὺς μὲν μυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ τετρακισχιλίους, ὧν ἦσαν οἱ μὲν Μακεδόνες, οἱ δὲ μισθοφόροι, Αἰγυπτίων δὲ πλῆθος, τὸ μὲν κομίζον βέλη καὶ τὴν ἄλλην παρασκευήν, τὸ δὲ καθωπλισμένον καὶ πρὸς μάχην χρήσιμον. [5] ἀπὸ δὲ Πηλουσίου διὰ τῆς ἐρήμου διελθὼν κατεστρατοπέδευσε πλησίον τῶν πολεμίων περὶ τὴν παλαιὰν Γάζαν τῆς Συρίας. ὁμοίως δὲ καὶ Δημήτριος μεταπεμψάμενος πανταχόθεν τοὺς ἐκ τῆς χειμασίας στρατιώτας εἰς τὴν παλαιὰν Γάζαν ὑπέμεινε τὴν τῶν ἐναντίων ἔφοδον.

τῶν δὲ φίλων αὐτῷ συμβουλευόντων μὴ παρατάττεσθαι πρὸς ἡγεμόνα τηλικοῦτον καὶ δύναμιν μείζω, τούτοις μὲν οὐ προσεῖχεν, εἰς δὲ τὸν κίνδυνον παρεσκευάζετο τεθαρρηκώς, καίπερ νέος ὢν παντελῶς καὶ τηλικαύτην μάχην μέλλων ἀγωνίζεσθαι χωρὶς τοῦ πατρός. [2] συναγαγόντος δ᾽ ἐν τοῖς ὅπλοις ἐκκλησίαν αὐτοῦ καὶ στάντος ἐπί τινος ἀναστήματος μετὰ ἀγωνίας καὶ διατροπῆς ὁ μὲν ὄχλος ἀνεβόησε μιᾷ φωνῇ θαρρεῖν καὶ πρὸ τοῦ τὸν κήρυκα καταπαῦσαι τοὺς θορυβοῦντας ἅπαντες σιωπὴν παρείχοντο. [3] οὔτε γὰρ στρατιωτικὸν ἔγκλημα ὑπῆρχε περὶ αὐτὸν οὔτε πολιτικόν, ἅτε προσφάτως ἐφ᾽ ἡγεμονίας [p. 130] τεταγμένον: ὅπερ εἴωθε γίγνεσθαι τοῖς παλαιοῖς στρατηγοῖς, ὅταν ἐκ πολλῶν προφάσεων ἓν ἔγκλημα πρὸς ἕνα καιρὸν ἀθροίζηται: τὸ γὰρ πλῆθος ἀεὶ δυσάρεστον ἐπὶ τῶν αὐτῶν μένον καὶ πᾶν τὸ μὴ πλεονάζον κεχαρισμένην ἔχει τὴν μεταβολήν: τοῦ τε πατρὸς ἤδη γεγηρακότος αἱ τῆς βασιλείας ἐλπίδες εἰς τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὄχλων εὔνοιαν. [4] ἦν δὲ καὶ τῷ κάλλει καὶ τῷ μεγέθει διάφορος, ἔτι δὲ κεκοσμημένος ὅπλοις βασιλικοῖς εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, δι᾽ ἧς εἰς ἐλπίδας ἁδρὰς ἦγε τοὺς πολλούς: πρὸς δὲ τούτοις πρᾳότης τις ἦν περὶ αὐτόν, ἁρμόζουσα νέῳ βασιλεῖ, δἰ ἧς εἰς προθυμίαν ἐξεκαλεῖτο πάντας, ὥστε καὶ τοὺς ἐκτὸς τάξεως συνδραμεῖν ἐπὶ τὴν ἀκρόασιν, συναγωνιῶντας τῇ νεότητι καὶ τῇ μελλούσῃ γίνεσθαι κρίσει διὰ τῆς παρατάξεως. [5] οὐ μόνον γὰρ πρὸς πλείονας ἤμελλε διακινδυνεύειν, ἀλλὰ καὶ πρὸς ἡγεμόνας σχεδὸν μεγίστους, Πτολεμαῖον καὶ Σέλευκον: οὗτοι γὰρ πάντας τοὺς πολέμους Ἀλεξάνδρῳ συστρατευσάμενοι καὶ πολλάκις καθ᾽ αὑτοὺς δυνάμεων ἡγησάμενοι μέχρι τῶν καιρῶν τούτων ὑπῆρχον ἀνίκητοι. [6] ὁ δ᾽ οὖν Δημήτριος παρακαλέσας τὰ πλήθη τοῖς οἰκείοις λόγοις καὶ δωρεάς τε δώσειν κατὰ τὴν ἀξίαν καὶ τὰ λάφυρα συγχωρήσειν ἐπαγγειλάμενος ἐξέταξε τὴν δύναμιν εἰς τὴν μάχην.

ἐπὶ μὲν οὖν τὸ λαιὸν κέρας ἔταξε, καθ᾽ ὃ τὸν κίνδυνον αὐτὸς ἤμελλε ποιεῖσθαι, πρώτους μὲν τοὺς [p. 131] περὶ αὐτὸν ἱππεῖς ἐπιλέκτους διακοσίους, ἐν οἷς ἦσαν οἵ τε ἄλλοι φίλοι πάντες καὶ Πίθων ὁ συνεστρατευμένος μὲν Ἀλεξάνδρῳ, συγκαθιστάμενος δὲ ὑπ᾽ Ἀντιγόνου στρατηγὸς καὶ τῶν ὅλων μέτοχος. [2] πρόταγμα δὲ τρεῖς εἴλας ἱππέων ἔταξεν καὶ πλαγιοφυλάκους τὰς ἴσας καὶ χωρὶς ἔξω τοῦ κέρατος ἀπολελυμένας τρεῖς Ταραντίνων, ὥστ᾽ εἶναι τοὺς περὶ τὸ σῶμα τεταγμένους ἱππεῖς ξυστοφόρους μὲν πεντακοσίους, Ταραντίνους δὲ ἑκατόν. [3] ἑξῆς δ᾽ ἔταξε τῶν ἱππέων τοὺς καλουμένους μὲν ἑταίρους, ὄντας δὲ τὸν ἀριθμὸν ὀκτακοσίους, μετὰ δὲ τούτους παντοδαποὺς ἱππεῖς οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων. πρὸ παντὸς δὲ τοῦ κέρατος ἔστησε τῶν ἐλεφάντων τριάκοντα καὶ τὰ διαστήματα αὐτῶν ἐπλήρωσε τοῖς ψιλικοῖς τάγμασιν, ὧν ἦσαν ἀκοντισταὶ μὲν καὶ τοξόται χίλιοι, σφενδονῆται δὲ Πέρσαι πεντακόσιοι. [4] τὸ μὲν οὖν εὐώνυμον κέρας οὕτω κατασκευάσας διενοεῖτο τούτῳ κρίνειν τὴν μάχην. ἐχομένην δ᾽ ἔστησε τὴν τῶν πεζῶν φάλαγγα, συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων χιλίων: τούτων δὲ ἦσαν Μακεδόνες μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι χίλιοι, μισθοφόροι δ᾽ ὀκτακισχίλιοι. ἐπὶ δὲ τὸ δεξιὸν κέρας ἔταξε τοὺς λοιποὺς ἱππεῖς χιλίους πεντακοσίους, ὧν Ἀνδρόνικος ἡγεῖτο. τούτῳ δ᾽ ἦν συντεταγμένον λοξὴν φυλάττειν τὴν στάσιν καὶ φυγομαχεῖν, καραδοκοῦντα τὴν δι᾽ αὐτοῦ γινομένην κρίσιν. τοὺς δὲ λοιποὺς τῶν ἐλεφάντων τρεισκαίδεκα ἔστησε πρὸ τῆς τῶν [p. 132] πεζῶν φάλαγγος, μίξας εἰς τὰ διαστήματα τῶν ψιλῶν τοὺς ἱκανούς. Δημήτριος μὲν οὖν διεκόσμησε τὴν ἰδίαν δύναμιν τὸν τρόπον τοῦτον.

οἱ δὲ περὶ τὸν Πτολεμαῖον καὶ Σέλευκον τὸ μὲν πρῶτον ἔταξαν ἰσχυρὰν τὴν εὐώνυμον τάξιν, ἀγνοοῦντες τῶν ἐναντίων τὴν ἐπιβολήν: μαθόντες δὲ παρὰ τῶν κατασκόπων τὸ γεγονὸς ταχέως ἐξέταξαν τὴν δύναμιν ὅπως τὸ δεξιὸν κέρας ἰσχὺν ἔχον καὶ δύναμιν τὴν κρατίστην διαγωνίσηται πρὸς τοὺς μετὰ Δημητρίου τεταγμένους ἐν τοῖς εὐωνύμοις μέρεσιν. ἔταξαν δὲ ἐπὶ τοῦ κέρατος τούτου τῶν ἱππέων τοὺς κρατίστους τρισχιλίους, ἐν οἷς καὶ αὐτοὶ διεγνώκεισαν ἀγωνίσασθαι. [2] προέταξαν δὲ τῆς στάσεως ταύτης τοὺς κομίζοντας χάρακα σεσιδηρωμένον καὶ δεδεμένον ἀλύσεσιν, ὃν παρεσκευάσαντο πρὸς τὴν τῶν ἐλεφάντων ἔφοδον: ταθέντος γὰρ τούτου ῥᾴδιον ἦν εἴργειν τὰ θηρία τῆς εἰς τοὔμπροσθεν πορείας. [3] προέταξαν δὲ τοῦ κέρατος τούτου καὶ τὰ ψιλικὰ τάγματα, παραγγείλαντες τοῖς τε ἀκοντισταῖς καὶ τοξόταις συνεχῶς κατατιτρώσκειν τὰ θηρία καὶ τοὺς ἐπ᾽ αὐτοῖς ἀναβεβηκότας. τοῦτον δὲ τὸν τρόπον ὀχυρωσάμενοι τὸ δεξιὸν κέρας καὶ τὴν ἄλλην δύναμιν ἐκτάξαντες ἐνδεχομένως ἐπῆγον τοῖς πολεμίοις μετὰ πολλῆς κραυγῆς. Ἀντεπαγόντων δὲ καὶ τῶν ἐναντίων τὸ μὲν πρῶτον ἐπ᾽ ἄκρων τῶν κεράτων ἱππομαχία συνέστη τῶν [p. 133] προτεταγμένων ἱππέων, ἐν οἷς πολὺ προετέρουν οἱ περὶ τὸν Δημήτριον. [4] μετ᾽ ὀλίγον δὲ τῶν περὶ Πτολεμαῖον καὶ Σέλευκον περιιππευσάντων τὸ κέρας καὶ βιαιότερον ἐπενεχθέντων ὀρθαῖς ταῖς εἴλαις συνέστη καρτερὰ μάχη διὰ τὰς ἑκατέρων προθυμίας. [5] κατὰ μὲν οὖν τὴν πρώτην ἔφοδον τοῖς ξυστοῖς ἀγωνισάμενοι τούτων τε τὰ πλεῖστα συνέτριψαν καὶ τῶν ἀγωνιζομένων οὐκ ὀλίγους κατετραυμάτισαν: κατὰ δὲ τὴν δευτέραν ἀναστροφὴν εἰς τὴν ἀπὸ τοῦ ξίφους μάχην ὥρμησαν καὶ συμπλεκόμενοι πολλοὺς ἀλλήλων ἀνῄρουν, οἵ τε ἡγεμόνες αὐτοὶ πρὸ πάντων κινδυνεύοντες προετρέποντο τοὺς ὑποτεταγμένους εὐρώστως ὑπομένειν τὸ δεινόν, οἵ τ᾽ ἐπὶ τῶν κεράτων ἱππεῖς, ἅπαντες ἐπιλελεγμένοι κατ᾽ ἀρετήν, ἡμιλλῶντο πρὸς ἀλλήλους, θεατὰς ἔχοντες τῆς ἀνδρείας τοὺς συναγωνιζομένους στρατηγούς.

