Μετάβαση στο περιεχόμενο

Ιστορική Βιβλιοθήκη/Γ

Από Βικιθήκη
Ἱστορικὴ Βιβλιοθήκη
Βίβλος Γʹ


1  Τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν ἡ μὲν πρώτη περιέχει τὰς κατὰ τὴν Αἴγυπτον πράξεις τῶν ἀρχαίων βασιλέων καὶ τὰ μυθολογούμενα περὶ τῶν παρ’ Αἰγυπτίοις θεῶν, πρὸς δὲ τούτοις περὶ τοῦ Νείλου καὶ τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ παντοδαπῶν ζῴων, περί τε τῆς τοποθεσίας τῆς [οὔσης] Αἰγύπτου καὶ τῶν νομίμων τῶν παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν δικαστηρίων, ἡ δὲ δευτέρα τὰς κατὰ τὴν Ἀσίαν [καὶ τὰς] ἐν τοῖς ἀρχαίοις συντελεσθείσας πράξεις ὑπὸ τῶν Ἀσσυρίων, ἐν αἷς ἐστιν ἥ τε Σεμιράμιδος γένεσις καὶ αὔξησις, καθ’ ἣν ἔκτισε μὲν Βαβυλῶνα καὶ πολλὰς ἄλλας πόλεις, ἐστράτευσε δὲ ἐπὶ τὴν Ἰνδικὴν μεγάλαις δυνάμεσιν· ἑξῆς δὲ περὶ τῶν Χαλδαίων καὶ τῆς παρ’ αὐτοῖς τῶν ἄστρων παρατηρήσεως, καὶ περὶ τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ παραδόξων, περί τε τῆς Σκυθῶν βασιλείας, καὶ περὶ Ἀμαζόνων, καὶ τὸ τελευταῖον περὶ τῶν Υπερβορέων. ἐν δὲ ταύτῃ τὰ συνεχῆ τοῖς προϊστορημένοις προστιθέντες διέξιμεν περὶ Αἰθιόπων καὶ τῶν Λιβύων καὶ τῶν ὀνομαζομένων Ἀτλαντίων.

2  Αἰθίοπας τοίνυν ἱστοροῦσι πρώτους ἀνθρώπων ἁπάντων γεγονέναι, καὶ τὰς ἀποδείξεις τούτων ἐμφανεῖς εἶναί φασιν. ὅτι μὲν γὰρ οὐκ ἐπήλυδες ἐλθόντες, ἀλλ’ ἐγγενεῖς ὄντες τῆς χώρας δικαίως αὐτόχθονες ὀνομάζονται, σχεδὸν παρὰ πᾶσι συμφωνεῖσθαι· ὅτι δὲ τοὺς ὑπὸ τὴν μεσημβρίαν οἰκοῦντας πιθανόν ἐστι πρώτους ὑπὸ τῆς γῆς ἐζωογονῆσθαι, προφανὲς ὑπάρχειν ἅπασι· τῆς γὰρ περὶ τὸν ἥλιον θερμασίας ἀναξηραινούσης τὴν γῆν ὑγρὰν οὖσαν ἔτι [δὲ] κατὰ τὴν τῶν ὅλων γένεσιν καὶ ζωογονούσης, εἰκὸς εἶναι τὸν ἐγγυτάτω τόπον ὄντα τοῦ ἡλίου πρῶτον ἐνεγκεῖν φύσεις ἐμψύχους. φασὶ δὲ παρ’ αὐτοῖς πρώτοις καταδειχθῆναι θεοὺς τιμᾶν καὶ θυσίας ἐπιτελεῖν καὶ πομπὰς καὶ πανηγύρεις καὶ τἄλλα δι’ ὧν ἄνθρωποι τὸ θεῖον τιμῶσι· διὸ καὶ τὴν παρ’ αὐτοῖς εὐσέβειαν διαβεβοῆσθαι παρὰ πᾶσιν ἀνθρώποις, καὶ δοκεῖν τὰς παρ’ Αἰθίοψι θυσίας μάλιστ’ εἶναι τῷ δαιμονίῳ κεχαρισμένας. μάρτυρα δὲ τούτων παρέχονται τὸν πρεσβύτατον σχεδὸν καὶ μάλιστα τῶν ποιητῶν θαυμαζόμενον παρ’ Ἕλλησι· τοῦτον γὰρ κατὰ τὴν Ἰλιάδα παρεισάγειν τόν τε Δία καὶ τοὺς ἄλλους μετ’ αὐτοῦ θεοὺς ἀποδημοῦντας εἰς Αἰθιοπίαν πρός τε τὰς θυσίας τὰς ἀπονεμομένας αὐτοῖς κατ’ ἔτος καὶ εὐωχίαν κοινὴν παρὰ τοῖς Αἰθίοψι,

Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας
χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο.

λέγουσι δὲ καὶ τῆς εἰς τὸ θεῖον εὐσεβείας φανερῶς αὐτοὺς κομίζεσθαι τὰς χάριτας, μηδέποτε δεσποτείας ἐπήλυδος πεῖραν λαβόντας· ἐξ αἰῶνος γὰρ ἐν ἐλευθερίᾳ μεμενηκέναι καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ, πολλῶν μὲν καὶ δυνατῶν ἐστρατευκότων ἐπ’ αὐτούς, μηδενὸς δὲ τῆς ἐπιβολῆς καθικομένου. 3  Καμβύσην μὲν γὰρ μεγάλῃ δυνάμει στρατεύσαντα τήν τε στρατιὰν ἀποβαλεῖν ἅπασαν καὶ αὐτὸν τοῖς ὅλοις κινδυνεῦσαι· Σεμίραμιν δέ, τῷ μεγέθει τῶν ἐπιβολῶν καὶ πράξεων διωνομασμένην, ἐπὶ βραχὺ τῆς Αἰθιοπίας προελθοῦσαν ἀπογνῶναι τὴν ἐπὶ τὸ σύμπαν ἔθνος στρατείαν· τούς τε περὶ Ἡρακλέα καὶ Διόνυσον ἐπιόντας ἅπασαν τὴν οἰκουμένην μόνους τοὺς Αἰθίοπας τοὺς ὑπὲρ Αἰγύπτου μὴ καταπολεμῆσαι διά τε τὴν εὐσέβειαν τῶν ἀνδρῶν καὶ τὸ δυσκράτητον τῆς ἐπιβολῆς. φασὶ δὲ καὶ τοὺς Αἰγυπτίους ἑαυτῶν ἀποίκους ὑπάρχειν, Ὀσίριδος ἡγησαμένου τῆς ἀποικίας. καθόλου γὰρ τὴν νῦν οὖσαν Αἴγυπτον λέγουσιν οὐ χώραν, ἀλλὰ θάλατταν γεγονέναι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν· ὕστερον μέντοι τοῦ Νείλου κατὰ τὰς ἀναβάσεις τὴν ἐκ τῆς Αἰθιοπίας ἰλὺν καταφέροντος ἐκ τοῦ κατ’ ὀλίγον προσχωσθῆναι. ὅτι δ’ ἐστὶν αὐτῶν ἡ χώρα πᾶσα ποταμόχωστος ἐναργεστάτην ἔχειν ἀπόδειξιν τὴν γινομένην κατὰ τὰς ἐκβολὰς τοῦ Νείλου· καθ’ ἕκαστον γὰρ ἔτος ἀεὶ νέας ἰλύος ἀθροιζομένης πρὸς τὰ στόματα τοῦ ποταμοῦ καθορᾶται τὸ μὲν πέλαγος ἐξωθούμενον τοῖς προσχώμασιν, ἡ δὲ χώρα τὴν αὔξησιν λαμβάνουσα. τὰ δὲ πλεῖστα τῶν νομίμων τοῖς Αἰγυπτίοις ὑπάρχειν Αἰθιοπικά, τηρουμένης τῆς παλαιᾶς συνηθείας παρὰ τοῖς ἀποικισθεῖσι. τό τε γὰρ τοὺς βασιλεῖς θεοὺς νομίζειν καὶ τὸ περὶ τὰς ταφὰς μάλιστα σπουδάζειν καὶ πολλὰ τοιαῦθ’ ἕτερα πράττειν Αἰθιόπων ὑπάρχειν ἐπιτηδεύματα, τάς τε τῶν ἀγαλμάτων ἰδέας καὶ τοὺς τῶν γραμμάτων τύπους Αἰθιοπικοὺς ὑπάρχειν· διττῶν γὰρ Αἰγυπτίοις ὄντων γραμμάτων, τὰ μὲν δημώδη προσαγορευόμενα πάντας μανθάνειν, τὰ δ’ ἱερὰ καλούμενα παρὰ μὲν τοῖς Αἰγυπτίοις μόνους γινώσκειν τοὺς ἱερεῖς παρὰ τῶν πατέρων ἐν ἀπορρήτοις μανθάνοντας, παρὰ δὲ τοῖς Αἰθίοψιν ἅπαντας τούτοις χρῆσθαι τοῖς τύποις. τά τε συστήματα τῶν ἱερέων παραπλησίαν ἔχειν τάξιν παρ’ ἀμφοτέροις τοῖς ἔθνεσι· καθαρεύειν γὰρ ἅπαντας τοὺς περὶ τὴν τῶν θεῶν θεραπείαν ὄντας, ὁμοίως ἐξυρημένους καὶ τὰς στολὰς τὰς αὐτὰς ἔχοντας καὶ τὸν τοῦ σκήπτρου τύπον ἀροτροειδῆ καθεστῶτα, ὃν ἔχοντας τοὺς βασιλεῖς χρῆσθαι πίλοις μακροῖς ἐπὶ τοῦ πέρατος ὀμφαλὸν ἔχουσι καὶ περιεσπειραμένοις ὄφεσιν, οὓς καλοῦσιν ἀσπίδας· τοῦτο δὲ τὸ παράσημον ἔοικε συνεμφαίνειν ὅτι τοὺς ἐπιθέσθαι τολμήσοντας τῷ βασιλεῖ συμβήσεται θανατηφόροις περιπεσεῖν δήγμασι. πολλὰ δὲ καὶ ἄλλα λέγουσι περὶ τῆς αὑτῶν ἀρχαιότητος καὶ τῆς τῶν Αἰγυπτίων ἀποικίας, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν.

4  Περὶ δὲ τῶν Αἰθιοπικῶν γραμμάτων τῶν παρ’ Αἰγυπτίοις καλουμένων ἱερογλυφικῶν ῥητέον, ἵνα μηδὲν παραλίπωμεν τῶν ἀρχαιολογουμένων. συμβέβηκε τοίνυν τοὺς μὲν τύπους ὑπάρχειν αὐτῶν ὁμοίους ζῴοις παντοδαποῖς καὶ ἀκρωτηρίοις ἀνθρώπων, ἔτι δ’ ὀργάνοις, καὶ μάλιστα τεκτονικοῖς· οὐ γὰρ ἐκ τῆς τῶν συλλαβῶν συνθέσεως ἡ γραμματικὴ παρ’ αὐτοῖς τὸν ὑποκείμενον λόγον ἀποδίδωσιν, ἀλλ’ ἐξ ἐμφάσεως τῶν μεταγραφομένων καὶ μεταφορᾶς μνήμῃ συνηθλημένης. γράφουσι γὰρ ἱέρακα καὶ κροκόδειλον, ἔτι δ’ ὄφιν καὶ τῶν ἐκ τοῦ σώματος τῶν ἀνθρώπων ὀφθαλμὸν καὶ χεῖρα καὶ πρόσωπον καὶ ἕτερα τοιαῦτα. ὁ μὲν οὖν ἱέραξ αὐτοῖς σημαίνει πάντα τὰ ὀξέως γινόμενα, διὰ τὸ τὸ ζῷον τοῦτο τῶν πτηνῶν σχεδὸν ὑπάρχειν ὀξύτατον. μεταφέρεταί τε ὁ λόγος ταῖς οἰκείαις μεταφοραῖς εἰς πάντα τὰ ὀξέα καὶ τὰ τούτοις οἰκεῖα παραπλησίως τοῖς εἰρημένοις. ὁ δὲ κροκόδειλος σημαντικός ἐστι πάσης κακίας, ὁ δὲ ὀφθαλμὸς δίκης τηρητὴς καὶ παντὸς τοῦ σώματος φύλαξ. τῶν δ’ ἀκρωτηρίων ἡ μὲν δεξιὰ τοὺς δακτύλους ἐκτεταμένους ἔχουσα σημαίνει βίου πορισμόν, ἡ δ’ εὐώνυμος συνηγμένη τήρησιν καὶ φυλακὴν χρημάτων. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τύπων τῶν ἐκ τοῦ σώματος καὶ τῶν ὀργανικῶν καὶ τῶν ἄλλων ἁπάντων· ταῖς γὰρ ἐν ἑκάστοις ἐνούσαις ἐμφάσεσι συνακολουθοῦντες, καὶ μελέτῃ πολυχρονίῳ καὶ μνήμῃ γυμνάζοντες τὰς ψυχάς, ἑκτικῶς ἕκαστα τῶν γεγραμμένων ἀναγινώσκουσι.

5  Τῶν δὲ παρ’ Αἰθίοψι νομίμων οὐκ ὀλίγα δοκεῖ πολὺ τῶν παρὰ τοῖς ἄλλοις διαφέρειν, καὶ μάλιστα τὰ περὶ τὴν αἵρεσιν τῶν βασιλέων. οἱ μὲν γὰρ ἱερεῖς ἐξ αὑτῶν τοὺς ἀρίστους προκρίνουσιν, ἐκ δὲ τῶν καταλεχθέντων, ὃν ἂν ὁ θεὸς κωμάζων κατά τινα συνήθειαν περιφερόμενος λάβῃ, τοῦτον τὸ πλῆθος αἱρεῖται βασιλέα· εὐθὺς δὲ καὶ προσκυνεῖ καὶ τιμᾷ καθάπερ θεόν, ὡς ὑπὸ τῆς τοῦ δαιμονίου προνοίας ἐγκεχειρισμένης αὐτῷ τῆς ἀρχῆς. ὁ δ’ αἱρεθεὶς διαίτῃ τε χρῆται τῇ τεταγμένῃ κατὰ τοὺς νόμους καὶ τἄλλα πράττει κατὰ τὸ πάτριον ἔθος, οὔτ’ εὐεργεσίαν οὔτε τιμωρίαν ἀπονέμων οὐδενὶ παρὰ τὸ δεδογμένον ἐξ ἀρχῆς παρ’ αὐτοῖς νόμιμον. ἔθος δ’ αὐτοῖς ἐστι μηδένα τῶν ὑποτεταγμένων θανάτῳ περιβάλλειν, μηδ’ ἂν καταδικασθεὶς ἐπὶ θανάτῳ τις φανῇ τιμωρίας ἄξιος, ἀλλὰ πέμπειν τῶν ὑπηρετῶν τινα σημεῖον ἔχοντα θανάτου πρὸς τὸν παρανενομηκότα· οὗτος δ’ ἰδὼν τὸ σύσσημον, καὶ παραχρῆμα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελθών, ἑαυτὸν ἐκ τοῦ ζῆν μεθίστησι. φεύγειν δ’ ἐκ τῆς ἰδίας χώρας εἰς τὴν ὅμορον καὶ τῇ μεταστάσει τῆς πατρίδος λύειν τὴν τιμωρίαν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, οὐδαμῶς συγκεχώρηται. διὸ καί φασί τινα, τοῦ θανατηφόρου σημείου πρὸς αὐτὸν ἀποσταλέντος ὑπὸ τοῦ βασιλέως, ἐπιβαλέσθαι μὲν ἐκ τῆς Αἰθιοπίας φεύγειν, αἰσθομένης δὲ τῆς μητρὸς καὶ τῇ ζώνῃ τὸν τράχηλον αὐτοῦ σφιγγούσης, ταύτῃ μηδὲ καθ’ ἕνα τρόπον τολμῆσαι προσενεγκεῖν τὰς χεῖρας, αὐτὸν δ’ ἀγχόμενον καρτερῆσαι μέχρι τῆς τελευτῆς, ἵνα μὴ τοῖς συγγενέσιν ὀνείδη καταλίπῃ μείζω. 6  πάντων δ’ ἐστὶ παραδοξότατον τὸ γινόμενον περὶ τὴν τελευτὴν τῶν βασιλέων. κατὰ γὰρ τὴν Μερόην οἱ περὶ τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμὰς διατρίβοντες ἱερεῖς, μεγίστην καὶ κυριωτάτην τάξιν ἔχοντες, ἐπειδὰν ἐπὶ νοῦν αὐτοῖς ἔλθῃ, πέμπουσιν ἄγγελον πρὸς τὸν βασιλέα, κελεύοντες ἀποθνήσκειν. τοὺς γὰρ θεοὺς αὐτοῖς ταῦτα κεχρηματικέναι, καὶ δεῖν τὸ πρόσταγμα τῶν ἀθανάτων ὑπὸ θνητῆς φύσεως μηδαμῶς παροραθῆναι. καὶ ἑτέρους δ’ ἐπιφθέγγονται λόγους, οἵους ἂν ἁπλῇ διανοίᾳ προσδέξαιτο φύσις ἀρχαίᾳ μὲν καὶ δυσεξαλείπτῳ συνηθείᾳ συντεθραμμένη, λόγον δ’ οὐκ ἔχουσα τὸν ἐναντιωσόμενον τοῖς οὐκ ἀναγκαίως προσταττομένοις. κατὰ μὲν οὖν τοὺς ἐπάνω χρόνους ὑπήκουον οἱ βασιλεῖς τοῖς ἱερεῦσιν, οὐχ ὅπλοις οὐδὲ βίᾳ κρατηθέντες, ἀλλ’ ὑπ’ αὐτῆς τῆς δεισιδαιμονίας τοὺς λογισμοὺς κατισχυόμενοι· κατὰ δὲ τὸν δεύτερον Πτολεμαῖον ὁ βασιλεὺς τῶν Αἰθιόπων Ἐργαμένης, μετεσχηκὼς Ἑλληνικῆς ἀγωγῆς καὶ φιλοσοφήσας, πρῶτος ἐθάρρησε καταφρονῆσαι τοῦ προστάγματος. λαβὼν γὰρ φρόνημα τῆς βασιλείας ἄξιον παρῆλθε μετὰ [τῶν] στρατιωτῶν εἰς τὸ ἄβατον, οὗ συνέβαινεν εἶναι τὸν χρυσοῦν ναὸν τῶν Αἰθιόπων, καὶ τοὺς μὲν ἱερεῖς ἀπέσφαξε, τὸ δὲ ἔθος τοῦτο καταλύσας διωρθώσατο πρὸς τὴν ἑαυτοῦ προαίρεσιν.

7  Τὸ δὲ περὶ τοὺς φίλους τοῦ βασιλέως νόμιμον, καίπερ ὂν παράδοξον, διαμένειν ἔφασαν ἕως τῶν καθ’ ἡμᾶς χρόνων. ἔθος γὰρ ὑπάρχειν λέγουσι τοῖς Αἰθίοψιν, ἐπὰν ὁ βασιλεὺς μέρος τι τοῦ σώματος πηρωθῇ δι’ ἡνδηποτοῦν αἰτίαν, ἅπαντας τοὺς συνήθεις συναποβάλλειν τοῦτο κατὰ προαίρεσιν· αἰσχρὸν γὰρ ὑπολαμβάνειν τοῦ βασιλέως πεπηρωμένου τὸ σκέλος ἀρτίποδας εἶναι τοὺς φίλους, καὶ μὴ πάντας ἐν ταῖς ἐξόδοις συνέπεσθαι χωλοὺς ὁμοίως· ἄτοπον γὰρ εἶναι τὸ συμπενθεῖν μὲν καὶ [τὸ] συλλυπεῖσθαι καὶ τῶν ἄλλων ὁμοίως ἀγαθῶν ἁπάντων τε καὶ κακῶν κοινωνεῖν τὴν βεβαίαν φιλίαν, τῆς δ’ εἰς τὸ σῶμα λύπης ἄμοιρον γίνεσθαι. φασὶ δὲ σύνηθες εἶναι καὶ τὸ συντελευτᾶν ἑκουσίως τοὺς ἑταίρους τοῖς βασιλεῦσι, καὶ τοῦτον εἶναι τὸν θάνατον ἔνδοξον καὶ φιλίας ἀληθινῆς μάρτυρα. διόπερ μὴ ῥᾳδίως ἐπιβουλὴν γίνεσθαι παρὰ τοῖς Αἰθίοψι κατὰ τοῦ βασιλέως, ὡς ἂν τῶν φίλων ἁπάντων ἐπ’ ἴσης προνοουμένων τῆς τ’ ἐκείνου καὶ τῆς ἰδίας ἀσφαλείας. ταῦτα μὲν οὖν τὰ νόμιμα παρὰ τοῖς Αἰθίοψίν ἐστι τοῖς τὴν μητρόπολιν αὐτῶν οἰκοῦσι καὶ νεμομένοις τήν τε νῆσον τὴν Μερόην καὶ τὴν χώραν τὴν πλησίον Αἰγύπτου.

8  Ἔστι δὲ καὶ ἄλλα γένη τῶν Αἰθιόπων παμπληθῆ, τὰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν παραποτάμιον τοῦ Νείλου κατοικοῦντα καὶ τὰς ἐν τῷ ποταμῷ νήσους, τὰ δὲ τὴν ὅμορον τῆς Ἀραβίας νεμόμενα, τὰ δ’ ἐν τοῖς μεσογείοις τῆς Λιβύης καθιδρυμένα. οἱ πλεῖστοι δὲ τούτων καὶ μάλισθ’ οἱ παρὰ τὸν ποταμὸν οἰκοῦντες ταῖς μὲν χρόαις εἰσὶ μέλανες, ταῖς δὲ ἰδέαις σιμοί, τοῖς δὲ τριχώμασιν οὖλοι. καὶ ταῖς μὲν ψυχαῖς παντελῶς ὑπάρχουσιν ἄγριοι καὶ τὸ θηριῶδες ἐμφαίνοντες, οὐχ οὕτω δὲ τοῖς θυμοῖς ὡς τοῖς ἐπιτηδεύμασιν· αὐχμηροὶ γὰρ ὄντες τοῖς ὅλοις σώμασι τοὺς μὲν ὄνυχας ἐπὶ πολὺ παρηγμένους ἔχουσι τοῖς θηρίοις παραπλησίως, τῆς δὲ πρὸς ἀλλήλους φιλανθρωπίας πλεῖστον ὅσον ἀφεστήκασι· καὶ τὴν μὲν φωνὴν ὀξεῖαν προβάλλοντες, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἐπιτηδευομένων εἰς βίον ἥμερον οὐδ’ ὁτιοῦν ἔχοντες, μεγάλην ποιοῦσι πρὸς τὰ καθ’ ἡμᾶς ἔθη τὴν διαφοράν. καθοπλίζονται δ’ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναις καὶ μικροῖς δόρασιν, οἱ δὲ ἀκοντίοις ἀναγκύλοις, ἐνίοτε δὲ ξυλίνοις τόξοις τετραπήχεσιν, οἷς τοξεύουσι μὲν τῷ ποδὶ προσβαίνοντες, ἀναλωθέντων δὲ τῶν οἰστῶν σκυτάλαις ξυλίναις διαγωνίζονται. καθοπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὁρίζοντες αὐταῖς τεταγμένην ἡλικίαν, ὧν ταῖς πλείσταις νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματος. ἐσθῆτι δέ τινες μὲν αὐτῶν ἁπλῶς οὐ χρῶνται, γυμνῆτα βίον ἔχοντες δι’ αἰῶνος καὶ πρὸς μόνα τὰ καύματα ποριζόμενοι βοήθειαν αὐτουργὸν ἐκ τοῦ παραπεσόντος· τινὲς δὲ τῶν προβάτων τὰς οὐρὰς ἀποκόπτοντες ἐκ τῶν ὄπισθεν καλύπτουσι διὰ τούτων τὰ ἰσχία, καθάπερ αἰδῶ ταύτην προβαλλόμενοι· ἔνιοι δὲ χρῶνται ταῖς δοραῖς τῶν κτηνῶν, εἰσὶ δ’ οἳ περιζώμασι μέχρι μέσου τὸ σῶμα καλύπτουσιν, ἐκ τῶν τριχῶν πλέκοντες, ὡς ἂν τῶν παρ’ αὐτοῖς προβάτων ὄντων μὴ φερόντων ἔρια διὰ τὴν ἰδιότητα τῆς χώρας. τροφῇ δὲ χρῶνται τινὲς μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπόν, ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους, τινὲς δὲ τῆς ἁπαλωτάτης ὕλης τοὺς ἀκρεμόνας περικλῶντες, οἷς καὶ τὰ σώματα σκιάζοντες περὶ τὰς μεσημβρίας καταψύχουσιν, ἔνιοι δὲ σπείροντες σήσαμον καὶ λωτόν, εἰσὶ δ’ οἳ ταῖς ῥίζαις τῶν καλάμων ταῖς ἁπαλωτάταις διατρεφόμενοι. οὐκ ὀλίγοι δ’ αὐτῶν καὶ ταῖς τοξείαις ἐνηθληκότες τῶν πτηνῶν εὐστόχως πολλὰ τοξεύουσι, δι’ ὧν τὴν τῆς φύσεως ἔνδειαν ἀναπληροῦσιν· οἱ πλεῖστοι δὲ τοῖς ἀπὸ τῶν βοσκημάτων κρέασι καὶ γάλακτι καὶ τυρῷ τὸν πάντα βίον διαζῶσι.

9  Περὶ δὲ θεῶν οἱ μὲν ἀνώτερον Μερόης οἰκοῦντες ἐννοίας ἔχουσι διττάς. ὑπολαμβάνουσι γὰρ τοὺς μὲν αὐτῶν αἰώνιον ἔχειν καὶ ἄφθαρτον τὴν φύσιν, οἷον ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα κόσμον, τοὺς δὲ νομίζουσι θνητῆς φύσεως κεκοινωνηκέναι καὶ δι’ ἀρετὴν καὶ κοινὴν εἰς ἀνθρώπους εὐεργεσίαν τετευχέναι τιμῶν ἀθανάτων· τήν τε γὰρ Ἶσιν καὶ τὸν Πᾶνα, πρὸς δὲ τούτοις Ἡρακλέα καὶ Δία σέβονται, μάλιστα νομίζοντες ὑπὸ τούτων εὐηργετῆσθαι τὸ τῶν ἀνθρώπων γένος. ὀλίγοι δὲ τῶν Αἰθιόπων καθόλου θεοὺς οὐ νομίζουσιν εἶναι· διὸ καὶ τὸν ἥλιον ὡς πολεμιώτατον ὄντα κατὰ τὰς ἀνατολὰς βλασφημήσαντες φεύγουσι πρὸς τοὺς ἑλώδεις τῶν τόπων. παρηλλαγμένοις δ’ ἔθεσι χρῶνται καὶ περὶ τοὺς παρ’ αὐτοῖς τελευτῶντας· οἱ μὲν γὰρ εἰς τὸν ποταμὸν βάλλοντες ἀφιᾶσιν, ἀρίστην ἡγούμενοι ταφὴν ταύτην, οἱ δὲ περιχέαντες ὕελον ἐν ταῖς οἰκίαις φυλάττοντες νομίζουσι δεῖν μήτε τῶν τελευτώντων ἀγνοεῖσθαι τὰς ὄψεις τοῖς συγγενέσι μήτ’ ἐπιλανθάνεσθαι τοὺς προσήκοντας τῷ γένει τῶν προσῳκειωμένων, ἔνιοι δ’ εἰς ὀστρακίνας σοροὺς ἐμβάλλοντες κατορύττουσι κύκλῳ τῶν ἱερῶν, καὶ τὸν ἐπὶ τούτοις γινόμενον ὅρκον μέγιστον ἡγοῦνται. τὰς δὲ βασιλείας ἐγχειρίζουσιν οἱ μὲν τοῖς εὐπρεπεστάτοις, τύχης ἡγούμενοι δῶρα ἀμφότερα, τήν τε μοναρχίαν καὶ τὴν εὐπρέπειαν, οἱ δὲ τοῖς ἐπιμελεστάτοις κτηνοτρόφοις παραδιδόασι τὴν ἀρχήν, ὡς μόνους ἄριστα τῶν ὑποτεταγμένων φροντιοῦντας, ἔνιοι δὲ τοῖς πλουσιωτάτοις τοῦτο τὸ τίμιον ἀπονέμουσιν, ἡγούμενοι μόνους αὐτοὺς ἐπικουρεῖν τοῖς ὄχλοις δύνασθαι διὰ τὴν ἑτοιμότητα τῆς εὐπορίας, εἰσὶ δ’ οἳ τοὺς ἀνδρείᾳ διαφέροντας αἱροῦνται βασιλεῖς, κρίνοντες τοὺς ἐν πολέμῳ πλεῖστον δυναμένους ἀξίους εἶναι μόνους τυγχάνειν τῶν πρωτείων.

10  Τῆς δὲ παρὰ τὸν Νεῖλον χώρας τῆς ἐν τῇ Λιβύῃ κειμένης ἐστί τι μέρος τῷ κάλλει διαφέρον· τροφάς τε γὰρ φέρει δαψιλεῖς καὶ ποικίλας, καὶ πρὸς τὰς τῶν καυμάτων ὑπερβολὰς ἔχει βοηθείας εὐθέτους τὰς ἐν τοῖς ἕλεσι καταφυγάς· διὸ καὶ περιμάχητος οὗτος ὁ τόπος γίνεται τοῖς τε Λίβυσι καὶ τοῖς Αἰθίοψι, καὶ πρὸς ἀλλήλους ὑπὲρ αὐτοῦ πολεμοῦντες διατελοῦσι. φοιτᾷ δ’ εἰς αὐτὸν καὶ πλῆθος ἐλεφάντων ἐκ τῆς ἄνω χώρας, ὡς μὲν ἔνιοι λέγουσι, διὰ τὴν δαψίλειαν καὶ τὴν ἡδονὴν τῆς νομῆς· ἕλη γὰρ θαυμαστὰ παρεκτείνεται τοῖς χείλεσι τοῦ ποταμοῦ, πολλῆς καὶ παντοίας ἐν αὐτοῖς φυομένης τροφῆς. διόπερ ὅταν γεύσωνται τοῦ θρύου καὶ τοῦ καλάμου, διὰ τὴν γλυκύτητα τῆς τροφῆς μένει καὶ τὴν τῶν ἀνθρώπων δίαιταν καταφθείρει· δι’ ἣν αἰτίαν καταναγκάζονται φεύγειν [εἰς] τούτους τοὺς τόπους, ὄντες νομάδες καὶ σκηνῖται, τὸ σύνολον τῷ συμφέροντι τὰς πατρίδας ὁρίζοντες. αἱ δ’ ἀγέλαι τῶν εἰρημένων θηρίων τὴν μεσόγειον χώραν ἐκλείπουσι διὰ σπάνιν τροφῆς, ἅτε συντόμως τῶν φυομένων ἐν τῇ γῇ πάντων αὐαινομένων· διὰ γὰρ τὴν τοῦ καύματος ὑπερβολὴν καὶ τὴν λειψυδρίαν τῶν πηγαίων καὶ ποταμίων ὑδάτων σκληρὰς καὶ σπανίους συμβαίνει γίνεσθαι τὰς τροφάς. ὡς δέ τινές φασιν, ὄφεις θαυμαστοὶ γίνονται τό τε μέγεθος καὶ τὸ πλῆθος κατὰ τὴν θηριώδη καλουμένην χώραν· οὗτοι δὲ περὶ τὰς συστάσεις τῶν ὑδάτων ἐπιτίθενται τοῖς ἐλέφασι, καὶ τραπέντες εἰς ἀλκὴν περιπλέκονται ταῖς σπείραις εἰς τὰ σκέλη, καὶ πέρας ἕως τούτου συνέχουσι βιαζόμενοι καὶ σφίγγοντες τοῖς δεσμοῖς ἕως ἂν ἀφρίσαντα τὰ θηρία πέσῃ διὰ τὸ βάρος. ἔπειτ’ ἀθροιζόμενοι τὸ πεσὸν σαρκοφαγοῦσι, ῥᾳδίως ἐπικρατοῦντες διὰ τὴν δυσκινησίαν τοῦ ζῴου. ἀπολειπομένου δ’ ἀπορήματος, διὰ τίν’ αἰτίαν οὐ συνέπονται τοῖς ἐλέφασιν εἰς τὴν προειρημένην παραποταμίαν διώκοντες τὰς συνήθεις τροφάς, φασὶ τοὺς τηλικούτους ὄφεις τὴν μὲν ἐπίπεδον τῆς χώρας φεύγειν, περὶ δὲ τὴν ὑπώρειαν ἐν ταῖς φάραγξι ταῖς εἰς τὸ μῆκος ἀνηκούσαις καὶ τοῖς σπηλαίοις τοῖς τὸ βάθος ἔχουσι συνεχῶς ἐναυλίζεσθαι· διόπερ τοὺς συμφέροντας καὶ συνήθεις τόπους μηδαμῶς ἐκλείπειν, αὐτοδιδάκτου πρὸς τὰ τοιαῦτα τῆς φύσεως οὔσης ἅπασι τοῖς ζῴοις. περὶ μὲν οὖν Αἰθιόπων καὶ τῆς χώρας αὐτῶν τοσαῦτα λέγομεν.

11  Περὶ δὲ τῶν συγγραφέων ἡμῖν διοριστέον, ὅτι πολλοὶ συγγεγράφασι περί τε τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ὧν οἱ μὲν ψευδεῖ φήμῃ πεπιστευκότες, οἱ δὲ παρ’ ἑαυτῶν πολλὰ τῆς ψυχαγωγίας ἕνεκα πεπλακότες, δικαίως ἂν ἀπιστοῖντο. Ἀγαθαρχίδης μὲν γὰρ ὁ Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν περὶ τὴν Ἀσίαν, καὶ ὁ τὰς γεωγραφίας συνταξάμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος κατὰ τὴν ὀγδόην βίβλον, καί τινες ἕτεροι τῶν ἐν Αἰγύπτῳ κατοικούντων, ἱστορηκότες τὰ πλεῖστα τῶν προειρημένων ἐν πᾶσι σχεδὸν ἐπιτυγχάνουσι. καὶ γὰρ ἡμεῖς καθ’ ὃν καιρὸν παρεβάλομεν εἰς Αἴγυπτον, πολλοῖς μὲν τῶν ἱερέων ἐνετύχομεν, οὐκ ὀλίγοις δὲ καὶ πρεσβευταῖς ἀπὸ τῆς Αἰθιοπίας παροῦσιν εἰς λόγους ἀφικόμεθα· παρ’ ὧν ἀκριβῶς ἕκαστα πυθόμενοι, καὶ τοὺς λόγους τῶν ἱστορικῶν ἐξελέγξαντες, τοῖς μάλιστα συμφωνοῦσιν ἀκόλουθον τὴν ἀναγραφὴν πεποιήμεθα.

Περὶ μὲν οὖν Αἰθιόπων τῶν πρὸς τῇ δύσει κατοικούντων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δὲ τῶν κατὰ τὴν μεσημβρίαν καὶ τὴν Ἐρυθρὰν θάλατταν κειμένων ἐν μέρει διέξιμεν. δοκεῖ δ’ ἡμῖν ἁρμόττειν προδιελθεῖν περὶ τῆς τοῦ χρυσοῦ κατασκευῆς τῆς ἐν τούτοις τοῖς τόποις γινομένης.

