Μετάβαση στο περιεχόμενο

Ιστορίαι/λα'

Από Βικιθήκη
Ἱστορίαι
Συγγραφέας:
Βιβλίο ΛΑ


A. Olymp. 154, 1.

i. res italiae

Ὅτι Τεβέριος τοὺς Καμμανοὺς τὰ μὲν βιασάμενος, τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε Ῥωμαίοις.

Εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων πρεσβευτῶν ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτταλον καὶ τὸν Ἀθήναιον. συνέβαινε γὰρ τὸν Προυσίαν οὐ μόνον αὐτὸν ἐνεργῶς κεχρῆσθαι ταῖς διαβολαῖς ταῖς κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἀλλὰ καὶ τοὺς Γαλάτας παρωξυκέναι καὶ τοὺς Σελγεῖς καὶ πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς τὴν αὐτὴν ὑπόθεσιν. ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπεστάλκει τοὺς ἀδελφούς, ἀπολογησομένους πρὸς τὰς ἐπιφερομένας διαβολάς. οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλητον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγοροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν. οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν ἡ σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν, ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας, μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων.

Ὅτι Δημήτριος ὁ τοῦ Σελεύκου πολὺν ἤδη χρόνον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν ὁμηρείαν πάλαι μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχεσθαι· δοθῆναι γὰρ ὑπὸ Σελεύκου τοῦ πατρὸς τῆς ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου δὲ μετειληφότος τὴν βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ τῶν ἐκείνου τέκνων ὁμηρεύειν. οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸ τοῦ χρόνον ἦγε τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν· ἦν γὰρ ἔτι παῖς· τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν ἐποιήσατο λόγους, εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ παρακαλῶν κατάγειν αὑτὸν ἐπὶ τὴν βασιλείαν· καθήκειν γὰρ αὑτῷ μᾶλλον ἢ τοῖς Ἀντιόχου τέκνοις τὴν ἀρχήν. διαθεμένου δὲ καὶ πλείονας λόγους αὐτοῦ πρὸς τὴν προειρημένην ὑπόθεσιν καὶ μάλιστα προσδραμόντος ἐν τῷ λέγειν, διότι συμβαίνει καὶ πατρίδα καὶ τροφὸν τὴν Ῥώμην ὑπάρχειν αὐτῷ, καὶ τοὺς μὲν υἱοὺς τῶν ἐκ τοῦ συνεδρίου σύμπαντας ἀδελφῶν ἔχειν διάθεσιν, τοὺς δὲ βουλευτὰς πατέρων διὰ τὸ παραγενέσθαι μὲν ἔτι νήπιος, τότε δὲ κατὰ τὴν ἡλικίαν ὑπάρχειν ἐτῶν εἴκοσι καὶ τριῶν, ἐνετρέποντο μὲν ἅπαντες ἀκούοντες ἐν ἑαυτοῖς, κοινῇ γε μὴν ἔδοξε τῇ συγκλήτῳ τὸν μὲν Δημήτριον κατασχεῖν, τῷ δὲ καταλελειμμένῳ παιδὶ συγκατασκευάζειν τὴν ἀρχήν. τοῦτο δ' ἐποίησεν, ὡς ἐμοὶ δοκεῖν, ὑπιδομένη τὴν ἀκμὴν τοῦ Δημητρίου, μᾶλλον δὲ κρίνασα συμφέρειν τοῖς σφετέροις πράγμασι τὴν νεότητα καὶ τὴν ἀδυναμίαν τοῦ παιδὸς τοῦ διαδεδεγμένου τὴν βασιλείαν. ἐγένετο δὲ τοῦτο δῆλον ἐκ τῶν μετὰ ταῦτα συμβάντων. εὐθέως γὰρ καταστήσαντες πρεσβευτὰς τοὺς περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ Λεύκιον Αὐρήλιον ἐξέπεμψαν, τοὺς διοικήσοντας τὰ κατὰ τὴν βασιλείαν, ὡς αὐτὴ προῃρεῖτο διὰ τὸ μηδένα τὸν ἐμποδὼν στησόμενον εἶναι τοῖς ἐπιταττομένοις, τοῦ μὲν βασιλέως παιδὸς ὄντος, τῶν δὲ προεστώτων ἀσμενιζόντων ἐπὶ τῷ μὴ παραδεδόσθαι τὰ πράγματα τῷ Δημητρίῳ· μάλιστα γὰρ τοῦτο προσεδόκων. οἱ μὲν οὖν περὶ τὸν Γνάιον ἐξώρμησαν, ἔχοντες ἐντολὰς πρῶτον μὲν τὰς ναῦς τὰς καταφράκτους διαπρῆσαι, μετὰ δὲ ταῦτα τοὺς ἐλέφαντας νευροκοπῆσαι καὶ καθόλου λυμήνασθαι τὴν βασίλειον δύναμιν. προσενετείλαντο δὲ τούτοις καὶ τὰ κατὰ τὴν Μακεδονίαν ἐπισκέψασθαι· συνέβαινε γὰρ τοὺς Μακεδόνας ἀήθεις ὄντας δημοκρατικῆς καὶ συνεδριακῆς πολιτείας στασιάζειν πρὸς αὑτούς. ἔδει δὲ τοὺς περὶ τὸν Γνάιον καὶ τὰ περὶ τοὺς Γαλάτας καὶ τὰ κατὰ τὴν Ἀριαράθου βασιλείαν ἐποπτεῦσαι. μετὰ δέ τινα χρόνον αὐτοῖς ἐπαπεστάλη γράμματα παρὰ τῆς συγκλήτου καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ βασιλεῖς διαλῦσαι κατὰ δύναμιν.

Ὅτι παρεγένοντο κατὰ τὸν αὐτὸν καιρὸν παρ' Ἀριαράθου τοῦ νεωστὶ διαδεδεγμένου τὴν Καππαδοκῶν βασιλείαν πρέσβεις, ἀνανεωσόμενοι τήν τε φιλίαν καὶ συμμαχίαν τὴν προϋπάρχουσαν, καὶ καθόλου παρακαλέσοντες τὴν σύγκλητον ἀποδέξασθαι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν, ἣν ἔχει καὶ κοινῇ καὶ κατ' ἰδίαν πρὸς ἅπαντας Ῥωμαίους. ἡ δὲ σύγκλητος διακούσασα τῶν λόγων τήν τε φιλίαν ἀνενεώσατο καὶ τὴν συμμαχίαν καὶ καθόλου τὴν ὅλην αἵρεσιν ἀποδεξαμένη τοῦ βασιλέως φιλανθρώπως ἐγενήθη. τοῦτο δ' ἐγένετο μάλιστα διὰ τὸ τοὺς περὶ τὸν Τεβέριον, καθ' ὃν καιρὸν ἐξαπεστάλησαν ἐπισκεψόμενοι τὰ κατὰ τοὺς βασιλεῖς, ἐπανελθόντας εὐφήμους λόγους ποιήσασθαι περί τε τοῦ πατρὸς καὶ καθόλου τῆς βασιλείας αὐτῶν. οἷς πιστεύσαντες οἱ τοῦ συνεδρίου τούς τε πρεσβευτὰς φιλανθρώπως ἀπεδέξαντο καὶ τὴν ὅλην αἵρεσιν τοῦ βασιλέως.


ii. res graeciae

Ὅτι Ῥόδιοι διαπεπνευκότες ἐκ τῆς περὶ αὐτοὺς γενομένης δυσχερείας ἔπεμπον εἰς τὴν Ῥώμην πρεσβευτὰς τοὺς περὶ Κλεαγόραν, Κάλυνδα μὲν ἀξιώσοντας σφίσι παραχωρηθῆναι, περὶ δὲ τῶν ἐχόντων ἐν τῇ Λυκίᾳ καὶ Καρίᾳ κτήσεις αἰτησομένους τὴν σύγκλητον, ἵν' αὐτοῖς ἔχειν ἐξῇ, καθὰ καὶ πρότερον. ἐψηφίσαντο δὲ καὶ κολοσσὸν στῆσαι τοῦ δήμου τῶν Ῥωμαίων ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τριακοντάπηχυν.