ἐπὶ πολὺν δὲ χρόνον τῆς ἱππομαχίας οὔσης ἐφαμίλλου τὰ θηρία διὰ τῶν Ἰνδῶν εἰς τὸν ἀγῶνα παρορμηθέντα μέχρι μέν τινος προῆγεν καταπληκτικῶς, ὡς οὐδενὸς ὑποστησομένου: ὡς δ᾽ ἐπὶ τὸν σεσιδηρωμένον χάρακα κατήντησε, τὸ μὲν πλῆθος τῶν ἀκοντιστῶν καὶ τοξοτῶν συνεχῶς βαλλόντων κατετίτρωσκε τὰ σώματα τῶν ἐλεφάντων καὶ τοὺς ἐπ᾽ αὐτοῖς ἀναβεβηκότας: [2] βιαζομένων δὲ τῶν Ἰνδῶν καὶ κολαζόντων τὰ θηρία τινὰ μὲν αὐτῶν περιεπείροντο τῷ φιλοτεχνηθέντι χάρακι καὶ ταῖς πληγαῖς καὶ πυκνότησι τῶν τιτρωσκόντων περιώδυνα γινόμενα ἐποίει [p. 134] θόρυβον. [3] τὸ γὰρ γένος τοῦτο κατὰ μὲν τοὺς ὁμαλοὺς καὶ μαλακοὺς τόπους ἀνυπόστατον παρέχεται κατὰ στόμα τὴν ῥώμην, ἐν δὲ τοῖς τραχέσι καὶ δυσβάτοις τελέως ἄπρακτον ἔχει τὴν ἀλκὴν διὰ τὴν τῶν ποδῶν μαλακότητα. [4] διὸ καὶ τότε τῶν περὶ Πτολεμαῖον συνετῶς προεωραμένων τὸ μέλλον ἐκ τοῦ χάρακος τῆς πήξεως ἄπρακτον ἐποίει τὴν βίαν αὐτῶν. τέλος δὲ τῶν πλείστων Ἰνδῶν κατακοντισθέντων ὑποχειρίους συνέβη γενέσθαι πάντας τοὺς ἐλέφαντας. [5] οὗ τελεσθέντος οἱ πολλοὶ τῶν περὶ τὸν Δημήτριον ἱππέων καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν: αὐτὸς δὲ μετ᾽ ὀλίγων ἀπολειφθεὶς καὶ δεόμενος ἑκάστου στῆναι καὶ μὴ καταλιπεῖν αὐτόν, ὡς οὐδεὶς προσεἶχε, συναποχωρεῖν ἠναγκάζετο. [6] μέχρι μὲν οὖν Γάζης οἱ πολλοὶ τῶν ἱππέων συνακολουθοῦντες ὑπήκουον καὶ κατέστησαν εἰς τάξεις, ὥστε μηδένα ῥᾳδίως τολμᾶν προσάγειν τῶν εἰκῇ διωκόντων: τὸ γὰρ πεδίον εὐρύχωρον ὂν καὶ μαλακὸν συνήργει τοῖς βουλομένοις ἐν τάξει ποιεῖσθαι τὴν ἀποχώρησιν. [7] συνείποντο δὲ καὶ πεζῶν οἱ βουληθέντες λιπεῖν τὰς τάξεις καὶ χωρὶς τῶν ὅπλων διασώζειν ἑαυτοὺς ἐλαφρούς. παραλλάσσοντος δὲ αὐτοῦ Γάζαν περὶ ἡλίου δύσιν ἀπολιπόντες τῶν ἱππέων τινὲς παρῆλθον εἰς τὴν πόλιν, ἐκκομίσαι βουλόμενοι τὰς ἀποσκευάς. [8] ἀνοιχθεισῶν οὖν τῶν πυλῶν καὶ πλήθους ὑποζυγίων ἀθροισθέντος, ἔτι δ᾽ ἑκάστου πρώτου σπεύδοντος ἐξαγαγεῖν τὰ σκευοφόρα τοσοῦτον θόρυβον [p. 135] γενέσθαι συνέβη περὶ τὰς πύλας ὥστε τῶν περὶ Πτολεμαῖον ἐπιόντων μηδένα δύνασθαι φθάσαι συγκλείσαντα. διόπερ εἰσπεσόντων τῶν πολεμίων ἐντὸς τοῦ τείχους ἡ πόλις ὑποχείριος ἐγένετο τοῖς περὶ Πτολε- μαῖον.

τῆς δὲ μάχης τοιοῦτο τὸ τέλος λαβούσης Δημήτριος μὲν διέτεινεν εἰς Ἄζωτον περὶ μέσας νύκτας, διελθὼν σταδίους ἑβδομήκοντα καὶ διακοσίους. ἐντεῦθεν δὲ κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἐξέπεμψεν, σπεύδων ἐκ παντὸς τρόπου τῆς ἐπιβαλλούσης κηδείας ἀξιῶσαι τοὺς τετελευτηκότας: [2] ἐτύγχανον γὰρ οἱ πλεῖστοι τῶν φίλων πεπτωκότες, ὧν ἦσαν ἐπιφανέστατοι Πίθων τε ὁ μετέχων τῆς στρατηγίας ἐπ᾽ ἴσης αὐτῷ καὶ Βοιωτὸς πολὺν χρόνον συνεζηκὼς Ἀντιγόνῳ τῷ πατρὶ καὶ μετεσχηκὼς παντὸς ἀπορρήτου: [3] κατὰ δὲ τὴν παράταξιν ἔπεσον μὲν πλείους τῶν πεντακοσίων, ὧν ἦσαν οἱ πλείους ἱππεῖς τῶν ἐπιφανῶν ἀνδρῶν, ἑάλωσαν δ᾽ ὑπὲρ ὀκτακισχιλίους. οἱ δὲ περὶ Πτολεμαῖον καὶ Σέλευκον δόντες τὴν ἀναίρεσιν τῶν νεκρῶν τήν τε ἁλοῦσαν βασιλικὴν ἀποσκευὴν καὶ τῶν αἰχμαλώτων τοὺς περὶ τὴν αὐλὴν εἰωθότας διατρίβειν χωρὶς λύτρων ἀπέστειλαν πρὸς Δημήτριον: οὐ γὰρ περὶ τούτων ἔφασαν διαφέρεσθαι πρὸς Ἀντίγονον, ἀλλ᾽ ὅτι τοῦ πολέμου γενομένου κοινοῦ πρότερον μὲν πρὸς Περδίκκαν, ὕστερον δὲ πρὸς Εὐμενῆ τὰ μέρη τῆς δορικτήτου χώρας [p. 136] οὐκ ἀποδοίη τοῖς φίλοις καὶ συνθέμενος φιλίαν πρὸς αὐτὸν τοὐναντίον ἀφέλοιτο τὴν σατραπείαν τῆς Βαβυλωνίας Σελεύκου παρὰ πάντα τὰ δίκαια. [4] ὁ δὲ Πτολεμαῖος τοὺς μὲν ἁλόντας στρατιώτας ἀποστείλας εἰς Αἴγυπτον προσέταξεν ἐπὶ τὰς νομαρχίας διελεῖν, αὐτὸς δὲ θάψας τῶν ἰδίων τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας ἅπαντας μεγαλοπρεπῶς μετὰ τῆς δυνάμεως ἐπῄει τῶν κατὰ Φοινίκην πόλεων τὰς μὲν πολιορκῶν, [5] τὰς δὲ πειθοῖ προσαγόμενος. Δημήτριος δὲ δύναμιν οὐκ ἔχων ἀξιόχρεων πρὸς μὲν τὸν πατέρα βυβλιαφόρον ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τὴν ταχίστην: αὐτὸς δὲ παρελθὼν εἰς Τρίπολιν τῆς Φοινίκης μετεπέμπετό τε τοὺς ἐκ Κιλικίας στρατιώτας καὶ τῶν ἄλλων ὅσοι παρεφύλαττον ἢ πόλεις ἢ φρούρια μακρὰν ἀφεστῶτα τῶν πολεμίων.

Πτολεμαῖος δὲ κρατῶν τῶν ὑπαίθρων Σιδῶνα μὲν προσηγάγετο, τῆς δὲ Τύρου πλησίον στρατοπεδεύσας παρεκάλεσεν Ἀνδρόνικον τὸν φρούραρχον παραδοῦναι τὴν πόλιν καὶ δωρείας τε καὶ τιμὰς ἁδρὰς ἐπηγγείλατο δοῦναι. [2] ὁ δὲ φήσας μηδενὶ τρόπῳ προδώσειν τὴν δεδομένην ὑπ᾽ Ἀντιγόνου καὶ Δημητρίου πίστιν, ἐλοιδόρησε φορτικῶς τὸν Πτολεμαῖον. ὕστερον δὲ στασιασάντων τῶν στρατιωτῶν ἐκπεσὼν ἐκ Τύρου καὶ γενόμενος ὑποχείριος προσεδόκα μὲν τιμωρίας τεύξεσθαι [p. 137] διά τε τὴν γενομένην λοιδορίαν καὶ διὰ τὸ μὴ βεβουλῆσθαι τὴν Τύρον παραδοῦναι: οὐ μὴν ὅ γε Πτολεμαῖος ἐμνησικάκησεν, ἀλλὰ τοὐναντίον δοὺς δωρεὰς εἶχε περὶ αὑτόν, ἕνα τῶν φίλων ποιησάμενος καὶ προάγων ἐντίμως. [3] ἦν γὰρ ὁ δυνάστης οὗτος καθ᾽ ὑπερβολὴν ἐπιεικὴς καὶ συγγνωμονικός, ἔτι δ᾽ εὐεργετικός. ὅπερ καὶ μάλιστ᾽ αὐτὸν ηὔξησε καὶ πολλοὺς ἐποίησεν ἐπιθυμεῖν κοινωνῆσαι τῆς φιλίας. [4] καὶ γὰρ τὸν Σέλευκον ἐκ τῆς Βαβυλωνίας ἐκπεσόντα φιλοτίμως ὑπεδέξατο καὶ κοινὴν παρείχετο τούτῳ τε καὶ τοῖς ἄλλοις φίλοις τὴν περὶ αὐτὸν εὐδαιμονίαν. [5] διὸ καὶ τότε παρακαλοῦντος αὐτὸν Σελεύκου δοῦναι στρατιώτας τοὺς ἀναβησομένους εἰς Βαβυλῶνα προθύμως ὡμολόγησε καὶ προσεπηγγείλατο πάντα συμπράξειν μέχρι ἀνακτήσαιτο τὴν προϋπάρχουσαν σατραπείαν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Εὐρώπην Τελεσφόρος μὲν ὁ Ἀντιγόνου ναύαρχος διατρίβων περὶ Κόρινθον, ἐπειδὴ Πτολεμαῖον ἑώρα μᾶλλον ἑαυτοῦ προαγόμενον καὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων πιστευόμενον ἁπάντων, ἐγκαλέσας Ἀντιγόνῳ περὶ τούτων τὰς μὲν ναῦς ἃς εἶχεν ἀπέδοτο, τῶν δὲ στρατιωτῶν τοὺς βουλομένους κοινωνεῖν τῆς προαιρέσεως ἀναλαβὼν ἴδια πράγματα συνίστατο. [2] παρελθὼν γὰρ εἰς Ἦλιν ὡς ἔτι φυλάττων τὴν πρὸς Ἀντίγονον φιλίαν, τὴν ἀκρόπολιν ἐνετείχισε καὶ τὴν πόλιν κατεδουλώσατο. ἐσύλησεν δὲ καὶ τὸ [p. 138] ἱερὸν τὸ κατὰ τὴν Ὀλυμπίαν καὶ συναγαγὼν ἀργυρίου πλείω τῶν πεντήκοντα ταλάντων ξένους ἐμισθοῦτο. [3] Τελεσφόρος μὲν οὖν ζηλοτυπήσας τὴν προαγωγὴν Πτολεμαίου τοῦτον τὸν τρόπον ἐγένετο προδότης τῆς πρὸς Ἀντίγονον φιλίας. Πτολεμαῖος δ᾽ ὁ Ἀντιγόνου στρατηγὸς ἦν μὲν τεταγμένος ἐπὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων, πυθόμενος δὲ τὴν ἀπόστασιν τὴν Τελεσφόρου καὶ τὴν κατάληψιν τῆς Ἠλείων πόλεως, ἔτι δὲ τὴν σύλησιν τῶν κατὰ τὴν Ὀλυμπίαν χρημάτων παρῆλθεν εἰς Πελοπόννησον μετὰ δυνάμεως. καταντήσας δ᾽ εἰς Ἦλιν καὶ τὴν ἐντετειχισμένην ἀκρόπολιν κατασκάψας τήν τε ἐλευθερίαν ἀπέδωκε τοῖς Ἠλείοις καὶ τὰ χρήματα ἀποκατέστησεν τῷ θεῷ. μετὰ δὲ ταῦτα τὸν Τελεσφόρον πείσας παρέλαβεν τὴν Κυλλήνην, φρουρουμένην ὑπ᾽ αὐτοῦ, καὶ τοῖς Ἠλείοις ἀποκατέστησεν.

ἅμα δὲ τούτοις πρασσομένοις Ἠπειρῶται τελευτήσαντος Αἰακίδου τοῦ βασιλέως αὐτῶν Ἀλκέτᾳ τὴν βασιλείαν παρέδωκαν, ὃς ἦν πεφυγαδευμένος μὲν ὑπὸ Ἀρύμβου τοῦ πατρός, ἀλλοτρίως δὲ διακείμενος πρὸς Κάσανδρον. [2] διὸ καὶ Λυκίσκος ὁ τεταγμένος ἐπὶ τῆς Ἀκαρνανίας στρατηγὸς ὑπὸ Κασάνδρου παρῆλθε μετὰ δυνάμεως εἰς τὴν Ἤπειρον, ἐλπίδας ἔχων ῥᾳδίως τὸν Ἀλκέταν ἀποστήσειν τῆς ἀρχῆς ἀσυντάκτων ἔτι τῶν κατὰ τὴν βασιλείαν ὄντων. [3] καταστρατοπεδεύσαντος δ᾽ αὐτοῦ περὶ Κασσωπίαν πόλιν Ἀλκέτας τοὺς μὲν υἱοὺς [p. 139] Ἀλέξανδρον καὶ Τεῦκρον ἀπέστειλεν ἐπὶ τὰς πόλεις, διακελευσάμενος στρατολογεῖν ὡς πλείστους, αὐτὸς δὲ μεθ᾽ ἧς εἶχε δυνάμεως ἀναζεύξας, ἐπειδὴ πλησίον ἐγένετο τῶν πολεμίων, ἀνέμενε τὴν τῶν υἱῶν παρουσίαν. [4] τῶν δὲ περὶ Λυκίσκον ἐπικειμένων καὶ πολὺ τοῖς πλήθεσιν ὑπερεχόντων οἱ μὲν Ἠπειρῶται καταπλαγέντες προσεχώρησαν τοῖς πολεμίοις, ὁ δ᾽ Ἀλκέτας καταλειφθεὶς κατέφυγεν εἰς Εὐρυμενὰς πόλιν Ἠπειρωτικήν. [5] ἐνταῦθα δ᾽ αὐτοῦ πολιορκουμένου παρεγενήθησαν οἱ περὶ τὸν Ἀλέξανδρον βοήθειαν φέροντες τῷ πατρί. γενομένης οὖν μάχης ἰσχυρᾶς ἀνῃρέθησαν πολλοὶ τῶν στρατιωτῶν, ἐν οἷς ἦσαν ἄλλοι τέ τινες τῶν ἀξιολόγων ἀνδρῶν καὶ Μίκυθος ὁ στρατηγὸς καὶ Λύσανδρος Ἀθηναῖος ὁ κατασταθεὶς ἐπὶ τῆς Λευκάδος ὑπὸ Κασάνδρου. [6] μετὰ δὲ ταῦτα Δεινίου βοηθήσαντος τοῖς ἐλαττουμένοις ἐγένετο δευτέρα μάχη, καθ᾽ ἣν οἱ μὲν περὶ Ἀλέξανδρον καὶ Τεῦκρον ἡττηθέντες ἔφυγον εἴς τι χωρίον ἐρυμνὸν μετὰ τοῦ πατρός, ὁ δὲ Λυκίσκος Εὐρυμενὰς ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε:

