Μετάβαση στο περιεχόμενο

Ιστορίαι/γ'

Από Βικιθήκη
Ἱστορίαι
Συγγραφέας:
Βιβλίο Γ΄


Ὅτι μὲν ἀρχὰς ὑποτιθέμεθα τῆς αὑτῶν πραγματείας τόν τε συμμαχικὸν καὶ τὸν Ἀννιβιακόν, πρὸς δὲ τούτοις τὸν περὶ Κοίλης Συρίας πόλεμον, ἐν τῇ πρώτῃ μὲν τῆς ὅλης συντάξεως, τρίτῃ δὲ ταύτης ἀνώτερον βύβλῳ δεδηλώκαμεν· ὁμοίως δὲ καὶ τὰς αἰτίας, δι' ἃς ἀναδραμόντες τοῖς χρόνοις πρὸ τούτων τῶν καιρῶν συνεταξάμεθα τὰς πρὸ ταύτης βύβλους, ἐν αὐτῇ 'κείνῃ διεσαφήσαμεν. νῦν δὲ πειρασόμεθα τοὺς προειρημένους πολέμους καὶ τὰς αἰτίας, ἐξ ὧν ἐγένοντο καὶ δι' ἃς ἐπὶ τοσοῦτον ηὐξήθησαν, μετ' ἀποδείξεως ἐξαγγέλλειν, βραχέα προειπόντες ὑπὲρ τῆς αὑτῶν πραγματείας. ὄντος γὰρ ἑνὸς ἔργου καὶ θεάματος ἑνὸς τοῦ σύμπαντος, ὑπὲρ οὗ γράφειν ἐπικεχειρήκαμεν, τοῦ πῶς καὶ πότε καὶ διὰ τί πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης ὑπὸ τὴν Ῥωμαίων δυναστείαν ἐγένετο, τούτου δ' ἔχοντος καὶ τὴν ἀρχὴν γνωριζομένην καὶ τὸν χρόνον ὡρισμένον καὶ τὴν συντέλειαν ὁμολογουμένην, χρήσιμον ἡγούμεθ' εἶναι καὶ τὸ περὶ τῶν μεγίστων ἐν αὐτῷ μερῶν, ὅσα μεταξὺ κεῖται τῆς ἀρχῆς καὶ τοῦ τέλους, κεφαλαιωδῶς ἐπιμνησθῆναι καὶ προεκθέσθαι. μάλιστα γὰρ οὕτως ὑπολαμβάνομεν τοῖς φιλομαθοῦσι παρασκευάσειν ἱκανὴν ἔννοιαν τῆς ὅλης ἐπιβολῆς. πολλὰ μὲν γὰρ προλαμβανούσης τῆς ψυχῆς ἐκ τῶν ὅλων πρὸς τὴν κατὰ μέρος τῶν πραγμάτων γνῶσιν, πολλὰ δ' ἐκ τῶν κατὰ μέρος πρὸς τὴν τῶν ὅλων ἐπιστήμην, ἀρίστην ἡγούμενοι τὴν ἐξ ἀμφοῖν ἐπίστασιν καὶ θέαν ἀκόλουθον τοῖς εἰρημένοις ποιησόμεθα τὴν προέκθεσιν τῆς αὑτῶν πραγματείας. τὴν μὲν οὖν καθόλου τῆς ὑποθέσεως ἔμφασιν καὶ τὴν περιγραφὴν ἤδη δεδηλώκαμεν. τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ γεγονότων ἀρχὰς μὲν εἶναι συμβαίνει τοὺς προειρημένους πολέμους, καταστροφὴν δὲ καὶ συντέλειαν τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας, χρόνον δὲ τὸν μεταξὺ τῆς ἀρχῆς καὶ τοῦ τέλους ἔτη πεντήκοντα τρία, περιέχεσθαι δ' ἐν τούτῳ τηλικαύτας καὶ τοιαύτας πράξεις, ὅσας οὐδεὶς τῶν προγεγονότων καιρῶν ἐν ἴσῳ περιέλαβε διαστήματι. περὶ ὧν ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ἀρξάμενοι τοιάνδε τινὰ ποιησόμεθα τὴν ἔφοδον τῆς ἐξηγήσεως. ὑποδείξαντες γὰρ τὰς αἰτίας, δι' ἃς ὁ προδεδηλωμένος συνέστη Καρχηδονίοις καὶ Ῥωμαίοις πόλεμος, ὁ προσαγορευθεὶς Ἀννιβιακός, ἐροῦμεν ὡς εἰς Ἰταλίαν ἐμβαλόντες Καρχηδόνιοι καὶ καταλύσαντες τὴν Ῥωμαίων δυναστείαν εἰς μέγαν μὲν φόβον ἐκείνους ἤγαγον περὶ σφῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους, μεγάλας δ' ἔσχον αὐτοὶ καὶ παραδόξους ἐλπίδας, ὡς καὶ τῆς Ῥώμης αὐτῆς ἐξ ἐφόδου κρατήσοντες. ἑξῆς δὲ τούτοις πειρασόμεθα διασαφεῖν ὡς κατὰ τοὺς αὐτοὺς καιροὺς Φίλιππος μὲν ὁ Μακεδὼν διαπολεμήσας Αἰτωλοῖς καὶ μετὰ ταῦτα συστησάμενος τὰ κατὰ τοὺς Ἕλληνας ἐπεβάλετο κοινωνεῖν Καρχηδονίοις