12  Περὶ γὰρ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ τῆς ὁμορούσης Ἀραβίας τε καὶ Αἰθιοπίας τόπος ἐστὶν ἔχων μέταλλα πολλὰ καὶ μεγάλα χρυσοῦ, συναγομένου πολλοῦ πολλῇ κακοπαθείᾳ τε καὶ δαπάνῃ. τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι, οἱ προσεδρεύοντες τοῖς μεταλλικοῖς ἔργοις τῷ πλήθει τῶν ἐργαζομένων κατασκευάζουσι τὸν χρυσόν. οἱ γὰρ βασιλεῖς τῆς Αἰγύπτου τοὺς ἐπὶ κακουργίᾳ καταδικασθέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτισθέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ θυμὸν εἰς φυλακὰς παραδεδομένους, ποτὲ μὲν αὐτούς, ποτὲ δὲ καὶ μετὰ πάσης συγγενείας ἀθροίσαντες παραδιδόασι πρὸς τὴν τοῦ χρυσοῦ μεταλλείαν, ἅμα μὲν τιμωρίαν λαμβάνοντες παρὰ τῶν καταγνωσθέντων, ἅμα δὲ διὰ τῶν ἐργαζομένων μεγάλας προσόδους λαμβάνοντες. οἱ δὲ παραδοθέντες, πολλοὶ μὲν τὸ πλῆθος ὄντες, πάντες δὲ πέδαις δεδεμένοι, προσκαρτεροῦσι τοῖς ἔργοις συνεχῶς καὶ μεθ’ ἡμέραν καὶ δι’ ὅλης τῆς νυκτός, ἀνάπαυσιν μὲν οὐδεμίαν λαμβάνοντες, δρασμοῦ δὲ παντὸς φιλοτίμως εἰργόμενοι· φυλακαὶ γὰρ ἐκ στρατιωτῶν βαρβάρων καὶ ταῖς διαλέκτοις διαφόροις χρωμένων ἐφεστήκασιν, ὥστε μηδένα δύνασθαι δι’ ὁμιλίας ἢ φιλανθρώπου τινὸς ἐντεύξεως φθεῖραί τινα τῶν ἐπιστατούντων. τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην πυρὶ πολλῷ καύσαντες καὶ ποιήσαντες χαύνην προσάγουσι τὴν διὰ τῶν χειρῶν κατεργασίαν· τὴν δὲ ἀνειμένην πέτραν καὶ μετρίῳ πόνῳ δυναμένην ὑπείκειν λατομικῷ σιδήρῳ καταπονοῦσι μυριάδες ἀκληρούντων ἀνθρώπων. καὶ τῆς μὲν ὅλης πραγματείας ὁ τὸν λίθον διακρίνων τεχνίτης καθηγεῖται καὶ τοῖς ἐργαζομένοις ὑποδείκνυσι· τῶν δὲ πρὸς τὴν ἀτυχίαν ταύτην ἀποδειχθέντων οἱ μὲν σώματος ῥώμῃ διαφέροντες τυπίσι σιδηραῖς τὴν μαρμαρίζουσαν πέτραν κόπτουσιν, οὐ τέχνην τοῖς ἔργοις, ἀλλὰ βίαν προσάγοντες, ὑπονόμους δὲ διακόπτοντες, οὐκ ἐπ’ εὐθείας, ἀλλ’ ὡς ἂν ἡ διάφυσις ᾖ τῆς ἀποστιλβούσης πέτρας. οὗτοι μὲν οὖν διὰ τὰς ἐν ταῖς διώρυξι καμπὰς καὶ σκολιότητας ἐν σκότει διατρίβοντες λύχνους ἐπὶ τῶν μετώπων πεπραγματευμένους περιφέρουσι· πολλαχῶς δὲ πρὸς τὰς τῆς πέτρας ἰδιότητας μετασχηματίζοντες τὰ σώματα καταβάλλουσιν εἰς ἔδαφος τὰ λατομούμενα θραύματα· καὶ τοῦτο ἀδιαλείπτως ἐνεργοῦσι πρὸς ἐπιστάτου βαρύτητα καὶ πληγάς. 13  οἱ δὲ ἄνηβοι παῖδες εἰσδυόμενοι διὰ τῶν ὑπονόμων εἰς τὰ κεκοιλωμένα τῆς πέτρας ἀναβάλλουσιν ἐπιπόνως τὴν ῥιπτουμένην κατὰ μικρὸν πέτραν καὶ πρὸς τὸν ἐκτὸς τοῦ στομίου τόπον εἰς ὕπαιθρον ἀποκομίζουσιν. οἱ δ’ ὑπὲρ ἔτη τριάκοντα παρὰ τούτων λαμβάνοντες ὡρισμένον μέτρον τοῦ λατομήματος ἐν ὅλμοις λιθίνοις τύπτουσι σιδηροῖς ὑπέροις, ἄχρι ἂν ὀρόβου τὸ μέγεθος κατεργάσωνται. παρὰ δὲ τούτων τὸν ὀροβίτην λίθον αἱ γυναῖκες καὶ οἱ πρεσβύτεροι τῶν ἀνδρῶν ἐκδέχονται, καὶ μύλων ἑξῆς πλειόνων ὄντων ἐπὶ τούτους ἐπιβάλλουσι, καὶ παραστάντες ἀνὰ τρεῖς ἢ δύο πρὸς τὴν κώπην ἀλήθουσιν, ἕως ἂν εἰς σεμιδάλεως τρόπον τὸ δοθὲν μέτρον κατεργάσωνται. προσούσης δ’ ἅπασιν ἀθεραπευσίας σώματος καὶ τῆς τὴν αἰδῶ περιστελλούσης ἐσθῆτος μὴ προσούσης, οὐκ ἔστιν ὃς ἰδὼν οὐκ ἂν ἐλεήσειε τοὺς ἀκληροῦντας διὰ τὴν ὑπερβολὴν τῆς ταλαιπωρίας. οὐ γὰρ τυγχάνει συγγνώμης οὐδ’ ἀνέσεως ἁπλῶς οὐκ ἄρρωστος, οὐ πεπηρωμένος, οὐ γεγηρακώς, οὐ γυναικὸς ἀσθένεια, πάντες δὲ πληγαῖς ἀναγκάζονται προσκαρτερεῖν τοῖς ἔργοις, μέχρι ἂν κακουχούμενοι τελευτήσωσιν ἐν ταῖς ἀνάγκαις. διόπερ οἱ δυστυχεῖς φοβερώτερον ἀεὶ τὸ μέλλον τοῦ παρόντος ἡγοῦνται διὰ τὴν ὑπερβολὴν τῆς τιμωρίας, ποθεινότερον δὲ τοῦ ζῆν τὸν θάνατον προσδέχονται. 14  τὸ δὲ τελευταῖον οἱ τεχνῖται παραλαβόντες τὸν ἀληλεσμένον λίθον πρὸς τὴν ὅλην ἄγουσι συντέλειαν· ἐπὶ γὰρ πλατείας σανίδος μικρὸν ἐγκεκλιμένης τρίβουσι τὴν κατειργασμένην μάρμαρον ὕδωρ ἐπιχέοντες· εἶτα τὸ μὲν γεῶδες αὐτῆς ἐκτηκόμενον διὰ τῶν ὑγρῶν καταρρεῖ κατὰ τὴν τῆς σανίδος ἔγκλισιν, τὸ δὲ χρυσίον ἔχον ἐπὶ τοῦ ξύλου παραμένει διὰ τὸ βάρος. πολλάκις δὲ τοῦτο ποιοῦντες, τὸ μὲν πρῶτον ταῖς χερσὶν ἐλαφρῶς τρίβουσι, μετὰ δὲ ταῦτα σπόγγοις ἀραιοῖς κούφως ἐπιθλίβοντες τὸ χαῦνον καὶ γεῶδες διὰ τούτων ἀναλαμβάνουσι, μέχρι ἂν ὅτου καθαρὸν γένηται τὸ ψῆγμα τοῦ χρυσοῦ. τὸ δὲ τελευταῖον ἄλλοι τεχνῖται παραλαμβάνοντες μέτρῳ καὶ σταθμῷ τὸ συνηγμένον εἰς κεραμεοῦς χύτρους ἐμβάλλουσι· μίξαντες δὲ κατὰ τὸ πλῆθος ἀνάλογον μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν, ἔτι δὲ βραχὺ καττιτέρου, καὶ κρίθινον πίτυρον προσεμβάλλουσιν· ἁρμοστὸν δ’ ἐπίθημα ποιήσαντες καὶ πηλῷ φιλοπόνως περιχρίσαντες ὀπτῶσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ νύκτας ἴσας ἀδιαλείπτως· ἔπειτα ἐάσαντες ψυχθῆναι τῶν μὲν ἄλλων οὐδὲν εὑρίσκουσιν ἐν τοῖς ἀγγείοις, τὸν δὲ χρυσὸν καθαρὸν λαμβάνουσιν ὀλίγης ἀπουσίας γεγενημένης. ἡ μὲν οὖν ἐργασία τοῦ χρυσοῦ περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου γινομένη μετὰ τοσούτων καὶ τηλικούτων πόνων συντελεῖται· αὐτὴ γὰρ ἡ φύσις, οἶμαι, ποιεῖ πρόδηλον ὡς ὁ χρυσὸς γένεσιν μὲν ἐπίπονον ἔχει, φυλακὴν δὲ χαλεπήν, σπουδὴν δὲ μεγίστην, χρῆσιν δὲ ἀνὰ μέσον ἡδονῆς τε καὶ λύπης.

Ἡ μὲν οὖν τῶν μετάλλων τούτων εὕρεσις ἀρχαία παντελῶς ἐστιν, ὡς ἂν ὑπὸ τῶν παλαιῶν βασιλέων καταδειχθεῖσα. περὶ δὲ τῶν ἐθνῶν [τούτων] τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγλοδυτικήν, ἔτι δ’ Αἰθιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον, πειρασόμεθα διεξιέναι. 15  περὶ πρώτων δὲ τῶν Ἰχθυοφάγων ἐροῦμεν τῶν κατοικούντων τὴν παράλιον τὴν ἀπὸ Καρμανίας καὶ Γεδρωσίας ἕως τῶν ἐσχάτων τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον ἱδρυμένου, ὃς εἰς τὴν μεσόγειον ἀνήκων ἄπιστον διάστημα δυσὶν ἠπείροις περικλείεται πρὸς τὸν ἔκπλουν, τῇ μὲν ὑπὸ τῆς εὐδαίμονος Ἀραβίας, τῇ δ’ ὑπὸ τῆς Τρωγλοδυτικῆς. τούτων δὲ τῶν βαρβάρων τινὲς μὲν γυμνοὶ τὸ παράπαν βιοῦντες κοινὰς ἔχουσι τὰς γυναῖκας καὶ τὰ τέκνα παραπλησίως ταῖς τῶν θρεμμάτων ἀγέλαις, ἡδονῆς δὲ καὶ πόνου τὴν φυσικὴν μόνον ἀντίληψιν ποιούμενοι τῶν αἰσχρῶν καὶ καλῶν οὐδεμίαν λαμβάνουσιν ἔννοιαν. τὰς δὲ οἰκήσεις ἔχουσιν οὐκ ἄπωθεν τῆς θαλάττης παρὰ τὰς ῥαχίας, καθ’ ἅς εἰσιν οὐ μόνον βαθεῖαι κοιλάδες, ἀλλὰ καὶ φάραγγες ἀνώμαλοι καὶ στενοὶ παντελῶς αὐλῶνες σκολιαῖς ἐκτροπαῖς ὑπὸ τῆς φύσεως διειλημμένοι. τούτων δὲ τῇ χρείᾳ τῶν ἐγχωρίων πεφυκότων ἁρμοζόντως, τὰς ἐκτροπὰς καὶ διεξόδους συγκεχώκασι λίθοις μεγάλοις, δι’ ὧν ὥσπερ δικτύων τὴν θήραν τῶν ἰχθύων ποιοῦνται. ὅταν γὰρ ἡ πλημυρὶς τῆς θαλάττης ἐπὶ τὴν χέρσον φέρηται λάβρως, ὃ ποιεῖ δὶς τῆς ἡμέρας περὶ τρίτην καὶ ἐνάτην μάλιστά πως ὥραν, ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικλύζουσα καλύπτει, καὶ λάβρῳ καὶ πολλῷ κύματι συναποκομίζει πρὸς τὴν χέρσον ἄπιστον πλῆθος παντοίων ἰχθύων, οἳ τὸ μὲν πρῶτον ἐν τῇ παραλίῳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις καὶ τὰ κοιλώματα· ἐπὰν δ’ ὁ τῆς ἀμπώτεως ἔλθῃ χρόνος, τὸ μὲν ὑγρὸν ἐκ τοῦ κατ’ ὀλίγον διὰ τῶν κεχωσμένων λίθων καὶ φαράγγων ἀπορρεῖ, οἱ δ’ ἰχθῦς ἐν τοῖς κοιλώμασι καταλείπονται. κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸ πλῆθος τῶν ἐγχωρίων μετὰ τέκνων καὶ γυναικῶν εἰς τὰς ῥαχίας ἀθροίζεται καθάπερ ἀφ’ ἑνὸς κελεύσματος. σχιζομένων δὲ τῶν βαρβάρων εἰς τὰ κατὰ μέρος συστήματα, πρὸς τοὺς ἰδίους ἕκαστοι τόπους μετὰ βοῆς ἐξαισίου φέρονται, καθάπερ αἰφνιδίου τινὸς κυνηγίας ἐμπεπτωκυίας. εἶθ’ αἱ μὲν γυναῖκες μετὰ τῶν παίδων τοὺς ἐλάττονας τῶν ἰχθύων καὶ πλησίον ὄντας τῆς χέρσου συλλαμβάνουσαι ῥίπτουσιν ἐπὶ τὴν γῆν, οἱ δὲ τοῖς σώμασιν ἀκμάζοντες προσφέρουσι τὰς χεῖρας τοῖς διὰ τὸ μέγεθος δυσκαταγωνίστοις· ἐκπίπτουσι γὰρ ἐκ τοῦ πελάγους ὑπερμεγέθεις οὐ μόνον σκορπίοι καὶ μύραιναι καὶ κύνες, ἀλλὰ καὶ φῶκαι καὶ πολλὰ τοιαῦτα ξένα καὶ ταῖς ὄψεσι καὶ ταῖς προσηγορίαις· ταῦτα δὲ τὰ θηρία καταμάχονται τεχνικῆς μὲν ὅπλων κατασκευῆς οὐδὲν ἔχοντες, κέρασι δὲ αἰγῶν ὀξέσι κατακεντοῦντες καὶ ταῖς ἀπορρῶξι πέτραις ἐπιτέμνοντες· πάντα γὰρ ἡ χρεία διδάσκει τὴν φύσιν, οἰκείως τοῖς ὑποκειμένοις καιροῖς ἁρμοζομένην πρὸς τὴν ἐκ τῆς ἐλπίδος εὐχρηστίαν. 16  ἐπειδὰν δ’ ἀθροίσωσιν ἰχθύων παντοδαπῶν πλῆθος, μεταφέρουσι τοὺς ληφθέντας καὶ πάντας ὀπτῶσιν ἐπὶ τῶν πετρῶν τῶν ἐγκεκλιμένων πρὸς μεσημβρίαν. διαπύρων δ’ οὐσῶν διὰ τὴν τοῦ καύματος ὑπερβολήν, βραχὺν ἐάσαντες χρόνον στρέφουσι, κἄπειτα τῆς οὐρᾶς λαμβανόμενοι σείουσι τὸν ὅλον ὄγκον. καὶ αἱ μὲν σάρκες θρυπτόμεναι διὰ τὴν θερμασίαν ἀποπίπτουσιν, αἱ δ’ ἄκανθαι ῥιπτούμεναι πρὸς ἕνα τόπον μέγαν σωρὸν ἀποτελοῦσιν, ἀθροιζόμεναι χρείας ἕνεκεν περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν. μετὰ δὲ ταῦτα τὰς μὲν σάρκας ἐπί τινος λεωπετρίας κατατιθέμενοι πατοῦσιν ἐπιμελῶς ἐφ’ ἱκανὸν χρόνον καὶ καταμίσγουσι τὸν τοῦ παλιούρου καρπόν· τούτου γὰρ συναναχρωσθέντος τὸ πᾶν γίνεται χρῆμα κολλῶδες· καὶ δοκεῖ τοῦτο καθάπερ ἡδύσματος παρ’ αὐτοῖς ἔχειν τάξιν. τὸ δὲ τελευταῖον τὸ καλῶς πατηθὲν εἰς πλινθίδας παραμήκεις τυποῦντες τιθέασιν εἰς τὸν ἥλιον· ἃς συμμέτρως ξηρανθείσας καθίσαντες κατευωχοῦνται, οὐ μὴν πρὸς μέτρον ἢ σταθμὸν ἐσθίοντες, ἀλλὰ πρὸς τὴν ἰδίαν ἑκάστου βούλησιν, τὴν φυσικὴν ὄρεξιν ἔχοντες τῆς ἀπολαύσεως περιγραφήν· ἀνεκλείπτοις γὰρ καὶ διὰ παντὸς ἑτοίμοις χρῶνται ταμιεύμασιν, ὡς ἂν τοῦ Ποσειδῶνος τὸ τῆς Δήμητρος ἔργον μετειληφότος. ἐνίοτε δὲ τηλικοῦτον ἐκ τοῦ πελάγους εἰς τὴν χέρσον κυλινδεῖται κῦμα καὶ τὰς ῥαχίας ἐφ’ ἡμέρας πολλὰς κατακλύζει λάβρον, ὥστε μηδένα δύνασθαι τοῖς τόποις προσεγγίζειν. διόπερ κατὰ τούτους τοὺς καιροὺς σπανίζοντες τροφῆς τὸ μὲν πρῶτον τοὺς κόγχους συλλέγουσι, τηλικούτους τὸ μέγεθος ὧν εὑρίσκονταί τινες τετραμναῖοι· τὰ μὲν γὰρ κύτη συντρίβουσι λίθους εὐμεγέθεις ἐμβάλλοντες, τὴν δ’ ἐντὸς σάρκα κατεσθίουσιν ὠμήν, τῆς γεύσεως οὔσης παρεμφεροῦς τοῖς ὀστρέοις. ἐπὰν δὲ διὰ τὴν συνέχειαν τῶν πνευμάτων ἐπὶ πλείονα χρόνον πλήθειν συμβαίνῃ τὸν ὠκεανόν, καὶ τὴν εἰωθυῖαν θήραν τῶν ἰχθύων ἐκκλείσῃ τὸ τῆς περιστάσεως ἀδύνατον, ἐπὶ τοὺς κόγχους, ὡς εἴρηται, τρέπονται. εἰ δὲ ἡ ἐκ τῶν κόγχων τροφὴ σπανίζει, καταφεύγουσιν ἐπὶ τὸν τῶν ἀκανθῶν σωρόν· ἐκ τούτου γὰρ ἐκλέγοντες τὰς ἐγχύλους καὶ προσφάτους τῶν ἀκανθῶν διαιροῦσι κατ’ ἄρθρον, καὶ τὰς μὲν αὐτόθεν τοῖς ὀδοῦσι κατεργάζονται, τὰς δὲ σκληρὰς λίθοις θραύοντες καὶ προϋπεργαζόμενοι κατεσθίουσι, παραπλησίαν διάθεσιν ἔχοντες τοῖς φωλεύουσι τῶν θηρίων. 17  τῆς μὲν οὖν ξηρᾶς τροφῆς τὸν εἰρημένον τρόπον εὐποροῦσι, τῆς δ’ ὑγρᾶς παράδοξον ἔχουσι καὶ παντελῶς ἀπιστουμένην τὴν χρῆσιν. ταῖς μὲν γὰρ θήραις προσκαρτεροῦσιν ἐφ’ ἡμέρας τέτταρας, εὐωχούμενοι πανδημεὶ μεθ’ ἱλαρότητος καὶ ταῖς ἀνάρθροις ᾠδαῖς ἀλλήλους ψυχαγωγοῦντες· πρὸς δὲ τούτοις ἐπιμίσγονται τότε ταῖς γυναιξὶν αἷς ἂν τύχωσι παιδοποιίας ἕνεκα, πάσης ἀσχολίας ἀπολελυμένοι διὰ τὴν εὐκοπίαν καὶ τὴν ἑτοιμότητα τῆς τροφῆς. τῇ δὲ πέμπτῃ πρὸς τὴν ὑπώρειαν ἐπείγονται πανδημεὶ ποτοῦ χάριν, ἔνθα συρρύσεις ὑδάτων γλυκέων εἰσί, πρὸς αἷς οἱ νομάδες τὰς ἀγέλας τῶν θρεμμάτων ποτίζουσιν. ἡ δὲ ὁδοιπορία τούτων παραπλήσιος γίνεται ταῖς ἀγέλαις τῶν βοῶν, πάντων φωνὴν ἀφιέντων οὐκ ἔναρθρον, ἀλλ’ ἦχον μόνον ἀποτελοῦσαν. τῶν δὲ τέκνων τὰ μὲν νήπια παντελῶς αἱ μητέρες ἐν ταῖς ἀγκάλαις φέρουσι, τὰ δὲ κεχωρισμένα τοῦ γάλακτος οἱ πατέρες, τὰ δ’ ὑπὲρ πενταετῆ χρόνον ὄντα προάγει μετὰ τῶν γονέων σὺν παιδιᾷ, πεπληρωμένα χαρᾶς, ὡς ἂν πρὸς τὴν ἡδίστην ἀπόλαυσιν ὁρμώμενα. ἡ γὰρ φύσις αὐτῶν ἀδιάστροφος οὖσα τὴν ἀναπλήρωσιν τῆς ἐνδείας ἡγεῖται μέγιστον ἀγαθόν, οὐδὲν τῶν ἐπεισάκτων ἡδέων ἐπιζητοῦσα. ὅταν δὲ ταῖς τῶν νομάδων ποτίστραις ἐγγίσωσι καὶ τοῦ ποτοῦ πληρωθῶσι τὰς κοιλίας, ἐπανέρχονται, μόγις βαδίζοντες διὰ τὸ βάρος. κἀκείνην μὲν τὴν ἡμέραν οὐδενὸς γεύονται, κεῖται δ’ ἕκαστος ὑπεργέμων καὶ δύσπνους καὶ τὸ σύνολον παρεμφερὴς τῷ μεθύοντι. τῇ δ’ ἑξῆς ἐπὶ τὴν ἀπὸ τῶν ἰχθύων πάλιν τροφὴν ἀνακάμπτουσι· καὶ τοῦτον τὸν τρόπον ἡ δίαιτα κυκλεῖται παρ’ αὐτοῖς πάντα τὸν τοῦ ζῆν χρόνον.

Οἱ μὲν οὖν τὴν παράλιον τὴν ἐντὸς τῶν στενῶν κατοικοῦντες οὕτω βιοῦσι, νόσοις μὲν διὰ τὴν ἁπλότητα τῆς τροφῆς σπανίως περιπίπτοντες, ὀλιγοχρονιώτεροι δὲ πολὺ τῶν παρ’ ἡμῖν ὄντες. 18  τοῖς δὲ τὴν ἐκτὸς τοῦ κόλπου παράλιον νεμομένοις πολλῷ τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαθῆ τὴν φύσιν. ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχθύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι. προσφερόμενοι γὰρ τὸν ἰχθῦν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσιν, ἀλλ’ οὐδ’ ἔννοιαν ἔχουσι ποτοῦ. στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν. τὸ δὲ πάντων παραδοξότατον, ἀπαθείᾳ τοσοῦτον ὑπερβάλλουσι πάντας ὥστε μὴ ῥᾳδίως πιστευθῆναι τὸν λόγον. καίτοι γε πολλοὶ τῶν ἀπ’ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυθρᾶς θαλάττης ἔμποροι μέχρι τοῦ νῦν, πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχθυοφάγων χώραν, ἐξηγοῦνται σύμφωνα τοῖς ὑφ’ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαθῶν ἀνθρώπων. καὶ ὁ τρίτος δὲ Πτολεμαῖος, ὁ φιλοτιμηθεὶς περὶ τὴν θήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων, ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν· οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαθαρχίδης ὁ Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔθνη. φησὶν οὖν τὸ τῶν ἀπαθῶν Αἰθιόπων ἔθνος τὸ σύνολον ποτῷ μὴ χρῆσθαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας. καθόλου δ’ ἀποφαίνεται μήτ’ εἰς σύλλογον ἔρχεσθαι πρὸς τοὺς ἀλλοεθνεῖς, μήτε τὸ ξένον τῆς ὄψεως τῶν προσπλεόντων κινεῖν τοὺς ἐγχωρίους, ἀλλ’ ἐμβλέποντας ἀτενῶς ἀπαθεῖς ἔχειν καὶ ἀκινήτους τὰς αἰσθήσεις, ὡς [ἂν] μηδενὸς παρόντος. οὔτε γὰρ ξίφος σπασαμένου τινὸς καὶ καταφέροντος ὑπεξέφυγον, οὔθ’ ὕβριν οὐδὲ πληγὰς ὑπομένοντες ἠρεθίζοντο, τό τε πλῆθος οὐ συνηγανάκτει τοῖς πάσχουσιν, ἀλλ’ ἐνίοτε τέκνων ἢ γυναικῶν σφαττομένων ἐν ὀφθαλμοῖς ἀπαθεῖς ταῖς διαθέσεσιν ἔμενον, οὐδεμίαν ἔμφασιν ὀργῆς ἢ πάλιν ἐλέου διδόντες. καθόλου δὲ τοῖς ἐκπληκτικωτάτοις δεινοῖς περιπίπτοντες ἠρεμαῖοι διέμενον, βλέποντες μὲν ἀτενῶς εἰς τὰ συντελούμενα, ταῖς δὲ κεφαλαῖς παρ’ ἕκαστα διανεύοντες. διὸ καί φασιν αὐτοὺς διαλέκτῳ μὲν μὴ χρῆσθαι, μιμητικῇ δὲ δηλώσει διὰ τῶν χειρῶν διασημαίνειν ἕκαστα τῶν πρὸς τὴν χρείαν ἀνηκόντων. καὶ τὸ πάντων θαυμασιώτατον, φῶκαι τοῖς γένεσι τούτοις συνδιατρίβουσαι θήραν ποιοῦνται τῶν ἰχθύων καθ’ αὑτὰς παραπλησίως ἀνθρώποις. ὁμοίως δὲ καὶ περὶ τὰς κοίτας καὶ τὴν τῶν γεννηθέντων ἀσφάλειαν μεγίστῃ πίστει τὰ γένη χρῆσθαι ταῦτα πρὸς ἄλληλα· χωρὶς γὰρ ἀδικήματος ἀλλοφύλοις ζῴοις ἡ συναναστροφὴ γίνεται μετ’ εἰρήνης καὶ πάσης εὐλαβείας.

Οὗτος μὲν οὖν ὁ βίος, καίπερ ὢν παράδοξος, ἐκ παλαιῶν χρόνων τετήρηται τοῖς γένεσι τούτοις, εἴτε ἐθισμῷ διὰ τὸν χρόνον εἴτε ἀναγκαίᾳ χρείᾳ διὰ τὸ κατεπεῖγον ἡρμοσμένος. 19  οἰκήσεσι δὲ τὰ ἔθνη οὐχ ὁμοίαις χρῆται, πρὸς δὲ τὰς τῆς περιστάσεως ἰδιότητας διηλλαγμέναις ἐμβιοῦσι. τινὲς μὲν γὰρ ἐν σπηλαίοις κατοικοῦσι κεκλιμένοις μάλιστα πρὸς τὰς ἄρκτους, ἐν οἷς καταψύχουσιν ἑαυτοὺς διά τε τὸ βάθος τῆς σκιᾶς καὶ διὰ τὰς περιπνεούσας αὔρας· τὰ μὲν γὰρ πρὸς μεσημβρίαν νεύοντα, τοῖς ἴπνοις παραπλησίαν ἔχοντα τὴν θερμασίαν, ἀπρόσιτα τοῖς ἀνθρώποις ἐστὶ διὰ τὴν τοῦ καύματος ὑπερβολήν. οἱ δὲ τῶν πρὸς ἄρκτον νευόντων σπηλαίων σπανίζοντες ἀθροίζουσι τὰς πλευρὰς τῶν ἐκ τοῦ πελάγους ἐκπιπτόντων κητῶν· τῆς δὲ τούτων δαψιλείας πολλῆς οὔσης, καταπλέξαντες ἐξ ἑκατέρου μέρους κύρτας πρὸς ἀλλήλας νενευκυίας, τῷ προσφάτῳ φύκει ταύτας διαπλέκουσι. σκεπαζομένης οὖν τῆς καμάρας, ἐν ταύτῃ τὸ βαρύτατον τοῦ καύματος ἀναπαύονται, τῆς κατὰ φύσιν χρείας αὐτοδίδακτον τέχνην ὑφηγουμένης. τρίτος δὲ τρόπος ἐστὶ τοῖς Ἰχθυοφάγοις τῆς σκηνώσεως τοιοῦτος. ἐλαῖαι φύονται πάνυ πολλαὶ περὶ τοὺς τόπους τούτους, τὰ μὲν περὶ τὴν ῥίζαν ἔχουσαι προσκλυζόμενα τῇ θαλάττῃ, πυκναὶ δὲ τοῖς φυλλώμασι, τὸν δὲ καρπὸν ὅμοιον ἔχουσαι τῷ κασταναϊκῷ καρύῳ. ταύτας ἀλλήλαις συμπλέκοντες καὶ συνεχῆ σκιὰν ποιοῦντες ἰδιαζούσαις σκηναῖς ἐμβιοῦσιν· ἅμα γὰρ ἐν γῇ καὶ θαλάττῃ διατρίβοντες ἐπιτερπῶς διεξάγουσι, τὸν μὲν ἥλιον φεύγοντες τῇ διὰ τῶν ἀκρεμόνων σκιᾷ, τὸ δὲ φυσικὸν περὶ τοὺς τόπους καῦμα τῇ συνεχεῖ τοῦ κύματος προσκλύσει διορθούμενοι, ταῖς δὲ περιπνοαῖς τῶν εὐκαίρων ἀνέμων εἰς ῥᾳστώνην ἄγοντες τὰ σώματα. ῥητέον δ’ ἡμῖν καὶ περὶ τοῦ τετάρτου μέρους τῆς σκηνώσεως. ἐκ γὰρ τοῦ παντὸς αἰῶνος σεσώρευται τοῦ μνίου φόρτος ἄπλατος, ὄρει παρεμφερής· οὗτος ὑπὸ τῆς συνεχοῦς τοῦ κύματος πληγῆς πεπιλημένος τὴν φύσιν ἔχει στερέμνιον καὶ συμπεπλεγμένην ἅμμῳ. ἐν τούτοις οὖν τοῖς ἀναστήμασιν ὑπονόμους ἀνδρομήκεις ὀρύττοντες, τὸν μὲν κατὰ κορυφὴν τόπον ἐῶσι στέγην, κάτωθεν δ’ αὐλῶνας παραμήκεις καὶ πρὸς ἀλλήλους συντετρημένους κατασκευάζουσιν. ἐν δὲ τούτοις ἀναψύχοντες ἑαυτοὺς ἀλύπους κατασκευάζουσι, καὶ κατὰ τὰς ἐπικλύσεις τῶν κυμάτων ἐκπηδῶντες περὶ τὴν θήραν τῶν ἰχθύων ἀσχολοῦνται· ὅταν δὲ ἄμπωτις γένηται, κατευωχησόμενοι τὰ ληφθέντα συμφεύγουσι πάλιν εἰς τοὺς προειρημένους αὐλῶνας. τοὺς δὲ τελευτήσαντας θάπτουσι κατὰ μὲν τὸν τῆς ἀμπώτεως καιρὸν ἐῶντες ἐρριμμένους, ὅταν δ’ ἡ πλημυρὶς ἐπέλθῃ, ῥίπτουσιν εἰς τὴν θάλατταν τὰ σώματα. διὸ καὶ τὴν ἰδίαν ταφὴν τροφὴν τῶν ἰχθύων ποιούμενοι κυκλούμενον ἰδιοτρόπως τὸν βίον ἔχουσι παρ’ ὅλον τὸν αἰῶνα.

20  Ἓν δὲ γένος τῶν Ἰχθυοφάγων τοιαύτας ἔχει τὰς οἰκήσεις ὥστε πολλὴν ἀπορίαν παρέχεσθαι τοῖς τὰ τοιαῦτα φιλοτιμουμένοις ζητεῖν· ἐν γὰρ ἀποκρήμνοις φάραγξι καθίδρυνταί τινες, εἰς ἃς ἐξ ἀρχῆς ἦν ἀδύνατον παραβάλλειν τοὺς ἀνθρώπους, ἄνωθεν μὲν ἐπεχούσης πέτρας ὑψηλῆς καὶ πανταχόθεν ἀποτόμου, ἐκ πλαγίων δὲ κρημνῶν ἀπροσίτων ὑφαιρουμένων τὰς παρόδους, τὴν δὲ λοιπὴν πλευρὰν τοῦ πελάγους ὁρίζοντος, ὃ πεζῇ μὲν διελθεῖν ἀδύνατον, σχεδίαις δὲ οὐ χρῶνται τὸ παράπαν, πλοίων τε τῶν παρ’ ἡμῖν ὑπάρχουσιν ἀνεννόητοι. τοιαύτης δὲ ἀπορίας περὶ αὐτοὺς οὔσης, ὑπολείπεται λέγειν αὐτόχθονας αὐτοὺς ὑπάρχειν, ἀρχὴν μὲν τοῦ πρώτου γένους μηδεμίαν ἐσχηκότας, ἀεὶ δ’ ἐξ αἰῶνος γεγονότας, καθάπερ ἔνιοι τῶν φυσιολόγων περὶ πάντων τῶν φυσιολογουμένων ἀπεφήναντο. ἀλλὰ γὰρ περὶ μὲν τῶν τοιούτων ἀνεφίκτου τῆς ἐπινοίας ἡμῖν οὔσης οὐδὲν κωλύει τοὺς τὰ πλεῖστα ἀποφηναμένους ἐλάχιστα γινώσκειν, ὡς ἂν τῆς ἐν τοῖς λόγοις πιθανότητος τὴν μὲν ἀκοὴν πειθούσης, τὴν δ’ ἀλήθειαν οὐδαμῶς εὑρισκούσης.

21  Ῥητέον δ’ ἡμῖν καὶ περὶ τῶν καλουμένων Χελωνοφάγων, ὃν τρόπον ἔχουσι τὴν ὅλην διάθεσιν τοῦ βίου. νῆσοι γάρ εἰσι κατὰ τὸν ὠκεανὸν πλησίον τῆς γῆς κείμεναι, πολλαὶ μὲν τὸ πλῆθος, μικραὶ δὲ τοῖς μεγέθεσι καὶ ταπειναί, καρπὸν δὲ οὔθ’ ἥμερον οὔτ’ ἄγριον ἔχουσαι. ἐν ταύταις διὰ τὴν πυκνότητα κῦμα μὲν οὐ γίνεται, τοῦ κλύδωνος θραυομένου περὶ τὰς ἄκρας τῶν νήσων, χελωνῶν δὲ θαλαττίων πλῆθος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόθεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην. αὗται δὲ τὰς μὲν νύκτας ἐν βυθῷ διατρίβουσιν ἀσχολούμεναι περὶ τὴν νομήν, τὰς δ’ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων θάλατταν φοιτῶσαι κοιμῶνται μετέωροι τοῖς κύτεσι πρὸς τὸν ἥλιον, παρεμφερῆ τὴν πρόσοψιν ποιοῦσαι ταῖς κατεστραμμέναις ἀκάτοις· ἐξαίσιοι γὰρ τοῖς μεγέθεσιν ὑπάρχουσι καὶ τῶν ἐλαχίστων ἁλιάδων οὐκ ἐλάττους. οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις· πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δ’ ἐξαίρουσιν, ἕως ἂν ὕπτιον γένηται τὸ ζῷον. ἔπειθ’ οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηθήματι φύγῃ κατὰ βάθους, εἷς δ’ ἔχων μέρμιθα μακρὰν καὶ δήσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῷον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίθεσιν πεποιημένων. ὅταν δ’ εἰς τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸς πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντες κατευωχοῦνται, τοῖς δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρός τε τὸν εἰς τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆς ὑδρείας ἕνεκεν, καὶ πρὸς τὰς σκηνώσεις, τιθέντες πρηνεῖς ἐφ’ ὑψηλῶν τόπων, ὥστε δοκεῖν τούτοις τὴν φύσιν δεδωρῆσθαι μιᾷ χάριτι πολλὰς χρείας· τὴν γὰρ αὐτὴν αὐτοῖς εἶναι τροφήν, ἀγγεῖον, οἰκίαν, ναῦν.

Οὐ μακρὰν δὲ τούτων διεστῶτες νέμονται τὴν παράλιον βάρβαροι βίον ἀνώμαλον ἔχοντες. διατρέφονται γὰρ ἀπὸ τῶν ἐκπιπτόντων εἰς τὴν χέρσον κητῶν, ποτὲ μὲν δαψίλειαν τροφῆς ἔχοντες διὰ τὰ μεγέθη τῶν εὑρισκομένων θηρίων, ποτὲ δὲ διαλειμμάτων γινομένων κακῶς ἀπαλλάττουσιν ὑπὸ τῆς ἐνδείας· καθ’ ὃν δὴ χρόνον ἀναγκάζονται κατεργάζεσθαι διὰ τὴν σπάνιν τῶν ἀρχαίων ὀστῶν χόνδρους καὶ τὰς ἄκρας τῶν πλευρῶν ἐκφύσεις.

Τῶν μὲν οὖν Ἰχθυοφάγων τὰ γένη τοσαῦτ’ ἐστὶ καὶ τοιούτοις χρῶνται βίοις, ὡς ἐν κεφαλαίοις εἰπεῖν. 22  ἡ δὲ κατὰ τὴν Βαβυλωνίαν παράλιος συνάπτει μὲν ἡμέρῳ καὶ καταφύτῳ χώρᾳ, τοσοῦτο δέ ἐστι πλῆθος τῶν ἰχθύων τοῖς ἐγχωρίοις ὥστε τοὺς ἀναλίσκοντας μὴ δύνασθαι ῥᾳδίως περιγενέσθαι τῆς δαψιλείας. παρὰ γὰρ τοὺς αἰγιαλοὺς ἱστᾶσι καλάμους πυκνοὺς καὶ πρὸς ἀλλήλους διαπεπλεγμένους, ὥστε τὴν πρόσοψιν ὁμοίαν εἶναι δικτύῳ παρὰ θάλατταν ἑστηκότι. κατὰ δὲ πᾶν τὸ ἔργον ὑπάρχουσι πυκναὶ θύραι, τῇ μὲν πλοκῇ ταρσώδεις, τὰς στροφὰς δ’ ἔχουσαι πρὸς τὰς εἰς ἑκάτερα τὰ μέρη κινήσεις εὐλύτους. ταύτας ὁ κλύδων φερόμενος μὲν εἰς τὴν γῆν κατὰ τὸν τῆς πλημυρίδος καιρὸν ἀνοίγει, παλισσυτῶν δὲ κατὰ τὴν ἄμπωτιν ἀποκλείει. διόπερ συμβαίνει καθ’ ἑκάστην ἡμέραν πλημυρούσης μὲν τῆς θαλάττης ἐκ βυθοῦ τοὺς ἰχθῦς συνεκφερομένους διὰ τῶν θυρῶν παρεισπίπτειν, ἀναχωρούσης δὲ μὴ δύνασθαι τοῖς ὑγροῖς συνδιαρρεῖν διὰ τῆς τῶν καλάμων πλοκῆς. διὰ καὶ παρὰ τὸν ὠκεανὸν ἐνίοτε σωροὺς ἰχθύων σπαιρόντων ὁρᾶν ἔστι γινομένους, οὓς ἀναλεγόμενοι συνεχῶς οἱ πρὸς τούτοις τεταγμένοι δαψιλεῖς ἀπολαύσεις ἔχουσι καὶ μεγάλας προσόδους. ἔνιοι δὲ τῶν περὶ τοὺς τόπους διατριβόντων, πεδιάδος τε καὶ ταπεινῆς τῆς χώρας ὑπαρχούσης, τάφρους ὀρύττουσιν ἀπὸ θαλάττης εὐρείας ἐπὶ πολλοὺς σταδίους μέχρι ἰδίων ἐπαύλεων, ῥαβδωτὰς δὲ θύρας ἐπ’ ἄκρας αὐτὰς ἐπιστήσαντες ἀναβαινούσης μὲν τῆς πλημυρίδος ἀνοίγουσιν, εἰς δὲ τοὐναντίον μεταπιπτούσης κλείουσιν. εἶτα τῆς μὲν θαλάττης διὰ τῶν τῆς θύρας ἀραιωμάτων ἀπορρεούσης, τῶν δ’ ἰχθύων ἀποληφθέντων ἐν ταῖς τάφροις, ταμιεύονται καὶ λαμβάνουσιν ὅσους ἂν προαιρῶνται καὶ καθ’ ὃν ἂν χρόνον βούλωνται.

23  Διεληλυθότες δὲ περὶ τῶν παροικούντων τὴν ἀπὸ τῆς Βαβυλωνίας παράλιον ἕως Ἀραβίου κόλπου, περὶ τῶν ἑξῆς τούτοις ἐθνῶν διέξιμεν. κατὰ γὰρ τὴν Αἰθιοπίαν τὴν ὑπὲρ Αἰγύπτου παρὰ τὸν Ἄσαν καλούμενον ποταμὸν παροικεῖ τὸ τῶν Ῥιζοφάγων ἔθνος. ἐκ γὰρ τῶν πλησιοχώρων τὰς ῥίζας τῶν καλάμων ὀρύττοντες οἱ βάρβαροι πλύνουσι φιλοτίμως· ποιήσαντες δὲ καθαρὰς κόπτουσι λίθοις, μέχρι ἂν γένηται τὸ ἔργον λεῖον καὶ κολλῶδες· ἔπειτα περιπλάσαντες χειροπληθιαίους ὄγκους ἐν ἡλίῳ παροπτῶσι, καὶ ταύτῃ χρώμενοι τροφῇ πάντα τὸν βίον διατελοῦσιν. ἀνεκλείπτους δ’ ἔχοντες τὰς τῆς τροφῆς ταύτης δαψιλείας, καὶ πρὸς ἀλλήλους ἀεὶ εἰρήνην ἄγοντες, ὑπὸ πλήθους λεόντων πολεμοῦνται· ἐμπύρου γὰρ τοῦ πέριξ ἀέρος ὄντος ἐκ τῆς ἐρήμου πρὸς αὐτοὺς φοιτῶσι λέοντες σκιᾶς ἕνεκεν, οἱ δὲ καὶ θήρας τῶν ἐλαττόνων θηρίων. διόπερ τοὺς ἐκ τῶν τελμάτων ἐξιόντας τῶν Αἰθιόπων ὑπὸ τούτων τῶν θηρίων ἀναλίσκεσθαι συμβαίνει· ἀδυνατοῦσι γὰρ ὑφίστασθαι τὰς ἀλκὰς τῶν λεόντων, ὡς ἂν μηδεμίαν βοήθειαν ὅπλων ἔχοντες, καὶ πέρας ἄρδην ἂν αὐτῶν διεφθάρη τὸ γένος, εἰ μὴ ἡ φύσις τι αὐτοῖς αὐτόματον ἐποίησε βοήθημα. ὑπὸ γὰρ τὴν ἀνατολὴν τοῦ κυνὸς παραδόξως [μηδεμιᾶς] γινομένης νηνεμίας περὶ τοὺς τόπους τοσοῦτο πλῆθος ἀθροίζεται κωνώπων, ὑπερέχον δυνάμει τοὺς γνωριζομένους, ὥστε τοὺς μὲν ἀνθρώπους καταφυγόντας εἰς τὰς ἑλώδεις λίμνας μηδὲν πάσχειν, τοὺς δὲ λέοντας πάντας φεύγειν ἐκ τῶν τόπων, ἅμα μὲν ὑπὸ τοῦ δηγμοῦ κακουχουμένους, ἅμα δὲ τὸν ἀπὸ τῆς φωνῆς ἦχον καταπεπληγμένους.

