Μετάβαση στο περιεχόμενο

Ιστορική Βιβλιοθήκη/Η

Από Βικιθήκη
Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος Η΄
The Library of History by Diodorus Siculus published in Vol. III of the Loeb Classical Library edition, 1939. The text is in the public domain.


ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΟΓΔΟΗΣ ΒΙΒΛΟΥ

[Επεξεργασία]
1

[1] Ὅτι τῶν Ἠλείων πολυανδρουμένων καὶ νομίμως πολιτευομένων ὑφορᾶσθαι τοὺς Λακεδαιμονίους τὴν τούτων αὔξησιν, συγκατασκευάσαι τὸν κοινὸν βίον, ἵν’ εἰρήνης ἀπολαύοντες μηδεμίαν ἔχωσιν ἐμπειρίαν τῶν κατὰ πόλεμον ἔργων. καὶ καθιέρωσαν αὐτοὺς τῷ θεῷ, συγχωρησάντων σχεδὸν ἁπάντων τῶν Ἑλλήνων. [2] καὶ οὔτε ἐπὶ τῆς Ξέρξου στρατείας συνεστράτευσαν, ἀλλὰ ἀφείθησαν διὰ τὸ ἐπιμελεῖσθαι τῆς τοῦ θεοῦ τιμῆς, ἔτι(1*) δὲ καὶ κατ’ ἰδίαν ἐν τοῖς τῶν Ἑλλήνων ἐμφυλίοις πολέμοις οὐδεὶς αὐτοὺς παρηνόχλει διὰ τὸ πάντας τὴν χώραν καὶ τὴν πόλιν σπεύδειν ἱερὰν καὶ ἄσυλον φυλάττειν. ὕστερον δὲ πολλαῖς γενεαῖς καὶ συστρατεῦσαι(2*) τούτους καὶ ἰδίᾳ πολέμους ἐπανελέσθαι. (Const. Exc. 2 (1), p212‑13) [3] Ὅτι οἱ Ἠλεῖοι τῶν κοινῶν πολέμων οὐ μετεῖχον· καὶ γὰρ ὅτε Ξέρξης ταῖς τοσαύταις μυριάσιν ἐστράτευσεν ἐπὶ τοὺς Ἕλληνας, ἀφείθησαν ὑπὸ τῶν συμμάχων τῆς στρατείας, προσταξάντων τῶν ἡγεμόνων πλέον αὐτοὺς ποιήσειν, ἐὰν ἐπιμέλωνται τῆς τῶν θεῶν τιμῆς. (Const. Exc. 4, p274)

2

Καὶ μὴ συγχωρηθείσης μηδὲ λαθραίας συμπλοκῆς πρὸς ἄνδρα· μηδένα γὰρ οὕτω παραφρονήσειν ὥστε ἐφημέρου χάριν ἡδονῆς τὰ μακαριζόμενα τοῦ βίου παντὸς ἀντικαταλλάξασθαι. (Const. Exc. 4, p274)

3

Ὅτι Νεμέτωρ ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ στερηθεὶς τῆς βασιλείας, ὃς Ἀμόλιος ἐκαλεῖτο, ἐβασίλευσε δὲ Ἀλβανῶν, τοὺς ἰδίους υἱωνοὺς(3*) παρ’ ἐλπίδας ἀναγνωρίσας Ῥέμον καὶ Ῥωμύλον, ἐπεβούλευσε κατὰ τοῦ ἰδίου ἀδελφοῦ περὶ ἀναιρέσεως. ὅ καὶ γέγονε· μεταπεμψάμενοι γὰρ τοὺς νομεῖς ὥρμησαν ἐπὶ τὰ βασίλεια, καὶ ἐντὸς τῶν θυρῶν εἰσεβιάσαντο καὶ τοὺς(4*) ὑφισταμένους ἀνῄρουν, ὕστερον δὲ καὶ αὐτὸν τὸν Ἀμόλιον. (Const. Exc. 3, p198)

4

[1] Ὅτι τούτων ἐκτεθέντων, ἐπειδὴ τοῦ χρόνου προϊόντος ἠνδρώθησαν, πολὺ διέφερον τῶν ἄλλων κάλλει καὶ ῥώμῃ. διὸ καὶ πᾶσι τοῖς ποιμνίοις ἀσφάλειαν παρείχοντο, ῥᾳδίως τοὺς λῃστεύειν εἰωθότας ἀποκρουόμενοι, καὶ πολλοὺς μὲν ἀναιροῦντες τῶν ἐπιτιθεμένων, ἐνίους δὲ καὶ ζῶντας συλλαμβάνοντες. [2] χωρὶς δὲ τῆς ἐν τούτῳ φιλοτιμίας ὑπῆρχον ἅπασι τοῖς πλησίον νομεῦσι προσφιλεῖς, ταῖς τε ὁμιλίαις συνόντες καὶ τὸν ἑαυτῶν τρόπον μέτριον καὶ κοινὸν τοῖς δεομένοις ἀναδεικνύντες. διὸ καὶ τῆς πάντων ἀσφαλείας ἐν τούτοις κειμένης, οἱ πλεῖστοι τούτοις ὑπετάττοντο καὶ τὸ παραγγελλόμενον ἐποίουν, συντρέχοντες εἰς οὓς προστάξαιεν τόπους. (Const. Exc. 2 (1), p213)

5

Ὅτι ὀρνιθευομένων Ῥέμου καὶ Ῥωμύλου περὶ οἰκισμοῦ πόλεως, καὶ(5*) ἐκ τῶν δεξιῶν μερῶν διοσημείαν γενέσθαι φασί, καταπλαγέντα δὲ(6*) τὸν Ῥέμον ἐπιφθεγξάμενον εἰπεῖν τῷ ἀδελφῷ, ὅτι ἐν ταύτῃ τῇ πόλει πολλάκις ἐπαριστέροις βουλεύμασιν ἐπιδέξιος ἀκολουθήσει τύχη·(7*) προπετῶς γὰρ αὐτοῦ τὸν ἄγγελον ἀποστείλαντος καὶ τὸ καθ’ αὑτὸν μέρος ὅλως ἡμαρτηκότος ὑπὸ ταὐτομάτου διωρθῶσθαι(8*) τὴν ἄγνοιαν. (Const. Exc. 4, p274)

6

[1] Ὅτι ὁ Ῥωμύλος κτίζων τὴν Ῥώμην τάφρον περιέβαλε τῷ Παλατίῳ κατὰ σπουδήν, μή τινες τῷ περιοίκων ἐπιβάλωνται κωλύειν αὐτοῦ τὴν προαίρεσιν. ὁ δὲ Ῥέμος βαρέως φέρων ἐπὶ τῷ διεσφάλθαι τῶν πρωτείων, φθονῶν δὲ ταῖς εὐτυχίαις τοῦ ἀδελφοῦ,(9*) προσιὼν τοῖς ἐργαζομένοις ἐβλασφήμει· ἀπεφήνατο γὰρ στενὴν εἶναι τὴν τάφρον, καὶ ἐπισφαλῆ ἔσεσθαι τὴν πόλιν, τῶν πολεμίων ῥᾳδίως αὐτὴν ὑπερβαινόντων. [2] ὁ δὲ Ῥωμύλος ὠργισμένος(10*) ἔφη, Παραγγελλῶ πᾶσι τοῖς πολίταις ἀμύνασθαι τὸν ὑπερβαίνειν ἐπιχειροῦντα. καὶ πάλιν ὁ Ῥέμος τοῖς ἐργαζομένοις ὀνειδίζων ἔφη στενὴν κατασκευάζειν τὴν τάφρον· εὐχερῶς γὰρ ὑπερβήσεσθαι τοὺς πολεμίους· καὶ γὰρ αὐτὸς ῥᾳδίως τοῦτο πράττειν· καὶ ἅμα ταῦτα λέγων ὑπερήλατο. [3] ἦν δέ τις Κέλερος, εἷς τῶν ἐργαζομένων, ὃς ὑπολαβών, Ἐγὼ δέ, φησίν, ἀμύνομαι τὸν ὑπερπηδῶντα κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως, καὶ ἅμα ταῦτα λέγων ἀνέτεινε τὸ σκαφεῖον καὶ πατάξας τὴν κεφαλὴν ἀπέκτεινε τὸν Ῥέμον. (Const. Exc. 4, pp274‑75)

