Ιστορίαι/θ'
←Βιβλίο Η΄ | Ἱστορίαι Συγγραφέας: Βιβλίο Θ΄ |
Βιβλίο Ι΄→ |
i. ex prooemio
Αἱ μὲν οὖν ἐπιφανέσταται πράξεις τῶν ὑπὸ τῆς προειρημένης ὀλυμπιάδος περιληφθεισῶν καὶ τοῦ τετραετοῦς διαστήματος, ὅ φαμεν δεῖν ὀλυμπιάδα νομίζειν, εἰσὶν αὗται· περὶ ὧν ἡμεῖς ἐν δυσὶ βυβλίοις πειρασόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν. οὐκ ἀγνοῶ δὲ διότι συμβαίνει τὴν πραγματείαν ἡμῶν ἔχειν αὐστηρόν τι καὶ πρὸς ἓν γένος ἀκροατῶν οἰκειοῦσθαι καὶ κρίνεσθαι διὰ τὸ μονοειδὲς τῆς συντάξεως. οἱ μὲν γὰρ ἄλλοι συγγραφεῖς σχεδὸν ἅπαντες, εἰ δὲ μή γ', οἱ πλείους, πᾶσι τοῖς τῆς ἱστορίας μέρεσι χρώμενοι πολλοὺς ἐφέλκονται πρὸς ἔντευξιν τῶν ὑπομνημάτων. τὸν μὲν γὰρ φιλήκοον ὁ γενεαλογικὸς τρόπος ἐπισπᾶται, τὸν δὲ πολυπράγμονα καὶ περιττὸν ὁ περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας, καθά που καὶ παρ' Ἐφόρῳ λέγεται, τὸν δὲ πολιτικὸν ὁ περὶ τὰς πράξεις τῶν ἐθνῶν καὶ πόλεων καὶ δυναστῶν. ἐφ' ὃν ἡμεῖς ψιλῶς κατηντηκότες καὶ περὶ τοῦτον πεποιημένοι τὴν ὅλην τάξιν, πρὸς ἓν μέν τι γένος, ὡς προεῖπον, οἰκείως ἡρμόσμεθα, τῷ δὲ πλείονι μέρει τῶν ἀκροατῶν ἀψυχαγώγητον παρεσκευάκαμεν τὴν ἀνάγνωσιν. τίνος δὲ χάριν τἄλλα μέρη τῆς ἱστορίας ἀποδοκιμάσαντες αὐτὰ τὰ κατὰ τὰς πράξεις προειλάμεθα γράφειν, ἐν ἑτέροις ἡμῖν εἴρηται διὰ πλειόνων, κεφαλαιωδῶς γε μὴν οὐδὲν ἐπέχει καὶ νῦν ἐμφάσεως χάριν ὑπομνῆσαι τοὺς ἀκούοντας.
Πολλῶν γὰρ καὶ πολλαχῶς ἐξηριθμημένων τά τε περὶ τὰς γενεαλογίας καὶ μύθους καὶ περὶ τὰς ἀποικίας, ἔτι δὲ συγγενείας καὶ κτίσεις, λοιπὸν ἢ τὰ ἀλλότρια δεῖ λέγειν ὡς ἴδια τὸν νῦν περὶ τούτων πραγματευόμενον, ὃ πάντων ἐστὶν αἴσχιστον, ἢ τοῦτο μὴ βουλόμενον προδήλως ματαιοπονεῖν, ὑπὲρ τοιούτων ὁμολογοῦντα συντάττεσθαι καὶ φροντίζειν, ἃ διὰ τῶν προγενεστέρων ἱκανῶς δεδήλωται καὶ παραδέδοται τοῖς ἐπιγινομένοις. ταῦτα μὲν οὖν παρελείφθη τούτων ἕνεκα καὶ πλειόνων ἑτέρων· ὁ δὲ πραγματικὸς τρόπος ἐνεκρίθη πρῶτον μὲν διὰ τὸ καινοποιεῖσθαι συνεχῶς καὶ καινῆς ἐξηγήσεως δεῖσθαι τῷ μὴ συμβατὸν εἶναι τοῖς ἀρχαίοις τὸ τὰς ἐπιγινομένας πράξεις ἡμῖν ἐξαγγεῖλαι, δεύτερον δὲ καὶ διὰ τὸ πάντων ὠφελιμώτατον αὐτὸν καὶ πρὸ τοῦ μέν, μάλιστα δὲ νῦν ὑπάρχειν, τῷ τὰς ἐμπειρίας καὶ τέχνας ἐπὶ τοσοῦτον προκοπὴν εἰληφέναι καθ' ἡμᾶς ὥστε πᾶν τὸ παραπῖπτον ἐκ τῶν καιρῶν ὡς ἂν εἰ μεθοδικῶς δύνασθαι χειρίζειν τοὺς φιλομαθοῦντας. διόπερ ἡμεῖς οὐχ οὕτως τῆς τέρψεως στοχαζόμενοι τῶν ἀναγνωσομένων ὡς τῆς ὠφελείας τῶν προσεχόντων, τἄλλα παρέντες ἐπὶ τοῦτο τὸ μέρος κατηνέχθημεν. περὶ μὲν οὖν τούτων οἱ συνεφιστάνοντες ἐπιμελῶς ἡμῶν τοῖς ὑπομνήμασι βεβαιότατα μαρτυρήσουσι τοῖς νῦν λεγομένοις.
ii. res italiae
Ἀννίβας δὲ κύκλῳ περιλαμβάνων τὸν χάρακα τοῦ Ἀππίου τὸ μὲν πρῶτον ἠκροβολίζετο καὶ κατεπείραζε, βουλόμενος ἐκκαλεῖσθαι πρὸς μάχην· οὐδενὸς δὲ συνυπακούοντος τέλος ἐγίνετο πολιορκίᾳ παραπλήσιον τὸ συμβαῖνον, τῶν μὲν ἱππέων ἐπιφερομένων ταῖς ἴλαις καὶ μετὰ κραυγῆς εἰσακοντιζόντων εἰς τὴν παρεμβολήν, τῶν δὲ πεζῶν κατὰ σπείρας προσπιπτόντων καὶ διασπᾶν τὸ χαράκωμα πειρωμένων. οὐ μὴν ἀλλ' οὐδ' ὣς ἐδύνατο κινῆσαι τοὺς Ῥωμαίους ἐκ τῆς ὑποκειμένης προθέσεως, ἀλλὰ τοῖς μὲν εὐζώνοις ἀπετρίβοντο τοὺς προσπίπτοντας πρὸς τὸν χάρακα, τοῖς δὲ βαρέσι τῶν ὅπλων ἀσφαλιζόμενοι τὴν ἐπιφορὰν τῶν βελῶν ἔμενον ἐν τάξει κατὰ τὰς σημαίας. Ἀννίβας δὲ δυσαρεστούμενος τοῖς ὅλοις διὰ τὸ μήτε παραπεσεῖν εἰς τὴν πόλιν δύνασθαι μήτ' ἐκκαλεῖσθαι τοὺς Ῥωμαίους, ἐβουλεύετο περὶ τῶν ἐνεστώτων τί χρὴ ποιεῖν. ἐμοὶ δ' οὐ μόνοις ἂν δοκεῖ Καρχηδονίοις τὰ τότε συμβαίνοντα παρέχειν ἀπορίαν, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων τοῖς πυθομένοις. τίς γὰρ οὐκ ἂν ἀπιστήσαι πῶς Ῥωμαῖοι, πολλαῖς μὲν ἡττημένοι μάχαις ὑπὸ Καρχηδονίων, οὐ τολμῶντες δὲ κατὰ πρόσωπον ἔτι συγκαθίστασθαι τοῖς ὑπεναντίοις, ὅμως οὔτ' εἴκειν οἷοί τ' ἦσαν οὔτ' ἐκχωρεῖν τῶν ὑπαίθρων; καὶ τὸν μὲν πρὸ τοῦ χρόνον ἀντιπαρῆγον μόνον ἀεὶ ταῖς ὑπωρείαις, τότε δὲ καθίσαντες εἰς τὰ πεδία καὶ τὸν ἐπιφανέστατον τόπον τῆς Ἰταλίας ἐπολιόρκουν τὴν ἰσχυροτάτην πόλιν, κύκλῳ προσμαχομένων αὐτοῖς τῶν πολεμίων, πρὸς οὓς οὐδ' ἐπινοήσαντες οἷοί τ' ἦσαν ἀντοφθαλμεῖν· Καρχηδόνιοί τ', ἀδιαλείπτως νικῶντες ταῖς μάχαις, οὐχ ἧττον ἐνίοις καιροῖς ἐδυσχρηστοῦντο τῶν ἡττωμένων. δοκεῖ δέ μοι παραίτιον τοῦτο γεγονέναι τῆς ἑκατέρων προαιρέσεως, τὸ παρ' ἀμφοῖν συντεθεωρῆσθαι διότι τὸ παρ' Ἀννίβου σύνταγμα τῶν ἱππέων αἴτιον ἦν καὶ τοῦ νικᾶν τοὺς Καρχηδονίους καὶ τοῦ λείπεσθαι τοὺς Ῥωμαίους. διόπερ αἵ τε τῶν ἡττωμένων στρατοπέδων ἀντιπαραγωγαὶ μετὰ τὰς μάχας εὐθέως κατὰ λόγον ἐγίνοντο· διὰ γὰρ τόπων τοιούτων ἀντιπαρῆγον ἐν οἷς οὐδὲν ἔμελλε βλάψειν αὐτοὺς τὸ τῶν ὑπεναντίων ἱππικόν. τά τε περὶ τὴν Καπύην τότε συμβαίνοντ' εἰκότως ἑκατέροις ἀπήντα.
Τὸ μὲν γὰρ τῶν Ῥωμαίων στρατόπεδον ἐξιέναι μὲν πρὸς μάχην οὐκ ἐθάρρει τῷ δεδιέναι τοὺς τῶν πολεμίων ἱππεῖς, ἔμενε δ' ἐν τῇ παρεμβολῇ τετολμηκότως, σαφῶς εἰδὸς ἀβλαβῆ τὴν ἵππον αὐτοῖς ἐσομένην, ὑφ' ἧς ἐν ταῖς μάχαις ἡττᾶτο. οἵ τε Καρχηδόνιοι πάλιν εὐλόγως οὔτε στρατοπεδεύσαντες μετὰ τῆς ἵππου μένειν ἐδύναντο πλείω χρόνον διὰ τὸ τὰ μὲν ἐν τῇ παρακειμένῃ χώρᾳ χορτάσματα πάντα κατεφθαρκέναι τοὺς Ῥωμαίους αὐτοῦ τούτου χάριν, τοῖς δὲ νώτοις οὐκ ἐφικτὸν εἶναι τοσαύτῃ μὲν ἵππῳ, τοσούτοις δ' ὑποζυγίοις κατανύσαι χόρτον ἢ κριθὰς κομίζοντας ἐκ μακροῦ διαστήματος· οὔτε μὴν ἄνευ τῶν ἱππέων παραστρατοπεδεύσαντες ἐθάρρουν πολιορκεῖν χάρακα καὶ τάφρον προβεβλημένους τοὺς ὑπεναντίους, πρὸς οὓς καὶ τὸν ἐξ ἴσου κίνδυνον αὐτοῖς ἀμφίδοξον εἶναι συνέβαινε χωρὶς τῶν ἱππέων. ἔτι δὲ πρὸς τούτοις ἠγωνίων καὶ τοὺς ἐπικαθισταμένους ὑπάτους μὴ παραγενηθέντες ἐπιστρατοπεδεύσαιεν καὶ πολλὴν ἀπορίαν σφίσι παραστήσαιεν, ἀφελόμενοι τὴν τῶν χορηγιῶν ἐπάρκειαν. ἐξ ὧν συλλογιζόμενος Ἀννίβας ἀδύνατον ὑπάρχον τὸ διὰ τῆς ἐκ χειρὸς βίας λῦσαι τὴν πολιορκίαν, ἐπ' ἄλλης ἐγένετο γνώμης. ὑπέλαβε γάρ, εἰ λαθραίαν ποιησάμενος τὴν πορείαν αἰφνιδίως ἐπιφανείη τοῖς κατὰ τὴν Ῥώμην τόποις, ἴσως μὲν ἂν καὶ περὶ τὴν πόλιν ἀνύσασθαί τι τῶν χρησίμων, ἐκπλήξας τῷ παραδόξῳ τοὺς ἐνοικοῦντας· εἰ δὲ μὴ τοῦτο, τούς γε περὶ τὸν Ἄππιον ἀναγκάσειν ἢ λύειν τὴν πολιορκίαν, σπεύδοντας τῇ πατρίδι βοηθεῖν, ἢ διαιροῦντας τὴν δύναμιν εὐκαταγωνίστους ὑπάρξειν καὶ τοὺς βοηθοῦντας καὶ τοὺς ἀπολειπομένους αὐτῶν.
Ἃ διανοηθεὶς ἐξέπεμψε γραμματοφόρον εἰς τὴν Καπύην, πείσας τινὰ τῶν Λιβύων αὐτομολῆσαι πρὸς τοὺς Ῥωμαίους, κἀκεῖθεν εἰς τὴν πόλιν, προνοηθεὶς τῆς τῶν γραμμάτων ἀσφαλείας· πάνυ γὰρ ἠγωνία μὴ θεωρήσαντες αὐτὸν ἀπαλλαττόμενον οἱ Καπυανοί, κἄπειτα διατραπέντες ὡς ἀπηλπισμένοι, παραδῶσι τοῖς Ῥωμαίοις ἑαυτούς. διὸ γράψας ὑπὲρ τῆς ἐπιβολῆς τῆς κατὰ τὴν ἀναζυγὴν ἀπέστειλε τὸν Λίβυν, ἵνα συνέντες τὴν πρόθεσιν αὐτοῦ καὶ τὸν χωρισμὸν εὐθαρσῶς ὑπομένοιεν τὴν πολιορκίαν. τοῖς δ' ἐν Ῥώμῃ προσπεπτωκότων τῶν περὶ τὴν Καπύην, διότι παρεστρατοπεδευκὼς Ἀννίβας πολιορκεῖ τὰς δυνάμεις αὐτῶν, ὀρθοὶ ταῖς διανοίαις καὶ περίφοβοι πάντες ἦσαν, ὡς καὶ πρὸς τὰ ὅλα διατεινούσης τῆς ἐνεστηκυίας κρίσεως· διὸ καὶ ταῖς ἐξαποστολαῖς καὶ ταῖς παρασκευαῖς πρὸς τοῦτο τὸ μέρος ὅλοι καὶ πάντες ἐνενεύκεισαν. οἱ δὲ Καπυανοὶ κομισάμενοι τὰ παρὰ τοῦ Λίβυος γράμματα καὶ γνόντες τὴν ἐπίνοιαν τῶν Καρχηδονίων, ἔμενον ἐπὶ τῶν ὑποκειμένων, κρίνοντες ἔτι ταύτην ἐξελέγξαι τὴν ἐλπίδα. Ἀννίβας δὲ μετὰ πέμπτην ἡμέραν τῆς παρουσίας, δειπνοποιησάμενος καὶ καταλιπὼν τὰ πυρὰ καιόμενα, τοιαύτην ἐποίησε τὴν ἀναζυγὴν ὥστε μηδένα συνεῖναι τῶν πολεμίων τὸ συμβαῖνον. χρησάμενος δὲ ταῖς πορείαις διὰ τῆς Σαυνίτιδος ἐνεργοῖς καὶ συνεχέσι καὶ τοὺς περὶ τὴν ὁδὸν τόπους αἰεὶ ταῖς προπορείαις ἐξερευνώμενος καὶ προκαταλαμβάνων, ἔτι τῶν ἐν τῇ Ῥώμῃ ταῖς διανοίαις περὶ τὴν Καπύην καὶ τὰς ἐκεῖ πράξεις ὄντων ἔλαθε διαβὰς τὸν Ἀνίωνα ποταμὸν καὶ συνεγγίσας, ὥστε μὴ πλεῖον τετταράκοντα σταδίων ἀποσχὼν τῆς Ῥώμης ποιήσασθαι τὴν παρεμβολήν.
