Μετάβαση στο περιεχόμενο

Ιστορική Βιβλιοθήκη/Ι

Από Βικιθήκη
Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος Ι΄
Diodorus Siculus. Diodorus of Sicily in Twelve Volumes. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1989.


ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΔΕΚΑΤΗΣ ΒΙΒΛΟΥ

[Επεξεργασία]
1.

[1] ὅτι Σερούιος Τύλλιος Ταρκυνίου ἐπιθεμένου παραγενηθεὶς εἰς τὸ βουλευτήριον, καὶ θεασάμενος τὴν καθ᾽ ἑαυτοῦ παρασκευήν, τοσοῦτον μόνον εἶπε, τίς ἡ τόλμα, Ταρκύνιε; ὁ δὲ ὑπολαβών, ἡ μὲν οὖν σή, φησί, τίς, ὃς δουλέκδουλος ὢν Ῥωμαίων βασιλεύειν ἐτόλμησας καὶ τῆς τοῦ πατρὸς ἡγεμονίας ἡμῖν προσηκούσης παρὰ νόμους ἀφείλου τὴν οὐδὲ καθ᾽ ἕνα σοι τρόπον ἐπιβάλλουσαν ἀρχήν; ταῦτα λέγων ἅμα προσέδραμε καὶ δραξάμενος τῆς τοῦ Τυλλίου χειρὸς ἔρριψεν αὐτὸν κατὰ τῆς κρηπῖδος. καὶ διαναστὰς καὶ χωλεύων διὰ τὸ πτῶμα ἐπεχείρησε φυγεῖν, ἀπεκτάνθη δέ. Const. Exc. 4, p. 293.

2.

[1] ὅτι Σερούιος Τύλλιος ὁ Ῥωμαίων βασιλεὺς ἐβασίλευσεν ἔτη τετταράκοντα τέτταρα, διὰ τῆς ἰδίας ἀρετῆς κατωρθωκὼς οὐκ ὀλίγα τῶν κοινῶν.

3.

[1] ὅτι ἐπ᾽ ἄρχοντος Ἀθήνησι Θηρικλέους κατὰ τὴν ἑξηκοστὴν πρώτην Ὀλυμπιάδα Πυθαγόρας ὁ φιλόσοφος ἐγνωρίζετο, προκεκοφὼς ἤδη ἐν παιδείᾳ· γέγονε γὰρ ἱστορίας ἄξιος, εἰ καί τις ἕτερος τῶν περὶ παιδείαν διατριψάντων. γέγονε δὲ Σάμιος τὸ γένος· οἱ δέ φασιν ὅτι Τυρρηνός. [2] τοσαύτη δ᾽ ἦν ἐν τοῖς αὐτοῦ λόγοις πειθὼ καὶ χάρις, ὡς καὶ τῆς πόλεως σχεδὸν ὅλης ἐπ᾽ αὐτὸν ἐπιστρεφούσης καθ᾽ ἡμέραν ὡσπερεὶ πρός τινος θεοῦ παρουσίαν ἅπαντας συντρέχειν ἐπὶ τὴν ἀκρόασιν. [3] οὐ μόνον δὲ περὶ τὴν ἐν τῷ λέγειν δύναμιν ἐφαίνετο μέγας, ἀλλὰ καὶ ψυχῆς ἐνέφαινεν ἦθος κατεσταλμένον καὶ πρὸς μίμησιν βίου σώφρονος τοῖς νέοις θαυμαστὸν ἀρχέτυπον, καὶ τοὺς ἐντυγχάνοντας ἀπέτρεπεν ἀπὸ τῆς πολυτελείας καὶ τρυφῆς, ἁπάντων διὰ τὴν εὐπορίαν ἀνέδην ἐκκεχυμένων εἰς ἄνεσιν καὶ διαφθορὰν ἀγεννῆ τοῦ σώματος καὶ τῆς ψυχῆς.

[4] ὅτι Πυθαγόρας πυθόμενος Φερεκύδην τὸν ἐπιστάτην αὐτοῦ γεγενημένον ἐν Δήλῳ νοσεῖν καὶ τελέως ἐσχάτως ἔχειν, ἔπλευσεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Δῆλον. ἐκεῖ δὲ χρόνον ἱκανὸν τὸν ἄνδρα γηροτροφήσας, πᾶσαν εἰσηνέγκατο σπουδὴν ὥστε τὸν πρεσβύτην ἐκ τῆς νόσου διασῶσαι. κατισχυθέντος δὲ τοῦ Φερεκύδου διὰ γῆρας καὶ διὰ τὸ μέγεθος τῆς νόσου, περιέστειλεν αὐτὸν κηδεμονικῶς, καὶ τῶν νομιζομένων ἀξιώσας ὡσανεί τις υἱὸς πατέρα πάλιν ἐπανῆλθεν εἰς τὴν Ἰταλίαν.

[5] ὅτι ἐπειδάν τινες τῶν συνήθων ἐκ τῆς οὐσίας ἐκπέσοιεν, διῃροῦντο τὰ χρήματα αὐτῶν ὡς πρὸς ἀδελφούς. οὐ μόνον δὲ πρὸς τοὺς καθ᾽ ἡμέραν συμβιοῦντας τῶν γνωρίμων τοιαύτην εἶχον τὴν διάθεσιν, ἀλλὰ καθόλου πρὸς πάντας τοὺς τῶν πραγμάτων τούτων μετασχόντας.

4.

[1] ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον διά τινα πολιτικὴν περίστασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπορούμενον, ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν, καὶ τὴν οὐσίαν ἀποκατέστησε τῷ προειρημένῳ, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν. [2] καὶ ἄλλοι δὲ πολλοὶ τὸ παραπλήσιον πεποιηκότες διαμνημονεύονται. οὐ μόνον δὲ ἐν τῇ τῶν χρημάτων ἐπιδόσει τοιούτους αὑτοὺς παρείχοντο τοῖς γνωρίμοις, ἀλλὰ καὶ κατὰ τοὺς ἐπισφαλεστάτους καιροὺς συνεκινδύνευον. [3] καὶ γὰρ Διονυσίου τυραννοῦντος Φιντίας τις Πυθαγόρειος ἐπιβεβουλευκὼς τῷ τυράννῳ, μέλλων δὲ τῆς τιμωρίας τυγχάνειν, ᾐτήσατο παρὰ τοῦ Διονυσίου χρόνον εἰς τὸ περὶ τῶν ἰδίων πρότερον ἃ βούλεται διοικῆσαι· δώσειν δ᾽ ἔφησεν ἐγγυητὴν τοῦ θανάτου τῶν φίλων ἕνα. [4] τοῦ δὲ δυνάστου θαυμάσαντος, εἰ τοιοῦτός ἐστι φίλος ὃς ἑαυτὸν εἰς τὴν εἱρκτὴν ἀντ᾽ ἐκείνου παραδώσει, προσεκαλέσατό τινα τῶν γνωρίμων ὁ Φιντίας, Δάμωνα ὄνομα, Πυθαγόρειον φιλόσοφον, ὃς οὐδὲ διστάσας ἔγγυος εὐθὺς ἐγενήθη τοῦ θανάτου. [5] τινὲς μὲν οὖν ἐπῄνουν τὴν ὑπερβολὴν τῆς πρὸς τοὺς φίλους εὐνοίας, τινὲς δὲ τοῦ ἐγγύου προπέτειαν καὶ μανίαν κατεγίνωσκον. πρὸς δὲ τὴν τεταγμένην ὥραν ἅπας ὁ δῆμος συνέδραμεν, καραδοκῶν εἰ φυλάξει τὴν πίστιν ὁ καταστήσας. [6] ἤδη δὲ τῆς ὥρας συγκλειούσης πάντες μὲν ἀπεγίνωσκον, ὁ δὲ Φιντίας ἀνελπίστως ἐπὶ τῆς ἐσχάτης τοῦ χρόνου ῥοπῆς δρομαῖος ἦλθε, τοῦ Δάμωνος ἀπαγομένου πρὸς τὴν ἀνάγκην. θαυμαστῆς δὲ τῆς φιλίας φανείσης ἅπασιν, ἀπέλυσεν ὁ Διονύσιος τῆς τιμωρίας τὸν ἐγκαλούμενον, καὶ παρεκάλεσε τοὺς ἄνδρας τρίτον ἑαυτὸν εἰς τὴν φιλίαν προσλαβέσθαι.

5.