Ὅτι τῶν Καλυνδέων ἀποστάντων Καυνίων, καὶ μετὰ ταῦτα πολιορκεῖν ἐπιβαλομένων αὐτοὺς τῶν Καυνίων, τὰς μὲν ἀρχὰς ἐπεκαλέσαντο Κνιδίους οἱ Καλυνδεῖς· ὧν καὶ παραπεσόντων κατὰ βοήθειαν, ἐπὶ ποσὸν ἀντεῖχον τοῖς ὑπεναντίοις, ἀγωνιῶντες δὲ τὸ μέλλον πρεσβεύειν μὲν * ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. οἱ δὲ Ῥόδιοι πέμψαντες βοήθειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τήν τε πολιορκίαν ἔλυσαν καὶ παρέλαβον τὴν πόλιν. συνέβη δὲ καὶ τὴν σύγκλητον αὐτοῖς βεβαιῶσαι τὴν τῶν Καλυνδέων κτῆσιν.


iii. res asiae

Ὅτι Γάιος ὁ Γάλλος, χωρὶς τῶν ἄρτι ῥηθέντων ἀλογημάτων, παραγενόμενος εἰς τὴν Ἀσίαν ἐκθέματα κατὰ τὰς πόλεις ἐξέθηκε τὰς ἐπιφανεστάτας, κελεύων, εἴ τις βούλεται κατηγορεῖν Εὐμένους τοῦ βασιλέως, ἀπαντᾶν εἰς Σάρδεις ἐπίτινα χρόνον ὡρισμένον. μετὰ δὲ ταῦτα παραγενηθεὶς αὐτὸς εἰς τὰς Σάρδεις, ἀποκαθίσας ἐν τῷ γυμνασίῳ περὶ δέχ' ἡμέρας διήκουε τῶν κατηγορούντων, πᾶσαν ἐπιδεχόμενος αἰσχρολογίαν καὶ λοιδορίαν κατὰ τοῦ βασιλέως καὶ καθόλου πᾶν ἕλκων πρᾶγμα καὶ κατηγορίαν, ἅτε παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸς Εὐμένην διαφορᾷ.

Ὅτι καθ' ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ Εὐμένει προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλληνας προσοικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλιβομένῳ τὴν εὔνοιαν προσνεμόντων.

Ὁ δὲ Ἀριαράθης ὁ βασιλεὺς Καππαδοκίας προσδεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, νομίσας ἐκ τῶν ἀποκρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν αὑτῷ νῦν, ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς θεοῖς χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία. μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ τὸν Λυσίαν εἰς τὴν Ἀντιόχειαν, σπουδάζων ἀνακομίσασθαι τὰ τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ. τὸ μὲν οὖν ἐγκαλεῖν ὑπὲρ τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν, οὐ βουλόμενος ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα μὴ διαψευσθῇ τῆς προθέσεως, καίπερ βαρέως φέρων τὸ γεγονός· ἀξιωματικὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε τοὺς πρέσβεις. τῶν δὲ περὶ τὸν Λυσίαν συγχωρησάντων, καὶ τῶν ὀστῶν ἀνακομισθέντων ὡς αὐτόν, ἀποδεξάμενος μεγαλομερῶς τὴν παρουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν τοῦ πατρὸς τάφον κηδεμονικῶς.

Ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ. ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι δι' αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλ' ἐκ χειρὸς Ωκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην. ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε. μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον, ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς. οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς, εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων.

Ὅτι κατὰ τὴν Συρίαν Ἀντίοχος ὁ βασιλεὺς βουλόμενος εὐπορῆσαι χρημάτων προέθετο στρατεύειν ἐπὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυμαΐδα. παραγενόμενος δ' ἐπὶ τοὺς τόπους καὶ διαψευσθεὶς τῆς ἐλπίδος διὰ τὸ μὴ συγχωρεῖν τῇ παρανομίᾳ τοὺς βαρβάρους τοὺς οἰκοῦντας περὶ τὸν τόπον, ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος ἐξέλιπε τὸν βίον, δαιμονήσας, ὡς ἔνιοί φασι, διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ προειρημένον ἱερὸν παρανομίαν.


B. Olymp. 154, 2.

i. res italiae

Ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολεμαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, ἀθετεῖν βουλόμενος τὸν γεγονότα μερισμὸν αὐτῷ πρὸς τὸν ἀδελφόν, φάσκων οὐχ ἑκών, ἀλλὰ κατ' ἀνάγκην τῷ καιρῷ περιληφθεὶς πεποιηκέναι τὸ προσταττόμενον. καὶ παρεκάλει τὴν σύγκλητον μερίσαι τὴν Κύπρον αὑτῷ· καὶ γὰρ τούτου γενομένου καταδεεστέραν ἕξειν μερίδα τἀδελφοῦ παρὰ πολύ. τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ νεώτερος καὶ τὸ πνεῦμα δι' αὐτοὺς ἔχοι· τοιαύτην γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ προσκοπήν· διὸ καὶ παρ' ἐλπίδα καὶ παραδόξως δεδομένων αὐτῷ τῶν κατὰ Κυρήνην πραγμάτων ἀσμένως δέξαιτο, καὶ σφαγίων τμηθέντων καὶ λάβοι τοὺς ὅρκους παρὰ τἀδελφοῦ καὶ δοίη περὶ τούτου· τοῦ δὲ Πτολεμαίου πᾶσι τούτοις ἀντιλέγοντος, ἡ σύγκλητος, ἅμα μὲν ὁρῶσα τὸν μερισμὸν *γεγονότα τελέως, ἅμα δὲ βουλομένη διελεῖν τὴν βασιλείαν πραγματικῶς, αὐτῶν αἰτίων γενομένων τῆς διαιρέσεως, συγκατέθετο τοῖς ὑπὸ τοῦ νεωτέρου παρακαλουμένοις ἐπὶ τῷ σφετέρῳ συμφέροντι. πολὺ γὰρ ἤδη τοῦτο τὸ γένος ἐστὶ τῶν διαβουλίων παρὰ Ῥωμαίοις, ἐν οἷς διὰ τῆς τῶν πέλας ἀγνοίας αὔξουσι καὶ κατασκευάζονται τὴν ἰδίαν ἀρχὴν πραγματικῶς, ἅμα χαριζόμενοι καὶ δοκοῦντες εὐεργετεῖν τοὺς ἁμαρτάνοντας. διὸ καὶ καθορῶντες τὸ μέγεθος τῆς ἐν Αἰγύπτῳ δυναστείας καὶ δεδιότες, ἄν ποτε τύχῃ προστάτου, μὴ μεῖζον φρονήσῃ τοῦ καθήκοντος, κατέστησαν πρεσβευτὰς Τίτον Τορκουᾶτον καὶ Γνάιον Μερόλαν τοὺς κατάξοντας ἐπὶ τὴν Κύπρον τὸν Πτολεμαῖον καὶ τελειώσοντας ἅμα τὴν ἐκείνων καὶ τὴν αὑτῶν πρόθεσιν. καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν, δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατασκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου.


Ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης τῆς περὶ τὸν Γνάιον περιπετείας, ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς διαθεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς πράξεως τοὺς τοῦ βασιλέως φίλους, ἡ μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλομένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδ' ἐκτίθεσθαι καθόλου τὴν αὑτῆς γνώμην, ὁ δὲ Δημήτριος πτοηθεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον καὶ προσανέφερεν διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ συγκλήτῳ περὶ τῶν καθ' αὑτόν. ὁ δὲ παρεκάλει μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἀλλ' ἐν ἑαυτῷ τὰς ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον· πολλὰς γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς. ὁ δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετ' ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολλωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν. ὁ δὲ προειρημένος, ἄκακος ὢν καὶ κομιδῇ νέος, συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου· πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρησεν, τῆς γ' ὁμηρείας αὐτὸν ἀπολύσειν· ἄτοπον γὰρ εἶναι τελέως, Ἀντιόχου τοῦ παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν, Δημήτριον ὁμηρεύειν ὑπὲρ αὐτοῦ. τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προειρημένος καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν ἀνάγκης αὑτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν Ἀντιόχῳ συγκατασκευάζειν. καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν αὐτοῦ διαλεχθέντος, ἔμεινεν ἡ σύγκλητος ἐπὶ τῆς αὐτῆς αἱρέσεως ὅπερ εἰκὸς ἦν. καὶ γὰρ πρότερον οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινεν τὴν ἀρχὴν τῷ παιδὶ συνδιαφυλάττειν, ἀλλὰ διὰ τὸ συμφέρειν τοῖς σφετέροις πράγμασιν, μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς διαθέσεως μένειν εἰκὸς ἦν καὶ τὴν τῆς συγκλήτου διάληψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως.