Οὗ γενομένου καὶ προσπεσόντος εἰς τὴν Ῥώμην, εἰς ὁλοσχερῆ συνέβη ταραχὴν καὶ φόβον ἐμπεσεῖν τοὺς κατὰ τὴν πόλιν, ἅτε τοῦ πράγματος αἰφνιδίου μὲν ὄντος καὶ τελέως ἀνελπίστου διὰ τὸ μηδέποτε τὸν Ἀννίβαν ἐπὶ τοσοῦτον ἀπηρκέναι τῆς πόλεως, ὑποτρεχούσης δέ τινος ἅμα καὶ τοιαύτης ἐννοίας ὡς οὐχ οἷόν τε τοὺς ἐναντίους ἐπὶ τοσοῦτον ἐγγίσαι καὶ καταθαρρῆσαι μὴ οὐ τῶν περὶ Καπύην στρατοπέδων ἀπολωλότων. διόπερ οἱ μὲν ἄνδρες τὰ τείχη προκατελάμβανον καὶ τοὺς πρὸ τῆς πόλεως εὐκαίρους τόπους, αἱ δὲ γυναῖκες περιπορευόμεναι τοὺς ναοὺς ἱκέτευον τοὺς θεούς, πλύνουσαι ταῖς κόμαις τὰ τῶν ἱερῶν ἐδάφη· τοῦτο γὰρ αὐταῖς ἔθος ἐστὶ ποιεῖν, ὅταν τις ὁλοσχερὴς τὴν πατρίδα καταλαμβάνῃ κίνδυνος. ἄρτι δὲ τῶν περὶ τὸν Ἀννίβαν κατεστρατοπεδευκότων καὶ διανοουμένων τῇ μετὰ ταῦθ' ἡμέρᾳ καταπειράζειν αὐτῆς τῆς πόλεως, γίνεται παράδοξόν τι καὶ τυχικὸν σύμπτωμα πρὸς σωτηρίαν τοῖς Ῥωμαίοις. οἱ γὰρ περὶ τὸν Γνάιον καὶ Πόπλιον τοῦ μὲν ἑνὸς στρατοπέδου πρότερον πεποιημένοι τὴν καταγραφὴν ἐνόρκους εἶχον τοὺς στρατιώτας εἰς ἐκείνην τὴν ἡμέραν ἥξειν ἐν τοῖς ὅπλοις εἰς τὴν Ῥώμην, τοῦ δ' ἑτέρου τότε τὰς καταγραφὰς ἐποιοῦντο καὶ δοκιμασίας. ἐξ οὗ συνέβη πλῆθος ἀνδρῶν αὐτομάτως ἁθροισθῆναι πρὸς τὸν δέοντα καιρὸν εἰς τὴν Ῥώμην. οὓς ἐξαγαγόντες εὐθαρσῶς οἱ στρατηγοὶ καὶ παρεμβαλόντες πρὸ τῆς πόλεως ἐπέσχον τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀννίβαν. οἱ γὰρ Καρχηδόνιοι τὸ μὲν πρῶτον ὥρμησαν, οὐχ ὅλως ἀπελπίζοντες αἱρήσειν κατὰ κράτος αὐτὴν τὴν Ῥώμην· συνθεασάμενοι δὲ τοὺς ὑπεναντίους παρατεταγμένους καὶ ταχέως διά τινος αἰχμαλώτου πυθόμενοι τὸ γεγονός, τῆς μὲν ἐπὶ τὴν πόλιν ἐπιβολῆς ἀπέστησαν, τὴν δὲ χώραν ἐδῄουν ἐπιπορευόμενοι καὶ τὰς οἰκίας ἐνεπίμπρασαν. τὰς μὲν οὖν ἀρχὰς ἀναρίθμητον περιελασάμενοι λείας πλῆθος ἥθροισαν εἰς τὴν παρεμβολήν, ὡς ἂν εἰς ἄγραν ἥκοντες τοιαύτην εἰς ἣν οὐδεὶς οὐδέποτε πολέμιον ἥξειν ἤλπιζε· μετὰ δὲ ταῦτα τῶν ὑπάτων τολμησάντων ἐν δέκα σταδίοις ἀντιστρατοπεδεῦσαι σφίσι παραβόλως, Ἀννίβας ἅμα μὲν λείας πλῆθος ἡθροικώς, ἅμα δὲ τῆς κατὰ τὴν πόλιν ἐλπίδος ἀποπεπτωκώς, τὸ δὲ μέγιστον, συλλογιζόμενος τὰς ἡμέρας, ἐν αἷς ἤλπιζε κατὰ τὴν ἐξ ἀρχῆς ἐπίνοιαν πυθομένους τοὺς περὶ τὸν Ἄππιον τὸν περὶ τὴν πόλιν κίνδυνον ἤτοι λύσαντας τὴν πολιορκίαν ὁλοσχερῶς παραβοηθήσειν τοῖς ἐπὶ τῇ Ῥώμῃ πράγμασιν ἢ μέρος τι καταλιπόντας τῷ πλείονι βοηθήσειν κατὰ σπουδήν· ὧν ὁπότερον ἂν συμβῇ, δεόντως ἕξειν ὑπειληφὼς ἐκίνει τὴν δύναμιν ἐκ τῆς παρεμβολῆς ὑπὸ τὴν ἑωθινήν. οἱ δὲ περὶ τὸν Πόπλιον διασπάσαντες τὰς ἐπὶ τοῦ προειρημένου ποταμοῦ γεφύρας καὶ συναναγκάσαντες αὐτὸν διὰ τοῦ ῥεύματος περαιοῦν τὴν δύναμιν, προσέκειντο τοῖς Καρχηδονίοις περὶ τὴν διάβασιν καὶ πολλὴν παρεῖχον δυσχρηστίαν. ὁλοσχερὲς μὲν οὖν οὐδὲν ἐδύναντο πρᾶξαι διὰ τὸ πλῆθος τῶν ἱππέων καὶ τὴν πρὸς πάντα τόπον εὐχρηστίαν τῶν Νομάδων· τῆς δὲ λείας ἱκανόν τι μέρος ἀφελόμενοι καὶ περὶ τριακοσίους καταβαλόντες τῶν πολεμίων τότε μὲν ἀνεχώρησαν πρὸς τὴν παρεμβολήν, μετὰ δὲ ταῦτα νομίσαντες τοὺς Καρχηδονίους διὰ φόβον σπουδῇ ποιεῖσθαι τὴν ὑποχώρησιν, εἵποντο κατόπιν ταῖς παρωρείαις. Ἀννίβας δὲ τὸ μὲν πρῶτον ἠπείγετο, σπεύδων ἐπὶ τὸ προκείμενον· μετὰ δὲ πέμπτην ἡμέραν προσαγγελθέντος αὐτῷ μένειν ἐπὶ τῆς πολιορκίας τοὺς περὶ τὸν Ἄππιον, οὕτως ὑποστὰς καὶ προσδεξάμενος τοὺς ἑπομένους ἐπιτίθεται νυκτὸς ἔτι τῇ στρατοπεδείᾳ, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ἐκ τῆς παρεμβολῆς ἐξέβαλε. τῆς δ' ἡμέρας ἐπιγενομένης συνθεωρήσας τοὺς Ῥωμαίους πρός τινα λόφον ἐρυμνὸν ἀποκεχωρηκότας, τοῦ μὲν ἔτι προσκαρτερεῖν τούτοις ἀπέγνω, ποιησάμενος δὲ τὴν πορείαν διὰ τῆς Δαυνίας καὶ τῆς Βρεττίας ἐπέστη τοῖς κατὰ τὸ Ῥήγιον τόποις ἀνυπόπτως, ὥστε παρ' ὀλίγον μὲν καὶ τῆς πόλεως κυριεῦσαι, πάντας δὲ τοὺς ἐπὶ τὴν χώραν ἐκπεπορευμένους ἀποτεμέσθαι καὶ πλείστων γενέσθαι Ῥηγίνων κύριος ἐν ἐκείνῃ τῇ παρουσίᾳ.
Δοκεῖ δέ μοι δικαίως ἄν τις ἐπισημήνασθαι κατὰ τοῦτον τὸν καιρὸν τάς τε Καρχηδονίων καὶ Ῥωμαίων ἀρετὰς καὶ φιλοτιμίας ἐν τῷ πολεμεῖν. καθάπερ γὰρ Ἐπαμινώνδαν τὸν Θηβαῖον θαυμάζουσι πάντες, διότι παραγενόμενος εἰς Τεγέαν μετὰ τῶν συμμάχων καὶ θεωρήσας τοὺς Λακεδαιμονίους αὐτούς τε πανδημεὶ παραγεγονότας εἰς Μαντίνειαν καὶ τοὺς συμμάχους εἰς ταύτην ἡθροικότας τὴν πόλιν, ὡς παραταξομένους τοῖς Θηβαίοις, δειπνοποιήσασθαι τοῖς αὑτοῦ καθ' ὥραν παραγγείλας ἐξῆγε τὴν δύναμιν ἄρτι τῆς νυκτὸς ἐπιγινομένης, ὡς τῆς παρατάξεως χάριν σπεύδων εὐκαίρους τινὰς προκαταλαβέσθαι τόπους, τοιαύτην δὲ τοῖς πολλοῖς δόξαν ἐνεργασάμενος προῆγε, ποιούμενος τὴν πορείαν ἐπ' αὐτὴν τὴν Λακεδαίμονα, προσμίξας δὲ περὶ τρίτην ὥραν τῇ πόλει παραδόξως καὶ καταλαβὼν τὴν Σπάρτην ἔρημον τῶν βοηθησόντων, μέχρι μὲν ἀγορᾶς ἐβιάσατο καὶ κατέσχε τῆς πόλεως τοὺς ἐπὶ τὸν ποταμὸν ἐστραμμένους τόπους. γενομένης δὲ περιπετείας, καί τινος αὐτομόλου τὴν νύκτα διαπεσόντος εἰς τὴν Μαντίνειαν καὶ διασαφήσαντος Ἀγησιλάῳ τῷ βασιλεῖ τὸ συμβαῖνον, καὶ τῶν βοηθούντων παραγενομένων εἰς τὸν τῆς καταλήψεως καιρόν, ταύτης μὲν τῆς ἐλπίδος ἀπεσφάλη, μετὰ δὲ ταῦτα περὶ τὸν Εὐρώταν ἀριστοποιησάμενος καὶ προσαναλαβὼν τὴν δύναμιν ἐκ τῆς κακοπαθείας, ὥρμα πάλιν ἐξ ὑποστροφῆς τὴν αὐτὴν ὁδόν, συλλογιζόμενος ὅτι συμβήσεται τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων παραβεβοηθηκότων εἰς τὴν Σπάρτην ἔρημον πάλιν καταλείπεσθαι τὴν Μαντίνειαν· ὃ καὶ συνέβη γενέσθαι. διὸ παρακαλέσας τοὺς Θηβαίους καὶ χρησάμενος ἐνεργῷ τῇ νυκτοπορείᾳ παρῆν καὶ προσέμισγε τῇ Μαντινείᾳ περὶ μέσον ἡμέρας, ἐρήμῳ τελέως ὑπαρχούσῃ τῶν βοηθησόντων. οἱ δ' Ἀθηναῖοι κατὰ τὸν καιρὸν τοῦτον σπουδάζοντες μετασχεῖν τοῦ πρὸς τοὺς Θηβαίους ἀγῶνος τοῖς Λακεδαιμονίοις κατὰ τὴν συμμαχίαν παρῆσαν. ἤδη δὲ τῆς Θηβαίων πρωτοπορείας συναπτούσης πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὃ κεῖται πρὸ τῆς πόλεως ἐν ἑπτὰ σταδίοις, ὥσπερ ἐπίτηδες συνεκύρησεν ἅμα καὶ τοὺς Ἀθηναίους ἐπιφαίνεσθαι κατὰ τὸν τῆς Μαντινείας ὑπερκείμενον λόφον· εἰς οὓς ἐμβλέψαντες οἱ καταλελειμμένοι τῶν Μαντινέων μόλις ἐθάρρησαν ἐπιβῆναι τοῦ τείχους καὶ κωλῦσαι τὴν τῶν Θηβαίων ἔφοδον. διόπερ εἰκότως οἱ συγγραφεῖς ἐπιμέμφονται τοῖς προειρημένοις ἔργοις, φάσκοντες τῷ μὲν ἡγεμόνι πεπρᾶχθαι πᾶν ὅσον ἀγαθῷ στρατηγῷ, καὶ τῶν μὲν ὑπεναντίων κρείττω, τῆς δὲ τύχης ἥττω γεγονέναι τὸν Ἐπαμινώνδαν.
Τὸ δὲ παραπλήσιον ἄν τις εἴποι καὶ περὶ τῶν κατ' Ἀννίβαν. καὶ γὰρ τὸ προσβαλόντα τοῖς πολεμίοις πειραθῆναι διὰ τῶν ἐκ μέρους ἀγώνων λύειν τὴν πολιορκίαν, καὶ τὸ ταύτης ἀποπεσόντα τῆς προσβολῆς ἐπ' αὐτὴν ὁρμῆσαι τὴν Ῥώμην, κἄπειτα μὴ καθικόμενον τῆς προθέσεως διὰ τὰς ἐκ ταὐτομάτου περιπετείας αὖθις ἐξ ὑποστροφῆς συντρῖψαι μὲν τοὺς ἑπομένους, ἐφεδρεῦσαι δὲ τῷ κατὰ λόγον, εἰ συνέβη γενέσθαι κίνημα περὶ τοὺς τὴν Καπύην πολιορκοῦντας, τὸ δὲ τελευταῖον μὴ λήξαντα τῆς προθέσεως εἰς τὴν τῶν ἐχθρῶν βλάβην ἀποσκῆψαι, μόνον οὐ δ' ἀναστάτους ποιῆσαι Ῥηγίνους, τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσαι τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα; καὶ μὴν Ῥωμαίους Λακεδαιμονίων ἀμείνους ἄν τις ἐν τούτῳ τῷ καιρῷ κρίνειεν. Λακεδαιμόνιοι μὲν γὰρ τῇ πρώτῃ προσαγγελίᾳ συνεκχυθέντες τὴν μὲν Σπάρτην ἔσωσαν, τὴν δὲ Μαντίνειαν τὸ καθ' αὑτοὺς μέρος ἀπέβαλον· Ῥωμαῖοι δὲ καὶ τὴν πατρίδα διεφύλαξαν καὶ τὴν πολιορκίαν οὐκ ἔλυσαν, ἀλλ' ἔμειναν ἀσαλεύτως καὶ βεβαίως ἐπὶ τῶν ὑποκειμένων καὶ τὸ λοιπὸν ἤδη τεθαρρηκότως προσέκειντο τοῖς Καπυανοῖς. ταῦτα μὲν οὖν οὐχ οὕτως τοῦ Ῥωμαίων ἢ Καρχηδονίων ἐγκωμίου χάριν εἴρηταί μοι τούτους μὲν γὰρ ἤδη πολλάκις ἐπεσημηνάμην τὸ δὲ πλεῖον τῶν ἡγουμένων παρ' ἀμφοτέροις καὶ τῶν μετὰ ταῦτα μελλόντων χειρίζειν παρ' ἑκάστοις τὰς κοινὰς πράξεις, ἵνα τῶν μὲν ἀναμιμνησκόμενοι, τὰ δ' ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται *παράβολον ἔχειν τι καὶ κινδυνῶδες, τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν, θαυμασίαν δὲ τὴν ἐπίνοιαν, ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως, ἐὰν μόνον σὺν νῷ γένηται τὰ πραττόμενα.
Ἄτελλα, πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. τὸ ἐθνικὸν Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ Ἀτελλανοὶ παρέδοσαν αὑτούς.
Τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλκας ὁ τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχήσειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφαλῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀναλώσας τὴν χορηγίαν. καὶ μετὰ παρακλήσεως πρότερον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθ' ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπηναγκάσθη.
iii. res siciliae
Οὐκ ἐκ τῶν ἔξω κοσμεῖται πόλις, ἀλλ' ἐκ τῆς τῶν οἰκούντων ἀρετῆς.
Ἐκρίθη μὲν οὖν διὰ τοῦτο τοῖς Ῥωμαίοις τὰ προειρημένα μετακομίζειν εἰς τὴν ἑαυτῶν πατρίδα καὶ μηδὲν ἀπολιπεῖν· πότερα δ' ὀρθῶς τοῦτο καὶ συμφερόντως αὑτοῖς ἔπραξαν ἢ τἀναντία, πολὺς ἂν εἴη λόγος, πλείων γε μὴν εἰς τὸ μὴ δεόντως σφίσι πεπρᾶχθαι μηδ' ἀκμὴν νῦν πράττεσθαι τοῦτο τοὔργον. εἰ μὲν γὰρ ἐκ τοιούτων ὁρμηθέντες προεβίβασαν τὴν πατρίδα, δῆλον ὡς εἰκότως ταῦτα μετέφερον εἰς τὴν οἰκείαν, δι' ὧν ηὐξήθησαν. εἰ δ' ἁπλουστάτοις χρώμενοι βίοις καὶ πορρωτάτω τῆς ἐν τούτοις περιττότητος καὶ πολυτελείας ἀφεστῶτες ὅμως ἐπεκράτουν τούτων αἰεὶ παρ' οἷς ὑπῆρχε πλεῖστα καὶ κάλλιστα τὰ τοιαῦτα, πῶς οὐ νομιστέον εἶναι τὸ γινόμενον ὑπ' αὐτῶν ἁμάρτημα; τὸ γὰρ ἀπολιπόντας τὰ τῶν νικώντων ἔθη τὸν τῶν ἡττωμένων ζῆλον ἀναλαμβάνειν, προσεπιδραττομένους ἅμα καὶ τὸν ἐξακολουθοῦντα τοῖς τοιούτοις φθόνον, ὃ πάντων ἐστὶ φοβερώτατον ταῖς ὑπεροχαῖς, ὁμολογούμενον ἂν εἴποι τις εἶναι τῶν πραττόντων παράπτωμα. οὐ γὰρ οὕτως ὁ θεώμενος οὐδέποτε μακαρίζει τοὺς τἀλλότρια κεκτημένους, ὡς ἐν τῷ φθονεῖν ἅμα καί τις ἔλεος αὐτὸν ὑποτρέχει τῶν ἐξ ἀρχῆς ἀποβαλόντων. ἐπὰν δὲ καὶ προβαίνῃ τὰ τῆς εὐκαιρίας καὶ πάντα συνάγῃ πρὸς αὑτὸν τὰ τῶν ἄλλων, καὶ ταῦτα συγκαλῇ τρόπον τινὰ τοὺς ἐστερημένους ἐπὶ θέαν, διπλάσιον γίνεται τὸ κακόν. οὐ γὰρ ἔτι τοὺς πέλας ἐλεεῖν συμβαίνει τοὺς θεωμένους, ἀλλὰ σφᾶς αὐτούς, ἀναμιμνησκομένους τῶν οἰκείων συμπτωμάτων. ἐξ ὧν οὐ μόνον φθόνος, ἀλλ' οἷον ὀργή τις ἐκκαίεται πρὸς τοὺς εὐτυχοῦντας· ἡ γὰρ τῶν ἰδίων περιπετειῶν ἀνάμνησις ὡς ἂν εἰ προτροπή τις ἐστι πρὸς τὸ κατὰ τῶν πραξάντων μῖσος. τὸ μὲν οὖν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἁθροίζειν πρὸς αὑτοὺς ἴσως ἔχει τινὰ λόγον· οὐ γὰρ οἷόν τε τῶν καθόλου πραγμάτων ἀντιποιήσασθαι μὴ οὐ τοῖς μὲν ἄλλοις ἀδυναμίαν ἐνεργασαμένους, σφίσι δὲ τὴν τοιαύτην δύναμιν ἑτοιμάσαντας. τὰ δ' ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυνάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πατρίδα, μὴ γραφαῖς καὶ τύποις, ἀλλὰ σεμνότητι καὶ μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κόσμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυτῶν πατρίσι τὰς ἀλλοτρίας συμφοράς· Ῥωμαῖοι δὲ μετακομίσαντες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως.