καθ᾽ ὃν δὴ χρόνον Κάσανδρος ἀκηκοὼς μὲν τὴν τῶν ἰδίων ἧτταν, ἀγνοῶν δὲ τὸ μετὰ ταῦτα γεγονὸς εὐτύχημα κατὰ σπουδὴν ἧκεν εἰς τὴν Ἤπειρον βοηθήσων τοῖς περὶ Λυκίσκον. καταλαβὼν δ᾽ αὐτοὺς ἐπὶ τοῦ προτερήματος γεγονότας πρὸς μὲν Ἀλκέταν διαλυσάμενος φιλίαν συνέθετο, τῆς δὲ δυνάμεως μέρος ἀναλαβὼν [p. 140] ἀνέζευξεν εἰς τὸν Ἀδρίαν, πολιορκήσων Ἀπολλωνιάτας, ὅτι τὴν φρουρὰν ἐκβαλόντες τὴν αὐτοῦ προσέθεντο τοῖς Ἰλλυριοῖς. [2] οὐ μὴν οἵ γε ἐν τῇ πόλει κατεπλάγησαν, ἀλλὰ βοήθειαν μεταπεμψάμενοι παρὰ τῶν ἄλλων συμμάχων πρὸ τῶν τειχῶν παρετάξαντο. γενομένης δὲ καρτερᾶς μάχης ἐπὶ πολὺν χρόνον οἱ μὲν Ἀπολλωνιᾶται τοῖς πλήθεσιν ὑπερέχοντες τοὺς ἀντιτεταγμένους φυγεῖν ἠνάγκασαν, ὁ δὲ Κάσανδρος πολλοὺς στρατιώτας ἀποβαλὼν καὶ δύναμιν μὲν οὐκ ἔχων περὶ αὑτὸν ἀξιόχρεω, τὴν δὲ χειμερινὴν ὥραν θεωρῶν ἐπανῆλθεν εἰς Μακεδονίαν. [3] τούτου δὲ χωρισθέντος Λευκάδιοι προσλαβόμενοι βοήθειαν παρὰ Κορκυραίων ἐξέβαλον τὴν φρουρὰν τοῦ Κασάνδρου. οἱ δ᾽ Ἠπειρῶται χρόνον μέν τινα διέμενον ὑπ᾽ Ἀλκέτου βασιλευόμενοι, χρωμένου δ᾽ αὐτοῦ χαλεπώτερον τοῖς πλήθεσιν αὐτόν τε κατέσφαξαν καὶ δύο τῶν υἱῶν παῖδας ὄντας τὴν ἡλικίαν Ἠσιονέα καὶ Νίσον.

κατὰ δὲ τὴν Ἀσίαν Σέλευκος μετὰ τὴν γενομένην ἧτταν Δημητρίῳ περὶ Γάζαν τῆς Συρίας ἀναλαβὼν παρὰ Πτολεμαίου πεζοὺς μὲν οὐ πλείους τῶν ὀκτακοσίων, ἱππεῖς δὲ περὶ διακοσίους ἀνέζευξεν ἐπὶ Βαβυλῶνος, ἐπὶ τοσοῦτον μεμετεωρισμένος ταῖς ἐλπίσιν ὥστ᾽ εἰ καὶ μηδεμίαν εἶχε δύναμιν τὸ παράπαν, μετὰ τῶν φίλων καὶ τῶν ἰδίων παίδων τὴν εἰς τοὺς ἄνω τόπους [p. 141] ἀνάβασιν ποιεῖσθαι: ὑπελάμβανε γὰρ τοὺς μὲν Βαβυλωνίους διὰ τὴν προϋπάρχουσαν εὔνοιαν ἑτοίμως αὐτῷ προσθήσεσθαι, τοὺς δὲ περὶ Ἀντίγονον μετὰ τῆς δυνάμεως μακρὰν ἀπεσπασμένους παραδεδωκέναι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς. [2] τοιαύτης δ᾽ οὔσης τῆς περὶ αὐτὸν ὁρμῆς οἱ συνόντες φίλοι θεωροῦντες ὅτι μετ᾽ αὐτῶν μέν εἰσι παντελῶς ὀλίγοι συστρατεύοντες, τοῖς δὲ πολεμίοις ἐφ᾽ οὓς προάγουσι καὶ δυνάμεις ὑπάρχουσιν ἕτοιμοι μεγάλαι καὶ χορηγίαι λαμπραὶ καὶ συμμάχων πλῆθος, οὐ μετρίως ἠθύμουν. [3] οὓς ὁρῶν καταπεπληγμένους ὁ Σέλευκος παρεκάλει, διδάσκων ὅτι τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας καὶ δι᾽ ἀρετὴν ὑπ᾽ ἐκείνου προηγμένους προσήκει μὴ πάντως δυνάμει καὶ χρήμασι πεποιθότας ἀντέχεσθαι πραγμάτων, ἀλλ᾽ ἐμπειρίᾳ καὶ συνέσει, δι᾽ ὧν κἀκεῖνος τὰ μεγάλα καὶ παρὰ πᾶσι θαυμαζόμενα κατειργάσατο. πιστεύειν δὲ δεῖν καὶ ταῖς τῶν θεῶν προρρήσεσι τὸ τέλος ἔσεσθαι τῆς στρατείας ἄξιον τῆς ἐπιβολῆς: [4] ἐν μὲν γὰρ Βραγχίδαις αὐτοῦ χρηστηριαζομένου τὸν θεὸν προσαγορεῦσαι Σέλευκον βασιλέα, τὸν δὲ Ἀλέξανδρον καθ᾽ ὕπνον ἐπιστάντα φανερῶς διασημᾶναι περὶ τῆς ἐσομένης ἡγεμονίας, ἧς δεῖ τυχεῖν αὐτὸν προϊόντος τοῦ χρόνου. [5] πρὸς δὲ τούτοις ἀπεφαίνετο διότι πάντα γίνεται τὰ καλὰ καὶ παρ᾽ ἀνθρώποις θαυμαζόμενα διὰ πόνων καὶ κινδύνων. ἐπολιτεύετο δὲ καὶ πρὸς τοὺς συστρατεύοντας καὶ κατεσκεύαζεν αὑτὸν ἴσον ἅπασιν, ὥσθ᾽ ἕκαστον αἰδεῖσθαι καὶ τὸ παράβολον τῆς τόλμης ἑκουσίως ὑπομένειν. [p. 142]

ἐπεὶ δὲ προάγων κατήντησεν εἰς Μεσοποταμίαν, τῶν ἐν Κάραις κατῳκισμένων Μακεδόνων οὓς μὲν ἔπεισεν, οὓς δ᾽ ἐβιάσατο συστρατεύειν αὐτῷ. ὡς δ᾽ εἰς τὴν Βαβυλωνίαν ἐνέβαλεν, οἱ πλείους τῶν ἐγχωρίων ἀπήντων καὶ προστιθέμενοι πᾶν ἔφασαν αὐτῷ τὸ δοκοῦν συμπράξειν: [2] τετραετῆ γὰρ χρόνον γεγονὼς σατράπης τῆς χώρας ταύτης πᾶσι προσενήνεκτο καλῶς, ἐκκαλούμενος τὴν εὔνοιαν τοῦ πλήθους καὶ πόρρωθεν προπαρασκευαζόμενος τοὺς συμπράξοντας, ἐὰν αὐτῷ δοθῇ καιρὸς ἀμφισβητεῖν ἡγεμονίας. [3] προσεχώρησε δ᾽ αὐτῷ καὶ Πολύαρχος, τεταγμένος ἐπί τινος διοικήσεως, μετὰ στρατιωτῶν πλειόνων ἢ χιλίων. οἱ δὲ διαφυλάττοντες τὴν πρὸς Ἀντίγονον φιλίαν, ὁρῶντες ἀκατάσχετον οὖσαν τὴν τοῦ πλήθους ὁρμήν, συνέφευγον εἰς τὴν ἄκραν, ἧς φύλαξ ἀπεδέδεικτο Δίφιλος. [4] ὁ δὲ Σέλευκος συστησάμενος πολιορκίαν καὶ κατὰ κράτος ἑλὼν τὴν ἄκραν ἐκομίσατο τὰ φυλαττόμενα σώματα τῶν φίλων καὶ τῶν παίδων, ὅσοι παρεδόθησαν εἰς φυλακὴν παρ᾽ Ἀντιγόνου μετὰ τὴν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον ἀποχώρησιν. [5] ἀπὸ δὲ τούτων γενόμενος στρατιώτας συνήγαγεν καὶ συναγοράσας ἵππους ἀνεδίδου τοῖς δυναμένοις χρᾶσθαι. πᾶσι δὲ φιλανθρώπως ὁμιλῶν καὶ καθιστὰς εἰς ἀγαθὰς ἐλπίδας ἑτοίμους εἶχε καὶ προθύμους ἐν πάσῃ περιστάσει τοὺς συγκινδυνεύοντας. Σέλευκος μὲν οὖν τοῦτον τὸν τρόπον ἀνεκτήσατο τὴν Βαβυλωνίαν. [p. 143]

Νικάνορος δὲ τοῦ περὶ Μηδίαν στρατηγοῦ συναγαγόντος ἐπ᾽ αὐτὸν ἔκ τε Μηδίας καὶ Περσίδος καὶ τῶν σύνεγγυς τόπων στρατιώτας πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ περὶ ἑπτακισχιλίους ὥρμησεν κατὰ σπουδὴν ἀπαντήσων τοῖς πολεμίοις. [2] εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν πλείους τῶν τρισχιλίων, ἱππεῖς δὲ τετρακοσίους. διαβὰς δὲ τὸν Τίγριν ποταμὸν καὶ πυνθανόμενος ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν τοὺς πολεμίους, ἔκρυψε τοὺς στρατιώτας ἐν τοῖς πλησίον ἕλεσι, διανοούμενος ἀπροσδόκητον ποιήσασθαι τὴν ἐπίθεσιν. [3] ὁ δὲ Νικάνωρ ἐπειδὴ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν οὐχ ηὕρισκε τοὺς πολεμίους, κατεστρατοπέδευσε πρός τινι βασιλικῷ σταθμῷ, νομίζων αὐτοὺς πεφευγέναι μακρότερον. ἐπιγενομένης δὲ νυκτὸς καὶ τῶν περὶ Νικάνορα καταπεφρονηκότως καὶ ῥᾳθύμως ἐχόντων τὰ περὶ τὰς φυλακὰς ἐπιπεσὼν ὁ Σέλευκος ἄφνω πολλὴν ταραχὴν καὶ κατάπληξιν κατεσκεύασε: [4] συναψάντων γὰρ μάχην τῶν Περσῶν συνέβη τόν τε σατράπην αὐτῶν Εὔαγρον πεσεῖν καί τινας τῶν ἄλλων ἡγεμόνων. οὗ συμβάντος οἱ πλείους τῶν στρατιωτῶν τὰ μὲν τὸν κίνδυνον καταπεπληγμένοι, τὰ δὲ προσκόπτοντες τοῖς ὑπ᾽ Ἀντιγόνου πραττομένοις μετεβάλοντο πρὸς Σέλευκον. [5] ὁ δὲ Νικάνωρ μετ᾽ ὀλίγων ἀπολειφθεὶς καὶ δεδιὼς μὴ παραδοθῇ τοῖς πολεμίοις, ἔφυγε μετὰ τῶν φίλων διὰ τῆς ἐρήμου. Σέλευκος δὲ δυνάμεως ἁδρᾶς κυριεύσας καὶ φιλανθρώπως πᾶσι προσφερόμενος ῥᾳδίως προσηγάγετο τήν τε Σουσιανὴν [p. 144] καὶ Μηδίαν καί τινας τῶν σύνεγγυς τόπων: περί τε τῶν διῳκημένων ἔγραψε πρὸς Πτολεμαῖον καὶ τοὺς ἄλλους φίλους, ἔχων ἤδη βασιλικὸν ἀνάστημα καὶ δόξαν ἀξίαν ἡγεμονίας.

ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν διέτριβε περὶ Κοίλην Συρίαν, νενικηκὼς Δημήτριον τὸν Ἀντιγόνου παρατάξει μεγάλῃ. ὃν πυνθανόμενος ἐκ Κιλικίας ἀνεστραφέναι καὶ στρατοπεδεύειν περὶ τὴν ἄνω Συρίαν, προεχειρίσατο τῶν περὶ αὑτὸν φίλων Κίλλην τὸν Μακεδόνα: [2] τούτῳ δὲ δοὺς δύναμιν ἱκανὴν προσέταξεν ἐκδιῶξαι τὸν Δημήτριον τὸ παράπαν ἐκ τῆς Συρίας ἢ περικαταλαβόντα συντρῖψαι. τούτου δ᾽ ὄντος κατὰ πορείαν Δημήτριος διὰ τῶν σκοπῶν ἀκούσας τὸν Κίλλην στρατοπεδεύειν καταπεφρονηκότως περὶ Μυοῦντα, τὴν μὲν ἀποσκευὴν ἀπέλιπε, τοὺς δὲ στρατιώτας εὐζώνους παραλαβὼν νυκτὸς πορείαν σύντομον ἐποιήσατο, προσπεσὼν δὲ τοῖς πολεμίοις ἑωθινῆς φυλακῆς ἄφνω τῆς τε δυνάμεως ἄνευ μάχης ἐκυρίευσεν καὶ αὐτὸν τὸν στρατηγὸν ἐζώγρησε. τηλικούτου δ᾽ εὐτυχήματος γεγενημένου τὴν ἧτταν ἀναμαχήσασθαι διειλήφει. [3] οὐ μὴν ἀλλὰ τὸν Πτολεμαῖον ὑπολαμβάνων ἥξειν ἐπ᾽ αὐτὸν μετὰ πάσης τῆς δυνάμεως, ἐστρατοπέδευσε προβλήματα τῆς παρεμβολῆς ποιησάμενος ἕλη καὶ λίμνας. ἔγραψε δὲ καὶ πρὸς τὸν πατέρα περὶ τοῦ γενομένου κατορθώματος, καὶ παρακαλῶν αὐτὸν ἢ [p. 145] δύναμιν ἀποστεῖλαι τὴν ταχίστην ἢ καὶ αὐτὸν παραβαλεῖν εἰς τὴν Συρίαν. [4] ὁ δ᾽ Ἀντίγονος ἐτύγχανε μὲν ὢν ἐν Κελαιναῖς τῆς Φρυγίας, κομισάμενος δὲ τὴν ἐπιστολὴν ἐχάρη διαφερόντως ἐπὶ τῷ δοκεῖν τὸν υἱὸν νέον ὄντα κατωρθωκέναι δι᾽ αὑτοῦ καὶ φαίνεσθαι βασιλείας ἄξιον. αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ἀνέζευξεν ἐκ τῆς Φρυγίας καὶ τὸν Ταῦρον ὑπερβαλὼν ὀλίγαις ἡμέραις συνέμιξε τοῖς περὶ τὸν Δημήτριον. [5] Πτολεμαῖος δὲ πυθόμενος τὴν Ἀντιγόνου παρουσίαν καὶ συναγαγὼν τοὺς ἡγεμόνας καὶ φίλους ἐβουλεύετο πότερον συμφέρει μένειν καὶ ἀγωνίζεσθαι περὶ τῶν ὅλων κατὰ Συρίαν ἢ προάγειν εἰς Αἴγυπτον καὶ πολεμεῖν ἐκεῖθεν, καθάπερ καὶ πρότερον Περδίκκᾳ. [6] πάντες οὖν συνεβούλευον μὴ διακινδυνεύειν πρὸς δύναμιν πολλαπλασίονα καὶ θηρίων πλῆθος, ἔτι δὲ στρατηγὸν ἀήττητον: εὐχερέστερον γὰρ πολλῷ διαγωνιεῖσθαι κατὰ τὴν Αἴγυπτον, ταῖς τε χορηγίαις ὑπερέχοντα καὶ τόπων ὀχυρότητι πιστεύοντα. [7] διὸ καὶ κρίνας ἐκλιπεῖν τὴν Συρίαν κατέσκαψε τὰς ἀξιολογωτάτας τῶν κεκρατημένων πόλεων, Ἄκην μὲν τῆς Φοινίκης Συρίας, Ἰόππην δὲ καὶ Σαμάρειαν καὶ Γάζαν τῆς Συρίας, αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν ἄγειν ἢ φέρειν ἐπανῆλθεν εἰς Αἴγυπτον.

Ἀντίγονος δ᾽ ἀκινδύνως ἀνακτησάμενος τήν τε Συρίαν πᾶσαν καὶ Φοινίκην ἐπεβάλετο στρατεύειν ἐπὶ [p. 146] τὴν χώραν τῶν Ἀράβων τῶν καλουμένων Ναβαταίων. κρίνας γὰρ τὸ ἔθνος τοῦτο τῶν ἑαυτοῦ πραγμάτων ἀλλότριον εἶναι, προεχειρίσατο τῶν αὑτοῦ φίλων Ἀθήναιον, δοὺς δ᾽ αὐτῷ πεζοὺς μὲν εὐζώνους τετρακισχιλίους, ἱππεῖς δὲ τοὺς ἐπιτηδείους εἰς δρόμον ἑξακοσίους συνέταξεν ἐπιθέσθαι τοῖς βαρβάροις ἄφνω καὶ τὴν λείαν πᾶσαν ἀποτεμέσθαι. [2] χρήσιμον δ᾽ ἐστὶ τῶν ἀγνοούντων ἕνεκα διελθεῖν τὰ νόμιμα τῶν Ἀράβων τούτων, οἷς χρώμενοι δοκοῦσι τὴν ἐλευθερίαν διαφυλάττειν. ἔχουσι τοίνυν τὸν βίον ὑπαίθριον, πατρίδα καλοῦντες τὴν ἀοίκητον τὴν μήτε ποταμοὺς ἔχουσαν μήτε κρήνας δαψιλεῖς, ἐξ ὧν δυνατὸν στρατόπεδον πολέμιον ὑδρεύσασθαι. [3] νόμος δ᾽ ἐστὶν αὐτοῖς μήτε σῖτον σπείρειν μήτε φυτεύειν μηδὲν φυτὸν καρποφόρον μήτε οἴνῳ χρᾶσθαι μήτε οἰκίαν κατασκευάζειν: ὃς δ᾽ ἂν παρὰ ταῦτα ποιῶν εὑρίσκηται, θάνατον αὐτῷ πρόστιμον εἶναι. [4] χρῶνται δὲ τῷ νόμῳ τούτῳ διαλαμβάνοντες τοὺς ταῦτα κτωμένους ἀναγκασθήσεσθαι ῥᾳδίως ὑπὸ τῶν δυνατῶν ἕνεκα τῆς τούτων χρείας ποιεῖν τὸ προστασσόμενον. τρέφουσι δ᾽ αὐτῶν οἱ μὲν καμήλους, οἱ δὲ πρόβατα, τὴν ἔρημον ἐπινέμοντες. οὐκ ὀλίγων δ᾽ ὄντων Ἀραβικῶν ἐθνῶν τῶν τὴν ἔρημον ἐπινεμόντων οὗτοι πολὺ τῶν ἄλλων προέχουσι ταῖς εὐπορίαις, τὸν ἀριθμὸν ὄντες οὐ πολὺ πλείους τῶν μυρίων: [5] εἰώθασι γὰρ αὐτῶν οὐκ ὀλίγοι κατάγειν ἐπὶ θάλασσαν [p. 147] λιβανωτόν τε καὶ σμύρναν καὶ τὰ πολυτελέστατα τῶν ἀρωμάτων, διαδεχόμενοι παρὰ τῶν κομιζόντων ἐκ τῆς Εὐδαίμονος καλουμένης Ἀραβίας. [6] φιλελεύθεροι δέ εἰσι διαφερόντως καὶ ὅταν πολεμίων δύναμις ἁδρὰ προσίῃ, φεύγουσιν εἰς τὴν ἔρημον, ταύτῃ χρώμενοι ὀχυρώματι: ἄνυδρος γὰρ οὖσα τοῖς μὲν ἄλλοις ἀνεπίβατός ἐστι, τούτοις δὲ κατεσκευακόσιν ἀγγεῖα κατὰ γῆς ὀρυκτὰ κεκονιαμένα μόνοις παρέχεται μὴν ἀσφάλειαν. [7] τῆς γὰρ γῆς οὔσης τῆς μὲν ἀργελλώδους, τῆς δὲ πέτραν ἐχούσης μαλακὴν ὀρύγματα μεγάλα ποιοῦσιν ἐν αὐτῇ, ὧν τὰ μὲν στόμια μικρὰ παντελῶς κατασκευάζουσι, κατὰ βάθους δ᾽ ἀεὶ μᾶλλον εὐρυχωρῆ ποιοῦντες τὸ τελευταῖον τηλικοῦτ᾽ ἀποτελοῦσι τὸ μέγεθος ὥστε γίνεσθαι πλευρὰν ἑκάστην πλέθρου. [8] ταῦτα δὲ τὰ ἀγγεῖα πληροῦντες ὕδατος ὀμβρίου τὰ στόματ᾽ ἐμφράττουσι καὶ ποιοῦντες ἰσόπεδον τῇ λοιπῇ χώρᾳ σημεῖα καταλείπουσιν ἑαυτοῖς μὲν γιγνωσκόμενα, τοῖς δ᾽ ἄλλοις ἀνεπινόητα. [9] ποτίζουσι δὲ καὶ τὴν λείαν δι᾽ ἡμερῶν τριῶν, ὅπως ἐν ταῖς ἀνυδρίαις καὶ φυγαῖς μὴ προσδέωνται συνεχῶν ὑδάτων. αὐτοὶ δὲ χρῶνται τροφῇ κρέασι καὶ γάλακτι καὶ τῶν ἐκ τῆς γῆς φυομένων τοῖς ἐπιτηδείοις: [10] φύεται γὰρ παρ᾽ αὐτοῖς τὸ πέπερι καὶ ἀπὸ τῶν δένδρων μέλι πυλὺ τὸ καλούμενον ἄγριον, ᾧ χρῶνται ποτῷ μεθ᾽ ὕδατος. ἔστι δὲ καὶ ἄλλα γένη τῶν Ἀράβων, ὧν ἔνια καὶ γεωργεῖ μιγνύμενα τοῖς φορολογουμένοις καὶ μετέχει τῶν αὐτῶν τοῖς Σύροις πλὴν τοῦ πατασκηνοῦν ἐν οἰκίαις. [p. 148]

τὰ μὲν οὖν νόμιμα τῶν Ἀράβων τοιαῦτ᾽ εἶναι συμβέβηκεν. ὑπογύου δ᾽ αὐτοῖς οὔσης πανηγύρεως, εἰς ἣν εἰώθασιν οἱ περίοικοι καταντᾶν οἱ μὲν ἀποδωσόμενοι τῶν φορτίων, οἱ δ᾽ ἀγοράσοντές τι τῶν αὐτοῖς χρησίμων, εἰς ταύτην ἐπορεύθησαν, ἀπολιπόντες ἐπί τινος πέτρας τὰς κτήσεις καὶ τοὺς πρεσβυτάτους, [2] ἔτι δὲ τέκνα καὶ γυναῖκας. τὸ δὲ χωρίον ὑπῆρχεν ὀχυρὸν μὲν καθ᾽ ὑπερβολήν, ἀτείχιστον δὲ καὶ τῆς οἰκουμένης ἀπέχον δυεῖν ἡμερῶν ὁδόν. οἱ δὲ περὶ τὸν Ἀθήναιον παρατηρήσαντες τοῦτον τὸν καιρὸν ὥρμησαν ἐπὶ τὴν πέτραν εὔζωνον ἔχοντες τὴν δύναμιν: διανύσαντες δ᾽ ἀπὸ τῆς Ἰδουμαίας ἐπαρχίας ἐν ἡμέραις τρισὶ καὶ νυξὶ ταῖς ἴσαις σταδίους δισχιλίους καὶ διακοσίους ἔλαθον τοὺς Ἄραβας περὶ μέσας νύκτας καταλαβόμενοι τὴν πέτραν. [3] εὐθὺς δὲ τῶν ἐγκατειλημμένων οὓς μὲν ἀνῄρουν, οὓς δ᾽ ἐζώγρουν, ἐνίους δὲ τραυματίας ἀπέλιπον καὶ τοῦ μὲν λιβανωτοῦ καὶ τῆς σμύρνης συνεσκευάσαντο τὸ πλεῖον μέρος, ἀργυρίου δὲ περὶ πεντακόσια τάλαντα. ἐνδιατρίψαντες δ᾽ οὐ πλείω χρόνον φυλακῆς ἑωθινῆς εὐθὺς ἀνέστρεψαν κατὰ σπουδήν, διαλαμβάνοντες ὑπὸ τῶν βαρβάρων διωχθήσεσθαι. διατείναντες δὲ σταδίους διακοσίους κατεστρατοπέδευσαν, ὄντες κατάκοποι καὶ ῥᾳθύμως ἔχοντες τὰ περὶ τὰς φυλακάς, ὡς ἂν νομίζοντες μὴ πρότερον δύνασθαι τοὺς πολεμίους ἐλθεῖν δυεῖν ἢ τριῶν ἡμερῶν. [4] οἱ δ᾽ Ἄραβες πυθόμενοι παρὰ τῶν [p. 149] ἑωρακότων τὸ στρατόπεδον παραχρῆμα ἠθροίσθησαν καὶ τὴν πανήγυριν ἀπολιπόντες ἧκον ἐπὶ τὴν πέτραν: παρὰ δὲ τῶν τραυματιῶν μαθόντες τὰ γεγονότα κατὰ σπουδὴν ἐδίωκον τοὺς Ἕλληνας. [5] τῶν δὲ περὶ τὸν Ἀθήναιον στρατοπεδευσάντων καταπεφρονηκότως καὶ διὰ τὸν κόπον ἐν ὕπνῳ καθεστώτων ἔλαθόν τινες τῶν αἰχμαλώτων διαδράντες, παρ᾽ ὧν οἱ Ναβαταῖοι μαθόντες τὰ κατὰ τοὺς πολεμίους ἐπέθεντο τῇ στρατοπεδείᾳ περὶ τρίτην φυλακήν, ὄντες οὐκ ἐλάσσω ὀκτακισχιλίων. καὶ τοὺς πλείους μὲν ἐν ταῖς κοίταις ὄντας ἔτι κατέσφαξαν, τοὺς δὲ διεγειρομένους καὶ χωροῦντας εἰς ὅπλα κατηκόντιζον: καὶ πέρας οἱ μὲν πεζοὶ πάντες ἀνῃρέθησαν, τῶν δὲ ἱππέων διεσώθησαν εἰς πεντήκοντα καὶ τούτων οἱ πλείους τραυματίαι. [6] οἱ μὲν οὖν περὶ τὸν Ἀθήναιον ἐν ἀρχῇ κατορθώσαντες ἐξ ὑστέρου διὰ τὴν ἑαυτῶν ἀβουλίαν τοῦτον τὸν τρόπον ἐσφάλησαν: ταῖς γὰρ εὐτυχίαις εἴωθεν ὡς ἐπίπαν ἀκολουθεῖν ῥᾳθυμία καὶ καταφρόνησις. [7] διόπερ ἔνιοι προσηκόντως ὑπολαμβάνουσιν εὐχερέστερον ὑπάρχειν συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμεγέθεις εὐημερίας ἐμφρόνως: αἱ μὲν γὰρ διὰ τὸν περὶ τοῦ μέλλοντος φόβον ἐπαναγκάζουσιν ἐπιμελεῖσθαι, αἱ δὲ διὰ τὸ προγεγονὸς εὐτύχημα προτρέπονται καταφρονεῖν πάντων.