[1] ὅτι οἱ Πυθαγόρειοι καὶ τῆς μνήμης μεγίστην γυμνασίαν ἐποιοῦντο, τοιοῦτόν τινα τρόπον τῆς μελέτης ὑποστησάμενοι. οὐ πρότερον ἐκ τῆς εὐνῆς ἠγείροντο, πρὶν ἂν πρὸς ἑαυτοὺς ἀνθωμολογήσαντο τὰ κατὰ τὴν προτέραν ἡμέραν αὐτοῖς πραχθέντα, τὴν ἀρχὴν ἀπὸ τῆς πρωίας, τὴν δὲ τελευτὴν ἕως ἑσπέρας ποιούμενοι. εἰ δ᾽ ἀναστροφὴν ἔχοιεν καὶ πλείονα σχολὴν ἄγοιεν, καὶ τὰ τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἔτι πρότερον ἡμέραις πραχθέντα προσανελάμβανον. τοῦτο πρὸς ἐπιστήμην καὶ φρόνησιν ἐπετήδευον πάντων ἐμπειρίαν τε τοῦ δύνασθαι πολλὰ μνημονεύειν.

[2] ὅτι ἐποιοῦντο καὶ τῆς ἐγκρατείας γυμνασίαν τόνδε τὸν τρόπον. παρασκευασάμενοι πάντα τὰ κατὰ τὰς λαμπροτάτας ἑστιάσεις παρατιθέμενα πολὺν αὐτοῖς ἐνέβλεπον χρόνον· εἶτα διὰ τῆς θέας τὰς τῆς φύσεως ἐπιθυμίας πρὸς τὴν ἀπόλαυσιν ἐκκαλεσάμενοι τὰς τραπέζας ἐκέλευον αἴρειν τοὺς παῖδας, καὶ παραχρῆμα ἄγευστοι τῶν παρατεθέντων ἐχωρίζοντο. Const. Exc. 2 (1), pp. 220-223.

6.

[1] ὅτι ὁ Πυθαγόρας μετεμψύχωσιν ἐδόξαζε καὶ κρεοφαγίαν ὡς ἀποτρόπαιον ἡγεῖτο, πάντων τῶν ζῴων τὰς ψυχὰς μετὰ θάνατον εἰς ἕτερα ζῷα λέγων εἰσέρχεσθαι. καὶ αὐτὸς δὲ ἑαυτὸν ἔφασκεν ἐπὶ τῶν Τρωικῶν χρόνων μεμνῆσθαι γεγενημένον Εὔφορβον τὸν Πάνθου μὲν υἱόν, ἀναιρεθέντα δὲ ὑπὸ Μενελάου.

[2] ὅτι φασὶν αὐτὸν ἐν Ἄργει ποτὲ παρεπιδημήσαντα καὶ θεασάμενον τῶν Τρωικῶν σκύλων ἀσπίδα προσηλωμένην δακρύειν. ἐρωτηθέντα δὲ ὑπὸ τῶν Ἀργείων τὴν τοῦ πάθους αἰτίαν εἰπεῖν, ὅτι τὴν ἀσπίδα ταύτην εἶχεν αὐτὸς ἐν Τροίᾳ γεγονὼς Εὔφορβος. [3] ἀπίστως δὲ διακειμένων καὶ μανίαν αὐτοῦ καταγινωσκόντων, σημεῖον ἐρεῖν ἔφησεν ἀληθὲς τοῦ ταῦθ᾽ οὕτως ἔχειν· ἐκ τοῦ γὰρ ἐντὸς μέρους ἐπιγεγράφθαι τὴν ἀσπίδα γράμμασιν ἀρχαίοις ΕΥΦΟΡΒΟΥ. πάντων δὲ διὰ τὸ παράδοξον εἰπόντων καθελεῖν αὐτὴν, ἐντὸς συνέβη τὴν ἐπιγραφὴν εὑρεθῆναι.

[4] ὅτι Καλλίμαχος εἶπε περὶ Πυθαγόρου, διότι τῶν ἐν γεωμετρίᾳ προβλημάτων τὰ μὲν εὗρε, τὰ δὲ ἐκ τῆς Αἰγύπτου πρῶτος εἰς τοὺς Ἕλληνας ἤνεγκεν, ἐν οἷς λέγει ὅτι

“ἐξεῦρε Φρὺξ Εὔφορβος, ὅστις ἀνθρώποις
τρίγωνά τε σκαληνὰ καὶ κύκλων ἑπτὰ
μήκη δίδαξε νηστεύειν
τῶν ἐμπνεόντων· οἱ τάδ᾽ οὐδ᾽ ὑπήκουσαν
πάντες.” Call. Iambi 124ff.
7.

[1] ὅτι παρεκάλει τὴν λιτότητα ζηλοῦν· τὴν γὰρ πολυτέλειαν ἅμα τάς τε οὐσίας τῶν ἀνθρώπων διαφθείρειν καὶ τὰ σώματα. τῶν γὰρ νόσων τῶν πλείστων ἐξ ὠμότητος γινομένων, αὐτὴν ταύτην ἐκ τῆς πολυτελείας γίνεσθαι. [2] πολλοὺς δὲ ἔπειθεν ἀπύροις σιτίοις χρῆσθαι καὶ ὑδροποσίαις πάντα τὸν βίον ἕνεκεν τοῦ τἀγαθὰ θηρᾶσθαι τὰ κατὰ ἀλήθειαν. τῶν δὲ καθ᾽ ἡμᾶς εἴ τις ὑπαγορεύσειεν ἢ ἑνὸς ἢ δυεῖν ἀπέχεσθαι τῶν ἡδέων εἶναι δοκούντων ἐπ᾽ ὀλίγας ἡμέρας, ἀπείπαιντ᾽ ἂν τὴν φιλοσοφίαν, φήσαντες εὔηθες ὑπάρχειν τἀφανὲς ἀγαθὸν ζητεῖν ἀφέντα τὸ φανερόν. [3] κἂν μὲν δέῃ δημοκοπεῖν ἢ πολυπραγμονεῖν περὶ τῶν ἀλλοτρίων, σχολάζουσι καὶ ὑπ᾽ οὐδενὸς ἐμποδίζονται· ἐὰν δὲ γίνεσθαι δέῃ περὶ παιδείαν καὶ τὴν τῶν ἠθῶν ἐπισκευήν, ἀκαιρεῖν φασιν, ὥστε ἀσχολεῖσθαι μὲν εὐσχολοῦντας, σχολὴν δ᾽ ἄγειν οὐ σχολάζοντας.

[4] ὅτι φασὶ τὸν Ταραντῖνον Ἀρχύταν τὸν ὄντα Πυθαγόρειον ἐπὶ μεγάλοις ἀδικήμασιν οἰκέταις ὀργισθῆναι, καὶ κατεξαναστάντα τοῦ πάθους εἰπεῖν, ὡς οὐκ ἂν ἐγενήθησαν ἀθῷοι τηλικαῦτα ἁμαρτήσαντες, εἰ μὴ ἔτυχεν ὀργιζόμενος.

8.

[1] ὅτι οἱ Πυθαγόρειοι μεγίστην ἐποιοῦντο πρόνοιαν τῆς πρὸς τοὺς φίλους βεβαιότητος, τὴν τῶν φίλων εὔνοιαν ἀξιολογώτατον ἀγαθὸν εἶναι τῶν ἐν τῷ βίῳ διειληφότες.

[2] ὅτι μέγιστον ἄν τις ἡγήσαιτο καὶ μάλιστα θαυμάσαι τὸ αἴτιον τῆς πρὸς τοὺς φίλους εὐνοίας. τίνες γάρ ποτε ἦσαν ἐθισμοὶ ἢ τίς τρόπος ἐπιτηδευμάτων ἢ τίς λόγου δεινότης, δι᾽ ἧς ἐνειργάζοντο τὴν τοιαύτην διάθεσιν τοῖς ἀφικνουμένοις εἰς τὴν τοῦ βίου κοινωνίαν; [3] ταῦτα γὰρ πολλοὶ μὲν ἐπιθυμήσαντες γνῶναι τῶν ἔξωθεν ἐπεβάλοντο πολυπραγμονεῖν, οὐδέποτε δὲ οὐδεὶς μαθεῖν ἠδυνήθη. αἴτιον δὲ τοῦ διατηρεῖσθαι τὰς ὑπὲρ τούτων ὑποθήκας τὸ τοὺς Πυθαγορείους ὑπόστασιν ἔχειν μηδὲν τοιοῦτο ποιεῖν ἔγγραφον, ἀλλὰ διὰ μνήμης ἔχειν τὰ παραγγελλόμενα.

9.