iv. res hispaniae
Ὅτι οἱ τῶν Καρχηδονίων ἡγεμόνες, κρατήσαντες τῶν ὑπεναντίων, σφῶν αὐτῶν οὐκ ἠδύναντο κρατεῖν, καὶ δόξαντες τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνῃρηκέναι πρὸς αὑτοὺς ἐστασίαζον, ἀεὶ παρατριβόμενοι διὰ τὴν ἔμφυτον Φοίνιξι πλεονεξίαν καὶ φιλαρχίαν. ὧν ὑπάρχων Ἀσδρούβας ὁ Γέσκωνος εἰς τοῦτο κακοπραγμοσύνης προήχθη διὰ τὴν ἐξουσίαν, ὡς τὸν πιστότατον τῶν κατ' Ἰβηρίαν φίλων Ἀνδοβάλην, πάλαι μὲν ἀποβαλόντα τὴν ἀρχὴν διὰ Καρχηδονίους, ἄρτι δὲ πάλιν ἀπειληφότα διὰ τὴν πρὸς ἐκείνους εὔνοιαν, ἐπεβάλετο χρημάτων πλῆθος αἰτεῖν. τοῦ δὲ παρακούσαντος διὰ τὸ θαρρεῖν ἐπὶ τῇ προγεγενημένῃ πίστει πρὸς τοὺς Καρχηδονίους, ψευδῆ διαβολὴν ἐπενέγκας ἠνάγκασε τὸν Ἀνδοβάλην δοῦναι τὰς ἑαυτοῦ θυγατέρας εἰς ὁμηρείαν.
v. res italiae
Ὅτι οἱ Ῥωμαῖοι πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Πτολεμαῖον, βουλόμενοι σίτῳ χορηγηθῆναι διὰ τὸ μεγάλην εἶναι παρ' αὐτοῖς σπάνιν, ὡς ἂν τοῦ μὲν κατὰ τὴν Ἰταλίαν ὑπὸ τῶν στρατοπέδων ἅπαντος ἐφθαρμένου μέχρι τῶν τῆς Ῥώμης πυλῶν, ἔξωθεν δὲ μὴ γενομένης ἐπικουρίας, ἅτε κατὰ πάντα τὰ μέρη τῆς οἰκουμένης πολέμων ἐνεστώτων καὶ στρατοπέδων παρακαθημένων, πλὴν τῶν κατ' Αἴγυπτον τόπων. εἰς γὰρ τοσοῦτον κατὰ τὴν Ῥώμην προεβεβήκει τὰ τῆς ἐνδείας ὥστε τὸν Σικελικὸν μέδιμνον πεντεκαίδεκα δραχμῶν ὑπάρχειν. ἀλλ' ὅμως τοιαύτης οὔσης τῆς περιστάσεως οὐκ ἠμέλουν τῶν πολεμικῶν.
Πολλὴν μὲν ἐπισκέψεως χρείαν ἔχει τὰ συμβαίνοντα περὶ τὰς πολεμικὰς ἐπιβολάς· ἔστι δὲ δυνατὸν ἐν ἑκάστοις αὐτῶν εὐστοχεῖν, ἐὰν σὺν νῷ τις πράττῃ τὸ προτεθέν. ὅτι μὲν οὖν ἐστι τῶν κατὰ πόλεμον ἔργων ἐλάττω τὰ προδήλως καὶ μετὰ βίας ἐπιτελούμενα τῶν μετὰ δόλου καὶ σὺν καιρῷ πραττομένων, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν ἐκ τῶν ἤδη γεγονότων· ὅτι γε μὴν αὐτῶν τῶν ἐν καιρῷ πάλιν ἐνεργουμένων πλείω γίνεται τὰ διαμαρτανόμενα τῶν κατορθουμένων, οὐδὲ τοῦτο γνῶναι χαλεπὸν ἐκ τῶν συμβαινόντων. καὶ μὴν διότι παρὰ τὰς τῶν ἡγουμένων ἀγνοίας ἢ ῥᾳθυμίας ἐπιτελεῖται τὰ πλεῖστα τῶν ἁμαρτημάτων, οὐδεὶς ἂν τοῦτ' ἀπορήσειε. τίς οὖν ὁ τρόπος τῆς τοιαύτης διαθέσεως σκοπεῖν ἤδη πάρεστι.
Τὰ μὲν οὖν ἀπροθέτως ἐν τοῖς πολεμικοῖς συμβαίνοντα πράξεις μὲν οὐδαμῶς ἁρμόζει λέγειν, περιπετείας δὲ καὶ συγκυρήσεις μᾶλλον· διὸ καὶ λόγον οὐκ ἔχοντα μεθοδικὸν οὐδ' ἑστῶτα παραλειπέσθω· τὰ δὲ κατὰ πρόθεσιν ἐνεργούμενα, ταῦτα δηλούσθω· περὶ ὧν ὁ νῦν δὴ λόγος. πάσης δὴ πράξεως ἐχούσης καιρὸν ὡρισμένον καὶ διάστημα καὶ τόπον, καὶ προσδεομένης τοῦ λαθεῖν καὶ συνθημάτων ὡρισμένων, ἔτι δὲ καὶ δι' ὧν καὶ μεθ' ὧν καὶ τίνι τρόπῳ πραχθήσεται, φανερὸν ὡς ὁ μὲν ἑκάστου τούτων εὐστοχήσας οὐχ ἁμαρτήσεται τῆς ἐπιβολῆς, ὁ δ' ἑνὸς ὀλιγωρήσας σφαλήσεται τῆς ὅλης προθέσεως. οὕτως ἡ φύσις πρὸς τὰς ἀποτυχίας τῶν ἐπινοηθέντων ἱκανὸν ἓν καὶ τὸ τυχὸν ἐποίησε τῶν κατὰ μέρος· πρὸς δὲ τὸ κατορθοῦν μόλις ἱκανὰ πάντα. διὸ χρὴ μηδενὸς ἀφροντιστεῖν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς ἡγουμένους. ἔστι δ' ἀρχὴ μὲν τῶν προειρημένων τὸ σιγᾶν, καὶ μήτε διὰ χαρὰν παραδόξου προφαινομένης ἐλπίδος μήτε διὰ φόβον μήτε διὰ συνήθειαν μήτε διὰ φιλοστοργίαν μεταδιδόναι μηδενὶ τῶν ἐκτός, αὐτοῖς δὲ κοινοῦσθαι τούτοις, ὧν χωρὶς οὐχ οἷόν τε τὸ προτεθὲν ἐπὶ τέλος ἀγαγεῖν, καὶ τούτοις μὴ πρότερον, ἀλλ' ὅταν ὁ τῆς ἑκάστου χρείας καιρὸς ἐπαναγκάζῃ. χρὴ δὲ σιγᾶν μὴ μόνον τῇ γλώττῃ, πολὺ δὲ μᾶλλον τῇ ψυχῇ· πολλοὶ γὰρ ἤδη κρύψαντες τοὺς λόγους ποτὲ μὲν δι' αὐτῆς τῆς ἐπιφάσεως, ποτὲ δὲ καὶ διὰ τῶν πραττομένων φανερὰς ἐποίησαν τὰς ἑαυτῶν ἐπινοίας. δεύτερον δ' ἐπεγνωκέναι τὰς ἡμερησίους καὶ νυκτερινὰς πορείας καὶ τὰ διανύσματα τούτων, μὴ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν. τρίτον καὶ μέγιστον, τῶν ἐκ τοῦ περιέχοντος καιρῶν ἔχειν ἔννοιαν καὶ δύνασθαι τούτων κατὰ τὸ κριθὲν εὐστοχεῖν. καὶ μὴν οὐδὲ τὸν τόπον τῆς πράξεως ἐν μικρῷ θετέον, ἐπειδὴ πολλάκις παρὰ τοῦτο τὰ μὲν ἀδύνατα δοκοῦντ' εἶναι δυνατά, τὰ δὲ δυνατὰ πέφηνεν ἀδύνατα. τὸ δὲ τελευταῖον συνθημάτων καὶ παρασυνθημάτων, ἔτι δὲ τῆς ἐκλογῆς, δι' ὧν καὶ μεθ' ὧν ἐνεργηθήσεται τὸ κριθέν, οὐκ ὀλιγωρητέον.
Τῶν δὲ προειρημένων τὰ μὲν ἐκ τριβῆς, τὰ δ' ἐξ ἱστορίας, τὰ δὲ κατ' ἐμπειρίαν μεθοδικὴν θεωρεῖται. κάλλιστον μὲν οὖν τὸ γινώσκειν αὐτὸν καὶ τὰς ὁδοὺς καὶ τὸν τόπον, ἐφ' ὃν δεῖ παραγενέσθαι, καὶ τὴν φύσιν τοῦ τόπου, πρὸς δὲ τούτοις, δι' ὧν μέλλει καὶ μεθ' ὧν πράττειν. δεύτερον δ' ἱστορεῖν ἐπιμελῶς καὶ μὴ πιστεύειν τοῖς τυχοῦσι· τὴν δὲ τῶν καθηγουμένων πίστιν ἐπί τι τῶν τοιούτων ἐν τοῖς ἑπομένοις ἀεὶ δεῖ κεῖσθαι. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια δυνατὸν ἴσως καὶ δι' αὐτῆς τῆς στρατιωτικῆς τριβῆς περιγίνεσθαι τοῖς ἡγουμένοις, τὰ μὲν ἐξ αὐτουργίας, τὰ δ' ἐξ ἱστορίας· τὰ δ' ἐκ τῆς ἐμπειρίας προσδεῖται μαθήσεως καὶ θεωρημάτων, καὶ μάλιστα τῶν ἐξ ἀστρολογίας καὶ γεωμετρίας, ὧν τὸ μὲν ἔργον οὐ μέγα πρός γε ταύτην τὴν χρείαν, τὸ δὲ χρῆμα μέγα καὶ μεγάλα συνεργεῖν δυνάμενον πρὸς τὰς προειρημένας ἐπιβολάς. ἀναγκαιότατον δ' αὐτοῦ τὸ περὶ τὰς νυκτερινὰς θεωρίας καὶ τὰς ἡμερινάς. εἰ μὲν γὰρ ἴσας εἶναι συνέβαινεν ἀεὶ ταύτας, οὐδ' ἧστινος ἂν ἀσχολίας τὸ πρᾶγμα προσεδεῖτο, κοινὴ δ' ἂν ἦν ἁπάντων ἡ γνῶσις· ἐπεὶ δ' οὐ μόνον ἔχει τὰ προειρημένα πρὸς ἄλληλα διαφοράν, ἀλλὰ καὶ πρὸς αὑτά, δῆλον ὡς ἀνάγκη γινώσκειν τὰς αὐξήσεις καὶ μειώσεις ἑκατέρων. πῶς γὰρ ἄν τις εὐστοχήσειε πορείας καὶ διανύσματος ἡμερησίου, πῶς δὲ νυκτερινοῦ, μὴ κατανοήσας τὰς τῶν προειρημένων διαφοράς; καὶ μὴν οὐδὲν πρὸς τὸν δέοντα καιρὸν ἐξικέσθαι δυνατὸν ἄνευ τῆς τούτων ἐμπειρίας, ἀλλὰ ποτὲ μὲν ὑστερεῖν, ποτὲ δὲ προτερεῖν ἀνάγκη. μεῖζον δὲ τὸ προτερεῖν ἐν μόνοις τούτοις ἁμάρτημα τοῦ καθυστερεῖν· ὁ μὲν γὰρ ὑπεράρας τὸν ὡρισμένον καιρὸν αὐτῆς ἀποτυγχάνει τῆς ἐλπίδος τὸ γὰρ γεγονὸς ἐξ ἀποστήματος ἐπιγνοὺς αὖθις ἀπολύεται μετ' ἀσφαλείας ὁ δὲ προλαβὼν τὸν καιρόν, ἐγγίσας καὶ γνωρισθεὶς οὐ μόνον ἀποτυγχάνει τῆς ἐπιβολῆς, ἀλλὰ καὶ κινδυνεύει τοῖς ὅλοις. κρατεῖ δ' ἐπὶ πάντων μὲν τῶν ἀνθρωπείων ἔργων ὁ καιρός, μάλιστα δὲ τῶν πολεμικῶν. διὸ προχείρως ἰστέον τῷ στρατηγῷ τροπὰς ἡλίου θερινὰς καὶ χειμερινάς, ἔτι δ' ἰσημερίας καὶ τὰς μεταξὺ τούτων αὐξήσεις καὶ μειώσεις ἡμερῶν καὶ νυκτῶν· οὕτως γὰρ ἂν μόνως δύναιτο συμμετρεῖσθαι πρὸς λόγον τὰ διανύσματα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. καὶ μὴν τοὺς κατὰ μέρος καιροὺς ἀναγκαῖον εἰδέναι, καὶ τοὺς τῆς ἡμέρας καὶ τοὺς τῆς νυκτός, πρὸς τὸ γινώσκειν πηνίκα ποιητέον καὶ τὰς ἐξεγέρσεις καὶ τὰς ἀναζυγάς· οὐ γὰρ οἷόν τε τοῦ τέλους τυγχάνειν μὴ οὐ τῆς ἀρχῆς εὐστοχήσαντα. τοὺς μὲν οὖν τῆς ἡμέρας καιροὺς τῇ σκιᾷ θεωρεῖν οὐκ ἀδύνατον, ἔτι δὲ τῇ κατὰ τὸν ἥλιον πορείᾳ καὶ τοῖς ἐπὶ τοῦ κόσμου γινομένοις αὐτοῦ τούτου διαστήμασι· τοὺς δὲ τῆς νυκτὸς δυσχερές, ἐὰν μή τις ἐπὶ τοῦ φαινομένου τῇ τῶν δώδεκα ζῳδίων οἰκονομίᾳ καὶ τάξει συμπεριφέρηται· πάνυ δὲ καὶ τοῦτο ῥᾴδιον τοῖς τὰ φαινόμενα πεπολυπραγμονηκόσιν. ἐπεὶ γὰρ ἀνίσων οὐσῶν τῶν νυκτῶν ὅμως ἐν πάσῃ τῇ νυκτὶ τῶν δώδεκα ζῳδίων ἓξ ἀναφέρεσθαι συμβαίνει, φανερὸν ὡς ἀναγκαῖον ἐν τοῖς αὐτοῖς μέρεσι πάσης νυκτὸς ἴσα μέρη τῶν δώδεκα ζῳδίων ἀναφέρεσθαι. τοῦ δ' ἡλίου γνωριζομένου καθ' ἡμέραν, ποίαν μοῖραν ἐπέχει, δῆλον ὡς δύναντος τούτου τὴν κατὰ διάμετρον ἐπιτέλλειν ἀνάγκη. λοιπὸν ὅσον ἂν τὸ μετὰ ταύτην μέρος ἀνατεταλκὸς φαίνηται τοῦ ζῳδιακοῦ, τοσοῦτον εἰκὸς ἠνύσθαι τῆς νυκτὸς αἰεί. γνωριζομένων δὲ τῶν ζῳδίων καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸ μέγεθος, τοιούτους γίνεσθαι μετὰ ταῦτα συμβαίνει καὶ τοὺς κατὰ μέρος καιροὺς τῆς νυκτός. ἐν δὲ ταῖς συννεφέσι νυξὶ τῇ σελήνῃ προσεκτέον, ἐπεὶ διὰ τὸ μέγεθος ὡς ἐπίπαν αἰεὶ τὸ ταύτης ἐμφαίνεται φῶς, καθ' ὃν ἂν ᾖ τόπον τοῦ κόσμου. καὶ ποτὲ μὲν ἐκ τῶν περὶ τὰς ἀνατολὰς καιρῶν καὶ τόπων στοχαστέον, ποτὲ δὲ πάλιν ἐκ τῶν περὶ τὰς δύσεις, καθυπαρχούσης καὶ περὶ τοῦτο τὸ μέρος ἐννοίας ἐπὶ τοσοῦτον ὥστε συμπεριφέρεσθαι ταῖς καθ' ἡμέραν διαφοραῖς τῶν ἀνατολῶν. ἔστι δὲ τρόπος εὐθεώρητος καὶ περὶ ταύτην· ὅρος γὰρ εἷς μὴν ὡς τύπῳ, καὶ πρὸς αἴσθησιν τοιοῦτοι πάντες. ᾗ καὶ τὸν ποιητὴν ἄν τις ἐπαινέσειε, διότι παρεισάγει τὸν Ὀδυσσέα, τὸν ἡγεμονικώτατον ἄνδρα, τεκμαιρόμενον ἐκ τῶν ἄστρων οὐ μόνον τὰ κατὰ τοὺς πλοῦς, ἀλλὰ καὶ τὰ περὶ τὰς ἐν τῇ γῇ πράξεις. ἱκανὰ γὰρ καὶ τὰ παρὰ δόξαν γινόμενα μὴ δυνάμενα τυγχάνειν προνοίας ἀκριβοῦς εἰς τὸ πολλὴν ἀπορίαν παρασκευάζειν καὶ πολλάκις, οἷον ὄμβρων καὶ ποταμῶν ἐπιφοραὶ καὶ πάγων ὑπερβολαὶ καὶ χιόνες, ἔτι δ' ὁ καπνώδης καὶ συννεφὴς ἀὴρ καὶ τἄλλα τὰ παραπλήσια τούτοις. εἰ δὲ καὶ περὶ ὧν δυνατόν ἐστι προϊδέσθαι, καὶ τούτων ὀλιγωρήσομεν, πῶς οὐκ εἰκότως ἐν τοῖς πλείστοις ἀποτευξόμεθα δι' αὑτούς; διόπερ οὐκ ἀφροντιστητέον οὐδενὸς τῶν προειρημένων, ἵνα μὴ τοιούτοις ἀλογήμασι περιπίπτωμεν οἵοις φασὶ περιπεσεῖν ἑτέρους τε πλείους καὶ τοὺς νῦν ὑφ' ἡμῶν λέγεσθαι μέλλοντας ὑποδείγματος χάριν.