Πλὴν ὅ γε Δημήτριος μάτην ἐξᾴσας τὸ κύκνειον καὶ γνοὺς ὅτι καλῶς αὐτῷ συνεβούλευεν ὁ Πολύβιος μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, μεταμεληθεὶς ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ καὶ φύσει μεγαλόφρων ὑπάρχων καὶ τόλμαν ἱκανὴν ἔχων πρὸς τὸ κριθέν, εὐθέως ἐκάλει Διόδωρον προσφάτως ἐκ τῆς Συρίας παραγεγονότα καὶ μετεδίδου περὶ τῶν καθ' αὑτόν. ὁ δὲ Διόδωρος τροφεὺς μὲν ἐγεγόνει τοῦ Δημητρίου, πανοῦργος δ' ὢν καὶ κατωπτευκὼς ἐπιμελῶς τὰ κατὰ τὴν Συρίαν ὑπεδείκνυεν αὐτῷ, διότι τῶν μὲν ἐκεῖ τεταραγμένων διὰ τὸν Γναΐου φόνον, καὶ διαπιστούντων τῶν μὲν πολλῶν τοῖς περὶ τὸν Λυσίαν, τῶν δὲ περὶ τὸν Λυσίαν τοῖς πολλοῖς, τῆς δὲ συγκλήτου πεπεισμένης ἐκ τῶν τοῦ βασιλέως φίλων γεγονέναι τὴν εἰς τοὺς σφετέρους πρεσβευτὰς παρανομίαν, κάλλιστον εἶναι καιρὸν ἐπιφανῆναι τοῖς πράγμασιν· ταχέως γὰρ τοὺς μὲν ἐκεῖ μεταρρίψειν τὴν βασιλείαν εἰς αὐτόν, κἂν ὅλως μετὰ παιδὸς ἑνὸς ποιήσηται τὴν παρουσίαν, τὴν δὲ σύγκλητον οὐ τολμήσειν ἔτι βοηθεῖν οὐδὲ συνεπισχύειν τοῖς περὶ τὸν Λυσίαν τοιαῦτα διεργασαμένοις. λοιπὸν εἶναι τὸ λαθεῖν ἐκ τῆς Ῥώμης ἀπελθόντας, καὶ μηδένα λαβεῖν ἔννοιαν τῆς ἐπιβολῆς αὐτοῦ. δοξάντων δὲ τούτων μετεπέμπετο τὸν Πολύβιον καὶ δηλώσας τὰ δεδογμένα παρεκάλει συνεπιλαβέσθαι τῆς ἐπιβολῆς καὶ συνδιανοηθῆναι πῶς ἂν χειρισθείη τὰ κατὰ τὸν δρασμόν. συνέβαινε δὲ κατὰ τὸν καιρὸν τοῦτον Μένυλλον μὲν τὸν Ἀλαβανδέα παρεῖναι πρεσβεύοντα παρὰ τοῦ πρεσβυτέρου βασιλέως Πτολεμαίου χάριν τοῦ συγκαταστῆναι καὶ δικαιολογηθῆναι πρὸς τὸν νεώτερον Πτολεμαῖον· ἐτύγχανε δὲ προϋπάρχουσα τῷ Πολυβίῳ πρὸς τὸν Μένυλλον ἰσχυρὰ συνήθεια καὶ πίστις. διὸ καὶ νομίσας αὐτὸν ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν συνέστησε τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλοτιμίας. ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς ἀνεδέξατο τήν τε ναῦν ἑτοιμάσαι καὶ τἄλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν. οὗτος μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν Καρχηδονίαν ναῦν ἱεραγωγόν, ταύτην ἐναυλώσατο· συμβαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατ' ἐκλογὴν ἐκ τῆς Καρχηδόνος, ἐφ' οἷς εἰς τὴν Τύρον ἐκπέμπουσιν οἱ Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς· ἐναυλοῦτο δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν. διὸ καὶ τήν τε τῶν ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως ἐποιεῖτο καὶ φανερῶς ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς.

Ἐπειδὴ δὲ πάντ' ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν τ' ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθ' αὑτόν, τὸν τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τἀκεῖ συμβαίνοντα περὶ τοὺς ὄχλους. ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς· δυεῖν δ' ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινώσατο τὴν πρᾶξιν, ἄλλῳ δ' οὐδενὶ τῶν μετ' αὐτοῦ, καίτοι πλειόνων ὄντων. οὗτοι δ' ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοί, τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον. τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέ σθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν ἔξοδον. παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν τ' ἦν· εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ αὐτὸν ὄντας. οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθ' ἑαυτῶν ἕκαστος· τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν ἐπιοῦσαν αὐτοὶ παρεψόμενοι. τὸν δὲ Πολύβιον συνέβαινεν κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ κλίνην, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλλου συνεχῶς αὐτῷ μεταδιδόντος αἰεὶ περὶ τῶν ὑποπιπτόντων. διόπερ ἀγωνιάσας ὁ προειρημένος μὴ τῆς συνηθείας ἑλκυσθείσης, ἅτε τοῦ Δημητρίου συμποτικοῦ φυσικῶς καὶ νεωτέρου τελέως ὑπάρχοντος, ἀπόρημά τι γένηται περὶ τὴν ἔξοδον διὰ τὴν μέθην, γράψας βραχὺ πιττάκιον καὶ σφραγισάμενος πέμπει παρ' αὑτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον, μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος, καὶ κελεύειν ἀποδιδόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι. γενομένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν ὁ Δημήτριος ἐπανέγνω. τὸ δὲ πιττάκιον περιεῖχε τὰς γνώμας ταύτας. ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.

ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.

τόλμα τι, κινδύνευε, πρᾶττ', ἀποτύγχανε,

ἐπίτυχε, πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.

νᾶφε καὶ μέμνας' ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.

Ταῦτα διαναγνοὺς ὁ Δημήτριος καὶ συννοήσας τὰς ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, παραυτίκα προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμπροπεμπόντων αὐτὸν καὶ τῶν φίλων. παραγενόμενος δ' ἐπὶ σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους τῶν οἰκετῶν ἐξέπεμψεν εἰς τὰς Ἀναγνείας, συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας ἀπαντᾶν ἐπὶ τὸ Κίρκαιον· ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνηγετεῖν τὸν ὗν· ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ συνηθείας τὴν καταρχὴν γενέσθαι συνέπεσεν. μετὰ δὲ ταῦτα τοῖς περὶ τὸν Νικάνορα διεσάφει τὴν ἐπιβολὴν καὶ κοινωνεῖν παρεκάλει τῶν αὐτῶν ἐλπίδων. πάντων δὲ προθύμως δεξαμένων τὸν λόγον, παρήγγειλε κατὰ σπουδὴν ἐπανελθόντας ἐπὶ τὰς ἰδίας καταλύσεις τοῖς μὲν παισὶν συντάξαι προάγειν ὑπὸ τὴν ἑωθινὴν εἰς τὰς Ἀναγνείας καὶ μετὰ τῶν κυνηγῶν ἀπαντᾶν εἰς τὸ Κίρκαιον, αὐτοὺς δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς ἀνακάμπτειν ὡς αὐτόν, εἰπόντας τοῖς οἰκέταις ὅτι μετὰ Δημητρίου συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ τὸν προειρημένον τόπον. γενομένων δὲ πάντων καθὼς προείρηται, προῆγον εἰς τὴν Ὠστίαν νυκτὸς ἐπὶ τὸ στόμα τοῦ Τιβέριος. ὁ δὲ Μένυλλος προπορευόμενος ἐκοινολογεῖτο τοῖς ναυτικοῖς, φάσκων αὑτῷ προσπεπτωκέναι παρὰ τοῦ βασιλέως δι' ὃ δέον ἐστὶν αὐτὸν μὲν μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ, τῶν δὲ νεανίσκων τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν, παρ' ὧν ἐπιγνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν. διόπερ αὐτὸς μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν περὶ μέσας νύκτας τοὺς μέλλοντας πλεῖν. τῶν δὲ ναυκλήρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς τὸ ταχθὲν ναῦλον ἐξ ἀρχῆς καὶ πάντα κατηρτικότων ἐκ πολλοῦ τὰ πρὸς τὸν πλοῦν, παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν, ὄντες ὀκτὼ καὶ παῖδες πέντε καὶ παιδάρια τρία. τοῦ δὲ Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ παραδείξαντος τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συστήσαντος τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι μὲν ἐπέβησαν, ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν ἔχων τοῦ πράγματος, ἀλλ' ὡς στρατιώτας τινὰς ἄγων παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον.

Ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐπιοῦσαν οὐδεὶς ἐπιζητήσειν ἔμελλε τὸν Δημήτριον οὐδὲ τοὺς μετ' ἐκείνου προάγοντας· οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα διελάμβανον, οἱ δ' ἐν ταῖς Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν αὐτὸν τόπον, ὡς ἐκεῖ παρεσόμενον. διὸ συνέβαινε τελέως ἄσημον εἶναι τὸν δρασμόν, ἕως οὗ τῶν παίδων τις μεμαστιγωμένος ἐν ταῖς Ἀναγνείαις ἔδραμεν ἐπὶ τὸ Κίρκαιον, ὡς ἐκεῖ τῷ Δημητρίῳ συμμίξων· οὐχ εὑρὼν δὲ πάλιν εἰς τὴν Ῥώμην ἔτρεχεν, ὡς κατὰ πορείαν ἀπαντήσων. οὐδαμῇ δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησεν τοῖς ἐν Ῥώμῃ φίλοις καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας. ἐπιζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην ἡμέραν ἀφ' ἧς ὥρμησεν, ὑπενοήθη τὸ γεγονός. τῇ δὲ πέμπτῃ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν ᾗ συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ τοῦ κατὰ Σικελίαν ὑπάρχειν. τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν ἀδυνατῆσαι· πρεσβευτὰς δὲ κατέστησαν μετά τινας ἡμέρας τοὺς περὶ Τεβέριον Γράκχον καὶ Λεύκιον Λέντλον καὶ Σερουίλιον Γλαυκίαν, οἵτινες ἔμελλον πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτ' ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δημήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντιλεγόμενα τοῖς προειρημένοις διευκρινήσειν. διὸ τὸν Τεβέριον κατεστήσαντο *πάντων αὐτόπτην γεγονέναι. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.

Ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν.


ii. res asiae

Ὅτι Ἀρταξίας ἐβούλετο ἐπανελέσθαι *παραινέσεσι δὲ Ἀριαράθου τοῦτ' οὐκ ἔπραξεν ἀλλ' ἐντιμότερον εἶχεν αὐτὸν ἢ πρότερον. οὕτως ἥ τε τοῦ δικαίου φύσις ἔχει μεγάλην δύναμιν, αἵ τε τῶν ἀγαθῶν ἀνδρῶν γνῶμαι καὶ παραινέσεις, ὥστε μὴ μόνον τοὺς φίλους ἀλλὰ καὶ τοὺς ἐχθροὺς πολλάκις σώζειν καὶ μετατιθέναι τὰς φύσεις αὐτῶν πρὸς τὸ βέλτιον.

Ὅτι παντὸς ἐπιστολίου τὸ κάλλος ἐστὶ συστατικώτερον.


iii. res africae

Μετὰ δὲ ταῦτα Πτολεμαῖοις ὁ νεώτερος παραγεγονὼς εἰς τὴν Ἑλλάδα μετὰ τῶν πρεσβευτῶν συνήθροιζε ξενολόγιον ἐμβριθές. ἐν οἷς προσελάβετο καὶ τὸν Μακεδόνα Δαμάσιππον, ὃς κατασφάξας ἐν τῷ Φάκῳ τοὺς συνέδρους ἔφυγεν μετὰ γυναικὸς καὶ τέκνων ἐκ τῆς Μακεδονίας. ἀφικόμενος δ' εἰς τὴν τῶν Ῥοδίων Περαίαν καὶ ξενισθεὶς ὑπὸ τοῦ δήμου προετίθετο πλεῖν εἰς τὴν Κύπρον. οἱ δὲ περὶ τὸν Τορκουᾶτον θεωροῦντες αὐτὸν συνεσταμένον ξενικὴν χεῖρα βαρεῖαν ὑπεμίμνησκον τῶν ἐντολῶν, διότι δεῖ χωρὶς πολέμου ποιεῖσθαι τὴν κάθοδον· καὶ τέλος ἔπεισαν αὐτὸν ἕως Σίδης προαγαγόντα τὸ ξενολόγιον διαλύσασθαι καὶ τῆς εἰς Κύπρον ἐπιβολῆς ἀποστῆναι καὶ συμμίσγειν αὑτοῖς ἐπὶ τοὺς τῶν Κυρηναίων ὅρους. αὐτοὶ δὲ πλεύσαντες εἰς τὴν Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βασιλέα πρὸς τὰ παρακαλούμενα καὶ συναντήσειν ἐπὶ τοὺς ὅρους, ἔχοντες κἀκεῖνον μεθ' αὑτῶν. τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον τὸ μὲν ξενολόγιον διέλυσεν, αὐτὸς δὲ τὸ μὲν πρῶτον εἰς Κρήτην ἀπέπλευσεν, τόν τε Δαμάσιππον ἔχων μεθ' ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν ἕνα Γνάιον Μερόλαν· ξενολογήσας δ' ἐκ τῆς Κρήτης περὶ χιλίους στρατιώτας ἀνήχθη καὶ διάρας εἰς τὴν Λιβύην κατέσχεν ἐπὶ τὸν Ἆπιν.

Οἱ δὲ περὶ τὸν Τορκουᾶτον διακομισθέντες εἰς τὴν Ἀλεξάνδρειαν ἐπειρῶντο μὲν παρακαλεῖν τὸν πρεσβύτερον Πτολεμαῖον διαλύεσθαι πρὸς τὸν ἀδελφὸν καὶ συγχωρεῖν αὐτῷ τὴν Κύπρον· τοῦ δὲ Πτολεμαίου τὰ μὲν ἐπαγγελλομένου, τὰ δὲ παρακούοντος, καὶ τῷ τοιούτῳ τρόπῳ κατατρίβοντος τὸν χρόνον, στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἆπιν κατὰ τὸ συντεταγμένον καὶ τελέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφήσασθαι, τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γνάιον εἰς τὴν Ἀλεξάνδρειαν, ὡς διὰ τούτου κἂν τοὺς περὶ τὸν Τορκουᾶτον ἐπιγενομένους. συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον, καὶ τοῦ χρόνου διελκομένου, καὶ τετταράκοντα διελθουσῶν ἡμερῶν, καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν ἐνέπιπτε περὶ τῶν ὅλων. ὁ γὰρ πρεσβύτερος βασιλεὺς πᾶν γένος ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο τοὺς πρεσβευτὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ ἑκόντας, ἀλλ' ἄκοντας. κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολεμαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμφρονεῖν τούτοις, κεκοινωνηκέναι δὲ περὶ τῆς ἀποστάσεως καὶ Πτολεμαῖον τὸν Συμπετῆσιν, ὃς ἦν τὸ γένος Αἰγύπτιος, ἐπιστεύθη δὲ τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βασιλέως, καθ' ὃν καιρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην. τούτων δὲ προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετ' ὀλίγον διότι στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι, δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ τὴν Κυρήνην ἀπολέσῃ, πάντα τἄλλα πάρεργα θέμενος ἀνέζευξεν ἐπὶ Κυρήνης. παραγενόμενος δ' εἰς τὸν μέγαν καλούμενον Καταβαθμὸν κατέλαβε τοὺς Λίβυας μετὰ τῶν Κυρηναίων κατέχοντας τὰς δυσχωρίας. ὁ δὲ Πτολεμαῖος ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περιπλεῖν τὰς δυσχωρίας ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις ἐπιφαίνεσθαι, τοὺς δ' ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ στόμα πρὸς τὴν ἀνάβασιν. τῶν δὲ Λιβύων καταπλαγέντων τὴν ἐξ ἀμφοῖν ἔφοδον καὶ λειπόντων τοὺς τόπους, ἅμα τῆς ἀναβάσεως ἐγένετο κύριος καὶ τῆς ὑποκειμένης Τετραπυργίας, ἐν ᾗ συνέβαινε πλῆθος ἄφθονον ὕδατος ὑπάρχειν. ὅθεν ἀφορμήσας ἑβδομαῖος ἧκε διὰ τῆς ἐρήμου. παραπλεόντων δ' αὐτῷ καὶ τῶν ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους στρατοπεδεύειν πεζοὺς μὲν ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ περὶ πεντακοσίους. οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰληφότες τῆς τοῦ Πτολεμαίου προαιρέσεως ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν πεπραγμένων καὶ θεωροῦντες οὐ βασιλικήν, ἀλλὰ τυραννικὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τὴν ὅλην αἵρεσιν, οὐχ οἷοί τ' ἦσαν ἐθελοντὴν σφᾶς αὐτοὺς ὑποτάττειν, ἀλλὰ πᾶν ὑπομένειν ἐτόλμων, ἀντεχόμενοι τῆς πρὸς τὴν ἐλευθερίαν ἐλπίδος. διὸ καὶ τότε συνεγγίσαντος αὐτοῦ ἐξ αὐτῆς παρετάξαντο· καὶ τέλος ἡττήθη. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γνάιος ὁ Μερόλας ἐκ τῆς Ἀλεξανδρείας, διασαφῶν τῷ βασιλεῖ διότι πρὸς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν ὁ ἀδελφός, ἀλλά φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς διομολογουμένοις. ὁ δὲ βασιλεὺς ταῦτα διακούσας, εὐθέως προχειρισάμενος Κομανὸν καὶ Πτολεμαῖον τοὺς ἀδελφοὺς ἐξαπέστελλε πρεσβευτὰς εἰς τὴν Ῥώμην μετὰ τοῦ Γναΐου, διασαφήσοντας τῇ συγκλήτῳ περὶ τῆς τἀδελφοῦ πλεονεξίας καὶ καταφρονήσεως. ἀπέλυσε δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τοὺς περὶ Τίτον ἀπράκτους ὁ πρεσβύτερος Πτολεμαῖος. καὶ τὰ μὲν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν.