7

[1] Ὅτι Πολυχάρη Μεσσήνιον πλούτῳ καὶ γένει διαφέροντα συνθέσθαι μεθορίων(11*) κοινωνίαν πρὸς Εὔαιφνον Σπαρτιάτην. ὃν εἰς ἐπιμέλειαν καὶ φυλακὴν παραλαβόντα τάς τε ἀγέλας καὶ τοὺς νομεῖς ἐπιχειρῆσαι μὲν πλεονεκτεῖν, καταφανῆ δὲ γενέσθαι. [2] πωλήσαντα γὰρ ἐμπόροις τῶν τε βοῶν καὶ τῶν νομέων τινὰς ἐπ’ ἐξαγωγῇ προσποιηθῆναι τὴν ἀπώλειαν αὐτῶν ὑπὸ λῃστῶν γεγονέναι βιαίως.(12*) τοὺς δὲ ἐμπόρους εἰς Σικελίαν πλέοντας κομίζεσθαι παρὰ τὴν Πελοπόννησον· γενομένου δὲ χειμῶνος προσορμισθῆναι τῇ γῇ, καὶ τοὺς νομεῖς νυκτὸς ἀποβάντας διαδρᾶναι τῇ τῶν τόπων ἐμπειρίᾳ πιστεύσαντας. [3] παραγενηθέντων δὲ αὐτῶν εἰς Μεσσήνην, καὶ τῷ κυρίῳ πᾶσαν τὴν ἀλήθειαν εἰπόντων, τὸν Πολυχάρη τούτους μὲν κρύψαι, τὸν δὲ κοινωνὸν ἐκ τῆς Σπάρτης μεταπέμψασθαι. [4] διαβεβαιουμένου δὲ αὐτοῦ καὶ λέγοντος τῶν νομέων τοὺς μὲν ὑπὸ λῃστῶν ἀφηρπάσθαι, τοὺς δὲ τετελευτηκέναι, τὸν Πολυχάρη προάγειν τοὺς ἄνδρας. οὓς ἰδόντα τὸν Εὔαιφνον καταπλαγῆναι, καὶ φανερῶς ἐλεγχόμενον τραπῆναι πρὸς δέησιν, καὶ τάς τε βοῦς ἀποκαταστήσειν ἐπαγγελέσθαι καὶ πᾶσαν προέσθαι φωνὴν εἰς τὸ σωθῆναι. [5] τὸν δὲ Πολυχάρη ἐντραπέντα τὴν ξενίαν κρύψαι τὴν πρᾶξιν, καὶ τὸν υἱὸν συναποστεῖλαι τῷ Σπαρτιάτῃ πρὸς τὸ τυχεῖν τῶν δικαίων. Εὔαιφνον δὲ καὶ τῶν ἐπαγγελιῶν ἐπιλαθέσθαι, τὸν δὲ εἰς Σπάρτην συνεκπεμφθέντα νεανίσκον ἀνελεῖν. [6] οὗ συντελεσθέντος τὸν Πολυχάρη ὡς ἐπὶ τηλικούτοις ἀνομήμασιν ἀγανακτεῖν καὶ τὸν αἴτιον ἐξαιτεῖν. τοὺς δὲ Λακεδαιμονίους τούτῳ μὴ προσέχειν, τὸν δὲ υἱὸν Εὐαίφνου μετ’ ἐπιστολῆς εἰς Μεσσήνην ἀποστεῖλαι δηλοῦντα, διότι Πολυχάρης εἰς Σπάρτην κατηγορείτω περὶ ὧν ἔπαθεν ἐπί τε τῶν ἐφόρων καὶ τῶν βασιλέων. τὸν δὲ Πολυχάρη τυχόντα(13*) τῶν ἴσων τόν τε νεανίσκον ἀνελεῖν καὶ τὴν πόλιν ῥυσιάζειν. (Const. Exc. 2 (1), p213‑14).

8

[1] Ὅτι τῶν κυνῶν ὠρυομένων καὶ τῶν Μεσσηνίων ἀπελπιζόντων προσελθών τις τῶν πρεσβυτέρων παρεκάλει τὰ πλήθη μὴ προσέχειν τοῖς μάντεσι σχεδιάζουσι· καὶ γὰρ καὶ ἐπὶ τῶν ἰδίων βίων αὐτοὺς πλείστοις ἁμαρτήμασι περιπίπτειν, μὴ δυναμένους προϊδέσθαι τὸ μέλλον, καὶ νῦν ὑπὲρ ὧν εἰκὸς μόνους τοὺς θεοὺς γινώσκειν ἀδυνατεῖν(14*) ἀνθρώπους ὄντας ἐπίστασθαι. [2] παρεκελεύετο οὖν πέμπειν εἰς Δελφούς. ἡ δὲ Πυθία ἀνεῖλεν οὕτως. ἐκ τοῦ Αἰπυτιδῶν γένους θῦσαι κόρην τὴν τυχοῦσαν· ἐὰν δὲ ἡ λαχοῦσα ἀδυνατῇ καθοσιωθῆναι, θῦσαι τότε παρθένον τὴν τοῦ διδόντος ἑκουσίως ἐκ τοῦ αὐτοῦ γένους. καὶ ταῦτα πράξαντες ἕξετε νίκην τοῦ πολέμου καὶ κράτος. [3] . . . οὐδεμιᾶς γὰρ τιμῆς μέγεθος ἰσόρροπον ἐφαίνετο τοῖς γονεῦσι πρὸς τὴν τῶν τέκνων σωτηρίαν, ἀλλ’ ἅμα μὲν ὁ τῆς συγγενείας ἔλεος ἑκάστῳ ὑπεδύετο πρὸ ὀφθαλμῶν λαμβάνοντι τὴν σφαγὴν, ἅμα δὲ ἐνετρέπετο προδότης γενέσθαι τέκνου πρὸς ὁμολογούμενον ὄλεθρον. (Const. Exc. 4, p275)

9

Προέπιπτεν εἰς ἀνάξια τῆς περὶ αὐτὸν δόξης ἁμαρτήματα· δεῖνος γὰρ ὁ ἔρως σφῆλαι τοὺς νέους, καὶ μάλιστα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ. διὸ καὶ παρεισήγαγον οἱ παλαιοὶ τῶν μυθογράφων τὸν ὑπὸ τῶν ἄλλων ἀνίκητον Ἡρακλέα ὑπὸ τῆς τούτου δυνάμεως νικώμενον. (Const. Exc. 4, p276)