24  Ἑπόμενοι δὲ τούτοις εἰσὶν οἵ τε Ὑλοφάγοι καὶ οἱ Σπερματοφάγοι καλούμενοι. τούτων δ’ οἱ μὲν ὑπὸ τὴν θερείαν τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων ὄντα πολὺν ἀθροίζοντες ἀπόνως διατρέφονται, κατὰ δὲ τὸν ἄλλον καιρὸν τῆς βοτάνης τῆς ἐν ταῖς σκιαζομέναις συναγκείαις φυομένης προσφέρονται τὴν προσηνεστάτην· στερεὰ γὰρ οὖσα τὴν φύσιν, καὶ καυλὸν ἔχουσα παραπλήσιον ταῖς λεγομέναις βουνιάσιν, ἐκπληροῖ τὴν τῆς ἀναγκαίας τροφῆς ἔνδειαν. οἱ δὲ Ὑλοφάγοι μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰς νομὰς ἐξιόντες ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα καὶ τοὺς ἁπαλοὺς τῶν ἀκρεμόνων προσφέρονται. τοιαύτην δ’ ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπ’ ἄκρους τοὺς κλάδους ἀναδρομὴν ποιοῦνται πάντες ὥστε ἄπιστον εἶναι τὸ γινόμενον· καὶ γὰρ μεταπηδῶσιν ἀφ’ ἑτέρου ἐφ’ ἕτερον δένδρον ὁμοίως τοῖς ὀρνέοις, καὶ τὰς ἀναβάσεις ἐπὶ τῶν λεπτοτάτων κλάδων ποιοῦνται χωρὶς κινδύνων. ἰσχνότητι γὰρ σώματος καὶ κουφότητι διαφέροντες, ἐπειδὰν τοῖς ποσὶ σφάλλωνται, ταῖς χερσὶν ἀντιλαμβάνονται· κἂν τύχωσι πεσόντες ἀφ’ ὕψους, οὐδὲν πάσχουσι διὰ τὴν κουφότητα· καὶ πάντα δὲ κλάδον ἔγχυλον τοῖς ὀδοῦσι κατεργαζόμενοι πέττουσιν εὐκόπως ταῖς κοιλίαις. οὗτοι δ’ ἀεὶ βιοῦσι γυμνοὶ μὲν ἐσθῆτος, κοιναῖς δὲ χρώμενοι γυναιξὶν ἀκολούθως καὶ τοὺς γεννηθέντας παῖδας κοινοὺς ἡγοῦνται. διαπολεμοῦσι δὲ πρὸς ἀλλήλους περὶ τῶν τόπων ῥάβδοις ὡπλισμένοι, καὶ ταύταις ἀμυνόμενοι τοὺς ἐναντίους διασπῶσι τοὺς χειρωθέντας. τελευτῶσι δ’ αὐτῶν οἱ πλεῖστοι λιμῷ καταπονηθέντες, ὅταν τῶν ὀμμάτων ἀπογλαυκωθέντων τὸ σῶμα στερηθῇ τῆς ἀναγκαίας ἐκ ταύτης τῆς αἰσθήσεως χρείας.

25  Τὴν δὲ ἑξῆς χώραν τῶν Αἰθιόπων ἐπέχουσιν οἱ καλούμενοι Κυνηγοί, σύμμετροι μὲν κατὰ τὸ πλῆθος, βίον δ’ οἰκεῖον ἔχοντες τῇ προσηγορίᾳ. θηριώδους γὰρ οὔσης τῆς χώρας καὶ παντελῶς λυπρᾶς, ἔτι δὲ ὑδάτων ῥύσεις ναματιαίων ἐχούσης ὀλίγας, καθεύδουσι μὲν ἐπὶ τῶν δένδρων διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον, ὑπὸ δὲ τὴν ἑωθινὴν πρὸς τὰς συρρύσεις τῶν ὑδάτων μεθ’ ὅπλων φοιτῶντες ἑαυτοὺς ἀποκρύβουσιν εἰς τὴν ὕλην καὶ σκοπεύουσιν ἐπὶ τῶν δένδρων. κατὰ δὲ τὸν τοῦ καύματος καιρόν, ἐρχομένων βοῶν τε ἀγρίων καὶ παρδάλεων καὶ τῶν ἄλλων θηρίων πλήθους πρὸς τὸ ποτόν, ταῦτα μὲν διὰ τὴν ὑπερβολὴν τοῦ τε καύματος καὶ δίψους λάβρως προσφέρεται τὸ ὑγρόν, μέχρι ἂν ἐμπλησθῇ, οἱ δ’ Αἰθίοπες, γενομένων αὐτῶν βαρέων καὶ δυσκινήτων, καταπηδῶντες ἀπὸ τῶν δένδρων καὶ χρώμενοι ξύλοις πεπυρακτωμένοις καὶ λίθοις, ἔτι δὲ τοξεύμασι, ῥᾳδίως καταπονοῦσι. κατὰ δὲ συστήματα ταύταις χρώμενοι ταῖς κυνηγίαις σαρκοφαγοῦσι τὰ ληφθέντα, καὶ σπανίως μὲν ὑπὸ τῶν ἀλκιμωτάτων ζῴων αὐτοὶ διαφθείρονται, τὰ δὲ πολλὰ δόλῳ τὴν ἐκ βίας ὑπεροχὴν χειροῦνται. ἐὰν δέ ποτε τῶν κυνηγουμένων ζῴων σπανίζωσι, τὰς δορὰς τῶν πρότερον εἰλημμένων βρέξαντες ἐπιτιθέασιν ἐπὶ πῦρ ἁπαλόν· σποδίσαντες δὲ τὰς τρίχας τὰ δέρματα διαιροῦσι, καὶ κατεσθίοντες βεβιασμένως ἀναπληροῦσι τὴν ἔνδειαν. τοὺς δὲ ἀνήβους παῖδας γυμνάζουσιν ἐπὶ σκοπὸν βάλλειν, καὶ μόνοις διδόασι τροφὴν τοῖς ἐπιτυχοῦσι. διὸ καὶ θαυμαστοὶ ταῖς εὐστοχίαις ἄνδρες γίνονται, κάλλιστα διδασκόμενοι ταῖς τοῦ λιμοῦ πληγαῖς.

26  Ταύτης δὲ τῆς χώρας εἰς τὰ πρὸς δυσμὰς μέρη πολὺ διεστηκότες Αἰθίοπες ὑπάρχουσιν Ἐλεφαντομάχοι κυνηγοί. νεμόμενοι γὰρ δρυμώδεις καὶ πυκνοὺς τοῖς δένδρεσι τόπους παρατηροῦσι τῶν ἐλεφάντων τὰς εἰσόδους καὶ τὰς ἐκτροπάς, σκοπὰς ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ποιούμενοι· καὶ ταῖς μὲν ἀγέλαις αὐτῶν οὐκ ἐπιτίθενται διὰ τὸ μηδεμίαν ἐλπίδα ἔχειν κατορθώσεως, τοῖς δὲ καθ’ ἕνα πορευομένοις ἐπιβάλλουσι τὰς χεῖρας, παραδόξοις ἐγχειροῦντες τολμήμασιν. ὅταν γὰρ τὸ ζῷον διεξιὸν γένηται κατὰ τὸ δένδρον ἐν ᾧ συμβαίνει τὸν σκοπεύοντα κεκρύφθαι, ἅμα τῷ παραλλάττειν τὸν τόπον ταῖς μὲν χερσὶν ἐδράξατο τῆς οὐρᾶς, τοῖς δὲ ποσὶν ἀντέβη πρὸς τὸν ἀριστερὸν μηρόν· ἔχων δ’ ἐκ τῶν ὤμων ἐξηρτημένον πέλεκυν, κοῦφον μὲν πρὸς τὴν ἀπὸ τῆς μιᾶς χειρὸς πληγήν, ὀξὺν δὲ καθ’ ὑπερβολήν, τοῦτον λαβόμενος ἐν τῇ δεξιᾷ χειρὶ νευροκοπεῖ τὴν δεξιὰν ἰγνύν, πυκνὰς καταφέρων πληγὰς καὶ διὰ τῆς ἀριστερᾶς χειρὸς οἰακίζων τὸ ἴδιον σῶμα. παράδοξον δὲ ὀξύτητα τοῖς ἔργοις προσφέρουσιν, ὡς ἂν ἄθλου τῆς ἰδίας ψυχῆς ἑκάστῳ προκειμένου· ἢ γὰρ χειρώσασθαι τὸ ζῷον ἢ τελευτᾶν αὐτὸν λείπεται, τῆς περιστάσεως οὐκ ἐπιδεχομένης ἕτερον ἀποτέλεσμα. τὸ δὲ νευροκοπηθὲν ζῷον ποτὲ μὲν διὰ τὴν δυσκινησίαν ἀδυνατοῦν στρέφεσθαι καὶ συνεγκλινόμενον ἐπὶ τὸν πεπονθότα τόπον πίπτει καὶ τὸν Αἰθίοπα συναπόλλυσι, ποτὲ δὲ πρὸς πέτραν ἢ δένδρον ἀποθλῖψαν τὸν ἄνθρωπον τῷ βάρει πιέζει μέχρι ἂν ἀποκτείνῃ. ἔνιοι δὲ τῶν ἐλεφάντων περιαλγεῖς γινόμενοι τοῦ μὲν ἀμύνεσθαι τὸν ἐπιβουλεύσαντα μακρὰν ἀφεστήκασι, τὴν δὲ φυγὴν διὰ τοῦ πεδίου ποιοῦνται, μέχρι ἂν οὗ συνεχῶς προβεβηκὼς ὁ τύπτων εἰς τὸν αὐτὸν τόπον τῷ πελέκει διακόψας τὰ νεῦρα ποιήσῃ πάρετον τὸ ζῷον. ὅταν δὲ τὸ ζῷον πέσῃ, συντρέχουσι κατὰ συστήματα, καὶ ζῶντος ἔτι τέμνοντες τὰς σάρκας ἐκ τῶν ὄπισθεν μερῶν εὐωχοῦνται. 27  ἔνιοι δὲ τῶν πλησίον κατοικούντων χωρὶς κινδύνων θηρεύουσι τοὺς ἐλέφαντας τέχνῃ τῆς βίας περιγινόμενοι. εἴωθε γὰρ τοῦτο τὸ ζῷον, ἐπειδὰν ἀπὸ τῆς νομῆς πληρωθῇ, πρὸς ὕπνον καταφέρεσθαι, διαφορὰν ἐχούσης τῆς περὶ αὐτὸ διαθέσεως πρὸς τὰ λοιπὰ τῶν τετραπόδων· οὐ γὰρ δύναται τοῖς γόνασι πρὸς τὴν γῆν συγκαθιέναι τὸν ὅλον ὄγκον, ἀλλὰ πρὸς δένδρον ἀνακλιθὲν ποιεῖται τὴν διὰ τῶν ὕπνων ἀνάπαυσιν. διόπερ τὸ δένδρον διὰ τὴν γινομένην πρὸς αὐτὸ πλεονάκις πρόσκλισιν τοῦ ζῴου τετριμμένον τέ ἐστι καὶ ῥύπου πλῆρες, πρὸς δὲ τούτοις ὁ περὶ αὐτὸ τόπος ἴχνη τε ἔχει καὶ σημεῖα πολλά, δι’ ὧν οἱ τὰ τοιαῦτα ἐρευνῶντες Αἰθίοπες γνωρίζουσι τὰς τῶν ἐλεφάντων κοίτας. ὅταν οὖν ἐπιτύχωσι τοιούτῳ δένδρῳ, πρίζουσιν αὐτὸ παρὰ τὴν γῆν, μέχρι ἂν ὀλίγην ἔτι τὴν ῥοπὴν ἔχῃ πρὸς τὴν πτῶσιν· εἶθ’ οὗτοι μὲν τὰ σημεῖα τῆς ἰδίας παρουσίας ἀφανίσαντες ταχέως ἀπαλλάττονται, φθάνοντες τὴν ἔφοδον τοῦ ζῴου, ὁ δ’ ἐλέφας πρὸς τὴν ἑσπέραν ἐμπλησθεὶς τῆς τροφῆς ἐπὶ τὴν συνήθη καταντᾷ κοίτην. κατακλιθεὶς δὲ ἀθρόῳ τῷ βάρει παραχρῆμα μετὰ τῆς τοῦ δένδρου φορᾶς ἐπὶ τὴν γῆν καταφέρεται, πεσὼν δ’ ὕπτιος μένει τὴν νύκτα κείμενος διὰ τὸ τὴν τοῦ σώματος φύσιν ἀδημιούργητον εἶναι πρὸς ἀνάστασιν. οἱ δὲ πρίσαντες τὸ δένδρον Αἰθίοπες ἅμ’ ἡμέρᾳ καταντῶσι, καὶ χωρὶς κινδύνων ἀποκτείναντες τὸ ζῷον σκηνοποιοῦνται περὶ τὸν τόπον καὶ παραμένουσι μέχρι ἂν τὸ πεπτωκὸς ἀναλώσωσι.

28  Τούτων δὲ τῶν γενῶν τὰ μὲν πρὸς ἑσπέραν μέρη κατοικοῦσιν Αἰθίοπες οἱ προσαγορευόμενοι Σιμοί, τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα νέμεται τὸ τῶν Στρουθοφάγων γένος. ἔστι γὰρ παρ’ αὐτοῖς ὀρνέου τι γένος μεμιγμένην ἔχον τὴν φύσιν τῷ χερσαίῳ ζῴῳ, δι’ ἣν τῆς συνθέτου τέτευχε προσηγορίας. τοῦτο δὲ μεγέθει μὲν οὐ λείπεται τῆς μεγίστης ἐλάφου, τὸν δὲ αὐχένα μακρὸν ἔχον καὶ περιφερεῖς τὰς πλευρὰς καὶ πτερωτὰς ὑπὸ τῆς φύσεως δεδημιούργηται. καὶ κεφάλιον μὲν ἀσθενὲς ἔχει καὶ μικρόν, μηροῖς δὲ καὶ κώλοις ὑπάρχει καρτερώτατον, διχήλου τῆς βάσεως οὔσης. τοῦτο πέτεσθαι μὲν μετέωρον οὐ δύναται διὰ τὸ βάρος, τρέχει δὲ πάντων ὠκύτατον, μικρὸν ἄκροις τοῖς ποσὶ τῆς γῆς ἐπιψαῦον· μάλιστα δ’ ὅταν κατ’ ἀνέμου πνοὰς ἐξαίρῃ τὰς πτέρυγας, ὑπεξάγει καθαπερεί τις ναῦς ἱστιοδρομοῦσα· τοὺς δὲ διώκοντας ἀμύνεται διὰ τῶν ποδῶν ἀποσφενδονῶν παραδόξως λίθους χειροπληθιαίους. ὅταν δ’ ἐν νηνεμίᾳ διώκηται, ταχὺ συνιδρουσῶν τῶν πτερύγων ἀδυνατεῖ χρήσασθαι τοῖς τῆς φύσεως προτερήμασι, καὶ ῥᾳδίως καταλαμβανόμενον ἁλίσκεται. τούτων δὲ τῶν ζῴων ἀμυθήτων ὄντων τῷ πλήθει κατὰ τὴν χώραν, οἱ βάρβαροι παντοδαπὰς μηχανὰς ἐπινοοῦσι κατ’ αὐτῶν τῆς θήρας· ῥᾳδίως δὲ πολλῶν ἁλισκομένων ταῖς μὲν σαρξὶ χρῶνται πρὸς διατροφήν, ταῖς δὲ δοραῖς πρὸς ἐσθῆτα καὶ στρωμνήν. ὑπὸ δὲ τῶν Σιμῶν ὀνομαζομένων Αἰθιόπων πολεμούμενοι διακινδυνεύουσι πρὸς τοὺς ἐπιτιθεμένους, ὅπλοις ἀμυντηρίοις χρώμενοι τοῖς τῶν ὀρύγων κέρασι· ταῦτα δὲ μεγάλα καὶ τμητικὰ καθεστῶτα μεγάλην παρέχεται χρείαν, δαψιλείας οὔσης κατὰ τὴν χώραν διὰ τὸ πλῆθος τῶν ἐχόντων αὐτὰ ζῴων.

29  Βραχὺ δὲ τούτων ἀπέχοντες Ἀκριδοφάγοι κατοικοῦσι τὰ συνορίζοντα πρὸς τὴν ἔρημον, ἄνθρωποι μικρότεροι μὲν τῶν ἄλλων, ἰσχνοὶ δὲ τοῖς ὄγκοις, μέλανες δὲ καθ’ ὑπερβολήν. κατὰ γὰρ τὴν ἐαρινὴν ὥραν παρ’ αὐτοῖς ζέφυροι καὶ λίβες παμμεγέθεις ἐκριπτοῦσιν ἐκ τῆς ἐρήμου πλῆθος ἀκρίδων ἀμύθητον, τοῖς τε μεγέθεσι διαλλάττον καὶ τῇ χρόᾳ τοῦ πτερώματος εἰδεχθὲς καὶ ῥυπαρόν. ἐκ τούτου δαψιλεῖς τροφὰς ἔχουσιν ἅπαντα τὸν βίον, ἰδιοτρόπως αὐτῶν ποιούμενοι τὴν θήραν. παρὰ γὰρ τὴν χώραν αὐτῶν ἐπὶ πολλοὺς σταδίους παρήκει χαράδρα βάθος ἔχουσα καὶ πλάτος ἀξιόλογον· ταύτην πληροῦσιν ἀγρίας ὕλης, οὔσης ἀφθόνου κατὰ τὴν χώραν· ἔπειθ’ ὅταν τῶν προειρημένων ἀνέμων πνεόντων προσφέρηται τὰ νέφη τῶν ἀκρίδων, καταδιελόμενοι πάντα τὸν τῆς χαράδρας τόπον πυροῦσι τὸν ἐν αὐτῇ χόρτον. ἐγειρομένου δὲ καπνοῦ πολλοῦ καὶ δριμέος, αἱ μὲν ἀκρίδες ὑπερπετόμεναι τὴν χαράδραν, καὶ διὰ τὴν τοῦ καπνοῦ δριμύτητα πνιγόμεναι, καταπίπτουσιν ἐπὶ τὴν γῆν ὀλίγον διαπετασθεῖσαι τόπον, τῆς δὲ τούτων ἀπωλείας ἐπὶ πλείονας ἡμέρας γινομένης μεγάλοι διανίστανται σωροί· καὶ τῆς χώρας ἐχούσης ἁλμυρίδα πολλήν, πάντες προσφέρουσι ταύτην ἀθρόοις τοῖς σωροῖς, καὶ διατήξαντες οἰκείως ποιοῦσι τήν τε γεῦσιν πρόσφορον καὶ τὸν ἀποθησαυρισμὸν [ἄσηπτον καὶ] πολυχρόνιον. ἡ μὲν οὖν διατροφὴ τούτοις παραχρῆμα καὶ τὸν ὕστερον χρόνον ἀπὸ τούτων τῶν ζῴων ὑπάρχει· οὔτε γὰρ κτηνοτροφοῦσιν οὔτε θαλάττης ἐγγὺς οἰκοῦσιν οὔτε ἄλλης ἐπικουρίας οὐδεμιᾶς τυγχάνουσι· τοῖς δὲ σώμασιν ὄντες κοῦφοι καὶ τοῖς ποσὶν ὀξύτατοι βραχύβιοι παντελῶς εἰσιν, ὡς ἂν τῶν πολυχρονιωτάτων παρ’ αὐτοῖς οὐχ ὑπερβαλλόντων ἔτη τετταράκοντα. τὸ δὲ τοῦ βίου τέλος οὐ μόνον παράδοξον ἔχουσιν, ἀλλὰ καὶ πάντων ἀκληρότατον. ὅταν γὰρ πλησιάζῃ τὸ γῆρας, ἐμφύονται τοῖς σώμασι πτερωτοὶ φθεῖρες οὐ μόνον διάφοροι τοῖς εἴδεσιν, ἀλλὰ καὶ ταῖς ἰδέαις ἄγριοι καὶ παντελῶς εἰδεχθεῖς. ἀρξάμενον δὲ τὸ κακὸν ἀπὸ τῆς γαστρὸς καὶ τοῦ θώρακος ἐπινέμεται πάντα τὸν ὄγκον ἐν ὀλίγῳ χρόνῳ. ὁ δὲ πάσχων τὸ μὲν πρῶτον ὡς ὑπὸ ψώρας τινὸς ἐρεθιζόμενος μετρίως ὀδαξᾶσθαι φιλοτιμεῖται, μεμιγμένην ἔχοντος τοῦ πάθους ἀλγηδόσι τὴν χαράν· μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον τῶν ἐγγενομένων θηρίων εἰς τὴν ἐπιφάνειαν ἐκπιπτόντων συνεκχεῖται πλῆθος ἰχῶρος λεπτοῦ, τὴν δριμύτητα παντελῶς ἔχοντος ἀνυπομόνητον. διόπερ ὁ συνεχόμενος τῷ πάθει βιαιότερον ἀμύττει τοῖς ὄνυξι, στεναγμοὺς μεγάλους προϊέμενος. κατὰ δὲ τὰς τῶν χειρῶν ἐξελκώσεις τοσοῦτο πλῆθος ἐκπίπτει τῶν ἑρπετῶν ὥστε μηδὲν ἀνύειν τοὺς ἀπολέγοντας, ὡς ἂν ἄλλων ἐπ’ ἄλλοις ἐκφαινομένων καθάπερ ἔκ τινος ἀγγείου πολλαχῶς κατατετρημένου. οὗτοι μὲν οὖν εἰς τοιαύτην διάλυσιν τοῦ σώματος καταστρέφουσι τὸν βίον δυστυχῶς, εἴτε διὰ τὴν ἰδιότητα τῆς τροφῆς εἴτε διὰ τὸν ἀέρα τοιαύτης τυγχάνοντες περιπετείας.

30  Τῷ δὲ ἔθνει τούτῳ χώρα παρήκει κατὰ τὸ μέγεθος πολλὴ καὶ κατὰ τὰς τῆς νομῆς ποικιλίας ἀγαθή· ἔρημος δ’ ἐστὶ καὶ παντελῶς ἄβατος, οὐκ ἀπ’ ἀρχῆς σπανίζουσα τοῦ γένους τῶν ἀνθρώπων, ἀλλ’ ἐν τοῖς ὕστερον χρόνοις ἔκ τινος ἐπομβρίας ἀκαίρου πλῆθος φαλαγγίων καὶ σκορπίων ἐξενέγκασα. τοσοῦτο γὰρ ἱστοροῦσιν ἐπιπολάσαι τῶν εἰρημένων θηρίων πλῆθος ὥστε τοὺς κατοικοῦντας ἀνθρώπους τὸ μὲν πρῶτον πανδημεὶ κτείνειν [πᾶν] τὸ τῇ φύσει πολέμιον, ἀπεριγενήτου δὲ τοῦ πλήθους ὄντος καὶ τῶν δηγμάτων ὀξεῖς τοῖς πληγεῖσι τοὺς θανάτους ἐπιφερόντων, ἀπογνόντας τὴν πάτριον γῆν τε καὶ δίαιταν φυγεῖν ἐκ τῶν τόπων. οὐ χρὴ δὲ θαυμάζειν οὐδὲ ἀπιστεῖν τοῖς λεγομένοις, πολλὰ τούτων παραδοξότερα κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότα διὰ τῆς ἀληθοῦς ἱστορίας παρειληφότας. περὶ γὰρ τὴν Ἰταλίαν μυῶν πλῆθος ἀρουραίων ἐγγεννηθὲν τοῖς πεδίοις ἐξέβαλέ τινας ἐκ τῆς πατρίου χώρας, κατὰ δὲ τὴν Μηδίαν ἐπιπολάσαντες ἀμύθητοι στρουθοὶ καὶ τὰ σπέρματα τῶν ἀνθρώπων ἀφανίζοντες ἠνάγκασαν εἰς ἑτερογενεῖς τόπους μεταστῆναι, τοὺς δὲ καλουμένους Αὐταριάτας βάτραχοι τὴν ἀρχέγονον σύστασιν ἐν τοῖς νέφεσι λαμβάνοντες καὶ πίπτοντες ἀντὶ τῆς συνήθους ψεκάδος ἐβιάσαντο τὰς πατρίδας καταλιπεῖν καὶ καταφυγεῖν εἰς τοῦτον τὸν τόπον ἐν ᾧ νῦν καθίδρυνται. καὶ μὴν τίς οὐχ ἱστόρησεν Ἡρακλεῖ τῶν ὑπὲρ τῆς ἀθανασίας ἄθλων συντελεσθέντων ἕνα καταριθμούμενον καθ’ ὃν ἐξήλασεν ἐκ τῆς Στυμφαλίδος λίμνης τὸ πλῆθος τῶν ἐπιπολασάντων ὀρνίθων ἐν αὐτῇ; ἀνάστατοι δὲ κατὰ τὴν Λιβύην πόλεις τινὲς ἐγένοντο πλήθους λεόντων ἐπελθόντος ἐκ τῆς ἐρήμου.

Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἀπίστως διὰ τὸ παράδοξον πρὸς τὰς ἱστορίας διακειμένους· πάλιν δ’ ἐπὶ τὰ συνεχῆ τοῖς προειρημένοις μεταβησόμεθα.

31  Τὰς δ’ ἐσχατιὰς τῶν πρὸς μεσημβρίαν μερῶν κατοικοῦσιν ἄνδρες ὑπὸ μὲν τῶν Ἑλλήνων καλούμενοι Κυναμολγοί, κατὰ δὲ τὴν τῶν πλησιοχώρων βαρβάρων διάλεκτον Ἄγριοι. οὗτοι δὲ πώγωνας μὲν φέρουσι παμμεγέθεις, κυνῶν δὲ τρέφουσιν ἀγρίων ἀγέλας πρὸς τὴν τοῦ βίου χρείαν εὐθέτους. ἀπὸ γὰρ τῶν πρώτων τροπῶν τῶν θερινῶν μέχρι μέσου χειμῶνος Ἰνδικοὶ βόες ἀμύθητοι τὸ πλῆθος ἐπιφοιτῶσιν αὐτῶν τὴν χώραν, ἀδήλου τῆς αἰτίας οὔσης· οὐδεὶς γὰρ οἶδεν εἴθ’ ὑπὸ ζῴων πολλῶν καὶ σαρκοφάγων πολεμούμενοι φεύγουσιν, εἴτε δι’ ἔνδειαν τροφῆς ἐκλείποντες τοὺς οἰκείους τόπους εἴτε δι’ ἄλλην περιπέτειαν, ἣν ἡ μὲν πάντα τὰ παράδοξα γεννῶσα φύσις κατασκευάζει, τὸ δὲ τῶν ἀνθρώπων γένος ἀδυνατεῖ τῷ νῷ συνιδεῖν. οὐ μὴν ἀλλὰ τοῦ πλήθους οὐ κατισχύοντες δι’ ἑαυτῶν περιγενέσθαι τοὺς κύνας ἐπαφιᾶσι, καὶ μετὰ τούτων ποιούμενοι τὴν θήραν πολλὰ πάνυ τῶν ζῴων χειροῦνται· τῶν δὲ ληφθέντων ἃ μὲν πρόσφατα κατεσθίουσιν, ἃ δὲ εἰς ἅλας συντιθέντες ἀποθησαυρίζουσι. πολλὰ δὲ καὶ τῶν ἄλλων ζῴων διὰ τῆς τῶν κυνῶν ἀλκῆς θηρεύοντες ἀπὸ κρεοφαγίας τὸν βίον ἔχουσι.

Τὰ μὲν οὖν τελευταῖα γένη τῶν πρὸς μεσημβρίαν οἰκούντων ἐν μορφαῖς ἀνθρώπων τὸν βίον ἔχει θηριώδη· λείπεται δὲ διελθεῖν ὑπὲρ δύο ἐθνῶν, τῶν τε Αἰθιόπων καὶ τῶν Τρωγλοδυτῶν. ἀλλὰ περὶ μὲν Αἰθιόπων ἀναγεγράφαμεν ἐν ἄλλοις, περὶ δὲ τῶν Τρωγλοδυτῶν νῦν ἐροῦμεν.

32  Οἱ τοίνυν Τρωγλοδύται προσαγορεύονται μὲν ὑπὸ τῶν Ἑλλήνων Νομάδες, βίον δ’ ἔχοντες ἀπὸ θρεμμάτων νομαδικὸν κατὰ συστήματα τυραννοῦνται, καὶ μετὰ τῶν τέκνων τὰς γυναῖκας ἔχουσι κοινὰς πλὴν μιᾶς τῆς τοῦ τυράννου· τὸν δὲ ταύτῃ πλησιάσαντα πρόστιμον ὁ δυνάστης πράττεται τεταγμένον ἀριθμὸν προβάτων. κατὰ δὲ τὸν τῶν ἐτησίων καιρὸν γινομένων παρ’ αὐτοῖς ὄμβρων μεγάλων, ἀφ’ αἵματος καὶ γάλακτος διατρέφονται, μίσγοντες ταῦτα καὶ βραχὺν χρόνον ἑψήσαντες. μετὰ δὲ ταῦτα διὰ τὴν τῶν καυμάτων ὑπερβολὴν τῆς νομῆς ξηραινομένης καταφεύγουσιν εἰς τοὺς ἑλώδεις τόπους, καὶ περὶ τῆς τῆς χώρας νομῆς πρὸς ἀλλήλους διαμάχονται. τῶν δὲ βοσκημάτων τὰ πρεσβύτερα καὶ νοσεῖν ἀρχόμενα καταναλίσκοντες ἀπὸ τούτων τὸν ἅπαντα χρόνον διατρέφονται. διόπερ τὴν τῶν γονέων προσηγορίαν ἀνθρώπων μὲν οὐδενὶ προσάπτουσι, ταύρῳ δὲ καὶ βοῒ καὶ πάλιν κριῷ καὶ προβάτῳ· τούτων δὲ τοὺς μὲν πατέρας, τὰς δὲ μητέρας καλοῦσι διὰ τὸ πορίζεσθαι τὰς ἐφημέρους τροφὰς ἀεὶ παρὰ τούτων, ἀλλὰ μὴ παρὰ τῶν γεγεννηκότων. ποτῷ δ’ οἱ μὲν ἰδιῶται συγχρῶνται παλιούρων βρέγματι, τοῖς δὲ δυνάσταις ἀπό τινος ἄνθους κατασκευάζεται πόμα παραπλήσιον τῷ χειρίστῳ παρ’ ἡμῖν γλεύκει. ταῖς δὲ ἀγέλαις τῶν θρεμμάτων ἐπακολουθοῦντες ἄλλην ἐξ ἄλλης χώραν ἐπιπορεύονται, φεύγοντες τὸ τοῖς αὐτοῖς τόποις ἐνδιατρίβειν. καὶ γυμνοὶ μέν εἰσι πάντες τὰ σώματα πλὴν τῶν ἰσχίων, ἃ δέρμασι σκεπάζουσι· τὰ δ’ αἰδοῖα πάντες οἱ Τρωγλοδύται παραπλησίως τοῖς Αἰγυπτίοις περιτέμνονται πλὴν τῶν ἀπὸ τοῦ συμπτώματος ὀνομαζομένων κολοβῶν· οὗτοι γὰρ μόνοι τὴν ἐντὸς τῶν στενῶν νεμόμενοι χώραν ἐκ νηπίου ξυροῖς ἀποτέμνονται πᾶν τὸ τοῖς ἄλλοις μέρος περιτομῆς τυγχάνον. 33  ὁπλισμὸν δ’ ἔχουσι τῶν Τρωγλοδυτῶν οἱ μὲν ὀνομαζόμενοι Μεγάβαροι κυκλοτερεῖς ὠμοβοΐνας ἀσπίδας καὶ ῥόπαλον τύλους ἔχον περισιδήρους, οἱ δὲ ἄλλοι τόξα καὶ λόγχας. ταφαὶ δὲ παντελῶς ἐξηλλαγμέναι ἐπιχωριάζουσι· τοῖς γὰρ τῶν παλιούρων λύγοις δήσαντες τῶν τετελευτηκότων τὰ σώματα προσάπτουσι τὸν αὐχένα τοῖς σκέλεσι, θέντες δὲ τὸν νεκρὸν ἐπί τινος ἀναστήματος βάλλουσι λίθοις χειροπληθέσι γελῶντες, μέχρι ἂν ὅτου τοῖς λίθοις περιχώσαντες ἀποκρύψωσι τὰ σώματα· τὸ δὲ τελευταῖον αἰγὸς κέρας ἐπιθέντες ἀπολύονται, συμπάθειαν οὐδεμίαν λαμβάνοντες. πολεμοῦσι δὲ πρὸς ἀλλήλους οὐχ ὁμοίως τοῖς Ἕλλησιν ὑπὲρ γῆς ἤ τινων ἄλλων ἐγκλημάτων, ἀλλ’ ὑπὲρ τῆς ἐπιγινομένης ἀεὶ νομῆς. ἐν δὲ ταῖς φιλονεικίαις τὸ μὲν πρῶτον ἀλλήλους τοῖς λίθοις βάλλουσι, μέχρι ἄν τινες τρωθῶσι, καὶ τὸ λοιπὸν ἐπὶ τὸν τῶν τόξων ἀγῶνα καταντῶσι. πολλοὶ δὲ ἐν ἀκαρεῖ χρόνῳ τελευτῶσιν, ὡς ἂν εὐστόχως μὲν βαλλόντων διὰ τὴν ἐν τούτοις ἄθλησιν, τὸν δὲ σκοπὸν ἐχόντεν γυμνὸν τῶν σκεπαστηρίων ὅπλων. διαλύουσι δὲ τὴν μάχην τῶν γυναικῶν αἱ πρεσβύτεραι, προαλλόμεναι μὲν εἰς τὸ μέσον, ἐντροπῆς δὲ τυγχάνουσαι· νόμιμον γάρ ἐστιν αὐτοῖς ταύτας κατὰ μηδένα τῶν τρόπων τύπτειν, ὅθεν ἅμα τῷ φανῆναι παύονται τοῦ τοξεύειν. οἱ δὲ διὰ τὸ γῆρας οὐ δυνάμενοι ταῖς ποίμναις ἀκολουθεῖν βοὸς οὐρᾷ τὸν αὐχένα περισφίγξαντες ἑαυτῶν ἀπολύονται τοῦ ζῆν προθύμως· τοῦ δὲ τὸν θάνατον ἀναβαλλομένου τὴν ἐξουσίαν ὁ βουλόμενος ἔχει τὸν δεσμὸν ὡς ἐπ’ εὐνοίᾳ περιθεῖναι καὶ μετὰ νουθετήσεως στερῆσαι τοῦ ζῆν. ὁμοίως δὲ νόμινον αὐτοῖς ἐστι τοὺς πηρωθέντας ἢ νόσοις δυσιάτοις συνεχομένους ἐξάγειν ἐκ τοῦ ζῆν· μέγιστον γὰρ τῶν κακῶν ἡγοῦνται τὸ φιλοψυχεῖν τὸν μηδὲν ἄξιον τοῦ ζῆν πράττειν δυνάμενον. διὸ καὶ πάντας [μὲν] ἰδεῖν ἔστι τοὺς Τρωγλοδύτας ἀρτίους μὲν τοῖς σώμασιν, ἰσχύοντας δ’ ἔτι ταῖς ἡλικίαις, ὡς ἂν μηδενὸς ὑπερβάλλοντος τὰ ἑξήκοντα ἔτη.

Καὶ περὶ μὲν τῶν Τρωγλοδυτῶν ἱκανῶς εἰρήκαμεν· εἰ δέ τις τῶν ἀναγινωσκόντεν διὰ τὸν ξενισμὸν καὶ τὸ παράδοξον τῶν ἀναγεγραμμένων βίων ἀπιστήσει ταῖς ἱστορίαις, θεὶς πρὸ τῆς διανοίας παρ’ ἄλληλα τόν τε περὶ τὴν Σκυθίαν ἀέρα καὶ τὸν περὶ τὴν Τρωγλοδυτικήν, καὶ τὰς ἑκατέρων διαφορὰς ἰδών, οὐκ ἀπιστήσει τοῖς ἱστορημένοις. 34  τοσαύτη γὰρ παραλλαγὴ τῶν παρ’ ἡμῖν ἀέρων πρὸς τοὺς ἱστορημένους ὥστε τὴν κατὰ μέρος διαφορὰν ἄπιστον εἶναι. ὅπου μὲν γὰρ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους πήγνυνται μὲν οἱ μέγιστοι ποταμοί, στέγοντος τοῦ κρυστάλλου διαβάσεις στρατοπέδων καὶ ἁμαξῶν καταγόμων ἐφόδους, πήγνυται δὲ ὁ οἶνος καὶ τὰ λοιπὰ τῶν χυμῶν ὥστε μαχαίραις ἀποτέμνεσθαι, καὶ τὰ τούτων θαυμασιώτερα, τὰ μὲν ἀκρωτήρια τῶν ἀνθρώπων τῆς ἐσθῆτος παρατριβούσης περιρρεῖ, τὰ δὲ ὄμματα ἀμαυροῦται, τὸ δὲ πῦρ ἀλεωρὰν οὐ ποιεῖ, καὶ χαλκοῖ μὲν ἀνδριάντες ῥήγνυνται, κατὰ δέ τινας καιροὺς διὰ τὴν πυκνότητα τῶν νεφῶν οὔτε ἀστραπὴν οὔτε βροντὴν γίνεσθαι περὶ τοὺς τόπους φασί· πολλὰ δὲ καὶ ἄλλα τούτων παραδοξότερα συντελεῖται, τοῖς μὲν ἀγνοοῦσιν ἄπιστα, τοῖς δὲ πεῖραν εἰληφόσιν ἀνυπομόνητα. περὶ δὲ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ Τρωγλοδυτικῆς διὰ τὴν ὑπερβολὴν τῆς ἀφ’ ἡλίου θερμασίας κατὰ τὸν τῆς μεσημβρίας καιρὸν οὐδὲ συνορᾶν ἀλλήλους οἱ παρεστῶτες δύνανται διὰ τὴν παχύτητα τῆς περὶ τὸν ἀέρα πυκνώσεως, χωρὶς δὲ ὑποδέσεως πάντες ἀδυνατοῦσι βαδίζειν, ὡς ἂν τοῖς ἀνυποδήτοις παραχρῆμα φλυκτίδων γινομένων. κατὰ δὲ τὸ ποτόν, ἐὰν μὴ τὴν ἔνδειαν ἑτοίμως ἀφαιρῆται, ταχέως τελευτῶσιν, ὡς ἂν τῆς θερμασίας τὴν τῶν ὑγρῶν ἐν τῷ σώματι φύσιν ὀξέως ἀναλισκούσης. πρὸς δὲ τούτοις, ὅταν τις εἰς χαλκοῦν ἀγγεῖον ἐμβαλὼν τῶν ἐδωδίμων ὁδηποτοῦν μεθ’ ὕδατος εἰς τὸν ἥλιον θῇ, ταχέως ἕψεται χωρὶς πυρὸς καὶ ξύλων. ἀλλ’ ὅμως οἱ κατοικοῦντες ἀμφοτέρας τὰς εἰρημένας χώρας οὐχ οἷον φεύγειν βούλονται τὴν ὑπερβολὴν τῶν συμβαινόντων αὐτοῖς κακῶν, ἀλλὰ καὶ τοὐναντίον ἑκουσίως προΐενται τὸ ζῆν ἕνεκα τοῦ μὴ βιασθῆναι διαίτης ἑτέρας καὶ βίου πειραθῆναι. οὕτως αὐτοφυὲς ἔχει τι φίλτρον πᾶσα συνήθης χώρα, καὶ περιγίνεται τῆς ἐκ τῶν ἀέρων κακοπαθείας ὁ χρόνος ὁ τὴν ἐκ νηπίου παραλαβὼν ἡλικίαν. τὰς δὲ τηλικαύτας ἐπ’ ἀμφότερα διαφορὰς οὐ πολὺ διορίζει τόπου διάστημα. ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης, ᾗ προσοικοῦσί τινες τῶν Σκυθῶν ἐν πάγει καὶ ψύχεσιν ὑπερβάλλουσι καθιδρυμένοι, πολλοὶ τῶν πλοϊζομένων οὐριοδρομούσαις ναυσὶ φορτίσιν εἰς μὲν Ῥόδον δεκαταῖοι καταπεπλεύκασιν, ἐξ ἧς εἰς Ἀλεξάνδρειαν τεταρταῖοι καταντῶσιν, ἐκ δὲ ταύτης κατὰ τὸν Νεῖλον πλέοντες πολλοὶ δεκαταῖοι κατηντήκασιν εἰς Αἰθιοπίαν, ὥστε ἀπὸ τῶν κατεψυγμένων μερῶν τῆς οἰκουμένης ἐπὶ τὰ θερμότατα μέρη μὴ πλέον εἴκοσι καὶ τεττάρων ἡμερῶν εἶναι τὸν πλοῦν τοῖς κατὰ τὸ συνεχὲς κομιζομένοις. διόπερ τῆς διαφορᾶς τῆς τῶν ἀέρων ἐν ὀλίγῳ διαστήματι μεγάλης οὔσης οὐδὲν παράδοξον καὶ τὴν δίαιταν καὶ τοὺς βίους, ἔτι δὲ τὰ σώματα πολὺ διαλλάττειν τῶν παρ’ ἡμῖν.