οἱ δὲ Ναβαταῖοι τοὺς πολεμίους κολάσαντες ἀνδρωδῶς αὐτοὶ μὲν ἐπανῆλθον εἰς τὴν πέτραν τὰ σφέτερα κεκομισμένοι, πρὸς δ᾽ Ἀντίγονον ἐπιστολὴν [p. 150] γράψαντες Συρίοις γράμμασι τῶν μὲν περὶ Ἀθήναιον κατηγόρουν, ὑπὲρ ἑαυτῶν δὲ ἀπελογοῦντο. [2] ὁ δ᾽ Ἀντίγονος ἀντέγραψεν αὐτοῖς, προσμαρτυρῶν ὡς δικαίως μὲν ἠμύναντο, τῶν δὲ περὶ Ἀθήναιον κατήγορει, φάσκων παρὰ τὰς δεδομένας ἐντολὰς ὑπ᾽ αὐτοῦ πεποιῆσθαι τὴν ἐπίθεσιν. τοῦτο δ᾽ ἔπραττε κρύπτων τὴν ἑαυτοῦ προαίρεσιν καὶ βουλόμενος ὑπαγαγέσθαι τοὺς βαρβάρους εἰς ῥᾳθυμίαν, ὅπως ἀνελπίστως ἐπιθέμενος κρατήσῃ τῆς ἐπιβολῆς: οὐ γὰρ ῥᾴδιον ἦν ἄνευ δόλου τινὸς ἀνδρῶν περιγενέσθαι νομάδα βίον ἐζηλωκότων καὶ καταφυγὴν ἀπρόσιτον ἐχόντων τὴν ἔρημον. [3] οἱ δ᾽ Ἄραβες περιχαρεῖς μὲν ἦσαν ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι μεγάλων φόβων, οὐ μὴν παντελῶς ἐπίστευόν γε τοῖς Ἀντιγόνου λόγοις, ἀλλὰ τὰς ἐλπίδας ἔχοντες ἀμφιδοξουμένας σκοποὺς μὲν κατέστησαν ἐπὶ τῶν λόφων, ἀφ᾽ ὧν ἦν ῥᾴδιον συνορᾶν πόρρωθεν τὰς εἰς τὴν Ἀραβίαν ἐμβολάς, αὐτοὶ δὲ συνταξάμενοι τὰ περὶ ἑαυτοὺς προσηκόντως ἐκαραδόκουν τὸ ἀποβησόμενον. [4] ὁ δ᾽ Ἀντίγονος φιλοποιησάμενος χρόνον τινὰ τοὺς βαρβάρους καὶ νομίσας αὐτοὺς ἐξηπατημένους παραδεδωκέναι τὸν καθ᾽ αὑτῶν καιρόν, ἐξέλεξεν ἐξ ἁπάσης τῆς δυνάμεως πεζοὺς μὲν ψιλοὺς καὶ πρὸς δρόμον εὖ πεφυκότας τετρακισχιλίους, ἱππεῖς δὲ πλείους τῶν τετρακισχιλίων καὶ τούτοις μὲν παρήγγειλε φέρειν ἄπυρα σῖτα πλειόνων ἡμερῶν, Δημήτριον δὲ τὸν υἱὸν καταστήσας ἡγεμόνα πρώτης φυλακῆς ἐξέπεμψε, προστάξας κολάσαι τοὺς Ἄραβας καθ᾽ ὃν ἂν δύνηται τρόπον. οὗτος μὲν οὖν ἐφ᾽ ἡμέρας τρεῖς ἀνοδίᾳ πορευόμενος

ἔσπευδε λαθεῖν τοὺς βαρβάρους, οἱ δὲ [p. 151] σκοποὶ κατανοήσαντες πολεμίαν δύναμιν εἰσβεβληκυῖαν ἐσήμηναν τοῖς Ναβαταίοις διὰ τῶν συγκειμένων πυρσῶν: διόπερ οἱ βάρβαροι νομίσαντες συντόμως ἥκειν τοὺς Ἕλληνας, εἰς μὲν τὴν πέτραν ἀπέθεντο τὰς ἀποσκευὰς καὶ φυλακὴν τὴν ἱκανὴν ἐπέστησαν, οὔσης μιᾶς ἀναβάσεως χειροποιήτου, αὐτοὶ δὲ διελόμενοι τὴν λείαν ἄλλοι κατ᾽ ἄλλους τόπους ἀπήλαυνον εἰς τὴν ἔρημον. [2] Δημήτριος δὲ παραγενόμενος εἰς τὴν πέτραν καὶ τὴν λείαν καταλαβὼν ἀπηλλαγμένην προσβολὰς συνεχεῖς ἐποιεῖτο τῷ χωρίῳ. ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως καὶ περιγιγνομένων ῥᾳδίως διὰ τὴν ὑπεροχὴν τῶν τόπων τότε μὲν μέχρι δείλης ἀγωνισάμενος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας: [3] τῇ δ᾽ ὑστεραίᾳ προσαγαγόντος αὐτοῦ τῇ πέτρᾳ τῶν βαρβάρων τις ἀνεβόησεν ‘βασιλεῦ Δημήτριε, τί βουλόμενος ἢ τίνος ἀναγκάζοντος πολεμεῖς ἡμᾶς, οἰκοῦντας ἐν ἐρημίᾳ καὶ τόποις οὔθ᾽ ὕδωρ ἔχουσιν οὔτε σῖτον οὔτε οἶνον οὔτ᾽ ἄλλο τι ἁπλῶς οὐδὲν τῶν παρ᾽ ὑμῖν εἰς τὴν χρείαν ἀνηκόντων; [4] ἡμεῖς γὰρ οὐδενὶ τρόπῳ προσιέμενοι δουλεύειν συμπεφεύγαμεν εἰς χώραν σπανίζουσαν πάντων τῶν ἐν τοῖς ἄλλοις χρησίμων καὶ βίον εἱλόμεθα ζῆν ἔρημον καὶ θηριώδη παντελῶς, οὐδὲν ὑμᾶς βλάπτοντες. ἀξιοῦμεν οὖν καὶ σὲ καὶ τὸν πατέρα μὴ ἀδικεῖν ἡμᾶς, ἀλλὰ λαβόντας δωρεὰς παρ᾽ ἡμῶν ἀπαγαγεῖν τὸ στρατόπεδον καὶ φίλους νομίζειν Ναβαταίους εἰς τὸν [p. 152] λοιπὸν χρόνον. [5] οὔτε γὰρ βουλόμενος δύνασαι μένειν ἐνταῦθα πλείους ἡμέρας, ἀπορούμενος ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων, οὔθ᾽ ἡμᾶς δύνασαι συναναγκάσαι βίον ζῆν ἕτερον, ἀλλά τινας αἰχμαλώτους ἕξεις δούλους ἀθύμους καὶ ζῆν οὐκ ἂν ὑπομείναντας [6] ἐν ἄλλοις νομίμοις.’ ῥηθέντων δὲ τοιούτων λόγων Δημήτριος μὲν ἀπαγαγὼν τὴν στρατιὰν ἐκέλευσεν αὐτοὺς πρέσβεις ἀποστέλλειν περὶ τούτων: οἱ δὲ Ἄραβες ἐξέπεμψαν τοὺς πρεσβυτάτους, οἳ παραπλήσια τοῖς προειρημένοις διελθόντες ἔπεισαν δεξάμενον δῶρα τὰ πολυτελέστατα τῶν παρ᾽ αὐτοῖς διαλύσασθαι.

ὁ μὲν οὖν Δημήτριος λαβὼν ὁμήρους καὶ τὰς ὁμολογηθείσας δωρεὰς ἀνέζευξεν ἀπὸ τῆς πέτρας: διατείνας δὲ σταδίους τριακοσίους κατεστρατοπέδευσε πλησίον τῆς Ἀσφαλτίτιδος λίμνης, ἧς τὴν φύσιν οὐκ ἄξιον παραδραμεῖν ἀνεπισήμαντον. κεῖται γὰρ κατὰ μέσην τὴν σατραπείαν τῆς Ἰδουμαίας, τῷ μὲν μήκει παρεκτείνουσα σταδίους μάλιστά που πεντακοσίους, τῷ δὲ πλάτει περὶ ἑξήκοντα. τὸ δ᾽ ὕδωρ ἔχει διάπικρον καὶ καθ᾽ ὑπερβολὴν δυσῶδες, ὥστε μήτ᾽ ἰχθὺν δύνασθαι τρέφειν μήτ᾽ ἄλλο τῶν καθ᾽ ὕδατος εἰωθότων ζῴων εἶναι. ἐμβαλλόντων δ᾽ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης ἐκφυσᾷ κατ᾽ ἐνιαυτὸν ἀσφάλτου στερεᾶς μέγεθος ποτὲ μὲν [p. 153] μεῖζον ἢ τρίπλεθρον, ἔστι δ᾽ ὅτ᾽ οὐ πολὺ λειπόμενον πλέθρου: ἐφ᾽ ᾧ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δὲ ἔλασσον μόσχον. ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τόπος φαίνεται τοῖς ἐξ ἀποστήματος θεωροῦσιν οἱονεί τις νῆσος. τὴν δ᾽ ἔκπτωσιν φανερὰν συμβαίνει γίνεσθαι πρὸ ἡμερῶν εἴκοσι: κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ τῆς ἀσφάλτου προσπίπτει μετὰ πνεύματος μοχθηροῦ καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρος καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος. ἀλλ᾽ αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον: ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν περιοικούντων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια. ἀγαθὴ δ᾽ ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει διειλῆφθαι ποταμοῖς χρησίμοις ἢ πηγαῖς δυναμέναις ἀρδεύειν. γίνεται δὲ περὶ τοὺς τόπους τούτους ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν εἶναι συμβαίνει, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ, τῆς δ᾽ ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καθ᾽ ὑπερβολὴν εὐθετούσης.

τὴν δ᾽ ἐκπίπτουσαν ἄσφαλτον οἱ περιοικοῦντες ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν λίμνην διαρπάζουσι πολεμικῶς διακείμενοι πρὸς ἀλλήλους, ἄνευ πλοίων ἰδιαζόντως τὴν κομιδὴν ποιούμενοι. παρασκευασάμενοι [p. 154] γὰρ δέσμας καλάμων εὐμεγέθεις ἐμβάλλουσιν εἰς τὴν λίμνην: ἐπὶ δὲ τούτων ἐπικάθηνται οὐ πλείω τριῶν, ὧν δύο μὲν ἔχοντες προσδεδεμένας πλάτας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας ἐκ τοῦ πέραν ἢ βιάζεσθαι τολμῶντας ἀμύνεται. [2] ὅταν δὲ πλησίον γένωνται τῆς ἀσφάλτου, πελέκεις ἔχοντες ἐπιπηδῶσι καὶ καθάπερ μαλακῆς πέτρας ἀποκόπτοντες γεμίζουσι τὴν δέσμην, εἶτα ἀποπλέουσιν εἰς τοὐπίσω. ἂν δέ τις αὐτῶν ἀποπέσῃ τῆς δέσμης διαλυθείσης μὴ δυνάμενος νεῖν, οὐ καταδύεται καθάπερ ἐν τοῖς ἄλλοις ὕδασιν, ἀλλὰ ἐπινήχεται τοῖς ἐπισταμένοις ὁμοίως. [3] φύσει γὰρ τοῦτο τὸ ὑγρὸν παραδέχεται βάρος ὃ συμβαίνει μετέχειν αὐξήσεως ἢ πνεύματος, ἔξω τῶν στερεῶν, ἃ τὴν πυκνότητα δοκεῖ παραπλησίαν ἔχειν ἀργύρῳ καὶ χρυσῷ καὶ μολύβδῳ καὶ τοῖς ὁμοίοις: καὶ ταῦτα μὲν πολὺ βραδύτερον καταφέρεται τῶν ἐν ταῖς ἄλλαις λίμναις ῥιπτουμένων. ταύτην δ᾽ ἔχοντες οἱ βάρβαροι πρόσοδον ἀπάγουσι τὴν ἄσφαλτον εἰς τὴν Αἴγυπτον καὶ πωλοῦσιν εἰς τὰς ταριχείας τῶν νεκρῶν: μὴ μιγνυμένης γὰρ ταύτης τοῖς λοιποῖς ἀρώμασιν οὐ δυνατὸν γενέσθαι τὴν τῶν σωμάτων φυλακὴν πολυχρόνιον.