τῶν αὐτῶν ἐλπίδων, Ἀντίοχος δὲ καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἠμφισβήτουν, τέλος δ' ἐπολέμησαν ὑπὲρ Κοίλης Συρίας πρὸς ἀλλήλους, Ῥόδιοι δὲ καὶ Προυσίας ἀναλαβόντες πρὸς Βυζαντίους πόλεμον ἠνάγκασαν αὐτοὺς ἀποστῆναι τοῦ παραγωγιάζειν τοὺς πλέοντας εἰς τὸν Πόντον. στήσαντες δ' ἐπὶ τούτων τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον, ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετ' αὐτοῖς ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελτῶν ἀρχήν, ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς. ἅμα δὲ τούτοις κατὰ παρέκβασιν δηλώσομεν τὴν κατάλυσιν τῆς Ἰέρωνος τοῦ Συρακοσίου δυναστείας. οἷς ἐπισυνάψομεν τὰς περὶ τὴν Αἴγυπτον ταραχὰς καὶ τίνα τρόπον Πτολεμαίου τοῦ βασιλέως μεταλλάξαντος τὸν βίον συμφρονήσαντες Ἀντίοχος καὶ Φίλιππος ἐπὶ διαιρέσει τῆς τοῦ καταλελειμμένου παιδὸς ἀρχῆς ἤρξαντο κακοπραγμονεῖν καὶ τὰς χεῖρας ἐπιβάλλειν Φίλιππος μὲν τοῖς κατ' Αἴγαιον καὶ Καρίαν καὶ Σάμον, Ἀντίοχος δὲ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην. μετὰ δὲ ταῦτα συγκεφαλαιωσάμενοι τὰς ἐν Ἰβηρίᾳ καὶ Λιβύῃ καὶ Σικελίᾳ πράξεις Ῥωμαίων καὶ Καρχηδονίων μεταβιβάσομεν τὴν διήγησιν ὁλοσχερῶς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ἅμα ταῖς τῶν πραγμάτων μεταβολαῖς. ἐξηγησάμενοι δὲ τὰς Ἀττάλου καὶ Ῥοδίων ναυμαχίας πρὸς Φίλιππον, ἔτι δὲ τὸν Ῥωμαίων καὶ Φιλίππου πόλεμον, ὡς ἐπράχθη καὶ διὰ τίνων καὶ τί τὸ τέλος ἔσχεν, τούτῳ συνάπτοντες τὸ συνεχὲς μνησθησόμεθα τῆς Αἰτωλῶν ὀργῆς, καθ' ἣν Ἀντίοχον ἐπισπασάμενοι τὸν ἀπὸ τῆς Ἀσίας Ἀχαιοῖς καὶ Ῥωμαίοις ἐξέκαυσαν πόλεμον. οὗ δηλώσαντες τὰς αἰτίας καὶ τὴν Ἀντιόχου διάβασιν εἰς τὴν Εὐρώπην διασαφήσομεν πρῶτον μὲν τίνα τρόπον ἐκ τῆς Ἑλλάδος ἔφυγεν, δεύτερον δὲ πῶς ἡττηθεὶς τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης ἐξεχώρησε, τὸ δὲ τρίτον τίνα τρόπον Ῥωμαῖοι καταλύσαντες τὴν Γαλατῶν ὕβριν ἀδήριτον μὲν σφίσι παρεσκεύασαν τὴν τῆς Ἀσίας ἀρχήν, ἀπέλυσαν δὲ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντας βαρβαρικῶν φόβων καὶ τῆς Γαλατῶν παρανομίας. μετὰ δὲ ταῦτα θέντες ὑπὸ τὴν ὄψιν τὰς Αἰτωλῶν καὶ Κεφαλλήνων ἀτυχίας ἐπιβαλοῦμεν τοὺς Εὐμένει συστάντας πρός τε Προυσίαν καὶ Γαλάτας πολέμους, ὁμοίως δὲ καὶ τὸν μετ' Ἀριαράθου πρὸς Φαρνάκην. οἷς ἑξῆς ἐπιμνησθέντες τῆς παρὰ Πελοποννησίων ὁμονοίας καὶ καταστάσεως, ἔτι δὲ τῆς αὐξήσεως τοῦ Ῥοδίων πολιτεύματος, συγκεφαλαιωσόμεθα τὴν ὅλην διήγησιν ἅμα καὶ τὰς πράξεις, ἐπὶ πᾶσιν ἐξηγησάμενοι τὴν Ἀντιόχου στρατείαν εἰς Αἴγυπτον τοῦ κληθέντος Ἐπιφανοῦς καὶ τὸν Περσικὸν πόλεμον καὶ τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας. δι' ὧν ἅμα θεωρηθήσεται πῶς ἕκαστα χειρίσαντες Ῥωμαῖοι πᾶσαν ἐποιήσαντο τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς.