35  Ἐπεὶ δὲ τῶν ἐθνῶν καὶ βίων τὰ κεφάλαια τῶν δοκούντων εἶναι παραδόξων διεληλύθαμεν, περὶ τῶν [ὄντων] θηρίων τῶν κατὰ τὰς ὑποκειμένας χώρας ἐν μέρει διέξιμεν. ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀλκῇ δὲ καὶ βίᾳ παραπλήσιον ὂν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον, τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ. ἐπὶ δ’ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμόν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές. τοῦτο περὶ τῆς νομῆς ἀεὶ διαφερόμενον ἐλέφαντι τὸ μὲν κέρας πρός τινα τῶν πετρῶν θήγει, συμπεσὸν δ’ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα. τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει. ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων. αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικὴν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι, τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλέον καὶ διδασκαλίαν μεθοδικὴν ἐπιδέχονται. οἱ δ’ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται. ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει. ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν πάντα τὸν χρόνον. ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι. πάντων δὲ τῶν εἰρημένων ζῴων ὁ σαρκοφάγος ταῦρος ἀγριώτατός ἐστι καὶ παντελῶς δυσκαταμάχητος. τῷ μὲν γὰρ ὄγκῳ τοῦτο μεῖζόν ἐστι τῶν ἡμέρων ταύρων, ὀξύτητι δὲ ποδῶν οὐ λειπόμενον ἵππου, τῷ στόματι δὲ διεστηκὸς ἄχρι τῶν ὤτων. τὸ δὲ χρῶμα πυρρὸν ἔχει καθ’ ὑπερβολήν, καὶ τὰ μὲν ὄμματα γλαυκότερα λέοντος καὶ τὰς νύκτας ἀστράπτοντα, τὰ δὲ κέρατα φύσεως ἰδιοτρόπου κοινωνοῦντα· τὸν μὲν γὰρ ἄλλον χρόνον αὐτὰ κινεῖ παραπλησίως τοῖς ὠσί, κατὰ δὲ τὰς μάχας ἵστησιν ἀραρότως. τὴν δὲ τῆς τριχὸς ἐπαγωγὴν ἔχει τοῖς ἄλλοις ζῴοις ἐναντίαν. ἔστι δὲ τὸ θηρίον ἀλκῇ τε καὶ δυνάμει διάφορον, ὡς ἂν ἐπιτιθέμενον τοῖς ἀλκιμωτάτοις τῶν ζῴων καὶ τὴν τροφὴν ἔχον ἐκ τῆς τῶν χειρωθέντων σαρκοφαγίας. διαφθείρει δὲ καὶ τὰς ποίμνας τῶν ἐγχωρίων, καὶ καταπληκτικῶς ἀγωνίζεται πρὸς ὅλα συστήματα τῶν ποιμένων καὶ κυνῶν ἀγέλας. λέγεται δὲ καὶ τὸ δέρμα ἄτρωτον ἔχειν· πολλῶν γοῦν ἐπιβεβλημένων λαβεῖν ὑποχείριον μηδένα κατισχυκέναι. τὸ δ’ εἰς ὄρυγμα πεσὸν ἢ δι’ ἄλλης ἀπάτης χειρωθὲν ὑπὸ τοῦ θυμοῦ γίνεται περιπνιγές, καὶ τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν. διόπερ εἰκότως οἱ Τρωγλοδύται τοῦτο τὸ θηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον. ὁ δὲ λεγόμενος παρ’ Αἰθίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δ’ ἀγριότητα φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει· πᾶν γὰρ ὀστῶν μέγεθος συντρίβει ῥᾳδίως. καὶ τὸ καταποθὲν διὰ τῆς κοιλίας πέττει παραδόξως· τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσθαι τὴν τῶν ἀνθρώπων διάλεκτον ἡμᾶς μὲν οὐ πείθουσιν.

36  Ὄφεων δὲ γένη παντοδαπὰ καὶ τοῖς μεγέθεσιν ἄπιστα θεωρεῖσθαί φασιν οἱ τὴν πλησίον τῆς ἐρήμου καὶ θηριώδους κατοικοῦντες. ἑκατὸν γὰρ πηχῶν τὸ μῆκος ἑορακέναι τινὲς ἀποφαινόμενοι δικαίως ἂν οὐχ ὑφ’ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων ψευδολογεῖν ὑποληφθείησαν· προστιθέασι γὰρ τῷ διαπιστουμένῳ πολλῷ παραδοξότερα, λέγοντες ὅτι τῆς χώρας οὔσης πεδιάδος, ὅταν τὰ μέγιστα τῶν θηρίων περισπειραθῇ, ποιεῖ ταῖς ἐγκυκλωθείσαις ἐπ’ ἀλλήλαις σπείραις ἀναστήματα πόρρωθεν φαινόμενα λόφῳ παραπλήσια. τῷ μὲν οὖν μεγέθει τῶν ῥηθέντων θηρίων οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο· περὶ δὲ τῶν μεγίστων θηρίων τῶν εἰς ὄψιν ἐληλυθότων καὶ κομισθέντων ἔν τισιν ἀγγείοις εὐθέτοις εἰς τὴν Ἀλεξάνδρειαν ποιησόμεθα τὴν ἀναγραφήν, προστιθέντες καὶ τῆς θήρας τὴν κατὰ μέρος οἰκονομίαν. ὁ γὰρ δεύτερος Πτολεμαῖος, περί τε τὴν τῶν ἐλεφάντων κυνηγίαν φιλοτιμηθεὶς καὶ τοῖς τὰς παραδόξους θήρας τῶν ἀλκιμωτάτων ζῴων ποιουμένοις μεγάλας ἀπονέμων δωρεάς, πολλὰ δὲ χρήματα δαπανήσας εἰς ταύτην τὴν ἐπιθυμίαν, ἐλέφαντάς τε συχνοὺς πολεμιστὰς περιεποιήσατο καὶ τῶν ἄλλων ζῴων ἀθεωρήτους καὶ παραδόξους φύσεις ἐποίησεν εἰς γνῶσιν ἐλθεῖν τοῖς Ἕλλησι. διὸ καί τινες τῶν κυνηγῶν, ὁρῶντες τὴν τοῦ βασιλέως μεγαλοψυχίαν ἐν ταῖς δωρεαῖς, συστραφέντες εἰς ἱκανὸν πλῆθος ἔκριναν παραβαλέσθαι ταῖς ψυχαῖς, καὶ τῶν μεγάλων ὄφεων ἕνα θηρεύσαντες ἀνακομίσαι ζῶντα εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὸν Πτολεμαῖον. μεγάλης δ’ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως. σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτώντων ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασθαι τὸ παραπεσὸν ἐκφυγεῖν—, προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωθροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπ’ αὐτὸ τεθαρρηκότες, ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν, ὡς δ’ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, θεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεθός τε τῶν ὀδόντων ὑπερφυὲς καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον. διόπερ τῷ φόβῳ τὰ χρώματα τῶν προσώπων ἀποβεβληκότες δειλῶς ἐπέβαλον τοὺς βρόχους ἀπὸ τῆς οὐρᾶς· τὸ δὲ θηρίον ἅμα τῷ προσάψασθαι τοῦ σώματος τὸν κάλων ἐπεστράφη μετὰ πολλοῦ φυσήματος καταπληκτικῶς, καὶ τὸν μὲν πρῶτον ἁρπάζει τῷ στόματι μετεωρισθὲν ὑπὲρ τῆς κεφαλῆς, καὶ τὰς σάρκας ἔτι ζῶντος κατεσιτεῖτο, τὸν δὲ δεύτερον φεύγοντα τῇ σπείρᾳ πόρρωθεν ἐπεσπάσατο, καὶ περιειληθὲν ἔσφιγγε τὴν κοιλίαν τῷ δεσμῷ· οἱ δὲ λοιποὶ πάντες ἐκπλαγέντες διὰ τῆς φυγῆς τὴν σωτηρίαν ἐπορίσαντο. 37  οὐ μὴν ἀπέγνωσαν τὴν θήραν, ὑπερβαλλούσης τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς τοὺς ἀπὸ τῆς πείρας ἐγνωσμένους κινδύνους, φιλοτεχνίᾳ δὲ καὶ δόλῳ τὸ τῇ βίᾳ δυσκαταγώνιστον ἐχειρώσαντο, τοιάνδε τινὰ μηχανὴν πορισάμενοι. κατεσκεύασαν ἀπὸ σχοίνου πυκνῆς περιφερὲς πλόκανον, τῷ μὲν τύπῳ τοῖς κύρτοις ἐμφερές, τῷ δὲ μεγέθει καὶ τῇ διαλήψει τῆς χώρας δυνάμενον δέξασθαι τὸν ὄγκον τοῦ θηρίου. κατοπτεύσαντες οὖν τὸν φωλεὸν αὐτοῦ καὶ τὴν ὥραν τῆς τε ἐπὶ τὴν νομὴν ἐξόδου καὶ πάλιν τῆς ἐπανόδου, ὡς τάχισθ’ ὥρμησεν ἐπὶ τὴν ἄγραν τὴν συνήθη τῶν ἑτερογενῶν ζῴων, τὸ μὲν προϋπάρχον τοῦ φωλεοῦ στόμα λίθοις εὐμεγέθεσι καὶ γῇ συνῳκοδόμησαν, τὸν δὲ πλησίον τῆς λόχμης τόπον ὑπόνομον ποιήσαντες καὶ τὸ πλόκανον εἰς αὐτὸν ἐνθέντες ἐναντίον ἐποίησαν τὸ στόμιον, ὥστε ἐξ ἑτοίμου τῷ θηρίῳ τὴν εἴσοδον ὑπάρχειν. κατὰ δὲ τὴν ἐπάνοδον τοῦ ζῴου παρεσκευασμένοι τοξότας καὶ σφενδονήτας, ἔτι δὲ ἱππεῖς πολλούς, πρὸς δὲ τούτοις σαλπικτὰς καὶ τὴν ἄλλην ἅπασαν χορηγίαν, ἅμα [δὲ] τῷ προσπελάζειν τὸ μὲν θηρίον μετεωρότερον τῶν ἱππέων ἐξῆρε τὸν αὐχένα, οἱ δ’ ἐπὶ τὴν θήραν ἠθροισμένοι προσεγγίσαι μὲν οὐκ ἐτόλμων, νενουθετημένοι ταῖς προγεγενημέναις συμφοραῖς, πόρρωθεν δὲ πολλαῖς χερσὶν ἐφ’ ἕνα καὶ μέγαν σκοπὸν βάλλοντες ἐτύγχανον, καὶ τῇ τε τῶν ἱππέων ἐπιφανείᾳ καὶ πλήθει κυνῶν ἀλκίμων, ἔτι δὲ τῷ διὰ τῶν σαλπίγγων ἤχῳ, κατέπληττον τὸ ζῷον. διόπερ ὑποχωροῦντος αὐτοῦ πρὸς τὴν οἰκείαν λόχμην τοσοῦτον ἐπεδίωκον ὥστε μὴ παροξύνειν ἐπὶ πλέον. ὡς δὲ τῆς ἐνῳκοδομημένης φάραγγος ἤγγισεν, ἀθρόως ψόφον μὲν πολὺν διὰ τῶν ὅπλων ἐποίησαν, ταραχὴν δὲ καὶ φόβον διὰ τῆς τῶν ὄχλων ἐπιφανείας καὶ σαλπίγγων. τὸ δὲ θηρίον τὴν μὲν εἴσοδον οὐχ ηὕρισκε, τὴν δὲ τῶν κυνηγῶν ὁρμὴν καταπληττόμενον κατέφυγεν εἰς τὸ πλησίον κατεσκευασμένον στόμιον. πιμπλαμένου δὲ τοῦ πλοκάνου τῇ διαλύσει τῆς σπείρας, ἔφθασαν τῶν κυνηγῶν τινες προσιπτάμενοι, καὶ πρὸ τοῦ στραφῆναι τὸν ὄφιν ἐπὶ τὴν ἔξοδον κατελάβοντο δεσμοῖς τὸ στόμιον πρόμηκες ὂν καὶ πεφιλοτεχνημένον πρὸς ταύτην τὴν ὀξύτητα· ἐξελκύσαντες δὲ τὸ πλόκανον καὶ φάλαγγας ὑποθέντες μετέωρον ἐξῆραν. τὸ δὲ θηρίον ἀπειλημμένον ἐν ἀπεστενωμένῳ τόπῳ παρὰ φύσιν συριγμὸν ἐξαίσιον ἠφίει καὶ τοῖς ὀδοῦσι τὴν περιέχουσαν σχοῖνον κατέσπα, πάντῃ δὲ διασειόμενον προσδοκίαν ἐποίησε τοῖς φέρουσιν ὡς ἐκπηδῆσον ἐκ τοῦ περιέχοντος αὐτὸ φιλοτεχνήματος. διὸ καὶ καταπλαγέντες ἔθεσαν ἐπὶ τὴν γῆν τὸν ὄφιν, καὶ τοὺς περὶ τὴν οὐρὰν τόπους κατακεντοῦντες ἀντιπεριέσπων τοῦ θηρίου τὸν ἀπὸ τῶν ὀδόντων σπαραγμὸν ἐπὶ τὴν αἴσθησιν τῶν ἀλγούντων μερῶν. ἀπενέγκαντες δ’ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον θέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον. τῇ δ’ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ θηρίου τιθασὸν ἐκ τοῦ κατ’ ὀλίγον ἐποίησαν, ὥστε θαυμαστὴν αὐτοῦ γενέσθαι τὴν ἐξημέρωσιν. ὁ δὲ Πτολεμαῖος τοῖς μὲν κυνηγοῖς τὰς ἀξίας ἀπένειμε δωρεάς, τὸν δ’ ὄφιν ἔτρεφε τετιθασευμένον καὶ τοῖς εἰς τὴν βασιλείαν παραβάλλουσι ξένοις μέγιστον παρεχόμενον καὶ παραδοξότατον θέαμα. διόπερ τηλικούτου μεγέθους ὄφεως εἰς ὄψιν κοινὴν κατηντηκότος οὐκ ἄξιον ἀπιστεῖν τοῖς Αἰθίοψιν οὐδὲ μῦθον ὑπολαμβάνειν τὸ θρυλούμενον ὑπ’ αὐτῶν. ἀποφαίνονται γὰρ ὁρᾶσθαι κατὰ τὴν χώραν αὐτῶν ὄφεις τηλικούτους τὸ μέγεθος ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους καὶ τῶν ἄλλων ζῴων τὰ τηλικαῦτα τοῖς ὄγκοις ἀναλίσκειν, ἀλλὰ καὶ τοῖς ἐλέφασιν εἰς ἀλκὴν συνίστασθαι, καὶ διὰ μὲν τῆς σπείρας ἐμπλεκομένους τοῖς σκέλεσιν ἐμποδίζειν τὴν κατὰ φύσιν κίνησιν, τὸν δ’ αὐχένα μετεωρίσαντας ὑπὲρ τὴν προβοσκίδα τὴν κεφαλὴν ἐναντίαν ποιεῖν τοῖς τῶν ἐλεφάντων ὄμμασι, διὰ δὲ τοῦ πυρωποῦ τῶν ὀφθαλμῶν ἀστραπῇ παραπλησίας τὰς λαμπηδόνας προβάλλοντας ἀποτυφλοῦν τὴν ὅρασιν, καὶ σφήλαντας ἐπὶ τὴν γῆν σαρκοφαγεῖν τὰ χειρωθέντα τῶν ζῴων.

38  Διευκρινηκότες δ’ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν καὶ Τρωγλοδυτικὴν καὶ τὴν ταύταις συνάπτουσαν μέχρι τῆς διὰ καῦμα ἀοικήτου, πρὸς δὲ ταύταις περὶ τῆς παραλίας τῆς παρὰ τὴν Ἐρυθρὰν θάλατταν καὶ τὸ Ἀτλαντικὸν πέλαγος τὸ πρὸς μεσημβρίαν κεκλιμένον, περὶ τοῦ καταλελειμμένου μέρους, λέγω δὲ τοῦ Ἀραβίου κόλπου, ποιησόμεθα τὴν ἀναγραφήν, τὰ μὲν ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλικῶν ὑπομνημάτων ἐξειληφότες, τὰ δὲ παρὰ τῶν αὐτοπτῶν πεπυσμένοι. τοῦτο γὰρ τὸ μέρος τῆς οἰκουμένης καὶ τὸ περὶ τὰς Βρεττανικὰς νήσους καὶ τὴν ἄρκτον ἥκιστα πέπτωκεν ὑπὸ τὴν κοινὴν ἀνθρώπων ἐπίγνωσιν. ἀλλὰ περὶ μὲν τῶν πρὸς ἄρκτον κεκλιμένων μερῶν τῆς οἰκουμένης τῶν συναπτόντων τῇ διὰ ψῦχος ἀοικήτῳ διέξιμεν, ὅταν τὰς Γαΐου Καίσαρος πράξεις ἀναγράφωμεν· οὗτος γὰρ τὴν Ῥωμαίων ἡγεμονίαν εἰς ἐκεῖνα τὰ μέρη πορρωτάτω προβιβάσας πάντα τὸν πρότερον ἀγνοούμενον τόπον ἐποίησε πεσεῖν εἰς σύνταξιν ἱστορίας· ὁ δὲ προσαγορευόμενος Ἀράβιος κόλπος ἀνεστόμωται μὲν εἰς τὸν κατὰ μεσημβρίαν κείμενον ὠκεανόν, τῷ μήκει δ’ ἐπὶ πολλοὺς πάνυ παρήκων σταδίους τὸν μυχὸν ἔχει περιοριζόμενον ταῖς ἐσχατιαῖς τῆς Ἀραβίας καὶ Τρωγλοδυτικῆς. εὖρος δὲ κατὰ μὲν τὸ στόμα καὶ τὸν μυχὸν ὑπάρχει περὶ ἑκκαίδεκα σταδίους, ἀπὸ δὲ Πανόρμου λιμένος πρὸς τὴν ἀντιπέρας ἤπειρον μακρᾶς νεὼς διωγμὸν ἡμερήσιον. τὸ δὲ μέγιστόν ἐστι διάστημα κατὰ τὸ Τύρκαιον ὄρος καὶ Μακαρίαν νῆσον πελαγίαν, ὡς ἂν τῶν ἠπείρων οὐχ ὁρωμένων ἀπ’ ἀλλήλων. ἀπὸ δὲ τούτου τὸ πλάτος ἀεὶ μᾶλλον συγκλείεται καὶ τὴν συναγωγὴν ἔχει μέχρι τοῦ στόματος. ὁ δὲ παράπλους αὐτοῦ κατὰ πολλοὺς τόπους ἔχει νήσους μακράς, στενοὺς μὲν διαδρόμους ἐχούσας, ῥοῦν δὲ πολὺν καὶ σφοδρόν. ἡ μὲν οὖν κεφαλαιώδης τοῦ κόλπου τούτου θέσις ὑπάρχει τοιαύτη. ἡμεῖς δ’ ἀπὸ τῶν ἐσχάτων [τούτου] τοῦ μυχοῦ τόπων ἀρξάμενοι τὸν ἐφ’ ἑκάτερα τὰ μέρη παράπλουν τῶν ἠπείρων καὶ τὰς ἀξιολογωτάτας κατ’ αὐτὰς ἰδιότητας διέξιμεν· πρῶτον δὲ ληψόμεθα τὸ δεξιὸν μέρος, οὗ τὴν παραλίαν τῶν Τρωγλοδυτῶν ἔθνη νέμεται μέχρι τῆς ἐρήμου.

39  Ἀπὸ πόλεως τοίνυν Ἀρσινόης κομιζομένοις παρὰ τὴν δεξιὰν ἤπειρον ἐκπίπτει κατὰ πολλοὺς τόπους ἐκ πέτρας εἰς θάλατταν ὕδατα πολλά, πικρᾶς ἁλμυρίδος ἔχοντα γεῦσιν. παραδραμόντι δὲ τὰς πηγὰς ταύτας ὑπέρκειται μεγάλου πεδίου μιλτώδη χρόαν ἔχον ὄρος καὶ τὴν ὅρασιν τῶν ἐπὶ πλέον ἀτενιζόντων εἰς αὐτὸ λυμαινόμενον. ὑπὸ δὲ τὰς ἐσχατιὰς τῆς ὑπωρείας κεῖται λιμὴν σκολιὸν ἔχων τὸν εἴσπλουν, ἐπώνυμος Ἀφροδίτης. ὑπέρκεινται δὲ τούτου νῆσοι τρεῖς, ὧν δύο μὲν πλήρεις εἰσὶν ἐλαιῶν καὶ σύσκιοι, μία δὲ λειπομένη τῷ πλήθει τῶν προειρημένων δένδρων, πλῆθος δ’ ἔχουσα τῶν ὀνομαζομένων μελεαγρίδων. μετὰ δὲ ταῦτα κόλπος ἐστὶν εὐμεγέθης ὁ καλούμενος Ἀκάθαρτος, καὶ πρὸς αὐτῷ βαθεῖα καθ’ ὑπερβολὴν χερρόνησος, ἧς κατὰ τὸν αὐχένα στενὸν ὄντα διακομίζουσι τὰ σκάφη πρὸς τὴν ἀντιπέρας θάλατταν. παρακομισθέντι δὲ τοὺς τόπους τούτους κεῖται νῆσος πελαγία μὲν τῷ διαστήματι, τὸ δὲ μῆκος εἰς ὀγδοήκοντα σταδίους παρεκτείνουσα, καλουμένη δὲ Ὀφιώδης, ἣ τὸ μὲν παλαιὸν ὑπῆρχε πλήρης παντοδαπῶν καὶ φοβερῶν ἑρπετῶν, ἀφ’ ὧν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας, ἐν δὲ τοῖς μεταγενεστέροις χρόνοις ὑπὸ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βασιλέων οὕτως ἐξημερώθη φιλοτίμως ὥστε μηδὲν ἔτι κατ’ αὐτὴν ὁρᾶσθαι τῶν προϋπαρξάντων ζῴων. οὐ παραλειπτέον δ’ ἡμῖν οὐδὲ τὴν αἰτίαν τῆς περὶ τὴν ἡμέρωσιν φιλοτιμίας. εὑρίσκεται γὰρ ἐν τῇ νήσῳ ταύτῃ τὸ καλούμενον τοπάζιον, ὅπερ ἐστὶ λίθος διαφαινόμενος ἐπιτερπής, ὑάλῳ παρεμφερὴς καὶ θαυμαστὴν ἔγχρυσον πρόσοψιν παρεχόμενος. διόπερ ἀνεπίβατος τοῖς ἄλλοις τηρεῖται, θανατουμένου παντὸς τοῦ προσπλεύσαντος ὑπὸ τῶν καθεσταμένων ἐπ’ αὐτῆς φυλάκων. οὗτοι δὲ τὸν ἀριθμὸν ὄντες ὀλίγοι βίον ἔχουσιν ἀτυχῆ. ἵνα μὲν γὰρ μηδεὶς λίθος διακλαπῇ, πλοῖον οὐκ ἀπολείπεται τὸ παράπαν ἐν τῇ νήσῳ· οἱ δὲ παραπλέοντες αὐτὴν διὰ τὸν ἀπὸ τοῦ βασιλέως φόβον πόρρωθεν παραθέουσι· τροφαὶ δὲ αἱ μὲν παρακομιζόμεναι ταχέως ἐκλείπουσιν, ἕτεραι δ’ ἐγχώριοι τὸ σύνολον οὐχ ὑπάρχουσι. διόπερ ὅταν τῶν σιτίων ὀλίγα καταλείπηται, κάθηνται πάντες οἱ κατὰ τὴν κώμην προσδεχόμενοι τὸν τῶν κομιζόντων τὰς τροφὰς κατάπλουν· ὧν βραδυνόντων εἰς τὰς ἐσχάτας ἐλπίδας συστέλλονται. ὁ δὲ προειρημένος λίθος φυόμενος ἐν ταῖς πέτραις τὴν μὲν ἡμέραν διὰ τὸ πνῖγος οὐχ ὁρᾶται, κρατούμενος ὑπὸ τοῦ περὶ τὸν ἥλιον φέγγους, τῆς δὲ νυκτὸς ἐπιγινομένης ἐν σκότει διαλάμπει καὶ πόρρωθεν δῆλός ἐστιν ἐν ᾧ ποτ’ ἂν ᾖ τόπῳ. οἱ δὲ νησοφύλακες κλήρῳ διῃρημένοι τοὺς τόπους ἐφεδρεύουσι, καὶ τῷ φανέντι λίθῳ περιτιθέασι σημείου χάριν ἄγγος τηλικοῦτον ἡλίκον ἂν ᾖ τὸ μέγεθος τοῦ στίλβοντος λίθου· τῆς δ’ ἡμέρας περιιόντες περιτέμνουσι τὸν σημειωθέντα τόπον τῆς πέτρας, καὶ παραδιδόασι τοῖς διὰ τῆς τέχνης δυναμένοις ἐκλεαίνειν τὸ παραδοθὲν οἰκείως.

40  Παραπλεύσαντι δὲ τούτους τοὺς τόπους πολλὰ μὲν Ἰχθυοφάγων ἔθνη κατοικεῖ τὴν παράλιον, πολλοὶ δὲ νομάδες Τρωγλοδύται. πρὸς δὲ τούτοις ὄρη παντοῖα ταῖς ἰδιότησιν ὑπάρχει μέχρι λιμένος τοῦ προσαγορευθέντος σωτηρίας, ὃς ἔτυχε τῆς ὀνομασίας ταύτης ἀπὸ τῶν πρώτων πλευσάντων Ἑλλήνων καὶ διασωθέντων. ἀπὸ δὲ τούτων τῶν μερῶν ἄρχεται συναγωγὴν λαμβάνειν ὁ κόλπος καὶ τὴν ἐπιστροφὴν ἐπὶ τὰ κατὰ τὴν Ἀραβίαν μέρη ποιεῖσθαι. καὶ τὴν φύσιν δὲ τῆς χώρας καὶ θαλάττης ἀλλοίαν εἶναι συμβέβηκε διὰ τὴν ἰδιότητα τῶν τόπων· ἥ τε γὰρ ἤπειρος ταπεινὴ καθορᾶται, μηδαμόθεν ἀναστήματος ὑπερκειμένου, ἥ τε θάλαττα τεναγώδης οὖσα τὸ βάθος οὐ πλέον εὑρίσκεται τριῶν ὀργυιῶν, καὶ τῇ χρόᾳ παντελῶς ὑπάρχει χλωρά. τοῦτο δ’ αὐτῇ φασι συμβαίνειν οὐ διὰ τὸ τὴν τῶν ὑγρῶν φύσιν εἶναι τοιαύτην, ἀλλὰ διὰ τὸ πλῆθος τοῦ διαφαινομένου καθ’ ὕδατος μνίου καὶ φύκους. ταῖς μὲν οὖν ἐπικώποις τῶν νεῶν εὔθετός ἐστιν ὁ τόπος, κλύδωνα μὲν οὐκ ἐκ πολλοῦ κυλίων διαστήματος, θήραν δ’ ἰχθύων ἄπλατον παρεχόμενος· αἱ δὲ τοὺς ἐλέφαντας διάγουσαι, διὰ τὰ βάρη βαθύπλοι καθεστῶσαι καὶ ταῖς κατασκευαῖς ἐμβριθεῖς, μεγάλους καὶ δεινοὺς ἐπιφέρουσι κινδύνους τοῖς ἐν αὐταῖς πλέουσι. διάρσει γὰρ ἱστίων θέουσαι καὶ διὰ τὴν τῶν πνευμάτων βίαν πολλάκις νυκτὸς ὠθούμεναι, ὁτὲ μὲν πέτραις προσπεσοῦσαι ναυαγοῦσι, ποτὲ δ’ εἰς τεναγώδεις ἰσθμοὺς ἐμπίπτουσιν· οἱ δὲ ναῦται παρακαταβῆναι μὲν ἀδυνατοῦσι διὰ τὸ πλέον εἶναι τὸ βάθος ἀνδρομήκους, διὰ δὲ τῶν κοντῶν τῷ σκάφει βοηθοῦντες ὅταν μηδὲν ἀνύωσιν, ἐκβάλλουσιν ἅπαντα πλὴν τῆς τροφῆς· οὐδ’ οὕτω δὲ τῆς ἀποστροφῆς τυγχάνοντες εἰς μεγάλην ἀπορίαν ἐμπίπτουσι διὰ τὸ μήτε νῆσον μήτ’ ἄκραν ἠπείρου μήτε ναῦν ἑτέραν πλησίον ὑπάρχουσαν ὁρᾶσθαι· ἄξενοι γὰρ παντελῶς οἱ τόποι καὶ σπανίους ἔχοντες τοὺς ναυσὶ διακομιζομένους. χωρὶς δὲ τούτων τῶν κακῶν ὁ κλύδων ἐν ἀκαρεῖ χρόνῳ τῷ κύτει τῆς νεὼς τοσοῦτο πλῆθος ἅμμου προσβάλλει καὶ συσσωρεύει παραδόξως ὥστε τὸν κύκλῳ τόπον περιχώννυσθαι καὶ τὸ σκάφος ὥσπερ ἐπίτηδες ἐνδεσμεύεσθαι τῇ χέρσῳ. οἱ δὲ τούτῳ τῷ συμπτώματι περιπεσόντες τὸ μὲν πρῶτον μετρίως ὀδύρονται πρὸς κωφὴν ἐρημίαν, οὐ παντελῶς [μὲν] ἀπεγνωκότες [εἰς τέλος] τὴν σωτηρίαν· πολλάκις γὰρ τοῖς τοιούτοις ἐπιφανεὶς ὁ τῆς πλημυρίδος κλύδων ἐξῆρεν εἰς ὕψος, καὶ τοὺς ἐσχάτως κινδυνεύοντας ὡσπερεὶ θεὸς ἐπιφανεὶς διεφύλαξεν· ὅταν δὲ ἀπὸ μὲν τῶν θεῶν ἡ προειρημένη μὴ παρακολουθήσῃ βοήθεια, τὰ δὲ τῆς τροφῆς λίπῃ, τοὺς μὲν ἀσθενεστέρους οἱ κατισχύοντες ἐκβάλλουσιν εἰς θάλατταν, ὅπως τοῖς ὀλίγοις τὰ λειπόμενα τῶν ἀναγκαίων πλείονας ἡμέρας ἀντέχῃ, πέρας δὲ πάσας τὰς ἐλπίδας ἐξαλείψαντες ἀπόλλυνται πολὺ χεῖρον τῶν προαποθανόντων· οἱ μὲν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸ πνεῦμα τῇ δούσῃ φύσει πάλιν ἀπέδωκαν, οἱ δ’ εἰς πολλὰς ταλαιπωρίας καταμερίσαντες τὸν θάνατον πολυχρονίους τὰς συμφορὰς ἔχοντες τῆς τοῦ βίου καταστροφῆς τυγχάνουσι. τὰ δὲ σκάφη ταῦτα τῶν ἐπιβατῶν οἰκτρῶς στερηθέντα, καθάπερ τινὰ κενοτάφια, διαμένει πολὺν χρόνον πανταχόθεν περιχωννύμενα, τοὺς δ’ ἱστοὺς καὶ τὰς κεραίας μετεώρους ἔχοντα πόρρωθεν τοὺς ὁρῶντας εἰς οἶκτον καὶ συμπάθειαν ἄγει τῶν ἀπολωλότων πρόσταγμα γάρ ἐστι βασιλέως ἐᾶν τὰ τοιαῦτα συμπτώματα τοῖς πλέουσι διασημαίνειν τοὺς τὸν ὄλεθρον περιποιοῦντας τόπους. παρὰ δὲ τοῖς πλησίον κατοικοῦσιν Ἰχθυοφάγοις παραδέδοται λόγος, ἐκ προγόνων ἔχων φυλαττομένην τὴν φήμην, ὅτι μεγάλης τινὸς γενομένης ἀμπώτεως ἐγεώθη τοῦ κόλπου πᾶς ὁ τόπος ὁ τὴν χλωρὰν ἔχων τοῦ τύπου πρόσοψιν, μεταπεσούσης τῆς θαλάττης εἰς τἀναντία μέρη, καὶ φανείσης τῆς ἐπὶ τῷ βυθῷ χέρσου πάλιν ἐπελθοῦσαν ἐξαίσιον πλήμην ἀποκαταστῆσαι τὸν πόρον εἰς τὴν προϋπάρχουσαν τάξιν.

41  Ἀπὸ δὲ τούτων τῶν τόπων τὸν μὲν ἀπὸ Πτολεμαΐδος παράπλουν ἕως τῶν Ταύρων ἀκρωτηρίων προειρήκαμεν, ὅτε Πτολεμαίου τὴν τῶν ἐλεφάντων θήραν ἀπηγγείλαμεν· ἀπὸ δὲ τῶν Ταύρων ἐπιστρέφει μὲν ἡ παράλιος πρὸς τὰς ἀνατολάς, κατὰ δὲ τὴν θερινὴν τροπὴν αἱ σκιαὶ πίπτουσι πρὸς μεσημβρίαν ἐναντίως ταῖς παρ’ ἡμῖν ἄχρι πρὸς ὥραν δευτέραν. ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα, ῥέοντας ἐκ τῶν ὀρῶν τῶν προσαγορευομένων Ψεβαίων. διείληπται δὲ καὶ πεδίοις μεγάλοις φέρουσι μαλάχης καὶ καρδάμου καὶ φοίνικος ἄπιστα μεγέθη· ἐκφέρει δὲ καὶ καρποὺς παντοίους, τὴν μὲν γεῦσιν ἔχοντας νωθράν, ἀγνοουμένους δὲ παρ’ ἡμῖν. ἡ δὲ πρὸς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐστὶν ἐλεφάντων καὶ ταύρων ἀγρίων καὶ λεόντων καὶ πολλῶν ἄλλων παντοδαπῶν θηρίων ἀλκίμων. ὁ δὲ πόρος νήσοις διείληπται καρπὸν μὲν οὐδένα φερούσαις ἥμερον, ἐκτρεφούσαις δ’ ὀρνέων ἴδια γένη καὶ ταῖς προσόψεσι θαυμαστά. ἡ δ’ ἑξῆς θάλαττα βαθεῖα παντελῶς ἐστι, καὶ κήτη φέρει παντοδαπὰ παράδοξα τοῖς μεγέθεσιν, οὐ μέντοι λυποῦντα τοὺς ἀνθρώπους, ἐὰν μή τις ἀκουσίως αὐτῶν ταῖς λοφιαῖς περιπέσῃ· οὐ δύνανται γὰρ διώκειν τοὺς πλέοντας, ὡς ἂν κατὰ τὴν ἐκ τῆς θαλάττης ἄρσιν ἀμαυρουμένων αὐτοῖς τῶν ὀμμάτων ὑπὸ τοῦ κατὰ τὸν ἥλιον φέγγους. ταῦτα μὲν οὖν τὰ μέρη τῆς Τρωγλοδυτικῆς ἔσχατα γνωρίζεται, περιγραφόμενα ταῖς ἄκραις ἃς ὀνομάζουσι Ψεβαίας.

42  Τὸ δ’ ἄλλο μέρος τῆς ἀντιπέρας παραλίου τὸ προσκεκλιμένον Ἀραβίᾳ πάλιν ἀναλαβόντες ἀπὸ τοῦ μυχοῦ διέξιμεν. οὗτος γὰρ ὀνομάζεται Ποσείδειον, ἱδρυσαμένου Ποσειδῶνι πελαγίῳ βωμὸν Ἀρίστωνος τοῦ πεμφθέντος ὑπὸ Πτολεμαίου πρὸς κατασκοπὴν τῆς ἕως ὠκεανοῦ παρηκούσης Ἀραβίας. ἑξῆς δὲ τοῦ μυχοῦ τόπος ἐστὶ παραθαλάττιος ὁ τιμώμενος ὑπὸ τῶν ἐγχωρίων διαφερόντως διὰ τὴν εὐχρηστίαν τὴν ἐξ αὐτοῦ. οὗτος δ’ ὀνομάζεται μὲν Φοινικών, ἔχει δὲ πλῆθος τούτου τοῦ φυτοῦ πολύκαρπον καθ’ ὑπερβολὴν καὶ πρὸς ἀπόλαυσιν καὶ τρυφὴν διαφέρον. πᾶσα δ’ ἡ σύνεγγυς χώρα σπανίζει ναματιαίων ὑδάτων καὶ διὰ τὴν πρὸς μεσημβρίαν ἔγκλισιν ἔμπυρος ὑπάρχει· διὸ καὶ τὸν κατάφυτον τόπον, ἐν ἀπανθρωποτάτοις ὄντα μέρεσι καὶ χορηγοῦντα τὰς τροφάς, εἰκότως οἱ βάρβαροι καθιερώκασι. καὶ γὰρ ὕδατος οὐκ ὀλίγαι πηγαὶ καὶ λιβάδες ἐκπίπτουσιν ἐν αὐτῷ, ψυχρότητι χιόνος οὐδὲν λειπόμεναι· αὗται δ’ ἐφ’ ἑκάτερα τὰ μέρη τὰ κατὰ [τὴν] γῆν χλοερὰ ποιοῦσι καὶ παντελῶς ἐπιτερπῆ [τὸν τόπον]. ἔστι δὲ καὶ βωμὸς ἐκ στερεοῦ λίθου παλαιὸς τοῖς χρόνοις, ἐπιγραφὴν ἔχων ἀρχαίοις γράμμασιν ἀγνώστοις. ἐπιμέλονται δὲ τοῦ τεμένους ἀνὴρ καὶ γυνή, διὰ βίου τὴν ἱερωσύνην ἔχοντες. μακρόβιοι δ’ εἰσὶν οἱ τῇδε κατοικοῦντες, καὶ τὰς κοίτας ἐπὶ τῶν δένδρων ἔχουσι διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον. παραπλεύσαντι δὲ τὸν Φοινικῶνα πρὸς ἀκρωτηρίῳ τῆς ἠπείρου νῆσός ἐστιν ἀπὸ τῶν ἐναυλιζομένων ἐν αὐτῇ ζῴων Φωκῶν νῆσος ὀνομαζομένη· τοσοῦτο γὰρ πλῆθος τῶν θηρίων τούτων ἐνδιατρίβει τοῖς τόποις ὥστε θαυμάζειν τοὺς ἰδόντας. τὸ δὲ προκείμενον ἀκρωτήριον τῆς νήσου κεῖται κατὰ τὴν καλουμένην Πέτραν καὶ τὴν Παλαιστίνην [τῆς Ἀραβίας]· εἰς γὰρ ταύτην τόν τε λίβανον καὶ τἄλλα φορτία τὰ πρὸς εὐωδίαν ἀνήκοντα κατάγουσιν, ὡς λόγος, ἐκ τῆς ἄνω λεγομένης Ἀραβίας οἵ τε Γερραῖοι καὶ Μιναῖοι.