Ἄρατος ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἐπιβαλόμενος πραξικοπεῖν τὴν τῶν Κυναιθέων πόλιν, συνετάξατο πρὸς τοὺς ἐκ τῆς πόλεως αὐτῷ συνεργοῦντας ἡμέραν, ἐν ᾗ τὸν μὲν Ἄρατον ἔδει νυκτὸς παραγενηθέντα πρὸς τὸν ἀπὸ Κυναίθης ῥέοντα ποταμὸν ὡς ἐπὶ *πρεπίου μένειν ἐνσχολάσαντα μετὰ τῆς δυνάμεως, τοὺς δ' ἔνδοθεν περὶ μέσον ἡμέρας, ὅτε λάβοιεν τὸν καιρόν, ἕνα μὲν αὑτῶν μεθ' ἡσυχίας ἐν ἱματίῳ διὰ τῆς πύλης ἐκπέμψαι, καὶ κελεῦσαι προελθόντα στῆναι πρὸ τῆς πόλεως ἐπὶ τὸν συνταχθέντα τάφον, τοὺς δὲ λοιποὺς προσενεγκεῖν τὰς χεῖρας τοῖς ἄρχουσι, κοιμωμένοις κατὰ μέσον ἡμέρας, τοῖς εἰθισμένοις τηρεῖν τὴν πύλην. γενομένου δὲ τούτου σπουδῇ καταταχεῖν τοὺς Ἀχαιοὺς ἐκ τῆς ἐνέδρας ἔδει πρὸς τὴν πύλην. τούτων δὲ διατεταγμένων καὶ τοῦ καιροῦ συνάψαντος, ὁ μὲν Ἄρατος ἧκε καὶ κρυφθεὶς κατὰ τὸν ποταμὸν ἔμενε τηρῶν τὸ σύνθημα· περὶ δὲ πέμπτην ὥραν ἔχων τις πρόβατα μαλακὰ τῶν εἰθισμένων περὶ πόλιν τρέφειν, δεηθεὶς ἐκ τοῦ καιροῦ πυθέσθαι τι τοῦ ποιμένος βιωτικόν, ἐξῆλθε διὰ τῆς πύλης ἐν ἱματίῳ καὶ στὰς ἐπὶ τὸν αὐτὸν τάφον περιεβλέπετο τὸν ποιμένα. οἱ δὲ περὶ τὸν Ἄρατον ἀποδεδόσθαι σφίσι τὸ σύνθημα νομίσαντες σπουδῇ πρὸς τὴν πόλιν ἐφέροντο πάντες. ταχὺ δὲ τῆς πύλης κλεισθείσης ὑπὸ τῶν ἐφεστώτων διὰ τὸ μηδέπω μηδὲν ὑπὸ τῶν ἔνδον ἡτοιμάσθαι, συνέβη μὴ μόνον τῆς πράξεως ἀποτυχεῖν τοὺς περὶ τὸν Ἄρατον, ἀλλὰ καὶ τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαι τῶν μεγίστων συμπτωμάτων· καταφανεῖς γὰρ γενόμενοι παραχρῆμα προβληθέντες ἀπέθανον. τί οὖν εἴποι τις ἂν τῆς περιπετείας αἴτιον γεγονέναι; τὸ ποιήσασθαι τὸν στρατηγὸν ἁπλοῦν τὸ σύνθημα, νέον ἀκμὴν ὄντα καὶ τῆς τῶν διπλῶν συνθημάτων καὶ παρασυνθημάτων ἀκριβείας ἄπειρον. οὕτως αἱ πολεμικαὶ πράξεις ἐν μικρῷ τὸ διαφέρον ἔχουσι τῆς ἐφ' ἑκάτερα ῥοπῆς τῶν ἐκβαινόντων.
Καὶ μὴν Κλεομένης ὁ Σπαρτιάτης προθέμενος διὰ πράξεως ἑλεῖν τὴν τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τὸ κατὰ τὸν Φωλεὸν καλούμενον νυκτὸς ἥξειν μετὰ τῆς δυνάμεως κατὰ τρίτην φυλακήν· τοῦτον γὰρ ἐφύλαττον τὸν καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αὐτῷ. οὐκέτι δὲ προνοηθεὶς ὅτι περὶ τὴν τῆς Πλειάδος ἐπιτολὴν τελέως ἤδη βραχείας εἶναι συμβαίνει τὰς νύκτας, ἐκίνησε τὴν δύναμιν ἐκ τῆς Λακεδαίμονος περὶ δυσμὰς ἡλίου. λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ κινδυνεύσας τοῖς ὅλοις· ὃς εἰ κατὰ τὸ συνταχθὲν ηὐστόχησε τοῦ καιροῦ καὶ κρατούντων τῆς εἰσόδου τῶν συνεργούντων εἰσήγαγε τὴν δύναμιν, οὐκ ἂν διεψεύσθη τῆς ἐπιβολῆς.
Πάλιν ὁμοίως Φίλιππος ὁ βασιλεύς, ὡς ἐπάνω προεῖπον, πρᾶξιν ἔχων ἐκ τῆς τῶν Μελιταιῶν πόλεως κατὰ δύο τρόπους ἥμαρτε· καὶ γὰρ τὰς κλίμακας ἐλάττους ἔχων ἦλθε τῆς χρείας καὶ τοῦ καιροῦ διέπεσε. συνταξάμενος γὰρ ἥξειν περὶ μέσας νύκτας κατακεκοιμημένων ἤδη πάντων, πρὸ τοῦ δέοντος καιροῦ κινήσας ἐκ Λαρίσης καὶ προσπεσὼν πρὸς τὴν τῶν Μελιταιῶν χώραν, οὔτ' ἐπιμένειν ἐδύνατο, δεδιὼς μὴ προσαγγελθείη τοῖς ἔνδον, οὔτ' ἀνακάμψας ἔτι λαθεῖν. διόπερ ἀναγκαζόμενος εἰς τοὔμπροσθεν προάγειν, ἧκε πρὸς τὴν πόλιν ἀκμὴν τῶν ἀνθρώπων ἐγρηγορότων. ὅθεν οὔτε διὰ τῶν κλιμάκων ἠδύνατο βιάζεσθαι διὰ τὴν ἀσυμμετρίαν οὔτε διὰ τῆς πύλης εἰσελθεῖν τῷ μὴ δύνασθαι τοὺς ἔνδον αὐτῷ συνεργεῖν διὰ τὸν καιρόν. τέλος διερεθίσας τοὺς ἐν τῇ πόλει καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλών, μετ' αἰσχύνης ἄπρακτος ἐπανῆλθε, πᾶσι καὶ τοῖς ἄλλοις παρηγγελκὼς ἀπιστεῖν αὐτῷ καὶ φυλάττεσθαι.
Καὶ μὴν Νικίας ὁ τῶν Ἀθηναίων στρατηγός, δυνάμενος σώζειν τὸ περὶ τὰς Συρακούσας στράτευμα, καὶ λαβὼν τῆς νυκτὸς τὸν ἁρμόζοντα καιρὸν εἰς τὸ λαθεῖν τοὺς πολεμίους, ἀποχωρήσας εἰς ἀσφαλές, κἄπειτα τῆς σελήνης ἐκλειπούσης δεισιδαιμονήσας, ὥς τι δεινὸν προσημαινούσης, ἐπέσχε τὴν ἀναζυγήν. καὶ παρὰ τοῦτο συνέβη κατὰ τὴν ἐπιοῦσαν αὐτοῦ νύκτα ποιησαμένου τὴν ἀναζυγήν, προαισθομένων τῶν πολεμίων, καὶ τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας ὑποχειρίους γενέσθαι τοῖς Συρακοσίοις. καίτοι γε παρὰ τῶν ἐμπείρων ἱστορήσας μόνον περὶ τούτων δυνατὸς ἦν οὐχ οἷον παραλιπεῖν διὰ τὰ τοιαῦτα τοὺς ἰδίους καιρούς, ἀλλὰ καὶ συνεργοῖς χρήσασθαι διὰ τὴν τῶν ὑπεναντίων ἄγνοιαν· ἡ γὰρ τῶν πέλας ἀπειρία μέγιστον ἐφόδιον γίνεται τοῖς ἐμπείροις πρὸς κατόρθωσιν.
Ἐκ μὲν οὖν ἀστρολογίας μέχρι τῶν προειρημένων πολυπραγμονητέον. περὶ δὲ τῆς τῶν κλιμάκων συμμετρίας τοιοῦτός τίς ἐστιν ὁ τρόπος τῆς θεωρίας. ἐὰν μὲν γὰρ διά τινος τῶν συμπραττόντων δοθῇ τὸ τοῦ τείχους ὕψος, πρόδηλος ἡ τῶν κλιμάκων γίνεται συμμετρία· οἵων γὰρ ἂν δέκα τινῶν εἶναι συμβαίνῃ τὸ τοῦ τείχους ὕψος, τοιούτων δώδεκα δεήσει τὰς κλίμακας δαψιλῶν ὑπάρχειν. τὴν δ' ἀπόβασιν τῆς κλίμακος πρὸς τὴν τῶν ἀναβαινόντων συμμετρίαν ἡμίσειαν εἶναι δεήσει τῆς κλίμακος, ἵνα μήτε πλεῖον ἀφιστάμεναι διὰ τὸ πλῆθος τῶν ἐπιβαινόντων εὐσύντριπτοι γίνωνται μήτε πάλιν ὀρθότεραι προσερειδόμεναι λίαν ἀκροσφαλεῖς ὦσι τοῖς προσβαίνουσιν. ἐὰν δὲ μὴ δυνατὸν ᾖ μετρῆσαι μηδ' ἐγγίσαι τῷ τείχει, ληπτέον ἐξ ἀποστάσεως παντὸς ὕψους τὸ μέγεθος τῶν πρὸς ὀρθὰς ἐφεστώτων τοῖς ὑποκειμένοις ἐπιπέδοις. ὅ τε τρόπος τῆς λήψεως καὶ δυνατὸς καὶ ῥᾴδιος τοῖς βουλομένοις πολυπραγμονεῖν τὰ παρὰ τῶν μαθηματικῶν.
Διὸ πάλιν ἐν τούτοις φανερὸν ὅτι δεήσει τοὺς βουλομένους εὐστοχεῖν ἐν ταῖς ἐπιβολαῖς καὶ πράξεσι γεγεωμετρηκέναι μὴ τελείως, ἀλλ' ἐπὶ τοσοῦτον ἐφ' ὅσον ἀναλογίας ἔννοιαν ἔχειν καὶ τῆς περὶ τὰς ὁμοιότητας θεωρίας. οὐ γὰρ περὶ ταῦτα μόνον, ἀλλὰ καὶ περὶ τὰς τῶν σχημάτων μεταλήψεις ἐν ταῖς στρατοπεδείαις ἀναγκαῖός ἐστιν ὁ τρόπος, χάριν τοῦ δύνασθαι ποτὲ μὲν πᾶν σχῆμα μεταλαμβάνοντας τηρεῖν τὴν αὐτὴν συμμετρίαν τῶν ἐν ταῖς παρεμβολαῖς περιλαμβανομένων, ποτὲ δὲ πάλιν ἐπὶ τῶν αὐτῶν σχημάτων μένοντας αὔξειν ἢ μειοῦν τὸ περιλαμβανόμενον τῇ στρατοπεδείᾳ χωρίον, κατὰ λόγον ἀεὶ τῶν προσγινομένων ἢ τῶν χωριζομένων ἐκ τῆς παρεμβολῆς· ὑπὲρ ὧν ἡμῖν ἐν τοῖς περὶ τὰς τάξεις ὑπομνήμασιν ἀκριβέστερον δεδήλωται. οὐ γὰρ οἴομαι τοῦτό γε μετρίως ἡμῖν ἐποίσειν οὐδένα διότι πολλά τινα προσαρτῶμεν τῇ στρατηγίᾳ, κελεύοντες ἀστρολογεῖν καὶ γεωμετρεῖν τοὺς ὀρεγομένους αὐτῆς. ἐγὼ δὲ τὰ μὲν ἐκ περιττοῦ παρελκόμενα τοῖς ἐπιτηδεύμασι χάριν τῆς ἐν ἑκάστοις ἐπιφάσεως καὶ στωμυλίας πολύ τι μᾶλλον ἀποδοκιμάζων, παραπλησίως δὲ καὶ τὸ πορρωτέρω τοῦ πρὸς τὴν χρείαν ἀνήκοντος ἐπιτάττειν, περὶ τἀναγκαῖα φιλοτιμότατός εἰμι καὶ σπουδάζων. καὶ γὰρ ἄτοπον τοὺς μὲν ὀρχηστικῆς ἢ τοὺς αὐλητικῆς ἐφιεμένους ἐπιδέχεσθαι τήν τε περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μουσικὰ προκατασκευήν, ἔτι δὲ τὰ περὶ τὴν παλαίστραν, διὰ τὸ δοκεῖν προσδεῖσθαι τὸ τέλος ἑκατέρου τῆς τῶν προειρημένων συνεργίας, τοὺς δὲ στρατηγίας ἀντιποιουμένους ἀσχάλλειν, εἰ δεήσει τῶν ἐκτὸς ἐπιτηδευμάτων μέχρι τινὸς ἀναλαβεῖν. ὥστε τοὺς περὶ τὰς βαναύσους τέχνας ἀσκοῦντας ἐμμελεστέρους εἶναι καὶ φιλοτιμοτέρους τῶν περὶ τὰ κάλλιστα καὶ σεμνότατα προαιρουμένων διαφέρειν· ὧν οὐδὲν ἂν ὁμολογήσειε νοῦν ἔχων οὐδείς. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
Ὅτι τοιαύτης διαθέσεως ὑπαρχούσης περί τε τοὺς Ῥωμαίους καὶ Καρχηδονίους, καὶ παλιντρόπων ἑκατέροις ἐκ τῶν ὑπὸ τῆς τύχης ἀπαντωμένων ἐναλλὰξ προσπιπτόντων, κατὰ τὸν ποιητὴν ἅμα λύπην καὶ χαρὰν ὑποτρέχειν εἰκὸς ἦν τὰς ἑκάστων ψυχάς.
Ὅτι τῶν ἑκατέροις, Ῥωμαίοις φημὶ καὶ Καρχηδονίοις, προσπιπτόντων καὶ συμβαινόντων εἷς ἦν ἀνὴρ αἴτιος καὶ μία ψυχή, λέγω δὲ τὴν Ἀννίβου. τά τε γὰρ κατὰ τὴν Ἰταλίαν ὁμολογουμένως οὗτος ἦν ὁ χειρίζων, τά τε κατὰ τὴν Ἰβηρίαν διὰ τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν Ἀσδρούβου, μετὰ δὲ ταῦτα διὰ τοῦ [πρεσβύτου] Μάγωνος· οἱ γὰρ τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἀμφοτέρους ἀποκτείναντες [ἅμα] κατὰ τὴν Ἰβηρίαν ἦσαν οὗτοι. καὶ μὴν τὰ κατὰ τὴν Σικελίαν ἔπραττε τὰς μὲν ἀρχὰς διὰ τῶν περὶ τὸν Ἰπποκράτην, ὕστερον δὲ διὰ Μυττόνου τοῦ Λίβυος. ὁμοίως δὲ καὶ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἰλλυρίδα· καὶ τὸν ἀπὸ τούτων τῶν τόπων φόβον ἀνατεινόμενος ἐξέπληττε καὶ περιέσπα Ῥωμαίους διὰ τῆς πρὸς Φίλιππον κοινοπραγίας. οὕτως μέγα τι φύεται χρῆμα καὶ θαυμάσιον ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν πρὸς ὅ,τι ἂν ὁρμήσῃ τῶν ἀνθρωπίνων ἔργων.