[1] ὅτι ὁ Πυθαγόρας πρὸς τοῖς ἄλλοις παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν καὶ πρὸς τέλος ἄγειν ὑπὲρ ὧν ἄν τις ὀμόσῃ πραγμάτων, οὐχ ὁμοίαν ἀπόφασιν ποιούμενος Λυσάνδρῳ τε τῷ Λάκωνι καὶ Δημάδῃ τῷ Ἀθηναίῳ, ὧν ὁ μὲν ἀπεφαίνετο τοὺς μὲν παῖδας δεῖν ἐξαπατᾶν τοῖς ἀστραγάλοις, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις, ὁ δὲ διαβεβαιούμενος ὅτι δεῖ τὸ λυσιτελέστατον ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν ὅρκων αἱρεῖσθαι· ὁρᾶν δὲ τὸν ἐπιορκήσαντα παραχρῆμα ταῦτ᾽ ἔχοντα περὶ ὧν ὤμοσε, τὸν δ᾽ εὐορκήσαντα φανερῶς τὸ ἴδιον ἀπολλύντα. τούτων γὰρ ἑκάτερος οὐ καθάπερ Πυθαγόρας ὑπεστήσατο τὸν ὅρκον εἶναι πίστεως ἐνέχυρον βέβαιον, ἀλλ᾽ αἰσχροκερδείας καὶ ἀπάτης δέλεαρ. Const. Exc. 4, pp. 293-295.

[2] ὅτι Πυθαγόρας παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν.

[3] ὅτι ὁ αὐτὸς Πυθαγόρας καὶ περὶ τῶν ἀφροδισίων ἐκλογιζόμενος τὸ συμφέρον παρήγγελλε κατὰ μὲν τὸ θέρος μὴ πλησιάζειν γυναιξί, κατὰ δὲ τὸν χειμῶνα προσιέναι τεταμιευμένως. καθόλου γὰρ τὸ γένος τῶν ἀφροδισίων ὑπελάμβανεν εἶναι βλαβερόν, τὴν δὲ συνέχειαν αὐτῶν τελέως ἀσθενείας καὶ ὀλέθρου ποιητικὴν ἐνόμιζε. Const. Exc. 2 (1), p. 423.

[4] ὅτι Πυθαγόραν φασὶν ὑπό τινος ἐρωτηθέντα πότε χρηστέον ἀφροδισίοις εἰπεῖν, ὅταν ἑαυτοῦ θέλῃς ἥττων γενέσθαι.

[5] ὅτι οἱ Πυθαγόρειοι διῄρουν καὶ τὰς ἡλικίας τῶν ἀνθρώπων εἰς τέσσαρα μέρη, παιδός, νέου, νεανίσκου, γέροντος, καὶ τούτων ἑκάστην ἔφασαν ὁμοίαν εἶναι ταῖς κατὰ τὸν ἐνιαυτὸν τῶν ὡρῶν μεταβολαῖς, τὸ μὲν ἔαρ τῷ παιδὶ διδόντες, τὸ δὲ φθινόπωρον τῷ ἀνδρί, τὸν δὲ χειμῶνα τῷ γέροντι, τὸ δὲ θέρος τῷ νέῳ. Const. Exc. 4, p. 295.

[6] ὅτι ὁ αὐτὸς Πυθαγόρας παρήγγελλε πρὸς τοὺς θεοὺς προσιέναι τοὺς θύοντας μὴ πολυτελεῖς, ἀλλὰ λαμπρὰς καὶ καθαρὰς ἔχοντας ἐσθῆτας, ὁμοίως δὲ μὴ μόνον τὸ σῶμα καθαρὸν παρεχομένους πάσης ἀδίκου πράξεως, ἀλλὰ καὶ τὴν ψυχὴν ἁγνεύουσαν. Const. Exc. 2 (1), p. 223.

[7] ὅτι ὁ αὐτὸς ἀπεφαίνετο τοῖς θεοῖς εὔχεσθαι δεῖν τὰ ἀγαθὰ τοὺς φρονίμους ὑπὲρ τῶν ἀφρόνων· τοὺς γὰρ ἀσυνέτους ἀγνοεῖν, τί ποτέ ἐστιν ἐν τῷ βίῳ κατὰ ἀλήθειαν ἀγαθόν.

[8] ὅτι ὁ αὐτὸς ἔφασκε δεῖν ἐν ταῖς εὐχαῖς ἁπλῶς εὔχεσθαι τἀγαθά, καὶ μὴ κατὰ μέρος ὀνομάζειν, οἷον ἐξουσίαν, κάλλος, πλοῦτον, τἄλλα τὰ τούτοις ὅμοια· πολλάκις γὰρ τούτων ἕκαστον τοὺς κατ᾽ ἐπιθυμίαν αὐτῶν τυχόντας τοῖς ὅλοις ἀνατρέπειν. καὶ τοῦτο γνοίη ἄν τις ἐπιστήσας τοῖς ἐν ταῖς Εὐριπίδου Φοινίσσαις στίχοις, ἐν οἷς οἱ περὶ τὸν Πολυνείκην εὔχονται τοῖς θεοῖς, ὧν ἡ ἀρχὴ “βλέψας ἐς Ἄργος,” ἕως “εἰς στέρν᾽ ἀδελφοῦ τῆσδ᾽ ἀπ᾽ ὠλένης βαλεῖν.” Eur. Phoen. 1364-1375

οὗτοι γὰρ δοκοῦντες ἑαυτοῖς εὔχεσθαι τὰ κάλλιστα ταῖς ἀληθείαις καταρῶνται. Const. Exc. 4, p. 295.

[9] ὅτι ὁ αὐτὸς πολλὰ καὶ ἄλλα διαλεγόμενος πρὸς βίου σώφρονος ζῆλον καὶ πρὸς ἀνδρείαν τε καὶ καρτερίαν, ἔτι δὲ τὰς ἄλλας ἀρετάς, ἴσα θεοῖς παρὰ τοῖς Κροτωνιάταις ἐτιμᾶτο. Const. Exc. 2 (1), p. 223.

10.

[1] ὅτι Πυθαγόρας φιλοσοφίαν, ἀλλ᾽ οὐ σοφίαν ἐκάλει τὴν ἰδίαν αἵρεσιν. καταμεμφόμενος γὰρ τοὺς πρὸ αὐτοῦ κεκλημένους ἑπτὰ σοφοὺς ἔλεγεν, ὡς σοφὸς μὲν οὐδείς ἐστιν ἄνθρωπος ὢν καὶ πολλάκις διὰ τὴν ἀσθένειαν τῆς φύσεως οὐκ ἰσχύων πάντα κατορθοῦν, ὁ δὲ ζηλῶν τὸν τοῦ σοφοῦ τρόπον τε καὶ βίον προσηκόντως ἂν φιλόσοφος ὀνομάζοιτο.

[2] ἀλλ᾽ ὅμως τηλικαύτης προκοπῆς γενομένης περί τε Πυθαγόραν αὐτὸν καὶ τοὺς μετ᾽ ἐκεῖνον Πυθαγορείους, καὶ τοσούτων ἀγαθῶν αἴτιοι γενόμενοι ταῖς πόλεσιν οὗτοι τὸν πάντα τὰ καλὰ λυμαινόμενον χρόνον οὐ διέφυγον· οὐδὲν γάρ, οἶμαι, τῶν παρ᾽ ἀνθρώποις καλῶν οὕτω συνέστηκεν ὥστε μηδεμίαν αὐτῷ φθοράν τε καὶ διάλυσιν γεννῆσαι τὸν πολυετῆ χρόνον. Const. Exc. 4, p. 296.

11.

[1] ὅτι Κροτωνιάτης τις Κύλων ὄνομα, τῇ οὐσίᾳ καὶ δόξῃ πρῶτος τῶν πολιτῶν, ἐπεθύμησε Πυθαγόρειος γενέσθαι. ὢν δὲ χαλεπὸς καὶ βίαιος τὸν τρόπον, ἔτι δὲ στασιαστὴς καὶ τυραννικός, ἀπεδοκιμάσθη. παροξυνθεὶς οὖν τῷ συστήματι τῶν Πυθαγορείων, ἑταιρείαν μεγάλην συνεστήσατο, καὶ διετέλει πάντα καὶ λέγων καὶ πράττων κατ᾽ αὐτῶν.

[2] ὅτι Λῦσις ὁ Πυθαγόρειος εἰς Θήβας τῆς Βοιωτίας γενόμενος διδάσκαλος Ἐπαμινώνδου, τοῦτον μὲν τέλειον ἄνδρα πρὸς ἀρετὴν κατέστησε, καὶ πατὴρ αὐτοῦ θετὸς ἐγένετο δι᾽ εὔνοιαν. ὁ δὲ Ἐπαμινώνδας τῆς τε καρτερίας καὶ λιτότητος καὶ τῶν ἄλλων ἀρετῶν ἐκ τῆς Πυθαγορείου φιλοσοφίας ἐναύσματα λαβών, οὐ μόνον Θηβαίων, ἀλλὰ καὶ πάντων τῶν κατ᾽ αὐτὸν ἐπρώτευεν.

12.

[1] ὅτι δὲ τῶν προγεγονότων ἀνδρῶν ἡ τῶν βίων ἀναγραφὴ δυσκολίαν μὲν παρέχεται τοῖς γράφουσιν, ὠφελεῖ δ᾽ οὐ μετρίως τὸν κοινὸν βίον. μετὰ παρρησίας γὰρ δηλοῦσα τὰ καλῶς τε καὶ κακῶς; πραχθέντα τοὺς μὲν ἀγαθοὺς κοσμεῖ, τοὺς δὲ πονηροὺς ταπεινοῖ, διὰ τῶν οἰκείων ἑκάστοις ἐγκωμίων τε καὶ ψόγων. ἔστι δ᾽ ὁ μὲν ἔπαινος, ὡς ἄν τις εἴποι, ἔπαθλον ἀρετῆς ἀδάπανον, ὁ δὲ ψόγος τιμωρία φαυλότητος ἄνευ πληγῆς. [2] καλὸν δὲ τοῖς μεταγενεστέροις ὑποκεῖσθαι, διότι βίον οἷον ἄν τις ἕληται ζῶν, τοιαύτης ἀξιωθήσεται μετὰ τὸν θάνατον μνήμης, ἵνα μὴ περὶ τὰς τῶν λιθίνων μνημείων κατασκευὰς σπουδάζωσιν, ἃ καὶ τόπον ἕνα κατέχει καὶ φθορᾶς ὀξείας τυγχάνει, ἀλλὰ περὶ λόγον καὶ τὰς ἄλλας ἀρετάς, αἳ πάντῃ φοιτῶσι διὰ τῆς φήμης. ὁ δὲ χρόνος ὁ πάντα μαραίνων τἄλλα ταύτας ἀθανάτους φυλάττει, καὶ πρεσβύτερος γενόμενος αὐτὸς ταύτας ποιεῖ νεωτέρας. [3] δῆλον δὲ ἐπὶ τούτων τῶν ἀνδρῶν ἐγένετο τὸ προειρημένον· πάλαι γὰρ γεγονότες ὥσπερ νῦν ὄντες ὑπὸ πάντων μνημονεύονται. Const. Exc. 2 (1), pp. 223-224.

13.

[1] ὅτι Κῦρος ὁ τῶν Περσῶν βασιλεὺς ἐπειδὴ τῶν Βαβυλωνίων καὶ τῶν Μήδων τὴν χώραν κατεπολέμησε, ταῖς ἐλπίσι πᾶσαν περιελάμβανε τὴν οἰκουμένην. τῶν γὰρ δυνατῶν καὶ μεγάλων ἐθνῶν καταπεπολεμημένων ἐνόμιζε μηδένα μήτε βασιλέα μήτε δῆμον ὑποστήσεσθαι τὴν ἰδίαν δύναμιν· τῶν γὰρ ἐν ἐξουσίαις ἀνυπευθύνοις ὄντων εἰώθασιν ἔνιοι τὴν εὐτυχίαν μὴ φέρειν κατ᾽ ἄνθρωπον. Const. Exc. 4, p. 296.

14.

[1] ὅτι ὁ Καμβύσης ἦν μὲν φύσει μανικὸς καὶ παρακεκινηκὼς τοῖς λογισμοῖς, πολὺ δὲ μᾶλλον αὐτὸν ὠμὸν καὶ ὑπερήφανον ἐποίει τὸ τῆς βασιλείας μέγεθος.

[2] ὅτι Καμβύσης ὁ Πέρσης μετὰ τὴν ἅλωσιν Μέμφεως καὶ Πηλουσίου τὴν εὐτυχίαν οὐ φέρων ἀνθρωπίνως, τὸν Ἀμάσιος τοῦ πρότερον βεβασιλευκότος τάφον ἀνέσκαψεν. εὑρὼν δὲ ἐν τῇ θήκῃ τὸν νεκρὸν τεταριχευμένον, τό τε σῶμα τοῦ τετελευτηκότος ᾐκίσατο καὶ πᾶσαν ὕβριν εἰς τὸν οὐκ αἰσθανόμενον εἰσενεγκάμενος τελευταῖον προσέταξε κατακαῦσαι τὸν νεκρόν. οὐκ εἰωθότων γὰρ πυρὶ παραδιδόναι τῶν ἐγχωρίων τὰ σώματα τῶν τετελευτηκότων, ὑπελάμβανε καὶ διὰ τούτου τοῦ τρόπου πλημμελήσειν τὸν πάλαι προτετελευτηκότα.

[3] ὅτι Καμβύσης μέλλων στρατεύειν ἐπ᾽ Αἰθιοπίαν ἔπεμψε μέρος τῆς δυνάμεως ἐπ᾽ Ἀμμωνίους, προστάξας τοῖς ἡγεμόσι τὸ μαντεῖον συλήσαντας ἐμπρῆσαι, τούς τε περιοικοῦντας τὸ ἱερὸν ἅπαντας ἐξανδραποδίσασθαι. Const. Exc. 2 (1), pp. 224-225.

15.

[1] ὅτι Καμβύσου τοῦ Περσῶν βασιλέως κυριεύσαντος πάσης Αἰγύπτου, πρὸς τοῦτον οἱ Λίβυες καὶ Κυρηναῖοι, συνεστρατευκότες τοῖς Αἰγυπτίοις, ἀπέστειλαν δῶρα, καὶ τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλαντο. Const. Exc. 1, p. 397.

16.

[1] ὅτι ὁ Πολυκράτης ὁ τῶν Σαμίων τύραννος εἰς τοὺς ἐπικαιροτάτους τόπους ἀποστέλλων τριήρεις ἐλῄστευεν ἅπαντας τοὺς πλέοντας, ἀπεδίδου δὲ μόνοις τοῖς συμμάχοις τὰ ληφθέντα. πρὸς δὲ τοὺς μεμφομένους τῶν συνήθων ἔλεγεν, ὡς πάντες οἱ φίλοι πλείονα χάριν ἕξουσιν ἀπολαβόντες ἅπερ ἀπέβαλον ἤπερ ἀρχὴν μηδὲν ἀποβαλόντες.

[2] ὅτι ταῖς ἀδίκοις πράξεσιν ὡς ἐπίπαν ἀκολουθεῖ τις νέμεσις οἰκείους τιμωρίας τοῖς ἁμαρτάνουσιν ἐπιφέρουσα.

[3] ὅτι πᾶσα χάρις ἀμεταμέλητος οὖσα καλὸν ἔχει καρπὸν τὸν παρὰ τὸν τῶν εὐεργετουμένων ἔπαινον· καὶ γὰρ ἂν μὴ πάντες, εἷς γέ τις τῶν εὖ πεπονθότων ἐνίοτε τὴν ὑπὲρ ἁπάντων ἀπέδωκε χάριν. Const. Exc. 4, p. 296.

[4] ὅτι Λυδοί τινες φεύγοντες τὴν Ὀροίτου τοῦ σατράπου δυναστείαν κατέπλευσαν εἰς Σάμον μετὰ πολλῶν χρημάτων καὶ τοῦ Πολυκράτους ἱκέται ἐγίνοντο. ὁ δὲ τὸ μὲν πρῶτον αὐτοὺς φιλοφρόνως ὑπεδέξατο, μετ᾽ ὀλίγον δὲ πάντας ἀποσφάξας τῶν χρημάτων ἐγκρατὴς ἐγένετο.

17.

[1] ὅτι Θετταλὸς ὁ Πεισιστράτου υἱὸς σοφὸς ὑπάρχων ἀπείπατο τὴν τυραννίδα, καὶ τὴν ἰσότητα ζηλώσας μεγάλης ἀποδοχῆς ἠξιοῦτο παρὰ τοῖς πολίταις· οἱ δὲ ἄλλοι, Ἵππαρχος καὶ Ἱππίας, βίαιοι καὶ χαλεποὶ καθεστῶτες ἐτυράννουν τῆς πόλεως. πολλὰ δὲ παρανομοῦντες εἰς τοὺς Ἀθηναίους, καί τινος μειρακίου διαφόρου τὴν ὄψιν Ἵππαρχος ἐρασθείς, διὰ τοῦτο ἐκινδύνευσεν ... [2] ἡ μὲν οὖν ἐπὶ τοὺς τυράννους ἐπίθεσις καὶ ἡ πρὸς τὴν τῆς πατρίδος ἐλευθερίαν σπουδὴ κοινὴ τῶν προειρημένων ὑπῆρξεν ἀνδρῶν· ἡ δὲ ἐν ταῖς βασάνοις παράστασις τῆς ψυχῆς καὶ τὸ καρτερικὸν τῆς τῶν δεινῶν ὑπομονῆς περὶ μόνον ἐγενήθη τὸν Ἀριστογείτονα,ὃς ἐν τοῖς φοβερωτάτοις καιροῖς δύο μέγιστα διετήρησε, τήν τε πρὸς τοὺς φίλους πίστιν καὶ τὴν πρὸς τοὺς ἐχθροὺς τιμωρίαν. Const. Exc. 2 (1), p. 225.

[3] ὅτι ὁ Ἀριστογείτων πᾶσιν ἐποίησε φανερὸν ὡς ἡ τῆς ψυχῆς εὐγένεια κατισχύει τὰς μεγίστας τοῦ σώματος ἀλγηδόνας.

18.

[1] ὅτι Ζήνωνος τοῦ φιλοσόφου διὰ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ Νεάρχου τοῦ τυράννου κατὰ τὰς ἐν ταῖς βασάνοις ἀνάγκας ἐρωτωμένου ὑπὸ Νεάρχου τίνες ἦσαν οἱ συνειδότες, ὤφελον γάρ, ἔφη, ὥσπερ τῆς γλώττης εἰμὶ κύριος, οὕτω καὶ τοῦ σώματος. Const. Exc. 4, pp. 296-297.

[2] ὅτι τυραννουμένης τῆς πατρίδος ὑπὸ Νεάρχου σκληρῶς, ἐπιβουλὴν κατὰ τοῦ τυράννου συνεστήσατο. καταφανὴς δὲ γενόμενος, καὶ κατὰ τὰς ἐν ταῖς βασάνοις ἀνάγκας διερωτώμενος ὑπὸ τοῦ Νεάρχου τίνες ἦσαν οἱ συνειδότες, ὤφελον γάρ, ἔφησεν, ὥσπερ τῆς γλώττης εἰμὶ κύριος, οὕτως ὑπῆρχον καὶ τοῦ σώματος. [3] τοῦ δὲ τυράννου πολὺ μᾶλλον ταῖς βασάνοις προσεπιτείναντος, ὁ Ζήνων μέχρι μέν τινος διεκαρτέρει· μετὰ δὲ ταῦτα σπεύδων ἀπολυθῆναί ποτε τῆς ἀνάγκης καὶ ἅμα τιμωρήσασθαι τὸν Νέαρχον, ἐπενοήσατό τι τοιοῦτον. [4] κατὰ τὴν ἐπιτονωτάτην ἐπίτασιν τῆς βασάνου προσποιηθεὶς ἐνδιδόναι τὴν ψυχὴν ταῖς ἀλγηδόσιν ἀνέκραγεν, ἄνετε, ἐρῶ γὰρ πᾶσαν ἀλήθειαν. ὡς δ᾽ ἀνῆκαν, ἠξίωσεν αὐτὸν ἀκοῦσαι κατ᾽ ἰδίαν προσελθόντα· πολλὰ γὰρ εἶναι τῶν λέγεσθαι μελλόντων ἃ συνοίσει τηρεῖν ἐν ἀπορρήτῳ. [5] τοῦ δὲ τυράννου προσελθόντος ἀσμένως καὶ τὴν ἀκοὴν τῷ στόματι παραβαλόντος, ὁ Ζήνων τοῦ δυνάστου περιχανὼν τὸ οὖς ἐνέπρισε τοῖς ὀδοῦσι. τῶν δὲ ὑπηρετῶν ταχὺ προσδραμόντων, καὶ πᾶσαν τῷ βασανιζομένῳ προσφερόντων τιμωρίαν εἰς τὸ χαλάσαι τὸ δῆγμα, πολὺ μᾶλλον προσενεφύετο. [6] τέλος δ᾽ οὐ δυνάμενοι τἀνδρὸς νικῆσαι τὴν εὐψυχίαν, παρεκέντησαν αὐτὸν ἵνα διίῃ τοὺς ὀδόντας. καὶ τοιούτῳ τεχνήματι τῶν ἀλγηδόνων ἀπελύθη καὶ παρὰ τοῦ τυράννου τὴν ἐνδεχομένην ἔλαβε τιμωρίαν. Const. Exc. 2 (1), pp. 225-226.

“πολλαῖς ὕστερον γενεαῖς Δωριεὺς ὁ Λακεδαιμόνιος καταντήσας εἰς τὴν Σικελίαν καὶ τὴν χώραν ἀπολαβὼν ἔκτισε πόλιν Ἡράκλειαν. ταχὺ δ᾽ αὐτῆς αὐξομένης, οἱ Καρχηδόνιοι φθονήσαντες ἅμα καὶ φοβηθέντες μήποτε πλέον ἰσχύσασα τῆς Καρχηδόνος ἀφέληται τῶν Φοινίκων τὴν ἡγεμονίαν, στρατεύσαντες ἐπ᾽ αὐτὴν μεγάλαις δυνάμεσι καὶ κατὰ κράτος ἑλόντες κατέσκαψαν. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.” Diod. 4.23.3.

19.

[1] ὅτι τοῖς ἐπί τινων πραγμάτων διοριζομένοις ὡς οὐκ ἄν ποτε πραχθησομένων ἔοικεν ἐπακολουθεῖν ὡσανεί τις νέμεσις ἐλέγχουσα τὴν ἀνθρωπίνην ἀσθένειαν.

[2] ὅτι Μεγαβύζου τοῦ καὶ Ζωπύρου, φίλου ὄντος Δαρείου τοῦ βασιλέως, μαστιγώσαντος δ᾽ ἑαυτὸν καὶ τὰ περὶ τὸ πρόσωπον ἀκρωτήρια ἀποκόψαντος διὰ τὸ αὐτόμολον γενέσθαι καὶ Βαβυλῶνα προδοῦναι Πέρσαις, φασὶ βαρέως φέρειν τὸν Δαρεῖον καὶ εἰπεῖν βούλεσθαι τὸν Μεγάβυζον, εἰ δυνατὸν ἦν, ἄρτιον γενόμενον ἢ δέκα Βαβυλῶνας λαβεῖν ὑπὸ τὴν ἐξουσίαν, καίπερ ἀπράκτου τῆς ἐπιθυμίας οὔσης.

[3] ὅτι οἱ Βαβυλώνιοι στρατηγὸν εἵλαντο Μεγάβυζον, ἀγνοοῦντες ὅτι τὴν εὐεργεσίαν τῆς μελλούσης ἀκολουθεῖν ἀπωλείας οἱονεὶ δέλεαρ αὐτοῖς προθήσει.

[4] ὅτι τὸ ἀποτέλεσμα τῶν ἐπιτευγμάτων ἱκανόν ἐστι μαρτύριον τῶν προρρηθέντων.

[5] ὅτι τὸ Δαρεῖος τῆς Ἀσίας σχεδὸν ὅλης κυριεύσας τὴν Εὐρώπην ἐπεθύμει καταστρέψασθαι. τὰς γὰρ τοῦ πλείονος ἐπιθυμίας ἀπλήστους ἔχων καὶ τῷ μεγέθει τῆς Περσικῆς δυνάμεως πεποιθώς, περιελάμβανε τὴν οἰκουμένην, αἰσχρὸν εἶναι νομίζων τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας καταδεεστέρας ἀφορμὰς κτησαμένους τὰ μέγιστα τῶν ἐθνῶν καταπεπολεμηκέναι, αὐτὸν δὲ τηλικαύτας ἔχοντα δυνάμεις ἡλίκας οὐδεὶς τῶν πρὸ αὐτοῦ ἔσχε μηδεμίαν ἀξιόλογον πρᾶξιν κατειργάσθαι.

[6] ὅτι οἱ Τυρρηνοὶ διὰ τὸν τῶν Περσῶν φόβον ἐκλιπόντες τὴν Λῆμνον ἔφασκον ὡς διά τινας χρησμοὺς τοῦτο ποιεῖν, καὶ ταύτην τῷ Μιλτιάδῃ παρέδωκαν. ταῦτα δὲ πράξαντος Ἕρμωνος τοῦ προεστηκότος τῶν Τυρρηνῶν, συνέβη τὰς τοιαύτας χάριτας ἀπ᾽ ἐκείνων τῶν χρόνων Ἑρμωνείους προσαγορευθῆναι. Const. Exc. 4, pp. 297-298.

20.

[1] ὅτι Λευκίου Ταρκυινίου τοῦ Ῥωμαίων βασιλέως ὁ υἱὸς Σέξτος ἐξεδήμησεν εἰς πόλιν Κολλατίαν καλουμένην, καὶ κατέλυσε πρὸς Λεύκιον Ταρκυίνιον ἀνεψιὸν τοῦ βασιλέως, ἔχοντα γυναῖκα Λουκρητίαν, ἥτις ἦν εὐπρεπὴς μὲν τὴν ὄψιν, σώφρων δὲ τὸν τρόπον. ἐπὶ στρατοπέδου γὰρ ὄντος τἀνδρός, ὁ ξένος νυκτὸς ἐγερθεὶς ἐκ τοῦ κοιτῶνος ὥρμησεν ἐπὶ τὴν γυναῖκα κοιμωμένην ἐν τῷ θαλάμῳ. [2] ἐπιστὰς δὲ ταῖς θύραις ἄφνω καὶ σπασάμενος τὸ ξίφος, παρασκευάσασθαι μὲν ἔφησεν οἰκέτην ἐπιτήδειον εἰς ἀναίρεσιν, συγκατασφάξειν δὲ κἀκείνην, ὡς ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ τετευχυῖαν τῆς προσηκούσης τιμωρίας ὑπὸ τοῦ συγγενεστάτου τῷ συνοικοῦντι. διόπερ αἱρετώτερον ὑπάρχειν ὑπουργῆσαι ταῖς ἐπιθυμίαις αὐτοῦ σιωπῶσαν· λήψεσθαι δὲ ἔπαθλον τῆς χάριτος δωρεάς τε μεγάλας καὶ τὴν μετ᾽ αὐτοῦ συμβίωσιν καὶ γενήσεσθαι βασίλισσαν, ἰδιωτικῆς ἑστίας ἐξηλλαγμένην ἡγεμονίαν. [3] ἡ δὲ Λουκρητία διὰ τὸ παράδοξον ἐκπλαγὴς γενομένη, καὶ φοβηθεῖσα μήποτε ταῖς ἀληθείαις δόξῃ διὰ τὴν μοιχείαν ἀνῃρῆσθαι,τότε μὲν ἡσυχίαν ἔσχεν· ἡμέρας δὲ γενομένης ὁ Σέξτος ἐχωρίσθη· ἡ δὲ ἐκάλεσε τοὺς οἰκείους, καὶ ἠξίου μὴ περιιδεῖν ἀτιμώρητον τὸν ἀσεβήσαντα εἰς ξενίαν ἅμα καὶ συγγένειαν. ἑαυτῇ δὲ φήσασα μὴ προσήκειν ἐφορᾶν τὸν ἥλιον τηλικαύτης ὕβρεως πεπειραμένην, ξιφιδίῳ πατάξασα τὸ στῆθος ἑαυτῆς ἐτελεύτησεν. Const. Exc. 2 (1), pp. 226-227.

21.

[1] ὅτι τῆς Λουκρητίας μοιχευθείσης παρὰ Σέξτου καὶ ἑαυτὴν ἀνελούσης διὰ τὸ ἁμάρτημα, οὐκ ἄξιον ἡγούμεθα τὸ γενναῖον τῆς προαιρέσεως παραλιπεῖν ἀνεπισήμαντον. τὴν γὰρ ἐπιδοῦσαν ἑκουσίως τὸ ζῆν τοῖς μεταγενεστέροις εἰς καλὸν ζῆλον προσηκόντως ἂν εὐφημίας ἀξιοῖμεν ἀθανάτου, ὅπως αἱ τὴν τοῦ σώματος ἁγνείαν κατὰ πᾶν ἀνεπίληπτον παρέχεσθαι προαιρούμεναι πρὸς ἐπιτετευγμένον ἀρχέτυπον παραβάλωνται. [2] αἱ μὲν οὖν ἄλλαι γυναῖκες κἂν φανερῶς τι τῶν τοιούτων πράξωσι, κατακρύπτουσι τὸ συντελεσθέν, εὐλαβούμεναι τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν· ἡ δὲ τὸ λάθρᾳ πραχθὲν ποιήσασα περιβόητον ἀπέσφαξεν ἑαυτήν, καὶ τὴν τοῦ βίου τελευτὴν καλλίστην ὑπὲρ αὐτῆς ἀπολογίαν ἀπέλιπε. [3] καὶ τῶν ἄλλων ἐπὶ τῶν ἀκουσίων τὴν συγγνώμην προβαλλομένων, αὕτη τὴν μετὰ βίας ὕβριν ἐτιμήσατο θανάτου, ἵνα μηδ᾽ εἴ τις ἐπιθυμῇ βλασφημεῖν, τὴν ἐξουσίαν ἔχῃ κατηγορεῖν τῆς προαιρέσεως ὡς ἑκουσίου γεγενημένης. [4] τῶν γὰρ ἀνθρώπων φύσει τὰς λοιδορίας ἐπαίνων προτιμώντων, τὴν τῶν φιλαιτίων ἀπέκοψε κατηγορίαν, αἰσχρὸν εἶναι νομίζουσα τῶν ἄλλων εἰπεῖν τινα διότι ζῶντος τοῦ κατὰ νόμους συμβιοῦντος ἀνδρὸς ἑτέρου παρανόμως ἐπειράθη, καὶ καθ᾽ οὗ οἱ νόμοι τοῖς πράξασι θάνατον τιθέασι τὸ πρόστιμον, τοιοῦτο παθοῦσα τὸν πλείω χρόνον φιλοψυχεῖν, ἵνα τὸν πάντως ὀφειλόμενον παρὰ τῆς φύσεως θάνατον βραχὺ προλαβοῦσα τῆς αἰσχύνης ἀλλάξηται τοὺς μεγίστους ἐπαίνους. [5] τοιγαροῦν οὐ μόνον θνητοῦ βίου δόξαν ἀθάνατον ἀντικατηλλάξατο διὰ τῆς ἰδίας ἀρετῆς, ἀλλὰ καὶ τοὺς συγγενεῖς καὶ πάντας τοὺς πολίτας προετρέψατο λαβεῖν ἀπαραίτητον τιμωρίαν παρὰ τῶν εἰς αὐτὴν παρανομησάντων.

22.

[1] ὅτι Λεύκιος Ταρκύνιος ὁ βασιλεὺς τυραννικῶς καὶ βιαίως ἄρχων τῶν πολιτῶν τοὺς εὐπόρους τῶν Ῥωμαίων ἀνῄρει, ψευδεῖς ἐπιφέρων αἰτίας ἕνεκεν τοῦ νοσφίσασθαι τὰς οὐσίας αὐτῶν. διόπερ Λεύκιος Ἰούνιος, ὀρφανὸς ὢν καὶ πάντων Ῥωμαίων πλουσιώτατος, δι᾽ ἀμφότερα τὴν τοῦ Ταρκυνίου πλεονεξίαν ὑπώπτευεν· ἀδελφιδοῦς δ᾽ ὢν αὐτοῦ καὶ παρ᾽ ἕκαστα τῷ βασιλεῖ συνών, προσεποιήθη μωρὸς εἶναι, ἅμα μὲν βουλόμενος τὸν ὑπὲρ τοῦ δύνασθαί τι φθόνον ἐκκλίνειν, ἅμα δ᾽ ἀνυπονοήτως παρατηρεῖν τὸ πραττόμενον καὶ τοῖς τῆς βασιλείας ἐφεδρεύειν καιροῖς.

23.

[1] ὅτι οἱ Συβαρῖται μετὰ τριάκοντα μυριάδων ἐκστρατεύσαντες ἐπὶ τοὺς Κροτωνιάτας καὶ πόλεμον ἄδικον ἐπανελόμενοι τοῖς ὅλοις ἔπταισαν, καὶ τὴν εὐδαιμονίαν οὐκ ἐνεγκόντες ἐπιδεξίως ἱκανὸν παράδειγμα τὴν ἰδίαν ἀπώλειαν κατέλιπον τοῦ πολὺ μᾶλλον δεῖν προσέχειν ἐν ταῖς ἰδίαις εὐτυχίαις ἤπερ ἐν ταῖς ταλαιπωρίαις.

24.

[1] ὅτι περὶ Ἡροδότου φησὶν ὁ Διόδωρος ‘καὶ ταῦτα παρεξέβημεν οὐχ οὕτως Ἡροδότου κατηγορῆσαι βουληθέντες ὡς ὑποδεῖξαι ὅτι τῶν λόγων οἱ θαυμάσιοι τοὺς ἀληθεῖς κατισχύειν εἰώθασιν.’.

[2] ὅτι προσῆκόν ἐστι τιμᾶσθαι τὴν ἀρετήν, κἂν ᾖ παρὰ γυναιξίν.

[3] ὅτι Ἀθηναῖοι δεξιῶς τῇ νίκῃ χρησάμενοι καὶ νικήσαντες Βοιωτούς τε καὶ Χαλκιδεῖς, εὐθὺς ἀπὸ τῆς μάχης Χαλκίδος ἐκυρίευσαν. ἐκ τῆς ὠφελείας τῆς τῶν Βοιωτῶν δεκάτην ἅρμα χαλκοῦν εἰς τὴν ἀκρόπολιν ἀνέθεσαν τόδε τὸ ἐλεγεῖον γράψαντες,

“ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες
παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου
δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν·
ὧν ἵππους δεκάτην Παλλάδι τάσδ᾽ ἔθεσαν.”
25.

[1] ὅτι τὸ κατακαίειν τὰ ἱερὰ παρὰ Ἑλλήνων ἔμαθον Πέρσαι, τὴν αὐτὴν τοῖς προαδικήσασιν ἀποδιδόντες ὕβριν.

[2] ὅτι Κᾶρες ὑπὸ Περσῶν καταπονούμενοι ἐπηρώτησαν περὶ συμμαχίας εἰ προσλάβοιντο Μιλησίους συμμάχους. ὁ δὲ ἀνεῖλεν,

“πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.”

[3] οὐ μὴν ἀλλ᾽ ὁ φόβος ἐγγὺς κείμενος ἐποίησεν αὐτοὺς ἐπιλαθέσθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας, πρὸς δὲ τὸ πληροῦν τὰς τριήρεις κατὰ τάχος συνηνάγκαζεν.

[4] ὅτι Ἑκαταῖος ὁ Μιλήσιος πρεσβευτὴς ἀπεσταλμένος ὑπὸ τῶν Ἰώνων, ἠρώτησε δι᾽ ἣν αἰτίαν ἀπιστεῖ αὐτοῖς ὁ Ἀρταφέρνης. τοῦ δὲ εἰπόντος, μήποτε ὑπὲρ ὧν καταπολεμηθέντες κακῶς ἔπαθον μνησικακήσωσιν, οὐκοῦν, ἔφησεν, εἰ τὸ πεπονθέναι κακῶς τὴν ἀπιστίαν περιποιεῖ, τὸ παθεῖν ἄρα εὖ ποιήσει τὰς πόλεις Πέρσαις εὐνοούσας. ἀποδεξάμενος δὲ τὸ ῥηθὲν ὁ Ἀρταφέρνης ἀπέδωκε τοὺς νόμους ταῖς πόλεσι καὶ τακτοὺς φόρους κατὰ δύναμιν ἐπέταξεν.

26.

[1] ὁ γὰρ τοῖς πολλοῖς παρὰ τῶν πολιτῶν φθόνος τὸν ἔμπροσθεν χρόνον ἐγκρυπτόμενος, ἐπειδὴ καιρὸν ἔλαβεν, ἄθρους ἐξερράγη. διὰ δὲ τὴν φιλοτιμίαν τοὺς δούλους ἠλευθέρωσαν, μᾶλλον βουλόμενοι τοῖς οἰκέταις μεταδοῦναι τῆς ἐλευθερίας ἢ τοῖς ἐλευθέροις τῆς πολιτείας.

27.

[1] ὅτι Δᾶτις ὁ τῶν Περσῶν στρατηγός, Μῆδος ὢν τὸ γένος καὶ παρὰ τῶν προγόνων παρειληφὼς ὅτι Μήδου τοῦ συστησαμένου τὴν Μηδίαν Ἀθηναῖοι καθεστήκασιν ἀπόγονοι, ἀπέστειλε πρὸς τοὺς Ἀθηναίους δηλῶν ὡς πάρεστι μετὰ δυνάμεως ἀπαιτήσων τὴν ἀρχὴν τὴν προγονικήν· Μῆδον γὰρ τῶν ἑαυτοῦ προγόνων πρεσβύτατον γενόμενον ἀφαιρεθῆναι τὴν βασιλείαν ὑπὸ τῶν Ἀθηναίων καὶ παραγενόμενον εἰς τὴν Ἀσίαν κτίσαι τὴν Μηδίαν. [2] ἂν μὲν οὖν αὐτῷ τὴν ἀρχὴν ἀποδῶσιν, ἀφεθήσεσθαι τῆς αἰτίας ταύτης καὶ τῆς ἐπὶ Σάρδεις στρατείας· ἂν δὲ ἐναντιωθῶσι, πολὺ δεινότερα πείσεσθαι τῶν Ἐρετριέων. [3] ὁ δὲ Μιλτιάδης ἀπεκρίθη ἀπὸ τῆς τῶν δέκα στρατηγῶν γνώμης, διότι κατὰ τὸν τῶν πρεσβευτῶν λόγον μᾶλλον προσήκει τῆς Μήδων ἀρχῆς κυριεύειν Ἀθηναίους ἢ Δᾶτιν τῆς Ἀθηναίων πόλεως· τὴν μὲν γὰρ τῶν Μήδων βασιλείαν Ἀθηναῖον ἄνδρα συστήσασθαι, τὰς δὲ Ἀθήνας μηδέποτε Μῆδον τὸ γένος ἄνδρα κατεσχηκέναι. ὁ δὲ πρὸς μάχην ἀκούσας ταῦτα παρεσκευάζετο. Const. Exc. 4, pp. 298-301.

28.

[1] ὅτι Ἱπποκράτης ὁ Γελῷος τύραννος τοὺς Συρακουσίους νενικηκὼς κατεστρατοπέδευσεν εἰς τὸ τοῦ Διὸς ἱερόν. κατέλαβε δὲ αὐτὸν τὸν ἱερέα καὶ τῶν Συρακουσίων τινὰς καθαιροῦντας ἀναθήματα χρυσᾶ, καὶ μάλιστα ἱμάτιον τοῦ Διὸς περιαιρουμένους ἐκ πολλοῦ κατεσκευασμένον χρυσίου. [2] καὶ τούτοις μὲν ἐπιπλήξας ὡς ἱεροσύλοις ἐκέλευσεν ἀπελθεῖν εἰς τὴν πόλιν, αὐτὸς δὲ τῶν ἀναθημάτων ἀπέσχετο, φιλοδοξῆσαι θέλων καὶ νομίζων δεῖν τὸν τηλικοῦτον ἐπαναιρούμενον πόλεμον μηθὲν ἐξαμαρτάνειν εἰς τὸ θεῖον, ἅμα δὲ νομίζων διαβάλλειν τοὺς προεστῶτας τῶν ἐν Συρακούσαις πραγμάτων πρὸς τὰ πλήθη διὰ τὸ δοκεῖν αὐτοὺς πλεονεκτικῶς, ἀλλ᾽ οὐ δημοτικῶς οὐδ᾽ ἴσως ἄρχειν.

[3] ὅτι Θήρων ὁ Ἀκραγαντῖνος γένει καὶ πλούτῳ καὶ τῇ πρὸς τὸ πλῆθος φιλανθρωπίᾳ πολὺ προεῖχεν οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Σικελιωτῶν. Const. Exc. 2 (1), p. 227.

29.
“Γέλωνα Συρακούσιον καθ᾽ ὕπνους δὲ βοῶντα,
κεραυνοβλὴς γὰρ ἔδοξεν ὀνείροις γεγονέναι,
ὁ κύων θορυβούμενον ἀμέτρως γνοὺς ἐκεῖνον,
καθυλακτῶν οὐκ ἔληξεν, ἕως ἐγείρει τοῦτον.
τοῦτον ἐξέσωσέ ποτε καὶ λύκος ἐκ θανάτου.
σχολῇ προσκαθημένου γὰρ ἔτι παιδίου ὄντος
λύκος ἐλθὼν ἀφήρπαξε τὴν δέλτον τὴν ἐκείνου.
τοῦ δὲ δραμόντος πρὸς αὐτὸν τὸν λύκον καὶ τὴν δέλτον,
κατασεισθεῖσα ἡ σχολὴ βαθρόθεν καταπίπτει,
καὶ σύμπαντας ἀπέκτεινε παῖδας σὺν διδασκάλῳ.
τῶν παίδων δὲ τὸν ἀριθμὸν οἱ συγγραφεῖς βοῶσι,
Τίμαιοι, Διονύσιοι, Διόδωροι καὶ Δίων,
πλείω τελοῦντα ἑκατόν. τὸ δ᾽ ἀκριβὲς οὐκ οἶδα.” Tzetzes, Hist. 4. 266-278.
30.

[1] ὅτι τοῦ Μιλτιάδου υἱὸς ὁ Κίμων, τελευτήσαντος τοῦ πατρὸς αὐτοῦ ἐν τῇ δημοσίᾳ φυλακῇ διὰ τὸ μὴ ἰσχῦσαι ἐκτῖσαι τὸ ὄφλημα, ἵνα λάβῃ τὸ σῶμα τοῦ πατρὸς εἰς ταφήν, ἑαυτὸν εἰς τὴν φυλακὴν παρέδωκε καὶ διεδέξατο τὸ ὄφλημα.

[2] ὅτι ὁ Κίμων φιλότιμος ὢν εἰς τὴν τῶν κοινῶν διοίκησιν, ἐξ ὑστέρου ἀγαθὸς στρατηγὸς ἐγενήθη, καὶ διὰ τῆς ἰδίας ἀρετῆς ἐνδόξους πράξεις κατειργάσατο. Const. Exc. 2 (1), pp. 227-228.

31.
“Κίμων υἱὸς κατά τινας ὑπῆρχε Μιλτιάδου,
κατὰ δ᾽ ἑτέρους ἦν πατρὸς τὴν κλῆσιν Στησαγόρου.
ἐξ Ἰσοδίκης τούτῳ παῖς ὑπῆρχεν ὁ Καλλίας.
ὁ Κίμων οὗτος ἀδελφὴν ἰδίαν Ἐλπινίκην
εἶχεν, ὡς Πτολεμαῖος μὲν ὕστερον Βερενίκην,
καὶ Ζεὺς τὴν Ἥραν πρὸ αὐτῶν, καὶ νῦν Περσῶν τὸ γένος.
Καλλίας δὲ πεντήκοντα τάλαντα ζημιοῦται,
ὅπως ὁ Κίμων ὁ πατὴρ μηδὲν δεινόν τι πάθῃ
ἕνεκα γάμων τῶν αἰσχρῶν, τῆς ἀδελφομιξίας.
τὸ δ᾽ ὅσοι ταῦτα γράφουσι μακρόν ἐστί μοι λέγειν·
ἔστι γὰρ πλῆθος ἄπειρον τῶν ταῦτα γεγραφότων,
οἱ κωμικοὶ καὶ ῥήτορες, Διόδωρος καὶ ἄλλοι.” Tzetzes, Hist. 1. 582-593.
32.

[1] ὅτι Θεμιστοκλῆς ὁ τοῦ Νεοκλέους, προσελθόντος τινὸς αὐτῷ πλουσίου καὶ ζητοῦντος κηδεστὴν εὑρεῖν πλούσιον, παρεκελεύσατο αὐτῷ ζητεῖν μὴ χρήματα ἀνδρὸς δεόμενα, πολὺ δὲ μᾶλλον ἄνδρα χρημάτων ἐνδεᾶ. ἀποδεξαμένου δὲ τἀνθρώπου τὸ ῥηθὲν συνεβούλευσεν αὐτῷ συνοικίσαι τὴν θυγατέρα τῷ Κίμωνι. διόπερ ἐκ ταύτης τῆς αἰτίας ὁ Κίμων εὐπορήσας χρημάτων ἀπελύθη τῆς φυλακῆς, καὶ τοὺς κατακλείσαντας ἄρχοντας εὐθύνας καταδίκους ἔλαβεν. Const. Exc. 4, p. 301.

“ἡ μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συντάξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δημηγορίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κορίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν.” Diod. Sic. 11.1.1

33.

[1] ὅτι τῶν Ἑλλήνων πάντων διαπρεσβευσαμένων πρὸς Γέλωνα περὶ συμμαχίας, ὅτε Ξέρξης διέβαινε εἰς τὴν Εὐρώπην, τοῦ δὲ ἐπαγγειλαμένου συμμαχῆσαι καὶ σιταρκῆσαι, εἴ γε τὴν ἡγεμονίαν εἴτε τὴν κατὰ γῆν εἴτε τὴν κατὰ θάλατταν παρέξουσιν, ἡ μὲν ὑπὲρ τῆς ἡγεμονίας φιλοδοξία τὴν συμμαχίαν παρεκρούετο, τὸ δὲ μέγεθος τῆς βοηθείας καὶ ὁ τῶν πολεμίων φόβος προέτρεπε μεταδοῦναι τῆς δόξης τῷ Γέλωνι.

34.

[1] ἡ μὲν γὰρ τῶν Περσῶν ὑπεροχὴ πρὸς τὸ κρατῆσαι τῆς ἐπιθυμίας ἔχει τὰς δωρεάς, ἡ δὲ τυραννικὴ πλεονεξία καὶ τὰ μικρὰ τῶν λημμάτων οὐ παρίησιν.

[2] βεβαιοτάτη γὰρ τῆς σωτηρίας φύλαξ ἡ ἀπιστία.

[3] παῖδες μὲν οὖν ἀδικούμενοι πρὸς πατέρας καταφεύγουσι, πόλεις δὲ πρὸς τοὺς ἀποικίσαντας δήμους.

[4] ὅτι τυράννου πλεονεξία τοῖς μὲν ὑπάρχουσιν οὐκ ἀρκεῖται, τῶν δὲ ἀλλοτρίων ἐπιθυμεῖ, πληροῦται δὲ οὐδέποτε.

[5] τοὺς δὲ κατὰ τῆς δυναστείας αὐτοῦ πεφυκότας ἔχων καιρὸν οὐκ ἐάσει δύναμιν λαβεῖν.

[6] ἐκείνων γὰρ τῶν ἀνδρῶν ἐστε ἀπόγονοι οἳ τὰς αὑτῶν ἀρετὰς μετὰ τὸν θάνατον ἀθανάτους τῇ δόξῃ καταλελοίπασι.

[7] τὸ γὰρ ἔπαθλον τῆς συμμαχίας οὐκ ἀργύριον αἰτεῖ, οὗ πολλάκις ἰδεῖν ἔστι καταφρονοῦντα καὶ τὸν φαυλότατον ἰδιώτην πεπλουτηκότα, ἀλλ᾽ ἔπαινον καὶ δόξαν, περὶ ἧς οἱ ἀγαθοὶ τῶν ἀνθρώπων οὐκ ὀκνοῦσιν ἀποθνήσκειν· μισθὸς γάρ ἐστιν ἡ δόξα μείζων ἀργυρίου.

[8] παραλαμβάνουσι γὰρ οἱ Σπαρτιᾶται παρὰ τῶν πατέρων οὐχ ὥσπερ οἱ λοιποὶ πλοῦτον, ἀλλὰ προθύμως τελευτᾶν περὶ τῆς ἐλευθερίας, ὥστε πάντα τὰ κατὰ τὸν βίον ἀγαθὰ δεύτερα τίθεσθαι τῆς δόξης.

[9] μὴ τῶν ξενικῶν δυνάμεων ἐπιθυμοῦντες τὰς πολιτικὰς ἀποβάλλωμεν καὶ τῶν ἀδήλων ὀρεγόμενοι τῶν φανερῶν μὴ κυριεύωμεν.

[10] οὔ φημι καταπεπλῆχθαι τὸ μέγεθος τῆς τῶν Περσῶν στρατείας· ἀρετῇ γὰρ ὁ πόλεμος, οὐ πλήθει βραβεύεται.

[11] παρειλήφασι γὰρ ὑπὸ τῶν πατέρων ζῆν μὲν ἑαυτοῖς, τελευτᾶν δ᾽ ὅταν χρεία ταῖς πατρίσιν ἐπῇ.

[12] τί φοβηθῶμεν τὸν χρυσὸν ᾧ κεκοσμημένοι βαδίζουσιν εἰς τὰς μάχας ὡς γυναῖκες εἰς τοὺς γάμους, ὥστε τὴν νίκην μὴ μόνον ἔπαθλον ἔχειν δόξαν, ἀλλὰ καὶ πλοῦτον; οὐ φοβεῖται γὰρ ἡ ἀρετὴ χρυσόν, ὃν ὁ σίδηρος εἴωθεν ἄγειν αἰχμάλωτον, ἀλλὰ τὴν στρατηγίαν τῶν ἡγουμένων.

[13] πᾶσα γὰρ δύναμις ὑπεραίρουσα τὴν συμμετρίαν ὑφ᾽ ἑαυτῆς βλάπτεται τὰ πλεῖστα. πρὶν ἢ γὰρ ἀκοῦσαι τὴν φάλαγγα, φθάσομεν ἡμεῖς πράξαντες ἃ βουλόμεθα. Const. Exc. 4, pp. 301-302.