43  Τὴν δ’ ἑξῆς παραθαλάττιον τὸ μὲν παλαιὸν ἐνέμοντο Μαρανῖται, μετὰ δὲ ταῦτα Γαρινδανεῖς, ὄντες πλησιόχωροι. τὴν δὲ χώραν κατέσχον τοιῷδέ τινι τρόπῳ· ἐν τῷ πρόσθεν λεχθέντι Φοινικῶνι συντελουμένης πανηγύρεως πενταετηρικῆς ἐφοίτων πανταχόθεν οἱ περίοικοι, καμήλων εὖ τεθραμμένων ἑκατόμβας τοῖς ἐν τῷ τεμένει θεοῖς θύσοντες, ὁμοίως δὲ καὶ τῶν ὑδάτων τῶν ἐξ αὐτοῦ κομιοῦντες εἰς τὰς πατρίδας διὰ τὸ παραδίδοσθαι τοῦτο τὸ ποτὸν παρασκευάζειν τοῖς προσενεγκαμένοις τὴν ὑγίειαν. διὰ δὴ ταύτας τὰς αἰτίας τῶν Μαρανιτῶν καταντησάντων εἰς τὴν πανήγυριν, οἱ Γαρινδανεῖς τοὺς μὲν ἀπολελειμμένους ἐν τῇ χώρᾳ κατασφάξαντες, τοὺς δ’ ἐκ τῆς πανηγύρεως ἐπανιόντας ἐνεδρεύσαντες διέφθειραν, ἐρημώσαντες δὲ τὴν χώραν τῶν οἰκητόρων κατεκληρούχησαν πεδία καρποφόρα καὶ νομὰς τοῖς κτήνεσι δαψιλεῖς ἐκτρέφοντα. αὕτη δ’ ἡ παράλιος λιμένας μὲν ὀλίγους ἔχει, διείληπται δ’ ὄρεσι πυκνοῖς καὶ μεγάλοις, ἐξ ὧν παντοίας ποικιλίας χρωμάτων ἔχουσα θαυμαστὴν παρέχεται θέαν τοῖς παραπλέουσι. παραπλεύσαντι δὲ ταύτην τὴν χώραν ἐκδέχεται κόλπος Λαιανίτης, περιοικούμενος πολλαῖς κώμαις Ἀράβων τῶν προσαγορευομένων Ναβαταίων. οὗτοι δὲ πολλὴν μὲν τῆς παραλίου νέμονται, οὐκ ὀλίγην δὲ καὶ τῆς εἰς μεσόγειον ἀνηκούσης χώρας, τόν τε λαὸν ἀμύθητον ἔχοντες καὶ θρεμμάτων ἀγέλας ἀπίστους τοῖς πλήθεσιν. οἳ τὸ μὲν παλαιὸν ἐξῆγον δικαιοσύνῃ χρώμενοι καὶ ταῖς ἀπὸ τῶν θρεμμάτων τροφαῖς ἀρκούμενοι, ὕστερον δὲ τῶν ἀπὸ τῆς Ἀλεξανδρείας βασιλέων πλωτὸν τοῖς ἐμπόροις ποιησάντων τὸν πόρον τοῖς τε ναυαγοῦσιν ἐπετίθεντο καὶ λῃστρικὰ σκάφη κατασκευάζοντες ἐλῄστευον τοὺς πλέοντας, μιμούμενοι τὰς ἀγριότητας καὶ παρανομίας τῶν ἐν τῷ Πόντῳ Ταύρων· μετὰ δὲ ταῦτα ληφθέντες ὑπὸ τετρηρικῶν σκαφῶν πελάγιοι προσηκόντως ἐκολάσθησαν. μετὰ δὲ τούτους τοὺς τόπους ὑπάρχει χώρα πεδιὰς κατάρρυτος, ἐκτρέφουσα διὰ τὰς πάντῃ διαρρεούσας πηγὰς ἄγρωστιν καὶ μηδίκην, ἔτι δὲ λωτὸν ἀνδρομήκη. διὰ δὲ τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῆς νομῆς οὐ μόνον κτηνῶν παντοδαπῶν ἀμύθητον ἐκτρέφει πλῆθος, ἀλλὰ καὶ καμήλους ἀγρίας, ἔτι δ’ ἐλάφους καὶ δορκάδας. πρὸς δὲ τὸ πλῆθος τῶν ἐντρεφομένων ζῴων φοιτῶσιν ἐκ τῆς ἐρήμου λεόντων καὶ λύκων καὶ παρδάλεων ἀγέλαι, πρὸς ἃς οἱ κτηνοτροφοῦντες ἀναγκάζονται καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ θηριομαχεῖν ὑπὲρ τῶν θρεμμάτων· οὕτω τὸ τῆς χώρας εὐτύχημα τοῖς κατοικοῦσιν ἀτυχίας αἴτιον γίνεται διὰ τὸ τὴν φύσιν ὡς ἐπίπαν τοῖς ἀνθρώποις μετὰ τῶν ἀγαθῶν διδόναι τὰ βλάπτοντα.

44  Παραπλεύσαντι δὲ τὰ πεδία ταῦτα κόλπος ἐκδέχεται παράδοξον ἔχων τὴν φύσιν. συννεύει μὲν γὰρ εἰς τὸν μυχὸν τῆς χώρας, τῷ μήκει δ’ ἐπὶ σταδίους πεντακοσίους παρεκτείνεται, περικλειόμενος δὲ κρημνοῖς θαυμασίοις τὸ μέγεθος σκολιὸν καὶ δυσέξιτον ἔχει τὸ στόμα· ἁλιτενοῦς γὰρ πέτρας τὸν εἴσπλουν διαλαμβανούσης οὔτ’ εἰσπλεῦσαι δυνατόν ἐστιν εἰς τὸν κόλπον οὔτ’ ἐκπλεῦσαι. κατὰ δὲ τὰς τοῦ ῥοῦ προσπτώσεις καὶ τὰς τῶν ἀνέμων μεταβολὰς ὁ κλύδων προσπίπτων τῇ ῥαχίᾳ καχλάζει καὶ τραχύνεται πάντῃ περὶ τὴν παρήκουσαν πέτραν. οἱ δὲ τὴν κατὰ τὸν κόλπον χώραν νεμόμενοι, Βανιζομενεῖς ὀνομαζόμενοι, τὰς τροφὰς ἔχουσι κυνηγοῦντες καὶ σαρκοφαγοῦντες τὰ χερσαῖα ζῷα. ἱερὸν δ’ ἁγιώτατον ἵδρυται, τιμώμενον ὑπὸ πάντων Ἀράβων περιττότερον. ἑξῆς δὲ τῇ προειρημένῃ παραλίᾳ νῆσοι τρεῖς ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους. καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν Ἴσιδος, ἔρημον οὖσαν, παλαιῶν δ’ οἰκιῶν ἔχειν λιθίνας ὑποστάθμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας· ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν· πάσας δ’ ἐλαίαις καταπεφυτεῦσθαι διαφόροις τῶν παρ’ ἡμῖν. μετὰ δὲ τὰς νήσους ταύτας αἰγιαλὸς παρήκει κρημνώδης καὶ δυσπαράπλους ἐπὶ σταδίους ὡς χιλίους· οὔτε γὰρ λιμὴν οὔτε σάλος ἐπ’ ἀγκύρας ὑπόκειται τοῖς ναυτίλοις, οὐ χηλὴ δυναμένη τοῖς ἀπορουμένοις τῶν πλεόντων τὴν ἀναγκαίαν ὑπόδυσιν παρασχέσθαι. ὄρος δὲ ταύτῃ παράκειται κατὰ μὲν [τὴν] κορυφὴν πέτρας ἀποτομάδας ἔχον καὶ τοῖς ὕψεσι καταπληκτικάς, ὑπὸ δὲ τὰς ῥίζας σπιλάδας ὀξείας καὶ πυκνὰς ἐνθαλάττους καὶ κατόπιν αὐτῶν φάραγγας ὑποβεβρωμένας καὶ σκολιάς. συντετρημένων δ’ αὐτῶν πρὸς ἀλλήλας, καὶ τῆς θαλάττης βάθος ἐχούσης, ὁ κλύδων ποτὲ μὲν εἰσπίπτων, ποτὲ δὲ παλισσυτῶν βρόμῳ μεγάλῳ παραπλήσιον ἦχον ἐξίησι. τοῦ δὲ κλύδωνος τὸ μὲν πρὸς μεγάλας πέτρας προσαραττόμενον εἰς ὕψος ἵσταται καὶ τὸν ἀφρὸν θαυμαστὸν τὸ πλῆθος κατασκευάζει, τὸ δὲ καταπινόμενον κοιλώμασι σπασμὸν καταπληκτικὸν παρέχει, ὥστε τοὺς ἀκουσίως ἐγγίσαντας τοῖς τόποις διὰ τὸ δέος οἱονεὶ προαποθνήσκειν. ταύτην μὲν οὖν τὴν παράλιον ἔχουσιν Ἄραβες οἱ καλούμενοι Θαμουδηνοί· τὴν δ’ ἑξῆς ἐπέχει κόλπος εὐμεγέθης, ἐπικειμένων αὐτῷ νήσων σποράδων, τὴν πρόσοψιν ἐχουσῶν ὁμοίαν ταῖς καλουμέναις Ἐχινάσι νήσοις. ἐκδέχονται δὲ ταύτην τὴν παράλιον ἀέριοι θῖνες ἅμμου κατά τε τὸ μῆκος καὶ τὸ πλάτος, μέλανες τὴν χρόαν. μετὰ δὲ τούτους ὁρᾶται χερρόνησος καὶ λιμὴν κάλλιστος τῶν εἰς ἱστορίαν πεπτωκότων, ὀνομαζόμενος Χαρμούθας. ὑπὸ γὰρ χηλὴν ἐξαίσιον κεκλιμένην πρὸς ζέφυρον κόλπος ἐστὶν οὐ μόνον κατὰ τὴν ἰδέαν θαυμαστός, ἀλλὰ καὶ κατὰ τὴν εὐχρηστίαν πολὺ τοὺς ἄλλους ὑπερέχων· παρήκει γὰρ αὐτὸν ὄρος συνηρεφές, κυκλούμενον πανταχόθεν ἐπὶ σταδίους ἑκατόν, εἴσπλουν δ’ ἔχει δίπλεθρον, ναυσὶ δισχιλίαις ἄκλυστον λιμένα παρεχόμενος. χωρὶς δὲ τούτων εὔυδρος τ’ ἐστὶ καθ’ ὑπερβολήν, ποταμοῦ μείζονος εἰς αὐτὸν ἐμβάλλοντος, καὶ κατὰ μέσον ἔχει νῆσον εὔυδρον καὶ δυναμένην ἔχειν κηπεύματα. καθόλου δ’ ἐμφερέστατός ἐστι τῷ κατὰ τὴν Καρχηδόνα λιμένι, προσαγορευομένῳ δὲ Κώθωνι, περὶ οὗ τὰς κατὰ μέρος εὐχρηστίας ἐν τοῖς οἰκείοις χρόνοις πειρασόμεθα διελθεῖν. ἰχθύων δὲ πλῆθος ἐκ τῆς μεγάλης θαλάττης εἰς αὐτὸν ἀθροίζεται διά τε τὴν νηνεμίαν καὶ τὴν γλυκύτητα τῶν εἰς αὐτὸν ῥεόντων ὑδάτων.

45  Παραπλεύσαντι δὲ τοὺς τόπους τούτους ὄρη πέντε διεστηκότα ἀλλήλων εἰς ὕψος ἀνατείνει, συναγομένας ἔχοντα τὰς κορυφὰς εἰς πετρώδη μαστόν, παραπλήσιον φαντασίαν ἀποτελοῦντα ταῖς κατ’ Αἴγυπτον πυραμίσιν. ἑξῆς δ’ ἐστὶ κόλπος κυκλοτερὴς μεγάλοις ἀκρωτηρίοις περιεχόμενος, οὗ κατὰ μέσην τὴν διάμετρον ἀνέστηκε λόφος τραπεζοειδής, ἐφ’ οὗ τρεῖς ναοὶ θαυμαστοὶ τοῖς ὕψεσιν ᾠκοδόμηνται θεῶν, ἀγνοουμένων μὲν ὑπὸ τῶν Ἑλλήνων, τιμωμένων δ’ ὑπὸ τῶν ἐγχωρίων διαφερόντως. μετὰ δὲ ταῦτα αἰγιαλὸς παρήκει κάθυγρος, ναματιαίοις καὶ γλυκέσι ῥείθροις διειλημμένος· καθ’ ὅν ἐστιν ὄρος ὀνομαζόμενον μὲν Χαβῖνον, δρυμοῖς δὲ παντοδαποῖς πεπυκνωμένον. τὴν δὲ χέρσον τὴν ἐχομένην τῆς ὀρεινῆς νέμονται τῶν Ἀράβων οἱ καλούμενοι Δέβαι. οὗτοι δὲ καμηλοτροφοῦντες πρὸς ἅπαντα χρῶνται τὰ μέγιστα τῶν κατὰ τὸν βίον τῇ τοῦ ζῴου τούτου χρείᾳ· πρὸς μὲν γὰρ τοὺς πολεμίους ἀπὸ τούτων μάχονται, τὰς δὲ κομιδὰς τῶν φορτίων ἐπὶ τούτων νωτοφοροῦντες ῥᾳδίως ἅπαντα συντελοῦσι, τὸ δὲ γάλα πίνοντες ἀπὸ τούτων διατρέφονται, καὶ τὴν ὅλην χώραν περιπολοῦσιν ἐπὶ τῶν δρομάδων καμήλων. κατὰ δὲ μέσην τὴν χώραν αὐτῶν φέρεται ποταμὸς τοσοῦτο χρυσοῦ καταφέρων ψῆγμα φαινόμενον ὥστε κατὰ τὰς ἐκβολὰς τὴν ἰλὺν ἀποφέρεσθαι περιστίλβουσαν. οἱ δ’ ἐγχώριοι τῆς μὲν ἐργασίας τῆς τοῦ χρυσοῦ παντελῶς εἰσιν ἄπειροι, φιλόξενοι δ’ ὑπάρχουσιν, οὐ πρὸς πάντας τοὺς ἀφικνουμένους, ἀλλὰ πρὸς μόνους τοὺς ἀπὸ Βοιωτίας καὶ Πελοποννήσου διά τινα παλαιὰν ἀφ’ Ἡρακλέους οἰκειότητα πρὸς τὸ ἔθνος, ἣν μυθικῶς ἑαυτοὺς παρειληφέναι παρὰ τῶν προγόνων ἱστοροῦσιν. ἡ δ’ ἑξῆς χώρα κατοικεῖται μὲν ὑπὸ Ἀράβων Ἀλιλαίων καὶ Γασανδῶν, οὐκ ἔμπυρος οὖσα καθάπερ αἱ πλησίον, ἀλλὰ μαλακαῖς καὶ δασείαις νεφέλαις πολλάκις κατεχομένη· ἐκ δὲ τούτων ὑετοὶ γίνονται καὶ χειμῶνες εὔκαιροι καὶ ποιοῦντες τὴν θερινὴν ὥραν εὔκρατον. ἥ τε χώρα πάμφορός ἐστι καὶ διάφορος κατὰ τὴν ἀρετήν, οὐ μέντοι τυγχάνει τῆς ἐνδεχομένης ἐπιμελείας διὰ τὴν τῶν λαῶν ἀπειρίαν. τὸν δὲ χρυσὸν εὑρίσκοντες ἐν τοῖς φυσικοῖς ὑπονόμοις τῆς γῆς συνάγουσι πολύν, οὐ τὸν ἐκ τοῦ ψήγματος συντηκόμενον, ἀλλὰ τὸν αὐτοφυῆ καὶ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος ἄπυρον. κατὰ δὲ τὸ μέγεθος ἐλάχιστος μὲν εὑρίσκεται παραπλήσιος πυρῆνι, μέγιστος δὲ οὐ πολὺ λειπόμενος βασιλικοῦ καρύου. φοροῦσι δ’ αὐτὸν περί τε τοὺς καρποὺς τῶν χειρῶν καὶ περὶ τοὺς τραχήλους, τετρημένον ἐναλλὰξ λίθοις διαφανέσι. καὶ τούτου μὲν τοῦ γένους ἐπιπολάζοντος παρ’ αὐτοῖς, χαλκοῦ δὲ καὶ σιδήρου σπανίζοντος, ἐπ’ ἴσης ἀλλάττονται ταῦτα τὰ φορτία πρὸς τοὺς ἐμπόρους.

46  Μετὰ δὲ τούτους ὑπάρχουσιν οἱ ὀνομαζόμενοι Κάρβαι, καὶ μετὰ τούτους Σαβαῖοι, πολυανθρωπότατοι τῶν Ἀραβικῶν ἐθνῶν ὄντες. νέμονται δὲ τὴν εὐδαίμονα λεγομένην Ἀραβίαν, φέρουσαν τὰ πλεῖστα τῶν παρ’ ἡμῖν ἀγαθῶν καὶ θρεμμάτων παντοδαπῶν ἐκτρέφουσαν πλῆθος ἀμύθητον. εὐωδία τε αὐτὴν πᾶσαν ἐπέχει φυσικὴ διὰ τὸ πάντα σχεδὸν τὰ ταῖς ὀσμαῖς πρωτεύοντα φύεσθαι κατὰ τὴν χώραν ἀνέκλειπτα. κατὰ μὲν γὰρ τὴν παράλιον φύεται τὸ καλούμενον βάλσαμον καὶ κασία καὶ πόα τις ἄλλη ἰδιάζουσαν φύσιν ἔχουσα· αὕτη δὲ πρόσφατος μὲν οὖσα τοῖς ὄμμασι προσηνεστάτην παρέχεται τέρψιν, ἐγχρονισθεῖσα δὲ συντόμως γίνεται ἐξίτηλος. κατὰ δὲ τὴν μεσόγειον ὑπάρχουσι δρυμοὶ συνηρεφεῖς, καθ’ οὕς ἐστι δένδρα μεγάλα λιβανωτοῦ καὶ σμύρνης, πρὸς δὲ τούτοις φοίνικος καὶ καλάμου καὶ κιναμώμου καὶ τῶν ἄλλων τῶν τούτοις ὁμοίαν ἐχόντων τὴν εὐωδίαν· οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν τὰς ἑκάστων ἰδιότητάς τε καὶ φύσεις διὰ τὸ πλῆθος καὶ τὴν ὑπερβολὴν τῆς ἐκ πάντων ἀθροιζομένης ὀσμῆς. θεία γάρ τις φαίνεται καὶ λόγου κρείττων ἡ προσπίπτουσα καὶ κινοῦσα τὰς ἑκάστων αἰσθήσεις εὐωδία. καὶ γὰρ τοὺς παραπλέοντας, καίπερ πολὺ τῆς χέρσου κεχωρισμένους, οὐκ ἀμοίρους ποιεῖ τῆς τοιαύτης ἀπολαύσεως· κατὰ γὰρ τὴν θερινὴν ὥραν, ὅταν ἄνεμος ἀπόγειος γένηται, συμβαίνει τὰς ἀπὸ τῶν σμυρνοφόρων δένδρων καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποπνεομένας εὐωδίας διικνεῖσθαι πρὸς τὰ πλησίον μέρη τῆς θαλάττης· οὐ γὰρ ὥσπερ παρ’ ἡμῖν ἀποκειμένην καὶ παλαιὰν ἔχει τὴν τῶν ἀρωμάτων φύσιν, ἀλλὰ τὴν ἀκμάζουσαν ἐν ἄνθει νεαρὰν δύναμιν καὶ διικνουμένην πρὸς τὰ λεπτομερέστατα τῆς αἰσθήσεως. κομιζούσης γὰρ τῆς αὔρας τὴν ἀπόρροιαν τῶν εὐωδεστάτων, προσπίπτει τοῖς προσπλέουσι τὴν παράλιον προσηνὲς καὶ πολύ, πρὸς δὲ τούτοις ὑγιεινὸν καὶ παρηλλαγμένον ἐκ τῶν ἀρίστων μῖγμα, οὔτε [γὰρ] τετμημένου τοῦ καρποῦ καὶ τὴν ἰδίαν ἀκμὴν ἐκπεπνευκότος, οὔτε τὴν ἀπόθεσιν ἔχοντος ἐν ἑτερογενέσιν ἀγγείοις, ἀλλ’ ἀπ’ αὐτῆς τῆς νεαρωτάτης ὥρας καὶ τὸν βλαστὸν ἀκέραιον παρεχομένης τῆς θείας φύσεως, ὥστε τοὺς μεταλαμβάνοντας τῆς ἰδιότητος δοκεῖν ἀπολαύειν τῆς μυθολογουμένης ἀμβροσίας διὰ τὸ τὴν ὑπερβολὴν τῆς εὐωδίας μηδεμίαν ἑτέραν εὑρίσκειν οἰκείαν προσηγορίαν. 47  οὐ μὴν ὁλόκληρον καὶ χωρὶς φθόνου τὴν εὐδαιμονίαν τοῖς ἀνθρώποις ἡ τύχη περιέθηκεν, ἀλλὰ τοῖς τηλικούτοις δωρήμασι παρέζευξε τὸ βλάπτον καὶ νουθετῆσον τοὺς διὰ τὴν συνέχειαν τῶν ἀγαθῶν εἰωθότας καταφρονεῖν τῶν θεῶν. κατὰ γὰρ τοὺς εὐωδεστάτους δρυμοὺς ὄφεων ὑπάρχει πλῆθος, οἳ τὸ μὲν χρῶμα φοινικοῦν ἔχουσι, μῆκος δὲ σπιθαμῆς, δήγματα δὲ ποιοῦνται παντελῶς ἀνίατα· δάκνουσι δὲ προσπηδῶντες καὶ ἁλλόμενοι πρὸς ὕψος αἱμάττουσι τὸν χρῶτα. ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσθενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα. διαπνεομένου γὰρ τοῦ σώματος ὑπ’ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουθεῖ δυσβοήθητος· διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραθυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς εὐωδίας. τὸ γὰρ καλὸν ποσότητι μὲν καὶ τάξει μετρούμενον ὠφελεῖ καὶ τέρπει τοὺς ἀνθρώπους, ἀναλογίας δὲ καὶ καθήκοντος καιροῦ διαμαρτὸν ἀνόνητον ἔχει τὴν δωρεάν. τοῦ δ’ ἔθνους τούτου μητρόπολίς ἐστιν ἣν καλοῦσι Σαβάς, ἐπ’ ὄρους ᾠκισμένη. βασιλέας δ’ ἐκ γένους ἔχει τοὺς διαδεχομένους, οἷς τὰ πλήθη τιμὰς ἀπονέμει μεμιγμένας ἀγαθοῖς καὶ κακοῖς. μακάριον μὲν γὰρ βίον ἔχειν δοχοῦσιν, ὅτι πᾶσιν ἐπιτάττοντες οὐδένα λόγον ὑπέχουσι τῶν πραττομένων· ἀτυχεῖς δὲ νομίζονται καθ’ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελθεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μή, γίνονται λιθόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινα χρησμὸν ἀρχαῖον. τοῦτο δὲ τὸ ἔθνος οὐ μόνον τῶν πλησιοχώρων Ἀράβων, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων διαφέρει πλούτῳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ μέρος πολυτελείαις. ἐν γὰρ ταῖς τῶν φορτίων ἀλλαγαῖς καὶ πράσεσιν ὄγκοις ἐλαχίστοις πλείστην ἀποφέρονται τιμὴν ἁπάντων ἀνθρώπων τῶν ἀργυρικῆς ἀμείψεως ἕνεκα τὰς ἐμπορίας ποιουμένων. διόπερ ἐξ αἰῶνος ἀπορθήτων αὐτῶν γεγενημένων διὰ τὸν ἐκτοπισμόν, καὶ χρυσοῦ τε καὶ ἀργύρου πλήθους ἐπικεκλυκότος παρ’ αὐτοῖς, καὶ μάλιστ’ ἐν Σαβαῖς, ἐν ᾗ τὰ βασίλεια κεῖται, τορεύματα μὲν ἀργυρᾶ τε καὶ χρυσᾶ παντοδαπῶν ἐκπωμάτων ἔχουσι, κλίνας δὲ καὶ τρίποδας ἀργυρόποδας, καὶ τὴν ἄλλην κατασκευὴν ἄπιστον τῇ πολυτελείᾳ, κιόνων τε ἁδρῶν περίστυλα, τὰ μὲν ἐπίχρυσα, τὰ δ’ ἀργυροειδεῖς τύπους ἐπὶ τῶν κιονοκράνων ἔχοντα. τὰς δ’ ὀροφὰς καὶ θύρας χρυσαῖς φιάλαις λιθοκολλήτοις καὶ πυκναῖς διειληφότες ἅπασαν τὴν τῶν οἰκιῶν κατὰ μέρος οἰκοδομίαν πεποίηνται θαυμαστὴν ταῖς πολυτελείαις· τὰ μὲν γὰρ ἐξ ἀργύρου καὶ χρυσοῦ, τὰ δ’ ἐξ ἐλέφαντος καὶ τῶν διαπρεπεστάτων λίθων, ἔτι δὲ τῶν ἄλλων τῶν τιμιωτάτων παρ’ ἀνθρώποις, κατεσκευάκασιν. ἀλλὰ γὰρ οὗτοι μὲν ἐκ πολλῶν χρόνων τὴν εὐδαιμονίαν ἀσάλευτον ἔσχον διὰ τὸ παντελῶς ἀπεξενῶσθαι τῶν διὰ τὴν ἰδίαν πλεονεξίαν ἕρμαιον ἡγουμένων τὸν ἀλλότριον πλοῦτον. ἡ δὲ κατὰ τούτους θάλαττα λευκὴ φαίνεται τὴν χρόαν, ὥσθ’ ἅμα θαυμάζειν τὸ παράδοξον καὶ τὴν αἰτίαν τοῦ συμβαίνοντος ἐπιζητεῖν. νῆσοι δ’ εὐδαίμονες πλησίον ὑπάρχουσιν, ἔχουσαι πόλεις ἀτειχίστους, ἐν αἷς τὰ βοσκήματα πάντα λευκὴν ἔχει τὴν χρόαν, καὶ τοῖς θήλεσιν αὐτῶν οὐκ ἐπιφύεται τὸ καθόλου κέρας. εἰς ταύτας δ’ ἔμποροι πάντοθεν καταπλέουσι, μάλιστα δ’ ἐκ Ποτάνας, ἣν Ἀλέξανδρος ᾤκισε παρὰ τὸν Ἰνδὸν ποταμόν, ναύσταθμον ἔχειν βουλόμενος τῆς παρὰ τὸν ὠκεανὸν παραλίου. περὶ μὲν οὖν τῆς χώρας καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἀρκεσθησόμεθα τοῖς εἰρημένοις.

48  Περὶ δὲ τῶν κατὰ τὸν οὐρανὸν ὁρωμένων παραδόξων ἐν τοῖς τόποις οὐ παραλειπτέον. θαυμασιώτατον μέν ἐστι τὸ περὶ τὴν ἄρκτον ἱστορούμενον καὶ πλείστην ἀπορίαν παρεχόμενον τοῖς πλοϊζομένοις· ἀπὸ γὰρ μηνὸς ὃν καλοῦσιν Ἀθηναῖοι μαιμακτηριῶνα τῶν ἑπτὰ τῶν κατὰ τὴν ἄρκτον ἀστέρων οὐδένα φασὶν ὁρᾶσθαι μέχρι τῆς πρώτης φυλακῆς, τῷ δὲ ποσειδεῶνι μέχρι δευτέρας, καὶ κατὰ τοὺς ἑξῆς ἐκ τοῦ κατ’ ὀλίγον [πλοϊζομένοις] ἀθεωρήτους ὑπάρχειν. τῶν δ’ ἄλλων τοὺς ὀνομαζομένους πλάνητας τοὺς μὲν μείζονας τῶν παρ’ ἡμῖν, ἑτέρους δὲ μηδὲ τὰς ὁμοίας ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι· τὸν δ’ ἥλιον οὐχ ὥσπερ παρ’ ἡμῖν βραχὺ πρὸ τῆς ἰδίας ἀνατολῆς προαποστέλλειν τὸ φῶς, ἀλλ’ ἔτι νυκτὸς οὔσης σκοταίου παραδόξως ἄφνω φανέντα ἐκλάμπειν. διὸ καὶ μηδέποθ’ ἡμέραν μὲν ἐν ἐκείνοις τοῖς τόποις γίνεσθαι πρὶν ὁραθῆναι τὸν ἥλιον, ἐκ μέσου δὲ τοῦ πελάγους φασὶν ἀναφαινόμενον αὐτὸν ὁρᾶσθαι μὲν ἄνθρακι παραπλήσιον τῷ πυρωδεστάτῳ, σπινθῆρας δ’ ἀφ’ ἑαυτοῦ μεγάλους ἀπορρίπτειν, καὶ τῷ τύπῳ μὴ κωνοειδῆ φαίνεσθαι, καθάπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κίονι τὸν τύπον ἔχειν ἐμφερῆ, μικρὸν ἐμβριθεστέραν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν, πρὸς δὲ τούτοις μήτ’ αὐγὴν ποιεῖν μήτ’ ἀκτῖνας βάλλειν ἄχρι πρώτης ὥρας, φαινομένου πυρὸς ἀλαμποῦς ἐν σκότει· δευτέρας δ’ ἀρχομένης ἀσπιδοειδῆ γίνεσθαι καὶ τὸ φῶς βάλλειν ἀπότομον καὶ πυρῶδες καθ’ ὑπερβολήν. κατὰ δὲ τὴν δύσιν ἐναντία γίνεσθαι συμπτώματα περὶ αὐτόν· δοκεῖν γὰρ τοῖς ὁρῶσι καιναῖς ἀκτῖσι φωτίζειν τὸν κόσμον οὐκ ἔλαττον ὡρῶν δυοῖν, ὡς δ’ Ἀγαθαρχίδης ὁ Κνίδιος ἀνέγραψε, τριῶν. τοῦτον δὲ τὸν καιρὸν ἥδιστον τοῖς ἐγχωρίοις φαίνεσθαι, ταπεινουμένου τοῦ καύματος διὰ τὴν δύσιν τοῦ ἡλίου. τῶν δ’ ἀνέμων ζέφυροι μὲν καὶ λίβες, ἔτι δ’ ἀργέσται καὶ εὖροι, πνέουσι καθάπερ καὶ παρὰ τοῖς ἄλλοις· νότοι δὲ κατὰ μὲν Αἰθιοπίαν οὔτε πνέουσιν οὔτε γνωρίζονται τὸ σύνολον, κατὰ δὲ τὴν Τρωγλοδυτικὴν καὶ τὴν Ἀραβίαν θερμοὶ γίνονται καθ’ ὑπερβολήν, ὥστε καὶ τὰς ὕλας ἐκπυροῦν καὶ τῶν καταφευγόντων εἰς τὰς ἐν ταῖς καλύβαις σκιὰς ἐκλύειν τὰ σώματα. ὁ δὲ βορέας δικαίως ἂν ἄριστος νομίζοιτο, διικνούμενος εἰς πάντα τόπον τῆς οἰκουμένης καὶ διαμένων ψυχρός.

49  Τούτων δ’ ἡμῖν διευκρινημένων οἰκεῖον ἂν εἴη διελθεῖν περὶ τῶν Λιβύων τῶν πλησίον Αἰγύπτου κατοικούντων καὶ τῆς ὁμόρου χώρας. τὰ γὰρ περὶ Κυρήνην καὶ τὰς Σύρτεις, ἔτι δὲ τὴν μεσόγειον τῆς κατὰ τοὺς τόπους τούτους χέρσου, κατοικεῖ τέτταρα γένη Λιβύων· ὧν οἱ μὲν ὀνομαζόμενοι Νασαμῶνες νέμονται τὰ νεύοντα μέρη πρὸς νότον, οἱ δ’ Αὐσχῖσαι τὰ πρὸς τὴν δύσιν, οἱ δὲ Μαρμαρίδαι κατοικοῦσι τὴν μεταξὺ ταινίαν Αἰγύπτου καὶ Κυρήνης, μετέχοντες καὶ τῆς παραλίου, οἱ δὲ Μάκαι πολυανθρωπίᾳ τῶν ὁμοεθνῶν προέχοντες νέμονται τοὺς τόπους τοὺς περὶ τὴν Σύρτιν. τῶν δὲ προειρημένων Λιβύων γεωργοὶ μέν εἰσιν οἷς ὑπάρχει χώρα δυναμένη καρπὸν φέρειν δαψιλῆ, νομάδες δ’ ὅσοι τῶν κτηνῶν τὴν ἐπιμέλειαν ποιούμενοι τὰς τροφὰς ἔχουσιν ἀπὸ τούτων· ἀμφότερα δὲ τὰ γένη ταῦτα βασιλέας ἔχει καὶ βίον οὐ παντελῶς ἄγριον οὐδ’ ἀνθρωπίνης ἡμερότητος ἐξηλλαγμένον. τὸ δὲ τρίτον γένος οὔτε βασιλέως ὑπακοῦον οὔτε τοῦ δικαίου λόγον οὐδ’ ἔννοιαν ἔχον ἀεὶ λῃστεύει, ἀπροσδοκήτως δὲ τὰς ἐμβολὰς ἐκ τῆς ἐρήμου ποιούμενον ἁρπάζει τὰ παρατυχόντα, καὶ ταχέως ἀνακάμπτει πρὸς τὸν αὐτὸν τόπον. πάντες δ’ οἱ Λίβυες οὗτοι θηριώδη βίον ἔχουσιν, ὑπαίθριοι διαμένοντες καὶ τὸ τῶν ἐπιτηδευμάτων ἄγριον ἐζηλωκότες· οὔτε γὰρ ἡμέρου διαίτης οὔτ’ ἐσθῆτος μετέχουσιν, ἀλλὰ δοραῖς αἰγῶν σκεπάζουσι τὰ σώματα. τοῖς δὲ δυνάσταις αὐτῶν πόλεις μὲν τὸ σύνολον οὐχ ὑπάρχουσι, πύργοι δὲ πλησίον τῶν ὑδάτων, εἰς οὓς ἀποτίθενται τὰ πλεονάζοντα τῆς ὠφελείας. τοὺς δ’ ὑποτεταγμένους λαοὺς κατ’ ἐνιαυτὸν ἐξορκίζουσι πειθαρχήσειν· καὶ τῶν μὲν ὑπακουσάντων ὡς συμμάχων φροντίζουσι, τῶν δὲ μὴ προσεχόντων θάνατον καταγνόντες ὡς λῃσταῖς πολεμοῦσιν. ὁ δ’ ὁπλισμὸς αὐτῶν ἐστιν οἰκεῖος τῆς τε χώρας καὶ τῶν ἐπιτηδευμάτων· κοῦφοι γὰρ ὄντες τοῖς σώμασι καὶ χώραν οἰκοῦντες κατὰ τὸ πλεῖστον πεδιάδα, πρὸς τοὺς κινδύνους ὁρμῶσι λόγχας ἔχοντες τρεῖς καὶ λίθους ἐν ἄγγεσι σκυτίνοις· ξίφος δ’ οὐ φοροῦσιν οὐδὲ κράνος οὐδ’ ὅπλον οὐδὲν ἕτερον, στοχαζόμενοι τοῦ προτερεῖν ταῖς εὐκινησίαις ἐν τοῖς διωγμοῖς καὶ πάλιν ἐν ταῖς ἀποχωρήσεσι. διόπερ εὔθετοι πρὸς δρόμον εἰσὶ καὶ λιθοβολίαν, διαπεπονηκότες τῇ μελέτῃ καὶ τῇ συνηθείᾳ τὰ τῆς φύσεως προτερήματα. καθόλου δὲ πρὸς τοὺς ἀλλοφύλους οὔτε τὸ δίκαιον οὔτε τὴν πίστιν κατ’ οὐδένα τρόπον διατηροῦσιν.