Ἐπεὶ δ' ἡ τῶν πραγμάτων διάθεσις εἰς ἐπίστασιν ἡμᾶς ἦχε περὶ τῆς Ἀννίβου φύσεως, ἀπαιτεῖν ὁ καιρὸς δοκεῖ μοι τὰς μάλιστα διαπορουμένας ἰδιότητας ὑπὲρ αὐτοῦ δηλῶσαι. τινὲς μὲν γὰρ ὠμὸν αὐτὸν οἴονται γεγονέναι καθ' ὑπερβολήν, τινὲς δὲ φιλάργυρον. τὸ δ' ἀληθὲς εἰπεῖν ὑπὲρ αὐτοῦ καὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων οὐ ῥᾴδιον. ἔνιοι μὲν γὰρ ἐλέγχεσθαί φασι τὰς φύσεις ὑπὸ τῶν περιστάσεων, καὶ τοὺς μὲν ἐν ταῖς ἐξουσίαις καταφανεῖς γίνεσθαι, κἂν ὅλως τὸν πρὸ τοῦ χρόνον ἀναστέλλωνται, τοὺς δὲ πάλιν ἐν ταῖς ἀτυχίαις. ἐμοὶ δ' ἔμπαλιν οὐχ ὑγιὲς εἶναι δοκεῖ τὸ λεγόμενον· οὐ γὰρ ὀλίγα μοι φαίνονται, τὰ δὲ πλεῖστα, ποτὲ μὲν διὰ τὰς τῶν φίλων παραθέσεις, ποτὲ δὲ διὰ τὰς τῶν πραγμάτων ποικιλίας, ἄνθρωποι παρὰ τὴν αὑτῶν προαίρεσιν ἀναγκάζεσθαι καὶ λέγειν καὶ πράττειν. γνοίη δ' ἄν τις ἐπὶ πολλῶν τῶν ἤδη γεγονότων ἐπιστήσας. τίς γὰρ Ἀγαθοκλέα τὸν Σικελίας τύραννον οὐχ ἱστόρηκε διότι δόξας ὠμότατος εἶναι κατὰ τὰς πρώτας ἐπιβολὰς καὶ τὴν κατασκευὴν τῆς δυναστείας, μετὰ ταῦτα νομίσας βεβαίως ἐνδεδέσθαι τὴν Σικελιωτῶν ἀρχὴν πάντων ἡμερώτατος δοκεῖ γεγονέναι καὶ πρᾳότατος; ἔτι δὲ Κλεομένης ὁ Σπαρτιάτης οὐ χρηστότατος μὲν βασιλεύς, πικρότατος δὲ τύραννος, εὐτραπελώτατος δὲ πάλιν ἰδιώτης καὶ φιλανθρωπότατος; καίτοι γ' οὐκ εἰκὸς ἦν περὶ τὰς αὐτὰς φύσεις τὰς ἐναντιωτάτας διαθέσεις ὑπάρχειν· ἀλλ' ἀναγκαζόμενοι ταῖς τῶν πραγμάτων μεταβολαῖς συμμετατίθεσθαι τὴν ἐναντίαν τῇ φύσει πολλάκις ἐμφαίνουσι διάθεσιν ἔνιοι τῶν δυναστῶν πρὸς τοὺς ἐκτός, ὥστε μὴ οἷον ἐλέγχεσθαι τὰς φύσεις διὰ τούτων, τὸ δ' ἐναντίον ἐπισκοτεῖσθαι μᾶλλον. τὸ δ' αὐτὸ καὶ διὰ τὰς τῶν φίλων παραθέσεις εἴωθε συμβαίνειν οὐ μόνον ἡγεμόσι καὶ δυνάσταις καὶ βασιλεῦσιν, ἀλλὰ καὶ πόλεσιν. Ἀθηναίων γοῦν εὕροι τις ἂν ὀλίγα μὲν τὰ πικρά, πολλὰ δὲ τὰ χρηστὰ καὶ σεμνὰ τῆς πολιτείας Ἀριστείδου καὶ Περικλέους προεστώτων, Κλέωνος δὲ καὶ Χάρητος τἀναντία· Λακεδαιμονίων δ' ἡγουμένων τῆς Ἑλλάδος ὅσα μὲν διὰ Κλεομβρότου τοῦ βασιλέως πράττοιτο, πάντα συμμαχικὴν εἶχε τὴν αἵρεσιν, ὅσα δὲ δι' Ἀγησιλάου, τοὐναντίον· ὥστε καὶ τὰ τῶν πόλεων ἔθη ταῖς τῶν προεστώτων διαφοραῖς συμμεταπίπτειν. Φίλιππος δ' ὁ βασιλεύς, ὅτε μὲν Ταυρίων ἢ Δημήτριος αὐτῷ συμπράττοιεν, ἦν ἀσεβέστατος, ὅτε δὲ πάλιν Ἄρατος ἢ Χρυσόγονος, ἡμερώτατος.
Παραπλήσια δέ μοι δοκεῖ τούτοις καὶ τὰ κατ' Ἀννίβαν γεγονέναι· καὶ γὰρ περιστάσεσι παραδόξοις καὶ ποικίλαις ἐχρήσατο καὶ φίλοις τοῖς ἔγγιστα μεγάλας ἐσχηκόσι διαφοράς, ὥστε καὶ λίαν ἐκ τῶν κατ' Ἰταλίαν πράξεων δυσθεώρητον εἶναι τὴν τοῦ προειρημένου φύσιν. τὰς μὲν οὖν τῶν περιστάσεων ὑποβολὰς εὐχερὲς καὶ διὰ τῶν προειρημένων καὶ διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων καταμαθεῖν, τὰς δὲ τῶν φίλων οὐκ ἄξιον παραλιπεῖν, ἄλλως τε καὶ διὰ μιᾶς γνώμης ἱκανὴν τοῦ πράγματος ἔμφασιν ἐξὸν λαβεῖν. καθ' ὃν γὰρ καιρὸν Ἀννίβας ἐξ Ἰβηρίας τὴν εἰς Ἰταλίαν πορείαν ἐπενόει στέλλεσθαι μετὰ τῶν δυνάμεων, μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς καὶ τὴν ἑτοιμότητα τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις, ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ καὶ κατὰ τὸ πλῆθος καὶ τὴν ἀγριότητα τῶν μεταξὺ κατοικούντων βαρβάρων, τότε δοκεῖ καὶ πλεονάκις ἐν τῷ συνεδρίῳ περὶ τούτου τοῦ μέρους ἐμπιπτούσης ἀπορίας εἷς τῶν φίλων Ἀννίβας ὁ Μονομάχος ἐπικαλούμενος ἀποφήνασθαι γνώμην διότι μία τις ὁδὸς αὑτῷ προφαίνεται. δι' ἧς ἐστιν εἰς Ἰταλίαν ἐλθεῖν ἐφικτόν. τοῦ δ' Ἀννίβου λέγειν κελεύσαντος, διδάξαι δεῖν ἔφη τὰς δυνάμεις ἀνθρωποφαγεῖν καὶ τούτῳ ποιῆσαι συνήθεις . Ἀννίβας δὲ πρὸς μὲν τὸ τόλμημα καὶ τὸ πρακτικὸν τῆς ἐπινοίας οὐδὲν ἀντειπεῖν ἐδυνήθη, τοῦ δὲ πράγματος λαβεῖν ἔννοιαν οὔθ' αὑτὸν οὔτε τοὺς φίλους ἐδύνατο πεῖσαι. τούτου δὲ τἀνδρὸς εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν εἰς Ἀννίβαν ἀναφερόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων.
Φιλάργυρός γε μὴν δοκεῖ γεγονέναι διαφερόντως καὶ φίλῳ κεχρῆσθαι φιλαργύρῳ Μάγωνι τῷ τὰ κατὰ τὴν Βρεττίαν χειρίζοντι. ταύτην δὲ τὴν ἱστορίαν ἐγὼ παρέλαβον μὲν καὶ παρ' αὐτῶν Καρχηδονίων· ἐγχώριοι γὰρ οὐ μόνον τὰς τῶν ἀνέμων στάσεις κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν· ἔτι δὲ Μασαννάσου ἀκριβέστερον διήκουσα, φέροντος ἀπολογισμοὺς καθόλου μὲν περὶ πάντων Καρχηδονίων, μάλιστα δὲ περὶ τῆς Ἀννίβου καὶ Μάγωνος τοῦ Σαυνίτου προσαγορευομένου φιλαργυρίας. πρὸς γὰρ τοῖς ἄλλοις ἔφη γενναιότατα κεκοινωνηκότας ἑαυτοῖς πραγμάτων τοὺς προειρημένους ἀπὸ τῆς πρώτης ἡλικίας καὶ πολλὰς μὲν πόλεις κατ' Ἰβηρίαν, πολλὰς δὲ κατὰ τὴν Ἰταλίαν εἰληφότας ἑκατέρους, τὰς μὲν κατὰ κράτος, τὰς δ' ἐκ παραδόσεως, οὐδέποτε μετεσχηκέναι τῆς αὐτῆς πράξεως ἀλλήλοις, ἀλλ' ἀεὶ μᾶλλον ἑαυτοὺς ἢ τοὺς πολεμίους στρατηγεῖν χάριν τοῦ μὴ συμπαρεῖναι θάτερον θατέρῳ πόλεως καταλαμβανομένης, ἵνα μήτε διαφέρωνται πρὸς σφᾶς ἐκ τῶν τοιούτων μήτε μερίζωνται τὸ λυσιτελές, ἐφαμίλλου τῆς ὑπεροχῆς αὐτῶν ὑπαρχούσης.
Πλὴν ὅτι γε καὶ τὴν Ἀννίβου φύσιν οὐ μόνον ἡ τῶν φίλων παράθεσις, ἔτι δὲ μᾶλλον ἡ τῶν πραγμάτων περίστασις ἐβιάζετο καὶ μετετίθετο πολλάκις, ἔκ τε τῶν προειρημένων καὶ τῶν λέγεσθαι μελλόντων ἐστὶ φανερόν. ἅμα γὰρ τῷ γενέσθαι τὴν Καπύην τοῖς Ῥωμαίοις ὑποχείριον εὐθέως ἦσαν, ὅπερ εἰκός, αἱ πόλεις μετέωροι, καὶ περιέβλεπον ἀφορμὰς καὶ προφάσεις τῆς πρὸς Ῥωμαίους μεταβολῆς· ὅτε δὴ καὶ δοκεῖ μάλιστα δυσχρηστηθεὶς Ἀννίβας εἰς ἀπορίαν ἐμπεσεῖν ὑπὲρ τῶν ἐνεστώτων. οὔτε γὰρ τηρεῖν τὰς πόλεις πάσας πολὺ διεστώσας ἀλλήλων δυνατὸς ἦν, καθίσας εἰς ἕνα τόπον, τῶν πολεμίων καὶ πλείοσι στρατοπέδοις ἀντιπαραγόντων, οὔτε διαιρεῖν εἰς πολλὰ μέρη τὴν αὑτοῦ δύναμιν οἷός τ' ἦν. εὐχείρωτος γὰρ ἔμελλε τοῖς ἐχθροῖς ὑπάρξειν καὶ διὰ τὸ λείπεσθαι τῷ πλήθει καὶ διὰ τὸ μὴ δύνασθαι πᾶσιν αὐτὸς συμπαρεῖναι. διόπερ ἠναγκάζετο τὰς μὲν προδήλως ἐγκαταλείπειν τῶν πόλεων, ἐξ ὧν δὲ τὰς φρουρὰς ἐξάγειν, ἀγωνιῶν μὴ κατὰ τὰς μεταβολὰς τῶν πραγμάτων συγκαταφθείρῃ τοὺς ἰδίους στρατιώτας. ἐνίας δὲ καὶ παρασπονδῆς' ὑπέμεινε, μετανιστὰς εἰς ἄλλας πόλεις καὶ ποιῶν ἀναρπάστους αὐτῶν τοὺς βίους. ἐξ ὧν προσκόπτοντες οἱ μὲν ἀσέβειαν, οἱ δ' ὠμότητα κατεγίνωσκον. καὶ γὰρ ἁρπαγαὶ χρημάτων ἅμα τοῖς προειρημένοις καὶ φόνοι καὶ βίαιοι προφάσεις ἐγίνοντο διά τε τῶν ἐξιόντων καὶ διὰ τῶν εἰσιόντων στρατιωτῶν εἰς τὰς πόλεις, ἑκάστων ὑπειληφότων ὅσον οὐκ ἤδη τοὺς ὑπολειπομένους μεταβαλεῖσθαι πρὸς τοὺς ὑπεναντίους. ἐξ ὧν καὶ λίαν δυσχερὲς ἀποφήνασθαι περὶ τῆς Ἀννίβου φύσεως, διά τε τὴν τῶν φίλων παράθεσιν καὶ τὴν τῶν πραγμάτων περίστασιν. κρατεῖ γε μὴν ἡ φήμη παρὰ μὲν Καρχηδοίοις ὡς φιλαργύρου, παρὰ δὲ Ῥωμαίοις ὡς ὠμοῦ γενομένου [αὐτοῦ].
vi. res siciliae
Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἐξ αὐτῆς τῆς περιμέτρου τεκμαίρονται τὰ μεγέθη τῶν προειρημένων. λοιπὸν ὅταν εἴπῃ τις τὴν μὲν τῶν Μεγαλοπολιτῶν πόλιν πεντήκοντα σταδίων ἔχειν τὸν περίβολον, τὴν δὲ τῶν Λακεδαιμονίων ὀκτὼ καὶ τετταράκοντα, τῷ δὲ μεγέθει διπλῆν εἶναι τὴν Λακεδαίμονα τῆς Μεγάλης πόλεως, ἄπιστον αὐτοῖς εἶναι δοκεῖ τὸ λεγόμενον. ἂν δὲ καὶ συναυξῆσαί τις βουλόμενος τὴν ἀπορίαν εἴπῃ διότι δυνατόν ἐστι τετταράκοντα σταδίων πόλιν ἢ στρατοπεδείαν ἔχουσαν τὴν περιγραφὴν διπλασίαν γίνεσθαι τῆς ἑκατὸν σταδίων ἐχούσης τὴν περίμετρον, τελέως ἐκπληκτικὸν αὐτοῖς φαίνεται τὸ λεγόμενον. τοῦτο δ' ἐστὶν αἴτιον ὅτι τῶν ἐν τοῖς παιδικοῖς μαθήμασι παραδιδομένων ἡμῖν διὰ τῆς γεωμετρίας οὐ μνημονεύομεν. περὶ μὲν οὖν τούτων προήχθην εἰπεῖν διὰ τὸ μὴ μόνον τοὺς πολλοὺς ἀλλὰ καὶ τῶν πολιτευομένων καὶ τῶν ἐν ταῖς ἡγεμονίαις ἀναστρεφομένων τινὰς ἐκπλήττεσθαι, θαυμάζοντας ποτὲ μὲν εἰ δυνατόν ἐστι μείζω τὴν τῶν Λακεδαιμονίων πόλιν εἶναι, καὶ πολλῷ μείζω, τῆς τῶν Μεγαλοπολιτῶν, τὸν περίβολον ἔχουσαν ἐλάττω, ποτὲ δὲ τὸ πλῆθος τῶν ἀνδρῶν τεκμαίρεσθαι, στοχαζομένους ἐξ αὐτῆς τῆς περιμέτρου τῶν στρατοπεδειῶν. παραπλήσιον δέ τι καὶ ἕτερον ἀδίκημα συμβαίνει περὶ τὰς τῶν πόλεων ἐπιφάσεις. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὰς περικεκλασμένας καὶ βουνώδεις πλείους οἰκίας ὑπολαμβάνουσι κατέχεσθαι τῶν ἐπιπέδων. τὸ δ' οὐκ ἔστι τοιοῦτον διὰ τὸ τὰ τειχία τῶν οἰκοδομιῶν μὴ τοῖς ἐγκλίμασι τῶν ἐδάφων ἀλλὰ τοῖς ὑποκειμένοις ἐπιπέδοις οἰκοδομεῖσθαι πρὸς ὀρθάς, ἐφ' ὧν καὶ τοὺς λόφους αὐτοὺς βεβηκέναι συμβαίνει. γνοίη δ' ἄν τις ἐκ τοῦ φαινομένου παιδικῶς ὅμως τὸ λεγόμενον. εἰ γὰρ νοήσαι τις εἰς ὕψος ἀνατεταμένας τὰς ἐν τοῖς κλίμασιν οἰκίας οὕτως ὥστε πάσας ἰσοϋψεῖς ὑπάρχειν, φανερὸν ὡς ἑνὸς ἐπιπέδου γενομένου τοῦ κατὰ τὰ τέγη τῶν οἰκιῶν, ἴσον καὶ παράλληλον ἔσται τοῦτο τῷ τοῖς λόφοις ὑποκειμένῳ καὶ τοῖς τῶν τειχῶν θεμελίοις ἐπιπέδῳ. περὶ μὲν οὖν τῶν ἡγεῖσθαι καὶ πολιτεύεσθαι βουλομένων, ἀγνοούντων δὲ τὰ τοιαῦτα καὶ θαυμαζόντων, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. ἡ δὲ τῶν Ἀκραγαντίνων πόλις οὐ μόνον κατὰ τὰ προειρημένα διαφέρει τῶν πλείστων πόλεων, ἀλλὰ καὶ κατὰ τὴν ὀχυρότητα, καὶ μάλιστα κατὰ τὸ κάλλος καὶ τὴν κατασκευήν. ἔκτισται μὲν γὰρ ἀπὸ θαλάττης ἐν ὀκτωκαίδεκα σταδίοις, ὥστε μηδενὸς ἀμοίρους εἶναι τῶν ἐκ ταύτης χρησίμων· ὁ δὲ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφάλισται. κεῖται γὰρ τὸ τεῖχος ἐπὶ πέτρας ἀκροτόμου καὶ περιρρῶγος, ᾗ μὲν αὐτοφυοῦς, ᾗ δὲ χειροποιήτου, περιέχεται δὲ ποταμοῖς· ῥεῖ γὰρ αὐτῆς παρὰ μὲν τὴν νότιον πλευρὰν ὁ συνώνυμος τῇ πόλει, παρὰ δὲ τὴν ἐπὶ τὰς δύσεις καὶ τὸν λίβα τετραμμένην ὁ προσαγορευόμενος Ὕψας. ἡ δ' ἄκρα τῆς πόλεως ὑπέρκειται κατ' αὐτὰς τὰς θερινὰς ἀνατολάς, κατὰ μὲν τὴν ἔξωθεν ἐπιφάνειαν ἀπροσίτῳ φάραγγι περιεχομένη, κατὰ δὲ τὴν ἐντὸς μίαν ἔχουσα πρόσοδον ἐκ τῆς πόλεως. ἐπὶ δὲ τῆς κορυφῆς Ἀθηνᾶς ἱερὸν ἔκτισται καὶ Διὸς Ἀταβυρίου, καθάπερ καὶ παρὰ Ῥοδίοις· τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης, εἰκότως ὁ θεὸς οὗτος τὴν αὐτὴν ἔχει προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις. κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς ἡ πόλις ναοῖς καὶ στοαῖς. καὶ μὴν ὁ τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέλειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ τὸ μέγεθος οὐδ' ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.
Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἀνάτῃ.