Εἰ μὲν οὖν ἐξ αὐτῶν τῶν κατορθωμάτων ἢ καὶ τῶν ἐλαττωμάτων ἱκανὴν ἐνεδέχετο ποιήσασθαι τὴν διάληψιν ὑπὲρ τῶν ψεκτῶν ἢ τοὐναντίον ἐπαινετῶν ἀνδρῶν καὶ πολιτευμάτων, ἐνθάδε που λήγειν ἂν ἡμᾶς ἔδει καὶ καταστρέφειν ἅμα τὴν διήγησιν καὶ τὴν πραγματείαν ἐπὶ τὰς τελευταίας ῥηθείσας πράξεις κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. ὅ τε γὰρ χρόνος ὁ πεντηκοντακαιτριετὴς εἰς ταῦτ' ἔληγεν, ἥ τ' αὔξησις καὶ προκοπὴ τῆς Ῥωμαίων δυναστείας ἐτετελείωτο· πρὸς δὲ τούτοις ὁμολογούμενον ἐδόκει τοῦτ' εἶναι καὶ κατηναγκασμένον ἅπασιν ὅτι λοιπόν ἐστι Ῥωμαίων ἀκούειν καὶ τούτοις πειθαρχεῖν ὑπὲρ τῶν παραγγελλομένων. ἐπεὶ δ' οὐκ αὐτοτελεῖς εἰσιν οὔτε περὶ τῶν κρατησάντων οὔτε περὶ τῶν ἐλαττωθέντων αἱ ψιλῶς ἐξ αὐτῶν τῶν ἀγωνισμάτων διαλήψεις, διὰ τὸ πολλοῖς μὲν τὰ μέγιστα δοκοῦντ' εἶναι τῶν κατορθωμάτων, ὅταν μὴ δεόντως αὐτοῖς χρήσωνται, τὰς μεγίστας ἐπενηνοχέναι συμφοράς, οὐκ ὀλίγοις δὲ τὰς ἐκπληκτικωτάτας περιπετείας, ὅταν εὐγενῶς αὐτὰς ἀναδέξωνται, πολλάκις εἰς τὴν τοῦ συμφέροντος περιπεπτωκέναι μερίδα, προσθετέον ἂν εἴη ταῖς προειρημέναις πράξεσι τήν τε τῶν κρατούντων αἵρεσιν, ποία τις ἦν μετὰ ταῦτα καὶ πῶς προεστάτει τῶν ὅλων, τάς τε τῶν ἄλλων ἀποδοχὰς καὶ διαλήψεις, πόσαι καὶ τίνες ὑπῆρχον περὶ τῶν ἡγουμένων, πρὸς δὲ τούτοις τὰς ὁρμὰς καὶ τοὺς ζήλους ἐξηγητέον, τίνες παρ' ἑκάστοις ἐπεκράτουν καὶ κατίσχυον περί τε τοὺς κατ' ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας. δῆλον γὰρ ὡς ἐκ τούτων φανερὸν ἔσται τοῖς μὲν νῦν οὖσιν πότερα φευκτὴν ἢ τοὐναντίον αἱρετὴν εἶναι συμβαίνει τὴν Ῥωμαίων δυναστείαν, τοῖς δ' ἐπιγενομένοις πότερον ἐπαινετὴν καὶ ζηλωτὴν ἢ ψεκτὴν γεγονέναι νομιστέον τὴν ἀρχὴν αὐτῶν. τὸ γὰρ ὠφέλιμον τῆς ἡμετέρας ἱστορίας πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον ἐν τούτῳ πλεῖστον κείσεται τῷ μέρει. οὐ γὰρ δὴ τοῦτ' εἶναι τέλος ὑποληπτέον ἐν πράγμασιν οὔτε τοῖς ἡγουμένοις οὔτε τοῖς ἀποφαινομένοις ὑπὲρ τούτων, τὸ νικῆσαι καὶ ποιήσασθαι πάντας ὑφ' ἑαυτούς. οὔτε γὰρ πολεμεῖ τοῖς πέλας οὐδεὶς νοῦν ἔχων ἕνεκεν αὐτοῦ τοῦ καταγωνίσασθαι τοὺς ἀντιταττομένους, οὔτε πλεῖ τὰ πελάγη χάριν τοῦ περαιωθῆναι μόνον, καὶ μὴν οὐδὲ τὰς ἐμπειρίας καὶ τέχνας αὐτῆς ἕνεκα τῆς ἐπιστήμης ἀναλαμβάνει· πάντες δὲ πράττουσι πάντα χάριν τῶν ἐπιγινομένων τοῖς ἔργοις ἡδέων ἢ καλῶν ἢ συμφερόντων. διὸ καὶ τῆς πραγματείας ταύτης τοῦτ' ἔσται τελεσιούργημα, τὸ γνῶναι τὴν κατάστασιν παρ' ἑκάστοις, ποία τις ἦν μετὰ τὸ καταγωνισθῆναι τὰ ὅλα καὶ πεσεῖν εἰς τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἕως τῆς μετὰ ταῦτα πάλιν ἐπιγενομένης ταραχῆς καὶ κινήσεως. ὑπὲρ ἧς διὰ τὸ μέγεθος τῶν ἐν αὐτῇ πράξεων καὶ τὸ παράδοξον τῶν συμβαινόντων, τὸ δὲ μέγιστον, διὰ τὸ τῶν πλείστων μὴ μόνον αὐτόπτης, ἀλλ' ὧν μὲν συνεργὸς ὧν δὲ καὶ χειριστὴς γεγονέναι, προήχθην οἷον ἀρ χὴν ποιησάμενος ἄλλην γράφειν. ἦν δ' ἡ προειρημένη κίνησις, ἐν ᾗ Ῥωμαῖοι μὲν πρὸς Κελτίβηρας καὶ Οὐακκαίους ἐξήνεγκαν πόλεμον, Καρχηδόνιοι δὲ τὸν πρὸς Μασαννάσαν βασιλέα τῶν Λιβύων· περὶ δὲ τὴν Ἀσίαν Ἄτταλος μὲν καὶ Προυσίας πρὸς ἀλλήλους ἐπολέμησαν, ὁ δὲ τῶν Καππαδοκῶν βασιλεὺς Ἀριαράθης ἐκπεσὼν ἐκ τῆς ἀρχῆς ὑπ' Ὀροφέρνους διὰ Δημητρίου τοῦ βασιλέως αὖθις ἀνεκτήσατο δι' Ἀττάλου τὴν πατρώαν ἀρχήν. ὁ δὲ Σελεύκου Δημήτριος κύριος γενόμενος ἔτη δώδεκα τῆς ἐν Συρίᾳ βασιλείας ἅμα τοῦ βίου καὶ τῆς ἀρχῆς ἐστερήθη, συστραφέντων ἐπ' αὐτὸν τῶν ἄλλων βασιλέων. ἀποκατέστησαν δὲ καὶ Ῥωμαῖοι τοὺς Ἕλληνας εἰς τὴν οἰκείαν τοὺς ἐκ τοῦ Περσικοῦ πολέμου καταιτιαθέντας, ἀπολύσαντες τῆς ἐπενεχθείσης αὐτοῖς διαβολῆς. οἱ δ' αὐτοὶ μετ' οὐ πολὺ Καρχηδονίοις ἐπέβαλον τὰς χεῖρας, τὸ μὲν πρῶτον μεταναστῆσαι, μετὰ δὲ ταῦτα πάλιν ἄρδην αὐτοὺς ἐξαναστῆσαι προθέμενοι διὰ τὰς ἐν τοῖς ἑξῆς ῥηθησομένας αἰτίας. οἷς κατάλληλα Μακεδόνων μὲν ἀπὸ τῆς Ῥωμαίων φιλίας, Λακεδαιμονίων δὲ τῆς τῶν Ἀχαιῶν συμπολιτείας ἀποστάντων, ἅμα τὴν ἀρχὴν καὶ τὸ τέλος ἔσχε τὸ κοινὸν ἀτύχημα πάσης τῆς Ἑλλάδος.