50  Τῆς δὲ χώρας ἡ μὲν ὅμορος τῇ Κυρήνῃ γεώδης ἐστὶ καὶ πολλοὺς φέρουσα καρπούς· οὐ μόνον γὰρ ὑπάρχει σιτοφόρος, ἀλλὰ καὶ πολλὴν ἄμπελον, ἔτι δ’ ἐλαίαν ἔχει καὶ τὴν ἀγρίαν ὕλην καὶ ποταμοὺς εὐχρηστίαν παρεχομένους· ἡ δ’ ὑπὲρ τὸ νότιον μέρος ὑπερτείνουσα, καθ’ ἣν τὸ νίτρον φύεσθαι συμβέβηκεν, ἄσπορος οὖσα καὶ σπανίζουσα ναματιαίων ὑδάτων, τὴν πρόσοψιν ἔχει πελάγει παρεμφερῆ· οὐδεμίαν δὲ παρεχομένη ποικιλίαν κατὰ τὴν ἰδέαν ἐρήμῳ γῇ περιέχεται, τῆς ὑπερκειμένης ἐρήμου δυσέξιτον ἐχούσης τὸ πέρας. διόπερ οὐδ’ ὄρνεον ἰδεῖν ἔστιν, οὐ τετράπουν ἐν αὐτῇ ζῷον πλὴν δορκάδος καὶ βοός, οὐ μὴν οὔτε φυτὸν οὔτ’ ἄλλο τῶν δυναμένων ψυχαγωγῆσαι τὴν ὅρασιν, ὡς ἂν τῆς εἰς μεσόγειον ἀνηκούσης γῆς ἐχούσης ἐπὶ τὸ μῆκος ἀθρόους θῖνας. ἐφ’ ὅσον δὲ σπανίζει τῶν πρὸς ἥμερον βίον ἀνηκόντων, ἐπὶ τοσοῦτο πλήθει παντοίων ταῖς ἰδέαις καὶ τοῖς μεγέθεσιν ὄφεων, μάλιστα δὲ τῶν τοιούτων οὓς προσαγορεύουσι κεράστας, οἳ τὰ μὲν δήγματα θανατηφόρα ποιοῦνται, τὴν δὲ χρόαν ἅμμῳ παραπλησίαν ἔχουσι· διόπερ ἐξωμοιωμένων αὐτῶν κατὰ τὴν πρόσοψιν τοῖς ὑποκειμένοις ἐδάφεσιν ὀλίγοι μὲν ἐπιγινώσκουσιν, οἱ πολλοὶ δ’ ἀγνοοῦντες πατοῦσι καὶ κινδύνοις περιπίπτουσιν ἀπροσδοκήτοις. λέγεται δὲ τούτους τὸ παλαιὸν ἐπελθόντας ποτὲ πολλὴν τῆς Αἰγύπτου ποιῆσαι τὴν ὑποκειμένην χώραν ἀοίκητον. γίνεται δέ τι θαυμάσιον περί τε ταύτην [τὴν χώραν καὶ] τὴν χέρσον καὶ τὴν ἐπέκεινα τῆς Σύρτεως Λιβύην. περὶ γάρ τινας καιροὺς καὶ μάλιστα κατὰ τὰς νηνεμίας συστάσεις ὁρῶνται κατὰ τὸν ἀέρα παντοίων ζῴων ἰδέας ἐμφαίνουσαι· τούτων δ’ αἱ μὲν ἠρεμοῦσιν, αἱ δὲ κίνησιν λαμβάνουσι, καὶ ποτὲ μὲν ὑποφεύγουσι, ποτὲ δὲ διώκουσι, πᾶσαι δὲ τὸ μέγεθος ἄπλατον ἔχουσαι θαυμαστὴν κατάπληξιν καὶ ταραχὴν παρασκευάζουσι τοῖς ἀπείροις. αἱ γὰρ ἐπιδιώκουσαι τοὺς ἀνθρώπους ἐπειδὰν καταλάβωσι, περιχέονται τοῖς σώμασι ψυχραὶ καὶ παλμώδεις, ὥστε τοὺς μὲν ξένους ἀσυνήθεις ὄντας διὰ τὸ δέος ἐκπεπλῆχθαι, τοὺς δ’ ἐγχωρίους πολλάκις συγκεκυρηκότας τοῖς τοιούτοις καταφρονεῖν τοῦ συμβαίνοντος. 51  παραδόξου δ’ εἶναι δοκοῦντος τοῦ πράγματος καὶ μύθῳ πεπλασμένῳ παραπλησίου, πειρῶνταί τινες τῶν φυσικῶν αἰτίας ἀποδιδόναι τοῦ γινομένου τοιαύτας. ἀνέμους φασὶ κατὰ τὴν χώραν τοὺς μὲν τὸ σύνολον μὴ πνεῖν, τοὺς δὲ παντελῶς εἶναι βληχροὺς καὶ κωφούς· ὑπάρχειν δὲ καὶ περὶ τὸν ἀέρα πολλάκις ἠρεμίαν καὶ θαυμαστὴν ἀκινησίαν διὰ τὸ μήτε νάπας μήτε συσκίους αὐλῶνας παρακεῖσθαι πλησίον μήτε λόφων ὑπάρχειν ἀναστήματα· ποταμῶν τε μεγάλων σπανίζειν τοὺς τόπους, καὶ καθόλου τὴν σύνεγγυς χώραν ἅπασαν ἄκαρπον οὖσαν μηδεμίαν ἔχειν ἀναθυμίασιν· ἐξ ὧν ἁπάντων εἰωθέναι γεννᾶσθαί τινας ἀρχὰς καὶ συστάσεις πνευμάτων. διόπερ συμπνιγοῦς περιστάσεως τὴν χέρσον ἐπεχούσης, ὅπερ ὁρῶμεν ἐπὶ τῶν νεφῶν ἐνίοτε συμβαῖνον ἐν ταῖς νοτίαις ἡμέραις, τυπουμένων ἰδεῶν παντοδαπῶν, τοῦτο γίνεσθαι καὶ περὶ τὴν Λιβύην, πολλαχῶς μορφουμένου τοῦ συμπίπτοντος ἀέρος· ὃν ταῖς μὲν ἀσθενέσι καὶ βληχραῖς αὔραις ὀχεῖσθαι μετεωριζόμενον καὶ παλμοὺς ποιοῦντα καὶ συγκρούοντα συστήμασιν ἑτέροις ὁμοίοις, νηνεμίας δ’ ἐπιλαμβανούσης καθίστασθαι πρὸς τὴν γῆν, βαρὺν ὄντα καὶ τετυπωμένον ὡς ἔτυχεν· ἔπειτα μηδενὸς ὄντος τοῦ συγχέοντος προσπελάζειν τοῖς αὐτομάτως περιτυγχάνουσι τῶν ζῴων. τὰς δ’ ἐφ’ ἑκάτερα κινήσεις αὐτῶν φασι προαίρεσιν μὲν μηδεμίαν ἐμφαίνειν· ἐν ἀψύχῳ γὰρ ἀδύνατον ὑπάρχειν φυγὴν ἑκούσιον ἢ δίωξιν· τὰ μέντοι ζῷα λεληθότως αἴτια τῆς μεταρσίας κινήσεως γίνεσθαι· προσιόντων μὲν γὰρ αὐτῶν τὸν ὑποκείμενον ἀέρα μετὰ βίας ἀναστέλλειν, καὶ διὰ τοῦθ’ ὑποχωρεῖν τὸ συνεστηκὸς εἴδωλον καὶ ποιεῖν τὴν ἔμφασιν ὑποφεύγοντος· τοῖς δ’ ἀναχωροῦσι κατὰ τοὐναντίον ἐπακολουθεῖν, ἀντεστραμμένης τῆς αἰτίας, ὡς ἂν τοῦ κενοῦ καὶ τῆς ἀραιώσεως ἐπισπωμένης. διόπερ ἐοικέναι διώκοντι τοὺς ὑποχωροῦντας· ἕλκεσθαι γὰρ αὐτὸ καὶ προπίπτειν εἰς τὸ πρόσθεν ἄθρουν ὑπὸ τῆς πάλιν ῥύμης· τοὺς δ’ ὑποφεύγοντας, ὅταν ἐπιστραφῶσιν ἢ μένωσιν, εὐλόγως ὑπὸ τοῦ συνακολουθοῦντος εἰδώλου ψαύεσθαι τοῖς ὄγκοις· τοῦτο δὲ κατὰ τὴν πρὸς τὸ στερέμνιον πρόσπτωσιν περιθρύβεσθαι, καὶ πανταχόθεν προσχεόμενον καταψύχειν τὰ σώματα τῶν περιτυγχανόντων.

52  Τούτων δ’ ἡμῖν διευκρινημένων οἰκεῖον ἂν εἴη τοῖς προειρημένοις τόποις διελθεῖν τὰ περὶ τὰς Ἀμαζόνας ἱστορούμενα τὰς γενομένας τὸ παλαιὸν κατὰ τὴν Λιβύην. οἱ πολλοὶ μὲν γὰρ ὑπειλήφασι τὰς περὶ τὸν Θερμώδοντα ποταμὸν ἐν τῷ Πόντῳ λεγομένας κατῳκηκέναι μόνας ὑπάρξαι· τὸ δ’ ἀληθὲς οὐχ οὕτως ἔχει, διὰ τὸ πολὺ προτερεῖν τοῖς χρόνοις τὰς κατὰ Λιβύην καὶ πράξεις ἀξιολόγους ἐπιτελέσασθαι. οὐκ ἀγνοοῦμεν δὲ διότι πολλοῖς τῶν ἀναγινωσκόντων ἀνήκοος φανεῖται καὶ ξένη παντελῶς ἡ περὶ τούτων ἱστορία· ἠφανισμένου γὰρ ὁλοσχερῶς τοῦ γένους τῶν Ἀμαζονίδων τούτων πολλαῖς γενεαῖς πρότερον τῶν Τρωικῶν, τῶν δὲ περὶ τὸν Θερμώδοντα ποταμὸν [γυναικῶν] ἠκμακυιῶν μικρὸν πρὸ τούτων τῶν χρόνων, οὐκ ἀλόγως αἱ μεταγενέστεραι καὶ μᾶλλον γνωριζόμεναι τὴν δόξαν κεκληρονομήκασι τὴν τῶν παλαιῶν καὶ παντελῶς ἀγνοουμένων διὰ τὸν χρόνον ὑπὸ τῶν πλείστων. οὐ μὴν ἀλλ’ ἡμεῖς εὑρίσκοντες πολλοὺς μὲν τῶν ἀρχαίων ποιητῶν τε καὶ συγγραφέων, οὐκ ὀλίγους δὲ καὶ τῶν μεταγενεστέρων μνήμην πεποιημένους αὐτῶν, ἀναγράφειν τὰς πράξεις πειρασόμεθα ἐν κεφαλαίοις ἀκολούθως Διονυσίῳ τῷ συντεταγμένῳ τὰ περὶ τοὺς Ἀργοναύτας καὶ τὸν Διόνυσον καὶ ἕτερα πολλὰ τῶν ἐν τοῖς παλαιοτάτοις χρόνοις πραχθέντων.

Γέγονε μὲν οὖν πλείω γένη γυναικῶν κατὰ τὴν Λιβύην μάχιμα καὶ τεθαυμασμένα μεγάλως ἐπ’ ἀνδρείᾳ· τό τε γὰρ τῶν Γοργόνων ἔθνος, ἐφ’ ὃ λέγεται τὸν Περσέα στρατεῦσαι, παρειλήφαμεν ἀλκῇ διαφέρον· τὸ γὰρ τὸν Διὸς μὲν υἱόν, τῶν δὲ καθ’ ἑαυτὸν Ἑλλήνων ἄριστον, τελέσαι μέγιστον ἆθλον τὴν ἐπὶ ταύτας στρατείαν τεκμήριον ἄν τις λάβοι τῆς περὶ τὰς προειρημένας γυναῖκας ὑπεροχῆς τε καὶ δυνάμεως· ἥ τε τῶν νῦν μελλουσῶν ἱστορεῖσθαι ἀνδρεία παράδοξον ἔχει τὴν ὑπεροχὴν πρὸς τὰς καθ’ ἡμᾶς φύσεις τῶν γυναικῶν συγκρινομένη. 53  φασὶ γὰρ ὑπάρξαι τῆς Λιβύης ἐν τοῖς πρὸς ἑσπέραν μέρεσιν ἐπὶ τοῖς πέρασι τῆς οἰκουμένης ἔθνος γυναικοκρατούμενον καὶ βίον ἐζηλωκὸς οὐχ ὅμοιον τῷ παρ’ ἡμῖν. ταῖς μὲν γὰρ γυναιξὶν ἔθος εἶναι διαπονεῖν τὰ κατὰ πόλεμον, καὶ χρόνους ὡρισμένους ὀφείλειν στρατεύεσθαι, διατηρουμένης τῆς παρθενίας· διελθόντων δὲ τῶν ἐτῶν τῶν τῆς στρατείας προσιέναι μὲν τοῖς ἀνδράσι παιδοποιίας ἕνεκα, τὰς δ’ ἀρχὰς καὶ τὰ κοινὰ διοικεῖν ταύτας ἅπαντα. τοὺς δ’ ἄνδρας ὁμοίως ταῖς παρ’ ἡμῖν γαμεταῖς τὸν κατοικίδιον ἔχειν βίον, ὑπηρετοῦντας τοῖς ὑπὸ τῶν συνοικουσῶν προσταττομένοις· μὴ μετέχειν δ’ αὐτοὺς μήτε στρατείας μήτ’ ἀρχῆς μήτ’ ἄλλης τινὸς ἐν τοῖς κοινοῖς παρρησίας, ἐξ ἧς ἔμελλον φρονηματισθέντες ἐπιθήσεσθαι ταῖς γυναιξί. κατὰ δὲ τὰς γενέσεις τῶν τέκνων τὰ μὲν βρέφη παραδίδοσθαι τοῖς ἀνδράσι, καὶ τούτους διατρέφειν αὐτὰ γάλακτι καὶ ἄλλοις τισὶν ἑψήμασιν οἰκείως ταῖς τῶν νηπίων ἡλικίαις· εἰ δὲ τύχοι θῆλυ γεννηθέν, ἐπικάεσθαι αὐτοῦ τοὺς μαστούς, ἵνα μὴ μετεωρίζωνται κατὰ τοὺς τῆς ἀκμῆς χρόνους· ἐμπόδιον γὰρ οὐ τὸ τυχὸν εἶναι δοκεῖν πρὸς τὰς στρατείας τοὺς ἐξέχοντας τοῦ σώματος μαστούς· διὸ καὶ τούτων αὐτὰς ἀπεστερημένας ὑπὸ τῶν Ἑλλήνων Ἀμαζόνας προσαγορεύεσθαι. μυθολογοῦσι δ’ αὐτὰς ᾠκηκέναι νῆσον τὴν ἀπὸ μὲν τοῦ πρὸς δυσμὰς ὑπάρχειν αὐτὴν Ἑσπέραν προσαγορευθεῖσαν, κειμένην δ’ ἐν τῇ Τριτωνίδι λίμνῃ. ταύτην δὲ πλησίον ὑπάρχειν τοῦ περιέχοντος τὴν γῆν ὠκεανοῦ, προσηγορεῦσθαι δ’ ἀπό τινος ἐμβάλλοντος εἰς αὐτὴν ποταμοῦ Τρίτωνος· κεῖσθαι δὲ τὴν λίμνην ταύτην πλησίον Αἰθιοπίας καὶ τοῦ παρὰ τὸν ὠκεανὸν ὄρους, ὃ μέγιστον μὲν ὑπάρχειν τῶν ἐν τοῖς τόποις καὶ προπεπτωκὸς εἰς τὸν ὠκεανόν, ὀνομάζεσθαι δ’ ὑπὸ τῶν Ἑλλήνων Ἄτλαντα. τὴν δὲ προειρημένην νῆσον ὑπάρχειν μὲν εὐμεγέθη καὶ πλήρη καρπίμων δένδρων παντοδαπῶν, ἀφ’ ὧν πορίζεσθαι τὰς τροφὰς τοὺς ἐγχωρίους. ἔχειν δ’ αὐτὴν καὶ κτηνῶν πλῆθος, αἰγῶν καὶ προβάτων, ἐξ ὧν γάλα καὶ κρέα πρὸς διατροφὴν ὑπάρχειν τοῖς κεκτημένοις· σίτῳ δὲ τὸ σύνολον μὴ χρῆσθαι τὸ ἔθνος διὰ τὸ μήπω τοῦ καρποῦ τούτου τὴν χρείαν εὑρεθῆναι παρ’ αὐτοῖς. τὰς δ’ οὖν Ἀμαζόνας ἀλκῇ διαφερούσας καὶ πρὸς πόλεμον ὡρμημένας τὸ μὲν πρῶτον τὰς ἐν τῇ νήσῳ πόλεις καταστρέφεσθαι πλὴν τῆς ὀνομαζομένης Μήνης, ἱερᾶς δ’ εἶναι νομιζομένης, ἣν κατοικεῖσθαι μὲν ὑπ’ Αἰθιόπων Ἰχθυοφάγων, ἔχειν δὲ πυρὸς ἐκφυσήματα μεγάλα καὶ λίθων πολυτελῶν πλῆθος τῶν ὀνομαζομένων παρ’ Ἕλλησιν ἀνθράκων καὶ σαρδίων καὶ σμαράγδων, μετὰ δὲ ταῦτα πολλοὺς τῶν πλησιοχώρων Λιβύων καὶ νομάδων καταπολεμῆσαι, καὶ κτίσαι πόλιν μεγάλην ἐντὸς τῆς Τριτωνίδος λίμνης, ἣν ἀπὸ τοῦ σχήματος ὀνομάσαι Χερρόνησον. 54  ἐκ δὲ ταύτης ὁρμωμένας ἐγχειρῆσαι μεγάλαις ἐπιβολαῖς, ὁρμῆς αὐταῖς ἐμπεσούσης ἐπελθεῖν πολλὰ μέρη τῆς οἰκουμένης. ἐπὶ πρώτους δ’ αὐτὰς στρατεῦσαι λέγεται τοὺς Ἀτλαντίους, ἄνδρας ἡμερωτάτους τῶν ἐν τοῖς τόποις ἐκείνοις καὶ χώραν νεμομένους εὐδαίμονα καὶ πόλεις μεγάλας· παρ’ οἷς δὴ μυθολογεῖσθαί φασι τὴν τῶν θεῶν γένεσιν ὑπάρξαι πρὸς τοῖς κατὰ τὸν ὠκεανὸν τόποις, συμφώνως τοῖς παρ’ Ἕλλησι μυθολόγοις, περὶ ὧν τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν. τῶν οὖν Ἀμαζόνων λέγεται βασιλεύουσαν Μύριναν συστήσασθαι στρατόπεδον πεζῶν μὲν τρισμυρίων, ἱππέων δὲ τρισχιλίων, ζηλουμένης παρ’ αὐταῖς περιττότερον ἐν τοῖς πολέμοις τῆς ἀπὸ τῶν ἱππέων χρείας. ὅπλοις δὲ χρῆσθαι σκεπαστηρίοις ὄφεων μεγάλων δοραῖς, ἐχούσης τῆς Λιβύης ταῦτα τὰ ζῷα τοῖς μεγέθεσιν ἄπιστα, ἀμυντηρίοις δὲ [τοῖς] ξίφεσι καὶ [ταῖς] λόγχαις, ἔτι δὲ τόξοις, οἷς μὴ μόνον ἐξ ἐναντίας βάλλειν, ἀλλὰ καὶ κατὰ τὰς φυγὰς τοὺς ἐπιδιώκοντας εἰς τοὐπίσω τοξεύειν εὐστόχως. ἐμβαλούσας δ’ αὐτὰς εἰς τὴν τῶν Ἀτλαντίων χώραν τοὺς μὲν τὴν Κέρνην καλουμένην οἰκοῦντας παρατάξει νικῆσαι, καὶ συνεισπεσούσας τοῖς φεύγουσιν ἐντὸς τῶν τειχῶν κυριεῦσαι τῆς πόλεως· βουλομένας δὲ τῷ φόβῳ καταπλήξασθαι τοὺς περιοίκους ὠμῶς προσενεχθῆναι τοῖς ἁλοῦσι, καὶ τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀποσφάξαι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδισαμένας κατασκάψαι τὴν πόλιν. τῆς δὲ περὶ τοὺς Κερναίους συμφορᾶς διαδοθείσης εἰς τοὺς ὁμοεθνεῖς, λέγεται τοὺς μὲν Ἀτλαντίους καταπλαγέντας δι’ ὁμολογίας παραδοῦναι τὰς πόλεις καὶ πᾶν τὸ προσταχθὲν ποιήσειν ἐπαγγείλασθαι, τὴν δὲ βασίλισσαν Μύριναν ἐπιεικῶς αὐτοῖς προσενεχθεῖσαν φιλίαν τε συνθέσθαι καὶ πόλιν ἀντὶ τῆς κατασκαφείσης ὁμώνυμον ἑαυτῆς κτίσαι· κατοικίσαι δ’ εἰς αὐτὴν τούς τε αἰχμαλώτους καὶ τῶν ἐγχωρίων τὸν βουλόμενον. μετὰ δὲ ταῦτα τῶν Ἀτλαντίων δῶρά τε μεγαλοπρεπῆ δόντων αὐτῇ καὶ τιμὰς ἀξιολόγους κοινῇ ψηφισαμένων, ἀποδέξασθαί τε τὴν φιλανθρωπίαν αὐτῶν καὶ προσεπαγγείλασθαι τὸ ἔθνος εὐεργετήσειν. τῶν δ’ ἐγχωρίων πεπολεμημένων πολλάκις ὑπὸ τῶν ὀνομαζομένων Γοργόνων, οὐσῶν πλησιοχώρων, καὶ τὸ σύνολον ἔφεδρον ἐχόντων τοῦτο τὸ ἔθνος, φασὶν ἀξιωθεῖσαν τὴν Μύριναν ὑπὸ τῶν Ἀτλαντίων ἐμβαλεῖν εἰς τὴν χώραν τῶν προειρημένων. ἀντιταξαμένων δὲ τῶν Γοργόνων γενέσθαι καρτερὰν μάχην, καὶ τὰς Ἀμαζόνας ἐπὶ τοῦ προτερήματος γενομένας ἀνελεῖν μὲν τῶν ἀντιταχθεισῶν παμπληθεῖς, ζωγρῆσαι δ’ οὐκ ἐλάττους τρισχιλίων· τῶν δ’ ἄλλων εἴς τινα δρυμώδη τόπον συμφυγουσῶν ἐπιβαλέσθαι μὲν τὴν Μύριναν ἐμπρῆσαι τὴν ὕλην, σπεύδουσαν ἄρδην ἀνελεῖν τὸ ἔθνος, οὐ δυνηθεῖσαν δὲ κρατῆσαι τῆς ἐπιβολῆς ἐπανελθεῖν ἐπὶ τοὺς ὅρους τῆς χώρας. 55  τῶν δ’ Ἀμαζόνων νυκτὸς τὰ περὶ τὰς φυλακὰς ῥᾳθυμουσῶν διὰ τὴν εὐημερίαν, ἐπιθεμένας τὰς αἰχμαλωτίδας, σπασαμένας τὰ ξίφη τῶν δοκουσῶν κεκρατηκέναι πολλὰς ἀνελεῖν· τέλος δὲ τοῦ πλήθους αὐτὰς πανταχόθεν περιχυθέντος εὐγενῶς μαχομένας ἁπάσας κατακοπῆναι. τὴν δὲ Μύριναν θάψασαν τὰς ἀναιρεθείσας τῶν συστρατευουσῶν ἐν τρισὶ πυραῖς χωμάτων μεγάλων ἐπιστῆσαι τάφους τρεῖς, οὓς μέχρι τοῦ νῦν Ἀμαζόνων σωροὺς ὀνομάζεσθαι. τὰς δὲ Γοργόνας ἐν τοῖς ὕστερον χρόνοις αὐξηθείσας πάλιν ὑπὸ Περσέως τοῦ Διὸς καταπολεμηθῆναι, καθ’ ὃν καιρὸν ἐβασίλευεν αὐτῶν Μέδουσα· τὸ δὲ τελευταῖον ὑφ’ Ἡρακλέους ἄρδην ἀναιρεθῆναι ταύτας τε καὶ τὸ τῶν Ἀμαζόνων ἔθνος, καθ’ ὃν καιρὸν τοὺς πρὸς ἑσπέραν τόπους ἐπελθὼν ἔθετο τὰς ἐπὶ τῆς Λιβύης στήλας, δεινὸν ἡγούμενος, εἰ προελόμενος τὸ γένος κοινῇ τῶν ἀνθρώπων εὐεργετεῖν περιόψεταί τινα τῶν ἐθνῶν γυναικοκρατούμενα. λέγεται δὲ καὶ τὴν Τριτωνίδα λίμνην σεισμῶν γενομένων ἀφανισθῆναι, ῥαγέντων αὐτῆς τῶν πρὸς τὸν ὠκεανὸν μερῶν κεκλιμένων. τὴν δὲ Μύρινάν φασι τῆς τε Λιβύης τὴν πλείστην ἐπελθεῖν, καὶ παραβαλοῦσαν εἰς Αἴγυπτον πρὸς μὲν Ὧρον τὸν Ἴσιδος βασιλεύοντα τότε τῆς Αἰγύπτου φιλίαν συνθέσθαι, πρὸς δ’ Ἄραβας διαπολεμήσασαν καὶ πολλοὺς αὐτῶν ἀνελοῦσαν, τὴν μὲν Συρίαν καταστρέψασθαι, τῶν δὲ Κιλίκων ἀπαντησάντων αὐτῇ μετὰ δώρων καὶ τὸ κελευόμενον ποιήσειν ὁμολογούντων, ἐλευθέρους ἀφεῖναι τοὺς ἑκουσίως προσχωρήσαντας, οὓς ἀπὸ ταύτης τῆς αἰτίας μέχρι τοῦ νῦν Ἐλευθεροκίλικας καλεῖσθαι. καταπολεμῆσαι δ’ αὐτὴν καὶ τὰ περὶ τὸν Ταῦρον ἔθνη, διάφορα ταῖς ἀλκαῖς ὄντα, καὶ διὰ Φρυγίας τῆς μεγάλης ἐπὶ θάλατταν καταβῆναι· ἑξῆς δὲ τὴν παραθαλάττιον χώραν προσαγαγομένην ὅρους θέσθαι τῆς στρατείας τὸν Κάικον ποταμόν. τῆς δὲ δορικτήτου χώρας ἐκλεξαμένην τοὺς εὐθέτους τόπους εἰς πόλεων κτίσεις οἰκοδομῆσαι πλείους πόλεις, καὶ τούτων ὁμώνυμον μίαν ἑαυτῇ κτίσαι, τὰς δ’ ἄλλας ἀπὸ τῶν τὰς ἡγεμονίας τὰς μεγίστας ἐχουσῶν, Κύμην, Πιτάναν, Πριήνην. ταύτας μὲν οὖν οἰκίσαι παρὰ θάλατταν, ἄλλας δὲ πλείους ἐν τοῖς πρὸς μεσόγειον ἀνήκουσι τόποις. κατασχεῖν δ’ αὐτὴν καὶ τῶν νήσων τινάς, καὶ μάλιστα τὴν Λέσβον, ἐν ᾗ κτίσαι πόλιν Μυτιλήνην ὁμώνυμον τῇ μετεχούσῃ τῆς στρατείας ἀδελφῇ. ἔπειτα καὶ τῶν ἄλλων νήσων τινὰς καταστρεφομένην χειμασθῆναι, καὶ ποιησαμένην τῇ μητρὶ τῶν θεῶν εὐχὰς ὑπὲρ τῆς σωτηρίας προσενεχθῆναι νήσῳ τινὶ τῶν ἐρήμων· ταύτην δὲ κατά τινα ἐν τοῖς ὀνείροις φαντασίαν καθιερῶσαι τῇ προειρημένῃ θεῷ καὶ βωμοὺς ἱδρύσασθαι καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαι· ὀνομάσαι δ’ αὐτὴν Σαμοθρᾴκην, ὅπερ εἶναι μεθερμηνευόμενον εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἱερὰν νῆσον· ἔνιοι δὲ τῶν ἱστορικῶν λέγουσι τὸ πρὸ τοῦ Σάμον αὐτὴν καλουμένην ὑπὸ τῶν κατοικούντων ἐν αὐτῇ ποτε Θρᾳκῶν Σαμοθρᾴκην ὀνομασθῆναι. οὐ μὴν ἀλλὰ τῶν Ἀμαζόνων ἐπανελθουσῶν εἰς τὴν ἤπειρον μυθολογοῦσι τὴν μητέρα τῶν θεῶν εὐαρεστηθεῖσαν τῇ νήσῳ ἄλλους τέ τινας ἐν αὐτῇ κατοικίσαι καὶ τοὺς ἑαυτῆς υἱοὺς τοὺς ὀνομαζομένους Κορύβαντας· ἐξ οὗ δ’ εἰσὶ πατρὸς ἐν ἀπορρήτῳ κατὰ τὴν τελετὴν παραδίδοσθαι· καταδεῖξαι δὲ καὶ τὰ νῦν ἐν αὐτῇ συντελούμενα μυστήρια καὶ τὸ τέμενος ἄσυλον νομοθετῆσαι. περὶ δὲ τούτους τοὺς χρόνους Μόψον τὸν Θρᾷκα, φυγάδα γενόμενον ὑπὸ Λυκούργου τοῦ βασιλέως τῶν Θρᾳκῶν, ἐμβαλεῖν εἰς τὴν χώραν τῶν Ἀμαζόνων μετὰ στρατιᾶς τῆς συνεκπεσούσης αὐτῷ· συστρατεῦσαι δὲ καὶ Σίπυλον τῷ Μόψῳ τὸν Σκύθην, πεφυγαδευμένον ὁμοίως ἐκ τῆς ὁμόρου τῇ Θρᾴκῃ Σκυθίας. γενομένης δὲ παρατάξεως, καὶ τῶν περὶ τὸν Σίπυλον καὶ Μόψον προτερησάντων, τήν τε βασίλισσαν τῶν Ἀμαζόνων Μύριναν ἀναιρεθῆναι καὶ τῶν ἄλλων τὰς πλείους. τοῦ δὲ χρόνου προβαίνοντος, καὶ κατὰ τὰς μάχας ἀεὶ τῶν Θρᾳκῶν ἐπικρατούντων, τὸ τελευταῖον τὰς περιλειφθείσας τῶν Ἀμαζόνων ἀνακάμψαι πάλιν εἰς Λιβύην. καὶ τὴν μὲν στρατείαν τῶν ἀπὸ Λιβύης Ἀμαζόνων μυθολογοῦσι τοιοῦτο λαβεῖν τὸ πέρας.

56  Ἡμεῖς δ’ ἐπειδὴ περὶ τῶν Ἀτλαντίων ἐμνήσθημεν, οὐκ ἀνοίκειον ἡγούμεθα διελθεῖν τὰ μυθολογούμενα παρ’ αὐτοῖς περὶ τῆς τῶν θεῶν γενέσεως, διὰ τὸ μὴ πολὺ διαλλάττειν αὐτὰ τῶν μυθολογουμένων παρ’ Ἕλλησιν. οἱ τοίνυν Ἀτλάντιοι τοὺς παρὰ τὸν ὠκεανὸν τόπους κατοικοῦντες καὶ χώραν εὐδαίμονα νεμόμενοι πολλῷ μὲν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ τῇ πρὸς τοὺς ξένους δοκοῦσι διαφέρειν τῶν πλησιοχώρων, τὴν δὲ γένεσιν τῶν θεῶν παρ’ αὑτοῖς γενέσθαι φασί. συμφωνεῖν δὲ τοῖς λεγομένοις ὑπ’ αὐτῶν καὶ τὸν ἐπιφανέστατον τῶν παρ’ Ἕλλησι ποιητῶν ἐν οἷς παρεισάγει τὴν Ἥραν λέγουσαν

εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.

μυθολογοῦσι δὲ πρῶτον παρ’ αὑτοῖς Οὐρανὸν βασιλεῦσαι καὶ τοὺς ἀνθρώπους σποράδην οἰκοῦντας συναγαγεῖν εἰς πόλεως περίβολον, καὶ τῆς μὲν ἀνομίας καὶ τοῦ θηριώδους βίου παῦσαι τοὺς ὑπακούοντας, εὑρόντα τὰς τῶν ἡμέρων καρπῶν χρείας καὶ παραθέσεις καὶ τῶν ἄλλων τῶν χρησίμων οὐκ ὀλίγα· κατακτήσασθαι δ’ αὐτὸν καὶ τῆς οἰκουμένης τὴν πλείστην, καὶ μάλιστα τοὺς πρὸς τὴν ἑσπέραν καὶ τὴν ἄρκτον τόπους. τῶν δὲ ἄστρων γενόμενον ἐπιμελῆ παρατηρητὴν πολλὰ προλέγειν τῶν κατὰ τὸν κόσμον μελλόντων γίνεσθαι· εἰσηγήσασθαι δὲ τοῖς ὄχλοις τὸν μὲν ἐνιαυτὸν ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως, τοὺς δὲ μῆνας ἀπὸ τῆς σελήνης, καὶ τὰς κατ’ ἔτος ἕκαστον ὥρας διδάξαι. διὸ καὶ τοὺς πολλούς, ἀγνοοῦντας μὲν τὴν τῶν ἄστρων αἰώνιον τάξιν, θαυμάζοντας δὲ τὰ γινόμενα κατὰ τὰς προρρήσεις, ὑπολαβεῖν τὸν τούτων εἰσηγητὴν θείας μετέχειν φύσεως, μετὰ δὲ τὴν ἐξ ἀνθρώπων αὐτοῦ μετάστασιν διά τε τὰς εὐεργεσίας καὶ τὴν τῶν ἄστρων ἐπίγνωσιν ἀθανάτους τιμὰς ἀπονεῖμαι· μεταγαγεῖν δ’ αὐτοῦ τὴν προσηγορίαν ἐπὶ τὸν κόσμον, ἅμα μὲν τῷ δοκεῖν οἰκείως ἐσχηκέναι πρὸς τὰς τῶν ἄστρων ἐπιτολάς τε καὶ δύσεις καὶ τἄλλα τὰ γινόμενα περὶ τὸν κόσμον, ἅμα δὲ τῷ μεγέθει τῶν τιμῶν ὑπερβάλλειν τὰς εὐεργεσίας, καὶ πρὸς τὸν αἰῶνα βασιλέα τῶν ὅλων αὐτὸν ἀναγορεύσαντας.

57  Οὐρανοῦ δὲ μυθολογοῦσι γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τετταράκοντα, καὶ τούτων ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τιταίας ὄνομα μὲν ἴδιον ἔχοντας ἑκάστους, κοινῇ δὲ πάντας ἀπὸ τῆς μητρὸς ὀνομαζομένους Τιτᾶνας. τὴν δὲ Τιταίαν, σώφρονα οὖσαν καὶ πολλῶν ἀγαθῶν αἰτίαν γενομένην τοῖς λαοῖς, ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν ὑπὸ τῶν εὖ παθόντων Γῆν μετονομασθεῖσαν. γενέσθαι δ’ αὐτῷ καὶ θυγατέρας, ὧν εἶναι δύο τὰς πρεσβυτάτας πολὺ τῶν ἄλλων ἐπιφανεστάτας, τήν τε καλουμένην Βασίλειαν καὶ Ῥέαν τὴν ὑπ’ ἐνίων Πανδώραν ὀνομασθεῖσαν. τούτων δὲ τὴν μὲν Βασίλειαν, πρεσβυτάτην οὖσαν καὶ σωφροσύνῃ τε καὶ συνέσει πολὺ τῶν ἄλλων διαφέρουσαν, ἐκθρέψαι πάντας τοὺς ἀδελφοὺς κοινῇ μητρὸς εὔνοιαν παρεχομένην· διὸ καὶ μεγάλην μητέρα προσαγορευθῆναι· μετὰ δὲ τὴν τοῦ πατρὸς ἐξ ἀνθρώπων εἰς θεοὺς μετάστασιν, συγχωρούντων τῶν ὄχλων καὶ τῶν ἀδελφῶν, διαδέξασθαι τὴν βασιλείαν παρθένον οὖσαν ἔτι καὶ διὰ τὴν ὑπερβολὴν τῆς σωφροσύνης οὐδενὶ συνοικῆσαι βουληθεῖσαν. ὕστερον δὲ βουλομένην διαδόχους τῆς βασιλείας ἀπολιπεῖν υἱούς, Ὑπερίονι συνοικῆσαι τῶν ἀδελφῶν ἑνί, πρὸς ὃν οἰκειότατα διέκειτο. γενομένων δ’ αὐτῇ δύο τέκνων, Ἡλίου καὶ Σελήνης, καὶ θαυμαζομένων ἐπί τε τῷ κάλλει καὶ τῇ σωφροσύνῃ, φασὶ τοὺς ἀδελφοὺς ταύτῃ μὲν ἐπ’ εὐτεκνίᾳ φθονοῦντας, τὸν δ’ Ὑπερίονα φοβηθέντας μήποτε τὴν βασιλείαν εἰς αὑτὸν περισπάσῃ, πρᾶξιν ἐπιτελέσασθαι παντελῶς ἀνόσιον· συνωμοσίαν γὰρ ποιησαμένους τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δ’ Ἥλιον ὄντα παῖδα τὴν ἡλικίαν ἐμβαλόντας εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι· καταφανοῦς δὲ γενομένης τῆς ἀτυχίας, τὴν μὲν Σελήνην φιλάδελφον οὖσαν καθ’ ὑπερβολὴν ἀπὸ τοῦ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ μητέρα ζητοῦσαν τὸ σῶμα παρὰ τὸν ποταμὸν σύγκοπον γενέσθαι, καὶ κατενεχθεῖσαν εἰς ὕπνον ἰδεῖν ὄψιν, καθ’ ἣν ἔδοξεν ἐπιστάντα τὸν Ἥλιον παρακαλεῖν αὐτὴν μὴ θρηνεῖν τὸν τῶν τέκνων θάνατον· τοὺς μὲν γὰρ Τιτᾶνας τεύξεσθαι τῆς προσηκούσης τιμωρίας, ἑαυτὸν δὲ καὶ τὴν ἀδελφὴν εἰς ἀθανάτους φύσεις μετασχηματισθήσεσθαι θείᾳ τινὶ προνοίᾳ· ὀνομασθήσεσθαι γὰρ ὑπὸ τῶν ἀνθρώπων ἥλιον μὲν τὸ πρότερον ἐν οὐρανῷ πῦρ ἱερὸν καλούμενον, σελήνην δὲ τὴν μήνην προσαγορευομένην. διεγερθεῖσαν δὲ καὶ τοῖς ὄχλοις τόν τε ὄνειρον καὶ τὰ περὶ αὑτὴν ἀτυχήματα διελθοῦσαν ἀξιῶσαι τοῖς μὲν τετελευτηκόσιν ἀπονεῖμαι τιμὰς ἰσοθέους, τοῦ δ’ αὐτῆς σώματος μηκέτι μηδένα θιγεῖν. μετὰ δὲ ταῦτα ἐμμανῆ γενομένην καὶ τῶν τῆς θυγατρὸς παιγνίων τὰ δυνάμενα ψόφον ἐπιτελεῖν ἁρπάσασαν πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, τῷ δὲ διὰ τῶν τυμπάνων καὶ κυμβάλων ψόφῳ ἐνθεάζουσαν, ὥστε καταπλήττεσθαι τοὺς δρῶντας. πάντων δὲ τὸ περὶ αὐτὴν πάθος ἐλεούντων, καί τινων ἀντεχομένων τοῦ σώματος, ἐπιγενέσθαι πλῆθος ὄμβρου καὶ συνεχεῖς κεραυνῶν πτώσεις· ἐνταῦθα δὲ τὴν μὲν Βασίλειαν ἀφανῆ γενέσθαι, τοὺς δ’ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην τῇ προσηγορίᾳ καὶ ταῖς τιμαῖς μεταγαγεῖν ἐπὶ τὰ κατ’ οὐρανὸν ἄστρα, τὴν δὲ μητέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασθαι, καὶ ταῖς διὰ τῶν τυμπάνων καὶ κυμβάλων ἐνεργείαις καὶ τοῖς ἄλλοις ἅπασιν ἀπομιμουμένους τὰ περὶ αὐτὴν συμβάντα θυσίας καὶ τὰς ἄλλας τιμὰς ἀπονεῖμαι.