C. Olymp. 154, 3.

i. res italiae

Ὅτι κατὰ τοὺς ὑποκειμένους καιροὺς ἧκον παρὰ τοῦ νεωτέρου Πτολεμαίου πρέσβεις οἱ περὶ τὸν Κομανὸν καὶ παρὰ τοῦ πρεσβυτέρου παραπλησίως οἱ περὶ τὸν Μένυλλον τὸν Ἀλαβανδέα. ὧν εἰσελθόντων εἰς τὴν σύγκλητον, καὶ πολλῶν λόγων γινομένων καὶ φιλαπεχθῶν κατὰ πρόσωπον εἰς ἀλλήλους, καὶ τῶν περὶ Τίτον καὶ Γνάιον ἀπομαρτυρούντων καὶ συνεπισχυόντων τῷ νεωτέρῳ μετὰ πολλῆς σπουδῆς, ἔδοξε τῇ συγκλήτῳ τοὺς περὶ Μένυλλον ἐν πένθ' ἡμέραις ἀποτρέχειν ἐκ τῆς Ῥώμης, καὶ τὴν συμμαχίαν ἀναιρεῖν τὴν πρὸς τὸν πρεσβύτερον, πρὸς δὲ τὸν νεώτερον πέμψαι πρεσβευτὰς τοὺς διασαφήσοντας τὰ δεδογμένα τῇ συγκλήτῳ. καὶ κατεστάθησαν Πόπλιος Ἀπούστιος καὶ Γάιος Λέντλος, οἳ καὶ πλεύσαντες ἐξ αὐτῆς εἰς τὴν Κυρήνην ἀνήγγειλαν τῷ Πτολεμαίῳ τὰ δεδογμένα μετὰ πολλῆς σπουδῆς. ὁ δὲ Πτολεμαῖος ἐπαρθεὶς εὐθέως ἐξενολόγει καὶ ταῖς ἐπιβολαῖς ὅλος καὶ πᾶς ἦν περὶ τὴν Κύπρον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.


ii. res africae

Ὅτι κατὰ τὴν Λιβύην Μασαννάσας θεωρῶν τὸ πλῆθος τῶν πόλεων τῶν περὶ τὴν μικρὰν Σύρτιν ἐκτισμένων καὶ τὸ κάλλος τῆς χώρας, ἣν καλοῦσιν Ἐμπόρια, καὶ πάλαι τὸ πλῆθος τῶν προσόδων τῶν γινομένων ἐν τούτοις τοῖς τόποις ὀφθαλμιῶν, ἐπεβάλετο καταπειράζειν τῶν Καρχηδονίων οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν. τῆς μὲν οὖν χώρας ταχέως ἐγενήθη κύριος, ἅτε τῶν ὑπαίθρων κρατῶν διὰ τὸ τοὺς Καρχηδονίους αἰεὶ μὲν ἀλλοτρίους ὑπάρχειν τῆς ἐν τῇ γῇ χρείας, τότε δὲ καὶ τελέως ἐκτεθηλύνθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· τῶν δὲ πόλεων οὐκ ἠδυνήθη γενέσθαι κύριος διὰ τὸ τοὺς Καρχηδονίους ἐπιμελῶς τηρεῖν αὐτάς. ἀμφοτέρων δὲ ποιουμένων τὴν ἀναφορὰν ἐπὶ τὴν σύγκλητον ὑπὲρ τῶν ἀμφισβητουμένων, καὶ πρεσβευτῶν πολλάκις ἐληλυθότων διὰ ταῦτα παρ' ἑκατέρων, αἰεὶ συνέβαινε τοὺς Καρχηδονίους ἐλαττοῦσθαι παρὰ τοῖς Ῥωμαίοις, οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ πεπεῖσθαι τοὺς κρίνοντας συμφέρειν σφίσι τὴν τοιαύτην γνώμην, ἐπείτοι χρόνοις οὐ πολλοῖς ἀνώτερον αὐτὸς ὁ Μασαννάσας διώκων τὸν Ἀφθῆρα τὸν ἀποστάτην μετὰ στρατοπέδου δίοδον ᾐτήσατο τοὺς Καρχηδονίους διὰ ταύτης τῆς χώρας, οἱ δ' οὐχ ὑπήκουσαν, ὡς οὐδὲν αὐτῷ προσηκούσης. οὐ μὴν ἀλλὰ τέλος εἰς τοῦτο συνεκλείσθησαν οἱ Καρχηδόνιοι διὰ τῶν ἀποφάσεων κατὰ τοὺς νῦν λεγομένους καιροὺς ὥστε μὴ μόνον τὰς πόλεις καὶ τὴν χώραν ἀποβαλεῖν, ἀλλὰ καὶ πεντακόσια τάλαντα προσθεῖναι τῆς καρπείας τῶν χρόνων, ἐξ οὗ συνέβη γενέσθαι τὴν ἀμφισβήτησιν.


C. Olymp. 154, 3.

i. res italiae

Ὅτι τὸ μέγιστον καὶ κάλλιστον σημεῖον τῆς Λευκίου Αἰμιλίου προαιρέσεως μεταλλάξαντος τὸν βίον ἐγένετο πᾶσιν ἔκδηλον· οἷος γὰρ ὁ τρόπος ζῶντος [αὐτοῦ] ἐδοξάζετο, τοιοῦτος εὑρέθη τὸν βίον μεταλλάξαντος, ὃ μέγιστον εἴποι τις ἂν ὑπάρχειν τεκμήριον ἀρετῆς. ὁ γὰρ πλεῖστον μὲν τῶν καθ' αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενηνοχώς, μεγίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακεδονίᾳ, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας τοσοῦτον ἀπέλειπε τὸν ἴδιον βίον ὥστε **μὴ δύνασθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν ἐκ τῶν ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπέδοντο κτήσεων. ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν. ἐξ ὧν εἴποι τις ἂν καταλελύσθαι τὴν δόξαν τῶν θαυμαζομένων παρὰ τοῖς Ἕλλησι περὶ τοῦτο τὸ μέρος ἀνδρῶν· εἰ γὰρ τὸ διδομένων χρημάτων ἐπὶ τῷ τοῦ διδόντος συμφέροντι, τούτων ἀπέχεσθαι θαυμαστόν ἐστιν, ὃ λέγεται γεγονέναι περί τε τὸν Ἀθηναῖον Ἀριστείδην καὶ περὶ τὸν Θηβαῖον Ἐπαμινώνδαν, τὸ κύριον γενόμενον αὐτὸν ἁπάσης τῆς βασιλείας καὶ λαβόντα τὴν ἐξουσίαν ὡς βούλεται χρήσασθαι, μηδενὸς ἐπιθυμῆσαι πόσῳ θαυμαστότερόν ἐστιν; εἰ δ' ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει τισίν, ἐκεῖνο δεῖ λαμβάνειν ἐν νῷ, διότι σαφῶς ὁ γράφων ᾔδει μάλιστα Ῥωμαίους ἀναληψομένους εἰς τὰς χεῖρας τὰ βυβλία ταῦτα διὰ τὸ τὰς ἐπιφανεστάτας καὶ τὰς πλείστας αὐτῶν πράξεις ἐν τούτοις περιέχεσθαι· παρ' οἷς οὔτ' ἀγνοεῖσθαι ταῦτα δυνατὸν οὔτε συγγνώμης τεύξεσθαι τὸν ψευδολόγον εἰκός, διόπερ οὐδεὶς ἂν ἑκὼν εἰς πρόδηλον ἀπιστίαν καὶ καταφρόνησιν ἔδωκεν αὑτόν. καὶ τοῦτο μνημονευέσθω παρ' ὅλην τὴν πραγματείαν ἡμῖν, ὅταν τι παράδοξον δοκῶμεν λέγειν περὶ Ῥωμαίων.

