Ιστορικά έπη Γρ.Θεολόγου (εις εαυτόν)
<<<επιστροφή στα έργα του Γρηγορίου
Εἰς τὸν ἀποθανόντα τῷ κόσμῳ.
[Επεξεργασία]Ζῶ καὶ τέθνηκα. Τὶς σοφὸς συγκρινέτω.
Ψυχῇ τέθνηκα· σὰρξ δέ μοι σθένειν θέλει.
Ψυχὴ βιῴη· σὰρξ δέ μοι τεθνηκέτω.
Θρῆνος.
[Επεξεργασία]Ὤμοι ἐγὼν, ὅτι δή με πρὸς οὐρανὸν ἠδὲ Θεοῖο
Χῶρον ἐπειγόμενον, σῶμα τόδ' ἀμφὶς ἔχει!
Οὐδέ πη ἔκβασίς ἐστι πολυπλανέος βιότοιο,
Καὶ στυγερῆς κακίης, ἥ μ' ἐπέδησε κάτω,
Πάντοθεν ἀπροφάτοισι περικτυπέουσα μερίμναις,
Βοσκομέναις ψυχῆς κάλλεα καὶ χάριτας.
Ἀλλά με λῦσον, Ἄναξ, λῦσον χθονίων ἀπὸ δεσμῶν,
Καί με χοροστασίην τάξον ἐς οὐρανίην.
Κατὰ τοῦ πονηροῦ.
[Επεξεργασία]Ἤλυθες, ὦ κακοεργέ· νοήματα σεῖο γινώσκω·
Ἤλυθες, ὄφρα φάους με φίλης τ' αἰῶνος ἀμέρσῃς.
∆ύσμαχε, πῶς φάος ἦλθες, ἐὼν ζόφος; οὐκ ἀπατήσεις
Ψευδόμενος. Πῶς πικρὸν ἐμοὶ μόθον αἰὲν ἀγείρεις,
Ἀμφαδίην λοχόων τε; τί δ' εὐσεβέεσσι μεγαίρεις,
Ἐξέτι τοῦ ὅτε πρῶτον Ἀδὰμ βάλες ἐκ παραδείσου,
Πλάσμα Θεοῦ, κακίῃ δὲ σοφὴν ἐλόχησας ἐφετμὴν,
Καὶ πικρὴν γλυκερῇ ζωῇ πόρσυνας ἐδωδήν;
Πῶς σε φύγω; τί δὲ μῆχος ἐμοῖς παθέεσσιν ἐφεύρω;
Τυτθαῖς μὲν πρώτιστον ἁμαρτάσιν, οἷα ῥέεθρον,
Ἐμπίπτεις κραδίῃσιν· ἔπειτα δὲ χῶρον ἀνοίγεις
Εὐρύτερον· μετέπειτα ῥόος θολερός τε μέγας τε
Ἤλυθες, ἄχρι χάος με λάβοι τεὸν, ἠδὲ βέρεθρον.
Ἀλλ' ἀποχάζεο τῆλε, τεὰς δ' ἐπὶ χεῖρας ἰάλλοις
Ἔθνεσιν ἢ πτολίεσσιν, ὅσαι Θεὸν οὐκ ἐνόησαν.
Αὐτὰρ ἐγὼ Χριστοῖο λάχος, νηός τε τέτυγμαι,
Καὶ θύος· αὐτὰρ ἔπειτα θεὸς, θεότητι μιγείσης
Ψυχῆς. Ἀλλ' ὑπόεικε Θεῷ, καὶ πλάσματι θείῳ,
Ἁζόμενος μῆνίν τε Θεοῦ, ψυχῶν τε χορείην
Εὐσεβέων, ἦχόν τε διηνεκέεσσιν ἐν ὕμνοις.
Ἱκετήρια εἰς Χριστόν.
[Επεξεργασία]Μή σου λαθοίμην, μηδέ μου λάθῃς,
Ἄναξ, Ἄναξ σοφῶν μέλημα, καὶ τρισσὸν φάος·
Μή που λάθῃ με δυσμενὴς συναρπάσας,
Κευθμῶν' ἐς ᾅδου, καὶ σκότου πικρὰς πύλας.
∆εινὸς γάρ ἐστι, καὶ λοχῶν τούς σοι φίλους
Ὃν, οἶδα, φεύξομ', εἰ σύ μου μνήμην ἔχεις,
Πυκνῶν ἀεὶ λόγοις τε καὶ νοήμασιν.