58  Παραδέδοται δὲ τῆς θεοῦ ταύτης καὶ κατὰ τὴν Φρυγίαν γένεσις. οἱ γὰρ ἐγχώριοι μυθολογοῦσι τὸ παλαιὸν γενέσθαι βασιλέα Φρυγίας καὶ Λυδίας Μῄονα· γήμαντα δὲ Δινδύμην γεννῆσαι μὲν παιδίον θῆλυ, τρέφειν δ’ αὐτὸ μὴ βουλόμενον εἰς ὄρος ἐκθεῖναι τὸ προσαγορευόμενον Κύβελον. ἐνταῦθα τῷ παιδίῳ κατά τινα θείαν πρόνοιαν τάς τε παρδάλεις καί τινα τῶν ἄλλων τῶν ἀλκῇ διαφερόντων θηρίων παρέχεσθαι τὴν θηλὴν καὶ διατρέφειν, γύναια δέ τινα περὶ τὸν τόπον ποιμαίνοντα κατιδεῖν τὸ γινόμενον, καὶ θαυμάσαντα τὴν περιπέτειαν ἀνελέσθαι τὸ βρέφος, καὶ προσαγορεῦσαι Κυβέλην ἀπὸ τοῦ τόπου. αὐξομένην δὲ τὴν παῖδα τῷ τε κάλλει καὶ σωφροσύνῃ διενεγκεῖν, ἔτι δὲ συνέσει γενέσθαι θαυμαστήν· τήν τε γὰρ πολυκάλαμον σύριγγα πρώτην ἐπινοῆσαι καὶ πρὸς τὰς παιδιὰς καὶ χορείας εὑρεῖν κύμβαλα καὶ τύμπανα, πρὸς δὲ τούτοις καθαρμοὺς τῶν νοσούντων κτηνῶν τε καὶ νηπίων παίδων εἰσηγήσασθαι· διὸ καὶ τῶν βρεφῶν ταῖς ἐπῳδαῖς σωζομένων καὶ τῶν πλείστων ὑπ’ αὐτῆς ἐναγκαλιζομένων, διὰ τὴν εἰς ταῦτα σπουδὴν καὶ φιλοστοργίαν ὑπὸ πάντων αὐτὴν ὀρείαν μητέρα προσαγορευθῆναι. συναναστρέφεσθαι δ’ αὐτῇ καὶ φιλίαν ἔχειν ἐπὶ πλέον φασὶ Μαρσύαν τὸν Φρύγα, θαυμαζόμενον ἐπὶ συνέσει καὶ σωφροσύνῃ· καὶ τῆς μὲν συνέσεως τεκμήριον λαμβάνουσι τὸ μιμήσασθαι τοὺς φθόγγους τῆς πολυκαλάμου σύριγγος καὶ μετενεγκεῖν ἐπὶ τοὺς αὐλοὺς τὴν ὅλην ἁρμονίαν, τῆς δὲ σωφροσύνης σημεῖον εἶναί φασι τὸ μέχρι τῆς τελευτῆς ἀπείρατον γενέσθαι τῶν ἀφροδισίων. τὴν οὖν Κυβέλην εἰς ἀκμὴν ἡλικίας ἐλθοῦσαν ἀγαπῆσαι τῶν ἐγχωρίων τινὰ νεανίσκον τὸν προσαγορευόμενον μὲν Ἄττιν, ὕστερον δ’ ἐπικληθέντα Πάπαν· συνελθοῦσαν δ’ εἰς ὁμιλίαν αὐτῷ λάθρᾳ καὶ γενομένην ἔγκυον ἐπιγνωσθῆναι κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν γονέων. 59  διόπερ ἀναχθείσης αὐτῆς εἰς τὰ βασίλεια, καὶ τοῦ πατρὸς τὸ μὲν πρῶτον ὡς παρθένον προσδεξαμένου, μετὰ δὲ ταῦτα γνόντος τὴν φθοράν, καὶ τάς τε τροφοὺς καὶ τὸν Ἄττιν ἀνελόντος καὶ τὰ σώματα ἐκρίψαντος ἄταφα, φασὶ τὴν Κυβέλην διὰ τὴν πρὸς τὸ μειράκιον φιλοστοργίαν καὶ τὴν ἐπὶ ταῖς τροφοῖς λύπην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι. καὶ ταύτην μὲν ὀλολύζουσαν καὶ τυμπανίζουσαν μόνην ἐπιέναι πᾶσαν χώραν, λελυμένην τὰς τρίχας, τὸν δὲ Μαρσύαν ἐλεοῦντα τὸ πάθος ἑκουσίως αὐτῇ συνακολουθεῖν καὶ συμπλανᾶσθαι διὰ τὴν προϋπάρχουσαν φιλίαν. παραγενομένους δ’ αὐτοὺς πρὸς Διόνυσον εἰς τὴν Νῦσαν καταλαβεῖν τὸν Ἀπόλλω τυγχάνοντα μεγάλης ἀποδοχῆς διὰ τὴν κιθάραν, ἣν Ἑρμῆν εὑρεῖν φασιν, Ἀπόλλωνα δὲ πρῶτον αὐτῇ κατὰ τρόπον χρῆσθαι· ἐρίζοντος δὲ τοῦ Μαρσύου πρὸς τὸν Ἀπόλλω περὶ τῆς τέχνης, καὶ τῶν Νυσαίων ἀποδειχθέντων δικαστῶν, τὸν μὲν Ἀπόλλωνα πρῶτον κιθαρίσαι ψιλήν, τὸν δὲ Μαρσύαν ἐπιβαλόντα τοῖς αὐλοῖς καταπλῆξαι τὰς ἀκοὰς τῷ ξενίζοντι, καὶ διὰ τὴν εὐμέλειαν δόξαι πολὺ προέχειν τοῦ προηγωνισμένου. συντεθειμένων δ’ αὐτῶν παρ’ ἄλληλα τοῖς δικασταῖς ἐπιδείκνυσθαι τὴν τέχνην, τὸν μὲν Ἀπόλλωνά φασιν ἐπιβαλεῖν τὸ δεύτερον ἁρμόττουσαν τῷ μέλει τῆς κιθάρας ᾠδήν, καθ’ ἣν ὑπερβαλέσθαι τὴν προϋπάρξασαν τῶν αὐλῶν ἀποδοχήν· τὸν δὲ πρότερον ἀγανακτήσαντα διδάσκειν τοὺς ἀκροατὰς ὅτι παρὰ πᾶν τὸ δίκαιον αὐτὸς ἐλαττοῦται· δεῖν γὰρ γίνεσθαι τέχνης σύγκρισιν, οὐ φωνῆς, καθ’ ἣν προσήκει τὴν ἁρμονίαν καὶ τὸ μέλος ἐξετάξεσθαι τῆς κιθάρας καὶ τῶν αὐλῶν· καὶ πρὸς τούτοις ἄδικον εἶναι δύο τέχνας ἅμα πρὸς μίαν συγκρίνεσθαι. τὸν δὲ Ἀπόλλω μυθολογοῦσιν εἰπεῖν ὡς οὐδὲν αὐτὸν πλεονεκτοίη· καὶ γὰρ τὸν Μαρσύαν τὸ παραπλήσιον αὐτῷ ποιεῖν, εἰς τοὺς αὐλοὺς ἐμφυσῶντα· δεῖν οὖν ἢ τὴν ἐξουσίαν ταύτην ἴσην ἀμφοτέροις δίδοσθαι τῆς κράσεως, ἢ μηδέτερον τῷ στόματι διαγωνιζόμενον διὰ μόνων τῶν χειρῶν ἐνδείκνυσθαι τὴν ἰδίαν τέχνην. ἐπικρινάντων δὲ τῶν ἀκροατῶν τὸν Ἀπόλλω δικαιότερα λέγειν, συγκριθῆναι πάλιν τὰς τέχνας, καὶ τὸν μὲν Μαρσύαν λειφθῆναι, τὸν δ’ Ἀπόλλω διὰ τὴν ἔριν πικρότερον χρησάμενον ἐκδεῖραι ζῶντα τὸν ἡττηθέντα. ταχὺ δὲ μεταμεληθέντα καὶ βαρέως ἐπὶ τοῖς ὑπ’ αὐτοῦ πραχθεῖσιν ἐνέγκαντα τῆς κιθάρας ἐκρῆξαι τὰς χορδὰς καὶ τὴν εὑρημένην ἁρμονίαν ἀφανίσαι. ταύτης δ’ ὕστερον Μούσας μὲν ἀνευρεῖν τὴν μέσην, Λίνον δὲ τὴν λίχανον, Ὀρφέα δὲ καὶ Θαμύραν ὑπάτην καὶ παρυπάτην. τὸν δ’ Ἀπόλλω φασὶν εἰς τὸ ἄντρον τοῦ Διονύσου τήν τε κιθάραν καὶ τοὺς αὐλοὺς ἀναθέντα, καὶ τῆς Κυβέλης ἐρασθέντα, συμπλανηθῆναι ταύτῃ μέχρι τῶν Ὑπερβορέων. κατὰ δὲ τὴν Φρυγίαν ἐμπεσούσης νόσου τοῖς ἀνθρώποις καὶ τῆς γῆς ἀκάρπου γενομένης, ἐπερωτησάντων τῶν ἀτυχούντων τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς προστάξαι φασὶν αὐτοῖς θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμᾶν τὴν Κυβέλην ὡς θεόν. διόπερ τοὺς Φρύγας ἠφανισμένου τοῦ σώματος διὰ τὸν χρόνον εἴδωλον κατασκευάσαι τοῦ μειρακίου, πρὸς ᾧ θρηνοῦντας ταῖς οἰκείαις τιμαῖς τοῦ πάθους ἐξιλάσκεσθαι τὴν τοῦ παρανομηθέντος μῆνιν· ὅπερ μέχρι τοῦ καθ’ ἡμᾶς βίου ποιοῦντας αὐτοὺς διατελεῖν. τῆς δὲ Κυβέλης τὸ παλαιὸν βωμοὺς ἱδρυσαμένους θυσίας ἐπιτελεῖν κατ’ ἔτος· ὕστερον δ’ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ καὶ τιμὰς καὶ θυσίας καταδεῖξαι μεγαλοπρεπεστάτας, Μίδου τοῦ βασιλέως εἰς ταῦτα συμφιλοκαλήσαντος· τῷ δ’ ἀγάλματι τῆς θεοῦ παραστῆσαι παρδάλεις καὶ λέοντας διὰ τὸ δοκεῖν ὑπὸ τούτων πρῶτον τραφῆναι. περὶ μὲν οὖν μητρὸς θεῶν τοιαῦτα μυθολογεῖται παρά τε τοῖς Φρυξὶ καὶ τοῖς Ἀτλαντίοις τοῖς παρὰ τὸν ὠκεανὸν οἰκοῦσιν.

60  Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν μυθολογοῦσι τοὺς υἱοὺς τοῦ Οὐρανοῦ διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲ τὸν μὲν Ἄτλαντα λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους, καὶ τούς τε λαοὺς Ἀτλαντίους ὀνομάσαι καὶ τὸ μέγιστον τῶν κατὰ τὴν χώραν ὀρῶν ὁμοίως Ἄτλαντα προσαγορεῦσαι. φασὶ δ’ αὐτὸν τὰ περὶ τὴν ἀστρολογίαν ἐξακριβῶσαι καὶ τὸν σφαιρικὸν λόγον εἰς ἀνθρώπους πρῶτον ἐξενεγκεῖν· ἀφ’ ἧς αἰτίας δόξαι τὸν σύμπαντα κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσθαι, τοῦ μύθου τὴν τῆς σφαίρας εὕρεσιν καὶ καταγραφὴν αἰνιττομένου. γενέσθαι δ’ αὐτῷ πλείους υἱούς, ὧν ἕνα διενεγκεῖν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἀρχομένους δικαιοσύνῃ καὶ φιλανθρωπίᾳ, τὸν προσαγορευόμενον Ἕσπερον. τοῦτον δ’ ἐπὶ τὴν κορυφὴν τοῦ Ἄτλαντος ὄρους ἀναβαίνοντα καὶ τὰς τῶν ἄστρων παρατηρήσεις ποιούμενον ἐξαίφνης ὑπὸ πνευμάτων συναρπαγέντα μεγάλων ἄφαντον γενέσθαι· διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ τὸ πάθος τὰ πλήθη ἐλεήσαντα τιμὰς ἀθανάτους ἀπονεῖμαι καὶ τὸν ἐπιφανέστατον τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων ὁμωνύμως ἐκείνῳ προσαγορεῦσαι. ὑπάρξαι δ’ Ἄτλαντι καὶ θυγατέρας ἑπτά, τὰς κοινῶς μὲν ἀπὸ τοῦ πατρὸς καλουμένας Ἀτλαντίδας, ἰδίᾳ δ’ ἑκάστην ὀνομαζομένην Μαῖαν, Ἠλέκτραν, Ταϋγέτην, Στερόπην, Μερόπην, Ἁλκυόνην, καὶ τελευταίαν Κελαινώ. ταύτας δὲ μιγείσας τοῖς ἐπιφανεστάτοις ἥρωσι καὶ θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ [πλείστου] γένους τῶν ἀνθρώπων, τεκούσας τοὺς δι’ ἀρετὴν θεοὺς καὶ ἥρωας ὀνομασθέντας, οἷον τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν Ἑρμῆν τεκνῶσαι, πολλῶν εὑρετὴν γενόμενον τοῖς ἀνθρώποις· παραπλησίως δὲ καὶ τὰς ἄλλας Ἀτλαντίδας γεννῆσαι παῖδας ἐπιφανεῖς, ὧν τοὺς μὲν ἐθνῶν, τοὺς δὲ πόλεων γενέσθαι κτίστας. διόπερ οὐ μόνον παρ’ ἐνίοις τῶν βαρβάρων, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι τοὺς πλείστους τῶν ἀρχαιοτάτων ἡρώων εἰς ταύτας ἀναφέρειν τὸ γένος. ὑπάρξαι δ’ αὐτὰς καὶ σώφρονας διαφερόντως, καὶ μετὰ τὴν τελευτὴν τυχεῖν ἀθανάτου τιμῆς παρ’ ἀνθρώποις [καὶ] καθιδρυθείσας ἐν τῷ κόσμῳ καὶ τῇ τῶν Πλειάδων προσηγορίᾳ περιληφθείσας. ἐκλήθησαν δὲ αἱ Ἀτλαντίδες καὶ νύμφαι διὰ τὸ τοὺς ἐγχώριους κοινῇ τὰς γυναῖκας νύμφας προσαγορεύειν.

61  Κρόνον δὲ μυθολογοῦσιν, ἀδελφὸν μὲν Ἄτλαντος ὄντα, διαφέροντα δ’ ἀσεβείᾳ καὶ πλεονεξίᾳ, γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι Δία τὸν Ὀλύμπιον ὕστερον ἐπικληθέντα. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μὲν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πολὺ λειπόμενον τοῦ μεταγενεστέρου. τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, τὸν δὲ προγενέστερον, δυναστεύοντα τῆς προειρημένης νήσου, δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθέντας Κούρητας· προσαγορεῦσαι δὲ καὶ τὴν νῆσον ἀπὸ τῆς γυναικὸς Ἰδαίαν, ἐν ᾗ καὶ τελευτήσαντα ταφῆναι, δεικνυμένου τοῦ τὴν ταφὴν δεξαμένου τόπου μέχρι τῶν καθ’ ἡμᾶς χρόνων. οὐ μὴν οἵ γε Κρῆτες ὁμολογούμενα τούτοις μυθολογοῦσι, περὶ ὧν ἡμεῖς ἐν τοῖς περὶ Κρήτης τὰ κατὰ μέρος ἀναγράψομεν· δυναστεῦσαι δέ φασι τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Ἰταλίαν, καὶ τὸ σύνολον ἐν τοῖς πρὸς ἑσπέραν τόποις συστήσασθαι τὴν βασιλείαν· παρὰ πᾶσι δὲ φρουραῖς διακατέχειν τὰς ἀκροπόλεις καὶ τοὺς ὀχυροὺς τῶν τόπων [τούτων]· ἀφ’ οὗ δὴ μέχρι τοῦ νῦν χρόνου κατά τε τὴν Σικελίαν καὶ τὰ πρὸς ἑσπέραν νεύοντα μέρη πολλοὺς τῶν ὑψηλῶν τόπων ἀπ’ ἐκείνου Κρόνια προσαγορεύεσθαι. Κρόνου δὲ γενόμενον υἱὸν Δία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι, καὶ παρεχόμενον ἑαυτὸν πᾶσιν ἐπιεικῆ καὶ φιλάνθρωπον ὑπὸ τοῦ πλήθους πατέρα προσαγορευθῆναι. διαδέξασθαι δ’ αὐτόν φασι τὴν βασιλείαν οἱ μὲν ἑκουσίως τοῦ πατρὸς παραχωρήσαντος, οἱ δ’ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα· ἐπιστρατεύσαντος δ’ ἐπ’ αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι τῇ μάχῃ τὸν Δία, καὶ κύριον γενόμενον τῶν ὅλων ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην, εὐεργετοῦντα τὸ γένος τῶν ἀνθρώπων. διενεγκεῖν δ’ αὐτὸν καὶ σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς, καὶ διὰ τοῦτο ταχὺ κύριον γενέσθαι τοῦ σύμπαντος κόσμου. καθόλου δ’ αὐτὸν τὴν ἅπασαν σπουδὴν ἔχειν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν καὶ πονηρῶν, εὐεργεσίαν δὲ τῶν ὄχλων. ἀνθ’ ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι μὲν Ζῆνα διὰ τὸ δοκεῖν τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις, καθιδρυθῆναι δ’ ἐν τῷ κόσμῳ τῇ τῶν εὖ παθόντων τιμῇ, πάντων προθύμως ἀναγορευόντων θεὸν καὶ κύριον εἰς τὸν αἰῶνα τοῦ σύμπαντος κόσμου. τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντίοις θεολογουμένων τὰ κεφάλαια ταῦτ’ ἔστιν.

62  Ἡμεῖς δ’ ἐπεὶ προειρήκαμεν ἐν τοῖς Αἰγυπτιακοῖς περὶ τῆς τοῦ Διονύσου γενέσεως καὶ τῶν ὑπ’ αὐτοῦ πραχθέντων ἀκολούθως ταῖς ἐγχωρίοις ἱστορίαις, οἰκεῖον εἶναι διαλαμβάνομεν προσθεῖναι τὰ μυθολογούμενα περὶ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησι. τῶν δὲ παλαιῶν μυθογράφων καὶ ποιητῶν περὶ Διονύσου γεγραφότων ἀλλήλοις ἀσύμφωνα καὶ πολλοὺς καὶ τερατώδεις λόγους καταβεβλημένων, δυσχερές ἐστιν ὑπὲρ τῆς γενέσεως τοῦ θεοῦ τούτου καὶ τῶν πράξεων καθαρῶς εἰπεῖν. οἱ μὲν γὰρ ἕνα Διόνυσον, οἱ δὲ τρεῖς γεγονέναι παραδεδώκασιν, εἰσὶ δ’ οἱ γένεσιν μὲν τούτου ἀνθρωπόμορφον μὴ γεγονέναι τὸ παράπαν ἀποφαινόμενοι, τὴν δὲ τοῦ οἴνου δόσιν Διόνυσον εἶναι νομίζοντες. διόπερ ἡμεῖς τῶν παρ’ ἑκάστοις λεγομένων τὰ κεφάλαια πειρασόμεθα συντόμως ἐπιδραμεῖν.

Οἱ τοίνυν φυσιολογοῦντες περὶ τοῦ θεοῦ τούτου καὶ τὸν ἀπὸ τῆς ἀμπέλου καρπὸν Διόνυσον ὀνομάζοντές φασι τὴν γῆν αὐτομάτως μετὰ τῶν ἄλλων φυτῶν ἐνεγκεῖν τὴν ἄμπελον, ἀλλ’ οὐκ ἐξ ἀρχῆς ὑπό τινος εὑρετοῦ φυτευθῆναι. τεκμήριον δ’ εἶναι τούτου τὸ μέχρι τοῦ νῦν ἐν πολλοῖς τόποις ἀγρίας ἀμπέλους φύεσθαι, καὶ καρποφορεῖν αὐτὰς παραπλησίως ταῖς ὑπὸ τῆς ἀνθρωπίνης ἐμπειρίας χειρουργουμέναις. διμήτορα δὲ τὸν Διόνυσον ὑπὸ τῶν παλαιῶν ὠνομάσθαι, μιᾶς μὲν καὶ πρώτης γενέσεως ἀριθμουμένης ὅταν τὸ φυτὸν εἰς τὴν γῆν τεθὲν λαμβάνῃ τὴν αὔξησιν, δευτέρας δ’ ὅταν βρίθῃ καὶ τοὺς βότρυς πεπαίνῃ, ὥστε τὴν μὲν ἐκ γῆς, τὴν δ’ ἐκ τῆς ἀμπέλου γένεσιν τοῦ θεοῦ νομίζεσθαι. παραδεδωκότων δὲ τῶν μυθογράφων καὶ τρίτην γένεσιν, καθ’ ἥν φασι τὸν θεὸν ἐκ Διὸς καὶ Δήμητρος τεκνωθέντα διασπασθῆναι μὲν ὑπὸ τῶν γηγενῶν καὶ καθεψηθῆναι, πάλιν δ’ ὑπὸ τῆς Δήμητρος τῶν μελῶν συναρμοσθέντων ἐξ ἀρχῆς νέον γεννηθῆναι, εἰς φυσικάς τινας αἰτίας μετάγουσι τοὺς τοιούτους λόγους. Διὸς μὲν γὰρ καὶ Δήμητρος αὐτὸν λέγεσθαι διὰ τὸ τὴν ἄμπελον ἔκ τε γῆς καὶ ὄμβρων λαμβάνουσαν τὴν αὔξησιν καρποφορεῖν τὸν ἐκ τοῦ βότρυος ἀποθλιβόμενον οἶνον· τὸ δ’ ὑπὸ τῶν γηγενῶν νέον ὄντα διασπασθῆναι δηλοῦν τὴν ὑπὸ τῶν γεωργῶν συγκομιδὴν τῶν καρπῶν, [διὰ τὸ τοὺς ἀνθρώπους τὴν γῆν Δήμητραν νομίζειν·] τὴν δὲ καθέψησιν τῶν μελῶν μεμυθοποιῆσθαι διὰ τὸ τοὺς πλείστους ἕψειν τὸν οἶνον καὶ μίσγοντας εὐωδεστέραν αὐτοῦ καὶ βελτίονα τὴν φύσιν κατασκευάζειν· τὸ δὲ τὰ ὑπὸ τῶν γηγενῶν λυμανθέντα τῶν μελῶν ἁρμοσθέντα πάλιν ἐπὶ τὴν προγεγενημένην φύσιν ἀποκαθίστασθαι παρεμφαίνειν ὅτι πάλιν ἡ γῆ τὴν τρυγηθεῖσαν ἄμπελον καὶ τμηθεῖσαν ταῖς κατ’ ἔτος ὥραις εἰς τὴν προϋπάρξασαν ἐν τῷ καρποφορεῖν ἀκμὴν ἀποκαθίστησι. καθόλου γὰρ ὑπὸ τῶν ἀρχαίων ποιητῶν καὶ μυθογράφων τὴν Δήμητραν γῆν μητέρα προσαγορεύεσθαι. σύμφωνα δὲ τούτοις εἶναι τά τε δηλούμενα διὰ τῶν Ὀρφικῶν ποιημάτων καὶ τὰ παρεισαγόμενα κατὰ τὰς τελετάς, περὶ ὧν οὐ θέμις τοῖς ἀμυήτοις ἱστορεῖν τὰ κατὰ μέρος. ὁμοίως δὲ καὶ τὴν ἐκ Σεμέλης γένεσιν εἰς φυσικὰς ἀρχὰς ἀνάγουσιν, ἀποφαινόμενοι Θυώνην ὑπὸ τῶν ἀρχαίων τὴν γῆν ὠνομάσθαι, καὶ τεθεῖσθαι τὴν προσηγορίαν [καὶ] Σεμέλην μὲν ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς θεοῦ ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν, Θυώνην δ’ ἀπὸ τῶν θυομένων αὐτῇ θυσιῶν καὶ θυηλῶν. δὶς δ’ αὐτοῦ τὴν γένεσιν ἐκ Διὸς παραδεδόσθαι διὰ τὸ δοκεῖν μετὰ τῶν ἄλλων ἐν τῷ κατὰ τὸν Δευκαλίωνα κατακλυσμῷ φθαρῆναι καὶ τούτους τοὺς καρπούς, καὶ μετὰ τὴν ἐπομβρίαν πάλιν ἀναφύντων ὡσπερεὶ δευτέραν ἐπιφάνειαν ταύτην ὑπάρξαι τοῦ θεοῦ παρ’ ἀνθρώποις, καθ’ ἣν ἐκ τοῦ Διὸς μηροῦ γενέσθαι πάλιν τὸν θεὸν [τοῦτον] μεμυθοποιῆσθαι. οἱ μὲν οὖν τὴν χρείαν καὶ δύναμιν τοῦ κατὰ τὸν οἶνον εὑρήματος ἀποφαινόμενοι Διόνυσον ὑπάρχειν τοιαῦτα περὶ αὐτοῦ μυθολογοῦσι. 63  τῶν δὲ μυθογράφων οἱ σωματοειδῆ τὸν θεὸν παρεισάγοντες τὴν μὲν εὕρεσιν τῆς ἀμπέλου καὶ φυτείαν καὶ πᾶσαν τὴν περὶ τὸν οἶνον πραγματείαν συμφώνως αὐτῷ προσάπτουσι, περὶ δὲ τοῦ πλείους γεγονέναι Διονύσους ἀμφισβητοῦσιν. ἔνιοι μὲν γὰρ ἕνα καὶ τὸν αὐτὸν ἀποφαίνονται γενέσθαι τόν τε καταδείξαντα τὰ κατὰ τὰς οἰνοποιίας καὶ συγκομιδὰς τῶν ξυλίνων καλουμένων καρπῶν καὶ τὸν στρατευσάμενον ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ἔτι δὲ τὸν τὰ μυστήρια καὶ τελετὰς καὶ βακχείας εἰσηγησάμενον· ἔνιοι δέ, καθάπερ προεῖπον, τρεῖς ὑποστησάμενοι γεγονέναι κατὰ διεστηκότας χρόνους, ἑκάστῳ προσάπτουσιν ἰδίας πράξεις· καί φασι τὸν μὲν ἀρχαιότατον Ἰνδὸν γεγονέναι, καὶ τῆς χώρας αὐτομάτως διὰ τὴν εὐκρασίαν φερούσης πολλὴν ἄμπελον πρῶτον τοῦτον ἀποθλῖψαι βότρυας καὶ τὴν χρείαν τῆς περὶ τὸν οἶνον φύσεως ἐπινοῆσαι, ὁμοίως δὲ καὶ τῶν σύκων καὶ τῶν ἄλλων ἀκροδρύων τὴν καθήκουσαν ἐπιμέλειαν ποιήσασθαι, καὶ καθόλου τὰ πρὸς τὴν συγκομιδὴν καὶ παράθεσιν τούτων τῶν καρπῶν ἐπινοῆσαι. τὸν αὐτὸν δὲ καὶ καταπώγωνα λέγουσι γενέσθαι διὰ τὸ τοῖς Ἰνδοῖς νόμιμον εἶναι μέχρι τῆς τελευτῆς ἐπιμελῶς ὑποτρέφειν τοὺς πώγωνας. τὸν δ’ οὖν Διόνυσον ἐπελθόντα μετὰ στρατοπέδου πᾶσαν τὴν οἰκουμένην διδάξαι τήν τε φυτείαν τῆς ἀμπέλου καὶ τὴν ἐν ταῖς ληνοῖς ἀπόθλιψιν τῶν βοτρύων· ἀφ’ οὗ Ληναῖον αὐτὸν ὀνομασθῆναι. ὁμοίως δὲ καὶ τῶν ἄλλων εὑρημάτων μεταδόντα πᾶσι τυχεῖν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ἀθανάτου τιμῆς παρὰ τοῖς εὖ παθοῦσιν. δείκνυσθαι δὲ παρ’ Ἰνδοῖς μέχρι τοῦ νῦν τόν τε τόπον ἐν ᾧ συνέβη γενέσθαι τὸν θεὸν καὶ προσηγορίας πόλεων ἀπ’ αὐτοῦ κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον· καὶ πολλὰ ἕτερα διαμένειν ἀξιόλογα τεκμήρια τῆς παρ’ Ἰνδοῖς γενέσεως, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν 64  δεύτερον δὲ μυθολογοῦσι γενέσθαι Διόνυσον ἐκ Διὸς καὶ Φερσεφόνης, ὡς δέ τινες, ἐκ Δήμητρος. τοῦτον δὲ παρεισάγουσι πρῶτον βοῦς ὑπ’ ἄροτρον ζεῦξαι, τὸ πρὸ τοῦ ταῖς χερσὶ τῶν ἀνθρώπων τὴν γῆν κατεργαζομένων. πολλὰ δὲ καὶ ἄλλα φιλοτέχνως ἐπινοῆσαι τῶν πρὸς τὴν γεωργίαν χρησίμων, δι’ ὧν ἀπολυθῆναι τοὺς ὄχλους τῆς πολλῆς κακοπαθείας· ἀνθ’ ὧν τοὺς εὖ παθόντας ἀπονεῖμαι τιμὰς ἰσοθέους αὐτῷ καὶ θυσίας, προθύμως ἁπάντων ἀνθρώπων διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀπονειμάντων τὴν ἀθανασίαν. παράσημον δ’ αὐτῷ ποιῆσαι κέρατα τοὺς κατασκευάζοντας τὰς γραφὰς ἢ τοὺς ἀνδριάντας, ἅμα μὲν δηλοῦντας ἑτέραν Διονύσου φύσιν, ἅμα δὲ ἀπὸ τῆς περὶ τὸ ἄροτρον εὑρέσεως ἐμφαίνοντας τὸ μέγεθος τῆς ἐπινοηθείσης τοῖς γεωργοῖς εὐχρηστίας. τρίτον δὲ γενέσθαι Διόνυσόν φασιν ἐν Θήβαις ταῖς Βοιωτίαις ἐκ Διὸς καὶ Σεμέλης τῆς Κάδμου. μυθολογοῦσι γὰρ ἐρασθέντα Δία μιγῆναι πλεονάκις αὐτῇ διὰ τὸ κάλλος, τὴν δ’ Ἥραν ζηλοτυποῦσαν καὶ βουλομένην τιμωρίᾳ περιβαλεῖν τὴν ἄνθρωπον, ὁμοιωθῆναι μέν τινι τῶν ἀποδοχῆς τυγχανουσῶν παρ’ αὐτῇ γυναικῶν, παρακρούσασθαι δὲ τὴν Σεμέλην· εἰπεῖν γὰρ πρὸς αὐτὴν ὅτι καθῆκον ἦν τὸν Δία μετὰ τῆς αὐτῆς ἐπιφανείας τε καὶ τιμῆς ποιεῖσθαι τὴν ὁμιλίαν ᾗπερ χρᾶται κατὰ τὴν πρὸς τὴν Ἥραν συμπεριφοράν. διὸ καὶ τὸν μὲν Δία, τῆς Σεμέλης ἀξιούσης τυγχάνειν τῶν ἴσων Ἥρᾳ τιμῶν, παραγενέσθαι μετὰ βροντῶν καὶ κεραυνῶν, τὴν δὲ Σεμέλην οὐχ ὑπομείνασαν τὸ μέγεθος τῆς περιστάσεως τελευτῆσαι καὶ τὸ βρέφος ἐκτρῶσαι πρὸ τοῦ καθήκοντος χρόνου. καὶ τοῦτο μὲν τὸν Δία ταχέως εἰς τὸν ἑαυτοῦ μηρὸν ἐγκρύψαι· μετὰ δὲ ταῦτα τοῦ κατὰ φύσιν τῆς γενέσεως χρόνου τὴν τελείαν αὔξησιν ποιήσαντος ἀπενεγκεῖν τὸ βρέφος εἰς Νῦσαν τῆς Ἀραβίας. ἐνταῦθα δ’ ὑπὸ νυμφῶν τραφέντα τὸν παῖδα προσαγορευθῆναι μὲν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον, γενόμενον δὲ τῷ κάλλει διάφορον τὸ μὲν πρῶτον ἐν χορείαις καὶ γυναικῶν θιάσοις καὶ παντοδαπῇ τρυφῇ καὶ παιδιᾷ διατελεῖν· μετὰ δὲ ταῦτα στρατόπεδον ἐκ τῶν γυναικῶν συναγαγόντα καὶ θύρσοις καθοπλίσαντα στρατείαν ἐπὶ πᾶσαν ποιήσασθαι τὴν οἰκουμένην. καταδεῖξαι δὲ καὶ τὰ περὶ τὰς τελετὰς καὶ μεταδοῦναι τῶν μυστηρίων τοῖς εὐσεβέσι τῶν ἀνθρώπων καὶ δίκαιον βίον ἀσκοῦσι, πρὸς δὲ τούτοις πανταχοῦ πανηγύρεις ἄγειν καὶ μουσικοὺς ἀγῶνας συντελεῖν, καὶ τὸ σύνολον συλλύοντα τὰ νείκη τῶν ἐθνῶν καὶ πόλεων ἀντὶ τῶν στάσεων καὶ τῶν πολέμων ὁμόνοιαν καὶ πολλὴν εἰρήνην κατασκευάζειν. 65  διαβοηθείσης δὲ κατὰ πάντα τόπον τῆς τοῦ θεοῦ παρουσίας, καὶ διότι πᾶσιν ἐπιεικῶς προσφερόμενος πολλὰ συμβάλλεται πρὸς τὴν ἐξημέρωσιν τοῦ κοινοῦ βίου, πανδημεὶ συναντᾶν αὐτῷ καὶ προσδέχεσθαι μετὰ πολλῆς χαρᾶς. ὀλίγων δ’ ὄντων τῶν δι’ ὑπερηφανίαν καὶ ἀσέβειαν καταφρονούντων καὶ φασκόντων τὰς μὲν βάκχας δι’ ἀκρασίαν αὐτὸν περιάγεσθαι, τὰς δὲ τελετὰς καὶ τὰ μυστήρια φθορᾶς ἕνεκα τῶν ἀλλοτρίων γυναικῶν καταδεικνύειν, κολάζεσθαι τοὺς τοιούτους ὑπ’ αὐτοῦ παραχρῆμα. ἐνίοτε γὰρ τῇ τῆς θείας φύσεως ὑπεροχῇ χρώμενον τιμωρεῖσθαι τοὺς ἀσεβεῖς, ποτὲ μὲν αὐτοῖς ἐμβάλλοντα μανίαν, ποτὲ δὲ ταῖς τῶν γυναικῶν χερσὶ ζῶντας διαμελίζοντα· ἐνίοτε δὲ καὶ διὰ τῆς στρατηγικῆς ἐπινοίας παραδόξως ἀναιρεῖν τοὺς ἐναντιοπραγοῦντας. ἀναδιδόναι γὰρ ταῖς βάκχαις ἀντὶ τῶν θύρσων λόγχας τῷ κιττῷ κεκαλυμμένας τὴν ἀκμὴν τοῦ σιδήρου· διὸ καὶ τῶν βασιλέων διὰ τὴν ἄγνοιαν καταφρονούντων ὡς ἂν γυναικῶν, καὶ διὰ τοῦτ’ ἀπαρασκεύων ὄντων, ἀνελπίστως ἐπιτιθέμενον κατακοντίζειν. τῶν δὲ κολασθέντων ὑπ’ αὐτοῦ φασιν ἐπιφανεστάτους εἶναι Πενθέα μὲν παρὰ τοῖς Ἕλλησι, Μύρρανον δὲ τὸν βασιλέα παρ’ Ἰνδοῖς, Λυκοῦργον δὲ παρὰ τοῖς Θρᾳξί. μυθολογοῦσι γὰρ τὸν Διόνυσον ἐκ τῆς Ἀσίας μέλλοντα τὴν δύναμιν διαβιβάζειν εἰς τὴν Εὐρώπην, συνθέσθαι φιλίαν πρὸς Λυκοῦργον τὸν Θρᾴκης βασιλέα τῆς ἐφ’ Ἑλλησπόντῳ· διαβιβάσαντος δὲ αὐτοῦ πρώτας τὰς βάκχας ὡς εἰς φιλίαν χώραν, τὸν μὲν Λυκοῦργον παραγγεῖλαι τοῖς στρατιώταις νυκτὸς ἐπιθέσθαι καὶ τόν τε Διόνυσον καὶ τὰς μαινάδας πάσας ἀνελεῖν, τὸν δὲ Διόνυσον παρά τινος τῶν ἐγχωρίων, ὃς ἐκαλεῖτο Χάροψ, μαθόντα τὴν ἐπιβουλὴν καταπλαγῆναι διὰ τὸ τὴν δύναμιν ἐν τῷ πέραν εἶναι, παντελῶς δ’ ὀλίγους αὐτῷ τῶν φίλων συνδιαβεβηκέναι. διόπερ λάθρᾳ τούτου διαπλεύσαντος πρὸς τὸ σφέτερον στρατόπεδον, τὸν μὲν Λυκοῦργόν φασιν ἐπιθέμενον ταῖς μαινάσιν ἐν τῷ καλουμένῳ Νυσίῳ πάσας ἀποκτεῖναι, τὸν δὲ Διόνυσον περαιώσαντα τὰς δυνάμεις μάχῃ κρατῆσαι τῶν Θρᾳκῶν, καὶ τὸν Λυκοῦργον ζωγρήσαντα τυφλῶσαί τε καὶ πᾶσαν αἰκίαν εἰσενεγκάμενον ἀνασταυρῶσαι. μετὰ δὲ ταῦτα τῷ μὲν Χάροπι χάριν ἀποδιδόντα τῆς εὐεργεσίας παραδοῦναι τὴν τῶν Θρᾳκῶν βασιλείαν καὶ διδάξαι τὰ κατὰ τὰς τελετὰς ὄργια· Χάροπος δ’ υἱὸν γενόμενον Οἴαγρον παραλαβεῖν τήν τε βασιλείαν καὶ τὰς ἐν τοῖς μυστηρίοις παραδεδομένας τελετάς, ἃς ὕστερον Ὀρφέα τὸν Οἰάγρου μαθόντα παρὰ τοῦ πατρός, καὶ φύσει καὶ παιδείᾳ τῶν ἁπάντων διενεγκόντα, πολλὰ μεταθεῖναι τῶν ἐν τοῖς ὀργίοις· διὸ καὶ τὰς ὑπὸ τοῦ Διονύσου γενομένας τελετὰς Ὀρφικὰς προσαγορευθῆναι. τῶν δὲ ποιητῶν τινες, ὧν ἐστι καὶ Ἀντίμαχος, ἀποφαίνονται τὸν Λυκοῦργον οὐ Θρᾴκης, ἀλλὰ τῆς Ἀραβίας γεγονέναι βασιλέα, καὶ τῷ τε Διονύσῳ καὶ ταῖς βάκχαις τὴν ἐπίθεσιν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ πεποιῆσθαι. τὸν δ’ οὖν Διόνυσόν φασι κολάσαντα μὲν τοὺς ἀσεβεῖς, ἐπιεικῶς δὲ προσενεχθέντα τοῖς ἄλλοις ἀνθρώποις, ἐκ τῆς Ἰνδικῆς ἐπ’ ἐλέφαντος τὴν εἰς Θήβας ἐπάνοδον ποιήσασθαι. τριετοῦς δὲ διαγεγενημένου τοῦ σύμπαντος χρόνου, φασὶ τοὺς Ἕλληνας ἀπὸ ταύτης τῆς αἰτίας ἄγειν τὰς τριετηρίδας. μυθολογοῦσι δ’ αὐτὸν καὶ λαφύρων ἠθροικότα πλῆθος ὡς ἂν ἀπὸ τηλικαύτης στρατείας, πρῶτον τῶν ἁπάντων καταγαγεῖν θρίαμβον εἰς τὴν πατρίδα.

66  Αὗται μὲν οὖν αἱ γενέσεις συμφωνοῦνται μάλιστα παρὰ τοῖς παλαιοῖς· ἀμφισβητοῦσι δὲ καὶ πόλεις οὐκ ὀλίγαι Ἑλληνίδες τῆς τούτου τεκνώσεως· καὶ γὰρ Ἠλεῖοι καὶ Νάξιοι, πρὸς δὲ τούτοις οἱ τὰς Ἐλευθερὰς οἰκοῦντες καὶ Τήιοι καὶ πλείους ἕτεροι παρ’ ἑαυτοῖς ἀποφαίνονται τεκνωθῆναι. καὶ Τήιοι μὲν τεκμήριον φέρουσι τῆς παρ’ αὐτοῖς γενέσεως τοῦ θεοῦ τὸ μέχρι τοῦ νῦν τεταγμένοις χρόνοις ἐν τῇ πόλει πηγὴν αὐτομάτως ἐκ τῆς γῆς οἴνου ῥεῖν εὐωδίᾳ διαφέροντος· τῶν δ’ ἄλλων οἱ μὲν ἱερὰν Διονύσου δεικνύουσι τὴν χώραν, οἱ δὲ ναοὺς καὶ τεμένη διαφερόντως ἐκ παλαιῶν χρόνων αὐτῷ καθιδρυμένα. καθόλου δ’ ἐν πολλοῖς τόποις τῆς οἰκουμένης ἀπολελοιπότος τοῦ θεοῦ σημεῖα τῆς ἰδίας εὐεργεσίας ἅμα καὶ παρουσίας, οὐδὲν παράδοξον ἑκάστους νομίζειν οἰκειότητά τινα γεγονέναι τῷ Διονύσῳ πρὸς τὴν ἑαυτῶν πόλιν τε καὶ χώραν. μαρτυρεῖ δὲ τοῖς ὑφ’ ἡμῶν λεγομένοις καὶ ὁ ποιητὴς ἐν τοῖς ὕμνοις, λέγων περὶ τῶν ἀμφισβητούντων τῆς τούτου γενέσεως καὶ ἅμα τεκνωθῆναι παρεισάγων αὐτὸν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ,

οἱ μὲν γὰρ Δρακάνῳ ς’, οἱ δ’ Ἰκάρῳ ἠνεμοέσσῃ
φάς’, οἱ δ’ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
οἱ δέ ς’ ἐπ’ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ,
ἄλλοι δ’ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
ψευδόμενοι· σὲ δ’ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πολλὸν ἀπ’ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην.
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.