ὁ δ᾽ Ἀντίγονος, ἐπανελθόντος τοῦ Δημητρίου καὶ τὰ κατὰ μέρος τῶν πεπραγμένων ἀπαγγείλαντος, ἐπὶ μὲν τῇ συνθέσει τῇ πρὸς τοὺς Ναβαταίους ἐπετίμησεν αὐτῷ, λέγων ὅτι πολλῷ θρασυτέρους πεποίηκε τοὺς βαρβάρους ἐάσας ἀτιμωρήτους: δόξειν γὰρ αὐτοὺς τετευχέναι [p. 155] συγγνώμης οὐ δι᾽ ἐπιείκειαν, ἀλλὰ δι᾽ ἀδυναμίαν τοῦ κρατῆσαι: ἐπὶ δὲ τῷ κατασκέψασθαι τὴν λίμνην καὶ δοκεῖν εὑρηκέναι τινὰ τῇ βασιλείᾳ πρόσοδον ἐπαινέσας ἐπὶ μὲν ταύτης ἐπιμελητὴν ἔταξεν Ἱερώνυμον τὸν τὰς ἱστορίας συγγράψαντα, [2] τούτῳ δὲ συνετέτακτο πλοῖα παρασκευάσασθαι καὶ πᾶσαν τὴν ἄσφαλτον ἀναλαβόντα συνάγειν εἴς τινα τόπον. οὐ μὴν ἀπέβη γε καὶ τὸ τέλος κατὰ τὴν ἐλπίδα τοῖς περὶ τὸν Ἀντίγονον: οἱ γὰρ Ἄραβες συστραφέντες εἰς ἑξακισχιλίους, ἐπιπλεύσαντες ἐν ταῖς δέσμαις ἐπὶ τοὺς ἐν τοῖς πλοίοις, σχεδὸν ἅπαντας κατετόξευσαν. [3] ἐξ οὗ δὴ συνέβη τὸν Ἀντίγονον ἀπογνῶναι τὰς προσόδους ταύτας διὰ τὸ γεγονὸς παράπτωμα καὶ διὰ τὸ τὸν νοῦν ἔχειν πρὸς ἑτέροις μείζοσι. παρεγένετο γὰρ κατὰ τούτους τοὺς καιροὺς βυβλιαφόρος ἔχων ἐπιστολὴν παρὰ Νικάνορος τοῦ στρατηγοῦ τῆς τε Μηδίας καὶ τῶν ἄνω σατραπειῶν: ἐν ταύτῃ δ᾽ ἦν γεγραμμένον περί τε τῆς ἀναβάσεως τῆς Σελεύκου καὶ τῶν γεγονότων περὶ αὐτὸν ἀτυχημάτων. [4] διόπερ ἀγωνιῶν ὁ Ἀντίγονος περὶ τῶν ἄνω σατραπειῶν ἐξέπεμψε Δημήτριον τὸν υἱὸν ἔχοντα πεζοὺς Μακεδόνας μὲν πεντακισχιλίους, μισθοφόρους δὲ μυρίους, ἱππεῖς δὲ τετρακισχιλίους: συνετέτακτο δ᾽ αὐτῷ μέχρι Βαβυλῶνος ἀναβῆναι καὶ τὴν σατραπείαν ἀνακτησάμενον καταβαίνειν συντόμως ἐπὶ θάλασσαν. [5] ὁ μὲν οὖν Δημήτριος ὁρμήσας ἐκ [p. 156] Δαμασκοῦ τῆς Συρίας τὸ συνταχθὲν ὑπὸ τοῦ πατρὸς ἐπετέλει μετὰ σπουδῆς: ὁ δὲ καθεσταμένος ὑπὸ Σελεύκου τῆς Βαβυλωνίας στρατηγὸς Πατροκλῆς πυθόμενος περὶ Μεσοποταμίαν εἶναι τοὺς πολεμίους, ὑπομεῖναι μὲν τὴν ἔφοδον αὐτῶν οὐκ ἐτόλμησεν, ὀλίγους ἔχων περὶ αὑτόν, ἀλλὰ τοῖς μὲν ἄλλοις προσέταξεν ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν αὐτῶν διαβάντας τὸν Εὐφράτην φυγεῖν εἰς τὴν ἔρημον, τοὺς δὲ περάσαντας τὸν Τίγριν ἀπελθεῖν εἰς τὴν Σουσιανὴν πρὸς Εὐτελῆ καὶ τὴν Ἐρυθρὰν θάλατταν, [6] αὐτὸς δὲ μεθ᾽ ὧν εἶχε στρατιωτῶν προβολαῖς χρώμενος ῥεύμασι ποταμῶν καὶ διώρυξιν ἀνεστρέφετο περὶ τὴν σατραπείαν, ἅμα μὲν ἐφεδρεύων τοῖς πολεμίοις, ἅμα δὲ πέμπων πρὸς Σέλευκον εἰς Μηδίαν περὶ τῶν ἀεὶ συντελουμένων καὶ παρακαλῶν βοηθεῖν τὴν ταχίστην. [7] ὁ δὲ Δημήτριος ἐπειδὴ παραγενόμενος εἰς Βαβυλῶνα τὴν πόλιν ἐκλελειμμένην εὗρεν, πολιορκεῖν ἐπεχείρει τὰς ἀκροπόλεις. ὧν τὴν ἑτέραν ἑλὼν ἔδωκε τοῖς ἰδίοις στρατιώταις εἰς διαρπαγήν: τὴν δ᾽ ἑτέραν πολιορκήσας ἡμέρας τινάς, ἐπειδὴ χρόνου προσεδεῖτο, Ἀρχέλαον μὲν ἕνα τῶν φίλων ἀπέλιπε στρατηγὸν ἐπὶ τῆς πολιορκίας, δοὺς αὐτῷ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ χιλίους, αὐτὸς δέ, τοῦ χρόνου συντρέχοντος ἐν ᾧ συντεταγμένον [p. 157] ἦν τὴν ἄφοδον αὐτῷ ποιήσασθαι, μετὰ τῆς λοιπῆς δυνάμεως τὴν ἐπὶ θάλασσαν κατάβασιν ἐποιεῖτο.

ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Ἰταλίαν Ῥωμαίων διαπολεμούντων τὸν πρὸς Σαμνίτας πόλεμον συνεχεῖς ἐγίνοντο προνομαὶ τῆς χώρας καὶ πολιορκίαι πόλεων καὶ δυνάμεων ἐν ὑπαίθρῳ στρατοπεδεῖαι: τὰ γὰρ μαχιμώτατα τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν περὶ ἡγεμονίας φιλοτιμούμενα παντοίους συνίσταντο κινδύνους. [2] οἱ μὲν οὖν τῶν Ῥωμαίων ὕπατοι μέρος τῆς δυνάμεως ἀναλαβόντες ἀντεστρατοπέδευσαν ταῖς τῶν πολεμίων παρεμβολαῖς καὶ πρὸς μὲν μάχην καιρὸν ἐπετήρουν οἰκεῖον, ταῖς δὲ συμμαχίσι πόλεσι παρείχοντο τὴν ἀσφάλειαν. [3] τὸ δὲ λοιπὸν στρατόπεδον ἀναλαβὼν Κόιντος Φάβιος, ὃς ἦν αὐτοκράτωρ ᾑρημένος, τήν τε Φρεγελλανῶν πόλιν εἷλε καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς τὴν Ῥώμην τοὺς ἐπιφανεστάτους ἐζώγρησεν. τούτους δὲ τὸν ἀριθμὸν ὄντας πλείους τῶν διακοσίων ἀπήγαγεν εἰς Ῥώμην καὶ προαγαγὼν [p. 158] εἰς τὴν ἀγορὰν ῥαβδίσας ἐπελέκησε κατὰ τὸ πάτριον ἔθος. μετ᾽ ὀλίγον δὲ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν Καλατίαν καὶ τὴν Νωλάνων ἀκρόπολιν ἐξεπολιόρκησεν καὶ λαφύρων μὲν πλῆθος ἀπέδοτο, τοῖς δὲ στρατιώταις πολλὴν τῆς χώρας κατεκληρούχησεν. ὁ δὲ δῆμος, κατὰ νοῦν τῶν πραγμάτων αὐτῷ προχωρούντων, ἀποικίαν ἀπέστειλεν εἰς τὴν νῆσον τὴν Ποντίαν καλουμένην.

ἐν δὲ τῇ Σικελίᾳ τῆς εἰρήνης ἄρτι γεγενημένης Ἀγαθοκλεῖ πρὸς τοὺς Σικελιώτας πλὴν Μεσσηνίων οἱ μὲν φυγάδες τῶν Συρακοσίων ἠθροίσθησαν εἰς τὴν Μεσσήνην, ταύτην ὁρῶντες λοιπὴν οὖσαν τῶν ἀλλοτρίως ἐχουσῶν πρὸς τὸν δυνάστην, [2] ὁ δ᾽ Ἀγαθοκλῆς σπεύδων αὐτῶν καταλῦσαι τὸ σύστημα Πασίφιλον στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως εἰς τὴν Μεσσήνην, [3] ἐντειλάμενος ἐν ἀπορρήτοις ἃ χρὴ πράττειν. οὗτος δὲ ἀπροσδοκήτως ἐμβαλὼν εἰς τὴν χώραν καὶ πολλῶν αἰχμαλώτων καὶ τῆς ἄλλης λείας ἐγκρατὴς γενόμενος ἠξίου τοὺς Μεσσηνίους βούλεσθαι τὴν φιλίαν καὶ μὴ συναναγκάζεσθαι τοῖς πολεμιωτάτοις αὐτοῦ διαλύεσθαι. [4] οἱ δὲ Μεσσήνιοι λαβόντες ἐλπίδας τοῦ χωρὶς [p. 159] κινδύνων ἀπολυθήσεσθαι τοῦ πολέμου τούς τε φυγάδας τοὺς ἐκ Συρακουσσῶν ἐξέβαλον καὶ τὸν Ἀγαθοκλέα παραγενόμενον μετὰ δυνάμεως προσεδέξαντο. [5] ὁ δὲ τὸ μὲν πρῶτον φιλανθρώπως αὐτοῖς προσεφέρετο καὶ τοὺς φυγάδας ἔπεισεν καταδέξασθαι τοὺς συ στρατευομένους μὲν αὐτῷ, πεφυγαδευμένους δὲ νόμῳ ὑπὸ τῶν Μεσσηνίων. [6] μετὰ δὲ ταῦτα τοὺς ἐναντιουμένους ἐν τοῖς ἔμπροσθεν χρόνοις τῇ δυναστείᾳ μεταπεμψάμενος ἔκ τε Ταυρομενίου καὶ τῆς Μεσσήνης ἅπαντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας ἑξακοσίων: [7] διανοούμενος γὰρ πόλεμον ἐκφέρειν τοῖς Καρχηδονίοις πᾶν τὸ διακείμενον ἀλλοτρίως κατὰ τὴν Σικελίαν ἐκ ποδῶν ἐποιεῖτο. οἱ δὲ Μεσσήνιοι τῶν ξένων τοὺς εὐνουστάτους αὐτοῖς καὶ δυναμένους ἀμύνασθαι τὸν τύραννον ἐκβεβληκότες ἐκ τῆς πόλεως καὶ τῶν πολιτῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν δυνάστην ὁρῶντες ἀνῃρημένους, ἔτι δὲ τοὺς ἐπὶ κακουργίᾳ καταδεδικασμένους ἠναγκασμένοι καταδέξασθαι μετεμέλοντο μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἠναγκάζοντο δὲ καρτερεῖν, καταπεπληγμένοι τὴν ὑπεροχὴν τῶν κρατούντων. [8] ὁ δ᾽ Ἀγαθοκλῆς τὸ μὲν πρῶτον ἀνέζευξεν ἐπ᾽ Ἀκράγαντος, διανοούμενος καὶ ταύτην τὴν πόλιν συσκευάσασθαι: τῶν δὲ Καρχηδονίων καταπλευσάντων ναυσὶν ἑξήκοντα ταύτης μὲν τῆς προθέσεως ἀπέστη, τὴν δὲ χώραν τὴν ὑπὸ Καρχηδονίους ἐπιὼν ἐλεηλάτει καὶ τῶν φρουρίων ἃ μὲν ᾕρει κατὰ κράτος, ἃ δὲ δι᾽ ὁμολογίας προσήγετο. [p. 160]

ἅμα δὲ τούτοις πρασσομένοις Δεινοκράτης ὁ τῶν Συρακοσίων φυγάδων ἡγούμενος πρὸς μὲν τοὺς Καρχηδονίους διεπέμπετο, βοηθεῖν ἀξιῶν πρὶν ἢ τὸν Ἀγαθοκλέα πᾶσαν ὑφ᾽ ἑαυτὸν ποιήσασθαι Σικελίαν, [2] αὐτὸς δὲ προσδεξάμενος τοὺς ἐκ Μεσσήνης ἐκβεβλημένους φυγάδας, ἔχων ἁδρὰν δύναμιν, ἀπέστειλέν τινα τῶν περὶ αὑτὸν Νυμφόδωρον, δοὺς μέρος τῶν στρατιωτῶν, [3] ἐπὶ τὴν Κεντοριπίνων πόλιν: ταύτην γὰρ φρουρουμένην ὑπ᾽ Ἀγαθοκλέους τῶν πολιτικῶν τινες ἐπηγγείλαντο παραδώσειν, ἐφ᾽ ὅτῳ τὴν αὐτονομίαν δοθῆναι τῷ δήμῳ. παρεισπεσόντος δ᾽ εἰς τὴν πόλιν αὐτοῦ νυκτὸς οἱ προεστῶτες τῆς φρουρᾶς αἰσθόμενοι τὸ γεγονὸς αὐτόν τε τὸν Νυμφόδωρον ἀνεῖλον καὶ τοὺς βιαζομένους ἐντὸς τοῦ τείχους. [4] ταύτης δὲ τῆς ἀφορμῆς λαβόμενος Ἀγαθοκλῆς ἐνεκάλεσέ τε τοῖς Κεντοριπίνοις καὶ τοὺς δόξαντας αἰτίους γεγονέναι τοῦ νεωτερισμοῦ πάντας ἀπέσφαξε. περὶ ταῦτα δ᾽ ὄντος τοῦ δυνάστου Καρχηδόνιοι καταπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων πεντήκοντα σκάφεσιν ἄλλο μὲν οὐδὲν ἠδυνήθησαν πρᾶξαι, δυσὶ δὲ περιπεσόντες φορτηγοῖς πλοίοις τὴν μὲν ἐξ Ἀθηνῶν κατέδυσαν, τῶν δ᾽ ἐπιπλεόντων τὰς χεῖρας ἀπέκοψαν. [5] δοξάντων δ᾽ αὐτῶν ὠμῶς κεχρῆσθαι μηδ᾽ ὁτιοῦν ἀδικοῦσι ταχὺ τὸ δαιμόνιον αὐτοῖς ἐπεσήμαινεν: εὐθὺ γὰρ τοῦ στόλου τινὲς [p. 161] νῆες ἀποσχισθεῖσαι περὶ τὴν Βρεττίαν ἑάλωσαν ὑπὸ τῶν Ἀγαθοκλέους στρατηγῶν καὶ τὸ παραπλήσιον οἱ ζωγρηθέντες τῶν Φοινίκων ἔπαθον οἷς ἔπραξαν εἰς τοὺς ἁλόντας.