Τὰ μὲν οὖν τῆς ἐπιβολῆς ἡμῶν τοιαῦτα· προσδεῖ δ' ἔτι τῆς τύχης, ἵνα συνδράμῃ τὰ τοῦ βίου πρὸς τὸ τὴν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν. πέπεισμαι μὲν γάρ, κἄν τι συμβῇ περὶ ἡμᾶς ἀνθρώπινον, οὐκ ἀργήσειν τὴν ὑπόθεσιν οὐδ' ἀπορήσειν ἀνδρῶν ἀξιόχρεων, διὰ δὲ τὸ κάλλος πολλοὺς κατεγγυηθήσεσθαι καὶ σπουδάσειν ἐπὶ τέλος ἀγαγεῖν αὐτήν. ἐπεὶ δὲ τὰς ἐπιφανεστάτας τῶν πράξεων ἐπὶ κεφαλαίου διεληλύθαμεν, βουλόμενοι καὶ καθόλου καὶ κατὰ μέρος εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης ἱστορίας τοὺς ἐντυγχάνοντας, ὥρα μνημονεύοντας τῆς προθέσεως ἐπαναγαγεῖν ἐπὶ τὴν ἀρχὴν τῆς αὑτῶν ὑποθέσεως.


Ἔνιοι δὲ τῶν συγγεγραφότων τὰς κατ' Ἀννίβαν πράξεις βουλόμενοι τὰς αἰτίας ἡμῖν ὑποδεικνύναι, δι' ἃς Ῥωμαίοις καὶ Καρχηδονίοις ὁ προειρημένος ἐνέστη πόλεμος, πρώτην μὲν ἀποφαίνουσι τὴν Ζακάνθης πολιορκίαν ὑπὸ Καρχηδονίων, δευτέραν δὲ τὴν διάβασιν αὐτῶν παρὰ τὰς συνθήκας τοῦ προσαγορευομένου παρὰ τοῖς ἐγχωρίοις Ἴβηρος ποταμοῦ· ἐγὼ δὲ ταύτας ἀρχὰς μὲν εἶναι τοῦ πολέμου φήσαιμ' ἄν, αἰτίας γε μὴν οὐδαμῶς ἂν συγχωρήσαιμι. πολλοῦ γε δεῖν, εἰ μὴ καὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν αἰτίαν εἶναί τις φήσει τοῦ πρὸς τοὺς Πέρσας πολέμου καὶ τὸν Ἀντιόχου κατάπλουν εἰς Δημητριάδα τοῦ πρὸς Ῥωμαίους· ὧν οὔτ' εἰκὸς οὔτ' ἀληθές ἐστιν οὐδέτερον. τίς γὰρ ἂν νομίσειε ταύτας αἰτίας ὑπάρχειν, ὧν πολλὰ μὲν Ἀλέξανδρος πρότερον, οὐκ ὀλίγα δὲ Φίλιππος ἔτι ζῶν ἐνήργησε καὶ παρεσκευάσατο πρὸς τὸν κατὰ τῶν Περσῶν πόλεμον, ὁμοίως δὲ πάλιν Αἰτωλοὶ πρὸ τῆς Ἀντιόχου παρουσίας πρὸς τὸν κατὰ Ῥωμαίων; ἀλλ' ἔστιν ἀνθρώπων τὰ τοιαῦτα μὴ διειληφότων ἀρχὴ τί διαφέρει καὶ πόσον διέστηκεν αἰτίας καὶ προφάσεως, καὶ διότι τὰ μέν ἐστι πρῶτα τῶν ἁπάντων, ἡ δ' ἀρχὴ τελευταῖον τῶν εἰρημένων. ἐγὼ δὲ παντὸς ἀρχὰς μὲν εἶναί φημι τὰς πρώτας ἐπιβολὰς καὶ πράξεις τῶν ἤδη κεκριμένων, αἰτίας δὲ τὰς προκαθηγουμένας τῶν κρίσεων καὶ διαλήψεων· λέγω δ' ἐπινοίας καὶ διαθέσεις καὶ τοὺς περὶ ταῦτα συλλογισμοὺς καὶ δι' ὧν· ἐπὶ τὸ κρῖναί τι καὶ προθέσθαι παραγινόμεθα. δῆλον δ' οἷον τὸ προειρημένον ἐκ τῶν ἐπιφερομένων. τίνες γὰρ ἀληθῶς ἦσαν αἰτίαι, καὶ πόθεν φῦναι συνέβη τὸν πρὸς τοὺς Πέρσας πόλεμον, εὐμαρὲς καὶ τῷ τυχόντι συνιδεῖν. ἦν δὲ πρώτη μὲν ἡ τῶν μετὰ Ξενοφῶντος Ἑλλήνων ἐκ τῶν ἄνω σατραπειῶν ἐπάνοδος, ἐν ᾗ πᾶσαν τὴν Ἀσίαν διαπορευομένων αὐτῶν πολεμίαν ὑπάρχουσαν οὐδεὶς ἐτόλμα μένειν κατὰ πρόσωπον τῶν βαρβάρων· δευτέρα δ' ἡ τοῦ Λακεδαιμονίων βασιλέως Ἀγησιλάου διάβασις εἰς τὴν Ἀσίαν, ἐν ᾗ 'κεῖνος οὐδὲν ἀξιόχρεων οὐδ' ἀντίπαλον εὑρὼν ταῖς σφετέραις ἐπιβολαῖς ἄπρακτος ἠναγκάσθη μεταξὺ διὰ τὰς περὶ τὴν Ἑλλάδα ταραχὰς ἐπανελθεῖν. ἐξ ὧν Φίλιππος κατανοήσας καὶ συλλογισάμενος τὴν Περσῶν ἀνανδρίαν καὶ ῥᾳθυμίαν καὶ τὴν αὑτοῦ καὶ Μακεδόνων εὐεξίαν ἐν τοῖς πολεμικοῖς, ἔτι δὲ καὶ τὸ μέγεθος καὶ τὸ κάλλος τῶν ἐσομένων ἄθλων ἐκ τοῦ πολέμου πρὸ ὀφθαλμῶν θέμενος, ἅμα τῷ περιποιήσασθαι τὴν ἐκ τῶν Ἑλλήνων εὔνοιαν ὁμολογουμένην, εὐθέως προφάσει χρώμενος ὅτι σπεύδει μετελθεῖν τὴν Περσῶν παρανομίαν εἰς τοὺς Ἕλληνας, ὁρμὴν ἔσχε καὶ προέθετο πολεμεῖν καὶ πάντα πρὸς τοῦτο τὸ μέρος ἡτοίμαζε. διόπερ αἰτίας μὲν τὰς πρώτας ῥηθείσας ἡγητέον τοῦ πρὸς τοὺς Πέρσας πολέμου, πρόφασιν δὲ τὴν δευτέραν, ἀρχὴν δὲ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν. καὶ μὴν τοῦ κατ' Ἀντίοχον καὶ Ῥωμαίους δῆλον ὡς αἰτίαν μὲν τὴν Αἰτωλῶν ὀργὴν θετέον. ἐκεῖνοι γὰρ δόξαντες ὑπὸ Ῥωμαίων ὠλιγωρῆσθαι κατὰ πολλὰ περὶ τὴν ἔκβασιν τὴν ἐκ τοῦ Φιλίππου πολέμου, καθάπερ ἐπάνω προεῖπον, οὐ μόνον Ἀντίοχον ἐπεσπάσαντο, πᾶν δὲ καὶ πρᾶξαι καὶ παθεῖν ὑπέστησαν διὰ τὴν ἐπιγενομένην ὀργὴν ἐκ τῶν προειρημένων καιρῶν. πρόφασιν δ' ἡγητέον τὴν τῶν Ἑλλήνων ἐλευθέρωσιν, ἣν ἐκεῖνοι περιπορευόμενοι μετ' Ἀντιόχου τὰς πόλεις ἀλόγως καὶ ψευδῶς κατήγγελλον, ἀρχὴν δὲ τοῦ πολέμου τὸν Ἀντιόχου κατάπλουν εἰς Δημητριάδα.


Ἐγὼ δὲ τὴν ἐπὶ πλεῖον διαστολὴν πεποίημαι περὶ τούτων οὐχ ἕνεκα τῆς τῶν συγγραφέων ἐπιτιμήσεως, χάριν δὲ τῆς τῶν φιλομαθούντων ἐπανορθώσεως. τί γὰρ ὄφελος ἰατροῦ κάμνουσιν ἀγνοοῦντος τὰς αἰτίας τῶν περὶ τὰ σώματα διαθέσεων; τί δ' ἀνδρὸς πραγματικοῦ μὴ δυναμένου συλλογίζεσθαι πῶς καὶ διὰ τί καὶ πόθεν ἕκαστα τῶν πραγμάτων τὰς ἀφορμὰς εἴληφεν; οὔτε γὰρ ἐκεῖνον εἰκὸς οὐδέποτε δεόντως συστήσασθαι τὰς τῶν σωμάτων θεραπείας, οὔτε τὸν πραγματικὸν οὐδὲν οἷόν τε κατὰ τρόπον χειρίσαι τῶν προσπιπτόντων ἄνευ τῆς τῶν προειρημένων ἐπιγνώσεως. διόπερ οὐδὲν οὕτω φυλακτέον καὶ ζητητέον ὡς τὰς αἰτίας ἑκάστου τῶν συμβαινόντων, ἐπειδὴ φύεται μὲν ἐκ τῶν τυχόντων πολλάκις τὰ μέγιστα τῶν πραγμάτων, ἰᾶσθαι δὲ ῥᾷστόν ἐστιν παντὸς τὰς πρώτας ἐπιβολὰς καὶ διαλήψεις.