οὐκ ἀγνοῶ δ’ ὅτι καὶ τῶν τὴν Λιβύην νεμομένων οἱ παρὰ τὸν ὠκεανὸν οἰκοῦντες ἀμφισβητοῦσι τῆς τοῦ θεοῦ γενέσεως, καὶ τὴν Νῦσαν καὶ τἄλλα τὰ περὶ αὐτοῦ μυθολογούμενα παρ’ ἑαυτοῖς δεικνύουσι γεγενημένα, καὶ πολλὰ τεκμήρια τούτων μέχρι τοῦ καθ’ ἡμᾶς βίου διαμένειν κατὰ τὴν χώραν φασί· πρὸς δὲ τούτοις ὅτι πολλοὶ τῶν παλαιῶν παρ’ Ἕλλησι μυθογράφων καὶ ποιητῶν συμφωνούμενα τούτοις ἱστοροῦσι καὶ τῶν μεταγενεστέρων συγγραφέων οὐκ ὀλίγοι. διόπερ, ἵνα μηδὲν παραλίπωμεν τῶν ἱστορημένων περὶ Διονύσου, διέξιμεν ἐν κεφαλαίοις τὰ παρὰ τοῖς Λίβυσι λεγόμενα καὶ τῶν Ἑλληνικῶν συγγραφέων ὅσοι τούτοις σύμφωνα γεγράφασι καὶ Διονυσίῳ τῷ συνταξαμένῳ τὰς παλαιὰς μυθοποιίας. οὗτος γὰρ τά τε περὶ τὸν Διόνυσον καὶ τὰς Ἀμαζόνας, ἔτι δὲ τοὺς Ἀργοναύτας καὶ τὰ κατὰ τὸν Ἰλιακὸν πόλεμον πραχθέντα καὶ πόλλ’ ἕτερα συντέτακται, παρατιθεὶς τὰ ποιήματα τῶν ἀρχαίων, τῶν τε μυθολόγων καὶ τῶν ποιητῶν.

67  Φησὶ τοίνυν παρ’ Ἕλλησι πρῶτον εὑρετὴν γενέσθαι Λίνον ῥυθμῶν καὶ μέλους, ἔτι δὲ Κάδμου κομίσαντος ἐκ Φοινίκης τὰ καλούμενα γράμματα πρῶτον εἰς τὴν Ἑλληνικὴν μεταθεῖναι διάλεκτον, καὶ τὰς προσηγορίας ἑκάστῳ τάξαι καὶ τοὺς χαρακτῆρας διατυπῶσαι. κοινῇ μὲν οὖν τὰ γράμματα Φοινίκεια κληθῆναι διὰ τὸ παρὰ τοὺς Ἕλληνας ἐκ Φοινίκων μετενεχθῆναι, ἰδίᾳ δὲ τῶν Πελασγῶν πρώτων χρησαμένων τοῖς μετατεθεῖσι χαρακτῆρσι Πελασγικὰ προσαγορευθῆναι. τὸν δὲ Λίνον ἐπὶ ποιητικῇ καὶ μελῳδίᾳ θαυμασθέντα μαθητὰς σχεῖν πολλούς, ἐπιφανεστάτους δὲ τρεῖς, Ἡρακλέα, Θαμύραν, Ὀρφέα. τούτων δὲ τὸν μὲν Ἡρακλέα κιθαρίζειν μανθάνοντα διὰ τὴν τῆς ψυχῆς βραδυτῆτα μὴ δύνασθαι δέξασθαι τὴν μάθησιν, ἔπειθ’ ὑπὸ τοῦ Λίνου πληγαῖς ἐπιτιμηθέντα διοργισθῆναι καὶ τῇ κιθάρᾳ τὸν διδάσκαλον πατάξαντα ἀποκτεῖναι, Θαμύραν δὲ φύσει διαφόρῳ κεχορηγημένον ἐκπονῆσαι τὰ περὶ τὴν μουσικήν, καὶ κατὰ τὴν ἐν τῷ μελῳδεῖν ὑπεροχὴν φάσκειν ἑαυτὸν τῶν Μουσῶν ἐμμελέστερον ᾄδειν. διὸ καὶ τὰς θεὰς αὐτῷ χολωθείσας τήν τε μουσικὴν ἀφελέσθαι καὶ πηρῶσαι τὸν ἄνδρα, καθάπερ καὶ τὸν Ὅμηρον τούτοις προσμαρτυρεῖν λέγοντα

ἔνθα τε Μοῦσαι
ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς, καὶ ἔτι
αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν.

περὶ δὲ Ὀρφέως τοῦ τρίτου μαθητοῦ τὰ κατὰ μέρος ἀναγράψομεν, ὅταν τὰς πράξεις αὐτοῦ διεξίωμεν. τὸν δ’ οὖν Λίνον φασὶ τοῖς Πελασγικοῖς γράμμασι συνταξάμενον τὰς τοῦ πρώτου Διονύσου πράξεις καὶ τὰς ἄλλας μυθολογίας ἀπολιπεῖν ἐν τοῖς ὑπομνήμασιν. ὁμοίως δὲ τούτοις χρήσασθαι τοῖς Πελασγικοῖς γράμμασι τὸν Ὀρφέα καὶ Προναπίδην τὸν Ὁμήρου διδάσκαλον, εὐφυῆ γεγονότα μελοποιόν· πρὸς δὲ τούτοις Θυμοίτην τὸν Θυμοίτου τοῦ Λαομέδοντος, κατὰ τὴν ἡλικίαν γεγονότα τὴν Ὀρφέως, πλανηθῆναι κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης, καὶ παραβαλεῖν τῆς Λιβύης εἰς τὴν πρὸς ἑσπέραν χώραν ἕως ὠκεανοῦ· θεάσασθαι δὲ καὶ τὴν Νῦσαν, ἐν ᾗ μυθολογοῦσιν οἱ ἐγχώριοι ἀρχαῖοι τραφῆναι τὸν Διόνυσον, καὶ τὰς κατὰ μέρος τοῦ θεοῦ τούτου πράξεις μαθόντα παρὰ τῶν Νυσαέων συντάξασθαι τὴν Φρυγίαν ὀνομαζομένην ποίησιν, ἀρχαϊκοῖς τῇ τε διαλέκτῳ καὶ τοῖς γράμμασι χρησάμενον. 68  φησὶ δ’ οὖν Ἄμμωνα βασιλεύοντα τοῦ μέρους τῆς Λιβύης Οὐρανοῦ γῆμαι θυγατέρα τὴν προσαγορευομένην Ῥέαν, ἀδελφὴν οὖσαν Κρόνου τε καὶ τῶν ἄλλων Τιτάνων. ἐπιόντα δὲ τὴν βασιλείαν εὑρεῖν πλησίον τῶν Κεραυνίων καλουμένων ὀρῶν παρθένον τῷ κάλλει διαφέρουσαν Ἀμάλθειαν ὄνομα. ἐρασθέντα δ’ αὐτῆς καὶ πλησιάσαντα γεννῆσαι παῖδα τῷ τε κάλλει καὶ τῇ ῥώμῃ θαυμαστόν, καὶ τὴν μὲν Ἀμάλθειαν ἀποδεῖξαι κυρίαν τοῦ σύνεγγυς τόπου παντός, ὄντος τῷ σχήματι παραπλησίου κέρατι βοός, ἀφ’ ἧς αἰτίας Ἑσπέρου κέρας προσαγορευθῆναι· διὰ δὲ τὴν ἀρετὴν τῆς χώρας εἶναι πλήρη παντοδαπῆς ἀμπέλου καὶ τῶν ἄλλων δένδρων τῶν ἡμέρους φερόντων καρπούς. τῆς δὲ προειρημένης γυναικὸς τὴν δυναστείαν παραλαβούσης, ἀπὸ ταύτης τὴν χώραν Ἀμαλθείας κέρας ὀνομασθῆναι· διὸ καὶ τοὺς μεταγενεστέρους ἀνθρώπους διὰ τὴν προειρημένην αἰτίαν τὴν κρατίστην γῆν καὶ παντοδαποῖς καρποῖς πλήθουσαν ὡσαύτως Ἀμαλθείας κέρας προσαγορεύειν. τὸν δ’ οὖν Ἄμμωνα φοβούμενον τὴν τῆς Ῥέας ζηλοτυπίαν κρύψαι τὸ γεγονός, καὶ τὸν παῖδα λάθρᾳ μετενεγκεῖν εἴς τινα πόλιν Νῦσαν, μακρὰν ἀπ’ ἐκείνων τῶν τόπων ἀπηρτημένην. κεῖσθαι δὲ ταύτην ἔν τινι νήσῳ περιεχομένῃ μὲν ὑπὸ τοῦ Τρίτωνος ποταμοῦ, περικρήμνῳ δὲ καὶ καθ’ ἕνα τόπον ἐχούσῃ στενὰς εἰσβολάς, ἃς ὠνομάσθαι πύλας Νυσίας. εἶναι δ’ ἐν αὐτῇ χώραν εὐδαίμονα λειμῶσί τε μαλακοῖς διειλημμένην καὶ πηγαίοις ὕδασιν ἀρδευομένην δαψιλέσι, δένδρα τε καρποφόρα παντοῖα καὶ πολλὴν ἄμπελον αὐτοφυῆ, καὶ ταύτης τὴν πλείστην ἀναδενδράδα. ὑπάρχειν δὲ καὶ πάντα τὸν τόπον εὔπνουν, ἔτι δὲ καθ’ ὑπερβολὴν ὑγιεινόν· καὶ διὰ τοῦτο τοὺς ἐν αὐτῷ κατοικοῦντας μακροβιωτάτους ὑπάρχειν τῶν πλησιοχώρων. εἶναι δὲ τῆς νήσου τὴν μὲν πρώτην εἰσβολὴν αὐλωνοειδῆ, σύσκιον ὑψηλοῖς καὶ πυκνοῖς δένδρεσιν, ὥστε τὸν ἥλιον μὴ παντάπασι διαλάμπειν διὰ τὴν συνάγκειαν, αὐγὴν δὲ μόνην ὁρᾶσθαι φωτός. 69  πάντῃ δὲ κατὰ τὰς παρόδους προχεῖσθαι πηγὰς ὑδάτων τῇ γλυκύτητι διαφόρων, ὥστε τὸν τόπον εἶναι τοῖς βουλομένοις ἐνδιατρῖψαι προσηνέστατον. ἑξῆς δ’ ὑπάρχειν ἄντρον τῷ μὲν σχήματι κυκλοτερές, τῷ δὲ μεγέθει καὶ τῷ κάλλει θαυμαστόν. ὑπερκεῖσθαι γὰρ αὐτοῦ πανταχῇ κρημνὸν πρὸς ὕψος ἐξαίσιον, πέτρας ἔχοντα τοῖς χρώμασι διαφόρους· ἐναλλὰξ γὰρ ἀποστίλβειν τὰς μὲν θαλαττίᾳ πορφύρᾳ τὴν χρόαν ἐχούσας παραπλήσιον, τὰς δὲ κυανῷ, τινὰς δ’ ἄλλαις φύσεσι περιλαμπομέναις, ὥστε μηδὲν εἶναι χρῶμα τῶν ἑωραμένων παρ’ ἀνθρώποις περὶ τὸν τόπον ἀθεώρητον. πρὸ δὲ τῆς εἰσόδου πεφυκέναι δένδρα θαυμαστά, τὰ μὲν κάρπιμα, τὰ δὲ ἀειθαλῆ, πρὸς αὐτὴν μόνον τὴν ἀπὸ τῆς θέας τέρψιν ὑπὸ τῆς φύσεως δεδημιουργημένα· ἐν δὲ τούτοις ἐννεοττεύειν ὄρνεα παντοδαπὰ ταῖς φύσεσιν, ἃ τὴν χρόαν ἔχειν ἐπιτερπῆ καὶ τὴν μελῳδίαν προσηνεστάτην. διὸ καὶ πάντα τὸν τόπον ὑπάρχειν μὴ μόνον θεοπρεπῆ κατὰ τὴν πρόσοψιν, ἀλλὰ καὶ κατὰ τὸν ἦχον, ὡς ἂν τῆς αὐτοδιδάκτου γλυκυφωνίας νικώσης τὴν ἐναρμόνιον τῆς τέχνης μελῳδίαν. διελθόντι δὲ τὴν εἴσοδον θεωρεῖσθαι μὲν ἄντρον ἀναπεπταμένον καὶ τῇ κατὰ τὸν ἥλιον αὐγῇ περιλαμπόμενον, ἄνθη δὲ παντοδαπὰ πεφυκότα, καὶ μάλιστα τήν τε κασίαν καὶ τἄλλα τὰ δυνάμενα δι’ ἐνιαυτῶν διαφυλάττειν τὴν εὐωδίαν· ὁρᾶσθαι δὲ καὶ νυμφῶν εὐνὰς ἐν αὐτῷ πλείους ἐξ ἀνθῶν παντοδαπῶν, οὐ χειροποιήτους, ἀλλ’ ὑπ’ αὐτῆς τῆς φύσεως ἀνειμένας θεοπρεπῶς. κατὰ πάντα δὲ τὸν τῆς περιφερείας κύκλον οὔτ’ ἄνθος οὔτε φύλλον πεπτωκὸς ὁρᾶσθαι. διὸ καὶ τοῖς θεωμένοις οὐ μόνον ἐπιτερπῆ φαίνεσθαι τὴν πρόσοψιν, ἀλλὰ καὶ τὴν εὐωδίαν προσηνεστάτην.

70  Εἰς τοῦτο οὖν τὸ ἄντρον τὸν Ἄμμωνα παραγενόμενον παραθέσθαι τὸν παῖδα καὶ παραδοῦναι τρέφειν Νύσῃ, μιᾷ τῶν Ἀρισταίου θυγατέρων· ἐπιστάτην δ’ αὐτοῦ τάξαι τὸν Ἀρισταῖον, ἄνδρα συνέσει καὶ σωφροσύνῃ καὶ πάσῃ παιδείᾳ διαφέροντα. πρὸς δὲ τὰς ἀπὸ τῆς μητρυιᾶς Ῥέας ἐπιβουλὰς φύλακα τοῦ παιδὸς καταστῆσαι τὴν Ἀθηνᾶν, μικρὸν πρὸ τούτων τῶν χρόνων γηγενῆ φανεῖσαν ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ, δι’ ὃν Τριτωνίδα προσηγορεῦσθαι. μυθολογοῦσι δὲ τὴν θεὸν ταύτην ἑλομένην τὸν πάντα χρόνον τὴν παρθενίαν σωφροσύνῃ τε διενεγκεῖν καὶ τὰς πλείστας τῶν τεχνῶν ἐξευρεῖν, ἀγχίνουν οὖσαν καθ’ ὑπερβολήν· ζηλῶσαι δὲ καὶ τὰ κατὰ τὸν πόλεμον, ἀλκῇ δὲ καὶ ῥώμῃ διαφέρουσαν ἄλλα τε πολλὰ πρᾶξαι μνήμης ἄξια καὶ τὴν Αἰγίδα προσαγορευομένην ἀνελεῖν, θηρίον τι καταπληκτικὸν καὶ παντελῶς δυσκαταγώνιστον· γηγενὲς γὰρ ὑπάρχον καὶ φυσικῶς ἐκ τοῦ στόματος ἄπλατον ἐκβάλλον φλόγα τὸ μὲν πρῶτον φανῆναι περὶ τὴν Φρυγίαν, καὶ κατακαῦσαι τὴν χώραν, ἣν μέχρι τοῦ νῦν κατακεκαυμένην Φρυγίαν ὀνομάζεσθαι· ἔπειτ’ ἐπελθεῖν τὰ περὶ τὸν Ταῦρον ὄρη συνεχῶς, καὶ κατακαῦσαι τοὺς ἑξῆς δρυμοὺς μέχρι τῆς Ἰνδικῆς. μετὰ δὲ ταῦτα πάλιν ἐπὶ θάλατταν τὴν ἐπάνοδον ποιησάμενον περὶ μὲν τὴν Φοινίκην ἐμπρῆσαι τοὺς κατὰ τὸν Λίβανον δρυμούς, καὶ δι’ Αἰγύπτου πορευθὲν ἐπὶ τῆς Λιβύης διελθεῖν τοὺς περὶ τὴν ἑσπέραν τόπους, καὶ τὸ τελευταῖον εἰς τοὺς περὶ τὰ Κεραύνια δρυμοὺς ἐγκατασκῆψαι. ἐπιφλεγομένης δὲ τῆς χώρας πάντῃ, καὶ τῶν ἀνθρώπων τῶν μὲν ἀπολλυμένων, τῶν δὲ διὰ τὸν φόβον ἐκλειπόντων τὰς πατρίδας καὶ μακρὰν ἐκτοπιζομένων, τὴν Ἀθηνᾶν φασι τὰ μὲν συνέσει τὰ δ’ ἀλκῇ καὶ ῥώμῃ περιγενομένην ἀνελεῖν τὸ θηρίον, καὶ τὴν δορὰν αὐτοῦ περιαψαμένην φορεῖν τῷ στήθει, ἅμα μὲν σκέπης ἕνεκα καὶ τῆς φυλακῆς τοῦ σώματος πρὸς τοὺς ὕστερον κινδύνους, ἅμα δ’ ἀρετῆς ὑπόμνημα καὶ δικαίας δόξης. τὴν δὲ μητέρα τοῦ θηρίου γῆν ὀργισθεῖσαν ἀνεῖναι τοὺς ὀνομαζομένους γίγαντας ἀντιπάλους τοῖς θεοῖς, οὓς ὕστερον ὑπὸ Διὸς ἀναιρεθῆναι, συναγωνιζομένης Ἀθηνᾶς καὶ Διονύσου μετὰ τῶν ἄλλων θεῶν. οὐ μὴν ἀλλὰ τὸν Διόνυσον ἐν τῇ Νύσῃ τρεφόμενον καὶ μετέχοντα τῶν καλλίστων ἐπιτηδευμάτων μὴ μόνον γενέσθαι τῷ κάλλει καὶ τῇ ῥώμῃ διάφορον, ἀλλὰ καὶ φιλότεχνον καὶ πρὸς πᾶν τὸ χρήσιμον εὑρετικόν. ἐπινοῆσαι γὰρ αὐτὸν ἔτι παῖδα τὴν ἡλικίαν ὄντα τοῦ μὲν οἴνου τὴν φύσιν τε καὶ χρείαν, ἀποθλίψαντα βότρυς τῆς αὐτοφυοῦς ἀμπέλου, τῶν δ’ ὡραίων τὰ δυνάμενα μὲν ξηραίνεσθαι καὶ πρὸς ἀποθησαυρισμὸν ὄντα χρήσιμα, μετὰ δὲ ταῦτα καὶ τὰς ἑκάστων κατὰ τρόπον φυτείας εὑρεῖν, καὶ βουληθῆναι τῷ γένει τῶν ἀνθρώπων μεταδοῦναι τῶν ἰδίων εὑρημάτων, ἐλπίσαντα διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀθανάτων τεύξεσθαι τιμῶν.

71  Τῆς δὲ περὶ αὐτὸν ἀρετῆς τε καὶ δόξης διαδιδομένης, λέγεται τὴν Ῥέαν ὀργισθεῖσαν Ἄμμωνι φιλοτιμηθῆναι λαβεῖν ὑποχείριον τὸν Διόνυσον· οὐ δυναμένην δὲ κρατῆσαι τῆς ἐπιβολῆς τὸν μὲν Ἄμμωνα καταλιπεῖν, ἀπαλλαγεῖσαν δὲ πρὸς τοὺς ἀδελφοὺς Τιτᾶνας συνοικῆσαι Κρόνῳ τῷ ἀδελφῷ· τοῦτον δ’ ὑπὸ τῆς Ῥέας πεισθέντα στρατεῦσαι μετὰ τῶν Τιτάνων ἐπ’ Ἄμμωνα, καὶ γενομένης παρατάξεως τὸν μὲν Κρόνον ἐπὶ τοῦ προτερήματος ὑπάρξαι, τὸν δ’ Ἄμμωνα σιτοδείᾳ πιεζόμενον φυγεῖν εἰς Κρήτην, καὶ γήμαντα τῶν τότε βασιλευόντων Κουρήτων ἑνὸς θυγατέρα Κρήτην δυναστεῦσαί τε τῶν τόπων καὶ τὸ πρὸ τοῦ τὴν νῆσον Ἰδαίαν καλουμένην ἀπὸ τῆς γυναικὸς ὀνομάσαι Κρήτην. τὸν δὲ Κρόνον μυθολογοῦσι κρατήσαντα τῶν Ἀμμωνίων τόπων τούτων μὲν ἄρχειν πικρῶς, ἐπὶ δὲ τὴν Νῦσαν καὶ τὸν Διόνυσον στρατεῦσαι μετὰ πολλῆς δυνάμεως. τὸν δὲ Διόνυσον πυθόμενον τά τε τοῦ πατρὸς ἐλαττώματα καὶ τὴν τῶν Τιτάνων ἐπ’ αὐτὸν συνδρομήν, ἀθροῖσαι στρατιώτας ἐκ τῆς Νύσης, ὧν εἶναι συντρόφους διακοσίους, διαφόρους τῇ τε ἀλκῇ καὶ τῇ πρὸς αὐτὸν εὐνοίᾳ· προσλαβέσθαι δὲ καὶ τῶν πλησιοχώρων τούς τε Λίβυας καὶ τὰς Ἀμαζόνας, περὶ ὧν προειρήκαμεν ὅτι δοκοῦσιν ἀλκῇ διενεγκεῖν, καὶ πρῶτον μὲν στρατείαν ὑπερόριον στείλασθαι, πολλὴν δὲ τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρέψασθαι. μάλιστα δ’ αὐτάς φασι παρορμῆσαι πρὸς τὴν συμμαχίαν Ἀθηνᾶν διὰ τὸν ὅμοιον τῆς προαιρέσεως ζῆλον, ὡς ἂν τῶν Ἀμαζόνων ἀντεχομένων ἐπὶ πολὺ τῆς ἀνδρείας καὶ παρθενίας. διῃρημένης δὲ τῆς δυνάμεως, καὶ τῶν μὲν ἀνδρῶν στρατηγοῦντος Διονύσου, τῶν δὲ γυναικῶν τὴν ἡγεμονίαν ἐχούσης Ἀθηνᾶς, προσπεσόντας μετὰ τῆς στρατιᾶς τοῖς Τιτᾶσι συνάψαι μάχην. γενομένης δὲ παρατάξεως ἰσχυρᾶς, καὶ πολλῶν παρ’ ἀμφοτέροις πεσόντων, τρωθῆναι μὲν τὸν Κρόνον, ἐπικρατῆσαι δὲ τὸν Διόνυσον ἀριστεύσαντα κατὰ τὴν μάχην. μετὰ δὲ ταῦτα τοὺς μὲν Τιτᾶνας φυγεῖν εἰς τοὺς κατακτηθέντας ὑπὸ τῶν περὶ τὸν Ἄμμωνα τόπους, τὸν δὲ Διόνυσον ἀθροίσαντα πλῆθος αἰχμαλώτων ἐπανελθεῖν εἰς τὴν Νῦσαν. ἐνταῦθα δὲ τὴν δύναμιν περιστήσαντα καθωπλισμένην τοῖς ἁλοῦσι κατηγορίαν ποιήσασθαι τῶν Τιτάνων, καὶ πᾶσαν ὑπόνοιαν καταλιπεῖν ὡς μέλλοντα κατακόπτειν τοὺς αἰχμαλώτους. ἀπολύσαντος δ’ αὐτοὺς τῶν ἐγκλημάτων καὶ τὴν ἐξουσίαν δόντος εἴτε συστρατεύειν εἴτε ἀπιέναι βούλοιντο, πάντας ἑλέσθαι συστρατεύειν· διὰ δὲ τὸ παράδοξον τῆς σωτηρίας προσκυνεῖν αὐτοὺς ὡς θεόν. τὸν δὲ Διόνυσον παράγοντα καθ’ ἕνα τῶν αἰχμαλώτων καὶ διδόντα σπονδὴν οἴνου πάντας ἐξορκῶσαι συστρατεύσειν ἀδόλως καὶ μέχρι τελευτῆς βεβαίως διαγωνιεῖσθαι· διὸ καὶ τούτων πρώτων ὑποσπόνδων ὀνομασθέντων τοὺς μεταγενεστέρους ἀπομιμουμένους τὰ τότε πραχθέντα τὰς ἐν τοῖς πολέμοις διαλύσεις σπονδὰς προσαγορεύειν.

72  Τοῦ δ’ οὖν Διονύσου μέλλοντος στρατεύειν ἐπὶ τὸν Κρόνον καὶ τῆς δυνάμεως ἐκ τῆς Νύσης ἐξιούσης, μυθολογοῦσιν Ἀρισταῖον τὸν ἐπιστάτην αὐτοῦ θυσίαν τε παραστῆσαι καὶ πρῶτον ἀνθρώπων ὡς θεῷ θῦσαι. συστρατεῦσαι δέ φασι καὶ τῶν Νυσαίων τοὺς εὐγενεστάτους, οὓς ὀνομάζεσθαι Σειληνούς. πρῶτον γὰρ τῶν ἁπάντων βασιλεῦσαί φασι [τῆς Νύσης] Σειληνόν, οὗ τὸ γένος ὅθεν ἦν ὑπὸ πάντων ἀγνοεῖσθαι διὰ τὴν ἀρχαιότητα. ἔχοντος δ’ αὐτοῦ κατὰ τὴν ὀσφῦν οὐράν, διατελέσαι καὶ τοὺς ἐκγόνους τὸ παράσημον τοῦτο φοροῦντας διὰ τὴν τῆς φύσεως κοινωνίαν. τὸν δ’ οὖν Διόνυσον ἀναζεύξαντα μετὰ τῆς δυνάμεως, καὶ διελθόντα πολλὴν μὲν ἄνυδρον χώραν, οὐκ ὀλίγην δ’ ἔρημον καὶ θηριώδη, καταστρατοπεδεῦσαι περὶ πόλιν Λιβυκὴν τὴν ὀνομαζομένην Ζάβιρναν. πρὸς δὲ ταύτῃ γηγενὲς ὑπάρχον θηρίον καὶ πολλοὺς ἀναλίσκον τῶν ἐγχωρίων, τὴν ὀνομαζομένην Κάμπην, ἀνελεῖν καὶ μεγάλης τυχεῖν δόξης ἐπ’ ἀνδρείᾳ παρὰ τοῖς ἐγχωρίοις. ποιῆσαι δ’ αὐτὸν καὶ χῶμα παμμέγεθες ἐπὶ τῷ φονευθέντι θηρίῳ, βουλόμενον ἀθάνατον ἀπολιπεῖν ὑπόμνημα τῆς ἰδίας ἀρετῆς, τὸ καὶ διαμεῖναν μέχρι τῶν νεωτέρων χρόνων. ἔπειτα τὸν μὲν Διόνυσον προάγειν πρὸς τοὺς Τιτᾶνας, εὐτάκτως ποιούμενον τὰς ὁδοιπορίας καὶ πᾶσι τοῖς ἐγχωρίοις φιλανθρώπως προσφερόμενον καὶ τὸ σύνολον ἑαυτὸν ἀποφαινόμενον στρατεύειν ἐπὶ κολάσει μὲν τῶν ἀσεβῶν, εὐεργεσίᾳ δὲ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων. τοὺς δὲ Λίβυας θαυμάζοντας τὴν εὐταξίαν καὶ τὸ τῆς ψυχῆς μεγαλοπρεπές, τροφάς τε παρέχεσθαι τοῖς ἀνθρώποις δαψιλεῖς καὶ συστρατεύειν προθυμότατα. συνεγγιζούσης δὲ τῆς δυνάμεως τῇ πόλει τῶν Ἀμμωνίων, τὸν Κρόνον πρὸ τοῦ τείχους παρατάξει λειφθέντα τὴν μὲν πόλιν νυκτὸς ἐμπρῆσαι, σπεύδοντα εἰς τέλος καταφθεῖραι τοῦ Διονύσου τὰ πατρῷα βασίλεια, αὐτὸν δ’ ἀναλαβόντα τὴν γυναῖκα Ῥέαν καί τινας τῶν συνηγωνισμένων φίλων λαθεῖν ἐκ τῆς πόλεως διαδράντα. οὐ μὴν τόν γε Διόνυσον ὁμοίαν ἔχειν τούτῳ προαίρεσιν· λαβόντα γὰρ τόν τε Κρόνον καὶ τὴν Ῥέαν αἰχμαλώτους οὐ μόνον ἀφεῖναι τῶν ἐγκλημάτων διὰ τὴν συγγένειαν, ἀλλὰ καὶ παρακαλέσαι τὸν λοιπὸν χρόνον γονέων ἔχειν πρὸς αὐτὸν εὔνοιάν τε καὶ τάξιν καὶ συζῆν τιμωμένους ὑπ’ αὐτοῦ μάλιστα πάντων. τὴν μὲν οὖν Ῥέαν διατελέσαι πάντα τὸν βίον ὡς υἱὸν ἀγαπῶσαν, τὸν δὲ Κρόνον ὕπουλον ἔχειν τὴν εὔνοιαν. γενέσθαι δ’ αὐτοῖς περὶ τούτους τοὺς χρόνους υἱόν, ὃν προσαγορευθῆναι Δία, τιμηθῆναι δὲ μεγάλως ὑπὸ τοῦ Διονύσου, καὶ δι’ ἀρετὴν ἐν τοῖς ὕστερον χρόνοις γενέσθαι πάντων βασιλέα.

73  Τῶν δὲ Λιβύων εἰρηκότων αὐτῷ πρὸ τῆς μάχης ὅτι καθ’ ὃν καιρὸν ἐξέπεσεν ἐκ τῆς βασιλείας Ἄμμων, τοῖς ἐγχωρίοις προειρηκὼς εἴη τεταγμένοις χρόνοις ἥξειν υἱὸν αὐτοῦ Διόνυσον, καὶ τήν τε πατρῴαν ἀνακτήσεσθαι βασιλείαν καὶ πάσης τῆς οἰκουμένης κυριεύσαντα θεὸν νομισθήσεσθαι, ὑπολαβὼν ἀληθῆ γεγονέναι μάντιν τό τε χρηστήριον ἱδρύσατο τοῦ πατρὸς καὶ τὴν πόλιν οἰκοδομήσας τιμὰς ὥρισεν ὡς θεῷ καὶ τοὺς ἐπιμελησομένους τοῦ μαντείου κατέστησε. παραδεδόσθαι δὲ τὸν Ἄμμωνα ἔχειν κριοῦ κεφαλὴν τετυπωμένην, παράσημον ἐσχηκότος αὐτοῦ τὸ κράνος κατὰ τὰς στρατείας. εἰσὶ δ’ οἱ μυθολογοῦντες αὐτῷ πρὸς ἀλήθειαν γενέσθαι καθ’ ἑκάτερον μέρος τῶν κροτάφων κεράτια· διὸ καὶ τὸν Διόνυσον, υἱὸν αὐτοῦ γεγονότα, τὴν ὁμοίαν ἔχειν πρόσοψιν, καὶ τοῖς ἐπιγινομένοις τῶν ἀνθρώπων παραδεδόσθαι τὸν θεὸν τοῦτον γεγονότα κερατίαν. μετὰ δ’ οὖν τὴν τῆς πόλεως οἰκοδομίαν καὶ τὴν περὶ τὸ χρηστήριον κατάστασιν πρῶτόν φασι τὸν Διόνυσον χρήσασθαι τῷ θεῷ περὶ τῆς στρατείας, καὶ λαβεῖν παρὰ τοῦ πατρὸς χρησμὸν ὅτι τοὺς ἀνθρώπους εὐεργετῶν τεύξεται τῆς ἀθανασίας. διὸ καὶ μετεωρισθέντα τῇ ψυχῇ τὸ μὲν πρῶτον ἐπὶ τὴν Αἴγυπτον στρατεῦσαι, καὶ τῆς χώρας καταστῆσαι βασιλέα Δία τὸν Κρόνου καὶ Ῥέας, παῖδα τὴν ἡλικίαν ὄντα. παρακαταστῆσαι δ’ αὐτῷ καὶ ἐπιστάτην Ὄλυμπον, ἀφ’ οὗ τὸν Δία παιδευθέντα καὶ πρωτεύσαντα κατ’ ἀρετὴν Ὀλύμπιον προσαγορευθῆναι. τὸν δ’ οὖν Διόνυσον λέγεται διδάξαι τοὺς Αἰγυπτίους τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὴν χρῆσιν καὶ τὴν παράθεσιν τοῦ τε οἴνου καὶ τῶν ἀκροδρύων καὶ τῶν ἄλλων καρπῶν. πάντῃ δὲ διαδιδομένης περὶ αὐτοῦ φήμης ἀγαθῆς μηδένα καθάπερ πρὸς πολέμιον ἀντιτάττεσθαι, πάντας δὲ προθύμως ὑπακούοντας ἐπαίνοις καὶ θυσίαις ὡς θεὸν τιμᾶν. τῷ δ’ αὐτῷ τρόπῳ φασὶν ἐπελθεῖν τὴν οἰκουμένην, ἐξημεροῦντα μὲν τὴν χώραν ταῖς φυτείαις, εὐεργετοῦντα δὲ τοὺς λαοὺς μεγάλαις τιμαῖς καὶ χάρισι πρὸς τὸν αἰῶνα. διὸ καὶ πάντας τοὺς ἀνθρώπους ἐν ταῖς πρὸς τοὺς ἄλλους θεοὺς τιμαῖς οὐχ ὁμοίαν ἔχοντας προαίρεσιν ἀλλήλοις σχεδὸν ἐπὶ μόνου τοῦ Διονύσου συμφωνουμένην ἀποδεικνύειν μαρτυρίαν τῆς ἀθανασίας· οὐδένα γὰρ οὔθ’ Ἑλλήνων οὔτε βαρβάρων ἄμοιρον εἶναι τῆς τούτου δωρεᾶς καὶ χάριτος, ἀλλὰ καὶ τοὺς ἀπηγριωμένην ἔχοντας χώραν ἢ πρὸς φυτείαν ἀμπέλου παντελῶς ἀπηλλοτριωμένην μαθεῖν τὸ κατασκευαζόμενον ἐκ τῶν κριθῶν πόμα βραχὺ λειπόμενον τῆς περὶ τὸν οἶνον εὐωδίας. τὸν δ’ οὖν Διόνυσόν φασι τὴν κατάβασιν ἐκ τῆς Ἰνδικῆς ἐπὶ τὴν θάλατταν ποιησάμενον καταλαβεῖν ἅπαντας τοὺς Τιτᾶνας ἠθροικότας δυνάμεις καὶ διαβεβηκότας εἰς Κρήτην ἐπ’ Ἄμμωνα. προσβεβοηθηκότος δὲ καὶ τοῦ Διὸς ἐκ τῆς Αἰγύπτου τοῖς περὶ τὸν Ἄμμωνα, καὶ πολέμου μεγάλου συνεστῶτος ἐν τῇ νήσῳ, ταχέως καὶ τοὺς περὶ τὸν Διόνυσον καὶ τὴν Ἀθηνᾶν καί τινας τῶν ἄλλων θεῶν νομισθέντων συνδραμεῖν εἰς Κρήτην. γενομένης δὲ παρατάξεως μεγάλης ἐπικρατῆσαι τοὺς περὶ τὸν Διόνυσον καὶ πάντας ἀνελεῖν τοὺς Τιτᾶνας. μετὰ δὲ ταῦτα Ἄμμωνος καὶ Διονύσου μεταστάντων ἐκ τῆς ἀνθρωπίνης φύσεως εἰς τὴν ἀθανασίαν, τὸν Δία φασὶ βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, κεκολασμένων τῶν Τιτάνων, καὶ μηδενὸς ὄντος τοῦ τολμήσοντος δι’ ἀσέβειαν ἀμφισβητῆσαι τῆς ἀρχῆς.

74  Τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλθείας γενόμενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασθαι πράξεις· τὸν δὲ δεύτερόν φασιν ἐξ Ἰοῦς τῆς Ἰνάχου Διὶ γενόμενον βασιλεῦσαι μὲν τῆς Αἰγύπτου, καταδεῖξαι δὲ τὰς τελετάς· τελευταῖον δὲ τὸν ἐκ Διὸς καὶ Σεμέλης τεκνωθέντα παρὰ τοῖς Ἕλλησι ζηλωτὴν γενέσθαι τῶν προτέρων. τὰς δ’ ἀμφοτέρων προαιρέσεις μιμησάμενον στρατεῦσαι μὲν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, στήλας δ’ οὐκ ὀλίγας ἀπολιπεῖν τῶν ὅρων τῆς στρατείας· καὶ τὴν μὲν χώραν ἐξημεροῦν ταῖς φυτείαις, στρατιώτιδας δ’ ἐπιλέξασθαι γυναῖκας, καθάπερ καὶ ὁ παλαιὸς τὰς Ἀμαζόνας. ἐνεργῆσαι δ’ ἐπὶ πλέον καὶ τὰ περὶ τοὺς ὀργιασμούς, καὶ τελετὰς ἃς μὲν μεταθεῖναι πρὸς τὸ κρεῖττον, ἃς δ’ ἐπινοῆσαι. διὰ δὲ τὸ πλῆθος τοῦ χρόνου τῶν προτέρων εὑρετῶν ἀγνοηθέντων ὑπὸ τῶν πολλῶν, τοῦτον κληρονομῆσαι τὴν τῶν προγενεστέρων προαίρεσίν τε καὶ δόξαν. οὐκ ἐπὶ τούτου δὲ μόνου συμβῆναι τὸ προειρημένον, ἀλλὰ καὶ μετὰ ταῦτ’ ἐφ’ Ἡρακλέους. δυοῖν γὰρ ὄντων τῶν προγενεστέρων τῶν τὴν αὐτὴν ἐσχηκότων προσηγορίαν, τὸν μὲν ἀρχαιότατον Ἡρακλέα μυθολογεῖσθαι γεγονέναι παρ’ Αἰγυπτίοις, καὶ πολλὴν τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρεψάμενον θέσθαι τὴν ἐπὶ τῆς Λιβύης στήλην, τὸν δὲ δεύτερον ἐκ Κρήτης ἕνα τῶν Ἰδαίων ὄντα Δακτύλων καὶ γενόμενον γόητα καὶ στρατηγικὸν συστήσασθαι τὸν Ὀλυμπικὸν ἀγῶνα· τὸν δὲ τελευταῖον μικρὸν πρὸ τῶν Τρωικῶν ἐξ Ἀλκμήνης καὶ Διὸς τεκνωθέντα πολλὴν ἐπελθεῖν τῆς οἰκουμένης, ὑπηρετοῦντα τοῖς Εὐρυσθέως προστάγμασιν. ἐπιτυχόντα δὲ πᾶσι τοῖς ἄθλοις θέσθαι μὲν καὶ στήλην τὴν ἐπὶ τῆς Εὐρώπης, διὰ δὲ τὴν ὁμωνυμίαν καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα χρόνων ἐπιγενομένων τελευτήσαντα κληρονομῆσαι τὰς τῶν ἀρχαιοτέρων πράξεις, ὡς ἑνὸς Ἡρακλέους γεγονότος ἐν παντὶ τῷ πρότερον αἰῶνι. ὑπὲρ δὲ τοῦ πλείους Διονύσους γεγονέναι σὺν ἄλλαις ἀποδείξεσι πειρῶνται φέρειν τὴν ἐκ τῆς Τιτανομαχίας· συμφωνουμένου γὰρ παρὰ πᾶσιν ὅτι Διόνυσος τῷ Διὶ συνηγωνίσατο τὸν πρὸς τοὺς Τιτᾶνας πόλεμον, οὐδαμῶς πρέπειν φασὶ τὴν τῶν Τιτάνων γενεὰν τιθέναι κατὰ τοὺς τῆς Σεμέλης χρόνους οὐδὲ Κάδμον τὸν Ἀγήνορος ἀποφαίνεσθαι πρεσβύτερον εἶναι τῶν Ὀλυμπίων θεῶν. οἱ μὲν οὖν Λίβυες περὶ Διονύσου τοιαῦτα μυθολογοῦσιν· ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ πρόθεσιν τετελεκότες αὐτοῦ περιγράψομεν τὴν τρίτην βίβλον.