οἱ δὲ περὶ τὸν Δεινοκράτην φυγάδες, ἔχοντες πεζοὺς μὲν ὑπὲρ τοὺς τρισχιλίους, ἱππεῖς δὲ οὐκ ἐλάττους δισχιλίων, τὴν καλουμένην Γαλερίαν κατελάβοντο, τῶν πολιτῶν ἑκουσίως ἐπικαλεσαμένων, καὶ τοὺς μὲν Ἀγαθοκλέους ἐξέβαλον, αὐτοὶ δὲ πρὸ τῆς πόλεως ἐστρατοπέδευσαν. [2] Ἀγαθοκλέους δὲ ταχέως ἀποστείλαντος ἐπ᾽ αὐτοὺς Πασίφιλον καὶ Δημόφιλον μετὰ στρατιωτῶν πεντακισχιλίων ἐγένετο μάχη πρὸς τοὺς φυγάδας, ὧν ἠγεῖτο Δεινοκράτης καὶ Φιλωνίδης, τὰ κέρατα διειληφότες. ἐφ᾽ ἱκανὸν μὲν οὖν χρόνον ἰσόρροπος ἦν ὁ κίνδυνος, φιλοτίμως ἀμφοτέρων τῶν στρατοπέδων ἀγωνιζομένων: τοῦ δ᾽ ἑτέρου τῶν στρατηγῶν Φιλωνίδου πεσόντος καὶ τοῦ κατὰ τοῦτον μέρους τραπέντος ἠναγκάσθη καὶ Δεινοκράτης ἀποχωρῆσαι. οἱ δὲ περὶ τὸν Πασίφιλον τούτων τε πολλοὺς κατὰ τὴν φυγὴν ἀνεῖλον καὶ τὴν Γαλερίαν ἀνακτησάμενοι τοὺς αἰτίους τῆς ἀποστάσεως ἐκόλασαν. [3] Ἀγαθοκλῆς δὲ πυνθανόμενος τοὺς Καρχηδονίους τὸν Ἔκνομον καλούμενον λόφον ἐν τῇ Γελῴα κατειληφέναι, διέγνω πάσῃ τῇ δυνάμει διαγωνίσασθαι. ὁρμήσας δ᾽ ἐπ᾽ αὐτοὺς καὶ πλησίον γενόμενος προεκαλεῖτο εἰς μάχην, ἐπηρμένος [p. 162] τῇ προγεγενημένῃ νίκῃ. [4] οὐ τολμώντων δὲ τῶν βαρβάρων παρατάξασθαι νομίσας ἀκονιτὶ κρατεῖν τῶν ὑπαίθρων ἐπανῆλθεν εἰς τὰς Συρακούσσας καὶ τῶν ναῶν τοὺς ἐπιφανεστάτους τοῖς σκύλοις ἐκόσμησεν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτὸν ὧν ἡμεῖς ἐδυνήθημεν ἐφικέσθαι.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Σιμωνίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλλέριον καὶ Πόπλιον Δέκιον. ἐπὶ δὲ τούτων οἱ περὶ Κάσανδρον καὶ Πτολεμαῖον καὶ Λυσίμαχον διαλύσεις ἐποιήσαντο πρὸς Ἀντίγονον καὶ συνθήκας ἔγραψαν. ἐν δὲ ταύταις ἦν Κάσανδρον μὲν εἶναι στρατηγὸν τῆς Εὐρώπης, μέχρι ἂν Ἀλέξανδρος ὁ ἐκ Ῥωξάνης εἰς ἡλικίαν ἔλθῃ, καὶ Λυσίμαχον μὲν τῆς Θρᾴκης κυριεύειν, Πτολεμαῖον δὲ τῆς Αἰγύπτου καὶ τῶν συνοριζουσῶν ταύτῃ πόλεων κατά τε τὴν Λιβύην καὶ τὴν Ἀραβίαν, Ἀντίγονον δὲ ἀφηγεῖσθαι τῆς Ἀσίας πάσης, τοὺς δὲ Ἕλληνας αὐτονόμους εἶναι. οὐ μὴν ἐνέμεινάν γε ταῖς ὁμολογίαις ταύταις, ἀλλ᾽ ἕκαστος αὐτῶν προφάσεις εὐλόγους ποριζόμενος πλεονεκτεῖν ἐπειρᾶτο. [2] Κάσανδρος δὲ ὁρῶν Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης αὐξόμενον καὶ κατὰ τὴν Μακεδονίαν λόγους ὑπό τινων διαδιδομένους ὅτι καθήκει προάγειν ἐκ τῆς φυλακῆς τὸν παῖδα καὶ τὴν πατρῴαν βασιλείαν παραδοῦναι, φοβηθεὶς ὑπὲρ ἑαυτοῦ προσέταξε Γλαυκίᾳ τῷ προεστηκότι τῆς τοῦ παιδὸς φυλακῆς τὴν μὲν Ῥωξάνην καὶ τὸν βασιλέα κατασφάξαι καὶ κρύψαι τὰ σώματα, τὸ δὲ γεγονὸς μηδενὶ τῶν [p. 163] ἄλλων ἀπαγγεῖλαι. [3] ποιήσαντος δ᾽ αὐτοῦ τὸ προσταχθὲν οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον καὶ Πτολεμαῖον, ἔτι δ᾽ Ἀντίγονον ἀπηλλάγησαν τῶν ἀπὸ τοῦ βασιλέως προσδοκωμένων φόβων: [4] οὐκέτι γὰρ ὄντος οὐδενὸς τοῦ διαδεξομένου τὴν ἀρχὴν τὸ λοιπὸν ἕκαστος τῶν κρατούντων ἐθνῶν ἢ πόλεων βασιλικὰς εἶχεν ἐλπίδας καὶ τὴν ὑφ᾽ ἑαυτὸν τεταγμένην χώραν εἶχεν ὡσανεί τινα βασιλείαν δορίκτητον. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην καὶ τὰ περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν τούτοις ἦν. [5] κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι δυνάμεσιν ἁδραῖς πεζῶν τε καὶ ἱππέων ἐστράτευσαν ἐπὶ Πολλίτιον, Μαρρουκίνων οὖσαν πόλιν. ἀπέστειλαν δὲ καὶ τῶν πολιτῶν εἰς ἀποικίαν καὶ κατῴκισαν τὴν προσαγορευομένην Ἰντέραμναν.

κατὰ δὲ τὴν Σικελίαν ἀεὶ μᾶλλον αὐξομένου Ἀγαθοκλέους καὶ δυνάμεις ἁδροτέρας ἀθροίζοντος Καρχηδόνιοι πυνθανόμενοι τὸν δυνάστην συσκευαζόμενον τὰς ἐν τῇ νήσῳ πόλεις, ταῖς δὲ δυνάμεσιν ὑπερέχοντα τῶν σφετέρων στρατιωτῶν ἔδοξαν ἐνεργέστερον ἅψασθαι τοῦ πολέμου. [2] εὐθὺς οὖν τριήρεις μὲν κατήρτησαν τριάκοντα πρὸς ταῖς ἑκατόν, στρατηγὸν δὲ προχειρισάμενοι τῶν παρ᾽ αὐτοῖς ἐπιφανεστάτων Ἀμίλκαν ἔδωκαν αὐτῷ τῶν μὲν πολιτικῶν στρατιωτῶν δισχιλίους, ἐν οἷς ἦσαν πολλοὶ καὶ τῶν ἐπιφανῶν, τῶν δ᾽ ἀπὸ τῆς [p. 164] Λιβύης μυρίους, ἐκ δὲ τῆς Τυρρηνίας μισθοφόρους χιλίους καὶ ζευγίππας διακοσίους, ἔτι δὲ Βαλιάρας σφενδονήτας χιλίους, ὁμοίως δὲ χρημάτων πλῆθος καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων τὴν καθήκουσαν παρασκευήν. [3] ἀναχθέντος δ᾽ ἐκ τῆς Καρχηδόνος τοῦ στόλου παντὸς καὶ γενομένου πελαγίου χειμὼν ἐξαίφνης ἐπιπεσὼν ἑξήκοντα μὲν τριήρεις ἠφάνισε, διακόσια δὲ τῶν σιτηγῶν πλοίων διέφθειρεν: ὁ δὲ λοιπὸς στόλος μεγάλοις περιπεσὼν χειμῶσι μόλις διεσώθη πρὸς τὴν Σικελίαν. [4] ἀπώλοντο δὲ καὶ τῶν ἐπιφανῶν Καρχηδονίων οὐκ ὀλίγοι, δι᾽ οὓς συνέβη τὴν πόλιν δημόσιον ἄρασθαι πένθος: εἰώθασι γάρ, ἐπειδὰν μείζων τις ἀτυχία γένηται περὶ τὴν πόλιν, μέλασι σακκίοις κατακαλύπτειν τὰ τείχη. [5] Ἀμίλκας δ᾽ ὁ στρατηγὸς ἀναλαβὼν τοὺς διασωθέντας ἐκ τοῦ χειμῶνος μισθοφόρους συνῆγε καὶ τῶν κατὰ Σικελίαν συμμάχων ἐστρατολόγει τοὺς εὐθέτους. παρέλαβε δὲ καὶ τὰς προϋπαρχούσας δυνάμεις καὶ πάντων τῶν εἰς πόλεμον εὐθέτων ἐπιμέλειαν ποιησάμενος ἐν ὑπαίθρῳ συνεῖχε τὰ στρατόπεδα, πεζοὺς μὲν ἔχων περὶ τοὺς τετρακισμυρίους, ἱππεῖς δὲ σχεδὸν πεντακισχιλίους. ταχὺ δὲ τὴν γεγενημένην ἀτυχίαν διορθωσάμενος καὶ δόξας ἀγαθὸς εἶναι τῶν μὲν συμμάχων τὰς ψυχὰς προκαταπεπληγμένας ἀνεκτήσατο, τοῖς δὲ πολεμίοις οὐ τὴν τυχοῦσαν ἀγωνίαν ἐπέστησεν. [p. 165]

Ἀγαθοκλῆς δὲ τὰς τῶν Καρχηδονίων δυνάμεις ὁρῶν ὑπερεχούσας τῶν ἑαυτοῦ διέλαβε τῶν τε φρουρίων οὐκ ὀλίγα μεταθήσεσθαι πρὸς τοὺς Φοίνικας καὶ τῶν πόλεων ὅσαι προσέκοπτον αὐτῷ. [2] μάλιστα δ᾽ εὐλαβεῖτο περὶ τῆς τῶν Γελῴων, πυνθανόμενος ἐν τῇ τούτων χώρᾳ πάσας εἶναι τὰς τῶν πολεμίων δυνάμεις. ἐγένετο δ᾽ αὐτῷ περὶ τοῦτον τὸν χρόνον καὶ περὶ τὸν στόλον οὐ μικρὸν ἐλάσσωμα: τῶν γὰρ νεῶν εἴκοσιν ἐπὶ τὸν πορθμὸν ὑποχείριοι τοῖς Καρχηδονίοις κατέστησαν σὺν αὐτοῖς ἀνδράσιν. [3] οὐ μὴν ἀλλὰ κρίνας τὴν τῶν Γελῴων πόλιν ἀσφαλίσασθαι φρουρᾷ, φανερῶς οὐκ ἐτόλμα δύναμιν εἰσαγαγεῖν, ἵνα μὴ φθάσαι συμβῇ τοὺς Γελῴους προφάσεως δεομένους καὶ τὴν πόλιν ἀποβάλῃ μεγάλας ἀφορμὰς αὐτῷ παρεχομένην. [4] ἀπέστειλεν οὖν κατ᾽ ὀλίγους τῶν στρατιωτῶν ὡς ἐπί τινας χρείας, ἕως ὅτου συνέβη τῷ πλήθει πολὺ προτερῆσαι τῶν πολιτικῶν. μετ᾽ ὀλίγον δὲ καὶ αὐτὸς παραγενόμενος προδοσίαν ἐνεκάλεσε καὶ μετάθεσιν τοῖς Γελῴοις, εἴτε καὶ κατ᾽ ἀλήθειαν αὐτῶν διανοηθέντων τι πρᾶξαι τοιοῦτον, εἴτε καὶ ψευδέσι διαβολαῖς φυγάδων πεισθεὶς ἢ καὶ χρημάτων βουλόμενος εὐπορῆσαι, καὶ ἀπέσφαξε τῶν Γελῴων πλείους τῶν τετρακισχιλίων καὶ τὰς οὐσίας αὐτῶν ἀνέλαβε. προσέταξε δὲ καὶ τοῖς ἄλλοις Γελῴοις πᾶσι τά τε νομίσματα καὶ τὸν ἄσημον ἄργυρόν τε καὶ χρυσὸν ἀνενεγκεῖν, διαπειλησάμενος [p. 166] τιμωρήσασθαι τοὺς ἀπειθήσαντας. [5] ταχὺ δὲ πάντων πραξάντων τὸ προσταχθὲν διὰ τὸν φόβον χρημάτων τε πλῆθος ἤθροισε καὶ πᾶσι τοῖς ταττομένοις ὑφ᾽ ἑαυτὸν δεινὴν ἐνεποίησε κατάπληξιν. δόξας δ᾽ ὠμότερον κεχρῆσθαι τοῦ καθήκοντος τοῖς Γελῴοις τοὺς μὲν ἀποσφαγέντας εἰς τὰς ἐκτὸς τῶν τειχῶν τάφρους συνέχωσεν, ἐν δὲ τῇ πόλει τὴν ἱκανὴν φρουρὰν ἀπολιπὼν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις.