Τῆς δὲ κατὰ τὴν διήγησιν ἐφόδου καὶ τῶν καιρῶν ἐφεστακότων ἡμᾶς ἐπὶ τὴν οἰκίαν ταύτην, βούλομαι τὸ κατὰ τὴν προτέραν βύβλον ἐν ἐπαγγελίᾳ καταλειφθὲν συνεκπληρῶσαι τῶν φιληκόων ἕνεκα. προϋπεσχόμην γὰρ διηγήσασθαι διὰ τί καὶ πῶς ἐπὶ τοσοῦτο προέκοψε καὶ θᾶττον ἢ καθῆκεν ἐξέλαμψεν ἡ τοῦ Σκιπίωνος ἐν τῇ Ῥώμῃ δόξα, σὺν δὲ τούτῳ πῶς ἐπὶ τοσοῦτον αὐξηθῆναι συνέβη τῷ Πολυβίῳ τὴν πρὸς τὸν προειρημένον φιλίαν καὶ συνήθειαν ὥστε μὴ μόνον ἕως τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος ἐπιδιατεῖναι τὴν περὶ αὐτῶν φήμην, ἀλλὰ καὶ τοῖς πορρωτέρω γνώριμον γενέσθαι τὴν αἵρεσιν καὶ συμπεριφορὰν αὐτῶν. διότι μὲν οὖν ἡ καταρχὴ τῆς συστάσεως ἐγενήθη τοῖς προειρημένοις ἔκ τινος χρήσεως βυβλίων καὶ τῆς περὶ τούτων λαλιᾶς δεδηλώκαμεν· προβαινούσης δὲ τῆς συνηθείας καὶ τῶν ἀνακεκλημένων ἐκπεμπομένων ἐπὶ τὰς πόλεις, διέσπευσαν ὅ τε Φάβιος καὶ ὁ Σκιπίων οἱ τοῦ Λευκίου νεανίσκοι πρὸς τὸν στρατηγὸν μεῖναι τὸν Πολύβιον ἐν τῇ Ῥώμῃ. γενομένου δὲ τούτου, καὶ τῆς συμπεριφορᾶς ἐπὶ πολὺ προκοπτούσης, ἐγένετο συγκύρημά τι τοιοῦτον. ἐκπορευομένων γάρ ποτε κατ' αὐτὸ πάντων ἐκ τῆς οἰκίας τῆς τοῦ Φαβίου, συνέβη τὸν μὲν Φάβιον ἐπὶ τὴν ἀγορὰν ἀπονεῦσαι, τὸν δὲ Πολύβιον ἐπὶ θάτερα μετὰ τοῦ Σκιπίωνος. προαγόντων δ' αὐτῶν ὁ Πόπλιος ἡσυχῇ καὶ πρᾴως τῇ φωνῇ φθεγξάμενος καὶ τῷ χρώματι γενόμενος ἐνερευθής, " Τί δαί" φησίν "ὦ Πολύβιε, δύο τρώγομεν ἀδελφοί, καὶ διαλέγει συνεχῶς καὶ πάσας τὰς ἐρωτήσεις καὶ τὰς ἀποφάσεις ποιεῖ πρὸς ἐκεῖνον, ἐμὲ δὲ παραπέμπεις; ἢ δῆλον ὅτι καὶ σὺ περὶ ἐμοῦ τὴν αὐτὴν ἔχεις διάληψιν, ἣν καὶ τοὺς ἄλλους πολίτας ἔχειν πυνθάνομαι; δοκῶ γὰρ εἶναι πᾶσιν ἡσύχιός τις καὶ νωθρός, ὡς ἀκούω, καὶ πολὺ κεχωρισμένος τῆς Ῥωμαϊκῆς αἱρέσεως καὶ πράξεως, ὅτι κρίσεις οὐχ αἱροῦμαι λέγειν. τὴν δ' οἰκίαν οὔ φασι τοιοῦτον ζητεῖν προστάτην ἐξ ἧς ὁρμῶμαι, τὸ δ' ἐναντίον· ὃ καὶ μάλιστά με λυπεῖ." Ὁ δὲ Πολύβιος ξενισθεὶς τῇ τοῦ μειρακίου καταρχῇ τῶν λόγων· οὐ γὰρ εἶχε πλέον ἐτῶν ὀκτωκαίδεκα τότε· " μὴ πρὸς θεῶν, Σκιπίων," ἔφη, "μηδὲ λέγε ταῦτα μηδ' ἐν νῷ λάμβανε ταῦτα τὸ παράπαν. οὐδὲ γὰρ καταγινώσκων οὔτε παραπέμπων ἐγώ σε ποιῶ τοῦτο, πολλοῦ γε δεῖν, ἀλλὰ τῷ πρεσβύτερον εἶναι τὸν ἀδελφὸν ἔν τε ταῖς ὁμιλίαις ἄρχομαί τ' ἀπ' ἐκείνου καὶ λήγω πάλιν εἰς ἐκεῖνον ἔν τε ταῖς ἀποφάσεσι καὶ συμβουλίαις πρὸς ἐκεῖνον ἀπερείδομαι, δοκῶν καὶ σὲ τῆς αὐτῆς μετέχειν γνώμης ἐκείνῳ. σοῦ γε μὴν ἄγαμαι νῦν ἀκούων, ὅτι δοκεῖ σοι λυπηρὸν τὸ πραΰτερον εἶναι τοῦ καθήκοντος τοῖς ἐκ ταύτης τῆς οἰκίας ὁρμωμένοις· δῆλος γὰρ εἶ διὰ τούτων μέγα φρονῶν. ἐγὼ δὲ κἂν αὐτὸς ἡδέως σοι συνεπιδοίην ἐμαυτὸν καὶ συνεργὸς γενοίμην εἰς τὸ καὶ λέγειν τι καὶ πράττειν ἄξιον τῶν προγόνων. περὶ μὲν γὰρ τὰ μαθήματα, περὶ ἃ νῦν ὁρῶ σπουδάζοντας ὑμᾶς καὶ φιλοτιμουμένους, οὐκ ἀπορήσετε τῶν συνεργησόντων ὑμῖν ἑτοίμως, καὶ σοὶ κἀκείνῳ· πολὺ γὰρ δή τι φῦλον ἀπὸ τῆς Ἑλλάδος ἐπιρρέον ὁρῶ κατὰ τὸ παρὸν τῶν τοιούτων ἀνθρώπων. εἰς δὲ τὰ λυποῦντά σε νῦν καὶ μάλιστα, καθὼς φής, δοκῶ μηδένα συναγωνιστὴν καὶ συνεργὸν ἄλλον εὑρεῖν ἂν ἡμῶν ἐπιτηδειότερον. " ἔτι δὲ ταῦτα λέγοντος τοῦ Πολυβίου, λαβόμενος ἀμφοτέραις χερσὶ τῆς δεξιᾶς αὐτοῦ καὶ πιέσας ἐμπαθῶς "Εἰ γὰρ ἐγὼ ταύτην," φησίν, "ἴδοιμι τὴν ἡμέραν, ἐν ᾗ σὺ πάντα τἄλλα δεύτερα θέμενος ἐμοὶ προσέξεις τὸν νοῦν καὶ μετ' ἐμοῦ συμβιώσεις· δόξω γὰρ αὐτόθεν εὐθέως ἐμαυτῷ καὶ τῆς οἰκίας ἄξιος εἶναι καὶ τῶν προγόνων. " ὁ δὲ Πολύβιος τὰ μὲν ἔχαιρε, θεωρῶν τὴν ὁρμὴν καὶ τὴν ἀποδοχὴν τοῦ μειρακίου, τὰ δὲ διηπορεῖτο, λαμβάνων ἐν νῷ τὴν ὑπεροχὴν τῆς οἰκίας καὶ τὴν εὐκαιρίαν τῶν ἀνδρῶν. πλὴν ἀπό γε ταύτης τῆς ἀνθομολογήσεως οὐκέτι τὸ μειράκιον ἐχωρίσθη τοῦ Πολυβίου, πάντα δ' ἦν αὐτῷ δεύτερα τῆς ἐκείνου συμπεριφορᾶς.