Ὁ δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν ἐκχωρεῖν εἰς Ἰταλίαν, ἐφ' ᾧ λαμβάνοντας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τὴν Βρεττιανήν, κυρίους ὄντας ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι.
vii. res graeciae
Ὅτι μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μακεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐδ' ἄλλως εἰπεῖν οὐδένα πέπεισμαι τολμῆσαι· σκοπεῖν δ' οὕτως ἔξεστιν. ἦν τι σύστημα τῶν ἐπὶ Θρᾴκης Ἑλλήνων, οὓς ἀπώκισαν Ἀθηναῖοι καὶ Χαλκιδεῖς, ὧν μέγιστον εἶχε πρόσχημα καὶ δύναμιν ἡ τῶν Ὀλυνθίων πόλις. ταύτην ἐξανδραποδισάμενος Φίλιππος καὶ παράδειγμα ποιήσας οὐ μόνον τῶν ἐπὶ Θρᾴκης πόλεων ἐγένετο κύριος, ἀλλὰ καὶ Θετταλοὺς ὑφ' αὑτὸν ἐποιήσατο διὰ τὸν φόβον. μετ' οὐ πολὺ δὲ μάχῃ νικήσας τοὺς Ἀθηναίους ἐχρήσατο μεγαλοψύχως τοῖς εὐτυχήμασιν, οὐχ ὅπως Ἀθηναίους εὖ ποιήσῃ, πολλοῦ γε δεῖν, ἀλλ' ἵνα διὰ τῆς πρὸς ἐκείνους εὐεργεσίας προκαλέσηται τοὺς ἄλλους εἰς τὸ ποιεῖν ἐθελοντὴν αὐτῷ τὸ προσταττόμενον. ἦν ἔτι τὸ τῆς ὑμετέρας πόλεως ἀξίωμα, δοκοῦν ἂν σὺν καιρῷ προστήσεσθαι τῶν Ἑλλήνων. τοιγαροῦν πᾶσαν ἱκανὴν ποιησάμενος πρόφασιν ἧκε μετὰ τῶν δυνάμεων, καὶ κατέφθειρε μὲν τέμνων τὴν γῆν, κατέφθειρε δ' αἴθων τὰς οἰκίας. τὸ δὲ τελευταῖον ἀποτεμόμενος καὶ τὰς πόλεις καὶ τὴν χώραν ὑμῶν προσένειμε τὴν μὲν Ἀργείοις, τὴν δὲ Τεγεάταις καὶ Μεγαλοπολίταις, τὴν δὲ Μεσσηνίοις, ἅπαντας βουλόμενος καὶ παρὰ τὸ προσῆκον εὐεργετεῖν, ἐφ' ᾧ μόνον ὑμᾶς κακῶς ποιεῖν. διεδέξατο παρ' αὐτοῦ τὴν ἀρχὴν Ἀλέξανδρος. οὗτος πάλιν ὑπολαβὼν βραχύ τι τῆς Ἑλλάδος ἔναυσμα καταλείπεσθαι περὶ τὴν Θηβαίων πόλιν, τίνα τρόπον αὐτὴν διέφθειρε, πάντας ὑμᾶς οἴομαι κατανοεῖν.
Καὶ μὴν περὶ τῶν διαδεξαμένων τούτου τὰ πράγματα πῶς κέχρηνται τοῖς Ἕλλησι, τί με δεῖ κατὰ μέρος λέγειν; οὐδεὶς γάρ ἐστι τῶν ὄντων οὕτως ἀπράγμων ὃς οὐχὶ πέπυσται πῶς Ἀντίπατρος μὲν ἐν τῇ περὶ Λαμίαν μάχῃ νικήσας τοὺς Ἕλληνας κάκιστα μὲν ἐχρήσατο τοῖς ταλαιπώροις Ἀθηναίοις, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, εἰς τοῦτο δ' ὕβρεως ἦλθε καὶ παρανομίας ὡς φυγαδοθήρας καταστήσας ἐξέπεμψε πρὸς τὰς πόλεις ἐπὶ τοὺς ἀντειρηκότας ἢ καθόλου λελυπηκότας τι τὴν Μακεδόνων οἰκίαν. ὧν οἱ μὲν ἐκ τῶν ἱερῶν ἀγόμενοι μετὰ βίας, οἱ δ' ἀπὸ τῶν βωμῶν ἀποσπώμενοι, μετὰ τιμωρίας ἀπέθνησκον, οἱ δὲ διαφυγόντες ἐκ πάσης ἐξενηλατοῦντο τῆς Ἑλλάδος· φύξιμον γὰρ οὐδὲν ἦν πλὴν ἑνὸς αὐτοῖς τοῦ τῶν Αἰτωλῶν ἔθνους. τά γε μὴν Κασσάνδρῳ καὶ Δημητρίῳ πεπραγμένα, σὺν δὲ τούτοις Ἀντιγόνῳ τῷ Γονατᾷ, τίς οὐκ οἶδε; διὰ γὰρ τὸ προσφάτως αὐτὰ γεγονέναι τελέως ἐναργῆ συμβαίνει τὴν γνῶσιν αὐτῶν ὑπάρχειν. ὧν οἱ μὲν φρουρὰς εἰσάγοντες εἰς τὰς πόλεις, οἱ δὲ τυράννους ἐμφυτεύοντες οὐδεμίαν πόλιν ἄμοιρον ἐποίησαν τοῦ τῆς δουλείας ὀνόματος. ἀφέμενος δὲ τούτων ἐπάνειμι νῦν ἐπὶ τὸν τελευταῖον Ἀντίγονον, ἵνα μὴ τὴν ἐκ τούτου πρᾶξιν ἀκάκως τινὲς ὑμῶν θεωροῦντες ὑπόχρεοι χάριτι νομίζωσιν εἶναι Μακεδόσιν. οὔτε γὰρ Ἀχαιοὺς σώζειν προαιρούμενος Ἀντίγονος ἐπανείλετο τὸν πρὸς ὑμᾶς πόλεμον οὔτε τῇ Κλεομένους τυραννίδι δυσαρεστούμενος, ἵνα Λακεδαιμονίους ἐλευθερώσῃ· καὶ λίαν γὰρ ὅ γε τοιοῦτός ἐστι τρόπος εὐήθης, εἴ τις ἄρα ταύτην ὑμῶν ἔχει τὴν διάληψιν· ἀλλ' ὁρῶν οὐκ ἐν ἀσφαλεῖ τὴν ἑαυτοῦ δυναστείαν ἐσομένην, ἐὰν ὑμεῖς τὴν Πελοποννησίων ἀρχὴν κατακτήσησθε, πρὸς δὲ τοῦτο βλέπων εὖ πεφυκότα τὸν Κλεομένην καὶ τὴν τύχην ὑμῖν λαμπρῶς συνεργοῦσαν, ἅμα φοβηθεὶς καὶ φθονήσας παρῆν, οὐ Πελοποννησίοις βοηθήσων, ἀλλὰ τὰς ὑμετέρας ἐλπίδας ἀφελούμενος καὶ τὴν ὑμετέραν ὑπεροχὴν ταπεινώσων. διόπερ οὐκ ἐπὶ τοσοῦτον ἀγαπᾶν ὀφείλετε Μακεδόνας, ὅτι κυριεύσαντες τῆς πόλεως οὐ διήρπασαν, ἐφ' ὅσον ἐχθροὺς νομίζειν καὶ μισεῖν, ὅτι δυναμένους ὑμᾶς ἡγεῖσθαι τῆς Ἑλλάδος πλεονάκις ἤδη κεκωλύκασι.
Περί γε μὴν τῆς Φιλίππου παρανομίας τίς χρεία πλείω λέγειν; τῆς μὲν γὰρ εἰς τὸ θεῖον ἀσεβείας ἱκανὸν ὑπόδειγμ' αἱ περὶ τοὺς ἐν Θέρμῳ ναοὺς ὕβρεις, τῆς δ' εἰς τοὺς ἀνθρώπους ὠμότητος ἡ περὶ τοὺς Μεσσηνίους ἀθεσία καὶ παρασπόνδησις Αἰτωλοὶ γὰρ μόνοι μὲν τῶν Ἑλλήνων ἀντωφθάλμησαν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς τῶν ἀδίκως ἀκληρούντων ἀσφαλείας, μόνοι δὲ πρὸς τὴν Βρέννου καὶ τῶν ἅμα τούτῳ βαρβάρων ἔφοδον ἀντέστησαν, μόνοι δὲ καλούμενοι συνηγωνίζοντο, βουλόμενοι τὴν πάτριον ἡγεμονίαν τῶν Ἑλλήνων ὑμῖν συγκατασκευάζειν.
Ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τοῦ νῦν ἐνεστῶτος διαβουλίου γράφειν μὲν καὶ χειροτονεῖν ἀναγκαῖόν πώς ἐστιν ὡς περὶ πολέμου βουλευομένοις, τῇ μέντοι γ' ἀληθείᾳ μὴ νομίζειν τοῦτον εἶναι πόλεμον. Ἀχαιοὺς μὲν γὰρ οὐχ οἷον διανοησομένους βλάπτειν ὑμῶν τὴν χώραν, μεγάλην δὲ χάριν ἕξειν αὐτοὺς ὑπολαμβάνω τοῖς θεοῖς, ἐὰν δύνωνται τὴν ἰδίαν τηρεῖν, ἐπειδὰν αὐτοῖς ὁ πόλεμος ὑπ' Ἠλείων καὶ Μεσσηνίων διὰ τὴν πρὸς ἡμᾶς συμμαχίαν, ἅμα δὲ τούτοις ὑφ' ἡμῶν περισταθῇ. Φίλιππον δὲ πάντως πέπεισμαι λήξειν τῆς ὁρμῆς κατὰ μὲν γῆν ὑπ' Αἰτωλῶν πολεμούμενον, κατὰ δὲ θάλατταν ὑπό τε Ῥωμαίων καὶ τοῦ βασιλέως Ἀττάλου. λίαν δ' εὐμαρῶς ἔστι συλλογίσασθαι τὸ μέλλον ἐκ τῶν ἤδη γεγονότων. εἰ γὰρ πρὸς μόνους Αἰτωλοὺς πολεμῶν μηδέποτε δυνατὸς ἦν χειρώσασθαι τούτους, ἦ που συμβεβηκότων ἀξιόχρεως ἂν εἴη πρὸς τὸν ἐνεστῶτα πόλεμον;
Ταῦτα μὲν οὖν εἰρήσθω μοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν χάριν τοῦ γνῶναι πάντας ὑμᾶς διότι καὶ μὴ προεισδεδεμένους, ἀλλ' ἐξ ἀκεραίου βουλευομένους, μᾶλλον Αἰτωλοῖς ἡμᾶς ἢ Μακεδόσιν ἐχρῆν συμμαχεῖν. εἰ δὲ καὶ προκατέχεσθε καὶ προδιειλήφατε περὶ τούτων, τίς ἔτι καταλείπεται λόγος; εἰ γὰρ συνέθεσθε τὴν νῦν ὑπάρχουσαν ὑμῖν πρὸς ἡμᾶς συμμαχίαν πρότερον τῶν ὑπ' Ἀντιγόνου γεγονότων εἰς ὑμᾶς εὐεργετημάτων, ἴσως ἦν εἰκὸς διαπορεῖν, εἰ δέον ἐστί, τοῖς ἐπιγεγονόσιν εἴκοντας παριδεῖν τι τῶν πρότερον ὑπαρχόντων. ἐπεὶ δὲ συντετελεσμένης ὑπ' Ἀντιγόνου τῆς πολυθρυλήτου ταύτης ἐλευθερίας καὶ σωτηρίας, ἣν οὗτοι παρ' ἕκαστον ὑμῖν ὀνειδίζουσι, μετὰ δὲ ταῦτα βουλευόμενοι καὶ πολλάκις ἑαυτοῖς δόντες λόγον, ποτέροις ὑμᾶς δεῖ κοινωνεῖν πραγμάτων, Αἰτωλοῖς ἢ Μακεδόσιν, εἵλεσθε μετέχειν Αἰτωλοῖς, οἷς ἐδώκατε περὶ τούτων πίστεις καὶ κατελάβετε παρ' ἡμῶν, καὶ συμπεπολεμήκατε τὸν πρώην συστάντα πόλεμον ἡμῖν πρὸς Μακεδόνας, τίς ἔτι δύναται περὶ τούτων εἰκότως ἐπαπορεῖν; τὰ μὲν γὰρ πρὸς Ἀντίγονον καὶ Φίλιππον ὑμῖν ὑπάρχοντα φιλάνθρωπα παρεγράφη τότε. λοιπὸν ἢ δι' Αἰτωλῶν ἀδίκημά τι δεῖ μετὰ ταῦτα γεγονὸς εἰς ὑμᾶς δεικνύειν ἢ διὰ Μακεδόνων εὐεργεσίαν ἢ μηδετέρου τούτων ἐπιγεγονότος, πῶς, οἷς πρότερον ἐξ ἀκεραίου βουλευόμενοι δικαίως οὐ προσέσχετε, τούτων νῦν ἐντραπέντες ἀνασκευάζειν μέλλετε συνθήκας, ὅρκους, τὰς μεγίστας πίστεις παρ' ἀνθρώποις;
Ὁ μὲν οὖν Χλαινέας τοιαῦτα διαλεχθεὶς καὶ δόξας δυσαντιρρήτως εἰρηκέναι κατέπαυσε τὸν λό γον. μετὰ δὲ ταῦτα Λυκίσκος ὁ τῶν Ἀκαρνάνων πρεσβευτὴς εἰσελθὼν τὸ μὲν πρῶτον ἐπέσχε, θεωρῶν τοὺς πολλοὺς ἐν αὑτοῖς διαλαλοῦντας ὑπὲρ τῶν προειρημένων, ἐπεὶ δέ ποτε καθησύχασαν, οὕτως πως ἤρξατο τοῦ λέγειν " 1Ἡμεῖς, ἄνδρες Λακεδαιμόνιοι, παρεγενόμεθα μὲν ὑπὸ τοῦ κοινοῦ τῶν Ἀκαρνάνων ἀπεσταλμένοι πρὸς ὑμᾶς, μετέχοντες δὲ σχεδὸν ἀεί ποτε Μακεδόσι τῶν αὐτῶν ἐλπίδων καὶ τὴν πρεσβείαν ταύτην κοινὴν ὑπολαμβάνομεν ἡμῖν ὑπάρχειν καὶ Μακεδόσιν. ὥσπερ δὲ καὶ κατὰ τοὺς κινδύνους διὰ τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς Μακεδόνων δυνάμεως ἐμπεριέχεσθαι συμβαίνει τὴν ἡμετέραν ἀσφάλειαν ἐν ταῖς ἐκείνων ἀρεταῖς, οὕτως καὶ κατὰ τοὺς πρεσβευτικοὺς ἀγῶνας ἐμπεριέχεται τὸ τῶν Ἀκαρνάνων συμφέρον ἐν τοῖς Μακεδόνων δικαίοις. διόπερ οὐ δεῖ θαυμάζειν ὑμᾶς, ἐὰν τὸν πλείω λόγον ὑπὲρ Φιλίππου ποιώμεθα καὶ Μακεδόνων. Χλαινέας τοιγαροῦν, καταστρέφων τὴν δημηγορίαν, ἀπότομόν τινα συγκεφαλαίωσιν ἐποιήσατο τῶν ὑπαρχόντων πρὸς ὑμᾶς δικαίων. ἔφη γάρ, εἰ μὲν ἐπιγέγονέ τι μετὰ τὸ θέσθαι τὴν συμμαχίαν ὑμᾶς τὴν πρὸς τούτους ἤτοι βλαβερὸν καὶ δυσχερὲς ὑπ' Αἰτωλῶν ἢ καὶ νὴ Δία φιλάνθρωπον ὑπὸ Μακεδόνων, εἰκότως ἂν καὶ τὸ νῦν διαβούλιον ἐξ ἀκεραίου σκέψεως τυγχάνειν· εἰ δὲ μηδενὸς ἐπιγεγονότος τοιούτου τὰ κατ' Ἀντίγονον προφερόμενοι τὰ πρότερον ὑφ' ὑμῶν δεδοκιμασμένα πεπείσμεθα νῦν ἡμεῖς ἀνασκευάσειν ὅρκους καὶ συνθήκας, εὐηθεστάτους πάντων ἡμᾶς ὑπάρχειν. ἐγὼ δ', εἰ μὲν μηδὲν ἐπιγέγονε κατὰ τὸν τούτου λόγον, μένει δὲ τὰ πράγματα τοιαῦτα τοῖς Ἕλλησιν οἷα πρότερον ἦν, ὅτε πρὸς αὐτοὺς Αἰτωλοὺς ἐποιεῖσθε τὴν συμμαχίαν, ὁμολογῶ πάντων εὐηθέστατος ὑπάρχειν καὶ ματαίους μέλλειν διατίθεσθαι λόγους· εἰ δὲ τὴν ἐναντίαν ἔσχηκε διάθεσιν, ὡς ἐγὼ σαφῶς δείξω προϊόντος τοῦ λόγου, καὶ λίαν ἐμὲ μὲν οἴομαι φανήσεσθαί τι λέγειν ὑμῖν τῶν συμφερόντων, Χλαινέαν δ' ἀγνοεῖν. παραγινόμεθα μὲν οὖν ὑπὲρ αὐτοῦ τούτου πεπεισμένοι δεῖν ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ὑπὲρ τοῦ δεῖξαι διότι καὶ πρέπον ὑμῖν ἐστι καὶ συμφέρον, εἰ μὲν δυνατόν, ἀκούσαντας τῆς ἐπιφερομένης τοῖς Ἕλλησι περιστάσεως καλόν τι βουλεύσασθαι καὶ πρέπον ἑαυτοῖς, μετασχόντας ἡμῖν τῶν ἐλπίδων· εἰ δὲ μή, τούτων τὴν ἡσυχίαν ἔχειν κατὰ τὸ παρόν. ἐπεὶ δ' ἀνέκαθεν οὗτοι κατηγορεῖν ἐτόλμησαν τῆς Μακεδόνων οἰκίας, ἀναγκαῖον εἶναί μοι δοκεῖ πρότερον ὑπὲρ τούτων βραχέα διαλεχθέντ' ἀφελέσθαι τὴν ἄγνοιαν τῶν πεπιστευκότων τοῖς εἰρημένοις.