κατεῖχον δὲ Καρχηδόνιοι μὲν τὸν Ἔκνομον λόφον, ὅν φασι φρούριον γεγενῆσθαι Φαλάριδος. ἐν τούτῳ δὲ λέγεται κατεσκευακέναι τὸν τύραννον ταῦρον χαλκοῦν τὸν διαβεβοημένον πρὸς τὰς τῶν βεβασανισμένων τιμωρίας, ὑποκαιομένου τοῦ κατασκευάσματος: διὸ καὶ τὸν τόπον Ἔκνομον ἀπὸ τῆς εἰς τοὺς ἀτυχοῦντας ἀσεβείας προσηγορεῦσθαι. [2] ἐκ δὲ θατέρου μέρους Ἀγαθοκλῆς ἕτερον τῶν Φαλάριδος γεγενημένων φρουρίων κατεῖχε, τὸ προσαγορευθὲν ἀπ᾽ ἐκείνου Φαλάριον. καὶ διὰ μέσων μὲν τῶν παρεμβολῶν ἦν ποταμός, ὃν ἀμφότεροι πρόβλημα τῶν πολεμίων ἐπεποίηντο, φῆμαι δὲ κατεῖχον ἐπὶ τῶν προτέρων χρόνων ὅτι δεῖ περὶ τὸν τόπον τοῦτον πλῆθος ἀνθρώπων ἐν μάχῃ διαφθαρῆναι. οὐκ ὄντος δὲ φανεροῦ παρ᾽ ὁποτέροις γενήσεται τὸ ἀτύχημα, συνέβαινε δεισιδαιμονεῖν τὰ στρατόπεδα καὶ πρὸς μάχην ὀκνηρῶς ἔχειν. [3] διόπερ ἐπὶ πολὺν χρόνον οὐδέτεροι τὸν ποταμὸν ἐτόλμων διαβαίνειν ἀθρόοις [p. 167] στρατιώταις, ἕως ὅτου παράλογός τις αἰτία προεκαλέσατο αὐτοὺς εἰς τὸν ὁλοσχερῆ κίνδυνον. τῶν γὰρ Λιβύων κατατρεχόντων τὴν πολεμίαν Ἀγαθοκλῆς παρωξύνθη τὸ παραπλήσιον ποιῆσαι. ἀγόντων δὲ λείαν τῶν Ἑλλήνων καί τινα τῶν ἀπὸ τῆς παρεμβολῆς ὑποζυγίων ἀπαγαγόντων ἐπεξῆλθον ἐκ τοῦ Καρχηδονίων χάρακος οἱ τούτους διώξοντες. [4] ὁ δ᾽ Ἀγαθοκλῆς προϊδόμενος τὸ μέλλον ἔσεσθαι παρὰ τὸν ποταμὸν ἔθηκεν ἐνέδραν ἀνδρῶν ἐπιλέκτων ταῖς ἀρεταῖς. οὗτοι δέ, τῶν Καρχηδονίων τοὺς τὴν λείαν ἄγοντας ἐπιδιωκόντων καὶ διαβάντων τὸν ποταμόν, ἐξανέστησαν ἐκ τῆς ἐνέδρας ἄφνω καὶ προσπεσόντες ἀτάκτοις ῥᾳδίως ἐτρέψαντο. [5] φονευομένων δὲ τῶν βαρβάρων καὶ πρὸς τὴν ἰδίαν παρεμβολὴν φευγόντων Ἀγαθοκλῆς, νομίσας ἥκειν τὸν καιρὸν τοῦ διαγωνίσασθαι, πᾶσαν ἤγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν. προσπεσὼν δ᾽ αὐτοῖς ἀπροσδοκήτως καὶ ταχὺ μέρος τῆς τάφρου χώσας ἀνέσπασε τὸν χάρακα καὶ βιαζόμενος εἰς τὴν παρεμβολὴν παρεισέπεσεν. [6] οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καταπεπληγμένοι καὶ πρὸς ἔκταξιν οὐ δυνάμενοι λαβεῖν ἀναστροφήν, ὡς ἔτυχε τοῖς πολεμίοις ἀπήντων καὶ ἠγωνίζοντο. περὶ δὲ τὴν τάφρον ἀμφοτέρων ἐρρωμένως κινδυνευόντων ταχὺ πᾶς ὁ πλησίον τόπος νεκρῶν κατεστρώθη: οἵ τε γὰρ τῶν Καρχηδονίων ἐπιφανέστατοι τὴν παρεμβολὴν ὁρῶντες ἁλισκομένην ἐβοήθουν, οἵ τε περὶ τὸν Ἀγαθοκλέα τῷ προτερήματι τεθαρρηκότες καὶ νομίζοντες ἑνὶ κινδύνῳ καταλύσειν πάντα τὸν πόλεμον ἐνέκειντο τοῖς βαρβάροις.

ὁ δ᾽ Ἀμίλκας ὁρῶν κατισχυομένους [p. 168] τοὺς ἑαυτοῦ καὶ τῶν Ἑλλήνων ἀεὶ πλείους παρεισπίπτοντας εἰς τὴν παρεμβολὴν ἐπέστησε τοὺς σφενδονήτας τοὺς ἐκ τῶν Βαλιαρίδων νήσων, ὄντας οὐκ ἐλάττους τῶν χιλίων. [2] οὗτοι δὲ συνεχεῖς καὶ μεγάλους λίθους ἀφιέντες πολλοὺς μὲν ἐτραυμάτιζον, οὐκ ὀλίγους δὲ καὶ τῶν βιαζομένων ἀπέκτεινον, τῶν δὲ πλείστων τὰ σκεπάζοντα τῶν ὅπλων συνέτριβον: οἱ γὰρ ἄνδρες οὗτοι μναιαίους λίθους βάλλειν εἰωθότες μεγάλα συμβάλλονται πρὸς νίκην ἐν τοῖς κινδύνοις, ὡς ἂν ἐκ παίδων παρ᾽ αὐτοῖς τῆς ἐν ταῖς σφενδόναις γυμνασίας διαπονουμένης. [3] τούτῳ δὲ τῷ τρόπῳ τοὺς Ἕλληνας ἐκ τῆς παρεμβολῆς ἐκβαλόντες ἐκράτησαν. πάλιν δὲ οἱ περὶ τὸν Ἀγαθοκλέα κατ᾽ ἄλλους τόπους προσβολὰς ἐποιοῦντο καὶ δὴ τῆς παρεμβολῆς ἤδη κατὰ κράτος ἁλισκομένης κατέπλευσε τοῖς Καρχηδονίοις δύναμις ἐκ Λιβύης ἀνέλπιστος. [4] διὸ καὶ ταῖς ψυχαῖς πάλιν θαρρήσαντες οἱ μὲν ἐκ τῆς παρεμβολῆς κατὰ στόμα ἐκινδύνευον, οἱ δὲ παρόντες ἐπὶ τὴν βοήθειαν κύκλῳ περιίσταντο τοὺς Ἕλληνας. ὧν τιτρωσκομένων παραδόξως ἡ μὲν μάχη ταχὺ παλίντροπος ἐγένετο, ἔφευγον δ᾽ οἱ μὲν εἰς τὸν Ἱμέραν ποταμόν, οἱ δ᾽ εἰς τὴν παρεμβολήν. τεσσαράκοντα σταδίους δ᾽ ἐχούσης τῆς ἀποχωρήσεως καὶ ταῦτα σχεδὸν πάσης πεδινῆς οὔσης ἐπεδίωκον οἱ τῶν βαρβάρων ἱππεῖς, οὐκ ἔλασσον ὄντες πεντακισχιλίων. διὸ καὶ συνέβη τὸν μεταξὺ τόπον νεκρῶν πληρωθῆναι, πολλὰ συμβαλλομένου καὶ τοῦ [p. 169] ποταμοῦ πρὸς τὴν τῶν Ἑλλήνων ἀπώλειαν: [5] ὑπὸ κύνα γὰρ οὔσης τῆς ὥρας καὶ τοῦ διωγμοῦ περὶ μέσον ἡμέρας γινομένου οἱ πολλοὶ τῶν φευγόντων διά τε τὸ καῦμα καὶ τὴν ἐκ τῆς φυγῆς κακοπάθειαν ἔκδιψοι γιγνόμενοι λάβρως ἔπινον, καὶ ταῦθ᾽ ἁλυκοῦ τοῦ ῥεύματος ὄντος. διόπερ οὐκ ἐλάττους τῶν ἐν τῷ διωγμῷ σφαγέντων εὑρέθησαν παρὰ τὸν ποταμὸν τετελευτηκότες ἄτρωτοι. ἔπεσον δ᾽ ἐν τῇ μάχῃ ταύτῃ τῶν μὲν βαρβάρων περὶ πεντακοσίους, τῶν δ᾽ Ἑλλήνων οὐκ ἐλάττους ἑπτακισχιλίων.

Ἀγαθοκλῆς δὲ τηλικαύτῃ συμφορᾷ περιπεσὼν τοὺς ἐκ τῆς τροπῆς διασωθέντας ἀνέλαβεν καὶ τὴν παρεμβολὴν ἐμπρήσας εἰς Γέλαν ἀπεχώρησε. διαδόντος δ᾽ αὐτοῦ λόγον ὡς κατὰ σπουδὴν εἰς Συρακούσσας ἀναζευγνύειν διέγνωκε, τριακόσιοι τῶν ἐκ Λιβύης ἱππέων κατὰ τὴν χώραν περιέπεσόν τισι τῶν Ἀγαθοκλέους στρατιωτῶν. ὧν εἰπόντων ὡς Ἀγαθοκλῆς εἰς Συρακούσσας ἀποκεχώρηκεν, εἰσῆλθον εἰς Γέλαν ὡς φίλοι καὶ διαψευσθέντες τῆς ἐλπίδος κατηκοντίσθησαν. [2] ὁ δ᾽ Ἀγαθοκλῆς συνέκλεισεν αὑτὸν εἰς τὴν Γέλαν, οὐκ ἀδυνατῶν εἰς Συρακούσσας διασωθῆναι, βουλόμενος δὲ περισπάσαι τοὺς Καρχηδονίους πρὸς τὴν πολιορκίαν τῆς Γέλας, ἵν᾽ οἱ Συρακόσιοι πολλὴν ἄδειαν σχῶσι συγκομίσαι τοὺς καρπούς, ἀναγκάζοντος τοῦ καιροῦ. [3] ὁ δ᾽ Ἀμίλκας τὸ μὲν πρῶτον ἐπεχείρει πολιορκεῖν τὴν Γέλαν, πυνθανόμενος δὲ ἐν ταύτῃ καὶ [p. 170] δύναμιν εἶναι τὴν ἀμυνομένην καὶ πάντων εὐπορεῖν τὸν Ἀγαθοκλέα ταύτης μὲν ἀπέστη τῆς ἐπιβολῆς, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐπιπορευόμενος προσήγετο καὶ πᾶσιν ἐχρῆτο φιλανθρώπως, ἐκκαλούμενος τοὺς Σικελιώτας πρὸς εὔνοιαν. καὶ Καμαριναῖοι μὲν καὶ Λεοντῖνοι, πρὸς δὲ τούτοις Καταναῖοι καὶ Ταυρομενῖται παραχρῆμα πρέσβεις ἐκπέμψαντες προσέθεντο Καρχηδονίοις: [4] μετ᾽ ὀλίγας δ᾽ ἡμέρας οἵ τε Μεσσήνιοι καὶ Ἀβακαινῖνοι καὶ συχναὶ τῶν πόλεων ἀλλήλας φθάνουσαι πρὸς Ἀμίλκαν ἀφίσταντο: τοσαύτη τοῖς ὄχλοις ἐνέπεσεν ὁρμὴ μετὰ τὴν ἧτταν διὰ τὸ πρὸς τὸν τύραννον μίσος. [5] ὁ δ᾽ Ἀγαθοκλῆς ἀπαγαγὼν τὴν ὑπολελειμμένην δύναμιν εἰς Συρακούσσας τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζε καὶ τὸν ἀπὸ τῆς χώρας σῖτον ἀπεκόμιζε, διανοούμενος τῆς μὲν πόλεως τὴν ἱκανὴν ἀπολιπεῖν φυλακήν, τῆς δὲ δυνάμεως τὴν κρατίστην μετάγειν εἰς Λιβύην καὶ μετατιθέναι τὸν πόλεμον εἰς τὴν ἤπειρον ἐκ τῆς νήσου. ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὴν εἰς Λιβύην Ἀγαθοκλέους διάβασιν ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.