Ἀπὸ δὲ τούτων τῶν καιρῶν λοιπὸν ἤδη κατὰ τὸ συνεχὲς ἐπ' αὐτῶν τῶν πραγμάτων πεῖραν αὑτῶν διδόντες ἀλλήλοις εἰς πατρικὴν καὶ συγγενικὴν ἦλθον αἵρεσιν καὶ φιλοστοργίαν πρὸς ἀλλήλους. πρώτη δέ τις ἐνέπεσεν ὁρμὴ καὶ ζῆλος τῶν καλῶν τὸ τὴν ἐπὶ σωφροσύνῃ δόξαν ἀναλαβεῖν καὶ παραδραμεῖν ἐν τούτῳ τῷ μέρει τοὺς κατὰ τὴν αὐτὴν ἡλικίαν ὑπάρχοντας. ὢν δὲ μέγας οὗτος καὶ δυσέφικτος ὁ στέφανος εὐθήρατος ἦν κατ' ἐκεῖνον τὸν καιρὸν ἐν τῇ Ῥώμῃ διὰ τὴν ἐπὶ τὸ χεῖρον ὁρμὴν τῶν πλείστων. οἱ μὲν γὰρ εἰς ἐρωμένους τῶν νέων, οἱ δ' εἰς ἑταίρας ἐξεκέχυντο, πολλοὶ δ' εἰς ἀκροάματα καὶ πότους καὶ τὴν ἐν τούτοις πολυτέλειαν, ταχέως ἡρπακότες ἐν τῷ Περσικῷ πολέμῳ τὴν τῶν Ἑλλήνων εἰς τοῦτο τὸ μέρος εὐχέρειαν. καὶ τηλικαύτη τις ἐνεπεπτώκει περὶ τὰ τοιαῦτα τῶν ἔργων ἀκρασία τοῖς νέοις ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγορακέναι ταλάντου, πολλοὺς δὲ ταρίχου Ποντικοῦ κεράμιον τριακοσίων δραχμῶν. ἐφ' οἷς καὶ Μάρκος ἀγανακτῶν εἶπέ ποτε πρὸς τὸν δῆμον ὅτι μάλιστ' ἂν κατίδοιεν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν τῆς πολιτείας ἐκ τούτων, ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν οἱ μὲν εὐπρεπεῖς παῖδες τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν ζευγηλατῶν. συνέβη δὲ τὴν παροῦσαν αἵρεσιν οἷον ἐκλάμψαι κατὰ τοὺς νῦν λεγομένους καιροὺς πρῶτον μὲν διὰ τὸ καταλυθείσης τῆς ἐν Μακεδονίᾳ βασιλείας δοκεῖν ἀδήριτον αὐτοῖς ὑπάρχειν τὴν περὶ τῶν ὅλων ἐξουσίαν, ἔπειτα διὰ τὸ πολλὴν ἐπίφασιν γενέσθαι τῆς εὐδαιμονίας περί τε τοὺς κατ' ἰδίαν βίους καὶ περὶ τὰ κοινά, τῶν ἐκ Μακεδονίας μετακομισθέντων εἰς τὴν Ῥώμην χορηγίων. πλὴν ὅ γε Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου καὶ πάσαις ταῖς ἐπιθυμίαις ἀντιταξάμενος καὶ κατὰ πάντα τρόπον ὁμολογούμενον καὶ σύμφωνον ἑαυτὸν κατασκευάσας κατὰ τὸν βίον ἐν ἴσως πέντε τοῖς πρώτοις ἔτεσι πάνδημον ἐποιήσατο τὴν ἐπ' εὐταξίᾳ καὶ σωφροσύνῃ δόξαν. Μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ὥρμησεν ἐπὶ τὸ περὶ τὰ χρήματα μεγαλοψυχίᾳ καὶ καθαρότητι διενεγκεῖν τῶν ἄλλων. πρὸς δὲ τοῦτο τὸ μέρος καλὴν μὲν ὑποδοχὴν εἶχε τὴν μετὰ τοῦ κατὰ φύσιν πατρὸς συμβίωσιν, καλὰς δ' ἐκ φύσεως ὁρμὰς αὐτὸς ἐπὶ τὸ δέον· πολλὰ δ' αὐτῷ καὶ ταὐτόματον συνήργησε πρὸς τὴν ἐπιβολὴν ταύτην.

Πρώτη μὲν γὰρ αὐτῷ μετήλλαξε τὸν βίον ἡ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ, ἥτις ἦν ἀδελφὴ μὲν τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου, γυνὴ δὲ τοῦ κατὰ θέσιν πάππου Σκιπίωνος τοῦ μεγάλου προσαγορευθέντος. ταύτης ἀπολιπούσης οὐσίαν μεγάλην κληρονόμος ὢν πρῶτον ἐν τούτοις ἔμελλε πεῖραν δώσειν τῆς ἑαυτοῦ προαιρέσεως. συνέβαινε δὲ τὴν Αἰμιλίαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ προειρημένῃ γυναικί, μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς τὴν θυσίαν, ποτὲ μὲν ἀργυρᾶ, ποτὲ δὲ χρυσᾶ, πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις. ταύτην δὴ τὴν περικοπὴν ἅπασαν εὐθέως μετὰ τὸν τῆς Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, *ᾗ συνέβαινε κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη χρόνοις πολλοῖς, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν τῆς κατὰ τὴν εὐγένειαν φαντασίας. διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυσίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν ὀρεοκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς ὑπαρχούσης, συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν τοῦ Σκιπίωνος χρηστότητα καὶ μεγαλοψυχίαν καὶ πάσας προτεινούσας τὰς χεῖρας εὔχεσθαι τῷ προειρημένῳ πολλὰ κἀγαθά. τοῦτο δὲ πανταχῇ μὲν ἂν εἰκότως φαίνοιτο καλόν, ἐν δὲ Ῥώμῃ καὶ θαυμαστόν· ἁπλῶς γὰρ οὐδεὶς οὐδενὶ δίδωσι τῶν ἰδίων ὑπαρχόντων ἑκὼν οὐδέν. πρώτη μὲν οὖν αὕτη καταρχὴ τῆς ἐπὶ καλοκἀγαθίᾳ φήμης αὐτῷ συνεκύρησε καὶ μεγάλην ἐποίησε προκοπήν, ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ κατακοροῦς ὄντος, ἐφ' ὅ,τι ἂν ὁρμήσῃ.

Μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ θέσιν πατρός, *λαβόντος, αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀποδοῦναι τῆς φερνῆς. ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν, τούτων δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ μήτηρ, τὸ δ' ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφειλόμενον, ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦτο τὸ χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς. κατὰ δὲ τοὺς Ῥωμαίων νόμους δέον ἐν τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς δέκα μῆνας κατὰ τὸ παρ' ἐκείνοις ἔθος, εὐθέως ὁ Σκιπίων συνέταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε ταλάντων ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα μησί. τοῦ δὲ Τεβερίου καὶ τοῦ Νασικᾶ Σκιπίωνος, οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν, ἅμα τῷ διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέτακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν διαγραφὴν ἑκατέρῳ τῶν εἴκοσι καὶ πέντε ταλάντων, ἀγνοεῖν αὐτὸν ἔφασαν· δεῖν γὰρ αὑτοὺς οὐ πᾶν κατὰ τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κομίζεσθαι κατὰ τοὺς νόμους. τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συντεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτ' ἔπασχον οὐκ ἀλόγως· οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλ' οὐδὲ τάλαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας· τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια. περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον. οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δ' εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες· ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν ἔτι χρόνον. ὁ δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν. διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ τραπεζίτου. οἱ δὲ περὶ τὸν Τεβέριον ταῦτ' ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων.

Μετὰ δ' ἔτη δύο μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου καὶ καταλιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν. ὁ γὰρ Λεύκιος ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς μὲν εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δ' ἄλλους υἱούς, οὓς ἔτρεφε διαδόχους [καὶ] τοῦ γένους, πάντας μετηλλαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν. ὁ δὲ Σκιπίων θεωρῶν αὑτοῦ τὸν ἀδελφὸν καταδεέστερον ὄντα τοῖς ὑπάρχουσιν ἐξεχώρησε πάντων τῶν ὑπαρχόντων, οὔσης τῆς ὅλης τιμήσεως ὑπὲρ ἑξήκοντα τάλαντα, διὰ τὸ μέλλειν οὕτως ἴσον ὑπάρχειν αὐτῷ κατὰ τὴν οὐσίαν τὸν Φάβιον. γενομένου δὲ τούτου περιβοήτου, προσέθηκεν ἕτερον τούτῳ δεῖγμα τῆς αὑτοῦ προαιρέσεως ἐμφανέστερον· βουλομένου γὰρ τἀδελφοῦ μονομαχίας ἐπὶ τῷ πατρὶ ποιεῖν, οὐ δυναμένου δὲ δέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων χρημάτων, καὶ ταύτης τὴν ἡμίσειαν εἰσήνεγκεν ὁ Σκιπίων ἐκ τῆς ἰδίας οὐσίας. ἔστι δ' οὐκ ἐλάττων ἡ σύμπασα τριάκοντα ταλάντων, ἐάν τις μεγαλομερῶς ποιῇ. *φήμης περὶ αὐτοῦ διαδιδομένης, μετήλλαξεν ἡ μήτηρ. ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί τι ὧν πρότερον ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε ταῖς ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς νόμους. διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαινοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκιπίωνος προαιρέσεως.

Ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης ἡλικίας Πόπλιος Σκιπίων προῆλθε πρὸς τὸ φιλοδοξεῖν σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ. εἰς ἣν ἴσως ἑξήκοντα τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρισμῷ τῆς χάριτος. τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν, ἥτις αὐτῷ παρ' ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς ἀπέδωκεν ἀνθ' ὧν πρότερον ἀπέσχετο τῶν προχείρων ἡδονῶν. Λοιποῦ δ' ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν μέρους καὶ κυριωτάτου σχεδὸν ἐν πάσῃ μὲν πολιτείᾳ μάλιστα δ' ἐν τῇ Ῥώμῃ, μεγίστην ἔδει καὶ τὴν ἄσκησιν περὶ τοῦτο τὸ μέρος ποιήσασθαι. καλὸν μὲν οὖν τι πρὸς ταύτην τὴν ἐπιβολὴν αὐτῷ καὶ διὰ τῆς τύχης ἐγένετο συνέργημα. τῶν γὰρ ἐν Μακεδονίᾳ βασιλικῶν μεγίστην ποιουμένων σπουδὴν περὶ τὰς κυνηγεσίας καὶ Μακεδόνων ἀνεικότων τοὺς ἐπιτηδειοτάτους τόπους πρὸς τὴν τῶν θηρίων συναγωγήν, ταῦτα συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ἐπιμελῶς, καθάπερ καὶ πρότερον, πάντα τὸν τοῦ πολέμου χρόνον, κεκυνηγῆσθαι δὲ μηδέποτε τῶν τεττάρων ἐτῶν διὰ τοὺς περισπασμούς· ᾗ καὶ θηρίων ὑπῆρχε πλήρη παντοδαπῶν. τοῦ δὲ πολέμου λαβόντος κρίσιν, ὁ Λεύκιος καλλίστην ὑπολαμβάνων καὶ τὴν ἄσκησιν καὶ τὴν ψυχαγωγίαν ὑπάρχειν τοῖς νέοις τὴν περὶ τὰ κυνηγέσια, τούς τε κυνηγοὺς συνέστησε τοὺς βασιλικοὺς τῷ Σκιπίωνι καὶ τὴν ἐξουσίαν τὴν περὶ τὰ κυνηγέσια παρέδωκε τούτῳ πᾶσαν· ἧς ἐπιλαβόμενος ὁ προειρημένος καὶ νομίσας οἱονεὶ βασιλεύειν, ἐν τούτῳ κατεγίνετο πάντα τὸν χρόνον, ὅσον ἐπέμεινε τὸ στρατόπεδον μετὰ τὴν μάχην ἐν τῇ Μακεδονίᾳ. γενομένης δὲ μεγάλης ἐνθουσιάσεως περὶ τοῦτο τὸ μέρος, ὡς κατά τε τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου, καθάπερ εὐγενοῦς σκύλακος, ἐπίμονον αὐτοῦ συνέβη γενέσθαι τὴν περὶ τὰς κυνηγεσίας ὁρμήν. διὸ καὶ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ προσλαβὼν τὸν τοῦ Πολυβίου πρὸς τοῦτο τὸ μέρος ἐνθουσιασμόν, ἐφ' ὅσον οἱ λοιποὶ τῶν νέων περὶ τὰς κρίσεις καὶ τοὺς χαιρετισμοὺς ἐσπούδαζον, κατὰ τὴν ἀγορὰν ποιούμενοι τὴν διατριβήν, καὶ διὰ τούτων συνιστάνειν ἑαυτοὺς ἐπειρῶντο τοῖς πολλοῖς, ἐπὶ τοσοῦτον ὁ Σκιπίων ἐν ταῖς κυνηγεσίαις ἀναστρεφόμενος καὶ λαμπρὸν ἀεί τι ποιῶν καὶ μνήμης ἄξιον καλλίω δόξαν ἐξεφέρετο τῶν ἄλλων. οἷς μὲν γὰρ οὐκ ἦν ἐπαίνου τυχεῖν, εἰ μὴ βλάψαιέν τινα τῶν πολιτῶν· ὁ γὰρ τῶν κρίσεων τρόπος τοῦτ' ἐπιφέρειν εἴωθεν· ὁ δ' ἁπλῶς οὐδένα λυπῶν ἐξεφέρετο τὴν ἐπ' ἀνδρείᾳ δόξαν πάνδημον, ἔργῳ πρὸς λόγον ἁμιλλώμενος. τοιγαροῦν ὀλίγῳ χρόνῳ τοσοῦτον παρέδραμε τοὺς καθ' αὑτὸν ὅσον οὐδείς πω μνημονεύεται Ῥωμαίων, καίπερ τὴν ἐναντίαν ὁδὸν πορευθεὶς ἐν φιλοδοξίᾳ τοῖς ἄλλοις ἅπασι πρὸς τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα.

Ἐγὼ δὲ πλείω πεποίημαι λόγον ὑπὲρ τῆς Σκιπίωνος αἱρέσεως ἐκ τῆς πρώτης ἡλικίας, ἡδεῖαν μὲν ὑπολαμβάνων εἶναι τοῖς πρεσβυτέροις, ὠφέλιμον δὲ τοῖς νέοις τὴν τοιαύτην ἱστορίαν, μάλιστα δὲ βουλόμενος πίστιν παρασκευάζειν τοῖς λέγεσθαι μέλλουσιν ἐν ταῖς ἑξῆς βύβλοις περὶ αὐτοῦ πρὸς τὸ μήτε διαπορεῖν τοὺς ἀκούοντας διὰ τὸ παράδοξά τινα φανήσεσθαι τῶν συμβαινόντων μετὰ ταῦτα περὶ αὐτόν, μήτ' ἀφαιρουμένους τἀνδρὸς τὰ κατὰ λόγον γεγονότα κατορθώματα τῇ τύχῃ προσάπτειν, ἀγνοοῦντας τὰς αἰτίας, ἐξ ὧν ἕκαστα συνέβη γενέσθαι, πλὴν τελέως ὀλίγων, ἃ δεῖ μόνα προσάπτειν τῇ τύχῃ καὶ ταὐτομάτῳ.

Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἡμεῖς διεληλυθότες κατὰ τὴν παρέκβασιν αὖθις ἐπάνιμεν ἐπὶ τὴν ἐκτροπὴν τῆς ὑποκειμένης διηγήσεως.


ii. res graeciae

Ὅτι Ῥόδιοι τἄλλα σώζοντες τὴν τοῦ πολιτεύματος προστασίαν βραχὺ παρώλισθον ἐν τούτοις τοῖς καιροῖς, ὡς ἐμὴ δόξα· ἐπεδέξαντο γὰρ σίτου μυριάδας ὀκτὼ καὶ εἴκοσι παρ' Εὐμένους χάριν τοῦ τὸ λογευθὲν ἐκ τούτων δανείζεσθαι, τὸν δὲ τόκον εἰς τοὺς μισθοὺς ὑπάρχειν τοῖς παιδευταῖς καὶ διδασκάλοις τῶν υἱῶν. τοῦτο δέ, στενοχωρίας μὲν ὑπαρχούσης καθάπαξ ἐπὶ τῶν κατ' ἰδίαν βίων, ἴσως ἂν ἐπιδέξαιτό τις παρὰ τῶν φίλων ἕνεκα τοῦ μὴ περιιδεῖν ἀπαίδευτα γενόμενα τὰ τέκνα διὰ τὴν ἀπορίαν· εὐκαιρῶν δὲ τῷ βίῳ πᾶν ἄν τις ὑπομείναι μᾶλλον ἢ τὸν διδόμενον τοῖς διδασκάλοις μισθὸν ἐρανίζεσθαι παρὰ τῶν φίλων· ὅσῳ δὲ μεῖζον δεῖ πολιτείαν ἰδιώτου φρονεῖν, τοσῷδε καὶ τὸ πρέπον ἐπὶ τῶν πολιτικῶν μᾶλλον ἢ τῶν ἰδίων τηρητέον, Ῥοδίοις δὲ καὶ τελέως διά τε τὴν εὐκαιρίαν τὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ἐπίφασιν τῆς σεμνότητος.


iii. res asiae

Ὅτι κατὰ τὴν Ἀσίαν Προυσίας μὲν ἐξέπεμψεν εἰς τὴν Ῥώμην πρεσβευτὰς μετὰ Γαλατῶν τοὺς κατηγορήσοντας Εὐμένους, οὗτος δὲ πάλιν τὸν ἀδελφὸν Ἄτταλον ἐξαπέστειλεν ἀπολογησόμενον πρὸς τὰς διαβολάς. Ἀριαράθης δὲ τῇ τε Ῥώμῃ στέφανον ἀπὸ χρυσῶν μυρίων ἔπεμψε καὶ πρεσβευτὰς τοὺς διασαφήσοντας τῇ συγκλήτῳ τὴν πρὸς τὸν Τεβέριον ἀπάντησιν αὐτοῦ καὶ καθόλου παρακαλέσοντας διασαφεῖν ὑπὲρ ὧν ἂν δέωνται, διότι πᾶν ποιήσειν ἕτοιμός ἐστι Ῥωμαίοις τὸ παραγγελλόμενον.

Ὅτι τοῦ Μηνοχάρους παραγενηθέντος εἰς τὴν Ἀντιόχειαν πρὸς Δημήτριον καὶ διασαφήσαντος τῷ βασιλεῖ τὴν γεγενημένην ἔντευξιν αὐτῷ πρὸς τοὺς περὶ Τεβέριον ἐν τῇ Καππαδοκίᾳ, νομίσας ὁ βασιλεὺς ἀναγκαιότατον εἶναι τῶν παρόντων τὸ τοὺς προειρημένους ἄνδρας ἐξομιλῆσαι καθ' ὅσον οἷός τ' ἦν, πάντα τἄλλα πάρεργα ποιησάμενος διεπέμπετο πρὸς τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχόμενος, ἕως ἐξειργάσατο βασιλεὺς ὑπ' αὐτῶν προσαγορευθῆναι. καὶ γὰρ ἦν ὁ Τεβέριος εὔνους αὐτῷ διαφερόντως· διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέσθαι καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν. ὁ δὲ Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς εὐθέως εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομίζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναΐου γεγονότα καὶ σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην.