Ιστορίαι/ιη'

Από Βικιθήκη
Ἱστορίαι
Συγγραφέας:
Βιβλίο ΙΗ


i. res macedoniae et graeciae

Ἐπελθόντος δὲ τοῦ τεταγμένου καιροῦ παρῆν ὁ μὲν Φίλιππος ἐκ Δημητριάδος ἀναχθεὶς εἰς τὸν Μηλιέα κόλπον, πέντε λέμβους ἔχων καὶ μίαν πρίστιν, ἐφ' ἧς αὐτὸς ἐπέπλει. συνῆσαν δ' αὐτῷ Μακεδόνες μὲν Ἀπολλόδωρος καὶ Δημοσθένης οἱ γραμματεῖς, ἐκ Βοιωτίας Βραχύλλης, Ἀχαιὸς δὲ Κυκλιάδας, ἐκπεπτωκὼς ἐκ Πελοποννήσου διὰ τὰς πρότερον ὑφ' ἡμῶν εἰρημένας αἰτίας. μετὰ δὲ τοῦ Τίτου παρῆν ὅ τε βασιλεὺς Ἀμύνανδρος καὶ παρ' Ἀττάλου Διονυσόδωρος, ἀπὸ δὲ τῶν ἐθνῶν καὶ πόλεων τῶν μὲν Ἀχαιῶν Ἀρίσταινος καὶ Ξενοφῶν, παρὰ δὲ Ῥοδίων Ἀκεσίμβροτος ὁ ναύαρχος, παρὰ δὲ τῶν Αἰτωλῶν Φαινέας ὁ στρατηγός, καὶ πλείους δ' ἕτεροι τῶν πολιτευομένων. συνεγγίσαντες δὲ κατὰ Νίκαιαν πρὸς τὴν θάλατταν, οἱ μὲν περὶ τὸν Τίτον ἐπέστησαν παρ' αὐτὸν τὸν αἰγιαλόν, ὁ δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μετέωρος ἔμενε. τοῦ δὲ Τίτου κελεύοντος αὐτὸν ἀποβαίνειν, διαναστὰς ἐκ τῆς νεὼς οὐκ ἔφησεν ἀποβήσεσθαι. τοῦ δὲ πάλιν ἐρομένου τίνα φοβεῖται, φοβεῖσθαι μὲν ἔφησεν ὁ Φίλιππος οὐδένα πλὴν τοὺς θεούς, ἀπιστεῖν δὲ τοῖς πλείστοις τῶν παρόντων, μάλιστα δ' Αἰτωλοῖς. τοῦ δὲ τῶν Ῥωμαίων στρατηγοῦ θαυμάσαντος καὶ φήσαντος ἴσον εἶναι πᾶσι τὸν κίνδυνον καὶ κοινὸν τὸν καιρόν, μεταλαβὼν ὁ Φίλιππος οὐκ ἔφησεν αὐτὸν ὀρθῶς λέγειν· Φαινέου μὲν γὰρ παθόντος τι πολλοὺς εἶναι τοὺς στρατηγήσοντας Αἰτωλῶν, Φιλίππου δ' ἀπολομένου κατὰ τὸ παρὸν οὐκ εἶναι τὸν βασιλεύσοντα Μακεδόνων. ἐδόκει μὲν οὖν πᾶσι φορτικῶς κατάρχεσθαι τῆς ὁμιλίας. ὅμως δὲ λέγειν αὐτὸν ἐκέλευεν ὁ Τίτος ὑπὲρ ὧν πάρεστιν. ὁ δὲ Φίλιππος οὐκ ἔφη τὸν λόγον αὑτῷ καθήκειν, ἀλλ' ἐκείνῳ· διόπερ ἠξίου διασαφεῖν τὸν Τίτον τί δεῖ ποιήσαντα τὴν εἰρήνην ἄγειν. ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς αὑτῷ μὲν ἁπλοῦν τινα λόγον ἔφη καθήκειν καὶ φαινόμενον. κελεύειν γὰρ αὐτὸν ἐκ μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκχωρεῖν, ἀποδόντα τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους ἑκάστοις οὓς ἔχει, τοὺς δὲ κατὰ τὴν Ἰλλυρίδα τόπους παραδοῦναι Ῥωμαίοις, ὧν γέγονε κύριος μετὰ τὰς ἐν Ἠπείρῳ διαλύσεις· ὁμοίως δὲ καὶ Πτολεμαίῳ τὰς πόλεις ἀποκαταστῆσαι πάσας, ἃς παρῄρηται μετὰ τὸν Πτολεμαίου τοῦ Φιλοπάτορος θάνατον.

Ταῦτα δ' εἰπὼν ὁ Τίτος αὐτὸς μὲν ἐπέσχε, πρὸς δὲ τοὺς ἄλλους ἐπιστραφεὶς ἐκέλευε λέγειν ἅπερ ἑκάστοις αὐτῶν οἱ πέμψαντες εἴησαν ἐντεταλμένοι. πρῶτος δὲ Διονυσόδωρος ὁ παρ' Ἀττάλου μεταλαβὼν τὸν λόγον τάς τε ναῦς ἔφη δεῖν αὐτὸν ἀποδοῦναι τὰς τοῦ βασιλέως τὰς γενομένας αἰχμαλώτους ἐν τῇ περὶ Χίον ναυμαχίᾳ καὶ τοὺς ἅμα ταύταις ἄνδρας, ἀποκαταστῆσαι δὲ καὶ τὸ τῆς Ἀφροδίτης ἱερὸν ἀκέραιον καὶ τὸ Νικηφόριον, ἃ κατέφθειρε. μετὰ δὲ τοῦτον ὁ τῶν Ῥοδίων ναύαρχος Ἀκεσίμβροτος τῆς μὲν Περαίας ἐκέλευεν ἐκχωρεῖν τὸν Φίλιππον, ἧς αὐτῶν παρῄρηται, τὰς δὲ φρουρὰς ἐξάγειν ἐξ Ἰασοῦ καὶ Βαργυλίων καὶ τῆς Εὐρωμέων πόλεως, ἀποκαταστῆσαι δὲ καὶ Περινθίους εἰς τὴν Βυζαντίων συμπολιτείαν, παραχωρεῖν δὲ καὶ Σηστοῦ καὶ Ἀβύδου καὶ τῶν ἐμπορίων καὶ λιμένων τῶν κατὰ τὴν Ἀσίαν ἁπάντων. ἐπὶ δὲ τοῖς Ῥοδίοις Ἀχαιοὶ Κόρινθον ἀπῄτουν καὶ τὴν τῶν Ἀργείων πόλιν ἀβλαβῆ. μετὰ δὲ τούτους Αἰτωλοὶ πρῶτον μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκέλευον ἐξίστασθαι, καθάπερ καὶ Ῥωμαῖοι, δεύτερον αὑτοῖς ἀποκαθιστάναι τὰς πόλεις ἀβλαβεῖς τὰς πρότερον μετασχούσας τῆς τῶν Αἰτωλῶν συμπολιτείας.

Ταῦτα δ' εἰπόντος τοῦ Φαινέου τοῦ τῶν Αἰτωλῶν στρατηγοῦ, μεταλαβὼν Ἀλέξανδρος ὁ προσαγορευόμενος Ἴσιος, ἀνὴρ δοκῶν πραγματικὸς εἶναι καὶ λέγειν ἱκανός, οὔτε διαλύεσθαι νῦν ἔφησε τὸν Φίλιππον ἀληθινῶς οὔτε πολεμεῖν γενναίως, ὅταν δέῃ τοῦτο πράττειν, ἀλλ' ἐν μὲν τοῖς συλλόγοις καὶ ταῖς ὁμιλίαις ἐνεδρεύειν καὶ παρατηρεῖν καὶ ποιεῖν τὰ τοῦ πολεμοῦντος ἔργα, κατ' αὐτὸν δὲ τὸν πόλεμον ἀδίκως ἵστασθαι καὶ λίαν ἀγεννῶς· ἀφέντα γὰρ τοῦ κατὰ πρόσωπον ἀπαντᾶν τοῖς πολεμίοις, φεύγοντα τὰς πόλεις ἐμπιπράναι καὶ διαρπάζειν καὶ διὰ ταύτης τῆς προαιρέσεως ἡττώμενον τὰ τῶν νικώντων ἆθλα λυμαίνεσθαι. καίτοι γε τοὺς πρότερον Μακεδόνων βεβασιλευκότας οὐ ταύτην ἐσχηκέναι τὴν πρόθεσιν, ἀλλὰ τὴν ἐναντίαν· μάχεσθαι μὲν γὰρ πρὸς ἀλλήλους συνεχῶς ἐν τοῖς ὑπαίθροις, τὰς δὲ πόλεις σπανίως ἀναιρεῖν καὶ καταφθείρειν. τοῦτο δ' εἶναι πᾶσι φανερὸν ἔκ τε τοῦ πολέμου τοῦ περὶ τὴν Ἀσίαν, ὃν Ἀλέξανδρος ἐπολέμησε πρὸς Δαρεῖον, ἔκ τε τῆς τῶν διαδεξαμένων ἀμφισβητήσεως, καθ' ἣν ἐπολέμησαν πάντες πρὸς Ἀντίγονον ὑπὲρ τῆς Ἀσίας. παραπλησίως δὲ καὶ τοὺς τούτους διαδεξαμένους μέχρι Πύρρου κεχρῆσθαι τῇ προαιρέσει ταύτῃ· διακινδυνεύειν μὲν γὰρ πρὸς αὑτοὺς ἐν τοῖς ὑπαίθροις προχείρως καὶ πάντα ποιεῖν εἰς τὸ καταγωνίσασθαι διὰ τῶν ὅπλων ἀλλήλους, τῶν δὲ πόλεων φείδεσθαι χάριν τοῦ τοὺς νικήσαντας ἡγεῖσθαι τούτων καὶ τιμᾶσθαι παρὰ τοῖς ὑποταττομένοις. τὸ δ' ἀναιροῦντα περὶ ὧν ὁ πόλεμός ἐστι τὸν πόλεμον αὐτὸν καταλιπεῖν μανίας ἔργον εἶναι, καὶ ταύτης ἐρρωμένης, ὃ νῦν ποιεῖν τὸν Φίλιππον· τοσαύτας γὰρ διεφθαρκέναι πόλεις ἐν Θετταλίᾳ, φίλον ὄντα καὶ σύμμαχον, καθ' ὃν καιρὸν ἐκ τῶν ἐν Ἠπείρῳ στενῶν ἐποιεῖτο τὴν σπουδήν, ὅσας οὐδείς ποτε τῶν Θετταλοῖς πεπολεμηκότων διέφθειρε. πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς τελευταίοις ἐχρήσατο τούτοις. ἤρετο γὰρ τὸν Φίλιππον διὰ τί Λυσιμάχειαν μετ' Αἰτωλῶν ταττομένην καὶ στρατηγὸν ἔχουσαν παρ' αὐτῶν ἐκβαλὼν τοῦτον κατάσχοι φρουρᾷ τὴν πόλιν· διὰ τί δὲ Κιανούς, παραπλησίως μετ' Αἰτωλῶν συμπολιτευομένους ἐξανδραποδίσαιτο, φίλος ὑπάρχων Αἰτωλοῖς· τί δὲ λέγων κατέχει νῦν Ἐχῖνον καὶ Θήβας τὰς Φθίας καὶ Φάρσαλον καὶ Λάρισαν.

Ὁ μὲν οὖν Ἀλέξανδρος ταῦτ' εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μᾶλλον ἢ πρόσθεν καὶ διαναστὰς ἐπὶ τῆς νεὼς Αἰτωλικὸν ἔφη καὶ θεατρικὸν διατεθεῖσθαι τὸν Ἀλέξανδρον λόγον. σαφῶς γὰρ πάντας γινώσκειν ὅτι τοὺς ἰδίους συμμάχους ἑκὼν μὲν οὐδεὶς διαφθείρει, κατὰ δὲ τὰς τῶν καιρῶν περιστάσεις πολλὰ ποιεῖν ἀναγκάζεσθαι τοὺς ἡγουμένους παρὰ τὰς ἑαυτῶν προαιρέσεις. ἔτι δὲ ταῦτα λέγοντος τοῦ βασιλέως ὁ Φαινέας, ἠλαττωμένος τοῖς ὄμμασιν ἐπὶ πλεῖον, ὑπέκρουε τὸν Φίλιππον, φάσκων αὐτὸν ληρεῖν· δεῖν γὰρ ἢ μαχόμενον νικᾶν ἢ ποιεῖν τοῖς κρείττοσι τὸ προσταττόμενον. ὁ δὲ Φίλιππος, καίπερ ἐν κακοῖς ὤν, ὅμως οὐκ ἀπέσχετο τοῦ καθ' αὑτὸν ἰδιώματος, ἀλλ' ἐπιστραφείς "Τοῦτο μὲν" ἔφησεν "ὦ Φαινέα, καὶ τυφλῷ δῆλον". ἦν γὰρ εὔθικτος καὶ πρὸς τοῦτο τὸ μέρος εὖ πεφυκὼς πρὸς τὸ διαχλευάζειν ἀνθρώπους. αὖθις δὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιστρέψας "Ἐρωτᾷς με" φησὶν "Ἀλέξανδρε, διὰ τί Λυσιμάχειαν προσέλαβον; ἵνα μὴ διὰ τὴν ὑμετέραν ὀλιγωρίαν ἀνάστατος ὑπὸ Θρᾳκῶν γένηται, καθάπερ νῦν γέγονεν ἡμῶν ἀπαγαγόντων τοὺς στρατιώτας διὰ τοῦτον τὸν πόλεμον, οὐ τοὺς φρουροῦντας αὐτήν, ὡς σὺ φής, ἀλλὰ τοὺς παραφυλάττοντας. Κιανοῖς δ' ἐγὼ μὲν οὐκ ἐπολέμησα, Προυσίου δὲ πολεμοῦντος βοηθῶν ἐκείνῳ συνεξεῖλον αὐτούς, ὑμῶν αἰτίων γενομένων· πολλάκις γὰρ κἀμοῦ καὶ τῶν ἄλλων Ἑλλήνων διαπρεσβευομένων πρὸς ὑμᾶς, ἵνα τὸν νόμον ἄρητε τὸν διδόντα τὴν ἐξουσίαν ὑμῖν ἄγειν λάφυρον ἀπὸ λαφύρου, πρότερον ἔφατε τὴν Αἰτωλίαν ἐκ τῆς Αἰτωλίας ἀρεῖν ἢ τοῦτον τὸν νόμον." Τοῦ δὲ Τίτου θαυμάσαντος τί τοῦτ' ἐστίν, ὁ βασιλεὺς ἐπειρᾶτο διασαφεῖν αὐτῷ, λέγων ὅτι τοῖς Αἰτωλοῖς ἔθος ὑπάρχει μὴ μόνον πρὸς οὓς ἂν αὐτοὶ πολεμῶσι, τούτους αὐτοὺς ἄγειν καὶ τὴν τούτων χώραν, ἀλλὰ κἂν ἕτεροί τινες πολεμῶσι πρὸς ἀλλήλους, ὄντες Αἰτωλῶν φίλοι καὶ σύμμαχοι, μηδὲν ἧττον ἐξεῖναι τοῖς Αἰτωλοῖς ἄνευ κοινοῦ δόγματος καὶ παραβοηθεῖν ἀμφοτέροις τοῖς πολεμοῦσι καὶ τὴν χώραν ἄγειν τὴν ἀμφοτέρων, ὥστε παρὰ μὲν τοῖς Αἰτωλοῖς μήτε φιλίας ὅρους ὑπάρχειν μήτ' ἔχθρας, ἀλλὰ πᾶσι τοῖς ἀμφισβητοῦσι περί τινος ἑτοίμους ἐχθροὺς εἶναι τούτους καὶ πολεμίους. " πόθεν οὖν ἔξεστι τούτοις ἐγκαλεῖν νῦν, εἰ φίλος ὑπάρχων Αἰτωλοῖς ἐγώ, Προυσίου δὲ σύμμαχος, ἔπραξά τι κατὰ Κιανῶν, βοηθῶν τοῖς αὑτοῦ συμμάχοις; τὸ δὲ δὴ πάντων δεινότατον, οἱ ποιοῦντες ἑαυτοὺς ἐφαμίλλους Ῥωμαίοις καὶ κελεύοντες ἐκχωρεῖν Μακεδόνας ἁπάσης τῆς Ἑλλάδος· τοῦτο γὰρ ἀναφθέγξασθαι καὶ καθόλου μέν ἐστιν ὑπερήφανον, οὐ μὴν ἀλλὰ Ῥωμαίων μὲν λεγόντων ἀνεκτόν, Αἰτωλῶν δ' οὐκ ἀνεκτόν· ποίας δὲ κελεύετέ με" φησὶν " ἐκχωρεῖν Ἑλλάδος καὶ πῶς ἀφορίζετε ταύτην; αὐτῶν γὰρ Αἰτωλῶν οὐκ εἰσὶν Ἕλληνες οἱ πλείους· τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος καὶ τὸ τῶν Ἀποδωτῶν, ἔτι δὲ τῶν Ἀμφιλόχων, οὐκ ἔστιν Ἑλλάς. ἢ τούτων μὲν παραχωρεῖτέ μοι;"

Τοῦ δὲ Τίτου γελάσαντος "Ἀλλὰ δὴ πρὸς μὲν Αἰτωλοὺς ἀρκείτω μοι ταῦτ'" ἔφη· "πρὸς δὲ Ῥοδίους καὶ πρὸς Ἄτταλον ἐν μὲν ἴσῳ κριτῇ δικαιότερον ἂν νομισθείη τούτους ἡμῖν ἀποδιδόναι τὰς αἰχμαλώτους ναῦς καὶ τοὺς ἄνδρας ἤπερ ἡμᾶς τούτοις· οὐ γὰρ ἡμεῖς Ἀττάλῳ πρότεροι καὶ Ῥοδίοις τὰς χεῖρας ἐπεβάλομεν, οὗτοι δ' ἡμῖν ὁμολογουμένως. οὐ μὴν ἀλλὰ σοῦ κελεύοντος Ῥοδίοις μὲν ἀποδίδωμι τὴν Περαίαν, Ἀττάλῳ δὲ τὰς ναῦς καὶ τοὺς ἄνδρας τοὺς διασῳζομένους. τὴν δὲ τοῦ Νικηφορίου καταφθορὰν καὶ τοῦ τῆς Ἀφροδίτης τεμένους ἄλλως μὲν οὐκ εἰμὶ δυνατὸς ἀποκαταστῆσαι, φυτὰ δὲ καὶ κηπουροὺς πέμψω τοὺς φροντιοῦντας θεραπείας τοῦ τόπου καὶ τῆς αὐξήσεως τῶν ἐκκοπέντων δένδρων" . πάλιν δὲ τοῦ Τίτου γελάσαντος ἐπὶ τῷ χλευασμῷ, μεταβὰς ὁ Φίλιππος ἐπὶ τοὺς Ἀχαιοὺς πρῶτον μὲν τὰς εὐεργεσίας ἐξηριθμήσατο τὰς ἐξ Ἀντιγόνου γεγενημένας εἰς αὐτούς, εἶτα τὰς ἰδίας· ἑξῆς δὲ τούτοις προηνέγκατο τὸ μέγεθος τῶν τιμῶν τῶν ἀπηντημένων αὐτοῖς παρὰ τῶν Ἀχαιῶν. τελευταῖον δ' ἀνέγνω τὸ περὶ τῆς ἀποστάσεως ψήφισμα καὶ τῆς πρὸς Ῥωμαίους μεταθέσεως, ᾗ χρησάμενος ἀφορμῇ πολλὰ κατὰ τῶν Ἀχαιῶν εἰς ἀθεσίαν εἶπε καὶ ἀχαριστίαν. ὅμως δ' ἔφη τὸ μὲν Ἄργος ἀποδώσειν, περὶ δὲ τοῦ Κορίνθου βουλεύσεσθαι μετὰ τοῦ Τίτου.

Ταῦτα δὲ διαλεχθεὶς πρὸς τοὺς ἄλλους ἤρετο τὸν Τίτον, φήσας πρὸς ἐκεῖνον αὑτῷ τὸν λόγον εἶναι καὶ πρὸς Ῥωμαίους, πότερον οἴεται δεῖν ἐκχωρεῖν ὧν ἐπέκτηται πόλεων καὶ τόπων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ τούτων ὅσα παρὰ τῶν γονέων παρείληφε. τοῦ δ' ἀποσιωπήσαντος ἐκ χειρὸς ἀπαντᾶν οἷοί τ' ἦσαν ὁ μὲν Ἀρίσταινος ὑπὲρ τῶν Ἀχαιῶν, ὁ δὲ Φαινέας ὑπὲρ τῶν Αἰτωλῶν. ἤδη δὲ τῆς ὥρας συγκλειούσης ὁ μὲν τούτων λόγος ἐκωλύθη διὰ τὸν καιρόν, ὁ δὲ Φίλιππος ἠξίου γράψαντας αὑτῷ δοῦναι πάντας ἐφ' οἷς δεήσει γίνεσθαι τὴν εἰρήνην· μόνος γὰρ ὢν οὐκ ἔχειν μεθ' ὧν βουλεύηται· διὸ θέλειν αὑτῷ λόγον δοῦναι περὶ τῶν ἐπιταττομένων. ὁ δὲ Τίτος οὐκ ἀηδῶς μὲν ἤκουε τοῦ Φιλίππου χλευάζοντος· μὴ βουλόμενος δὲ τοῖς ἄλλοις [μὴ] δοκεῖν ἀντεπέσκωψε τὸν Φίλιππον εἰπὼν οὕτως· " Εἰκότως" ἔφη "Φίλιππε, μόνος εἶ νῦν· τοὺς γὰρ φίλους τοὺς τὰ κράτιστά σοι συμβουλεύσοντας ἀπώλεσας ἅπαντας". ὁ δὲ Μακεδὼν ὑπομειδιάσας σαρδάνιον ἀπεσιώπησε.

Καὶ τότε μὲν ἅπαντες, ἐγγράπτους δόντες τῷ Φιλίππῳ τὰς ἑαυτῶν προαιρέσεις ἀκολούθως τοῖς προειρημένοις, ἐχωρίσθησαν, ταξάμενοι κατὰ τὴν ἐπιοῦσαν εἰς Νίκαιαν πάλιν ἀπαντήσειν· τῇ δ' αὔριον οἱ μὲν περὶ τὸν Τίτον ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ πάντες [ἦσαν], ὁ δὲ Φίλιππος οὐ παρεγίνετο.

Τῆς δ' ἡμέρας ἤδη προαγούσης ἐπὶ πολὺ καὶ σχεδὸν ἀπεγνωκότων τῶν περὶ τὸν Τίτον, παρῆν ὁ Φίλιππος δείλης ὀψίας ἐπιφαινόμενος μεθ' ὧν καὶ πρότερον, κατατετριφὼς τὴν ἡμέραν, ὡς μὲν αὐτὸς ἔφη, διὰ τὴν ἀπορίαν καὶ δυσχρηστίαν τῶν ἐπιταττομένων, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, βουλόμενος ἐκκλεῖσαι τῷ καιρῷ τήν τε τῶν Ἀχαιῶν καὶ τὴν τῶν Αἰτωλῶν κατηγορίαν· ἑώρα γὰρ τῇ πρόσθεν ἀπαλλαττόμενος ἀμφοτέρους τούτους ἑτοίμους ὄντας πρὸς τὸ συμπλέκεσθαι καὶ μεμψιμοιρεῖν αὐτῷ. διὸ καὶ τότε συνεγγίσας ἠξίου τὸν τῶν Ῥωμαίων στρατηγὸν ἰδίᾳ πρὸς αὐτὸν διαλεχθῆναι περὶ τῶν ἐνεστώτων, ἵνα μὴ λόγοι γένωνται μόνον ἐξ ἀμφοτέρων ἁψιμαχούντων, ἀλλὰ καὶ τέλος τι τοῖς ἀμφισβητουμένοις ἐπιτεθῇ. πλεονάκις δ' αὐτοῦ παρακαλοῦντος καὶ προσαξιοῦντος, ἤρετο τοὺς συμπαρόντας ὁ Τίτος τί δέον εἴη ποιεῖν. τῶν δὲ κελευόντων συνελθεῖν καὶ διακοῦσαι τῶν λεγομένων, παραλαβὼν ὁ Τίτος Ἄππιον Κλαύδιον χιλίαρχον ὄντα τότε, τοῖς μὲν ἄλλοις μικρὸν ἀπὸ τῆς θαλάττης ἀναχωρήσασιν εἶπεν αὐτόθι μένειν, αὐτὸς δὲ τὸν Φίλιππον ἐκέλευσεν ἐκβαίνειν. ὁ δὲ βασιλεὺς παραλαβὼν Ἀπολλόδωρον καὶ Δημοσθένην ἀπέβη, συμμίξας δὲ τῷ Τίτῳ διελέγετο καὶ πλείω χρόνον. τίνα μὲν οὖν ἦν τὰ τότε ῥηθέντα παρ' ἑκατέρου, δυσχερὲς εἰπεῖν· ἔφη δ' οὖν ὁ Τίτος μετὰ τὸ χωρισθῆναι τὸν Φίλιππον, διασαφῶν τοῖς ἄλλοις τὰ παρὰ τοῦ βασιλέως, Αἰτωλοῖς μὲν ἀποδοῦναι Φάρσαλον καὶ Λάρισαν, Θήβας δ' οὐκ ἀποδιδόναι, Ῥοδίοις δὲ τῆς μὲν Περαίας παραχωρεῖν, Ἰασοῦ δὲ καὶ Βαργυλίων οὐκ ἐκχωρεῖν· Ἀχαιοῖς δὲ παραδιδόναι τὸν Κόρινθον καὶ τὴν τῶν Ἀργείων πόλιν. Ῥωμαίοις δὲ τὰ κατὰ τὴν Ἰλλυρίδα φάναι παραδώσειν καὶ τοὺς αἰχμαλώτους πάντας, Ἀττάλῳ δὲ τάς τε ναῦς ἀποκαταστήσειν καὶ τῶν ἀνδρῶν τῶν ἐν ταῖς ναυμαχίαις ἁλόντων ὅσοι περίεισι.

Πάντων δὲ τῶν παρόντων δυσαρεστουμένων τῇ διαλύσει καὶ φασκόντων δεῖν τὸ κοινὸν ἐπίταγμα πρῶτον ποιεῖν τοῦτο δ' ἦν ἁπάσης ἐκχωρεῖν τῆς Ἑλλάδος εἰ δὲ μή, διότι τὰ κατὰ μέρος μάταια γίνεται καὶ πρὸς οὐδέν, θεωρῶν ὁ Φίλιππος τὴν ἐν αὐτοῖς ἀμφισβήτησιν καὶ δεδιὼς ἅμα τὰς κατηγορίας, ἠξίου τὸν Τίτον ὑπερθέσθαι τὴν σύνοδον εἰς τὴν αὔριον διὰ τὸ καὶ τὴν ὥραν εἰς ὀψὲ συγκλείειν· ἢ γὰρ πείσειν ἢ πεισθήσεσθαι τοῖς παρακαλουμένοις. τοῦ δὲ συγχωρήσαντος, ταξάμενοι συμπορεύεσθαι πρὸς τὸν κατὰ Θρόνιον αἰγιαλόν, τότε μὲν ἐχωρίσθησαν, τῇ δ' ὑστεραίᾳ πάντες ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ. καὶ βραχέα διαλεχθεὶς ὁ Φίλιππος ἠξίου πάντας, μάλιστα δὲ τὸν Τίτον, μὴ διακόψαι τὴν διάλυσιν, τῶν γε δὴ πλείστων εἰς συμβατικὴν διάθεσιν ἠγμένων, ἀλλ' εἰ μὲν ἐνδέχεται δι' αὑτῶν συμφώνους γενέσθαι περὶ τῶν ἀντιλεγομένων· εἰ δὲ μή, πρεσβεύσειν ἔφη πρὸς τὴν σύγκλητον, κἀκείνην πείσειν περὶ τῶν ἀμφισβητουμένων, ἢ ποιήσειν ὅ, τι ποτ' ἂν ἐπιτάττῃ. ταῦτα δ' αὐτοῦ προτείνοντος, οἱ μὲν ἄλλοι πάντες ἔφασαν δεῖν πράττειν τὰ τοῦ πολέμου καὶ μὴ προσέχειν τοῖς ἀξιουμένοις. ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς οὐκ ἀγνοεῖν μὲν οὐδ' αὐτὸς ἔφη διότι τὸν Φίλιππον οὐκ εἰκός ἐστι ποιῆσαι τῶν παρακαλουμένων οὐδέν· τῷ δ' ἁπλῶς μηδὲν ἐμποδίζειν τὰς σφετέρας πράξεις τὴν αἰτουμένην χάριν ὑπὸ τοῦ βασιλέως ἐκποιεῖν ἔφη χαρίζεσθαι. κυρωθῆναι μὲν γὰρ οὐδ' ὣς εἶναι δυνατὸν οὐδὲν τῶν νῦν λεγομένων ἄνευ τῆς συγκλήτου, πρὸς δὲ τὸ λαβεῖν πεῖραν τῆς ἐκείνων γνώμης εὐφυῶς ἔχειν τὸν ἐπιφερόμενον καιρόν· τῶν γὰρ στρατοπέδων οὐδ' ὣς δυναμένων οὐδὲν πράττειν διὰ τὸν χειμῶνα, τοῦτον ἀποθέσθαι τὸν χρόνον εἰς τὸ προσανενεγκεῖν τῇ συγκλήτῳ περὶ τῶν προσπιπτόντων, οὐκ ἄθετον, ἀλλ' οἰκεῖον εἶναι πᾶσι.

Ταχὺ δὲ συγκαταθεμένων ἁπάντων διὰ τὸ θεωρεῖν τὸν Τίτον οὐκ ἀλλότριον ὄντα τῆς ἐπὶ τὴν σύγκλητον ἀναφορᾶς, ἔδοξε συγχωρεῖν τῷ Φιλίππῳ πρεσβεύειν εἰς τὴν Ῥώμην, ὁμοίως δὲ καὶ παρ' αὑτῶν πέμπειν ἑκάστους πρεσβευτὰς τοὺς διαλεχθησομένους τῇ συγκλήτῳ καὶ κατηγορήσοντας τοῦ Φιλίππου.

Τοῦ δὲ πράγματος τῷ Τίτῳ τοῦ κατὰ τὸν σύλλογον κατὰ νοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμοὺς προκεχωρηκότος, παραυτίκα τὸ συνεχὲς τῆς ἐπιβολῆς ἐξύφαινε, τά τε καθ' αὑτὸν ἀσφαλιζόμενος ἐπιμελῶς καὶ πρόλημμα τῷ Φιλίππῳ ποιῶν οὐδέν. δοὺς γὰρ ἀνοχὰς διμήνους αὐτῷ τὴν μὲν πρεσβείαν τὴν εἰς τὴν Ῥώμην ἐν τούτῳ τῷ χρόνῳ συντελεῖν ἐπέταξε, τὰς δὲ φρουρὰς ἐξάγειν παραχρῆμα τὰς ἐκ τῆς Φωκίδος καὶ Λοκρίδος ἐκέλευσε. διετάξατο δὲ καὶ περὶ τῶν ἰδίων συμμάχων φιλοτίμως, ἵνα κατὰ μηδένα τρόπον μηδὲν εἰς αὐτοὺς ἀδίκημα γίνηται κατὰ τοῦτον τὸν χρόνον ὑπὸ Μακεδόνων. ταῦτα δὲ ποιήσας πρὸς τὸν Φίλιππον ἔγγραπτα, λοιπὸν αὐτὸς ἤδη δι' αὑτοῦ τὸ προκείμενον ἐπετέλει. καὶ τὸν μὲν Ἀμύνανδρον εἰς τὴν Ῥώμην ἐξέπεμπε παραχρῆμα, γινώσκων αὐτὸν εὐάγωγον μὲν ὄντα καὶ ῥᾳδίως ἐξακολουθήσοντα τοῖς ἐκεῖ φίλοις, ἐφ' ὁπότερ' ἂν ἄγωσιν αὐτόν, φαντασίαν δὲ ποιήσοντα καὶ προσδοκίαν διὰ τὸ τῆς βασιλείας ὄνομα. μετὰ δὲ τοῦτον ἐξέπεμπε τοὺς παρ' αὑτοῦ πρέσβεις, Κόιντόν τε τὸν Φάβιον, ὃς ἦν αὐτῷ τῆς γυναικὸς ἀδελφιδοῦς, καὶ Κόιντον Φολούιον, σὺν δὲ τούτοις Ἄππιον Κλαύδιον ἐπικαλούμενον Νέρωνα. παρὰ δὲ τῶν Αἰτωλῶν ἐπρέσβευον Ἀλέξανδρος Ἴσιος, Δαμόκριτος Καλυδώνιος, Δικαίαρχος Τριχωνιεύς, Πολέμαρχος Ἀρσινοεύς, Λάμιος Ἀμβρακιώτης, Νικόμαχος Ἀκαρνὰν τῶν ἐκ Θουρίου πεφευγότων κατοικούντων δ' ἐν Ἀμβρακίᾳ, Θεόδοτος Φεραῖος, φυγὰς ἐκ Θετταλίας, κατοικῶν δ' ἐν Στράτῳ, παρὰ δὲ τῶν Ἀχαιῶν Ξενοφῶν Αἰγιεύς, παρὰ δὲ τοῦ βασιλέως Ἀττάλου μόνος Ἀλέξανδρος, παρὰ δὲ τοῦ δήμου τῶν Ἀθηναίων οἱ περὶ Κηφισόδωρον.

Οὗτοι δὲ παρεγενήθησαν εἰς τὴν Ῥώμην πρὸ τοῦ τὴν σύγκλητον διαλαβεῖν ὑπὲρ τῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν καθεσταμένων ὑπάτων, πότερον ἀμφοτέρους εἰς τὴν Γαλατίαν ἢ τὸν ἕτερον αὐτῶν δεήσει πέμπειν ἐπὶ Φίλιππον. πεπεισμένων δὲ τῶν τοῦ Τίτου φίλων μένειν τοὺς ὑπάτους ἀμφοτέρους κατὰ τὴν Ἰταλίαν διὰ τὸν ἀπὸ τῶν Κελτῶν φόβον, εἰσελθόντες εἰς τὴν σύγκλητον πάντες κατηγόρουν ἀποτόμως τοῦ Φιλίππου. τὰ μὲν οὖν ἄλλα παραπλήσια τοῖς καὶ πρὸς αὐτὸν τὸν βασιλέα πρότερον εἰρημένοις ἦν· τοῦτο δ' ἐπιμελῶς ἐντίκτειν ἐπειρῶντο τῇ συγκλήτῳ πάντες, διότι τῆς Χαλκίδος καὶ τοῦ Κορίνθου καὶ τῆς Δημητριάδος ὑπὸ τῷ Μακεδόνι ταττομένων οὐχ οἷόν τε τοὺς Ἕλληνας ἔννοιαν λαβεῖν ἐλευθερίας. ὃ γὰρ αὐτὸς Φίλιππος εἶπε, τοῦτο καὶ λίαν ἀληθὲς ἔφασαν ὑπάρχειν· ὃς ἔφη τοὺς προειρημένους τόπους εἶναι πέδας Ἑλληνικάς, ὀρθῶς ἀποφαινόμενος. οὔτε γὰρ Πελοποννησίους ἀναπνεῦσαι δυνατὸν ἐν Κορίνθῳ βασιλικῆς φρουρᾶς ἐγκαθημένης, οὔτε Λοκροὺς καὶ Βοιωτοὺς καὶ Φωκέας θαρρῆσαι Φιλίππου Χαλκίδα κατέχοντος καὶ τὴν ἄλλην Εὔβοιαν, οὐδὲ μὴν Θετταλοὺς οὐδὲ Μάγνητας δυνατὸν ἐπαύρασθαι τῆς ἐλευθερίας οὐδέποτε, Δημητριάδα Φιλίππου κατέχοντος καὶ Μακεδόνων. διὸ καὶ τὸ παραχωρεῖν τῶν ἄλλων τόπων τὸν Φίλιππον φαντασίαν εἶναι χάριν τοῦ τὸν παρόντα καιρὸν ἐκφυγεῖν· ᾗ δ' ἂν ἡμέρᾳ βουληθῇ, ῥᾳδίως πάλιν ὑφ' αὑτὸν ποιήσεσθαι τοὺς Ἕλληνας, ἐὰν κρατῇ τῶν προειρημένων τόπων. διόπερ ἠξίουν τὴν σύγκλητον ἢ τούτων τῶν πόλεων ἀναγκάσαι τὸν Φίλιππον ἐκχωρεῖν ἢ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πολεμεῖν ἐρρωμένως πρὸς αὐτόν. καὶ γὰρ ἠνύσθαι τὰ μέγιστα τοῦ πολέμου, τῶν τε Μακεδόνων προηττημένων δὶς ἤδη καὶ κατὰ γῆν πλείστων αὐτοῖς χορηγιῶν ἐκδεδαπανημένων. ταῦτα δ' εἰπόντες παρεκάλουν μήτε τοὺς Ἕλληνας ψεῦσαι τῶν περὶ τῆς ἐλευθερίας ἐλπίδων μήθ' ἑαυτοὺς ἀποστερῆσαι τῆς καλλίστης ἐπιγραφῆς. οἱ μὲν οὖν παρὰ τῶν Ἑλλήνων πρέσβεις ταῦτα καὶ τούτοις παραπλήσια διελέχθησαν, οἱ δὲ παρὰ τοῦ Φιλίππου παρεσκευάσαντο μὲν ὡς ἐπὶ πλεῖον ποιησόμενοι τοὺς λόγους, ἐν ἀρχαῖς δ' εὐθέως ἐκωλύθησαν· ἐρωτηθέντες γὰρ εἰ παραχωροῦσι Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος, ἀπεῖπαν μηδεμίαν ἔχειν περὶ τούτων ἐντολήν. Οὗτοι μὲν οὖν ἐπιτμηθέντες οὕτως κατέπαυσαν τὸν λόγον. ἡ δὲ σύγκλητος τοὺς μὲν ὑπάτους ἀμφοτέρους εἰς Γαλατίαν ἐξαπέστειλε, καθάπερ ἐπάνω προεῖπα, τὸν δὲ πρὸς τὸν Φίλιππον πόλεμον ἐψηφίσατο κατάμονον εἶναι, δοῦσα τῷ Τίτῳ τὴν ἐπιτροπὴν ὑπὲρ τῶν Ἑλληνικῶν. ταχὺ δὲ τούτων εἰς τὴν Ἑλλάδα διασαφηθέντων ἐγεγόνει τῷ Τίτῳ πάντα κατὰ νοῦν, ἐπὶ βραχὺ μὲν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προνοίας ἁπάντων κεχειρισμένων. πάνυ γὰρ ἀγχίνους, εἰ καί τις ἕτερος Ῥωμαίων, [καὶ] ὁ προειρημένος ἀνὴρ γέγονεν· οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατ' ἰδίαν ἐντεύξεις, ὥσθ' ὑπερβολὴν μὴ καταλιπεῖν. καίτοι γε [καὶ] νέος ἦν κομιδῇ· πλείω γὰρ τῶν τριάκοντ' ἐτῶν οὐκ εἶχε· καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβεβήκει μετὰ στρατοπέδων.

Ἔμοιγε πολλάκις μὲν καὶ ἐπὶ πολλοῖς θαυμάζειν ἐπέρχεται τῶν ἀνθρωπείων ἁμαρτημάτων, μάλιστα δ' ἐπὶ τῷ κατὰ τοὺς προδότας. διὸ καὶ βούλομαι τὰ πρέποντα τοῖς καιροῖς διαλεχθῆναι περὶ αὐτῶν. καίτοι γ' οὐκ ἀγνοῶ διότι δυσθεώρητον ὁ τόπος ἔχει τι καὶ δυσπαράγραφον· τίνα γὰρ ὡς ἀληθῶς προδότην δεῖ νομίζειν, οὐ ῥᾴδιον ἀποφήνασθαι. δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συντιθεμένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ τὰς περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους. πολλοῦ γε δεῖν· ἐπείτοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς ἰδίαις πατρίσιν. ἵνα δὲ μὴ πόρρωθεν τὰ παραδείγματα φέρωμεν, ἐξ αὐτῶν τῶν ἐνεστώτων ῥᾳδίως ἔσται τὸ λεγόμενον κατανοεῖν. εἰ γὰρ μὴ σὺν καιρῷ τότε μετέρριψε τοὺς Ἀχαιοὺς Ἀρίσταινος ἀπὸ τῆς Φιλίππου συμμαχίας πρὸς τὴν Ῥωμαίων, φανερῶς ἄρδην ἀπολώλει τὸ ἔθνος. νῦν δὲ χωρὶς τῆς παρ' αὐτὸν τὸν καιρὸν ἀσφαλείας ἑκάστοις περιγενομένης, αὐξήσεως τῶν Ἀχαιῶν ὁμολογουμένως ὁ προειρημένος ἀνὴρ κἀκεῖνο τὸ διαβούλιον αἴτιος ἐδόκει γεγονέναι· διὸ καὶ πάντες αὐτὸν οὐχ ὡς προδότην, ἀλλ' ὡς εὐεργέτην καὶ σωτῆρα τῆς χώρας ἐτίμων. ὁ δ' αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῶν ἄλλων, ὅσοι κατὰ τὰς τῶν καιρῶν περιστάσεις τὰ παραπλήσια τούτοις πολιτεύονται καὶ πράττουσιν.

Ἧι καὶ Δημοσθένην κατὰ πολλά τις ἂν ἐπαινέσας ἐν τούτῳ μέμψαιτο, διότι πικρότατον ὄνειδος τοῖς ἐπιφανεστάτοις τῶν Ἑλλήνων εἰκῇ καὶ ἀκρίτως προσέρριψε, φήσας ἐν μὲν Ἀρκαδίᾳ τοὺς περὶ Κερκιδᾶν καὶ Ἰερώνυμον καὶ Εὐκαμπίδαν προδότας γενέσθαι τῆς Ἑλλάδος, ὅτι Φιλίππῳ συνεμάχουν, ἐν δὲ Μεσσήνῃ τοὺς Φιλιάδου παῖδας Νέωνα καὶ Θρασύλοχον, ἐν Ἄργει δὲ τοὺς περὶ Μύρτιν καὶ Τελέδαμον καὶ Μνασέαν, παραπλησίως ἐν Θετταλίᾳ μὲν τοὺς περὶ Δάοχον καὶ Κινέαν, παρὰ δὲ Βοιωτοῖς τοὺς περὶ Θεογείτονα καὶ Τιμόλαν· σὺν δὲ τούτοις καὶ πλείους ἑτέρους ἐξηρίθμηται, κατὰ πόλιν ὀνομάζων, καίτοι γε πάντων μὲν τῶν προειρημένων ἀνδρῶν πολὺν ἐχόντων λόγον καὶ φαινόμενον ὑπὲρ τῶν καθ' αὑτοὺς δικαίων, πλεῖστον δὲ τῶν ἐξ Ἀρκαδίας καὶ Μεσσήνης. οὗτοι γὰρ ἐπισπασάμενοι Φίλιππον εἰς Πελοπόννησον καὶ ταπεινώσαντες Λακεδαιμονίους πρῶτον μὲν ἐποίησαν ἀναπνεῦσαι καὶ λαβεῖν ἐλευθερίας ἔννοιαν πάντας τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, ἔπειτα δὲ τὴν χώραν ἀνακομισάμενοι καὶ τὰς πόλεις, ἃς παρῄρηντο Λακεδαιμόνιοι κατὰ τὴν εὐκαιρίαν Μεσσηνίων, Μεγαλοπολιτῶν, Τεγεατῶν, Ἀργείων, ηὔξησαν τὰς ἑαυτῶν πατρίδας ὁμολογουμένως· ἀνθ' ὧν οὐ πολεμεῖν ὤφειλον Φιλίππῳ καὶ Μακεδόσιν, ἀλλὰ πάντα κατὰ δύναμιν ἐνεργεῖν ὅσα πρὸς δόξαν καὶ τιμὴν ἀνῆκεν. εἰ μὲν οὖν ταῦτ' ἔπραττον ἢ φρουρὰν παρὰ Φιλίππου δεχόμενοι ταῖς πατρίσιν ἢ καταλύοντες τοὺς νόμους ἀφῃροῦντο τὴν ἐλευθερίαν καὶ παρρησίαν τῶν πολιτῶν χάριν τῆς ἰδίας πλεονεξίας ἢ δυναστείας, ἄξιοι τῆς προσηγορίας ἦσαν ταύτης· εἰ δὲ τηροῦντες τὰ πρὸς τὰς πατρίδας δίκαια κρίσει πραγμάτων διεφέροντο, νομίζοντες οὐ ταὐτὸ συμφέρον Ἀθηναίοις εἶναι καὶ ταῖς ἑαυτῶν πόλεσιν, οὐ δήπου διὰ τοῦτο καλεῖσθαι προδότας ἐχρῆν αὐτοὺς ὑπὸ Δημοσθένους. ὁ δὲ πάντα μετρῶν πρὸς τὸ τῆς ἰδίας πατρίδος συμφέρον, καὶ πάντας ἡγούμενος δεῖν τοὺς Ἕλληνας ἀποβλέπειν πρὸς Ἀθηναίους, εἰ δὲ μή, προδότας ἀποκαλῶν, ἀγνοεῖν μοι δοκεῖ καὶ πολὺ παραπαίειν τῆς ἀληθείας [ὃ πεποίηκε Δημοσθένης], ἄλλως τε δὴ καὶ τῶν συμβάντων τότε τοῖς Ἕλλησιν οὐ Δημοσθένει μεμαρτυρηκότων ὅτι καλῶς προυνοήθη τοῦ μέλλοντος, ἀλλ' Εὐκαμπίδᾳ καὶ Ἰερωνύμῳ καὶ Κερκιδᾷ καὶ τοῖς Φιλιάδου παισίν. Ἀθηναίοις μὲν γὰρ τῆς πρὸς Φίλιππον ἀντιπαραγωγῆς τὸ τέλος ἀπέβη τὸ πεῖραν λαβεῖν τῶν μεγίστων συμπτωμάτων πταίσασι τῇ μάχῃ τῇ περὶ Χαιρώνειαν· εἰ δὲ μὴ διὰ τὴν τοῦ βασιλέως μεγαλοψυχίαν καὶ φιλοδοξίαν, καὶ πορρωτέρω τὰ τῆς ἀτυχίας ἂν αὐτοῖς προύβη διὰ τὴν Δημοσθένους πολιτείαν. διὰ δὲ τοὺς προειρημένους ἄνδρας κοινῇ μὲν Ἀρκάσι καὶ Μεσσηνίοις ἀπὸ Λακεδαιμονίων ἀσφάλεια καὶ ῥᾳστώνη παρεσκευάσθη, κατ' ἰδίαν δὲ ταῖς αὐτῶν πατρίσι πολλὰ καὶ λυσιτελῆ συνεξηκολούθησε.

Τίσιν οὖν εἰκότως ἂν ἐπιφέροι τις τὴν ὀνομασίαν ταύτην, ἔστι μὲν δυσπαράγραφον· μάλιστα δ' ἂν προστρέχοι πρὸς τὴν ἀλήθειαν ἐπὶ τοὺς τοιούτους φέρων, ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς ὁλοσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς τοὺς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις, ἢ καὶ νὴ Δία πάλιν ὅσοι φρουρὰν εἰσδεχόμενοι καὶ συγχρώμενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλεῖον δυναμένων ἐξουσίαν. τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάττοι πάντας. οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ καλὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησε, τὰ δ' ἐναντία πᾶσιν ὁμολογουμένως. ᾗ καὶ θαυμάζειν ἔστι πρὸς τὸν ἐξ ἀρχῆς λόγον, πρὸς τί ποτε βλέποντες ἢ τίσι χρώμενοι διαλογισμοῖς ὁρμῶσι πρὸς τὴν τοιαύτην ἀτυχίαν. οὔτε γὰρ ἔλαθε πώποτε προδοὺς οὐδεὶς πόλιν ἢ στρατόπεδον ἢ φρούριον, ἀλλὰ κἂν παρ' αὐτὸν τὸν τῆς πράξεως καιρὸν ἀγνοηθῇ τις, ὅ γ' ἐπιγινόμενος χρόνος ἐποίησε φανεροὺς ἅπαντας· οὐδὲ μὴν γνωσθεὶς οὐδεὶς οὐδέποτε μακάριον ἔσχε βίον, ἀλλ' ὡς μὲν ἐπίπαν ὑπ' αὐτῶν τούτων οἷς χαρίζονται τυγχάνουσι τῆς ἁρμοζούσης τιμωρίας. χρῶνται μὲν γὰρ τοῖς προδόταις οἱ στρατηγοὶ καὶ δυνάσται πολλάκις διὰ τὸ συμφέρον· ὅταν γε μὴν ἀποχρήσωνται, χρῶνται λοιπὸν ὡς προδόταις, κατὰ τὸν Δημοσθένην, μάλ' εἰκότως ἡγούμενοι τὸν ἐγχειρίσαντα τοῖς ἐχθροῖς τὴν πατρίδα καὶ τοὺς ἐξ ἀρχῆς φίλους μηδέποτ' ἂν εὔνουν σφίσι γενέσθαι μηδὲ διαφυλάξαι τὴν πρὸς αὐτοὺς πίστιν. οὐ μὴν ἀλλ' ἐὰν καὶ τὰς τούτων διαφύγωσι χεῖρας, τάς γε δὴ τῶν παρασπονδηθέντων οὐ ῥᾳδίως ἐκφυγγάνουσιν. ἐὰν δέ ποτε καὶ τὰς ἀμφοτέρων τούτων ἐπιβουλὰς διολίσθωσιν, ἥ γε παρὰ τοῖς ἄλλοις ἀνθρώποις φήμη τιμωρὸς αὐτοῖς ἕπεται παρ' ὅλον τὸν βίον, πολλοὺς μὲν φόβους ψευδεῖς, πολλοὺς δ' ἀληθεῖς παριστάνουσα καὶ νύκτωρ καὶ μεθ' ἡμέραν, πᾶσι δὲ συνεργοῦσα καὶ συνυποδεικνύουσα τοῖς κακόν τι κατ' ἐκείνων βουλευομένοις, τὸ δὲ τελευταῖον οὐδὲ κατὰ τοὺς ὕπνους ἐῶσα λήθην αὐτοὺς ἔχειν τῶν ἡμαρτημένων, ἀλλ' ὀνειρώττειν ἀναγκάζουσα πᾶν γένος ἐπιβουλῆς καὶ περιπετείας, ἅτε συνειδότας ἑαυτοῖς τὴν ὑπάρχουσαν ἐκ πάντων ἀλλοτριότητα πρὸς σφᾶς καὶ τὸ κοινὸν μῖσος. ἀλλ' ὅμως τούτων οὕτως ἐχόντων οὐδεὶς οὐδέποτε δεηθεὶς ἠπόρησε προδότου πλὴν τελέως ὀλίγων τινῶν. ἐξ ὧν εἰκότως εἴποι τις ἂν ὅτι τὸ τῶν ἀνθρώπων γένος, δοκοῦν πανουργότατον εἶναι τῶν ζώων, πολὺν ἔχει λόγον τοῦ φαυλότατον ὑπάρχειν. τὰ μὲν γὰρ ἄλλα ζῷα, ταῖς τοῦ σώματος ἐπιθυμίαις αὐταῖς δουλεύοντα, διὰ μόνας ταύτας σφάλλεται· τὸ δὲ τῶν ἀνθρώπων γένος, καίπερ δεδοξοποιημένον, οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ τὴν φύσιν ἁμαρτάνει. καὶ ταῦτα μὲν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω.

Ὅτι ὁ βασιλεὺς Ἄτταλος ἐτιμᾶτο μὲν καὶ πρότερον ὑπὸ τῆς τῶν Σικυωνίων πόλεως διαφερόντως, ἐξ οὗ τὴν ἱερὰν χώραν τοῦ Ἀπόλλωνος ἐλυτρώσατο χρημάτων αὐτοῖς οὐκ ὀλίγων, ἀνθ' ὧν καὶ τὸν κολοσσὸν αὐτοῦ τὸν δεκάπηχυν ἔστησαν παρὰ τὸν Ἀπόλλωνα τὸν κατὰ τὴν ἀγοράν. τότε δὲ πάλιν αὐτοῦ δέκα τάλαντα δόντος καὶ μυρίους μεδίμνους πυρῶν, πολλαπλασίως ἐπιταθέντες ταῖς εὐνοίαις εἰκόνα τε χρυσῆν ἐψηφίσαντο καὶ θυσίαν αὐτῷ συντελεῖν κατ' ἔτος ἐνομοθέτησαν. Ἄτταλος μὲν οὖν τυχὼν τῶν τιμῶν τούτων ἀπῆρεν εἰς Κεγχρεάς.

Ὅτι Νάβις ὁ τύραννος ἀπολιπὼν ἐπὶ τῆς τῶν Ἀργείων πόλεως Τιμοκράτην τὸν Πελληνέα διὰ τὸ μάλιστα τούτῳ πιστεύειν καὶ χρῆσθαι πρὸς τὰς ἐπιφανεστάτας πράξεις, ἐπανῆλθεν εἰς τὴν Σπάρτην, καὶ μετά τινας ἡμέρας ἐξέπεμψε τὴν γυναῖκα, δοὺς ἐντολὰς παραγενομένην εἰς Ἄργος περὶ πόρον γίνεσθαι χρημάτων. ἡ δ' ἀφικομένη πολὺ κατὰ τὴν ὠμότητα Νάβιν ὑπερέθετο· ἀνακαλεσαμένη γὰρ τῶν γυναικῶν τινὰς μὲν κατ' ἰδίαν, τινὰς δὲ κατὰ συγγένειαν, πᾶν γένος αἰκίας καὶ βίας προσέφερε, μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πολυτελέστατον.

Ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον, ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς.

Ὁ δὲ Τίτος οὐ δυνάμενος ἐπιγνῶναι τοὺς πολεμίους ᾗ στρατοπεδεύουσι, τοῦτο δὲ σαφῶς εἰδὼς ὅτι πάρεισιν εἰς Θετταλίαν, προσέταξε κόπτειν χάρακα πᾶσιν ἕνεκα τοῦ παρακομίζειν μεθ' αὑτῶν πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας. τοῦτο δὲ κατὰ μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν ἀδύνατον εἶναι δοκεῖ, κατὰ δὲ τὴν τῶν Ῥωμαίων εὔκοπον. οἱ μὲν γὰρ Ἕλληνες μόλις αὐτῶν κρατοῦσι τῶν σαρισῶν ἐν ταῖς πορείαις καὶ μόλις ὑπομένουσι τὸν ἀπὸ τούτων κόπον, Ῥωμαῖοι δὲ τοὺς μὲν θυρεοὺς τοῖς ὀχεῦσι τοῖς σκυτίνοις ἐκ τῶν ὤμων ἐξηρτηκότες, ταῖς δὲ χερσὶν αὐτοὺς τοὺς γαίσους φέροντες, ἐπιδέχονται τὴν παρακομιδὴν τοῦ χάρακος. ἅμα δὲ καὶ μεγάλην εἶναι συμβαίνει τὴν διαφορὰν τούτων· οἱ μὲν γὰρ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα βέλτιστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγίστας πέριξ τοῦ πρέμνου, παρὰ δὲ Ῥωμαίοις δύο κεραίας ἢ τρεῖς ἔχουσιν οἱ χάρακες, ὁ δὲ πλείστας τέτταρας· καὶ ταύτας *ἔχοντες λαμβάνονται **οὐκ ἐναλλάξ. ἐκ δὲ τούτου συμβαίνει τήν τε κομιδὴν εὐχερῆ γίνεσθαι τελέως ὁ γὰρ εἷς ἀνὴρ φέρει τρεῖς καὶ τέτταρας συνθεὶς ἐπ' ἀλλήλους τήν τε χρείαν ἀσφαλῆ διαφερόντως. ὁ μὲν γὰρ τῶν Ἑλλήνων ὅταν τεθῇ πρὸ τῆς παρεμβολῆς, πρῶτον μέν ἐστιν εὐδιάσπαστος· ὅταν γὰρ τὸ μὲν κρατοῦν καὶ πιεζούμενον ὑπὸ τῆς γῆς ἓν ὑπάρχῃ μόνον, αἱ δ' ἀποφύσεις ἐκ τούτου πολλαὶ καὶ μεγάλαι, κἄπειτα δύο παραστάντες ἢ τρεῖς ἐκ τῶν ἀποφύσεων ἐπισπάσωνται τὸν αὐτὸν χάρακα, ῥᾳδίως ἐκσπᾶται. τούτου δὲ συμβάντος εὐθέως πύλη γίνεται διὰ τὸ μέγεθος καὶ τὰ παρακείμενα λέλυται, τῷ βραχείας τὰς εἰς ἀλλήλους ἐμπλοκὰς καὶ τὰς ἐπαλλάξεις γίνεσθαι τοῦ τοιούτου χάρακος. παρὰ δὲ Ῥωμαίοις συμβαίνει τοὐναντίον. τιθέασι γὰρ εὐθέως ἐμπλέκοντες εἰς ἀλλήλους οὕτως ὥστε μήτε τὰς κεραίας εὐχερῶς ἐπιγνῶναι, ποίας εἰσὶν ἐκφύσεως τῶν ἐν τῇ γῇ κατωρυγμένων, μήτε τὰς ἐκφύσεις, ποίων κεραιῶν. λοιπὸν οὔτ' ἐπιλαβέσθαι παρείραντα τὴν χεῖρα δυνατόν, ἅτε πυκνῶν οὐσῶν καὶ προσπιπτουσῶν αὑταῖς, ἔτι δὲ φιλοπόνως ἀπωξυμμένων τῶν κεραιῶν, οὔτ' ἐπιλαβόμενον ἐκσπάσαι ῥᾴδιον διὰ τὸ πρῶτον μὲν πάσας τὰς προσβολὰς σχεδὸν αὐτοκράτορα τὴν ἐκ τῆς γῆς δύναμιν ἔχειν, δεύτερον δὲ τῷ τὸν μίαν ἐπισπώμενον κεραίαν πολλοὺς ἀναγκάζεσθαι πειθομένους ἅμα βαστάζειν διὰ τὴν εἰς ἀλλήλους ἐμπλοκήν· δύο δὲ καὶ τρεῖς ἐπιλαβέσθαι ταὐτοῦ χάρακος οὐδ' ὅλως εἰκός. ἐὰν δέ ποτε καὶ κατακρατήσας ἐκσπάσῃ τις ἕνα καὶ δεύτερον, ἀνεπιγνώστως γίνεται τὸ διάστημα. διὸ καὶ μεγάλης οὔσης διαφορᾶς τῷ καὶ τὴν εὕρεσιν ἑτοίμην εἶναι τοῦ τοιούτου χάρακος καὶ τὴν κομιδὴν εὐχερῆ καὶ τὴν χρείαν ἀσφαλῆ καὶ μόνιμον, φανερὸν ὡς εἰ καί τι τῶν ἄλλων πολεμικῶν ἔργων ἄξιον ζήλου καὶ μιμήσεως ὑπάρχει παρὰ Ῥωμαίοις, καὶ τοῦτο, κατά γε τὴν ἐμὴν γνώμην.

Πλὴν ὅ γε Τίτος ἑτοιμασάμενος ταῦτα πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας, προῆγε παντὶ τῷ στρατεύματι βάδην, ἀποσχὼν δὲ περὶ πεντήκοντα στάδια τῆς τῶν Φεραίων πόλεως αὐτοῦ παρενέβαλε. κατὰ δὲ τὴν ἐπιοῦσαν ὑπὸ τὴν ἑωθινὴν ἐξέπεμπε τοὺς κατοπτεύσοντας καὶ διερευνησομένους, εἴ τινα δυνηθεῖεν λαβεῖν ἀφορμὴν εἰς τὸ γνῶναι ποῦ ποτ' εἰσὶ καὶ τί πράττουσιν οἱ πολέμιοι. Φίλιππος δὲ [καὶ] κατὰ τὸν αὐτὸν καιρὸν πυνθανόμενος τοὺς Ῥωμαίους στρατοπεδεύειν περὶ τὰς Θήβας, ἐξάρας ἀπὸ τῆς Λαρίσης παντὶ τῷ στρατεύματι προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὰς Φεράς. ἀποσχὼν δὲ περὶ τριάκοντα στάδια, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσας ἐν ὥρᾳ παρήγγειλε πᾶσι γίνεσθαι περὶ τὴν τοῦ σώματος θεραπείαν, ὑπὸ δὲ τὴν ἑωθινὴν ἐξεγείρας τὴν δύναμιν τοὺς μὲν εἰθισμένους προπορεύεσθαι τῆς δυνάμεως προεξαπέστειλε, συντάξας ὑπερβάλλειν τὰς ὑπὲρ τὰς Φερὰς ἀκρολοφίας, αὐτὸς δὲ τῆς ἡμέρας διαφαινούσης ἐκίνει τὴν δύναμιν ἐκ τοῦ χάρακος. παρ' ὀλίγον μὲν οὖν ἦλθον ἀμφοτέρων οἱ προεξαπεσταλμένοι τοῦ συμπεσεῖν ἀλλήλοις περὶ τὰς ὑπερβολάς· προϊδόμενοι γὰρ σφᾶς αὐτοὺς ὑπὸ τὴν ὄρφνην ἐκ πάνυ βραχέος διαστήματος ἐπέστησαν, καὶ ταχέως ἔπεμπον, ἀποδηλοῦντες ἀμφότεροι τοῖς ἡγεμόσι τὸ γεγονὸς καὶ πυνθανόμενοι τί δέον εἴη ποιεῖν. *ἐπὶ τῶν ὑποκειμένων στρατοπεδειῶν κἀκείνους ἀνακαλεῖσθαι. τῇ δ' ἐπαύριον ἐξέπεμψαν ἀμφότεροι κατασκοπῆς ἕνεκα τῶν ἱππέων καὶ τῶν εὐζώνων περὶ τριακοσίους ἑκατέρων, ἐν οἷς ὁ Τίτος καὶ τῶν Αἰτωλῶν δύ' οὐλαμοὺς ἐξαπέστειλε διὰ τὴν ἐμπειρίαν τῶν τόπων· οἳ καὶ συμμίξαντες ἀλλήλοις ἐπὶ τάδε τῶν Φερῶν ὡς πρὸς Λάρισαν συνέβαλλον ἐκθύμως. τῶν δὲ περὶ τὸν Εὐπόλεμον τὸν Αἰτωλὸν εὐρώστως κινδυνευόντων καὶ συνεκκαλουμένων τοὺς Ἰταλικοὺς πρὸς τὴν χρείαν, θλίβεσθαι συνέβαινε τοὺς Μακεδόνας. καὶ τότε μὲν ἐπὶ πολὺν χρόνον ἀκροβολισάμενοι διεχωρίσθησαν εἰς τὰς αὑτῶν παρεμβολάς· κατὰ δὲ τὴν ἐπιοῦσαν ἀμφότεροι δυσαρεστούμενοι τοῖς περὶ τὰς Φερὰς τόποις διὰ τὸ καταφύτους εἶναι καὶ πλήρεις αἱμασιῶν καὶ κηπίων ἀνέζυξαν. ὁ μὲν οὖν Φίλιππος ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὴν Σκοτοῦσσαν, σπεύδων ἐκ ταύτης τῆς πόλεως ἐφοδιάσασθαι, μετὰ δὲ ταῦτα γενόμενος εὐτρεπὴς λαβεῖν τόπους ἁρμόζοντας ταῖς αὑτοῦ δυνάμεσιν· ὁ δὲ Τίτος ὑποπτεύσας τὸ μέλλον ἐκίνει τὴν δύναμιν ἅμα τῷ Φιλίππῳ, σπεύδων προκαταφθεῖραι τὸν ἐν τῇ Σκοτουσσαίᾳ σῖτον. τῆς δ' ἑκατέρων πορείας μεταξὺ κειμένων ὄχθων ὑψηλῶν, οὔθ' οἱ Ῥωμαῖοι συνεώρων τοὺς Μακεδόνας, ποῖ ποιοῦνται τὴν πορείαν, οὔθ' οἱ Μακεδόνες τοὺς Ῥωμαίους. ταύτην μὲν οὖν τὴν ἡμέραν ἑκάτεροι διανύσαντες, ὁ μὲν Τίτος ἐπὶ τὴν προσαγορευομένην Ἐρέτριαν τῆς Φθιώτιδος χώρας, ὁ δὲ Φίλιππος ἐπὶ τὸν Ὀγχηστὸν ποταμόν, αὐτοῦ κατέζευξαν, ἀγνοοῦντες ἀμφότεροι τὰς ἀλλήλων παρεμβολάς· τῇ δ' ὑστεραίᾳ προελθόντες ἐστρατοπέδευσαν, Φίλιππος μὲν ἐπὶ τὸ Μελάμβιον προσαγορευόμενον τῆς Σκοτουσσαίας, Τίτος δὲ περὶ τὸ Θετίδειον τῆς Φαρσαλίας, ἀκμὴν ἀγνοοῦντες ἀλλήλους. ἐπιγενομένου δ' ὄμβρου καὶ βροντῶν ἐξαισίων, πάντα συνέβη τὸν ἀέρα τὸν ἐκ τῶν νεφῶν κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ὑπὸ τὴν ἑωθινὴν πεσεῖν ἐπὶ τὴν γῆν, ὥστε διὰ τὸν ἐφεστῶτα ζόφον μηδὲ τοὺς ἐν ποσὶ δύνασθαι βλέπειν. οὐ μὴν ἀλλ' ὅ γε Φίλιππος κατανύσαι σπεύδων ἐπὶ τὸ προκείμενον, ἀναζεύξας προῄει μετὰ πάσης τῆς στρατιᾶς. δυσχρηστούμενος δὲ κατὰ τὴν πορείαν διὰ τὴν ὀμίχλην, βραχὺν τόπον διανύσας τὴν μὲν δύναμιν εἰς χάρακα παρενέβαλε, τὴν δ' ἐφεδρείαν ἀπέστειλε, συντάξας ἐπὶ τοὺς ἄκρους ἐπιβαλεῖν τῶν μεταξὺ κειμένων βουνῶν.

Ὁ δὲ Τίτος στρατοπεδεύων περὶ τὸ Θετίδειον, καὶ διαπορούμενος ὑπὲρ τῶν πολεμίων ποῦ ποτ' εἰσί, δέκα προθέμενος οὐλαμοὺς καὶ τῶν εὐζώνων εἰς χιλίους ἐξαπέστειλε, παρακαλέσας εὐλαβῶς ἐξερευνωμένους ἐπιπορεύεσθαι τὴν χώραν· οἳ καὶ προάγοντες ὡς ἐπὶ τὰς ὑπερβολὰς ἔλαθον ἐμπεσόντες εἰς τὴν τῶν Μακεδόνων ἐφεδρείαν διὰ τὸ δύσοπτον τῆς ἡμέρας. οὗτοι μὲν οὖν ἐν ταῖς ἀρχαῖς ἐπὶ βραχὺ διαταραχθέντες ἀμφότεροι μετ' ὀλίγον ἤρξαντο καταπειράζειν ἀλλήλων, διεπέμψαντο δὲ καὶ πρὸς τοὺς ἑαυτῶν ἡγεμόνας ἑκάτεροι τοὺς διασαφήσοντας τὸ γεγονός· ἐπειδὴ δὲ κατὰ τὴν συμπλοκὴν οἱ Ῥωμαῖοι κατεβαροῦντο καὶ κακῶς ἔπασχον ὑπὸ τῆς τῶν Μακεδόνων ἐφεδρείας, πέμποντες εἰς τὴν ἑαυτῶν παρεμβολὴν ἐδέοντο σφίσι βοηθεῖν. ὁ δὲ Τίτος, παρακαλέσας τοὺς περὶ τὸν Ἀρχέδαμον καὶ τὸν Εὐπόλεμον Αἰτωλοὺς καὶ δύο τῶν παρ' αὑτοῦ χιλιάρχων, ἐξέπεμψε μετὰ πεντακοσίων ἱππέων καὶ δισχιλίων πεζῶν. ὧν προσγενομένων τοῖς ἐξ ἀρχῆς ἀκροβολιζομένοις, παραυτίκα τὴν ἐναντίαν ἔσχε διάθεσιν ὁ κίνδυνος· οἱ μὲν γὰρ Ῥωμαῖοι, προσλαβόντες τὴν ἐκ τῆς βοηθείας ἐλπίδα διπλασίως ἐπερρώσθησαν πρὸς τὴν χρείαν, οἱ δὲ Μακεδόνες ἠμύνοντο μὲν γενναίως, πιεζούμενοι δὲ πάλιν οὗτοι καὶ καταβαρούμενοι τοῖς ὅλοις προσέφυγον πρὸς τοὺς ἄκρους καὶ διεπέμποντο πρὸς τὸν βασιλέα περὶ βοηθείας.

Ὁ δὲ Φίλιππος οὐδέποτ' ἂν ἐλπίσας κατ' ἐκείνην τὴν ἡμέραν ὁλοσχερῆ γενέσθαι κίνδυνον διὰ τὰς προειρημένας αἰτίας, ἀφεικὼς ἔτυχε καὶ πλείους ἐκ τῆς παρεμβολῆς ἐπὶ χορτολογίαν. τότε δὲ πυνθανόμενος τὰ συμβαίνοντα παρὰ τῶν διαποστελλομένων, καὶ τῆς ὀμίχλης ἤδη διαφαινούσης, παρακαλέσας Ἡρακλείδην τε τὸν Γυρτώνιον, ὃς ἡγεῖτο τῆς Θετταλικῆς ἵππου, καὶ Λέοντα τὸν τῶν Μακεδόνων ἱππάρχην ἐξέπεμπε, σὺν δὲ τούτοις Ἀθηναγόραν ἔχοντα πάντας τοὺς μισθοφόρους πλὴν τῶν Θρᾳκῶν. συναψάντων δὲ τούτων τοῖς ἐν ταῖς ἐφεδρείαις, καὶ προσγενομένης τοῖς Μακεδόσι βαρείας χειρός, ἐνέκειντο τοῖς πολεμίοις· καὶ πάλιν οὗτοι τοὺς Ῥωμαίους ἤλαυνον ἐκ μεταβολῆς ἀπὸ τῶν ἄκρων. μέγιστον δ' αὐτοῖς ἐμπόδιον ἦν τοῦ μὴ τρέψασθαι τοὺς πολεμίους ὁλοσχερῶς ἡ τῶν Αἰτωλικῶν ἱππέων φιλοτιμία· πάνυ γὰρ ἐκθύμως οὗτοι καὶ παραβόλως ἐκινδύνευον. Αἰτωλοὶ γάρ, καθ' ὅσον ἐν τοῖς πεζικοῖς ἐλλιπεῖς εἰσι καὶ τῷ καθοπλισμῷ καὶ τῇ συντάξει πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας, κατὰ τοσοῦτον τοῖς ἱππικοῖς διαφέρουσι πρὸς τὸ βέλτιον τῶν ἄλλων Ἑλλήνων ἐν τοῖς κατὰ μέρος καὶ κατ' ἰδίαν κινδύνοις. διὸ καὶ τότε τούτων παρακατασχόντων τὴν ἐπιφορὰν τῶν πολεμίων, οὐκέτι συνηλάσθησαν ἕως εἰς τοὺς ἐπιπέδους τόπους, βραχὺ δ' ἀποσχόντες ἐκ μεταβολῆς ἔστησαν. ὁ δὲ Τίτος, θεωρῶν οὐ μόνον τοὺς εὐζώνους καὶ τοὺς ἱππέας ἐγκεκλικότας, ἀλλὰ διὰ τούτους καὶ τὴν ὅλην δύναμιν ἐπτοημένην, ἐξῆγε τὸ στράτευμα πᾶν καὶ παρενέβαλε πρὸς τοῖς βουνοῖς. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἕτερος ἐφ' ἑτέρῳ τῶν ἐκ τῆς ἐφεδρείας Μακεδόνων ἔθει πρὸς τὸν Φίλιππον, ἀναβοῶν "Βασιλεῦ, φεύγουσιν οἱ πολέμιοι· μὴ παρῇς τὸν καιρόν· οὐ μένουσιν ἡμᾶς οἱ βάρβαροι· σὴ νῦν ἐστιν ἡμέρα, σὸς ὁ καιρός." ὥστε τὸν Φίλιππον, καίπερ οὐκ εὐδοκούμενον τοῖς τόποις, ὅμως ἐκκληθῆναι πρὸς τὸν κίνδυνον. οἱ γὰρ προειρημένοι λόφοι καλοῦνται μὲν Κυνὸς Κεφαλαί, τραχεῖς δ' εἰσὶ καὶ περικεκλασμένοι καὶ πρὸς ὕψος ἱκανὸν ἀνατείνοντες. διὸ καὶ προορώμενος ὁ Φίλιππος τὴν δυσχρηστίαν τῶν τόπων, ἐξ ἀρχῆς μὲν οὐδαμῶς ἡρμόζετο πρὸς ἀγῶνα· τότε δὲ παρορμηθεὶς διὰ τὴν ὑπερβολὴν τῆς εὐελπιστίας τῶν ἀγγελλόντων ἕλκειν παρήγγελλε τὴν δύναμιν ἐκ τοῦ χάρακος.

Ὁ δὲ Τίτος παρεμβαλὼν τὴν αὑτοῦ στρατιὰν ἑξῆς ἅπασαν, ἅμα μὲν ἐφήδρευε τοῖς προκινδυνεύουσιν, ἅμα δὲ παρεκάλει τὰς τάξεις ἐπιπορευόμενος. ἡ δὲ παράκλησις ἦν αὐτοῦ βραχεῖα μέν, ἐμφαντικὴ δὲ καὶ γνώριμος τοῖς ἀκούουσιν. ἐναργῶς γὰρ ὑπὸ τὴν ὄψιν ἐνδεικνύμενος ἔλεγε τοῖς αὑτοῦ στρατιώταις " Οὐχ οὗτοι Μακεδόνες εἰσίν, ὦ ἄνδρες, οὓς ὑμεῖς προκατέχοντας ἐν Μακεδονίᾳ τὰς εἰς τὴν Ἐορδαίαν ὑπερβολὰς ἐκ τοῦ προφανοῦς μετὰ Σολπικίου βιασάμενοι πρὸς τόπους ὑπερδεξίους ἐξεβάλετε, πολλοὺς αὐτῶν ἀποκτείναντες; οὐχ οὗτοι Μακεδόνες εἰσίν, οὓς ὑμεῖς προκατέχοντας τὰς ἀπηλπισμένας ἐν Ἠπείρῳ δυσχωρίας ἐκβιασάμενοι ταῖς ἑαυτῶν ἀρεταῖς φεύγειν ἠναγκάσατε ῥίψαντας τὰ ὅπλα, τέως εἰς Μακεδονίαν ἀνεκομίσθησαν; πῶς οὖν ὑμᾶς εὐλαβεῖσθαι καθήκει, μέλλοντας ἐξ ἴσου ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς αὐτούς; τί δὲ προορᾶσθαι τῶν προγεγονότων, ἀλλ' οὐ τἀναντία δι' ἐκεῖνα καὶ νῦν θαρρεῖν; διόπερ, ὦ ἄνδρες, παρακαλέσαντες σφᾶς αὐτοὺς ὁρμᾶσθε πρὸς τὸν κίνδυνον ἐρρωμένως· θεῶν γὰρ βουλομένων ταχέως πέπεισμαι ταὐτὸ τέλος ἀποβήσεσθαι τῆς παρούσης μάχης τοῖς προγεγονόσι κινδύνοις" . οὗτος μὲν οὖν ταῦτ' εἰπὼν τὸ μὲν δεξιὸν μέρος ἐκέλευε μένειν κατὰ χώραν καὶ τὰ θηρία πρὸ τούτων, τῷ δ' εὐωνύμῳ μετὰ τῶν εὐζώνων ἐπῄει σοβαρῶς τοῖς πολεμίοις· οἱ δὲ προκινδυνεύοντες τῶν Ῥωμαίων, προσλαβόντες τὴν τῶν πεζῶν στρατοπέδων ἐφεδρείαν, ἐκ μεταβολῆς ἐνέκειντο τοῖς ὑπεναντίοις.

Φίλιππος δὲ κατὰ τὸν αὐτὸν καιρόν, ἐπειδὴ τὸ πλέον μέρος ἤδη τῆς ἑαυτοῦ δυνάμεως ἑώρα παρεμβεβληκὸς πρὸ τοῦ χάρακος, αὐτὸς μὲν ἀναλαβὼν τοὺς πελταστὰς καὶ τὸ δεξιὸν τῆς φάλαγγος προῆγε, σύντονον ποιούμενος τὴν πρὸς τοὺς λόφους ἀνάβασιν, τοῖς δὲ περὶ τὸν Νικάνορα τὸν ἐπικαλούμενον ἐλέφαντα συνέταξε φροντίζειν ἵνα τὸ λοιπὸν μέρος τῆς δυνάμεως ἐκ ποδὸς ἕπηται. ἅμα δὲ τῷ τοὺς πρώτους ἅψασθαι τῆς ὑπερβολῆς εὐθέως ἐξ ἀσπίδος παρενέβαλε καὶ προκατελάμβανε τοὺς ὑπερδεξίους· τῶν γὰρ προκινδυνευόντων Μακεδόνων ἐπὶ πολὺ τεθλιφότων τοὺς Ῥωμαίους ἐπὶ θάτερα μέρη τῶν λόφων, ἐρήμους κατέλαβε τοὺς ἄκρους. ἔτι δὲ παρεμβάλλοντος αὐτοῦ τὰ δεξιὰ μέρη τῆς στρατιᾶς, παρῆσαν οἱ μισθοφόροι, πιεζούμενοι κατὰ κράτος ὑπὸ τῶν πολεμίων· προσγενομένων γὰρ τοῖς τῶν Ῥωμαίων εὐζώνοις τῶν ἐν τοῖς βαρέσιν ὅπλοις ἀνδρῶν, καθάπερ ἀρτίως εἶπα, καὶ συνεργούντων κατὰ τὴν μάχην, προσλαβόντες οἷον εἰ σήκωμα τὴν τούτων χρείαν, βαρέως ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς αὐτῶν ἔκτεινον. ὁ δὲ βασιλεὺς ἐν μὲν ταῖς ἀρχαῖς, ὅτε παρεγίνετο, θεωρῶν οὐ μακρὰν τῆς τῶν πολεμίων παρεμβολῆς συνεστῶτα τὸν τῶν εὐζώνων κίνδυνον περιχαρὴς ἦν· ὡς δὲ πάλιν ἐκ μεταβολῆς ἑώρα κλίνοντας τοὺς ἰδίους καὶ προσδεομένους ἐπικουρίας, ἠναγκάζετο βοηθεῖν καὶ κρίνειν ἐκ τοῦ καιροῦ τὰ ὅλα, καίπερ ἔτι τῶν πλείστων μερῶν τῆς φάλαγγος κατὰ πορείαν ὄντων καὶ προσβαινόντων πρὸς τοὺς βουνούς. προσδεξάμενος δὲ τοὺς ἀγωνιζομένους, τούτους μὲν ἥθροιζε πάντας ἐπὶ τὸ δεξιὸν κέρας, καὶ τοὺς πεζοὺς καὶ τοὺς ἱππέας, τοῖς δὲ πελτασταῖς καὶ τοῖς φαλαγγίταις παρήγγελλε διπλασιάζειν τὸ βάθος καὶ πυκνοῦν ἐπὶ τὸ δεξιόν. γενομένου δὲ τούτου, καὶ τῶν πολεμίων ἐν χερσὶν ὄντων, τοῖς μὲν φαλαγγίταις ἐδόθη παράγγελμα καταβαλοῦσι τὰς σαρίσας ἐπάγειν, τοῖς δ' εὐζώνοις κερᾶν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Τίτος, δεξάμενος εἰς τὰ διαστήματα τῶν σημαιῶν τοὺς προκινδυνεύοντας, προσέβαλε τοῖς πολεμίοις.

Γενομένης δὲ τῆς ἐξ ἀμφοῖν συμπτώσεως μετὰ βίας καὶ κραυγῆς ὑπερβαλλούσης, ὡς ἂν ἀμφοτέρων ὁμοῦ συναλαλαζόντων, ἅμα δὲ καὶ τῶν ἐκτὸς τῆς μάχης ἐπιβοώντων τοῖς ἀγωνιζομένοις, ἦν τὸ γινόμενον ἐκπληκτικὸν καὶ παραστατικὸν ἀγωνίας. τὸ μὲν οὖν δεξιὸν τοῦ Φιλίππου λαμπρῶς ἀπήλλαττε κατὰ τὸν κίνδυνον, ἅτε καὶ τὴν ἔφοδον ἐξ ὑπερδεξίου ποιούμενον καὶ τῷ βάρει τῆς συντάξεως ὑπερέχον καὶ τῇ διαφορᾷ τοῦ καθοπλισμοῦ πρὸς τὴν ἐνεστῶσαν χρείαν πολὺ παραλλάττον· τὰ δὲ λοιπὰ μέρη τῆς δυνάμεως αὐτῷ τὰ μὲν ἐχόμενα τῶν κινδυνευόντων ἐν ἀποστάσει τῶν πολεμίων ἦν, τὰ δ' ἐπὶ τῶν εὐωνύμων ἄρτι διηνυκότα τὰς ὑπερβολὰς ἐπεφαίνετο τοῖς ἄκροις. ὁ δὲ Τίτος, θεωρῶν οὐ δυναμένους τοὺς παρ' αὑτοῦ στέγειν τὴν τῆς φάλαγγος ἔφοδον, ἀλλ' ἐκπιεζουμένους τοὺς ἐπὶ τῶν εὐωνύμων, καὶ τοὺς μὲν ἀπολωλότας ἤδη, τοὺς δ' ἐπὶ πόδα ποιουμένους τὴν ἀναχώρησιν, ἐν δὲ τοῖς δεξιοῖς μέρεσι καταλειπομένας τῆς σωτηρίας τὰς ἐλπίδας, ταχέως ἀφορμήσας πρὸς τούτους, καὶ συνθεασάμενος [τῆς] τῶν πολεμίων τὰ μὲν συνεχῆ τοῖς διαγωνιζομένοις * τὰ δ' ἐκ τῶν ἄκρων ἀκμὴν ἐπικαταβαίνοντα, τὰ δ' ἔτι τοῖς ἄκροις ἐφεστῶτα, προθέμενος τὰ θηρία προσῆγε τὰς σημαίας τοῖς πολεμίοις. οἱ δὲ Μακεδόνες, οὔτε τὸν παραγγελοῦντ' ἔχοντες οὔτε συστῆναι δυνάμενοι καὶ λαβεῖν τὸ τῆς φάλαγγος ἴδιον σχῆμα διά τε τὰς τῶν τόπων δυσχερείας καὶ διὰ τὸ τοῖς ἀγωνιζομένοις ἑπόμενοι πορείας ἔχειν διάθεσιν καὶ μὴ παρατάξεως, οὐδὲ προσεδέξαντο τοὺς Ῥωμαίους εἰς τὰς χεῖρας ἔτι, δι' αὐτῶν δὲ τῶν θηρίων πτοηθέντες καὶ διασπασθέντες ἐνέκλιναν.

Οἱ μὲν οὖν πλείους τῶν Ῥωμαίων ἑπόμενοι τούτους ἔκτεινον· εἷς δὲ τῶν χιλιάρχων τῶν ἅμα τούτοις, σημαίας ἔχων οὐ πλείους εἴκοσι, καὶ παρ' αὐτὸν τὸν τῆς χρείας καιρὸν συμφρονήσας ὃ δέον εἴη ποιεῖν, μεγάλα συνεβάλετο πρὸς τὴν τῶν ὅλων κατόρθωσιν. θεωρῶν γὰρ τοὺς περὶ τὸν Φίλιππον ἐπὶ πολὺ προπεπτωκότας τῶν ἄλλων καὶ πιεζοῦντας τῷ βάρει τὸ σφέτερον εὐώνυμον, ἀπολιπὼν τοὺς ἐπὶ τοῦ δεξιοῦ νικῶντας ἤδη καταφανῶς, ἐπιστρέψας ἐπὶ τοὺς ἀγωνιζομένους καὶ κατόπιν ἐπιγενόμενος προσέβαλλε κατὰ νώτου τοῖς Μακεδόσι. τῆς δὲ τῶν φαλαγγιτῶν χρείας ἀδυνάτου καθεστώσης ἐκ μεταβολῆς καὶ κατ' ἄνδρα κινδυνεύειν, οὗτος μὲν ἐπέκειτο κτείνων τοὺς ἐν ποσίν, οὐ δυναμένους αὑτοῖς βοηθεῖν, ἕως οὗ ῥίψαντες τὰ ὅπλα φεύγειν ἠναγκάσθησαν οἱ Μακεδόνες, συνεπιθεμένων αὐτοῖς ἐκ μεταβολῆς καὶ τῶν κατὰ πρόσωπον ἐγκεκλικότων. ὁ δὲ Φίλιππος ἐν μὲν ταῖς ἀρχαῖς, καθάπερ εἶπα, τεκμαιρόμενος ἐκ τοῦ καθ' αὑτὸν μέρους ἐπέπειστο τελέως νικᾶν· τότε δὲ συνθεασάμενος ἄφνω ῥιπτοῦντας τὰ ὅπλα τοὺς Μακεδόνας καὶ τοὺς πολεμίους κατὰ νώτου προσβεβληκότας, βραχὺ γενόμενος ἐκ τοῦ κινδύνου μετ' ὀλίγων ἱππέων καὶ πεζῶν συνεθεώρει τὰ ὅλα. κατανοήσας δὲ τοὺς Ῥωμαίους κατὰ τὸ δίωγμα τοῦ λαιοῦ κέρως τοῖς ἄκροις ἤδη προσπελάζοντας, ἐγίνετο πρὸς τὸ φεύγειν, ὅσους ἐδύνατο πλείστους ἐκ τοῦ καιροῦ συναθροίσας τῶν Θρᾳκῶν καὶ Μακεδόνων. Τίτος δὲ τοῖς φεύγουσιν ἑπόμενος, καὶ καταλαβὼν ἐν ταῖς ὑπερβολαῖς ἄρτι τοῖς ἄκροις ἐπιβαλλούσας τὰς εὐωνύμους τάξεις τῶν Μακεδόνων τὰς μὲν ἀρχὰς *ἐπέστη, τῶν πολεμίων ὀρθὰς ἀνασχόντων τὰς σαρίσας, ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Μακεδόσιν, ὅταν ἢ παραδιδῶσιν αὑτοὺς ἢ μεταβάλλωνται πρὸς τοὺς ὑπεναντίους· μετὰ δὲ ταῦτα πυθόμενος τὴν αἰτίαν τοῦ συμβαίνοντος παρακατεῖχε τοὺς μεθ' αὑτοῦ φείσασθαι κρίνων τῶν ἀποδεδειλιακότων. ἀκμὴν δὲ τοῦ Τίτου ταῦτα διανοουμένου τῶν προηγουμένων τινὲς ἐπιπεσόντες αὐτοῖς ἐξ ὑπερδεξίου προσέφερον τὰς χεῖρας, καὶ τοὺς μὲν πλείους διέφθειρον, ὀλίγοι δέ τινες διέφυγον ῥίψαντες τὰ ὅπλα. Πανταχόθεν δὲ τοῦ κινδύνου συντέλειαν εἰληφότος καὶ κρατούντων τῶν Ῥωμαίων, ὁ μὲν Φίλιππος ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὰ Τέμπη. καὶ τῇ μὲν πρώτῃ περὶ τὸν Ἀλεξάνδρου καλούμενον πύργον ηὐλίσθη, τῇ δ' ὑστεραίᾳ προελθὼν εἰς Γόννους ἐπὶ τὴν εἰσβολὴν τῶν Τεμπῶν ἐπέμεινε, βουλόμενος ἀναδέξασθαι τοὺς ἐκ τῆς φυγῆς ἀνασῳζομένους. οἱ δὲ Ῥωμαῖοι, μέχρι μέν τινος ἐπακολουθήσαντες τοῖς φεύγουσιν, οἱ μὲν ἐσκύλευον τοὺς τεθνεῶτας, οἱ δὲ τοὺς αἰχμαλώτους ἥθροιζον, οἱ δὲ πλείους ὥρμησαν ἐπὶ τὴν διαρπαγὴν τοῦ τῶν πολεμίων χάρακος· ἔνθα δὴ καταλαβόντες τοὺς Αἰτωλοὺς προεμπεπτωκότας καὶ δόξαντες στέρεσθαι τῆς σφίσι καθηκούσης ὠφελείας, ἤρξαντο καταμέμφεσθαι τοὺς Αἰτωλοὺς καὶ λέγειν πρὸς τὸν στρατηγὸν ὅτι τοὺς μὲν κινδύνους αὐτοῖς ἐπιτάττει, τῆς δ' ὠφελείας ἄλλοις παρακεχώρηκε. καὶ τότε μὲν ἐπανελθόντες εἰς τὴν ἑαυτῶν στρατοπεδείαν ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπαύριον ἅμα μὲν ἥθροιζον τοὺς αἰχμαλώτους καὶ τὰ λειπόμενα τῶν σκύλων, ἅμα δὲ προῆγον ποιούμενοι τὴν πορείαν ὡς ἐπὶ Λαρίσης. ἔπεσον δὲ τῶν Ῥωμαίων πρὸς τοὺς ἑπτακοσίους· τῶν δὲ Μακεδόνων ἀπέθανον μὲν οἱ πάντες εἰς ὀκτακισχιλίους, ζωγρίᾳ δ' ἑάλωσαν οὐκ ἐλάττους πεντακισχιλίων.

Καὶ τῆς μὲν ἐν Θετταλίᾳ γενομένης περὶ Κυνὸς Κεφαλὰς Ῥωμαίων καὶ Φιλίππου μάχης τοιοῦτον ἀπέβη τὸ τέλος· ἐγὼ δὲ κατὰ μὲν τὴν ἕκτην βύβλον ἐν ἐπαγγελίᾳ καταλιπὼν ὅτι λαβὼν τὸν ἁρμόζοντα καιρὸν σύγκρισιν ποιήσομαι τοῦ καθοπλισμοῦ Ῥωμαίων καὶ Μακεδόνων, ὁμοίως δὲ καὶ τῆς συντάξεως τῆς ἑκατέρων, τί διαφέρουσιν ἀλλήλων πρὸς τὸ χεῖρον καὶ τί πρὸς τὸ βέλτιον, νῦν ἐπ' αὐτῶν τῶν πράξεων πειράσομαι τὴν ἐπαγγελίαν ἐπὶ τέλος ἀγαγεῖν. ἐπεὶ γὰρ ἡ μὲν Μακεδόνων σύνταξις ἐν τοῖς πρὸ τοῦ χρόνοις, δι' αὐτῶν τῶν ἔργων διδοῦσα τὴν πεῖραν, ἐκράτει τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν συντάξεων, ἡ δὲ Ῥωμαίων τῶν τε κατὰ τὴν Λιβύην καὶ τῶν κατὰ τὴν Εὐρώπην προσεσπερίων ἐθνῶν ἁπάντων, ἐν δὲ τοῖς καθ' ἡμᾶς καιροῖς οὐχ ἅπαξ, ἀλλὰ πλεονάκις γέγονε τούτων τῶν τάξεων καὶ τῶν ἀνδρῶν πρὸς ἀλλήλους διάκρισις, χρήσιμον καὶ καλὸν ἂν εἴη τὸ τὴν διαφορὰν ἐρευνῆσαι, καὶ παρὰ τί συμβαίνει Ῥωμαίους ἐπικρατεῖν καὶ τὸ πρωτεῖον ἐκφέρεσθαι τῶν κατὰ πόλεμον ἀγώνων, ἵνα μὴ τύχην λέγοντες μόνον μακαρίζωμεν τοὺς κρατοῦντας ἀλόγως, καθάπερ οἱ μάταιοι τῶν ἀνθρώπων, ἀλλ' εἰδότες τὰς ἀληθεῖς αἰτίας ἐπαινῶμεν καὶ θαυμάζωμεν κατὰ λόγον τοὺς ἡγουμένους.

Περὶ μὲν οὖν τῶν πρὸς Ἀννίβαν ἀγώνων γεγονότων Ῥωμαίοις καὶ τῶν ἐν τούτοις ἐλαττωμάτων οὐδὲν ἂν δέοι πλείω λέγειν· οὐ γὰρ παρὰ τὸν καθοπλισμὸν οὐδὲ παρὰ τὴν σύνταξιν, ἀλλὰ παρὰ τὴν ἐπιδεξιότητα τὴν Ἀννίβου καὶ τὴν ἀγχίνοιαν περιέπιπτον τοῖς ἐλαττώμασι. δῆλον δὲ τοῦτο πεποιήκαμεν ἡμεῖς ἐπ' αὐτῶν ὑποδεικνύοντες τῶν ἀγώνων. μαρτυρεῖ δὲ τοῖς ἡμετέροις λόγοις πρῶτον μὲν τὸ τέλος τοῦ πολέμου· προσγενομένου γὰρ στρατηγοῦ τοῖς Ῥωμαίοις παραπλησίαν δύναμιν ἔχοντος Ἀννίβᾳ, ταχέως καὶ τὸ νικᾶν συνεξηκολούθησε τοῖς προειρημένοις· εἶτα καὶ αὐτὸς Ἀννίβας ἀποδοκιμάσας τὸν ἐξ ἀρχῆς αὐτοῖς ὑπάρχοντα καθοπλισμόν, ἅμα τῷ νικῆσαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖς Ῥωμαίων ὅπλοις καθοπλίσας τὰς οἰκείας δυνάμεις, τούτοις διετέλεσε χρώμενος τὸν ἑξῆς χρόνον. Πύρρος γε μὴν οὐ μόνον ὅπλοις, ἀλλὰ καὶ δυνάμεσιν Ἰταλικαῖς συγκέχρηται, τιθεὶς ἐναλλὰξ σημαίαν καὶ σπεῖραν φαλαγγιτικὴν ἐν τοῖς πρὸς Ῥωμαίους ἀγῶσιν. ἀλλ' ὅμως οὐδ' οὕτως ἐδύνατο νικᾶν, ἀλλ' ἀεί πως ἀμφίδοξα τὰ τέλη τῶν κινδύνων αὐτοῖς ἀπέβαινε.

Περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἦν προειπεῖν χάριν τοῦ μηδὲν ἀντεμφαίνειν ταῖς ἡμετέραις ἀποφάσεσιν· ἐπάνειμι δ' ἐπὶ τὴν προκειμένην σύγκρισιν. Ὅτι μὲν ἐχούσης τῆς φάλαγγος τὴν αὑτῆς ἰδιότητα καὶ δύναμιν οὐδὲν ἂν ὑποσταίη κατὰ πρόσωπον οὐδὲ μείναι τὴν ἔφοδον αὐτῆς, εὐχερὲς καταμαθεῖν ἐκ πολλῶν. ἐπεὶ γὰρ ὁ μὲν ἀνὴρ ἵσταται σὺν τοῖς ὅπλοις ἐν τρισὶ ποσὶ κατὰ τὰς ἐναγωνίους πυκνώσεις, τὸ δὲ τῶν σαρισῶν μέγεθός ἐστι κατὰ μὲν τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἑκκαίδεκα πηχῶν, κατὰ δὲ τὴν ἁρμογὴν τὴν πρὸς τὴν ἀλήθειαν δεκατεττάρων, τούτων δὲ τοὺς τέτταρας ἀφαιρεῖ τὸ μεταξὺ τοῖν χεροῖν διάστημα καὶ τὸ κατόπιν σήκωμα τῆς προβολῆς, φανερὸν ὅτι τοὺς δέκα πήχεις προπίπτειν ἀνάγκη τὴν σάρισαν πρὸ τῶν σωμάτων ἑκάστου τῶν ὁπλιτῶν, ὅταν ἴῃ δι' ἀμφοῖν τοῖν χεροῖν προβαλόμενος ἐπὶ τοὺς πολεμίους. ἐκ δὲ τούτου συμβαίνει τὰς μὲν τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρτου πλεῖον, τὰς δὲ τοῦ πέμπτου ζυγοῦ σαρίσας δύο προπίπτειν πήχεις πρὸ τῶν πρωτοστατῶν, ἐχούσης τῆς φάλαγγος τὴν αὑτῆς ἰδιότητα καὶ πύκνωσιν κατ' ἐπιστάτην καὶ κατὰ παραστάτην, ὡς Ὅμηρος ὑποδείκνυσιν ἐν τούτοις· ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ· ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων· ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. τούτων δ' ἀληθινῶς καὶ καλῶς λεγομένων, δῆλον ὡς ἀνάγκη καθ' ἕκαστον τῶν πρωτοστατῶν σαρίσας προπίπτειν πέντε, δυσὶ πήχεσι διαφερούσας ἀλλήλων κατὰ μῆκος.

Ἐκ δὲ τούτου ῥᾴδιον ὑπὸ τὴν ὄψιν λαβεῖν τὴν τῆς ὅλης φάλαγγος ἔφοδον καὶ προβολήν, ποίαν τιν' εἰκὸς εἶναι καὶ τίνα δύναμιν ἔχειν, ἐφ' ἑκκαίδεκα τὸ βάθος οὖσαν. ὧν ὅσοι τὸ πέμπτον ζυγὸν ὑπεραίρουσι, ταῖς μὲν σαρίσαις οὐδὲν οἷοί τ' εἰσὶ συμβαλέσθαι πρὸς τὸν κίνδυνον· διόπερ οὐδὲ ποιοῦνται κατ' ἄνδρα τὴν προβολήν, παρὰ δὲ τοὺς ὤμους τῶν προηγουμένων ἀνανενευκυίας φέρουσι χάριν τοῦ τὸν κατὰ κορυφὴν τόπον ἀσφαλίζειν τῆς ἐκτάξεως, εἰργουσῶν τῇ πυκνώσει τῶν σαρισῶν ὅσα τῶν βελῶν ὑπερπετῆ τῶν πρωτοστατῶν φερόμενα δύναται προσπίπτειν πρὸς τοὺς ἐφεστῶτας. αὐτῷ γε μὴν τῷ τοῦ σώματος βάρει κατὰ τὴν ἐπαγωγὴν πιεζοῦντες οὗτοι τοὺς προηγουμένους βιαίαν μὲν ποιοῦσι τὴν ἔφοδον, ἀδύνατον δὲ τοῖς πρωτοστάταις τὴν εἰς τοὔπισθεν μεταβολήν.

Τοιαύτης περὶ τὴν φάλαγγα διαθέσεως καὶ καθόλου καὶ κατὰ μέρος οὔσης, ῥητέον ἂν εἴη καὶ τοῦ Ῥωμαίων καθοπλισμοῦ καὶ τῆς ὅλης συντάξεως τὰς ἰδιότητας καὶ διαφορὰς ἐκ παραθέσεως. ἵστανται μὲν οὖν ἐν τρισὶ ποσὶ μετὰ τῶν ὅπλων καὶ Ῥωμαῖοι· τῆς μάχης δ' αὐτοῖς κατ' ἄνδρα τὴν κίνησιν λαμβανούσης διὰ τὸ τῷ μὲν θυρεῷ σκέπειν τὸ σῶμα, συμμετατιθεμένους αἰεὶ πρὸς τὸν τῆς πληγῆς καιρόν, τῇ μαχαίρᾳ δ' ἐκ καταφορᾶς καὶ διαιρέσεως ποιεῖσθαι τὴν μάχην, προφανὲς ὅτι χάλασμα καὶ διάστασιν ἀλλήλων ἔχειν δεήσει τοὺς ἄνδρας ἐλάχιστον τρεῖς πόδας κατ' ἐπιστάτην καὶ κατὰ παραστάτην, εἰ μέλλουσιν εὐχρηστεῖν πρὸς τὸ δέον. ἐκ δὲ τούτου συμβήσεται τὸν ἕνα Ῥωμαῖον ἵστασθαι κατὰ δύο πρωτοστάτας τῶν φαλαγγιτῶν, ὥστε πρὸς δέκα σαρίσας αὐτῷ γίνεσθαι τὴν ἀπάντησιν καὶ τὴν μάχην, ἃς οὔτε κόπτοντα τὸν ἕνα καταταχῆσαι δυνατόν, ὅταν ἅπαξ συνάψωσιν εἰς τὰς χεῖρας, οὔτε βιάσασθαι ῥᾴδιον, μηδέν γε τῶν ἐφεστώτων δυναμένων συμβάλλεσθαι τοῖς πρωτοστάταις μήτε πρὸς τὴν βίαν μήτε πρὸς τὴν τῶν μαχαιρῶν ἐνέργειαν. ἐξ ὧν εὐκατανόητον ὡς οὐχ οἷόν τε μεῖναι κατὰ πρόσωπον τὴν τῆς φάλαγγος ἔφοδον οὐδέν, διατηρούσης τὴν αὑτῆς ἰδιότητα καὶ δύναμιν, ὡς ἐν ἀρχαῖς εἶπα.

Τίς οὖν αἰτία τοῦ νικᾶν Ῥωμαίους καὶ τί τὸ σφάλλον ἐστὶ τοὺς ταῖς φάλαγξι χρωμένους; ὅτι συμβαίνει τὸν μὲν πόλεμον ἀορίστους ἔχειν καὶ τοὺς καιροὺς καὶ τοὺς τόπους τοὺς πρὸς τὴν χρείαν, τῆς δὲ φάλαγγος ἕνα καιρὸν εἶναι καὶ τόπων ἓν γένος, ἐν οἷς δύναται τὴν αὑτῆς χρείαν ἐπιτελεῖν. εἰ μὲν οὖν τις ἦν ἀνάγκη τοῖς ἀντιπάλοις εἰς τοὺς τῆς φάλαγγος καιροὺς καὶ τόπους συγκαταβαίνειν, ὅτε μέλλοιεν κρίνεσθαι περὶ τῶν ὅλων, εἰκὸς ἦν κατὰ τὸν ἄρτι λόγον ἀεὶ φέρεσθαι τὸ πρωτεῖον τοὺς ταῖς φάλαγξι χρωμένους· εἰ δὲ δυνατὸν ἐκκλίνειν καὶ τοῦτο ποιεῖν ῥᾳδίως, πῶς ἂν ἔτι φοβερὸν εἴη τὸ προειρημένον σύνταγμα; καὶ μὴν ὅτι χρείαν ἔχει τόπων ἐπιπέδων καὶ ψιλῶν ἡ φάλαγξ, πρὸς δὲ τούτοις μηδὲν ἐμπόδιον ἐχόντων, λέγω δ' οἷον τάφρους, ἐκρήγματα, συναγκείας, ὀφρῦς, ῥεῖθρα ποταμῶν, ὁμολογούμενόν ἐστι. πάντα γὰρ τὰ προειρημένα παραποδίζειν καὶ λύειν τὴν τοιαύτην τάξιν ἱκανὰ γίνεται. διότι δ' εὑρεῖν τόπους ποτὲ μὲν ἐπὶ σταδίους εἴκοσι, ποτὲ δὲ καὶ πλείους, ἐν οἷς μηδέν τι τοιοῦτον ὑπάρχει, σχεδόν, ὡς εἰπεῖν, ἀδύνατόν ἐστιν, εἰ δὲ μή γε, τελέως σπάνιον, καὶ τοῦτο πᾶς ἄν τις ὁμολογήσειεν. οὐ μὴν ἀλλ' ἔστω τόπους εὑρῆσθαι τοιούτους. ἐὰν οὖν οἱ [μὲν] πολεμοῦντες εἰς μὲν τούτους μὴ συγκαταβαίνωσι, περιπορευόμενοι δὲ πορθῶσι τὰς πόλεις καὶ τὴν χώραν τὴν τῶν συμμάχων, τί τῆς τοιαύτης ὄφελος ἔσται συντάξεως; μένουσα μὲν γὰρ ἐν τοῖς ἐπιτηδείοις αὑτῇ τόποις οὐχ οἷον ὠφελεῖν δύναιτ' ἂν τοὺς φίλους, ἀλλ' οὐδ' ἑαυτὴν σώζειν. αἱ γὰρ τῶν ἐπιτηδείων παρακομιδαὶ κωλυθήσονται ῥᾳδίως ὑπὸ τῶν πολεμίων, ὅταν ἀκονιτὶ κρατῶσι τῶν ὑπαίθρων· ἐὰν δ' ἀπολιποῦσα τοὺς οἰκείους τόπους βούληταί τι πράττειν, εὐχείρωτος ἔσται τοῖς πολεμίοις. οὐ μὴν ἀλλὰ κἂν εἰς τοὺς ἐπιπέδους συγκαταβάς τις τόπους μὴ πᾶν ἅμα τὸ σφέτερον στρατόπεδον ὑπὸ τὴν ἐπαγωγὴν τῆς φάλαγγος καὶ τὸν ἕνα καιρὸν ὑποβάλῃ, βραχέα δὲ φυγομαχήσῃ κατ' αὐτὸν τὸν τοῦ κινδύνου καιρόν, εὐθεώρητον γίνεται τὸ συμβησόμενον ἐξ ὧν ποιοῦσι Ῥωμαῖοι νῦν. οὐκέτι γὰρ ἐκ τοῦ λόγου δεῖ τεκμαίρεσθαι τὸ νυνὶ λεγόμενον ὑφ' ἡμῶν, ἀλλ' ἐκ τῶν ἤδη γεγονότων. οὐ γὰρ ἐξισώσαντες τὴν παράταξιν πᾶσιν ἅμα συμβάλλουσι τοῖς στρατοπέδοις μετωπηδὸν πρὸς τὰς φάλαγγας, ἀλλὰ τὰ μὲν ἐφεδρεύει τῶν μερῶν αὐτοῖς, τὰ δὲ συμμίσγει τοῖς πολεμίοις. λοιπόν, ἄν τ' ἐκπιέσωσιν οἱ φαλαγγῖται τοὺς καθ' αὑτοὺς προσβάλλοντες ἄν τ' ἐκπιεσθῶσιν ὑπὸ τούτων, λέλυται τὸ τῆς φάλαγγος ἴδιον· ἢ γὰρ ἑπόμενοι τοῖς ὑποχωροῦσιν ἢ φεύγοντες τοὺς προσκειμένους ἀπολείπουσι τὰ λοιπὰ μέρη τῆς οἰκείας δυνάμεως, οὗ γενομένου δέδοται τοῖς ἐφεδρεύουσι τῶν πολεμίων διάστημα καὶ τόπος, ὃν οὗτοι κατεῖχον, πρὸς τὸ μηκέτι κατὰ πρόσωπον ὁρμᾶν, ἀλλὰ παρεισπεσόντας πλαγίους παρίστασθαι καὶ κατὰ νώτου τοῖς φαλαγγίταις. ὅταν δὲ τοὺς μὲν τῆς φάλαγγος καιροὺς καὶ τὰ προτερήματα ῥᾴδιον ᾖ φυλάξασθαι, τοὺς δὲ κατὰ τῆς φάλαγγος ἀδύνατον, πῶς οὐ μεγάλην εἰκὸς εἶναι τὴν διαφορὰν ἐπὶ τῆς ἀληθείας τῶν προειρημένων; καὶ μὴν πορευθῆναι διὰ τόπων παντοδαπῶν ἀναγκαῖον τοὺς χρωμένους φάλαγγι καὶ καταστρατοπεδεῦσαι, ἔτι δὲ τόπους εὐκαίρους προκαταλαβέσθαι καὶ πολιορκῆσαί τινας καὶ πολιορκηθῆναι καὶ παραδόξοις ἐπιφανείαις περιπεσεῖν· ἅπαντα γὰρ ταῦτ' ἐστὶ πολέμου μέρη καὶ ῥοπὰς ποιεῖ πρὸς τὸ νικᾶν, ποτὲ μὲν ὁλοσχερεῖς, ποτὲ δὲ μεγάλας. ἐν οἷς πᾶσιν ἡ μὲν Μακεδόνων ἐστὶ σύνταξις δύσχρηστος, ποτὲ δ' ἄχρηστος, διὰ τὸ μὴ δύνασθαι τὸν φαλαγγίτην μήτε κατὰ τάγμα μήτε κατ' ἄνδρα παρέχεσθαι χρείαν, ἡ δὲ Ῥωμαίων εὔχρηστος· πᾶς γὰρ Ῥωμαῖος, ὅταν ἅπαξ καθοπλισθεὶς ὁρμήσῃ πρὸς τὴν χρείαν, ὁμοίως ἥρμοσται πρὸς πάντα τόπον καὶ καιρὸν καὶ πρὸς πᾶσαν ἐπιφάνειαν. καὶ μὴν ἕτοιμός ἐστι καὶ τὴν αὐτὴν ἔχει διάθεσιν, ἄν τε μετὰ πάντων δέῃ κινδυνεύειν ἄν τε μετὰ μέρους ἄν τε κατὰ σημαίαν ἄν τε καὶ κατ' ἄνδρα. διὸ καὶ παρὰ πολὺ τῆς κατὰ μέρος εὐχρηστίας διαφερούσης, παρὰ πολὺ καὶ τὰ τέλη συνεξακολουθεῖ ταῖς Ῥωμαίων προθέσεσι μᾶλλον ἢ ταῖς τῶν ἄλλων. περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἡγησάμην εἶναι τὸ διὰ πλειόνων ποιήσασθαι μνήμην διὰ τὸ καὶ παρ' αὐτὸν τὸν καιρὸν πολλοὺς τῶν Ἑλλήνων διαλαμβάνειν, ὅτε Μακεδόνες ἡττήθησαν, ἀπίστῳ τὸ γεγονὸς ἐοικέναι, καὶ μετὰ ταῦτα πολλοὺς διαπορήσειν διὰ τί καὶ πῶς λείπεται τὸ σύνταγμα τῆς φάλαγγος ὑπὸ τοῦ Ῥωμαίων καθοπλισμοῦ.

Φίλιππος δέ, τὰ δυνατὰ πεποιηκὼς πρὸς τὸν ἀγῶνα, τοῖς δ' ὅλοις πράγμασιν ἐσφαλμένος, ἀναδεξάμενος ὅσους ἐδύνατο πλείστους τῶν ἐκ τῆς μάχης ἀνασῳζομένων, αὐτὸς μὲν ὥρμησε διὰ τῶν Τεμπῶν εἰς Μακεδονίαν. εἰς δὲ τὴν Λάρισαν ἔτι τῇ προτεραίᾳ νυκτὶ διεπέμψατό τινα τῶν ὑπασπιστῶν, ἐντειλάμενος ἀφανίσαι καὶ κατακαῦσαι τὰ βασιλικὰ γράμματα, ποιῶν πρᾶγμα βασιλικὸν τὸ μηδ' ἐν τοῖς δεινοῖς λήθην ποιεῖσθαι τοῦ καθήκοντος· σαφῶς γὰρ ᾔδει διότι πολλὰς ἀφορμὰς δώσει τοῖς ἐχθροῖς καὶ καθ' ἑαυτοῦ καὶ κατὰ τῶν φίλων, ἐὰν κρατήσωσι Ῥωμαῖοι τῶν ὑπομνημάτων. ἴσως μὲν οὖν καὶ ἑτέροις ἤδη τοῦτο συμβέβηκε, τὸ τὰς μὲν ἐν ταῖς ἐπιτυχίαις ἐξουσίας μὴ δύνασθαι φέρειν ἀνθρωπίνως, ἐν δὲ ταῖς περιπετείαις εὐλαβῶς ἵστασθαι καὶ νουνεχῶς· ἐν τοῖς δὲ μάλιστα καὶ περὶ Φίλιππον τοῦτο γέγονε. δῆλον δ' ἔσται τοῦτο διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων· καθάπερ γὰρ καὶ τὰς ἐξ ἀρχῆς ὁρμὰς ἐπὶ τὸ δέον αὐτοῦ σαφῶς ἐδηλώσαμεν, καὶ πάλιν τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν, καὶ πότε καὶ διὰ τί καὶ πῶς ἐγένετο, καὶ τὰς ἐν ταύτῃ πράξεις μετ' ἀποδείξεως ἐξηγησάμεθα, τὸν αὐτὸν τρόπον χρὴ καὶ τὴν μετάνοιαν αὐτοῦ δηλῶσαι καὶ τὴν εὐστοχίαν, καθ' ἣν μεταθέμενος τοῖς ἐκ τῆς τύχης ἐλαττώμασιν εὐλογιστότατα δοκεῖ κεχρῆσθαι τοῖς καθ' αὑτὸν καιροῖς. Τίτος δὲ μετὰ τὴν μάχην ποιησάμενος τὴν καθήκουσαν πρόνοιαν περί τε τῶν αἰχμαλώτων καὶ τῶν ἄλλων λαφύρων, ᾔει πρὸς Λάρισαν.

  • καθόλου τῇ περὶ τὰ λάφυρα πλεονεξίᾳ τῶν Αἰτωλῶν *εἴτ' οὐκ ἐβούλετο Φίλιππον ἐκβαλὼν ἐκ τῆς ἀρχῆς Αἰτωλοὺς καταλιπεῖν δεσπότας τῶν Ἑλλήνων. δυσχερῶς δ' ἔφερε καὶ τὴν ἀλαζονείαν αὐτῶν, θεωρῶν ἀντεπιγραφομένους ἐπὶ τὸ νίκημα καὶ πληροῦντας τὴν Ἑλλάδα τῆς αὑτῶν ἀνδραγαθίας. διὸ καὶ κατά τε τὰς ἐντεύξεις ἀγερωχότερον αὐτοῖς ἀπήντα καὶ περὶ τῶν κοινῶν ἀπεσιώπα, τὰ δὲ προκείμενα συνετέλει καὶ δι' αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων. τοιαύτης δ' οὔσης δυσχρηστίας ἐν ἀμφοτέροις, ἧκον πρεσβευταὶ μετά τινας ἡμέρας παρὰ τοῦ Φιλίππου Δημοσθένης καὶ Κυκλιάδας καὶ Λιμναῖος. πρὸς οὓς κοινολογηθεὶς ὁ Τίτος ἐπὶ πλεῖον μετὰ τῶν χιλιάρχων πεντεκαιδεχημέρους ἀνοχὰς ἐποιήσατο παραχρῆμα, συνετάξατο δὲ καὶ συμπορεύεσθαι τῷ Φιλίππῳ κοινολογησόμενος ὑπὲρ τῶν καθεστώτων ἐν ταύταις. γενομένης δὲ ταύτης τῆς ἐντεύξεως φιλανθρώπου, διπλασίως ἐξεκάετο τὰ τῆς ὑποψίας κατὰ τοῦ Τίτου· ἤδη γὰρ κατὰ τὴν Ἑλλάδα τῆς δωροδοκίας ἐπιπολαζούσης καὶ τοῦ μηδένα μηδὲν δωρεὰν πράττειν, καὶ τοῦ χαρακτῆρος τούτου νομιστευομένου παρὰ τοῖς Αἰτωλοῖς, οὐκ ἐδύναντο πιστεύειν διότι χωρὶς δώρων ἡ τηλικαύτη μεταβολὴ γέγονε τοῦ Τίτου πρὸς τὸν Φίλιππον, οὐκ εἰδότες τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα περὶ τοῦτο τὸ μέρος, ἀλλ' ἐξ αὑτῶν τεκμαιρόμενοι καὶ συλλογιζόμενοι διότι τὸν μὲν Φίλιππον εἰκὸς ἦν προτείνειν πλῆθος χρημάτων διὰ τὸν καιρόν, τὸν δὲ Τίτον μὴ δύνασθαι τούτοις ἀντοφθαλμεῖν.

Ἐγὼ δὲ κατὰ μὲν τοὺς ἀνωτέρω χρόνους καὶ κοινὴν ἂν ποιούμενος ἀπόφασιν ἐθάρρησα περὶ πάντων Ῥωμαίων εἰπεῖν ὡς οὐδὲν ἂν πράξαιεν τοιοῦτον, λέγω δὲ πρότερον ἢ τοῖς διαποντίοις αὐτοὺς ἐγχειρῆσαι πολέμοις, ἕως ἐπὶ τῶν ἰδίων ἐθῶν καὶ νομίμων ἔμενον. ἐν δὲ τοῖς νῦν καιροῖς περὶ πάντων μὲν οὐκ ἂν τολμήσαιμι τοῦτ' εἰπεῖν· κατ' ἰδίαν μέντοι γε περὶ πλειόνων ἀνδρῶν ἐν Ῥώμῃ θαρρήσαιμ' ἂν ἀποφήνασθαι διότι δύνανται τὴν πίστιν ἐν τούτῳ τῷ μέρει διαφυλάττειν. μαρτυρίας δὲ χάριν ὁμολογούμενα δύ' ὀνόματα *τοῦ μὴ δοκεῖν ἀδύνατα λέγειν. Λεύκιος μὲν γὰρ Αἰμίλιος ὁ Περσέα νικήσας, κύριος γενόμενος τῆς Μακεδόνων βασιλείας, ἐν ᾗ τῆς ἄλλης χωρὶς κατασκευῆς καὶ χορηγίας ἐν αὐτοῖς εὑρέθη τοῖς θησαυροῖς ἀργυρίου καὶ χρυσίου πλείω τῶν ἑξακισχιλίων ταλάντων, οὐχ οἷον ἐπεθύμησε τούτων τινός, ἀλλ' οὐδ' αὐτόπτης ἠβουλήθη γενέσθαι, δι' ἑτέρων δὲ τὸν χειρισμὸν ἐποιήσατο τῶν προειρημένων, καίτοι κατὰ τὸν ἴδιον βίον οὐ περιττεύων τῇ χορηγίᾳ, τὸ δ' ἐναντίον ἐλλείπων μᾶλλον. μεταλλάξαντος γοῦν αὐτοῦ τὸν βίον οὐ πολὺ κατόπιν τοῦ πολέμου, βουληθέντες οἱ κατὰ φύσιν υἱοὶ Πόπλιος Σκιπίων καὶ Κόιντος Μάξιμος ἀποδοῦναι τῇ γυναικὶ τὴν φερνήν, εἴκοσι τάλαντα καὶ πέντε, ἐπὶ τοσοῦτον ἐδυσχρηστήθησαν ὡς οὐδ' εἰς τέλος ἐδυνήθησαν, εἰ μὴ τὴν ἐνδουχίαν ἀπέδοντο καὶ τὰ σώματα καὶ σὺν τούτοις ἔτι τινὰς τῶν κτήσεων. εἰ δέ τισιν ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει, ῥᾴδιον ὑπὲρ τούτου λαβεῖν πίστιν· πολλῶν γὰρ ἀμφισβητουμένων παρὰ Ῥωμαίοις καὶ μάλιστα περὶ τοῦτο τὸ μέρος διὰ τὰς πρὸς ἀλλήλους ἀντιπαραγωγάς, ὅμως τὸ νῦν εἰρημένον ὑφ' ἡμῶν ὁμολογούμενον εὑρήσει παρὰ πᾶσιν ὁ ζητῶν. καὶ μὴν Πόπλιος Σκιπίων, ὁ τούτου μὲν κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέσιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις ἐδόκει πολυχρημονεστάτη τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτ' ὠνησάμενος οὔτ' ἄλλῳ τρόπῳ κτησάμενος οὐδέν, καίπερ οὐχ ὅλως εὐπορούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος. οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἴασε βίον. περὶ δὲ τούτου πάλιν τἀνδρὸς ὁ ζητῶν ἀληθινῶς ἀναμφισβήτητον εὑρήσει παρὰ Ῥωμαίοις τὴν περὶ τοῦτο τὸ μέρος δόξαν.

Ἀλλὰ γὰρ ὑπὲρ μὲν τούτων οἰκειότερον λαβόντες καιρὸν ποιησόμεθα τὴν ἐπὶ πλεῖον διαστολήν. ὁ δὲ Τίτος ταξάμενος ἡμέραν πρὸς τὸν Φίλιππον τοῖς μὲν συμμάχοις ἔγραψε παραχρῆμα, διασαφῶν πότε δεήσει παρεῖναι πρὸς τὸν σύλλογον, αὐτὸς δὲ μετά τινας ἡμέρας ἧκε πρὸς τὴν εἰσβολὴν τῶν Τεμπῶν εἰς τὸν ταχθέντα χρόνον. ἁθροισθέντων δὲ τῶν συμμάχων καὶ τοῦ συνεδρίου συναχθέντος ἐξ αὐτῶν τούτων, ἀναστὰς ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐκέλευε λέγειν ἕκαστον ἐφ' οἷς δεῖ ποιεῖσθαι τὰς πρὸς τὸν Φίλιππον διαλύσεις. Ἀμύνανδρος μὲν οὖν ὁ βασιλεὺς βραχέα διαλεχθεὶς καὶ μέτρια κατέπαυσε τὸν λόγον· ἠξίου γὰρ πρόνοιαν αὑτοῦ ποιήσασθαι πάντας, ἵνα μὴ χωρισθέντων Ῥωμαίων ἐκ τῆς Ἑλλάδος εἰς ἐκεῖνον ἀπερείδηται τὴν ὀργὴν ὁ Φίλιππος· εἶναι γὰρ εὐχειρώτους Ἀθαμᾶνας αἰεὶ Μακεδόσι διά τε τὴν ἀσθένειαν καὶ γειτνίασιν τῆς χώρας. μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ Αἰτωλὸς ἀναστάς, καθότι μὲν ἥθροικε τοὺς συμμάχους ἐπὶ τὸ περὶ τῶν διαλύσεων διαβούλιον καὶ καθόλου νῦν ἑκάστους ἀξιοῖ λέγειν τὸ φαινόμενον, ἐπῄνεσε τὸν Τίτον, τοῖς δ' ὅλοις πράγμασιν ἀγνοεῖν ἔφη καὶ παραπίπτειν αὐτόν, εἰ πέπεισται διαλύσεις ποιησάμενος πρὸς Φίλιππον ἢ Ῥωμαίοις τὴν εἰρήνην ἢ τοῖς Ἕλλησι τὴν ἐλευθερίαν βέβαιον ἀπολείψειν· οὐδέτερον γὰρ εἶναι τούτων δυνατόν, ἀλλ' εἰ βούλεται καὶ τὴν τῆς πατρίδος πρόθεσιν ἐπιτελῆ ποιεῖν καὶ τὰς ἰδίας ὑποσχέσεις, ἃς ὑπέσχηται πᾶσι τοῖς Ἕλλησι, μίαν ὑπάρχειν ἔφη διάλυσιν πρὸς Μακεδόνας τὸ Φίλιππον ἐκβάλλειν ἐκ τῆς ἀρχῆς. τοῦτο δ' εἶναι καὶ λίαν εὐχερές, ἐὰν μὴ παρῇ τὸν ἐνεστῶτα καιρόν. πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς κατέπαυσε τὸν λόγον.

Ὁ δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφησεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως καὶ μάλιστα τοῦ τῶν Ἑλλήνων συμφέροντος. οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν τούτους· πίστιν δ' ἔχειν τὸ λεγόμενον ἔκ [τε] τῶν κατ' Ἀννίβαν καὶ Καρχηδονίους, ὑφ' ὧν τὰ δεινότατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γενομένους κυρίους ὃ βουληθεῖεν πρᾶξαι κατ' αὐτῶν ἁπλῶς, οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχηδονίων· καὶ μὴν οὐδ' αὐτὸς οὐδέποτε ταύτην ἐσχηκέναι τὴν αἵρεσιν, ὅτι δεῖ πολεμεῖν πρὸς τὸν Φίλιππον ἀδιαλύτως· ἀλλ' εἴπερ ἐβουλήθη ποιεῖν τὰ παρακαλούμενα πρὸ τῆς μάχης, ἑτοίμως ἂν διαλελύσθαι πρὸς αὐτόν. διὸ καὶ θαυμάζειν ἔφη πῶς μετέχοντες τότε τῶν περὶ τῆς διαλύσεως συλλόγων ἅπαντες νῦν ἀκαταλλάκτως ἔχουσιν. "ἢ δῆλον ὅτι νενικήκαμεν; ἀλλὰ τοῦτό γ' ἐστὶ πάντων ἀγνωμονέστατον· πολεμοῦντας γὰρ δεῖ τοὺς ἀγαθοὺς ἄνδρας βαρεῖς εἶναι καὶ θυμικούς, ἡττωμένους δὲ γενναίους καὶ μεγαλόφρονας, νικῶντάς γε μὴν μετρίους καὶ πραεῖς καὶ φιλανθρώπους. ὑμεῖς δὲ τἀναντία παρακαλεῖτε νῦν. ἀλλὰ μὴν καὶ τοῖς Ἕλλησι ταπεινωθῆναι μὲν ἐπὶ πολὺ συμφέρει τὴν Μακεδόνων ἀρχήν, ἀρθῆναί γε μὴν οὐδαμῶς" . τάχα γὰρ αὐτοὺς πεῖραν λήψεσθαι τῆς Θρᾳκῶν καὶ Γαλατῶν παρανομίας· τοῦτο γὰρ ἤδη καὶ πλεονάκις γεγονέναι. καθόλου δ' αὐτὸς μὲν ἔφη καὶ τοὺς παρόντας Ῥωμαίων κρίνειν, ἐὰν Φίλιππος ὑπομένῃ πάντα ποιεῖν τὰ πρότερον ὑπὸ τῶν συμμάχων ἐπιταττόμενα, διδόναι τὴν εἰρήνην αὐτῷ, προσλαβόντας καὶ τὴν τῆς συγκλήτου γνώμην· Αἰτωλοὺς δὲ κυρίους εἶναι βουλευομένους ὑπὲρ σφῶν αὐτῶν. τοῦ δὲ Φαινέου μετὰ ταῦτα βουλομένου λέγειν ὅτι μάταια πάντα τὰ πρὸ τοῦ γέγονε· τὸν γὰρ Φίλιππον, ἐὰν διολίσθῃ τὸν παρόντα καιρόν, ἤδη πάλιν ἀρχὴν ἄλλην ποιήσεσθαι πραγμάτων· ὁ Τίτος αὐτόθεν ἐξ ἕδρας καὶ θυμικῶς "Παῦσαι" φησὶ "Φαινέα, ληρῶν· ἐγὼ γὰρ οὕτως χειριῶ τὰς διαλύσεις ὥστε μηδὲ βουληθέντα τὸν Φίλιππον ἀδικεῖν δύνασθαι τοὺς Ἕλληνας."

Καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν. τῇ δ' ὑστεραίᾳ παραγενομένου τοῦ βασιλέως, καὶ τῇ τρίτῃ πάντων εἰς τὸν σύλλογον ἁθροισθέντων, εἰσελθὼν ὁ Φίλιππος εὐστόχως καὶ συνετῶς ὑπετέμετο τὰς πάντων ὁρμάς· ἔφη γὰρ τὰ μὲν πρότερον ὑπὸ Ῥωμαίων καὶ τῶν συμμάχων ἐπιταττόμενα πάντα συγχωρεῖν καὶ ποιήσειν, περὶ δὲ τῶν λοιπῶν διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. τούτων δὲ ῥηθέντων οἱ μὲν ἄλλοι πάντες ἀπεσιώπησαν, ὁ δὲ τῶν Αἰτωλῶν Φαινέας "Τί οὖν ἡμῖν οὐκ ἀποδίδως, Φίλιππε" ἔφη "Λάρισαν τὴν Κρεμαστήν, Φάρσαλον, Θήβας τὰς Φθίας, Ἐχῖνον" ; ὁ μὲν οὖν Φίλιππος ἐκέλευε παραλαμβάνειν αὐτούς, ὁ δὲ Τίτος τῶν μὲν ἄλλων οὐκ ἔφη δεῖν οὐδεμίαν, Θήβας δὲ μόνον τὰς Φθίας· Θηβαίους γὰρ ἐγγίσαντος αὐτοῦ μετὰ τῆς δυνάμεως καὶ παρακαλοῦντος σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν οὐ βουληθῆναι· διὸ νῦν, κατὰ πόλεμον ὑποχειρίων ὄντων, ἔχειν ἐξουσίαν ἔφη βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν προαιρῆται. τῶν δὲ περὶ τὸν Φαινέαν ἀγανακτούντων, καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μέν, καθότι συνεπολέμησαν νῦν, κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθ' αὑτῶν συμπολιτευομένας, ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθ' ἣν ἔδει τῶν κατὰ πόλεμον ἑλόντων τὰ μὲν ἔπιπλα Ῥωμαίων εἶναι, τὰς δὲ πόλεις Αἰτωλῶν, ὁ Τίτος ἀγνοεῖν αὐτοὺς ἔφη κατ' ἀμφότερα. τήν τε γὰρ συμμαχίαν λελύσθαι, καθ' ὃν καιρὸν τὰς διαλύσεις ἐποιήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν, δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν, οὐκ εἴ τινες ἐθελοντὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, ἀλλ' εἴ τινες κατὰ κράτος ἑάλωσαν.

Τοῖς μὲν οὖν ἄλλοις ὁ Τίτος ἤρεσκε ταῦτα λέγων, οἱ δ' Αἰτωλοὶ βαρέως ἤκουον καί τις οἷον ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων· ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετ' ὀλίγον ὅ τε πρὸς Αἰτωλοὺς ὅ τε πρὸς Ἀντίοχον ἐξεκαύθη πόλεμος. τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας ἀνῆχθαι μετὰ δυνάμεως, ποιούμενον τὴν ὁρμὴν ἐπὶ τὴν Εὐρώπην. διόπερ ἠγωνία μὴ ταύτης ὁ Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶθ' ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ. διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ διακόσια τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφ' ᾧ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φιλίππῳ τὰ διακόσια τάλαντα καὶ τοὺς ὁμήρους· μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δ' ἀντιπράττοντες τῇ διαλύσει.

Τί δήποτ' ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι τῆς ἀνοίας; τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε· καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν ἴσως οὐ θαυμαστόν, τὸ δέ, παρ' οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης. ἀλλ' ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ' Ἐπιχάρμῳ καλῶς εἰρημένον νᾶφε καὶ μέμνας' ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν. Μεδίων, πόλις πρὸς τῇ Αἰτωλίᾳ. Πολύβιος ὀκτωκαιδεκάτῳ.


ii. res asiae

κωλύειν δὲ τὸν Ἀντίοχον παραπλεῖν, οὐκ ἀπεχθείας χάριν, ἀλλ' ὑφορώμενοι μὴ Φιλίππῳ συνεπισχύσας ἐμπόδιον γένηται τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ. Ὅτι Ἀντίοχος ὁ βασιλεὺς πάνυ ὠρέγετο τῆς Ἐφέσου διὰ τὴν εὐκαιρίαν, τῷ δοκεῖν μὲν κατὰ τῆς Ἰωνίας καὶ τῶν ἐφ' Ἑλλησπόντου πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἀκροπόλεως ἔχειν θέσιν, κατὰ δὲ τῆς Εὐρώπης ἀμυντήριον ὑπάρχειν ἀεὶ τοῖς Ἀσίας βασιλεῦσιν εὐκαιρότατον.

Ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ ιηʹ λόγῳ. Ὅτι Ἄτταλος ἐτελεύτησε τὸν βίον· ὑπὲρ οὗ δίκαιόν ἐστι, καθάπερ περὶ τῶν ἄλλων εἰθίσμεθα ποιεῖν, καὶ περὶ τούτου νῦν ἐπιφθέγξασθαι τὸν ἁρμόζοντα λόγον. ἐκείνῳ γὰρ ἐξ ἀρχῆς ἄλλο μὲν οὐδὲν ἐφόδιον ὑπῆρξε πρὸς βασιλείαν τῶν ἐκτός, πλοῦτος δὲ μόνον, ὃς μετὰ νοῦ μὲν καὶ τόλμης χειριζόμενος ὡς ἀληθῶς μεγάλην παρέχεται χρείαν πρὸς πᾶσαν ἐπιβολήν, ἄνευ δὲ τῶν προειρημένων τοῖς πλείστοις κακῶν παραίτιος πέφυκε γίνεσθαι καὶ συλλήβδην ἀπωλείας. καὶ γὰρ φθόνους γεννᾷ καὶ ἐπιβουλὰς καὶ πρὸς διαφθορὰν σώματος καὶ ψυχῆς μεγίστας ἔχει ῥοπάς. ὀλίγαι δέ τινές εἰσι ψυχαὶ παντάπασιν αἱ ταῦτα δυνάμεναι διωθεῖσθαι τῇ τοῦ πλούτου δυνάμει. διὸ καὶ τοῦ προειρημένου ἄξιον ἀγασθῆναι τὴν μεγαλοψυχίαν, ὅτι πρὸς οὐδὲν τῶν ἄλλων ἐπεβάλετο χρήσασθαι τοῖς χορηγίοις ἀλλὰ πρὸς βασιλείας κατάκτησιν, οὗ μεῖζον ἢ κάλλιον οὐδὲν οἷόν τ' ἐστὶν οὐδ' εἰπεῖν· ὃς τὴν ἀρχὴν ἐνεστήσατο τῆς προειρημένης ἐπιβολῆς οὐ μόνον διὰ τῆς εἰς τοὺς φίλους εὐεργεσίας καὶ χάριτος, ἀλλὰ καὶ διὰ τῶν κατὰ πόλεμον ἔργων. νικήσας γὰρ μάχῃ Γαλάτας, ὃ βαρύτατον καὶ μαχιμώτατον ἔθνος ἦν τότε κατὰ τὴν Ἀσίαν, ταύτην ἀρχὴν ἐποιήσατο καὶ τότε πρῶτον αὑτὸν ἔδειξε βασιλέα. τυχὼν δὲ τῆς τιμῆς ταύτης καὶ βιώσας ἔτη δύο πρὸς τοῖς ἑβδομήκοντα, τούτων δὲ βασιλεύσας τετταράκοντα καὶ τέτταρα, σωφρονέστατα μὲν ἐβίωσε καὶ σεμνότατα πρὸς γυναῖκα καὶ τέκνα, διεφύλαξε δὲ τὴν πρὸς πάντας τοὺς συμμάχους καὶ φίλους πίστιν, ἐναπέθανε δ' ἐν αὐτοῖς τοῖς καλλίστοις ἔργοις, ἀγωνιζόμενος ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας. τὸ δὲ μέγιστον, τέτταρας υἱοὺς ἐν ἡλικίᾳ καταλιπὼν οὕτως ἡρμόσατο τὰ κατὰ τὴν ἀρχὴν ὥστε παισὶ παίδων ἀστασίαστον παραδοθῆναι τὴν βασιλείαν.


iii. res italiae

Ὅτι ἐπὶ Μαρκέλλου Κλαυδίου ὑπάτου παρειληφότος τὴν ὕπατον ἀρχὴν ἧκον εἰς τὴν Ῥώμην οἵ τε παρὰ τοῦ Φιλίππου πρέσβεις οἵ τε παρὰ τοῦ Τίτου καὶ τῶν συμμάχων ὑπὲρ τῶν πρὸς Φίλιππον συνθηκῶν. λόγων δὲ πλειόνων γενομένων ἐν τῇ συγκλήτῳ, ταύτῃ μὲν ἐδόκει βεβαιοῦν τὰς ὁμολογίας· εἰς δὲ τὸν δῆμον εἰσενεχθέντος τοῦ διαβουλίου Μάρκος, αὐτὸς ἐπιθυμῶν τῆς εἰς τὴν Ἑλλάδα διαβάσεως, ἀντέλεγε καὶ πολλὴν ἐποιεῖτο σπουδὴν εἰς τὸ διακόψαι τὰς συνθήκας. οὐ μὴν ἀλλ' ὅ γε δῆμος κατὰ τὴν τοῦ Τίτου προαίρεσιν ἐπεκύρωσε τὰς διαλύσεις. ὧν ἐπιτελεσθεισῶν εὐθέως ἡ σύγκλητος ἄνδρας δέκα καταστήσασα τῶν ἐπιφανῶν ἐξέπεμπε τοὺς χειριοῦντας τὰ κατὰ τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου καὶ βεβαιώσοντας τοῖς Ἕλλησι τὴν ἐλευθερίαν. ἐποιήσαντο δὲ λόγους ἐν τῇ συγκλήτῳ καὶ περὶ τῆς συμμαχίας οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις, οἱ περὶ Δαμόξενον τὸν Αἰγιέα· γενομένης δ' ἀντιρρήσεως κατὰ τὸ παρὸν διὰ τὸ κατὰ πρόσωπον Ἠλείους μὲν ἀμφισβητεῖν τοῖς Ἀχαιοῖς ὑπὲρ τῆς Τριφυλίας, Μεσσηνίους δ' ὑπὲρ Ἀσίνης καὶ Πύλου, συμμάχους τότε Ῥωμαίων ὑπάρχοντας, Αἰτωλοὺς δὲ περὶ τῆς Ἡραιῶν πόλεως, ὑπέρθεσιν ἔλαβε τὸ διαβούλιον ἐπὶ τοὺς δέκα. καὶ τὰ μὲν κατὰ τὴν σύγκλητον ἐπὶ τούτοις ἦν.


iv. res graeciae

Ὅτι κατὰ τὴν Ἑλλάδα μετὰ τὴν μάχην Τίτου παραχειμάζοντος ἐν Ἐλατείᾳ Βοιωτοί, σπουδάζοντες ἀνακομίσασθαι τοὺς ἄνδρας τοὺς παρ' αὐτῶν στρατευσαμένους παρὰ τῷ Φιλίππῳ, διεπρεσβεύοντο περὶ τῆς ἀσφαλείας αὐτῶν πρὸς Τίτον. ὁ δὲ βουλόμενος ἐκκαλεῖσθαι τοὺς Βοιωτοὺς πρὸς τὴν σφετέραν εὔνοιαν διὰ τὸ προορᾶσθαι τὸν Ἀντίοχον, ἑτοίμως συνεχώρησεν. ταχὺ δὲ πάντων ἀνακομισθέντων ἐκ τῆς Μακεδονίας, ἐν οἷς ἦν καὶ Βραχύλλης, τοῦτον μὲν εὐθέως βοιωτάρχην κατέστησαν, παραπλησίως δὲ καὶ τοὺς ἄλλους τοὺς δοκοῦντας εἶναι φίλους τῆς Μακεδόνων οἰκίας ἐτίμων καὶ προῆγον οὐχ ἧττον ἢ πρότερον. ἔπεμψαν δὲ καὶ πρεσβείαν πρὸς τὸν Φίλιππον τὴν εὐχαριστήσουσαν ἐπὶ τῇ τῶν νεανίσκων ἐπανόδῳ, λυμαινόμενοι τὴν τοῦ Τίτου χάριν. ἃ συνορῶντες οἱ περὶ τὸν Ζεύξιππον καὶ Πεισίστρατον, καὶ πάντες οἱ δοκοῦντες εἶναι Ῥωμαίοις φίλοι δυσχερῶς ἔφερον, προορώμενοι τὸ μέλλον καὶ δεδιότες περὶ σφῶν αὐτῶν καὶ τῶν ἀναγκαίων· σαφῶς γὰρ ᾔδεισαν ὡς, ἐὰν μὲν οἱ Ῥωμαῖοι χωρισθῶσιν ἐκ τῆς Ἑλλάδος, ὁ δὲ Φίλιππος μένῃ παρὰ πλευράν, συνεπισχύων αἰεὶ τοῖς πρὸς σφᾶς ἀντιπολιτευομένοις, οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ Βοιωτίᾳ πολιτείαν. διὸ καὶ συμφρονήσαντες ἐπρέσβευον πρὸς Τίτον εἰς τὴν Ἐλάτειαν. συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους, ὑποδεικνύντες τὴν ὁρμὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθ' αὑτῶν καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων. καὶ τέλος ἐθάρρησαν εἰπεῖν ὡς, ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέδων. ὁ δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλομένους πράττειν οὐ κωλύειν· καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν Αἰτωλῶν στρατηγῷ. τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως ὁ προειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγομένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε, τρεῖς δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας τὰς χεῖρας τῷ Βραχύλλῃ.

Οὐδεὶς γὰρ οὕτως οὔτε μάρτυς ἐστι φοβερὸς οὔτε κατήγορος δεινὸς ὡς ἡ σύνεσις ἡ κατοικοῦς' ἐν ταῖς ἑκάστων ψυχαῖς.

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα, δι' ὧν ἔμελλε χειρίζεσθαι τὰ κατὰ τοὺς Ἕλληνας, κομίζοντες τὸ τῆς συγκλήτου δόγμα τὸ περὶ τῆς πρὸς Φίλιππον εἰρήνης. ἦν δὲ τὰ συνέχοντα τοῦ δόγματος ταῦτα, τοὺς μὲν ἄλλους Ἕλληνας πάντας, τούς τε κατὰ τὴν Ἀσίαν καὶ κατὰ τὴν Εὐρώπην, ἐλευθέρους ὑπάρχειν καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις· τοὺς δὲ ταττομένους ὑπὸ Φίλιππον καὶ τὰς πόλεις τὰς ἐμφρούρους παραδοῦναι Φίλιππον Ῥωμαίοις πρὸ τῆς τῶν Ἰσθμίων πανηγύρεως, Εὔρωμον δὲ καὶ Πήδασα καὶ Βαργύλια καὶ τὴν Ἰασέων πόλιν, ὁμοίως Ἄβυδον, Θάσον, Μύριναν, Πέρινθον, ἐλευθέρας ἀφεῖναι τὰς φρουρὰς ἐξ αὐτῶν μεταστησάμενον· περὶ δὲ τῆς τῶν Κιανῶν ἐλευθερώσεως Τίτον γράψαι πρὸς Προυσίαν κατὰ τὸ δόγμα τῆς συγκλήτου· τὰ δ' αἰχμάλωτα καὶ τοὺς αὐτομόλους ἅπαντας ἀποκαταστῆσαι Φίλιππον Ῥωμαίοις ἐν τοῖς αὐτοῖς χρόνοις, ὁμοίως δὲ καὶ τὰς καταφράκτους ναῦς πλὴν πέντε σκαφῶν καὶ τῆς ἑκκαιδεκήρους· δοῦναι δὲ καὶ χίλια τάλαντα, τούτων τὰ μὲν ἡμίση παραυτίκα, τὰ δ' ἡμίση κατὰ φόρους ἐν ἔτεσι δέκα.

Τούτου δὲ τοῦ δόγματος διαδοθέντος εἰς τοὺς Ἕλληνας οἱ μὲν ἄλλοι πάντες εὐθαρσεῖς ἦσαν καὶ περιχαρεῖς, μόνοι δ' Αἰτωλοί, δυσχεραίνοντες ἐπὶ τῷ μὴ τυγχάνειν ὧν ἤλπιζον, κατελάλουν τὸ δόγμα, φάσκοντες οὐ πραγμάτων, ἀλλὰ γραμμάτων μόνον ἔχειν αὐτὸ διάθεσιν. καί τινας ἐλάμβανον πιθανότητας ἐξ αὐτῶν τῶν ἐγγράπτων πρὸς τὸ διασείειν τοὺς ἀκούοντας τοιαύτας. ἔφασκον γὰρ εἶναι δύο γνώμας ἐν τῷ δόγματι περὶ τῶν ὑπὸ Φιλίππου φρουρουμένων πόλεων, τὴν μὲν μίαν ἐπιτάττουσαν ἐξάγειν τὰς φρουρὰς τὸν Φίλιππον, τὰς δὲ πόλεις παραδιδόναι Ῥωμαίοις, τὴν δ' ἑτέραν ἐξάγοντα τὰς φρουρὰς ἐλευθεροῦν τὰς πόλεις. τὰς μὲν οὖν ἐλευθερουμένας ἐπ' ὀνόματος δηλοῦσθαι, ταύτας δ' εἶναι τὰς κατὰ τὴν Ἀσίαν, τὰς δὲ παραδιδομένας Ῥωμαίοις φανερὸν ὅτι τὰς κατὰ τὴν Εὐρώπην. εἶναι δὲ ταύτας Ὠρεόν, Ἐρέτριαν, Χαλκίδα, Δημητριάδα, Κόρινθον. ἐκ δὲ τούτων εὐθεώρητον ὑπάρχειν πᾶσιν ὅτι μεταλαμβάνουσι τὰς Ἑλληνικὰς πέδας παρὰ Φιλίππου Ῥωμαῖοι, καὶ γίνεται μεθάρμοσις δεσποτῶν, οὐκ ἐλευθέρωσις τῶν Ἑλλήνων.

Ταῦτα μὲν οὖν ὑπ' Αἰτωλῶν ἐλέγετο κατακόρως. ὁ δὲ Τίτος ὁρμήσας ἐκ τῆς Ἐλατείας μετὰ τῶν δέκα καὶ κατάρας εἰς τὴν Ἀντίκυραν, παραυτίκα διέπλευσεν εἰς τὸν Κόρινθον, κἀκεῖ παραγενόμενος συνήδρευε μετὰ τούτων καὶ διελάμβανε περὶ τῶν ὅλων. πλεοναζούσης δὲ τῆς τῶν Αἰτωλῶν διαβολῆς καὶ πιστευομένης παρ' ἐνίοις, πολλοὺς καὶ ποικίλους ἠναγκάζετο ποιεῖσθαι λόγους ὁ Τίτος ἐν τῷ συνεδρίῳ, διδάσκων ὡς εἴπερ βούλονται καὶ τὴν τῶν Ἑλλήνων εὔκλειαν ὁλόκληρον περιποιήσασθαι, καὶ καθόλου πιστευθῆναι παρὰ πᾶσι διότι καὶ τὴν ἐξ ἀρχῆς ἐποιήσαντο διάβασιν οὐ τοῦ συμφέροντος ἕνεκεν, ἀλλὰ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἐκχωρητέον εἴη πάντων τῶν τόπων καὶ πάσας ἐλευθερωτέον τὰς πόλεις τὰς νῦν ὑπὸ Φιλίππου φρουρουμένας. ταύτην δὲ συνέβαινε γίνεσθαι τὴν ἀπορίαν ἐν τῷ συνεδρίῳ διὰ τὸ περὶ μὲν τῶν ἄλλων ἐν τῇ Ῥώμῃ προδιειλῆφθαι καὶ ῥητὰς ἔχειν τοὺς δέκα παρὰ τῆς συγκλήτου τὰς ἐντολάς, περὶ δὲ Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος ἐπιτροπὴν αὐτοῖς δεδόσθαι διὰ τὸν Ἀντίοχον, ἵνα βλέποντες πρὸς τοὺς καιροὺς βουλεύωνται περὶ τῶν προειρημένων πόλεων κατὰ τὰς αὑτῶν προαιρέσεις· ὁ γὰρ προειρημένος βασιλεὺς δῆλος ἦν ἐπέχων πάλαι τοῖς κατὰ τὴν Εὐρώπην πράγμασιν. οὐ μὴν ἀλλὰ τὸν μὲν Κόρινθον ὁ Τίτος ἔπεισε τὸ συνέδριον ἐλευθεροῦν παραχρῆμα καὶ τοῖς Ἀχαιοῖς ἐγχειρίζειν διὰ τὰς ἐξ ἀρχῆς ὁμολογίας, τὸν δ' Ἀκροκόρινθον καὶ Δημητριάδα καὶ Χαλκίδα παρακατέσχεν.

Δοξάντων δὲ τούτων, καὶ τῆς Ἰσθμίων πανηγύρεως ἐπελθούσης, καὶ σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τῶν ἐπιφανεστάτων ἀνδρῶν συνεληλυθότων διὰ τὴν προσδοκίαν τῶν ἀποβησομένων, πολλοὶ καὶ ποικίλοι καθ' ὅλην τὴν πανήγυριν ἐνέπιπτον λόγοι, τῶν μὲν ἀδύνατον εἶναι φασκόντων Ῥωμαίους ἐνίων ἀποστῆναι τόπων καὶ πόλεων, τῶν δὲ διοριζομένων ὅτι τῶν μὲν ἐπιφανῶν εἶναι δοκούντων τόπων ἀποστήσονται, τοὺς δὲ φαντασίαν μὲν ἔχοντας ἐλάττω, χρείαν δὲ τὴν αὐτὴν παρέχεσθαι δυναμένους καθέξουσι. καὶ τούτους εὐθέως ἐπεδείκνυσαν αὐτοὶ καθ' αὑτῶν διὰ τῆς πρὸς ἀλλήλους εὑρεσιλογίας. τοιαύτης δ' οὔσης ἐν τοῖς ἀνθρώποις τῆς ἀπορίας, ἁθροισθέντος τοῦ πλήθους εἰς τὸ στάδιον ἐπὶ τὸν ἀγῶνα, προελθὼν ὁ κῆρυξ καὶ κατασιωπησάμενος τὰ πλήθη διὰ τοῦ σαλπικτοῦ τόδε τὸ κήρυγμ' ἀνηγόρευσεν· " Ἡ σύγκλητος ἡ Ῥωμαίων καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Φωκέας, Λοκρούς, Εὐβοεῖς, Ἀχαιοὺς τοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούς". κρότου δ' ἐν ἀρχαῖς εὐθέως ἐξαισίου γενομένου τινὲς μὲν οὐδ' ἤκουσαν τοῦ κηρύγματος, τινὲς δὲ πάλιν ἀκούειν ἐβούλοντο. τὸ δὲ πολὺ μέρος τῶν ἀνθρώπων διαπιστούμενον καὶ δοκοῦν ὡς ἂν εἰ καθ' ὕπνον ἀκούειν τῶν λεγομένων διὰ τὸ παράδοξον τοῦ συμβαίνοντος, πᾶς τις ἐξ ἄλλης ὁρμῆς ἐβόα προάγειν τὸν κήρυκα καὶ τὸν σαλπικτὴν εἰς μέσον τὸ στάδιον καὶ λέγειν πάλιν ὑπὲρ τῶν αὐτῶν, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλομένων τῶν ἀνθρώπων μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ βλέπειν τὸν λέγοντα διὰ τὴν ἀπιστίαν τῶν ἀναγορευομένων. ὡς δὲ πάλιν ὁ κῆρυξ, προελθὼν εἰς τὸ μέσον καὶ κατασιωπησάμενος διὰ τοῦ σαλπικτοῦ τὸν θόρυβον, ἀνηγόρευσε ταὐτὰ καὶ ὡσαύτως τοῖς πρόσθεν, τηλικοῦτον συνέβη καταρραγῆναι τὸν κρότον ὥστε καὶ μὴ ῥᾳδίως ἂν ὑπὸ τὴν ἔννοιαν ἀγαγεῖν τοῖς νῦν ἀκούουσι τὸ γεγονός. ὡς δέ ποτε κατέληξεν ὁ κρότος, τῶν μὲν ἀθλητῶν ἁπλῶς οὐδεὶς οὐδένα λόγον εἶχεν ἔτι, πάντες δὲ διαλαλοῦντες, οἱ μὲν ἀλλήλοις, οἱ δὲ πρὸς σφᾶς αὐτούς, οἷον εἰ παραστατικοὶ τὰς διανοίας ἦσαν. ᾗ καὶ μετὰ τὸν ἀγῶνα διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς μικροῦ διέφθειραν τὸν Τίτον εὐχαριστοῦντες· οἱ μὲν γὰρ ἀντοφθαλμῆσαι κατὰ πρόσωπον καὶ σωτῆρα προσφωνῆσαι βουλόμενοι, τινὲς δὲ τῆς δεξιᾶς ἅψασθαι σπουδάζοντες, οἱ δὲ πολλοὶ στεφάνους ἐπιρριπτοῦντες καὶ λημνίσκους, παρ' ὀλίγον διέλυσαν τὸν ἄνθρωπον. δοκούσης δὲ τῆς εὐχαριστίας ὑπερβολικῆς γενέσθαι, θαρρῶν ἄν τις εἶπε διότι πολὺ καταδεεστέραν εἶναι συνέβαινε τοῦ τῆς πράξεως μεγέθους. θαυμαστὸν γὰρ ἦν καὶ τὸ Ῥωμαίους ἐπὶ ταύτης γενέσθαι τῆς προαιρέσεως καὶ τὸν ἡγούμενον αὐτῶν Τίτον, ὥστε πᾶσαν ὑπομεῖναι δαπάνην καὶ πάντα κίνδυνον χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· μέγα δὲ καὶ τὸ δύναμιν ἀκόλουθον τῇ προαιρέσει προσενέγκασθαι· τούτων δὲ μέγιστον ἔτι τὸ μηδὲν ἐκ τῆς τύχης ἀντιπαῖσαι πρὸς τὴν ἐπιβολήν, ἀλλ' ἁπλῶς ἅπαντα πρὸς ἕνα καιρὸν ἐκδραμεῖν, ὥστε διὰ κηρύγματος ἑνὸς ἅπαντας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας καὶ τοὺς τὴν Εὐρώπην ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους γενέσθαι, νόμοις χρωμένους τοῖς ἰδίοις.

Διελθούσης δὲ τῆς πανηγύρεως πρώτοις μὲν ἐχρημάτισαν τοῖς παρ' Ἀντιόχου πρεσβευταῖς, διακελευόμενοι τῶν ἐπὶ τῆς Ἀσίας πόλεων τῶν μὲν αὐτονόμων ἀπέχεσθαι καὶ μηδεμιᾷ πολεμεῖν, ὅσας δὲ νῦν παρείληφε τῶν ὑπὸ Πτολεμαῖον καὶ Φίλιππον ταττομένων, ἐκχωρεῖν. σὺν δὲ τούτοις προηγόρευον μὴ διαβαίνειν εἰς τὴν Εὐρώπην μετὰ δυνάμεως· οὐδένα γὰρ ἔτι τῶν Ἑλλήνων οὔτε πολεμεῖσθαι νῦν ὑπ' οὐδενὸς οὔτε δουλεύειν οὐδενί. καθόλου δὲ καὶ ἐξ αὑτῶν τινας ἔφασαν ἥξειν πρὸς τὸν Ἀντίοχον. ταύτας μὲν οὖν οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν λαβόντες τὰς ἀποκρίσεις ἐπανῆλθον· μετὰ δὲ τούτους εἰσεκαλοῦντο πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ πόλεων παραγεγονότας, καὶ τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφουν. Μακεδόνων μὲν οὖν τοὺς Ὀρέστας καλουμένους διὰ τὸ προσχωρῆσαι σφίσι κατὰ τὸν πόλεμον αὐτονόμους ἀφεῖσαν, ἠλευθέρωσαν δὲ Περραιβοὺς καὶ Δόλοπας καὶ Μάγνητας. Θετταλοῖς δὲ μετὰ τῆς ἐλευθερίας καὶ τοὺς Ἀχαιοὺς τοὺς Φθιώτας προσένειμαν, ἀφελόμενοι Θήβας τὰς Φθίας καὶ Φάρσαλον· οἱ γὰρ Αἰτωλοὶ περί τε τῆς Φαρσάλου μεγάλην ἐποιοῦντο φιλοτιμίαν, φάσκοντες αὑτῶν δεῖν ὑπάρχειν κατὰ τὰς ἐξ ἀρχῆς συνθήκας, ὁμοίως δὲ καὶ περὶ Λευκάδος. οἱ δ' ἐν τῷ συνεδρίῳ περὶ μὲν τούτων τῶν πόλεων ὑπερέθεντο τοῖς Αἰτωλοῖς τὸ διαβούλιον πάλιν ἐπὶ τὴν σύγκλητον, τοὺς δὲ Φωκέας καὶ τοὺς Λοκροὺς συνεχώρησαν αὐτοῖς ἔχειν, καθάπερ εἶχον καὶ πρότερον, ἐν τῇ συμπολιτείᾳ. Κόρινθον δὲ καὶ τὴν Τριφυλίαν καὶ τὴν Ἡραιῶν πόλιν Ἀχαιοῖς ἀπέδωκαν. Ὠρεὸν δ', ἔτι δὲ τὴν Ἐρετριέων πόλιν ἐδόκει μὲν τοῖς πλείοσιν Εὐμένει δοῦναι· Τίτου δὲ πρὸς τὸ συνέδριον διαστείλαντος οὐκ ἐκυρώθη τὸ διαβούλιον· διὸ καὶ μετά τινα χρόνον ἠλευθερώθησαν αἱ πόλεις αὗται διὰ τῆς συγκλήτου καὶ σὺν ταύταις Κάρυστος. ἔδωκαν δὲ καὶ Πλευράτῳ Λυχνίδα καὶ Πάρθον, οὔσας μὲν Ἰλλυρίδας, ὑπὸ Φίλιππον δὲ ταττομένας. Ἀμυνάνδρῳ δὲ συνεχώρησαν, ὅσα παρεσπάσατο κατὰ πόλεμον ἐρύματα τοῦ Φιλίππου, κρατεῖν τούτων.

Ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς, καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερτίνιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις ἐποίησε τὸ παραπλήσιον. πρὸς δὲ τὸν Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς τὸν βασιλέα Φίλιππον. ᾧ καὶ συμμίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν τὴν Ἀντιόχου παρουσίαν. τοῦ δὲ βασιλέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπ' ἐκείνου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον, καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μένειν ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν. πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πρᾴως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας, τῶν δὲ λοιδορούντων καὶ φασκόντων οὔτ' ἂν ἐπιβῆναι τῆς Ἑλλάδος οὐδέποτε Ῥωμαίους οὔτ' ἂν νικῆσαι Φίλιππον, εἰ μὴ δι' ἑαυτούς, τὸ μὲν ἀπολογεῖσθαι πρὸς ἕκαστα τούτων οἱ περὶ τὸν Γνάιον ἀπεδοκίμασαν, παρεκάλουν δ' αὐτοὺς πρεσβεύειν εἰς τὴν Ῥώμην, διότι πάντων παρὰ τῆς συγκλήτου τεύξονται τῶν δικαίων· ὃ καὶ πεισθέντες ἐποίησαν. καὶ τὸ μὲν τέλος τοῦ πρὸς Φίλιππον πολέμου τοιαύτην ἔσχε διάθεσιν.


v. res asiae

Ἐάν, τὸ δὴ λεγόμενον, τρέχωσι τὴν ἐσχάτην, ἐπὶ τοὺς Ῥωμαίους καταφεύξονται καὶ τούτοις ἐγχειριοῦσι σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.

Ὅτι προχωρούσης τῷ Ἀντιόχῳ κατὰ νοῦν τῆς ἐπιβολῆς παρόντι ἐν Θρᾴκῃ τῷ Ἀντιόχῳ κατέπλευσαν εἰς Σηλυβρίαν οἱ περὶ Λεύκιον Κορνήλιον. οὗτοι δ' ἦσαν παρὰ τῆς συγκλήτου πρέσβεις ἐπὶ τὰς διαλύσεις ἐξαπεσταλμένοι τὰς Ἀντιόχου καὶ Πτολεμαίου. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἧκον καὶ τῶν δέκα Πόπλιος μὲν Λέντλος ἐκ Βαργυλίων, Λεύκιος δὲ Τερέντιος καὶ Πόπλιος Οὐίλλιος ἐκ Θάσου. ταχὺ δὲ τῷ βασιλεῖ διασαφηθείσης τῆς τούτων παρουσίας, πάντες ἐν ὀλίγαις ἡμέραις ἡθροίσθησαν εἰς τὴν Λυσιμάχειαν. συνεκύρησαν δὲ καὶ οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν οἱ πρὸς τὸν Τίτον ἀποσταλέντες εἰς τὸν καιρὸν τοῦτον. αἱ μὲν οὖν κατ' ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα γενομένης συνεδρείας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοιοτέραν ἔλαβε τὰ πράγματα διάθεσιν. ὁ γὰρ Λεύκιος ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων πόλεων, ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν, παραχωρεῖν τὸν Ἀντίοχον, τῶν δ' ὑπὸ Φίλιππον διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι· γελοῖον γὰρ εἶναι τὰ Ῥωμαίων ἆθλα τοῦ γεγονότος αὐτοῖς πολέμου πρὸς Φίλιππον Ἀντίοχον ἐπελθόντα παραλαμβάνειν. παρῄνει δὲ καὶ τῶν αὐτονόμων ἀπέχεσθαι πόλεων. καθόλου δ' ἔφη θαυμάζειν τίνι λόγῳ τοσαύταις μὲν πεζικαῖς, τοσαύταις δὲ ναυτικαῖς δυνάμεσι πεποίηται τὴν εἰς τὴν Εὐρώπην διάβασιν· πλὴν γὰρ τοῦ προτίθεσθαι Ῥωμαίοις ἐγχειρεῖν αὐτόν, οὐδ' ἔννοιαν ἑτέραν καταλείπεσθαι παρὰ τοῖς ὀρθῶς λογιζομένοις. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτ' εἰπόντες ἀπε σιώπησαν· ὁ δὲ βασιλεὺς πρῶτον μὲν διαπορεῖν ἔφη κατὰ τίνα λόγον ἀμφισβητοῦσι πρὸς αὐτὸν ὑπὲρ τῶν ἐπὶ τῆς Ἀσίας πόλεων· πᾶσι γὰρ μᾶλλον ἐπιβάλλειν τοῦτο ποιεῖν ἢ Ῥωμαίοις. δεύτερον δ' ἠξίου μηδὲν αὐτοὺς πολυπραγμονεῖν καθόλου τῶν κατὰ τὴν Ἀσίαν· οὐδὲ γὰρ αὐτὸς περιεργάζεσθαι τῶν κατὰ τὴν Ἰταλίαν ἁπλῶς οὐδέν. εἰς δὲ τὴν Εὐρώπην ἔφη διαβεβηκέναι μετὰ τῶν δυνάμεων ἀνακτησόμενος τὰ κατὰ τὴν Χερρόνησον καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις· τὴν γὰρ τῶν τόπων τούτων ἀρχὴν μάλιστα πάντων αὑτῷ καθήκειν. εἶναι μὲν γὰρ ἐξ ἀρχῆς τὴν δυναστείαν ταύτην Λυσιμάχου, Σελεύκου δὲ πολεμήσαντος πρὸς αὐτὸν καὶ κρατήσαντος τῷ πολέμῳ πᾶσαν τὴν Λυσιμάχου βασιλείαν δορίκτητον γενέσθαι Σελεύκου. κατὰ δὲ τοὺς τῶν αὑτοῦ προγόνων περισπασμοὺς ἐν τοῖς ἑξῆς χρόνοις πρῶτον μὲν Πτολεμαῖον παρασπασάμενον σφετερίσασθαι τοὺς τόπους τούτους, δεύτερον δὲ Φίλιππον. αὐτὸς δὲ νῦν οὐ κτᾶσθαι τοῖς Φιλίππου καιροῖς συνεπιτιθέμενος, ἀλλ' ἀνακτᾶσθαι τοῖς ἰδίοις δικαίοις συγχρώμενος. Λυσιμαχεῖς δέ, παραλόγως ἀναστάτους γεγονότας ὑπὸ Θρᾳκῶν, οὐκ ἀδικεῖν Ῥωμαίους κατάγων καὶ συνοικίζων· ποιεῖν γὰρ τοῦτ' ἔφη βουλόμενος οὐ Ῥωμαίοις τὰς χεῖρας ἐπιβαλεῖν, Σελεύκῳ δ' οἰκητήριον ἑτοιμάζειν. τὰς δ' αὐτονόμους τῶν κατὰ τὴν Ἀσίαν πόλεων οὐ διὰ τῆς Ῥωμαίων ἐπιταγῆς δέον εἶναι τυγχάνειν τῆς ἐλευθερίας, ἀλλὰ διὰ τῆς αὑτοῦ χάριτος. τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς ἔφη διεξάξειν εὐδοκουμένως ἐκείνῳ· κρίνειν γὰρ οὐ φιλίαν μόνον, ἀλλὰ καὶ μετὰ τῆς φιλίας ἀναγκαιότητα συντίθεσθαι πρὸς αὐτόν. Τῶν δὲ περὶ τὸν Λεύκιον οἰομένων δεῖν καλεῖσθαι τοὺς Λαμψακηνοὺς καὶ τοὺς Σμυρναίους καὶ δοῦναι λόγον αὐτοῖς, ἐγένετο τοῦτο. παρῆσαν δὲ παρὰ μὲν Λαμψακηνῶν οἱ περὶ Παρμενίωνα καὶ Πυθόδωρον, παρὰ δὲ Σμυρναίων οἱ περὶ Κοίρανον. ὧν μετὰ παρρησίας διαλεγομένων, δυσχεράνας ὁ βασιλεὺς ἐπὶ τῷ δοκεῖν λόγον ὑπέχειν ἐπὶ Ῥωμαίων τοῖς πρὸς αὐτὸν ἀμφισβητοῦσι, μεσολαβήσας τὸν Παρμενίωνα " Παῦσαι" φησὶ "τῶν πολλῶν· οὐ γὰρ ἐπὶ Ῥωμαίων, ἀλλ' ἐπὶ Ῥοδίων ὑμῖν εὐδοκῶ διακριθῆναι περὶ τῶν ἀντιλεγομένων. " καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσαν τὸν σύλλογον, οὐδαμῶς εὐδοκήσαντες ἀλλήλοις.


vi. res aegypti

Τῶν γὰρ παραβόλων καὶ καλῶν ἔργων ἐφίενται μὲν πολλοί, τολμῶσι δ' ὀλίγοι ψαύειν. καίτοι πολὺ καλλίους ἀφορμὰς εἶχε Σκόπας Κλεομένους πρὸς τὸ παραβάλλεσθαι καὶ τολμᾶν. ἐκεῖνος μὲν γὰρ προκαταληφθεὶς εἰς αὐτὰς συνεκλείσθη τὰς ἐν τοῖς ἰδίοις οἰκέταις καὶ φίλοις ἐλπίδας· ἀλλ' ὅμως οὐδὲ ταύτας ἐγκατέλιπεν, ἀλλ' ἐφ' ὅσον ἦν δυνατὸς ἐξήλεγξε, τὸ καλῶς ἀποθανεῖν τοῦ ζῆν αἰσχρῶς περὶ πλείονος ποιησάμενος. Σκόπας δέ, καὶ χεῖρα βαρεῖαν ἔχων συνεργὸν καὶ καιρόν, ἅτε τοῦ βασιλέως ἔτι παιδὸς ὄντος, μέλλων καὶ βουλευόμενος προκατελήφθη. γνόντες γὰρ αὐτὸν οἱ περὶ τὸν Ἀριστομένην συναθροίζοντα τοὺς φίλους εἰς τὴν ἰδίαν οἰκίαν καὶ συνεδρεύοντα μετὰ τούτων, πέμψαντές τινας τῶν ὑπασπιστῶν ἐκάλουν εἰς τὸ συνέδριον. ὁ δ' οὕτως παρειστήκει τῶν φρενῶν ὡς οὔτε πράττειν ἐτόλμα τῶν ἑξῆς οὐδὲν οὔτε καλούμενος ὑπὸ τοῦ βασιλέως οἷός τ' ἦν πειθαρχεῖν, ὃ πάντων ἐστὶν ἔσχατον, ἕως οἱ περὶ τὸν Ἀριστομένην γνόντες αὐτοῦ τὴν ἀλογίαν τοὺς μὲν στρατιώτας καὶ τὰ θηρία περιέστησαν περὶ τὴν οἰκίαν, Πτολεμαῖον δὲ τὸν Εὐμένους πέμψαντες μετὰ νεανίσκων ἄγειν αὐτὸν ἐκέλευον, ἐὰν μὲν ἑκὼν βούληται πειθαρχεῖν, εἰ δὲ μή, μετὰ βίας. τοῦ δὲ Πτολεμαίου παρεισελθόντος εἰς τὴν οἰκίαν καὶ δηλοῦντος ὅτι καλεῖ Σκόπαν ὁ βασιλεύς, τὰς μὲν ἀρχὰς οὐ προσεῖχε τοῖς λεγομένοις, ἀλλὰ καὶ βλέπων εἰς τὸν Πτολεμαῖον ἀτενὲς ἔμενε καὶ πλείω χρόνον ὡς ἂν εἰ προσανατεινόμενος αὐτῷ καὶ θαυμάζων τὴν τόλμαν. ὡς δ' ἐπελθὼν ὁ Πτολεμαῖος θρασέως ἐπελάβετο τῆς χλαμύδος αὐτοῦ, τότε βοηθεῖν ἠξίου τοὺς παρόντας. ὄντων δὲ καὶ τῶν εἰσελθόντων νεανίσκων πλειόνων καὶ τὴν ἔξω περίστασιν διασαφήσαντός τινος, συνείξας τοῖς παροῦσιν ἠκολούθει μετὰ τῶν φίλων. Ἅμα δὲ τῷ παρελθεῖν εἰς τὸ συνέδριον βραχέα μὲν ὁ βασιλεὺς κατηγόρησε, μετὰ δὲ τοῦτον Πολυκράτης, ἄρτι παραγεγονὼς ἀπὸ Κύπρου, τελευταῖος δ' Ἀριστομένης. ἦν δὲ τὰ μὲν ἄλλα παραπλήσιος ἡ κατηγορία πάντων τοῖς ἄρτι ῥηθεῖσι, προσετέθη δὲ τοῖς προειρημένοις ἡ μετὰ τῶν φίλων συνεδρεία καὶ τὸ μὴ πειθαρχῆσαι καλούμενον ὑπὸ τοῦ βασιλέως. ἐφ' οἷς οὐ μόνον οἱ τοῦ συνεδρίου κατεγίνωσκον αὐτοῦ πάντες, ἀλλὰ καὶ τῶν ἔξωθεν τῶν πρεσβευτῶν οἱ συμπαρόντες. ὁ δ' Ἀριστομένης, ὅτε κατηγορεῖν ἔμελλε, πολλοὺς μὲν καὶ ἑτέρους παρέλαβε τῶν ἐπιφανῶν ἀνδρῶν ἀπὸ τῆς Ἑλλάδος, καὶ τοὺς παρὰ τῶν Αἰτωλῶν δὲ πρεσβεύοντας ἐπὶ τὰς διαλύσεις, ἐν οἷς ἦν καὶ Δωρίμαχος ὁ Νικοστράτου. ῥηθέντων δὲ τούτων μεταλαβὼν ὁ Σκόπας ἐπειρᾶτο μὲν φέρειν τινὰς ἀπολογισμούς, οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὴν τῶν πραγμάτων ἀλογίαν, εὐθέως οὗτος μὲν εἰς φυλακὴν ἀπήγετο μετὰ τῶν φίλων· ὁ δ' Ἀριστομένης ἐπιγενομένης τῆς νυκτὸς τὸν μὲν Σκόπαν καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ φίλους πάντας διέφθειρε φαρμάκῳ, Δικαιάρχῳ δὲ καὶ στρέβλας καὶ μάστιγας προσαγαγὼν οὕτως αὐτὸν ἐπανείλετο, λαβὼν παρ' αὐτοῦ δίκην καθήκουσαν καὶ κοινὴν ὑπὲρ πάντων τῶν Ἑλλήνων. ὁ γὰρ Δικαίαρχος οὗτος ἦν, ὃν Φίλιππος, ὅτε προέθετο παρασπονδεῖν τὰς Κυκλάδας νήσους καὶ τὰς ἐφ' Ἑλλησπόντου πόλεις, ἀπέδειξε τοῦ στόλου παντὸς ἡγεμόνα καὶ τῆς ὅλης πράξεως προστάτην. ὃς ἐπὶ πρόδηλον ἀσέβειαν ἐκπεμπόμενος οὐχ οἷον ἄτοπόν τι πράττειν ἐνόμιζεν, ἀλλὰ τῇ τῆς ἀπονοίας ὑπερβολῇ καὶ τοὺς θεοὺς ὑπέλαβε καταπλήξεσθαι καὶ τοὺς ἀνθρώπους· οὗ γὰρ ὁρμίσειε τὰς ναῦς, δύο κατεσκεύαζε βωμούς, τὸν μὲν Ἀσεβείας, τὸν δὲ Παρανομίας, καὶ ἐπὶ τούτοις ἔθυε καὶ τούτους προσεκύνει καθάπερ ἂν εἰ δαίμονας. διὸ καὶ δοκεῖ μοι τυχεῖν τῆς ἁρμοζούσης δίκης καὶ παρὰ θεῶν καὶ παρ' ἀνθρώπων· παρὰ φύσιν γὰρ ἐνστησάμενος τὸν αὑτοῦ βίον εἰκότως παρὰ φύσιν καὶ τῆς εἱμαρμένης ἔτυχε. τῶν δὲ λοιπῶν Αἰτωλῶν τοὺς βουλομένους εἰς τὴν οἰκείαν ἀπαλλάττεσθαι πάντας ἀπέλυσεν ὁ βασιλεὺς μετὰ τῶν ὑπαρχόντων. Σκόπα δὲ καὶ ζῶντος μὲν ἐπίσημος ἦν ἡ φιλαργυρία πολὺ γὰρ δή τι τοὺς ἄλλους ἀνθρώπους ὑπερέθετο κατὰ τὴν πλεονεξίαν ἀποθανόντος δὲ καὶ μᾶλλον ἐγενήθη διὰ τοῦ πλήθους τοῦ χρυσίου καὶ τῆς κατασκευῆς τῆς εὑρημένης παρ' αὐτῷ. λαβὼν γὰρ συνεργὸν τὴν ἀγριότητα τὴν Χαριμόρτου καὶ τὴν μέθην, ἄρδην ἐξετοιχωρύχησε τὴν βασιλείαν.

Ἐπειδὴ δὲ τὰ κατὰ τοὺς Αἰτωλοὺς ἔθεντο καλῶς οἱ περὶ τὴν αὐλήν, εὐθέως ἐγίνοντο περὶ τὸ ποιεῖν Ἀνακλητήρια τοῦ βασιλέως, οὐδέπω μὲν τῆς ἡλικίας κατεπειγούσης, νομίζοντες δὲ λήψεσθαί τινα τὰ πράγματα κατάστασιν καὶ πάλιν ἀρχὴν τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς, δόξαντος αὐτοκράτορος ἤδη γεγονέναι τοῦ βασιλέως. χρησάμενοι δὲ ταῖς παρασκευαῖς μεγαλομερῶς, ἐπετέλουν τὴν πρᾶξιν ἀξίως τοῦ τῆς βασιλείας προσχήματος, πλεῖστα Πολυκράτους δοκοῦντος εἰς τὴν ἐπιβολὴν ταύτην αὐτοῖς συνηργηκέναι. ὁ γὰρ προειρημένος ἀνὴρ καὶ κατὰ τὸν πατέρα μὲν ἔτι νέος ὢν οὐδενὸς ἐδόκει τῶν περὶ τὴν αὐλὴν δευτερεύειν οὔτε κατὰ τὴν πίστιν οὔτε κατὰ τὰς πράξεις, ὁμοίως δὲ κατὰ τὸν ἐνεστῶτα βασιλέα. πιστευθεὶς γὰρ τῆς Κύπρου καὶ τῶν ἐν ταύτῃ προσόδων ἐν καιροῖς ἐπισφαλέσι καὶ ποικίλοις, οὐ μόνον διεφύλαξε τῷ παιδὶ τὴν νῆσον, ἀλλὰ καὶ πλῆθος ἱκανὸν ἥθροισε χρημάτων, ἃ τότε παραγεγόνει κομίζων τῷ βασιλεῖ, παραδεδωκὼς τὴν ἀρχὴν τῆς Κύπρου Πτολεμαίῳ τῷ Μεγαλοπολίτῃ. τυχὼν δὲ διὰ ταῦτα μεγάλης ἀποδοχῆς καὶ περιουσίας ἐν τοῖς ἑξῆς χρόνοις, μετὰ ταῦτα προβαινούσης τῆς ἡλικίας ὁλοσχερῶς εἰς ἀσέλγειαν ἐξώκειλε καὶ βίον ἀσυρῆ. παραπλησίαν δέ τινα τούτῳ φήμην ἐκληρονόμησεν ἐπὶ γήρως καὶ Πτολεμαῖος ὁ Ἀγησάρχου. περὶ ὧν, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, οὐκ ὀκνήσομεν διασαφεῖν τὰ παρακολουθήσαντα ταῖς ἐξουσίαις αὐτῶν ἀπρεπῆ.