10

[1] Ὅτι Ἀρχίας ὁ Κορίνθιος ἐραστὴς ὢν Ἀκταίωνος τὸ μὲν πρῶτον προσέπεμπέ τινα τῷ παιδί, θαυμαστὰς ἐπαγγελίας ποιούμενος· οὐ δυνάμενος δὲ αὐτὸν ἀναλαβεῖν παρὰ τὴν τοῦ πατρὸς καλοκἀγαθίαν καὶ τὴν αὐτοῦ τοῦ παιδὸς σωφροσύνην, ἤθροισε τῶν συνήθων τοὺς πλείστους, ὡς βιασόμενος τὸν(15*) χάριτι καὶ δεήσει μὴ ὑπακούοντα. [2] τέλος δὲ μεθυσθεὶς μετὰ τῶν συμπαρακληθέντων ἐπὶ τοσοῦτον ἀνοίας προέπεσεν ὑπὸ τοῦ πάθους, ὥστε εἰς τὴν οἰκίαν ἐμπεσὼν τοῦ Μελίσσου τὸν παῖδα βιαίως ἀπήγαγεν. [3] ἀντεχομένου δὲ τοῦ πατρὸς καὶ τῶν ἄλλων τῶν κατὰ τὴν οἰκίαν, παρ’ ἀμφοτέροις φιλοτιμίας βιαιοτέρας γενομένης ἔλαθεν ὁ παῖς ἐν ταῖς χερσὶ τῶν ἀντεχομένων ἀφεὶς τὴν ψυχήν. ὥστε τὸ παράδοξον τῆς πράξεως ἀναλογιζομένους ἑλέειν ἅμα τὴν τοῦ παθόντος συμφορὰν καὶ θαυμάζειν τὴν τῆς τύχης περιπέτειαν· ᾧ γὰρ ὁ παῖς τῆς αὐτῆς ἐκείνης ἔτυχε προσηγορίας, τούτῳ τὴν ὁμοίαν τοῦ βίου καταστροφὴν ἔσχεν, ἑκατέρων ὑπὸ τῶν μάλιστα ἂν βοηθησάντων(16*) τοῦ ζῆν παραπλησίῳ τρόπῳ στερηθέντων.

11

Ὅτι Ἀγαθοκλῆς ἐπιστάτης αἱρεθεὶς τῆς περὶ τὸν νεὼν τῆς Ἀθηνᾶς οἰκοδομίας, τοὺς καλλίστους τῶν τεμνομένων λίθων ἐπιλεγόμενος τὴν μὲν δαπάνην ἐκ τῆς ἰδίας οὐσίας ἐποιεῖτο, τοῖς δὲ λίθοις καταχρησάμενος οἰκίαν ᾠκοδόμησε πολυτελῆ· ἐφ’ οἷς φασιν(17*) ἐπιφανῆναι(18*) τὸ δαιμόνιον· κεραυνωθέντα γὰρ τὸν Ἀγαθοκλέα μετὰ τῆς οἰκίας καταφλεχθῆναι. [2] οἱ δὲ γεωμόροι ἔκριναν τὴν οὐσίαν αὐτοῦ δημοσίαν εἶναι, καίπερ τῶν κληρονόμων δεικνυόντων μηδὲν εἰληφότα τῶν ἱερῶν ἢ(19*) δημοσίων χρημάτων. τὴν δὲ οἰκίαν καθιερώσαντες ἄβατον τοῖς εἰσιοῦσιν ἐποίησαν, ὡς ἔτι καὶ νῦν ὀνομάζεται Ἐμβρονταῖον. (Const. Exc. 2 (1), p214‑15)