Ἔφη τοιγαροῦν Χλαινέας Φίλιππον τὸν Ἀμύντου διὰ τῆς Ὀλυνθίων ἀτυχίας κύριον γενέσθαι Θετταλίας. ἐγὼ δὲ διὰ Φίλιππον οὐ μόνον Θετταλούς, ἀλλὰ καὶ τοὺς λοιποὺς Ἕλληνας ὑπολαμβάνω σεσῶσθαι. καθ' οὓς γὰρ καιροὺς Ὀνόμαρχος καὶ Φιλόμηλος καταλαβόμενοι Δελφοὺς ἀσεβῶς καὶ παρανόμως ἐγένοντο κύριοι τῶν τοῦ θεοῦ χρημάτων, τότε τίς ὑμῶν οὐκ οἶδε διότι τηλικαύτην συνεστήσαντο δύναμιν, πρὸς ἣν οὐδεὶς ἔτι τῶν Ἑλλήνων ἀντοφθαλμεῖν δυνατὸς ἦν; ἀλλ' ἐκινδύνευον ἅμα ταῖς εἰς τὸ θεῖον ἀσεβείαις καὶ τῆς Ἑλλάδος γενέσθαι κύριοι πάσης. ἐν οἷς καιροῖς Φίλιππος ἐθελοντὴν αὑτὸν ἐπιδοὺς ἐπανείλετο μὲν τοὺς τυράννους, ἠσφαλίσατο δὲ τὰ κατὰ τὸ ἱερόν, αἴτιος δ' ἐγένετο τοῖς Ἕλλησι τῆς ἐλευθερίας, ὡς αὐτὰ τὰ πράγματα μεμαρτύρηκε καὶ τοῖς ἐπιγενομένοις. οὐ γὰρ ὡς ἠδικηκότα Φίλιππον Θετταλούς, καθάπερ οὗτος ἐτόλμα λέγειν, ἀλλ' ὡς εὐεργέτην ὄντα τῆς Ἑλλάδος, καὶ κατὰ γῆν αὐτὸν ἡγεμόνα καὶ κατὰ θάλατταν εἵλοντο πάντες· οὗ πρότερον ἀνθρώπων οὐδεὶς ἔτυχε. νὴ Δί', ἀλλὰ παρεγένετο μετὰ τῆς δυνάμεως εἰς τὴν Λακωνικήν· οὐ κατά γε τὴν αὑτοῦ προαίρεσιν, ὡς ὑμεῖς ἴστε, καλούμενος δὲ καὶ πολλάκις ὀνομαζόμενος ὑπὸ τῶν ἐν Πελοποννήσῳ φίλων καὶ συμμάχων μόλις αὑτὸν ἐπέδωκε. καὶ παραγενόμενος πῶς τοῖς πράγμασιν ἐχρήσατο, ὦ Χλαινέα, σκόπει. δυνάμενος γὰρ συγχρήσασθαι ταῖς τῶν ἀστυγειτόνων ὁρμαῖς πρός τε τὴν τῆς χώρας τῆς τούτων καταφθορὰν καὶ τὴν τῆς πόλεως ταπείνωσιν, καὶ τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης χάριτος, ἐπὶ μὲν τὴν τοιαύτην αἵρεσιν οὐδαμῶς αὑτὸν ἐνέδωκε, καταπληξάμενος δὲ κἀκείνους καὶ τούτους ἐπὶ τῷ κοινῇ συμφέροντι διὰ λόγου τὴν ἐξαγωγὴν ἀμφοτέρους ἠνάγκασε ποιήσασθαι περὶ τῶν ἀμφισβητουμένων, οὐχ αὑτὸν ἀποδείξας κριτὴν ὑπὲρ τῶν ἀντιλεγομένων, ἀλλὰ κοινὸν ἐκ πάντων τῶν Ἑλλήνων καθίσας κριτήριον. ἄξιόν γε τὸ γεγονὸς ὀνείδους καὶ προφορᾶς.
Πάλιν Ἀλεξάνδρῳ διότι μὲν ἀδικεῖσθαι δόξας τὴν Θηβαίων πόλιν ἐκόλασε, τοῦτο πικρῶς ὠνείδισας, ὅτι δὲ τιμωρίαν ἔλαβε παρὰ τῶν Περσῶν ὑπὲρ τῆς εἰς ἅπαντας τοὺς Ἕλληνας ὕβρεως, οὐκ ἐποιήσω μνήμην, οὐδὲ διότι μεγάλων κακῶν κοινῇ πάντας ἡμᾶς ἔλυσε, καταδουλωσάμενος τοὺς βαρβάρους καὶ παρελόμενος αὐτῶν τὰς χορηγίας, αἷς ἐκεῖνοι χρώμενοι κατέφθειραν τοὺς Ἕλληνας, ποτὲ μὲν Ἀθηναίους καὶ τοὺς τούτων προγόνους ἀγωνοθετοῦντες καὶ συμβάλλοντες, ποτὲ δὲ Θηβαίους, καὶ τέλος ὑπήκοον ἐποίησε τὴν Ἀσίαν τοῖς Ἕλλησι. περὶ δὲ τῶν διαδεξαμένων πῶς καὶ τολμᾶτε μνημονεύειν; ἐκεῖνοι γὰρ κατὰ τὰς τῶν καιρῶν περιστάσεις οἷς μὲν ἀγαθῶν οἷς δὲ κακῶν ἐγίνοντο παραίτιοι πολλάκις· περὶ ὧν τοῖς μὲν ἄλλοις ἴσως ἂν ἐξείη μνησικακεῖν, ὑμῖν δ' οὐδαμῶς καθήκει τοῦτο ποιεῖν τοῖς ἀγαθοῦ μὲν μηδενὶ μηδενὸς παραιτίοις γεγονόσι, κακῶν δὲ πολλοῖς καὶ πολλάκις. ἐπεὶ τίνες οἱ τὸν Ἀντίγονον εἰσὶ τὸν Δημητρίου παρακαλέσαντες ἐπὶ διαιρέσει τοῦ τῶν Ἀχαιῶν ἔθνους; τίνες δ' οἱ πρὸς τὸν Ἀλέξανδρον τὸν Ἠπειρώτην ὅρκους ποιησάμενοι καὶ συνθήκας ἐπ' ἐξανδραποδισμῷ καὶ μερισμῷ τῆς Ἀκαρνανίας; οὐχ ὑμεῖς; τίνες δὲ κατὰ κοινὸν τοιούτους ἡγεμόνας ἐξέπεμψαν οἵους ὑμεῖς; οἵ γε καὶ τοῖς ἀσύλοις ἱεροῖς ἐτόλμησαν προσάγειν τὰς χεῖρας. ὧν Τίμαιος μὲν τό τ' ἐπὶ Ταινάρῳ τοῦ Ποσειδῶνος καὶ τὸ τῆς ἐν Λούσοις ἱερὸν Ἀρτέμιδος ἐσύλησε, Φάρυκος δὲ καὶ Πολύκριτος, ὁ μὲν τὸ τῆς Ἥρας ἐν Ἄργει τέμενος, ὁ δὲ τὸ τοῦ Ποσειδῶνος ἐν Μαντινείᾳ διήρπασε. τί δαὶ Λάτταβος καὶ Νικόστρατος; οὐ τὴν τῶν Παμβοιωτίων πανήγυριν εἰρήνης οὔσης παρεσπόνδησαν, Σκυθῶν ἔργα καὶ Γαλατῶν ἐπιτελοῦντες; ὧν οὐδὲν πέπρακται τοῖς διαδεξαμένοις.
Καὶ πρὸς οὐδὲν τούτων ἀπολογηθῆναι δυνάμενοι σεμνύνεσθε, διότι τὴν ἐπὶ Δελφοὺς ἔφοδον τῶν βαρβάρων ὑπέστητε, καὶ φατὲ δεῖν διὰ ταῦτα χάριν ἔχειν ὑμῖν τοὺς Ἕλληνας. ἀλλ' εἰ διὰ μίαν ταύτην χρείαν Αἰτωλοῖς χάρις ὀφείλεται, τίνος καὶ πηλίκης δεῖ τιμῆς ἀξιοῦσθαι Μακεδόνας, οἳ τὸν πλείω τοῦ βίου χρόνον οὐ παύονται διαγωνιζόμενοι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἀσφαλείας; ὅτι γὰρ αἰεί ποτ' ἂν ἐν μεγάλοις ἦν κινδύνοις τὰ κατὰ τοὺς Ἕλληνας, εἰ μὴ Μακεδόνας εἴχομεν πρόφραγμα καὶ τὰς τῶν παρὰ τούτοις βασιλέων φιλοτιμίας, τίς οὐ γινώσκει; μέγιστον δὲ τούτου σημεῖον· ἅμα γὰρ τῷ Γαλάτας καταφρονῆσαι Μακεδόνων νικήσαντας Πτολεμαῖον τὸν Κεραυνὸν ἐπικαλούμενον, εὐθέως καταγνόντες τῶν ἄλλων ἧκον οἱ περὶ Βρέννον εἰς μέσην τὴν Ἑλλάδα μετὰ δυνάμεως. ὃ πολλάκις ἂν συνέβαινε γίνεσθαι μὴ προκαθημένων Μακεδόνων.
Οὐ μὴν ἀλλὰ περὶ μὲν τῶν γεγονότων ἔχων πολλὰ λέγειν ἀρκεῖν ἡγοῦμαι· τῶν δὲ Φιλίππῳ πεπραγμένων εἰς ἀσέβειαν ὠνείδισαν τὴν τοῦ ναοῦ καταφθοράν, οὐ προσθέντες τὴν αὑτῶν ὕβριν καὶ παρανομίαν, ἣν ἐπετελέσαντο περὶ τοὺς ἐν Δίῳ καὶ Δωδώνῃ ναοὺς καὶ τὰ τεμένη τῶν θεῶν. ἐχρῆν δὲ λέγειν τοῦτο πρῶτον. ὑμεῖς δ' ἃ μὲν ἐπάθετε, τούτοις ἐξηγήσασθε, μείζω ποιοῦντες τῶν γεγονότων, ἃ δ' ἐποιήσατε πρότεροι, πολλαπλάσια γεγονότα παρεσιωπήσατε, σαφῶς εἰδότες ὅτι τὰς ἀδικίας καὶ ζημίας ἅπαντες ἀεὶ τοῖς ἄρχουσι χειρῶν ἀδίκων ἐπιφέρουσι.
Περὶ δὲ τῶν κατ' Ἀντίγονον ἕως τούτου βούλομαι ποιήσασθαι τὴν μνήμην, [ἕως] τοῦ μὴ δόξαι καταφρονεῖν τῶν γεγονότων μηδ' ἐν παρέργῳ τίθεσθαι τὴν τηλικαύτην πρᾶξιν. ἔγωγ' εὐεργεσίαν μείζω τῆς ὑπ' Ἀντιγόνου γεγενημένης εἰς ὑμᾶς οὐδ' ἱστορεῖσθαι νομίζω· δοκεῖ γὰρ ἔμοιγε μηδ' ὑπερβολὴν ἐπιδέχεσθαι τὸ γεγονός. γνοίη δ' ἄν τις ἐκ τούτων. ἐπολέμησε πρὸς ὑμᾶς Ἀντίγονος, καὶ μετὰ ταῦτα παραταξάμενος ἐνίκησε· διὰ τῶν ὅπλων ἐγένετο κύριος τῆς χώρας ἅμα καὶ τῆς πόλεως. ὤφειλε ποιεῖν τὰ τοῦ πολέμου· τοσοῦτον ἀπέσχε τοῦ πρᾶξαί τι καθ' ὑμῶν δεινόν, ὡς πρὸς τοῖς ἄλλοις ἐκβαλὼν τὸν τύραννον καὶ τοὺς νόμους καὶ τὸ πάτριον ὑμῖν ἀποκατέστησε πολίτευμα. ἀνθ' ὧν ὑμεῖς ἐν ταῖς κοιναῖς πανηγύρεσι μάρτυρας ποιησάμενοι τοὺς Ἕλληνας εὐεργέτην ἑαυτῶν καὶ σωτῆρα τὸν Ἀντίγονον ἀνεκηρύξατε. τί οὖν ἐχρῆν ποιεῖν ὑμᾶς; ἐρῶ γὰρ τὸ φαινόμενον, ἄνδρες. ὑμεῖς δ' ἀνέξεσθε· ποιήσω γὰρ τοῦτο νῦν οὐκ ἀπροσλόγως ὀνειδίσαι βουλόμενος ὑμῖν, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως ἀναγκαζόμενος ἐπὶ τῷ κοινῇ συμφέροντι. τί δὴ μέλλω λέγειν; ὅτι καὶ κατὰ τὸν προγεγονότα πόλεμον οὐκ Αἰτωλοῖς, ἀλλὰ Μακεδόσιν ἔδει συμμαχεῖν ὑμᾶς, καὶ νῦν παρακαλουμένους Φιλίππῳ μᾶλλον ἢ τούτοις ἑαυτοὺς προσνέμειν. νὴ Δί', ἀλλὰ παραβήσεσθε τὰς συνθήκας· καὶ πότερα δεινότερον ἂν ποιήσαιτε, τὰ κατ' ἰδίαν πρὸς Αἰτωλοὺς ὑμῖν συγκείμενα δίκαια παριδόντες ἢ τὰ πάντων τῶν Ἑλλήνων ἐναντίον ἐν στήλῃ γεγονότα καὶ καθιερωμένα; πῶς δὲ τούτους ἀθετεῖν εὐλαβεῖσθε, παρ' ὧν οὐδεμίαν προειλήφατε χάριν, Φίλιππον δὲ καὶ Μακεδόνας οὐκ ἐντρέπεσθε, δι' οὓς ἔχετε καὶ τοῦ νῦν βουλεύεσθαι τὴν ἐξουσίαν; ἢ τὸ μὲν τοῖς φίλοις τὰ δίκαια ποιεῖν ἀναγκαῖον ἡγεῖσθε; καὶ μὴν οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν· ὃ νῦν Αἰτωλοὶ πάρεισιν ὑμᾶς ἀξιοῦντες.
Οὐ μὴν ἀλλ' εἰρήσθω μέν μοι ταῦτα, κρινέσθω δὲ παρὰ τοῖς φιλοτιμότερον διακειμένοις ἐκτὸς εἶναι τῶν ἐνεστώτων. ἐπὶ δὲ τὸ συνέχον, ὡς οὗτοί φασιν, ἐπάνιμεν. τοῦτο δ' ἦν, εἰ μὲν ὡμοίωται τὰ πράγματα νῦν καὶ καθ' οὓς καιροὺς ἐποιεῖσθε τὴν πρὸς τούτους συμμαχίαν, διότι δεῖ μένειν καὶ τὴν ὑμετέραν αἵρεσιν ἐπὶ τῶν ὑποκειμένων· ταῦτα γὰρ ἐν ἀρχαῖς εἶναι· εἰ δ' ὁλοσχερῶς ἠλλοίωται, διότι δίκαιόν ἐστι καὶ νῦν ὑμᾶς ἐξ ἀκεραίου βουλεύεσθαι περὶ τῶν παρακελευομένων. ἐρωτῶ τοιγαροῦν ὑμᾶς, ὦ Κλεόνικε καὶ Χλαινέα, τίνας ἔχοντες συμμάχους τότε παρεκαλεῖτε τούτους εἰς τὴν κοινοπραγίαν; ἆρ' οὐ πάντας Ἕλληνας; τίσι δὲ νῦν κοινωνεῖτε τῶν ἐλπίδων, ἢ πρὸς ποίαν παρακαλεῖτε τούτους συμμαχίαν; ἆρ' οὐ πρὸς τὴν τῶν βαρβάρων; ὅμοιά γε δοκεῖ τὰ πράγμαθ' ὑμῖν ὑπάρχειν νῦν καὶ πρότερον, ἀλλ' οὐ τἀναντία· τότε μὲν γὰρ ὑπὲρ ἡγεμονίας καὶ δόξης ἐφιλοτιμεῖσθε πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ὁμοφύλους καὶ τὸν τούτων ἡγεμόνα Φίλιππον· νῦν δὲ περὶ δουλείας ἐνίσταται πόλεμος τοῖς Ἕλλησι πρὸς ἀλλοφύλους ἀνθρώπους, οὓς ὑμεῖς δοκεῖτε μὲν ἐπισπᾶσθαι κατὰ Φιλίππου, λελήθατε δὲ κατὰ σφῶν αὐτῶν ἐπεσπασμένοι καὶ κατὰ πάσης Ἑλλάδος. ὥσπερ γὰρ οἱ κατὰ τὰς πολεμικὰς περιστάσεις βαρυτέρας ἐπαγόμενοι φυλακὰς εἰς τὰς πόλεις τῆς αὑτῶν δυνάμεως χάριν τῆς ἀσφαλείας ἅμα τὸν ἀπὸ τῶν ἐχθρῶν ἀπωθοῦνται φόβον καὶ ποιοῦσιν ὑποχειρίους σφᾶς αὐτοὺς ταῖς τῶν φίλων ἐξουσίαις, τὸν αὐτὸν τρόπον καὶ νῦν Αἰτωλοὶ διανοοῦνται. βουλόμενοι γὰρ περιγενέσθαι Φιλίππου καὶ ταπεινῶσαι Μακεδόνας, λελήθασιν αὑτοῖς ἐπισπασάμενοι τηλικοῦτο νέφος ἀπὸ τῆς ἑσπέρας, ὃ κατὰ μὲν τὸ παρὸν ἴσως πρώτοις ἐπισκοτήσει Μακεδόσι, κατὰ δὲ τὸ συνεχὲς πᾶσιν ἔσται τοῖς Ἕλλησι μεγάλων κακῶν αἴτιον.
Ἅπαντας μὲν οὖν δεῖ τοὺς Ἕλληνας προϊδέσθαι τὸν ἐπιφερόμενον καιρόν, μάλιστα δὲ Λακεδαιμονίους. ἐπεὶ τίνος χάριν ὑπολαμβάνετε τοὺς ὑμετέρους προγόνους, ἄνδρες Λακεδαιμόνιοι, καθ' οὓς καιροὺς ὁ Ξέρξης ἀπέστειλε πρεσβευτὴν πρὸς ὑμᾶς, ὕδωρ καὶ γῆν αἰτούμενος, ἀπώσαντας εἰς τὸ φρέαρ τὸν παραγεγονότα καὶ προσεπιβαλόντας τῆς γῆς κελεύειν ἀπαγγεῖλαι τῷ Ξέρξῃ διότι παρὰ Λακεδαιμονίων ἔχει τὰ κατὰ τὴν ἐπαγγελίαν, ὕδωρ καὶ γῆν; τίνος πάλιν ἐθελοντὴν καὶ προδήλως ἐξορμᾶν ἀποθανουμένους τοὺς περὶ Λεωνίδην; ἆρ' οὐχ ἵνα δόξωσι μὴ μόνον ὑπὲρ τῆς αὑτῶν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας προκινδυνεύειν; ἄξιόν γε τοιούτων ἀνδρῶν ἀπογόνους ὑπάρχοντας, κἄπειτα νῦν συμμαχίαν ποιησαμένους τοῖς βαρβάροις, στρατεύειν μετ' ἐκείνων καὶ πολεμεῖν Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Βοιωτοῖς, Θετταλοῖς σχεδὸν πᾶσι τοῖς Ἕλλησι πλὴν Αἰτωλῶν. τούτοις μὲν οὖν ἔθος ἐστὶ ταῦτα πράττειν καὶ μηδὲν αἰσχρὸν νομίζειν, εἰ μόνον πρόσεστι τὸ πλεονεκτεῖν, οὐ μὴν ὑμῖν. καὶ τί δήποτε προσδοκᾶν δεῖ τούτους ἀπεργασομένους, ἐπεὶ τὴν Ῥωμαίων προσειλήφασι συμμαχίαν; οἵ γε τῆς Ἰλλυριῶν ἐπιλαβόμενοι ῥοπῆς καὶ βοηθείας κατὰ μὲν θάλατταν βιάζεσθαι καὶ παρασπονδεῖν ἐπεβάλοντο Πύλον, κατὰ δὲ γῆν ἐπολιόρκησαν μὲν τὴν Κλειτορίων πόλιν, ἐξηνδραποδίσαντο δὲ τὴν Κυναιθέων. καὶ πρότερον μὲν Ἀντιγόνῳ, καθάπερ ἐπάνω προεῖπον, ἐποιήσαντο συνθήκας οὗτοι περί τε τοῦ τῶν Ἀχαιῶν καὶ τοῦ τῶν Ἀκαρνάνων ἔθνους, νῦν δὲ πεποίηνται πρὸς Ῥωμαίους κατὰ πάσης τῆς Ἑλλάδος. Ἃ τίς οὐκ ἂν πυθόμενος ὑπίδοιτο μὲν τὴν Ῥωμαίων ἔφοδον, μισήσαι δὲ τὴν Αἰτωλῶν ἀπόνοιαν, ὅτι τοιαύτας ἐθάρρησαν ποιήσασθαι συνθήκας; ἤδη παρῄρηνται μὲν Ἀκαρνάνων Οἰνιάδας καὶ Νᾶσον· κατέσχον δὲ πρώην τὴν τῶν ταλαιπώρων Ἀντικυρέων πόλιν, ἐξανδραποδισάμενοι μετὰ Ῥωμαίων αὐτήν. καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ἀπάγουσι Ῥωμαῖοι, πεισόμενα δῆλον [ὅτι] ἅπερ εἰκός ἐστι πάσχειν τοῖς ὑπὸ τὰς τῶν ἀλλοφύλων πεσοῦσιν ἐξουσίας· τὰ δ' ἐδάφη κληρονομοῦσι τῶν ἠτυχηκότων Αἰτωλοί. καλόν γε ταύτης τῆς συμμαχίας μετασχεῖν κατὰ προαίρεσιν, ἄλλως τε καὶ Λακεδαιμονίους ὑπάρχοντας, οἵ γε Θηβαίους τοὺς κατ' ἀνάγκην ἡσυχίαν ἄγειν βουλευσαμένους μόνους τῶν Ἑλλήνων κατὰ τὴν τῶν Περσῶν ἔφοδον ἐψηφίσαντο δεκατεύσειν τοῖς θεοῖς κρατήσαντες τῷ πολέμῳ τῶν βαρβάρων.
Καλὸν μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοι, καὶ πρέπον ὑμῖν ἐστι τὸ μνησθέντας μὲν τῶν προγόνων, εὐλαβηθέντας δὲ τὴν Ῥωμαίων ἔφοδον, ὑπιδομένους δὲ τὴν Αἰτωλῶν κακοπραγμοσύνην, τὸ δὲ μέγιστον τῶν ἐξ Ἀντιγόνου γεγονότων μνησθέντας, ἔτι καὶ νῦν μισοπονηρῆσαι, καὶ τὴν μὲν Αἰτωλῶν ἀποστραφῆναι φιλίαν, Ἀχαιοῖς δὲ καὶ Μακεδόσι κοινωνῆσαι τῶν αὐτῶν ἐλπίδων. εἰ δ' ἄρα πρὸς τοῦτό τινες ἀντιπράττουσι τῶν πλεῖον δυναμένων παρ' ὑμῖν, πρός γε τὴν ἡσυχίαν ὁρμήσατε, καὶ μὴ μετάσχητε τῆς τούτων ἀδικίας.
Τὸ γὰρ τοιοῦτον ἦθος αἰεὶ βούλεται διαφυλάττειν ἡ τῶν Ἀθηναίων πόλις.
Προθυμίαν γὰρ φίλων συμφόρως μὲν γινομένην μεγάλην παρέχεσθαι χρείαν, ἐφελκομένην δὲ καὶ καθυστεροῦσαν τελέως ἀνωφελῆ ποιεῖν τὴν ἐπικουρίαν. εἴπερ οὖν βούλονται μὴ τοῖς γράμμασι μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις τηρεῖν τὴν πρὸς αὐτοὺς συμμαχίαν Οἱ δὲ Ἀκαρνᾶνες, πυνθανόμενοι τὴν τῶν Αἰτωλῶν ἔφοδον ἐπὶ σφᾶς, τὰ μὲν ἀπαλγοῦντες ταῖς ἐλπίσι, τὰ δὲ καὶ θυμομαχοῦντες, ἐπί τινα παράστασιν κατήντησαν.
Εἰ δέ τις λειπόμενος μὴ θάνοι, φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ ἐναύειν. περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φευγόντων δέξασθαι τῇ χώρᾳ.
Προθέμενος δὲ τῆς πόλεως κατὰ δύο πύργους ποιεῖσθαι τὴν προσαγωγὴν κατὰ μὲν τούτους χελώνας κατεσκεύαζε χωστρίδας καὶ κριούς, κατὰ δὲ τὸ μεσοπύργιον στοὰν ἐποίει μεταξὺ τῶν κριῶν παράλληλον τῷ τείχει. τῆς δὲ προθέσεως συντελουμένης παραπλήσιος ἡ τῶν ἔργων ἐγίνετο πρόσοψις τῇ τοῦ τείχους διαθέσει· τὰ μὲν γὰρ ἐπὶ ταῖς χελώναις κατασκευάσματα πύργων ἐλάμβανε καὶ φαντασίαν καὶ διάθεσιν ἐκ τῆς τῶν γέρρων συνθέσεως, τὸ δὲ μεταξὺ τούτων τείχους, τῶν ἀνωτέρω γέρρων τῆς στοᾶς εἰς ἐπάλξεις τῇ πλοκῇ διῃρημένων. διὰ μὲν οὖν τοῦ κάτω μέρους τῶν πύργων οἵ τε προσχωννύντες τὰς ἀνωμαλίας τῶν τόπων ἐπὶ τῇ τῶν ἐσχαρίων ἐφόδῳ τὴν γῆν ἐπέβαλλον ὅ τε κριὸς ἐξωθεῖτο. τὸ δὲ δεύτερον ὑδρίας καὶ τὰς πρὸς τοὺς ἐμπυρισμοὺς εἶχε παρασκευὰς καὶ τὰ καταπελτικὰ σὺν τούτοις. ἐπὶ δὲ τοῦ τρίτου πλῆθος ἀνδρῶν ἐφειστήκει τῶν ἀπομαχομένων πρὸς τοὺς κακοποιεῖν ἐπιβαλλομένους τὸν κριόν. οὗτοι δ' ἦσαν ἰσοϋψεῖς τοῖς τῆς πόλεως πύργοις. ἐκ δὲ τῆς μεταξὺ τῶν πύργων στοᾶς ὀρύγματα διπλᾶ προσήγετο πρὸς τὸ μεσοπύργιον. καὶ τρεῖς ἦσαν βελοστάσεις λιθοβόλοις, ὧν ὁ μὲν εἷς ταλαντιαίους, οἱ δὲ δύο τριακονταμναίους ἐξέβαλλον λίθους. ἀπὸ δὲ τῆς παρεμβολῆς ὡς πρὸς τὰς χελώνας τὰς χωστρίδας ἐπεποίηντο σύριγγες κατάστεγοι χάριν τοῦ μήτε τοὺς προσιόντας ἐκ τῆς στρατοπεδείας μήτε τοὺς ἀπιόντας ἀπὸ τῶν ἔργων βλάπτεσθαι μηδὲν ὑπὸ τῶν ἐκ τῆς πόλεως βελῶν. ἐν ὀλίγαις δὲ τελέως ἡμέραις συνέβη καὶ τὴν τῶν ἔργων ἐπιτελεσθῆναι συντέλειαν διὰ τὸ τὴν χώραν ἀφθόνους ἔχειν τὰς εἰς τοῦτο τὸ μέρος χορηγίας. οἱ γὰρ Ἐχιναιεῖς κεῖνται μὲν ἐν τῷ Μηλιεῖ κόλπῳ, τετραμμένοι πρὸς μεσημβρίαν, καταντίπεραν τῆς τῶν Θρονιέων χώρας, καρποῦνται δὲ γῆν πάμφορον. δι' ἣν αἰτίαν οὐδὲν ἐνέλειπε τὸν Φίλιππον τῶν πρὸς τὰς ἐπιβολάς. οὐ μὴν ἀλλά, καθάπερ εἶπον, ἐπιτελεσθέντων τῶν ἔργων προσῆγον ἅμα τὰς τῶν ὀρυγμάτων καὶ μηχανημάτων κατασκευάς.
Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγὸς καὶ Δωρίμαχος ὁ τῶν Αἰτωλῶν, τοῦ Φιλίππου πολιορκοῦντος τὴν Ἐχιναιῶν πόλιν, καὶ τὰ πρὸς τὸ τεῖχος καλῶς ἀσφαλισαμένου καὶ τὰ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ στρατοπέδου τάφρῳ καὶ τείχει ὀχυρωσαμένου, παραγενόμενοι αὐτοί, ὁ μὲν Πόπλιος στόλῳ, ὁ δὲ Δωρίμαχος πεζικῇ καὶ ἱππικῇ δυνάμει, καὶ προσβαλόντες τῷ χάρακι καὶ ἀποκρουσθέντες, τοῦ Φιλίππου μᾶλλον ἰσχυρῶς ἀγωνισαμένου, ἀπελπίσαντες οἱ Ἐχιναιεῖς παρέδοσαν ἑαυτοὺς τῷ Φιλίππῳ. οὐ γὰρ οἷοί τε ἦσαν οἱ περὶ τὸν Δωρίμαχον τῇ τῶν δαπανημάτων ἐνδείᾳ ἀναγκάζειν τὸν Φίλιππον, ἐκ θαλάττης ταῦτα ποριζόμενον.
Ὅτι τῆς Αἰγίνης ὑπὸ Ῥωμαίων ἁλούσης, [οἱ] Αἰγινῆται συναθροισθέντες ἐπὶ τὰς ναῦς, ὅσοι μὴ διεκλάπησαν, ἐδέοντο τοῦ στρατηγοῦ συγχωρῆσαι σφίσι πρεσβευτὰς ἐκπέμψαι πρὸς τὰς συγγενεῖς πόλεις περὶ λύτρων· ὁ δὲ Πόπλιος τὸ μὲν πρῶτον πικρῶς ἀντέφη, φάσκων, ὅτ' ἦσαν αὑτῶν κύριοι, τότε δεῖν διαπρεσβεύεσθαι πρὸς τοὺς κρείττους περὶ σωτηρίας, μὴ νῦν δούλους γεγονότας· τὸ δὲ μικρῷ πρότερον αὐτοὺς μηδὲ λόγου καταξιώσαντας τοὺς παρ' αὐτοῦ πρεσβευτάς, νῦν ὑποχειρίους γεγονότας ἀξιοῦν πρεσβεύειν πρὸς τοὺς συγγενεῖς, πῶς οὐκ εὔηθες εἶναι; καὶ τότε μὲν ἀπέπεμψε τοὺς ἐντυγχάνοντας ταῦτ' εἰπών· τῇ δ' ἐπαύριον συγκαλέσας ἅπαντας τοὺς αἰχμαλώτους, Αἰγινήταις μὲν οὐδὲν ὀφείλειν ἔφη ποιεῖν φιλάνθρωπον, τῶν δὲ λοιπῶν Ἑλλήνων ἕνεκα συγχωρεῖν ἔφη πρεσβεύειν περὶ τῶν λύτρων, ἐπεὶ τοῦτο παρ' αὐτοῖς ἔθος ἐστίν.
viii. res asiae
Ὁ γὰρ Εὐφράτης τὴν μὲν ἀρχὴν λαμβάνει τῆς συστάσεως ἐξ Ἀρμενίας, διαρρεῖ δὲ [τὸν] διὰ Συρίας καὶ τῶν ἑξῆς τόπων ὡς ἐπὶ Βαβυλωνίαν. καὶ δοκεῖ μὲν εἰς τὴν Ἐρυθρὰν ἐμβάλλειν θάλατταν, οὐ μὴν ἔστι γε τοῦτο· ταῖς γὰρ διώρυξι ταῖς ἐπὶ τὴν χώραν ἀγομέναις προεκδαπανᾶται πρὶν ἐκβολὴν εἰς θάλατταν πεποιῆσθαι. διὸ καὶ συμβαίνει τὴν ὑπεναντίαν φύσιν ἔχειν τοῦτον τοῖς πλείστοις τῶν ποταμῶν. τοῖς μὲν γὰρ ἄλλοις αὔξεται τὸ ῥεῦμα, καθὼς ἂν πλείους διαφέρωνται τόπους, καὶ μέγιστοι μέν εἰσι κατὰ χειμῶνα, ταπεινότατοι δὲ κατὰ τὴν ἀκμὴν τοῦ θέρους· οὗτος δὲ καὶ πλεῖστος γίνεται τῷ ῥεύματι κατὰ κυνὸς ἐπιτολὴν καὶ μέγιστος ἐν τοῖς κατὰ Συρίαν τόποις, αἰεὶ δὲ προϊὼν ἐλάττων. αἴτιον δὲ τούτων ὅτι συμβαίνει τὴν μὲν αὔξησιν οὐκ ἐκ τῆς συρρύσεως τῶν χειμερινῶν ὄμβρων, ἀλλ' ἐκ τῆς ἀνατήξεως τῶν χιόνων γίνεσθαι, τὴν δὲ μείωσιν διὰ τὰς ἐκτροπὰς τὰς ἐπὶ τὴν χώραν καὶ τὸν μερισμὸν αὐτοῦ τὸν ἐπὶ τὰς ἀρδεύσεις. ᾗ καὶ τότε βραδεῖαν συνέβαινε γίνεσθαι τὴν κομιδὴν τῶν δυνάμεων, ἅτε καταγόμων μὲν ὄντων τῶν πλοίων, ταπεινοτάτου δὲ τοῦ ποταμοῦ καὶ τελέως βραχύ τι συνεργούσης τῆς τοῦ ῥεύματος βίας πρὸς τὸν πλοῦν.
ix. fragmenta incertae sedis
Ὅτι τοὺς μὴ μετ' εὐνοίας καὶ προθυμίας ἐμβαίνοντας οὐδ' ἐπ' αὐτῶν εἰκός ἐστι τῶν ἔργων ἀληθεῖς εἶναι συμμάχους.
Καὶ ἔστιν ἀληθὲς τὸ πολλάκις ὑφ' ἡμῶν εἰρημένον ὡς οὐχ οἷόν τε περιλαβεῖν οὐδὲ συνθεάσασθαι τῇ ψυχῇ τὸ κάλλιστον θέαμα τῶν γεγονότων, λέγω δὲ τὴν τῶν ὅλων οἰκονομίαν, ἐκ τῶν τὰς κατὰ μέρος πράξεις γραφόντων.
Πολύβιος δ' ἐν τῇ ἐνάτῃ τῶν Ἰστοριῶν καὶ ποταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας.
Ἀρσινόη, πόλις Λιβύης . τὸ ἐθνικὸν Ἀρσινοΐτης, καὶ Ἀρσινοεὺς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύβιος ἐνάτῳ.
Ξυνία, Θετταλίας πόλις. Πολύβιος ἐνάτῳ.
Φόρουννα, πόλις Θρᾴκης· Πολύβιος ἐνάτῳ.