12

[1] Μετὰ ταῦθ’ ὁ μὲν βασιλεὺς ἀναλαβὼν ἑαυτὸν ἐκ τῶν τραυμάτων προέθηκε κρίσιν ἀριστείου. κατέβησαν μὲν οὖν ἐπὶ τὸν ἀγῶνα δύο, Κλέοννίς τε καὶ Ἀριστομένης, ὧν ἑκάτερος εἶχεν ἴδιόν τι πρὸς δόξαν. [2] ὁ γὰρ Κλέοννις ὑπερασπίσας τὸν βασιλέα πεπτωκότα τῶν ἐπιφερομένων Σπαρτιατῶν ὀκτὼ νεκροὺς ἐπεποιήκει· καὶ τούτων ἦσαν δύο ἡγεμόνες ἐπιφανεῖς· πάντων δὲ τῶν ἀναιρεθέντων ὑπ’ αὐτοῦ τὰς πανοπλίας ἐσκυλευκὼς ἐδεδώκει τοῖς ὑπασπισταῖς, ἵνα ἔχῃ σημεῖα τῆς ἰδίας ἀρετῆς πρὸς τὴν κρίσιν. πολλοῖς δὲ περιπεσὼν τραύμασιν ἅπαντ’ ἔσχεν ἐναντία, μέγιστον παρεχόμενος τεκμήριον τοῦ μηδενὶ τῶν πολεμίων εἶξαι. [3] ὁ δ’ Ἀριστομένης ἐν τῷ περὶ τοῦ βασιλέως ἀγῶνι πέντε μὲν ἀνῃρήκει τῶν Λακεδαιμονίων, καὶ τὰς πανοπλίας ἐσκυλεύκει τῶν πολεμίων ἐπικειμένων. καὶ τὸ μὲν ἑαυτοῦ σῶμα διεφύλαξεν ἄτρωτον, ἐκ δὲ τῆς μάχης ἀπερχόμενος εἰς τὴν πόλιν ἔργον ἐπαινούμενον ἔπραξεν. [4] ὁ μὲν γὰρ Κλέοννις ἀσθενῶς ἐκ τῶν τραυμάτων διακείμενος οὔτε βαδίζειν καθ’ αὑτὸν οὔτε χειραγωγεῖσθαι δυνατὸς ἦν· ὁ δ’ Ἀριστομένης ἀράμενος αὐτὸν ἐπὶ τοὺς ὤμους(20*) ἀπήνεγκεν εἰς τὴν πόλιν, οὐδὲν δὲ ἧττον κομίζων τὴν ἰδίαν πανοπλίαν, καὶ ταῦτα τοῦ Κλεόννιδος προέχοντος τῶν ἄλλων μεγέθει τε καὶ ῥώμῃ σώματος. [5] τοιαύτας δ’ ἐχόντων ἀφορμὰς εἰς τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν, ὁ βασιλεὺς ἐκάθισε μετὰ τῶν ταξιάρχων κατὰ τὸν νόμον. προλαβὼν οὖν τὸν λόγον ὁ Κλέοννις τοιούτοις ἐχρήσατο λόγοις. [6] Βραχὺς μὲν ἐστιν ὁ περὶ τῶν ἀριστείων λόγος· κριταὶ γὰρ εἰσιν τεθεαμένοι τὰς ἑκάστων ἀρετάς· ὑπομνῆσαι δὲ δεῖ με, διότι πρὸς τοὺς αὐτοὺς ἄνδρας ἑκατέρων διαγωνισαμένων ὑφ’ ἕνα καιρὸν καὶ τόπον ἐγὼ πλείους ἀπέκτεινα. δῆλον οὖν ὡς κατὰ τὴν αὐτὴν περίστασιν ὁ πρότερος(21*) ἐν ἀριθμῷ τῶν ἀναιρεθέντων προτερεῖ καὶ τοῖς εἰς τὸ πρωτεῖον δικαίοις. [7] ἀλλὰ μὴν καὶ τὰ σώματα ἑκατέρων ἐμφανεστάτας ἀποδείξεις ἔχει τὴν ὑπεροχῆς· ὁ μὲν γὰρ πλήρης ὢν τραυμάτων ἐναντίων ἀπελύετο τῆς μάχης, ὁ δ’ ὥσπερ ἐκ πανηγύρεως, ἀλλ’ οὐ τηλικαύτης παρατάξεως ἐξιὼν οὐκ ἐπειράθη, τί δύναται πολεμίων σίδηρος. [8] εὐτυχέστερος μὲν οὖν ἴσως Ἀριστομένης, ἀγαθώτερος δ’ ἡμῶν οὐκ ἂν δικαίως κριθείη. πρόδηλος γὰρ ὁ ὑπομείνας τοσαύτας διαιρέσεις τοῦ σώματος ὡς ἀφειδῶς ἑαυτὸν ἐπέδωκεν ὑπὲρ τῆς πατρίδος· ὁ δ’ ἐν πολεμίων συμπλοκῇ καὶ τοιούτων κινδύνων τηρήσας ἑαυτὸν ἄτρωτον εὐλαβείᾳ τοῦ παθεῖν τι τοῦτ’ ἐνήργησεν. [9] ἄτοπον οὖν εἰ παρὰ τοῖς ἑωρακόσι τὴν μάχην ὁ τῶν πολεμίων μὲν ἐλάττους ἀνελών, τῷ δ’ ἰδίῳ σώματι κινδυνεύσας ἧττον, προκριθήσεται τοῦ πρωτεύοντος ἐν ἀμφοτέροις. ἀλλὰ μὴν καὶ τὸ μηδενὸς ἔτι κινδύνου ὑπάρχοντος βαστάσαι τὸ σῶμα καταπεπονημένον ὑπὸ τῶν τραυμάτων ἀνδρείαν μὲν οὐδεμίαν ἔχει, σώματος δ’ ἴσως ἰσχὺν ἐπιδείκνυται. ἱκανὰ μοι ταῦτα εἴρηται πρὸς ὑμᾶς· πρόκειται γὰρ ἀγὼν οὐ λόγων, ἀλλ’ ἔργων. [10] Παραλαβὼν δ’ ἐν μέρει τὸν λόγον Ἀριστομένης, Θαυμάζω, φησίν, εἰ μέλλει περὶ ἀριστείων ἀμφισβητεῖν ὁ σωθεὶς τῷ σώσαντι· ἀναγκαῖον γὰρ ἢ τῶν δικαζόντων αὐτὸν ἄνοιαν καταγινώσκειν ἢ τὴν κρίσιν δοκεῖν ἐκ τῶν νῦν λεγομένων, ἀλλ’ οὐκ ἐκ τῶν τότε πεπραγμένων ἔσεσθαι. οὐ μόνον δὲ Κλέοννις δειχθήσεται κατ’ ἀρετὴν λειπόμενος, ἀλλὰ καὶ τελέως ἀχάριστος. [11] ἀφεὶς γὰρ τὸ τὰ συντελεσθέντα ὑπ’ αὐτοῦ καλῶς διαπορεύεσθαι, διέσυρε τὰς ἐμᾶς πράξεις, φιλοτιμότερος ὢν ἡ δίκαιον· ᾧ γὰρ καὶ ἰδίας σωτηρίας τὰς μεγίστας ὀφείλει χάριτας, τούτου τὸν ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινον διὰ φθόνον ἀφῄρηται. ἐγὼ δὲ ὁμολογῶ μὲν ἐν τοῖς τότε γεγενημένοις κινδύνοις εὐτυχὴς ὑπάρξαι, φημὶ δὲ πρότερον ἀγαθὸς γενέσθαι. [12] εἰ μὲν γὰρ ἐκκλίνας τὴν τῶν πολεμίων ἐπιφορὰν ἄτρωτος ἐγενόμην, οὐκ εὐτυχῆ με προσῆκεν ὀνομάζειν, ἀλλὰ δειλόν, οὐδ’ ὑπὲρ ἀριστείων λέγειν κρίσιν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις περιπεπτωκέναι· ἐπεὶ δ’ ἐν πρώτοις μαχόμενος καὶ τοὺς ὑφισταμένους ἀναιρῶν οὐκ ἔπαθον ἅπερ ἔπραξα, ῥητέον οὐκ εὐτυχῆ με μόνον, ἀλλὰ καὶ ἀγαθόν. [13] εἴτε γὰρ οἱ πολέμιοι καταπλαγέντες τὴν ἀρετὴν οὐκ ἐτόλμησαν ἀμύνασθαι, μεγάλων ἐπαινῶν ἄξιος ὃν ἐφοβήθησαν, εἴτ’ ἐκείνων ἀγωνιζομένων εὐθύμως ἐγὼ φονεύων τοὺς ἀνθεστηκότας καὶ τοῦ σώματος ἐποιούμην πρόνοιαν, ἀνδρεῖος ἅμα καὶ συνετός. [14] ὁ γὰρ ἐν αὐτῷ τῷ22 θυμομαχεῖν ἐμφρόνως ὑπομένων τὸ δεινὸν ἑκατέρας ἔχει τὰς ἀρετάς, σώματός τε καὶ ψυχῆς. καίτοι γε ταῦτα τὰ(23*) δίκαια πρὸς ἑτέρους ἦν μοι ῥητέον ἀμείνους τούτου. ὅτε γὰρ Κλέοννιν παραλελυμένον ἐκ τῆς μάχης εἰς τὴν πόλιν ἀπήνεγκα τἀμαυτοῦ σώζων ὅπλα, καὶ ὑπ’ αὐτοῦ κεκρίσθαι νομίζω τὸ δίκαιον. [15] καίτοι γε παροραθεὶς τόθ’ ὑφ’ ἡμῶν ἴσως οὐκ ἂν ἤριζε νῦν ὑπὲρ ἀριστείων, οὐδὲ διασύρων τηλικοῦτον μέγεθος εὐεργεσίας ἔλεγε μηθὲν εἶναι μέγα τὸ πραχθὲν διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀποχωρεῖν ἐκ τῆς μάχης τοὺς πολεμίους. τίς γὰρ οὐκ οἶδεν, ὅτι πολλάκις οἱ διαλυθέντες ἐκ τῆς μάχης ἐξ ὑποστροφῆς εἰώθασιν ἐπιτίθεσθαι καὶ στρατηγίᾳ ταύτῃ χρησάμενοι τυγχάνειν τῆς νίκης; ἱκανὰ μοι τὰ ῥηθέντα· λόγων γὰρ πλειόνων οὐκ οἶμαι ὑμᾶς προσδεῖσθαι. [16] Τούτων ῥηθέντων οἱ δικάζοντες ὁμογνῶμονες γενόμενοι προέκριναν τὸν Ἀριστομένην. (Cod. Vatic. 1354; cp. Jacoby, F. Gr. Hist. 2B, p513‑14)

13

[1] Καὶ ταῖς προθυμίας ἐπερρώσθησαν· τοὺς γὰρ ἐκ παίδων ἀνδρείαν καὶ καρτερίαν ἀσκοῦντας, κἂν ἡ τύχη που ταπεινώσῃ, βραχὺς λόγος ἐφ’ ὃ δεῖ παρίστησιν. οὐ μὴν οὐδὲ οἱ Μεσσήνιοι τούτων ἀπελείποντο ταῖς προθυμίαις, ἀλλὰ ταῖς σφῶν ἀρεταῖς πιστεύσαντες. . . . [2] Ὅτι οἱ Λακεδαιμόνιοι καταπονούμενοι ὑπὸ Μεσσηνίων ἔπεμψαν εἰς Δελφοὺς. ἡ δὲ ἔχρησεν, οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἀνώγει, ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός, ταῖς δ’ αὐταῖς τέχναισιν ἁλώσεται αἷσπερ ὑπῆρξεν. ἐστι δὲ τὸ νοούμενον μὴ μόνον τοῖς ἐκ(24*) βίας ἔργοις, ἀλλὰ καὶ τοῖς ἐκ δόλου. . . . (Const. Exc. 4, p276)

14

Ὅτι Πομπίλιος ὁ Ῥωμαίων βασιλεὺς πάντα τὸν τοῦ ζῆν χρόνον ἐν εἰρήνῃ διετέλεσε. λέγουσι δέ τινες ἀκουστὴν γενόμενον Πυθαγόρου παρ’ ἐκείνου λαβεῖν τά τε περὶ θεῶν νομοθετήματα, καὶ πολλὰ διδαχθῆναι, δι’ ὧν ἐπιφανὴς ἀνὴρ ἐγένετο καὶ βασιλεὺς ᾑρέθη μετάπεμπτος. (Const. Exc. 2 (1), p215)

15

[1] Ὅτι κατὰ τὴν ἀξίαν οὐδὲ θελήσαντες δυνάμεθα τιμῆσαι τὸ δαιμόνιον· ὥστε εἰ μὴ κατὰ δύναμιν βουληθείημεν εὐχαριστεῖν, τίνας ἂν ἐλπίδας τοῦ μέλλοντος βίου λαμβάνοιμεν, εἰς τούτους ἐξαμαρτάνοντες οὓς ἀδικοῦντας οὐκ ἂν εἴη δυνατὸν οὔτε λαθεῖν οὔτε διαφυγεῖν; τὸ μὲν γὰρ ὅλον, παρ’ οἷς ἀθάνατον εἶναι συμβαίνει καὶ τὴν εὐεργεσίαν καὶ τὴν κόλασιν, φανερὸν ὡς ἐν τούτοις παρασκευάζειν προσήκει τὴν μὲν ὀργὴν ἀγένητον, τὴν δὲ εὔνοιαν αἰώνιον. — [2] τηλικαύτην γὰρ ἔχει παραλλαγὴν ὁ τῶν ἀσεβῶν βίος πρὸς τὸν τῶν εὐσεβῶν, ὥστε προσδοκᾶν ἑκατέρους αὐτοῖς βεβαιώσειν τὸ θεῖον τοῖς μὲν τὰς ἰδίας εὐχάς, τοῖς δὲ τὰς παρὰ τῶν ἐχθρῶν εὐχάς. . . . [3] τὸ δὲ ὅλον, εἰ τοῖς μὲν ἐχθροῖς ὅταν πρὸς τοὺς βωμοὺς καταφύγωσι βοηθοῦμεν, τοῖς δὲ πολεμίοις διὰ τῶν p406 ὅρκων πίστεις δίδομεν μηδὲν ἀδικήσειν, ποίαν χρὴ πρὸς αὐτοὺς ποιεῖσθαι τοὺς θεοὺς σπουδὴν, οἳ οὐ μόνον τοὺς εὐσεβεῖς ἐν τῶν ζῆν εὖ ποιοῦσιν, ἀλλὰ καὶ μετὰ τὸν θάνατον, εἰ δὲ καὶ ταῖς τελεταῖς πιστεύομεν, διαγωγήν μετ’ εὐφημίας ἡδεῖαν(25*) εἰς ἅπαντα τὸν αἰῶνα παρασκευάζουσιν; διὸ καὶ προσήκειν μηδὲν οὕτω τῶν ἐν τῷ βίῳ σπουδάζειν ὡς περὶ τὴν τῶν θεῶν τιμήν. [4] Ὅτι ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἀνθρώπων καὶ τὰ λοιπὰ τῶν ζῴων εὑρῆσθαι συμβέβηκε, τὴν δὲ εὐσέβειαν τοσούτῳ τῶν ἄλλων ἀρετῶν προέχειν ὅσον καὶ τοὺς θεοὺς τῶν θνητῶν ἐν πᾶσι πρωτεύειν. [5] Ὅτι ζηλωτῆς οὔσης εὐσεβείας(26*) τοῖς ἰδιώταις,(27*) πολὺ μᾶλλον οἰκείαν εἶναι ταῖς πόλεσι· τῆς τε γὰρ ἀθανασίας ἐγγύτερον οὖσαι προσῳκειωμένην τοῖς θεοῖς τὴν φύσιν ἔχουσι καὶ πολὺν χρόνον διαμένουσαι προσδοκῶσι τὴν ὀφειλομένην ἀμοιβήν, τῆς μὲν εὐσεβείας τὴν ἡγεμονίαν, τῆς δὲ εἰς τὸ θεῖον ὀλιγωρίας τὴν τιμωρίαν. (Const. Exc. 4, pp276‑77)

16

Ὅτι Δηιόκης ὁ Μήδων βασιλεὺς πολλῶν ἀνομημάτων γενομένων ἤσκει δικαιοσύνην καὶ ἄλλας ἀρετάς. (Const. Exc. 2 (1), p215)

17

[1] Ὅτι Μυσκελλός τις Ἀχαιὸς ὢν τὸ γένος ἐκ Ῥύπης(28*) κατήντησεν εἰς Δελφοὺς καὶ τὸν θεὸν ἐπηρώτησε περὶ τέκνων γενέσεως· ἡ δὲ Πυθία ἀνεῖλεν οὕτως· Μύσκελλε βραχύνωτε, φιλεῖ σ’ ἑκάεργος Ἀπόλλων, καὶ γενεὰν δώσει· τόδε δὲ πρότερόν σε κελεύει, οἰκῆσαί σε Κρότωνα μέγαν καλαῖς ἐν ἀρούραις. τοῦ δὲ Κρότωνα ἀγνοοῦντος εἰπεῖν πάλιν τὴν Πυθίαν, αὐτός σοι φράζει ἑκατηβόλος· ἀλλὰ συνίει. οὗτος μὲν Τάφιός τοι ἀνήροτος, ἥδε δὲ Χαλκίς, ἥδε δὲ Κουρήτων . . . ἡ ἱερὰ χθών, αἵδε δ’ Ἐχινάδες εἰσί· πολύς δ’ ἐπ’ ἀριστερὰ πόντος. οὕτω σ’ οὐκ ἂν φημι Λακινίου ἄκρου ἁμαρτεῖν οὐδ’ ἱεράς Κριμίσης οὐδ’ Αἰσάρου ποταμοῖο. [2] Ὅτι τοῦ χρησμοῦ προστάττοντος Κρότωνα κτίζειν ὁ Μύσκελλος τὴν περὶ τὴν Σύβαριν χώραν θαυμάσας ἐβούλετο κτίσαι, καὶ ἐξέπεσε χρησμὸς αὐτῷ οὗτος, Μύσκελλε βραχύνωτε, παρὲκ θεοῦ ἄλλα ματεύων κλαύματα μαστεύεις· δῶρον δ’ ὃ διδῷ θεὸς αἴνει. (Const. Exc. 4, p277‑78)

18

[1] Ὅτι οἱ Συβαρῖται γαστρίδουλοί εἰσι καὶ τρυφηταί. τοσοῦτος δὲ ἦν ζῆλος παρ’ αὐτοῖς τρυφῆς, ὥστε καὶ τῶν ἔξωθεν ἐθνῶν μάλιστα ἠγάπων Ἴωνας καὶ Τυρρηνοὺς, ὅτι συνέβαινεν αὐτοὺς τοὺς μὲν τῶν Ἑλλήνων, τοὺς δὲ τῶν βαρβάρων προέχειν τῇ κατὰ τὸ ζῆν πολυτελείᾳ. (Const. Exc. 2 (1), p215) [2] Ὅτι φασί τινα τῶν εὐπόρων Συβαριτῶν, ἀκούσαντα παρά τινων ὅτι θεασάμενός τις(29*) τοὺς ἐργάτας εἰληφὼς εἴη ῥήγματα,(30*) παρακαλέσαι τὸν εἰπόντα μὴ θαυμάσαι· καὶ γὰρ ἀκούσαντα τὸ γεγονὸς πεπονηκέναι τὴν πλευρὰν. ἕτερον δὲ λέγεται παραβαλόντα εἰς Σπάρτην εἰπεῖν ὅτι πρότερον μὲν θαυμάζοι τὴν τῶν Σπαρτιατῶν ἀνδρείαν, τότε δὲ θεασάμενον εὐτελῶς καὶ μετὰ πολλῆς κακοπαθείας βιοῦντας εἰπεῖν ὅτι τῶν ἐσχάτων οὐδὲν διαφέρουσι· τὸν γὰρ ἐν Συβαρίταις ἀνανδρότατον(31*) μᾶλλον ἑλέσθαι ἂν τρὶς ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν. μάλιστα δὲ παρ’ αὐτοῖς περιουσιάσαι λέγεται τρυφῇ τὸν ὀνομαζόμενον Μινδυρίδην. (Const. Exc. 4, p278)

19

[1] Ὅτι Μινδυρίδης λέγεται περιουσιάσαι τρυφῇ παρὰ Συβαρίταις. τοῦτον(32*) γὰρ, Κλεισθένους τοῦ Σικυωνίων τυράννου νικήσαντος ἅρματι καὶ κηρύξαντος παραγενέσθαι τοὺς προαιρουμένους γαμεῖν τὴν αὐτοῦ θυγατέρα, δοκοῦσαν κάλλει διαφέρειν, ἀναχθῆναί φασιν(33*) ἐκ Συβάρεως ἐν πεντηκοντόρῳ τοὺς ἐρέτας ἔχοντα ἰδίους οἰκέτας, ὧν εἶναι(34*) τοὺς μὲν ἁλιεῖς, τοὺς δὲ ὀρνιθοθήρας. [2] παραγενόμενον δὲ εἰς Σικυῶνα ταῖς κατὰ τὴν οὐσίαν παρασκευαῖς οὐ μόνον τοὺς ἀντιμνηστεύοντας, ἀλλὰ καὶ τὸν τύραννον αὐτὸν ὑπερᾶραι, καίπερ τῆς πόλεως αὐτῷ πάσης συμφιλοτιμουμένης. ἐν δὲ τῷ μετὰ τὴν ἄφιξιν δείπνῳ προσιόντος τινός, ὅπως κατακλιθῇ πρὸς αὐτόν, εἰπεῖν ὅτι κατὰ τὸ κήρυγμα πάρεστιν ἢ μετὰ τῆς γυναικὸς ἢ μόνος κατακλιθησόμενος. (Const. Exc. 2 (1), p215‑16)

20

Ὅτι Μιλησίων τρυφώντων φασὶ πρὸς αὐτοὺς ἀποδημήσαντά τινα τῶν Συβαριτῶν, ἐπειδὴ πάλιν πρὸς τὴν πατρίδα παρεγενήθη, τά τε ἄλλα τοῖς πολίταις ἐξηγεῖσθαι καὶ δὴ καὶ(35*) φάσκειν κατὰ τὴν ἀποδημίαν μίαν(36*) πόλιν ἐλευθέραν ἑωρακέναι τὴν τῶν Μιλησίων. (Const. Exc. 4, p278)

21

[1] Ὅτι συνταξαμένων τῶν ἐπευνακτῶν τῷ Φαλάνθῳ τότε ἥκειν πρὸς τὴν στάσιν κατὰ τὴν ἀγοράν, ὅταν ὁ(37*) αὐτὸς ἐπὶ τὸ μέτωπον ἐφελκύσῃ τὴν κυνῆν, μετὰ τῶν ὅπλων·(38*) ἐμήνυσε δέ τις τὸ μέλλον γίνεσθαι τοῖς ἐφόροις. τῶν δὲ πλείστων οἰομένων δεῖν ἀποκτεῖναι τὸν Φάλανθον, Ἀγαθιάδας ἐραστὴς αὐτοῦ γεγονὼς εἶπεν, ὡς τοῦτο πράξαντες εἰς μεγίστην στάσιν ἐμβαλοῦσι τὴν Σπάρτην, ἐν ᾗ κρατήσαντες ἀλυσιτελῆ ποιήσονται νίκην, καὶ σφαλέντες ἄρδην ἀπολέσουσι τὴν πατρίδα. [2] συνεβούλευσεν οὖν τὸν κήρυκα ἀναγορεῦσαι τὴν κυνῆν ἐᾶν ὡς ἔχει Φάλανθον. οὗ γενομένου τοὺς μὲν παρθενίας ἀποστήσασθαι τῆς ἐπιβολῆς καὶ πρὸς διάλυσιν ὁρμῆσαι. [3] Ὅτι οἱ αὐτοὶ(39*) ἐπευνακταὶ θεωροὺς πέμψαντες εἰς Δελφοὺς ἐπηρώτων, εἰ δίδωσιν αὐτοῖς τὴν Σικυωνίαν. ἡ δ’ ἔφη, καλόν τοι τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος· ἀλλ’ οὐκ οἰκήσεις οὐδ’ εἰ παγχάλκεος εἴης. Σατύριον φράζου σὺ Τάραντος τ’(40*) ἀγλαὸν ὕδωρ καὶ λιμένα σκαιὸν καὶ ὅπου τράγος ἁλμυρὸν(41*) οἶδμα ἀμφαγαπᾷ τέγγων ἄκρον πολιοῖο γενείου·(42*) ἔνθα Τάραντα ποίου ἐπὶ Σατυρίου βεβαῶτα. ἀκούσαντες δὲ ἠγνόουν· ἡ δὲ φανερώτερον ἔφη, Σατύριόν τοι ἔδωκα Ταραντά τε πίονα δῆμον οἰκῆσαι καὶ πήματ’ Ἰαπύγεσσι γενέσθαι. (Const. Exc. 4, p278‑79)

22

Ὅτι Ἱππομένης ὁ τῶν Ἀθηναίων ἄρχων, τῆς θυγατρὸς αὐτοῦ φθαρείσης ὑπό τίνος, τιμωρίαν ἔλαβε παρ’ αὐτῆς ἀνήκεστον καὶ παρηλλαγμένην· μεθ’ ἵππου γὰρ αὐτὴν εἰς οἰκίσκον τινὰ συγκλείσας, καὶ τὴν τροφὴν παρελόμενος ἐπί τινας ἡμέρας, ἠνάγκασε τὸ ζῷον διὰ τὴν ἔνδειαν ἀναλῶσαι τὸ σῶμα τῆς παραβληθείσης. (Const. Exc. 2 (1), p216)

23

[1] Ὅτι Ἀντίφημος καὶ Ἔντιμος οἱ Γέλαν κτίσαντες ἠρώτησαν τὴν Πυθίαν, καὶ ἔχρησε ταῦτα, Ἔντιμ’ ἥδε Κράτωνος ἀγακλέος(43*) υἱὲ δαΐφρον, ἐλθόντες Σικελὴν καλὴν(44*) χθόνα ναίετον ἄμφω, δειμάμενοι πτολίεθρον ὁμοῦ Κρητῶν Ῥοδίων τε πὰρ προχοὰς ποταμοῖο Γέλα συνομώνυμον ἁγνοῦ. [2] Ὅτι οἱ ἐκ τῆς δεκάτης ἀνατεθέντες(45*) Χαλκιδεῖς ἦλθον χρησόμενοι περὶ ἀποικίας, καὶ ἀνεῖλε, Ἀψία ᾗ ποταμῶν ἱερώτατος εἰς ἅλα πίπτει,(46*) ἔνθ’ εἴσω βάλλοντι τὸν ἄρσενα θῆλυς ὀπύει, ἔνθα πόλιν οἴκιζε, διδοῖ δέ σοι Αὔσονα χώραν. οἱ δὲ κατὰ τὸν Ἀψίαν ποταμὸν εὑρόντες ἄμπελον περιπεπλεγμένην ἐρινεῷ(47*) ἔκτισαν πόλιν. [3] Παραπορευόμενον μεγάλῃ τῇ φωνῇ λέγειν, ἀντὶ θνητοῦ βίου δόξαν ἀθάνατον περιποιήσασθαι βούλεται τίς; τίς(48*) ἐρεῖ πρῶτος, ἐπιδίδωμι τὸν ἐμαυτοῦ βίον εἰς τὴν κοινῆν ἀσφάλειαν; [4] Ὅτι τῶν εἰς ἀγρὸν πορευομένων τις ἐξώλης ἁπάντων(49*) ἠρώτησε μή τι νεώτερον εἴη κατὰ τὴν πόλιν. καὶ ἐζημίωσαν αὐτὸν οἱ τὴν ἀρχὴν παρὰ Λοκροῖς ἔχοντες· τοσοῦτον ἦσαν περὶ τὸ δίκαιον ἠσχοληκότες.

24

Ὅτι Σικυωνίοις ἔχρησεν ἡ Πυθία ἑκατὸν ἔτη μαστιγονομηθήσεσθαι αὐτούς. ἐπερωτησάντων δὲ αὐτῶν τίς ὁ ταῦτα ποιήσων, πάλιν ἀπεκρίθη, ᾧ ἂν καταπλεύσαντες πρώτῳ γεγενημένον υἱὸν ἀκούσωσιν. ἐτύγχανε δὲ τοῖς θεωροῖς ἠκολουθηκὼς τῆς θυσίας ἕνεκα μάγειρος, ὃς p418 ἐκαλεῖτο Ἀνδρέας. μισθοῦ τοῖς ἄρχουσι μαστιγοφορῶν ὑπηρέτει. (Const. Exc. 4, 279‑80)

25

[1] Ὅτι ἐπὶ Ὁστιλλίου Τύλλου τοῦ Ῥωμαίων βασιλέως Ἀλβανοὶ τὴν αὔξησιν τῶν Ῥωμαίων ὑφορώμενοι καὶ ταπεινῶσαι τούτους βουλόμενοι, προσεποιήσαντο ἐπὶ τῆς ἑαυτῶν χώρας γεγονέναι λῃστὰς Ῥωμαίους, καὶ ἔπεμψαν εἰς Ῥώμην πρεσβευτὰς τοὺς τὸ δίκαιον αἰτήσοντας, εἰ δὲ μὴ προσέχωσι, πόλεμον καταγγελοῦντας. [2] Ὁστίλλιος δὲ ὁ τῶν Ῥωμαίων βασιλεὺς πυθόμενος ὡς ζητοῦσι πρόφασιν πολέμου, τοῖς μὲν φίλοις παρήγγειλε τοὺς πρέσβεις ἐκδέξασθαι καὶ παρακαλεῖν ἐπὶ ξενίαν· αὐτὸς δὲ ἐκκλίνας τὴν πρὸς τούτους ἔντευξιν ἔπεμψεν εἰς Ἀλβανοὺς τοὺς(50*) τὸ παραπλήσιον τοῖς ἐκείνων ποιήσοντας. [3] τοῦτο δὲ συνετέλεσεν ἀρχαϊκῷ τινι προαχθεὶς ἔθει, διὰ τὸ τοὺς παλαιοὺς μηδὲν οὕτω σπουδάζειν ὡς τὸ δικαίους ἐνίστασθαι πολέμους· εὐλαβεῖτο γάρ, μὴ τοὺς αἰτίους τῆς λῃστείας οὔθ’ εὑρεῖν δυνάμενος οὔτε παραδιδοὺς τοῖς ἐξαιτοῦσι δόξῃ πόλεμον ἄδικον ἐπαναιρεῖσθαι. [4] εὐτυχούντων δὲ πρότερον τῶν εἰς Ἄλβαν πεμφθέντων τὸ μὴ λαμβάνειν τὸ δίκαιον, εἰς ἡμέραν τριακοστὴν πόλεμον κατήγγειλαν. οἱ μὲν οὖν51 τῶν Ἀλβανῶν πρεσβευταὶ κατὰ τὴν ἐξαίτησιν ἀπόκρισιν ἔλαβον, ὅτι πρότερον ἐκείνων οὐ διδόντων τὸ δίκαιον οἱ Ῥωμαῖοι πόλεμον αὐτοῖς κατηγγελκότες εἴησαν. οἱ δὲ δῆμοι πρὸς ἀλλήλους ἐπιγαμίας ἔχοντες καὶ φιλίαν, ἀπὸ ταύτης τῆς αἰτίας εἰς διαφορὰν κατέστησαν. (Const. Exc. 1, p396‑97)

26

Τὸ πρότερον τὸ γένος τῶν Ῥωμαίων τῶν Λατίνων οὐχὶ συνῆπτε πόλεμον ἀκηρυκτεὶ πρὸς ἔθνος, ἀλλὰ τῇ χώρᾳ πρότερον ἔθνους τοῦ πολεμίου δόρυ σημεῖον ἔρριπτεν, ἔχθρας ἀρχὴν σημαῖνον. ἔπειτα δὲ κατήρχετο πολέμου πρὸς τὸ ἔθνος. τοῦτό φησι Διόδωρος, πᾶς τε Λατῖνα γράφων. (Tzetzes, Hist. 5.555‑60)

27

[1] Ὅτι οἱ Σπαρτιᾶται ὑπὸ Μεσσηνίων ἡττηθέντες εἰς Δελφοὺς πέμψαντες ἠρώτων περὶ πολέμου. ἔχρησε δὲ αὐτοῖς παρὰ Ἀθηναίων λαβεῖν ἡγεμόνα. [2] Ὅτι οἱ Λακεδαιμόνιοι προτραπέντες ὑπὸ Τυρταίου οὕτω προθύμως εἶχον πρὸς παράταξιν, ὥστε μέλλοντες παρατάττεσθαι τὰ ὀνόματα σφῶν αὐτῶν ἐγράψαντο εἰς σκυταλίδα καὶ ἐξῆψαν ἐκ τῆς χειρός, ἵνα τελευτῶντες μὴ ἀγνοῶνται ὑπὸ τῶν οἰκείων. οὕτω παρέστησαν ταῖς ψυχαῖς ἕτοιμοι πρὸς τὸ τῆς νίκης ἀποτυγχάνοντες ἑτοίμως ἐπιδέχεσθαι τὸν ἔντιμον θάνατον. (Const. Exc. 4, p280)

28

Κιθαρῳδὸς ὁ Τέρπανδρος τῷ γένει Μηθυμναῖος. στασιασάντων δέ ποτε τῶν Λακεδαιμονίων, χρησμὸς αὐτοῖς ἐξέπεσε πάλιν φιλιωθήναι, ἂν ἐκ Μηθύμνης Τέρπανδρος ἐκείνοις κιθαρίσῃ. καὶ δή τι μέλος Τέρπανδρος ἐντέχνως κιθαρίσας αὐτοὺς πάλιν συνήρμοσε, Διόδωρος ὡς γράφει, τῆς ἁρμονίας τῇ ᾠδῇ. καὶ γὰρ μετατραπέντες ἀλλήλους περιέβαλλον, ἠσπάζοντο δακρύοις. (Tzetzes, Hist. 1.385‑92)

29

[1] Ὅτι Ἀριστοτέλης ὁ καὶ Βάττος κτίσαι βουλόμενος Κυρήνην ἔλαβε χρησμὸν οὕτως, Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων εἰς Λιβύην πέμπει καλλιστέφανον Κυρήνης εὐρείης ἄρχειν καὶ ἔχειν βασιληίδα τιμήν. ἔνθα σε βάρβαροι ἄνδρες, ἐπὰν Λιβύης ἐπιβήῃς, βαιτοφόροι ἐπίασι· σὺ δ’ εὐχόμενος Κρονίωνι(52*) Παλλάδι τ’ ἐγρεμάχῃ γλαυκώπιδι καὶ Διὸς υἱῷ Φοίβῳ ἀκερσεκόμῃ νίκην ὑποχείριον ἕξεις, καὶ μάκαρος Λιβύης καλλιστεφάνου βασιλεύσεις αὐτὸς καὶ γένος ὑμόν· ἄγει δέ σε Φοῖβος Ἀπόλλων. [2] Ταῖς γὰρ εὐημερίας φυσικῶς ἀντικαθήμενος ὁ φθόνος καθαιρεῖ τοὺς ταῖς δόξαις πρωτεύοντας. (Const. Exc. 4, p280‑81)

30

[1] Ὅτι Ἀρκεσίλαος ὁ τῶν Κυρηναίων βασιλεὺς δεινοπαθήσας ἐπὶ ταῖς συμφοραῖς ἐπηρώτα εἰς Δελφούς. ἔχρησε δὲ ὅτι θεῶν ἐστι μῆνις·(53*) τοὺς γὰρ ὕστερον βασιλεῖς οὐχ ὁμοίως ἄρχειν τῷ πρώτῳ Βάττῳ. ἐκεῖνον μὲν γὰρ αὐτῇ τῇ προσηγορίᾳ τοῦ βασιλέως ἀρκούμενον ἐπιεικῶς ἄρξαι καὶ δημοτικῶς, καὶ τὸ μέγιστον, τηροῦντα τὰς πρὸς τοὺς θεοὺς τιμάς· τοὺς δὲ ὕστερον ἀεὶ τυραννικώτερον δυναστεύοντας ἐξιδιοποιήσασθαι μὲν τὰς δημοσίας προσόδους, ὀλιγωρῆσαι δὲ τῆς πρὸς τὸ θεῖον εὐσεβείας. [2] Ὅτι τῆς τῶν Κυρηναίων στάσεως διαιτητὴς ἐγένετο Δημῶναξ Μαντινεύς, συνέσει καὶ δικαιοσύνῃ δοκῶν διαφέρειν. οὗτος οὖν πλεύσας εἰς Κυρήνην καὶ παρὰ πάντων λαβὼν τὴν ἐπιτροπήν, διέλυσε τὰς πόλεις ἐπὶ τούτοις.

31

Ὅτι Λεύκιος Ταρκύνιος ὁ τῶν Ῥωμαίων βασιλεὺς σπουδαίας ἔτυχεν ἀγωγῆς, καὶ γενόμενος ζηλωτὴς παιδείας οὐ μετρίως δι’ ἀρετὴν ἐθαυμάζετο. ἀνδρωθεὶς γὰρ συνεστάθη τῷ βασιλεῖ τῶν Ῥωμαίων Ἄγκω Μαρκίῳ, καὶ φίλος αὐτοῦ μέγιστος ἐγένετο, καὶ πολλὰ τῶν κατὰ τὴν βασιλείαν συνδιῴκει τῷ βασιλεῖ. καὶ μεγαλόπλουτος ὢν πολλοῖς τῶν ἀπορῶν ἐβοήθει χρήματα διδούς, καὶ πᾶσι προσφιλῶς ὁμιλῶν ἄμεμπτος ἦν καὶ ἔνδοξος ἐπὶ σοφίᾳ. (Const. Exc. 2 (1), p216‑17)

32

[1] Ὅτι οἱ Λοκροὶ ἔπεμψαν εἰς Σπάρτην περὶ συμμαχίας δεόμενοι. οἱ δὲ Λακεδαιμόνιοι τὸ μέγεθος τῆς Κροτωνιατῶν δυνάμεως ἀκούοντες, ὥσπερ ἀφοσιούμενοι καὶ μόνως ἂν οὕτω σωθέντων Λοκρῶν, ἀπεκρίθησαν αὐτοῖς συμμάχους διδόναι τοὺς Τυνδαρίδας. [2] οἱ δὲ πρέσβεις εἴτε προνοίᾳ θεοῦ εἴτε τὸ ῥηθὲν οἰωνισάμενοι προσεδέξαντο τὴν βοήθειαν παρ’ αὐτῶν καὶ καλλιερήσαντες ἔστρωσαν τοῖς Διοσκόροις κλίνην ἐπὶ τῆς νηὸς καὶ ἀπέπλευσαν ἐπὶ τὴν πατρίδα. [3] Ποταπὰς δὲ ψυχὰς ἕξειν τοὺς συνηκολουθηκότας πατέρας, ὅταν ὁρῶντες τοὺς ἑαυτὸν υἱοὺς ὑπὸ τῶν βαρβάρων ἀρρήτῳ συμφοραὶ περιπίπτοντας μὴ δύνωνται βοηθεῖν, ἀλλὰ τὰς ἑαυτῶν πολιὰς σπαράσσοντες πρὸς κωφὴν ὀδύρωνται τύχην; (Const. Exc. 4 p281)

Σημειώσεις του επεξεργαστή Loeb:

1* So Reiske: ὅτι.

2* So Dindorf: στρατεῦσαι.

3* So Feder: υἱούς.

4* τοὺς added by Müller.

5* Boissevain suggests καὶ should follow φασί; Meij suggests a lacuna after πόλεως and another after γενέσθαι.

6* δὲ added by Oldfather.

7* So Dindorf: δίκη.

8* So Dindorf: διορθώσασθαι.

9* So the MSS.: τῆς εὐτυχίας τῷ ἀδελφῷ Krebs, Vogel.

10* So Dindorf: ὀργισάμενος.

11* So Jacoby, ἀγελῶν Krebs, Vogel: μεθών.

12* So Dindorf: βιαίων.

13* Jacoby adds μὴ after τυχόντα.

14* So Dindorf, Vogel, ἀδύνατον MS., Jacoby.

15* ἐν after τὸν deleted by Herwerden, retained by other editors.

16* So Schäfer: βοηθησόντων.

17* So Wurm: πᾶσιν.

18* So the MSS., ἐπισημῆναι Wesseling, Dindorf, Vogel.

19* ἢ added by Reiske.

20* So Herwerden: ἐπὶ τοῦ σώματος.

21 So Bekker: ὁπότερος.

22* τῷ added by Dindorf.

23* τὰ added by Dindorf.

24* ἐκ βίας MSS.; Vogel adds τῆς before βίας.

25* πιστεύομεν (πιστεύειν Krebs) added by Oldfather, διαγωγὴν Mai, ἡδεῖαν Dindorf: τελεταῖς δεῖ ἀγωγὴν . . . ἡδείας. The passage has been variously emended.

26* εὐσεβείας added by Mai.

27* So Dindorf: ἰδίοις.

28* So Bekker: Κρήτης.

29* τις added by Capps.

30* So Krebs: πράγματα.

31* So Geel: ἀνδρειότατον.

32* τοῦτον Reiske: οὗτος.

33* φασιν Krebs: τινα.

34* ὧν εἶναι Valesius: ὠνεῖται.

35* καὶ added by Hertlein.

36* μίαν added by Dindorf.

37* ὁ omitted (without mention) by Mai.

38* For μετὰ τῶν ὅπλων Wurm suggests μέχρι τῶν ὀφθαλμῶν.

39* So Boissevain: |||||τοι.

40* σὺ Τάραντός τ’ Hermann: καὶ Τάραντος.

41* So Dindorf: ἀγλαόν.

42* So Wurm, Dindorf reading τέγγων for Wurm's βάπτει τ’: ἀμφαγαπᾷ τ’ ἀκρόπολιν ἀγενείου.

43* So Mai: ἀγακλεές.

44* καλὴν added by Wurm.

45* Vogel reads ἀνατιθέντες.

46* So Dindorf: ἀψιδίη ποταμὸν ἱερωτάτην εἰς ἅλα πίπτειν.

47* τὸ λεγόμενον ἀρσενόθηλυν after ἐρινεῷ is clearly a gloss.

48* τίς added by Vogel.

49* ἐξώλης ἁπάντων Wurm: ἐρωτήσας ἀπαντ|||.

50* τοὺς added by Krebs.

51* So ed. Bip.: ὃν οἱ μέν.

52* So Dindorf: βαττοφόροι ἐπιοῦσι . . . ηρανίοιο.

53* So Valesius: ὅτι θεὸς ἐστιν μῆνις.