Φάβιος δέ φησιν ὁ Ῥωμαϊκὸς συγγραφεὺς ἅμα τῷ κατὰ Ζακανθαίους ἀδικήματι καὶ τὴν Ἀσδρούβου πλεονεξίαν καὶ φιλαρχίαν αἰτίαν γίνεσθαι τοῦ κατ' Ἀννίβαν πολέμου. ἐκεῖνον γὰρ μεγάλην ἀνειληφότα τὴν δυναστείαν ἐν τοῖς κατ' Ἰβηρίαν τόποις, μετὰ ταῦτα παραγενόμενον ἐπὶ Λιβύην ἐπιβαλέσθαι καταλύσαντα τοὺς νόμους εἰς μοναρχίαν περιστῆσαι τὸ πολίτευμα τῶν Καρχηδονίων· τοὺς δὲ πρώτους ἄνδρας ἐπὶ τοῦ πολιτεύματος προϊδομένους αὐτοῦ τὴν ἐπιβολὴν συμφρονῆσαι καὶ διαστῆναι πρὸς αὐτόν· τὸν δ' Ἀσδρούβαν ὑπιδόμενον, ἀναχωρήσαντ' ἐκ τῆς Λιβύης τὸ λοιπὸν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν χειρίζειν κατὰ τὴν αὑτοῦ προαίρεσιν, οὐ προσέχοντα τῷ συνεδρίῳ τῶν Καρχηδονίων. Ἀννίβαν δὲ κοινωνὸν καὶ ζηλωτὴν ἐκ μειρακίου γεγονότα τῆς ἐκείνου προαιρέσεως καὶ τότε διαδεξάμενον τὰ κατὰ τὴν Ἰβηρίαν τὴν αὐτὴν ἀγωγὴν Ἀσδρούβᾳ ποιεῖσθαι τῶν πραγμάτων. διὸ καὶ νῦν τὸν πόλεμον τοῦτον ἐξενηνοχέναι κατὰ τὴν αὑτοῦ προαίρεσιν Ῥωμαίοις παρὰ τὴν Καρχηδονίων γνώμην. οὐδένα γὰρ εὐδοκεῖν τῶν ἀξιολόγων ἀνδρῶν ἐν Καρχηδόνι τοῖς ὑπ' Ἀννίβου περὶ τὴν Ζακανθαίων πόλιν πραχθεῖσιν. ταῦτα δ' εἰπών φησιν μετὰ τὴν τῆς προειρημένης πόλεως ἅλωσιν παραγενέσθαι τοὺς Ῥωμαίους, οἰομένους δεῖν ἢ τὸν Ἀννίβαν ἐκδιδόναι σφίσι τοὺς Καρχηδονίους ἢ τὸν πόλεμον ἀναλαμβάνειν. εἰ δέ τις ἔροιτο τὸν συγγραφέα ποῖος ἦν καιρὸς οἰκειότερος τοῖς Καρχηδονίοις ἢ ποῖον πρᾶγμα τούτου δικαιότερον ἢ συμφορώτερον, ἐπείπερ ἐξ ἀρχῆς δυσηρεστοῦντο, καθάπερ οὗτός φησιν, τοῖς ὑπ' Ἀννίβου πραττομένοις, τοῦ πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων, ἐπανελέσθαι δ' εὐλόγως δι' ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως, περιποιήσασθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν, ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον, δόγματι μόνον τὴν ἐκδίκησιν ποιησαμένους, τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά; δῆλον γὰρ ὡς οὐδέν. οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων ὡς ἑπτακαίδεκ' ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προαίρεσιν οὐ πρότερον κατελύσαντο τὸν πόλεμον, ἕως οὗ πάσας ἐξελέγξαντες τὰς ἐλπίδας τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρεγένοντο κίνδυνον.


Τίνος δὴ χάριν ἐμνήσθην Φαβίου καὶ τῶν ὑπ' ἐκείνου γεγραμμένων; οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων, ἀγωνιῶν μὴ πιστευθῇ παρά τισιν ἡ μὲν γὰρ [παρὰ] τούτων ἀλογία καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως αὐτὴ δι' αὑτῆς δύναται θεωρεῖσθαι παρὰ τοῖς ἐντυγχάνουσιν ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βύβλους ὑπομνήσεως, ἵνα μὴ πρὸς τὴν ἐπιγραφὴν ἀλλὰ πρὸς τὰ πράγματα βλέπωσιν. ἔνιοι γὰρ οὐκ ἐπὶ τὰ λεγόμενα συνεπιστήσαντες ἀλλ' ἐπ' αὐτὸν τὸν λέγοντα καὶ λαβόντες ἐν νῷ διότι κατὰ τοὺς καιροὺς ὁ γράφων γέγονε καὶ τοῦ συνεδρίου μετεῖχε τῶν Ῥωμαίων, πᾶν εὐθέως ἡγοῦνται τὸ λεγόμενον ὑπὸ τούτου πιστόν. ἐγὼ δὲ φημὶ μὲν δεῖν οὐκ ἐν μικρῷ προσλαμβάνεσθαι τὴν τοῦ συγγραφέως πίστιν, οὐκ αὐτοτελῆ δὲ κρίνειν, τὸ δὲ πλεῖον ἐξ αὐτῶν τῶν πραγμάτων ποιεῖσθαι τοὺς ἀναγινώσκοντας τὰς δοκιμασίας.


Οὐ μὴν ἀλλὰ καὶ τοῦ γε Ῥωμαίων καὶ Καρχηδονίων πολέμου τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα νομιστέον πρῶτον μὲν αἴτιον γεγονέναι τὸν Ἀμίλκου θυμὸν τοῦ Βάρκα μὲν ἐπικαλουμένου, πατρὸς δὲ κατὰ φύσιν Ἀννίβου γεγονότος. ἐκεῖνος γὰρ οὐχ ἡττηθεὶς τῷ περὶ Σικελίας πολέμῳ τῇ ψυχῇ τῷ δοκεῖν αὐτὸς μὲν ἀκέραια διατετηρηκέναι τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα ταῖς ὁρμαῖς ἐφ' ὧν αὐτὸς ἦν, διὰ δὲ τὴν ἐν τῇ ναυμαχίᾳ τῶν Καρχηδονίων ἧτταν τοῖς καιροῖς εἴκων πεποιῆσθαι τὰς συνθήκας, ἔμενεν ἐπὶ τῆς ὀργῆς, τηρῶν ἀεὶ πρὸς ἐπίθεσιν. εἰ μὲν οὖν μὴ τὸ περὶ τοὺς ξένους ἐγένετο κίνημα τοῖς Καρχηδονίοις, εὐθέως ἂν ἄλλην ἀρχὴν ἐποιεῖτο καὶ παρασκευὴν πραγμάτων, ὅσον ἐπ' ἐκείνῳ. προκαταληφθεὶς δὲ ταῖς ἐμφυλίοις ταραχαῖς ἐν τούτοις καὶ περὶ ταύτας διέτριβε τὰς πράξεις. Ῥωμαίων δὲ μετὰ τὸ καταλύσασθαι Καρχηδονίους τὴν προειρημένην ταραχὴν ἀπαγγειλάντων αὐτοῖς πόλεμον, τὸ μὲν πρῶτον εἰς πᾶν συγκατέβαινον, ὑπολαμβάνοντες αὑτοὺς νικήσειν τοῖς δικαίοις, καθάπερ ἐν ταῖς πρὸ ταύτης βύβλοις περὶ τούτων δεδηλώκαμεν, ὧν χωρὶς οὐχ οἷόν τ' ἦν συμπεριενεχθῆναι δεόντως οὔτε τοῖς νῦν λεγομένοις οὔτε τοῖς μετὰ ταῦτα ῥηθησομένοις ὑφ' ἡμῶν. πλὴν οὐκ ἐντρεπομένων τῶν Ῥωμαίων, εἴξαντες τῇ περιστάσει καὶ βαρυνόμενοι μέν, οὐκ ἔχοντες δὲ ποιεῖν οὐδὲν ἐξεχώρησαν Σαρδόνος, συνεχώρησαν δ' εἰσοίσειν ἄλλα χίλια καὶ διακόσια τάλαντα πρὸς τοῖς πρότερον ἐφ' ᾧ μὴ τὸν πόλεμον ἐκείνοις ἀναδέξασθαι τοῖς καιροῖς. διὸ καὶ δευτέραν, μεγίστην δὲ ταύτην θετέον αἰτίαν τοῦ μετὰ ταῦτα συστάντος πολέμου. Ἀμίλκας γὰρ προσλαβὼν τοῖς ἰδίοις θυμοῖς τὴν ἐπὶ τούτοις ὀργὴν τῶν πολιτῶν, ὡς θᾶττον τοὺς ἀποστάντας τῶν μισθοφόρων καταπολεμήσας ἐβεβαίωσε τῇ πατρίδι τὴν ἀσφάλειαν, εὐθέως ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα, σπουδάζων ταύτῃ χρήσασθαι παρασκευῇ πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον. ἣν δὴ καὶ τρίτην αἰτίαν νομιστέον, λέγω δὲ τὴν εὔροιαν τῶν κατ' Ἰβηρίαν πραγμάτων Καρχηδονίοις. ταύταις γὰρ ταῖς χερσὶ πιστεύσαντες εὐθαρσῶς ἐνέβησαν εἰς τὸν προειρημένον πόλεμον.


Ὅτι δ' Ἀμίλκας πλεῖστα μὲν συνεβάλετο πρὸς τὴν σύστασιν τοῦ δευτέρου πολέμου, καίπερ τετελευτηκὼς ἔτεσι δέκα πρότερον τῆς καταρχῆς αὐτοῦ, πολλὰ μὲν ἂν εὕροι τις εἰς τοῦτο· σχεδὸν δὲ πρὸς πίστιν ἀρκοῦν ἔσται τὸ λέγεσθαι μέλλον. καθ' οὓς γὰρ καιροὺς καταπολεμηθεὶς Ἀννίβας ὑπὸ Ῥωμαίων τέλος ἐκ τῆς πατρίδος ἐξεχώρησε καὶ παρ' Ἀντιόχῳ διέτριβε, τότε Ῥωμαῖοι συνθεωροῦντες ἤδη τὴν Αἰτωλῶν ἐπιβολὴν ἐξαπέστειλαν πρεσβευτὰς πρὸς Ἀντίοχον, βουλόμενοι μὴ λανθάνειν σφᾶς τὴν τοῦ βασιλέως προαίρεσιν. οἱ δὲ πρέσβεις ὁρῶντες τὸν Ἀντίοχον προσέχοντα τοῖς Αἰτωλοῖς καὶ πρόθυμον ὄντα πολεμεῖν Ῥωμαίοις, ἐθεράπευον τὸν Ἀννίβαν, σπουδάζοντες εἰς ὑποψίαν ἐμβαλεῖν πρὸς τὸν Ἀντίοχον. ὃ καὶ συνέβη γενέσθαι. προβαίνοντος γὰρ τοῦ χρόνου, καὶ τοῦ βασιλέως ὑπόπτως ἔχοντος ἀεὶ καὶ μᾶλλον πρὸς τὸν Ἀννίβαν, ἐγένετό τις καιρὸς ὡς ἐπὶ λόγον ἀχθῆναι τὴν ὑποικουρουμένην ἀτοπίαν ἐν αὐτοῖς. ἐν ᾧ καὶ πλείους ἀπολογισμοὺς ποιησάμενος Ἀννίβας τέλος ἐπὶ τὸ τοιοῦτο κατήντησε, δυσχρηστούμενος τοῖς λόγοις. ἔφη γάρ, καθ' ὃν καιρὸν ὁ πατὴρ αὐτοῦ τὴν εἰς Ἰβηρίαν ἔξοδον μέλλοι στρατεύεσθαι μετὰ τῶν δυνάμεων, ἔτη μὲν ἔχειν ἐννέα, θύοντος δ' αὐτοῦ τῷ Διὶ παρεστάναι παρὰ τὸν βωμόν. ἐπεὶ δὲ καλλιερήσας κατασπείσαι τοῖς θεοῖς καὶ ποιήσαι τὰ νομιζόμενα, τοὺς μὲν ἄλλους τοὺς περὶ τὴν θυσίαν ἀποστῆναι κελεῦσαι μικρόν, αὐτὸν δὲ προσκαλεσάμενον ἐρέσθαι φιλοφρόνως εἰ βούλεται συνεξορμᾶν ἐπὶ τὴν στρατείαν. ἀσμένως δὲ κατανεύσαντος αὐτοῦ καί τι καὶ προσαξιώσαντος παιδικῶς, λαβόμενον τῆς δεξιᾶς προσαγαγεῖν αὐτὸν πρὸς τὸν βωμὸν καὶ κελεύειν ἁψάμενον τῶν ἱερῶν ὀμνύναι μηδέποτε Ῥωμαίοις εὐνοήσειν. ταῦτ' οὖν εἰδότα σαφῶς ἠξίου τὸν Ἀντίοχον, ἕως μὲν ἄν τι δυσχερὲς βουλεύηται κατὰ Ῥωμαίων, θαρρεῖν καὶ πιστεύειν, αὐτὸν συνεργὸν ἕξειν νομίζοντ' ἀληθινώτατον. ἐπὰν δὲ διαλύσεις ἢ φιλίαν συντίθηται πρὸς αὐτούς, τότε μὴ προσδεῖσθαι διαβολῆς, ἀλλ' ἀπιστεῖν καὶ φυλάττεσθαι·


πᾶν γάρ τι πρᾶξαι κατ' αὐτῶν ὃ δυνατὸς εἴη. ὁ μὲν οὖν Ἀντίοχος ἀκούσας καὶ δόξας αὐτοπαθῶς ἅμα δ' ἀληθινῶς εἰρῆσθαι, πάσης τῆς προϋπαρχούσης ὑποψίας ἀπέστη. τῆς μέντοι γε δυσμενείας τῆς Ἀμίλκου καὶ τῆς ὅλης προθέσεως ὁμολογούμενον θετέον εἶναι τοῦτο μαρτύριον, ὡς καὶ δι' αὐτῶν φανερὸν ἐγένετο τῶν πραγμάτων. τοιούτους γὰρ ἐχθροὺς παρεσκεύασε Ῥωμαίοις Ἀσδρούβαν τε τὸν τῆς θυγατρὸς ἄνδρα καὶ τὸν αὑτοῦ κατὰ φύσιν υἱὸν Ἀννίβαν ὥστε μὴ καταλιπεῖν ὑπερβολὴν δυσμενείας. Ἀσδρούβας μὲν οὖν προαποθανὼν οὐ πᾶσιν ἔκδηλον ἐποίησε τὴν αὑτοῦ πρόθεσιν· Ἀννίβᾳ δὲ παρέδωκαν οἱ καιροὶ καὶ λίαν ἐναποδείξασθαι τὴν πατρώαν ἔχθραν εἰς Ῥωμαίους. διὸ καὶ τοὺς ἐπὶ πραγμάτων ταττομένους χρὴ τῶν τοιούτων οὐδενὸς μᾶλλον φροντίζειν ὡς τοῦ μὴ λανθάνειν τὰς προαιρέσεις τῶν διαλυομένων τὰς ἔχθρας ἢ συντιθεμένων τὰς φιλίας, πότε τοῖς καιροῖς εἴκοντες καὶ πότε ταῖς ψυχαῖς ἡττώμενοι ποιοῦνται τὰς συνθήκας, ἵνα τοὺς μὲν ἐφέδρους νομίζοντες εἶναι τῶν καιρῶν ἀεὶ φυλάττωνται, τοῖς δὲ πιστεύοντες ὡς ὑπηκόοις ἢ φίλοις ἀληθινοῖς πᾶν τὸ παραπῖπτον ἐξ ἑτοίμου παραγγέλλωσιν.


Αἰτίας μὲν οὖν τοῦ κατ' Ἀννίβαν πολέμου τὰς προειρημένας ἡγητέον, ἀρχὰς δὲ τὰς μελλούσας λέ γεσθαι. Καρχηδόνιοι γὰρ βαρέως μὲν ἔφερον καὶ τὴν ὑπὲρ Σικελίας ἧτταν, συνεπέτεινε δ' αὐτῶν τὴν ὀργήν, καθάπερ ἐπάνω προεῖπον, τὰ κατὰ Σαρδόνα καὶ τὸ τῶν τελευταῖον συντεθέντων χρημάτων πλῆθος. διόπερ ἅμα τῷ τὰ πλεῖστα κατ' Ἰβηρίαν ὑφ' αὑτοὺς ποιήσασθαι πρὸς πᾶν ἑτοίμως διέκειντο τὸ κατὰ Ῥωμαίων ὑποδεικνύμενον. προσπεσούσης οὖν τῆς Ἀσδρούβου τελευτῆς, ᾧ μετὰ τὸν Ἀμίλκου θάνατον ἐνεχείρισαν τὰ κατὰ τὴν Ἰβηρίαν, τὸ μὲν πρῶτον ἐκαραδόκουν τὰς τῶν δυνάμεων ὁρμάς· ἀφικομένης δὲ τῆς ἀγγελίας ἐκ τῶν στρατοπέδων ὅτι συμβαίνει τὰς δυνάμεις ὁμοθυμαδὸν ᾑρῆσθαι στρατηγὸν Ἀννίβαν, παραυτίκα συναθροίσαντες τὸν δῆμον μιᾷ γνώμῃ κυρίαν ἐποίησαν τὴν τῶν στρατοπέδων αἵρεσιν. Ἀννίβας δὲ παραλαβὼν τὴν ἀρχὴν εὐθέως ὥρμησεν ὡς καταστρεψόμενος τὸ τῶν Ὀλκάδων ἔθνος· ἀφικόμενος δὲ πρὸς Ἀλθαίαν τὴν βαρυτάτην αὐτῶν πόλιν κατεστρατοπέδευσεν. μετὰ δὲ ταῦτα χρησάμενος ἐνεργοῖς ἅμα καὶ καταπληκτικαῖς προσβολαῖς ταχέως ἐκράτησε τῆς πόλεως. οὗ συμβάντος οἱ λοιποὶ γενόμενοι καταπλαγεῖς ἐνέδωκαν αὑτοὺς τοῖς Καρχηδονίοις. ἀργυρολογήσας δὲ τὰς πόλεις καὶ κυριεύσας πολλῶν χρημάτων ἧκε παραχειμάσων εἰς Καινὴν πόλιν. μεγαλοψύχως δὲ χρησάμενος τοῖς ὑποταττομένοις καὶ τὰ μὲν δοὺς τῶν ὀψωνίων τοῖς συστρατευομένοις τὰ δ' ὑπισχνούμενος πολλὴν εὔνοιαν καὶ μεγάλας ἐλπίδας ἐνειρ γάσατο ταῖς δυνάμεσι. τῷ δ' ἐπιγινομένῳ θέρει πάλιν ὁρμήσας ἐπὶ τοὺς Οὐακκαίους Ἑλμαντικὴν μὲν ἐξ ἐφόδου ποιησάμενος προσβολὰς κατέσχεν, Ἀρβουκάλην δὲ διὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ πλῆθος, ἔτι δὲ τὴν γενναιότητα τῶν οἰκητόρων μετὰ πολλῆς ταλαιπωρίας πολιορκήσας κατὰ κράτος εἷλε. μετὰ δὲ ταῦτα παραδόξως εἰς τοὺς μεγίστους ἦλθε κινδύνους ἐπανάγων, συνδραμόντων ἐπ' αὐτὸν τῶν Καρπησίων, ὃ σχεδὸν ἰσχυρότατόν ἐστιν ἔθνος τῶν κατ' ἐκείνους τοὺς τόπους, ὁμοίως δὲ καὶ τῶν ἀστυγειτόνων ἁθροισθέντων ἅμα τούτοις, οὓς ἠρέθισαν μάλιστα μὲν οἱ τῶν Ὀλκάδων φυγάδες, συνεξέκαυσαν δὲ καὶ τῶν ἐκ τῆς Ἑλμαντικῆς οἱ διασωθέντες. πρὸς οὓς εἰ μὲν ἐκ παρατάξεως ἠναγκάσθησαν οἱ Καρχηδόνιοι διακινδυνεύειν, ὁμολογουμένως ἂν ἡττήθησαν. νῦν δὲ πραγματικῶς καὶ νουνεχῶς ἐξ ὑποστροφῆς ἀναχωρήσαντος Ἀννίβου καὶ πρόβλημα ποιησαμένου τὸν Τάγον καλούμενον ποταμὸν καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν συστησαμένου τὸν κίνδυνον, ἅμα δὲ συγχρησαμένου συναγωνιστῇ τῷ ποταμῷ καὶ τοῖς θηρίοις οἷς εἶχε περὶ τετταράκοντα τὸν ἀριθμόν, συνέβη τὰ ὅλα παραδόξως καὶ κατὰ λόγον αὐτῷ χωρῆσαι. τῶν γὰρ βαρβάρων ἐπιβαλομένων κατὰ πλείους τόπους βιάζεσθαι καὶ περαιοῦσθαι τὸν ποταμόν, τὸ μὲν πλεῖστον αὐτῶν μέρος διεφθάρη περὶ τὰς ἐκβάσεις, παραπορευομένων τῶν θηρίων παρὰ τὸ χεῖλος καὶ τοὺς ἐκβαίνοντας ἀεὶ προκαταλαμβανόντων· πολλοὶ δὲ κατ' αὐτὸν τὸν ποταμὸν ὑπὸ τῶν ἱππέων ἀπώλοντο διὰ τὸ κρατεῖν μὲν μᾶλλον τοῦ ῥεύματος τοὺς ἵππους, ἐξ ὑπερδεξίου δὲ ποιεῖσθαι τὴν μάχην τοὺς ἱππέας πρὸς τοὺς πεζούς. τέλος δὲ τοὔμπαλιν ἐπιδιαβάντες οἱ περὶ τὸν Ἀννίβαν ἐπὶ τοὺς βαρβάρους ἐτρέψαντο πλείους ἢ δέκα μυριάδας ἀνθρώπων. ὧν ἡττηθέντων οὐδεὶς ἔτι τῶν ἐντὸς Ἴβηρος ποταμοῦ ῥᾳδίως πρὸς αὐτοὺς ἀντοφθαλμεῖν ἐτόλμα πλὴν Ζακανθαίων. ταύτης δὲ τῆς πόλεως ἐπειρᾶτο κατὰ δύναμιν ἀπέχεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν ὁμολογουμένην δοῦναι τοῦ πολέμου Ῥωμαίοις, ἕως τἄλλα πάντα βεβαίως ὑφ' αὑτὸν ποιήσαιτο κατὰ τὰς Ἀμίλκου τοῦ πατρὸς ὑποθήκας καὶ παραινέσεις.


Οἱ δὲ Ζακανθαῖοι συνεχῶς ἔπεμπον εἰς τὴν Ῥώμην, ἅμα μὲν ἀγωνιῶντες περὶ σφῶν καὶ προορώμενοι τὸ μέλλον, ἅμα δὲ βουλόμενοι μὴ λανθάνειν Ῥωμαίους τὴν γινομένην εὔροιαν Καρχηδονίοις τῶν κατ' Ἰβηρίαν πραγμάτων. Ῥωμαῖοι δὲ πλεονάκις αὐτῶν παρακηκοότες τότε πρεσβευτὰς ἐξαπέστειλαν τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν προσπιπτόντων. Ἀννίβας δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πεποιημένος ὑφ' αὑτὸν οὓς προέθετο παρῆν αὖθις μετὰ τῶν δυνάμεων παραχειμάσων εἰς Καινὴν πόλιν, ἥτις ὡσανεὶ πρόσχημα καὶ βασίλειον ἦν Καρχηδονίων ἐν τοῖς κατὰ τὴν Ἰβηρίαν τόποις. καταλαβὼν δὲ τὴν παρὰ τῶν Ῥωμαίων πρεσβείαν καὶ δοὺς αὑτὸν εἰς ἔντευξιν διήκουε περὶ τῶν ἐνεστώτων. Ῥωμαῖοι μὲν οὖν διεμαρτύροντο Ζακανθαίων ἀπέχεσθαι κεῖσθαι γὰρ αὐτοὺς ἐν τῇ σφετέρᾳ πίστει καὶ τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν κατὰ τὰς ἐπ' Ἀσδρούβου γενομένας ὁμολογίας. ὁ δ' Ἀννίβας, ἅτε νέος μὲν ὤν, πλήρης δὲ πολεμικῆς ὁρμῆς, ἐπιτυχὴς δ' ἐν ταῖς ἐπιβολαῖς, πάλαι δὲ παρωρμημένος πρὸς τὴν κατὰ Ῥωμαίων ἔχθραν, πρὸς μὲν ἐκείνους, ὡς κηδόμενος Ζακανθαίων, ἐνεκάλει Ῥωμαίοις διότι μικροῖς ἔμπροσθεν χρόνοις, στασιαζόντων αὐτῶν, λαβόντες τὴν ἐπιτροπὴν [εἰς τὸ διαλῦσαι] ἀδίκως ἐπανέλοιντό τινας τῶν προεστώτων· οὓς οὐ περιόψεσθαι παρεσπονδημένους· πάτριον γὰρ εἶναι Καρχηδονίοις τὸ μηδένα τῶν ἀδικουμένων περιορᾶν· πρὸς δὲ Καρχηδονίους διεπέμπετο, πυνθανόμενος τί δεῖ ποιεῖν, ὅτι Ζακανθαῖοι πιστεύοντες τῇ Ῥωμαίων συμμαχίᾳ τινὰς τῶν ὑφ' αὑτοὺς ταττομένων ἀδικοῦσι. καθόλου δ' ἦν πλήρης ἀλογίας καὶ θυμοῦ βιαίου· διὸ καὶ ταῖς μὲν ἀληθιναῖς αἰτίαις οὐκ ἐχρῆτο, κατέφευγε δ' εἰς προφάσεις ἀλόγους· ἅπερ εἰώθασι ποιεῖν οἱ διὰ τὰς προεγκαθημένας αὐτοῖς ὁρμὰς ὀλιγωροῦντες τοῦ καθήκοντος. πόσῳ γὰρ ἦν ἄμεινον οἴεσθαι δεῖν Ῥωμαίους ἀποδοῦναι σφίσι Σαρδόνα καὶ τοὺς ἐπιταχθέντας ἅμα ταύτῃ φόρους, οὓς τοῖς καιροῖς συνεπιθέμενοι πρότερον ἀδίκως παρ' αὐτῶν ἔλαβον· εἰ δὲ μή, φάναι πολεμήσειν; νῦν δὲ τὴν μὲν οὖσαν αἰτίαν ἀληθινὴν παρασιωπῶν, τὴν δ' οὐχ ὑπάρχουσαν περὶ Ζακανθαίων πλάττων, οὐ μόνον ἀλόγως, ἔτι δὲ μᾶλλον ἀδίκως κατάρχειν ἐδόκει τοῦ πολέμου. οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις, ὅτι μὲν εἴη πολεμητέον σαφῶς εἰδότες, ἀπέπλευσαν εἰς Καρχηδόνα, τὰ παραπλήσια θέλοντες ἐπιμαρτύρασθαι κἀκείνους· οὐ μὴν ἐν Ἰταλίᾳ γε πολεμήσειν ἤλπισαν, ἀλλ' ἐν Ἰβηρίᾳ, χρήσεσθαι δὲ πρὸς τὸν πόλεμον ὁρμητηρίῳ τῇ Ζακανθαίων πόλει.


Διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὴν ὑπόθεσιν ἡ σύγκλητος ἔκρινεν ἀσφαλίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πράγματα, προορωμένη διότι μέγας ἔσται καὶ πολυχρόνιος καὶ μακρὰν ἀπὸ τῆς οἰκείας ὁ πόλεμος. συνέβαινε γὰρ κατ' ἐκείνους τοὺς καιροὺς Δημήτριον τὸν Φάριον, ἐπιλελησμένον μὲν τῶν προγεγονότων εἰς αὐτὸν εὐεργετημάτων ὑπὸ Ῥωμαίων, καταπεφρονηκότα δὲ πρότερον μὲν διὰ τὸν ἀπὸ Γαλατῶν τότε δὲ διὰ τὸν ἀπὸ Καρχηδονίων φόβον περιεστῶτα Ῥωμαίους, πάσας δ' ἔχοντα τὰς ἐλπίδας ἐν τῇ Μακεδόνων οἰκίᾳ διὰ τὸ συμπεπολεμηκέναι καὶ μετεσχηκέναι τῶν πρὸς Κλεομένη κινδύνων Ἀντιγόνῳ, πορθεῖν μὲν καὶ καταστρέφεσθαι τὰς κατὰ τὴν Ἰλλυρίδα πόλεις τὰς ὑπὸ Ῥωμαίους ταττομένας, πεπλευκέναι δ' ἔξω τοῦ Λίσσου παρὰ τὰς συνθήκας πεντήκοντα λέμβοις καὶ πεπορθηκέναι πολλὰς τῶν Κυκλάδων νήσων. εἰς ἃ βλέποντες Ῥωμαῖοι καὶ θεωροῦντες ἀνθοῦσαν τὴν Μακεδόνων οἰκίαν ἔσπευδον ἀσφαλίσασθαι τὰ πρὸς ἕω τῆς Ἰταλίας πεπεισμένοι καταταχήσειν διορθωσάμενοι μὲν τὴν Ἰλλυριῶν ἄγνοιαν, ἐπιτιμήσαντες δὲ καὶ κολάσαντες τὴν ἀχαριστίαν καὶ προπέτειαν τὴν Δημητρίου. διεψεύσθησαν δὲ τοῖς λογισμοῖς· κατετάχησε γὰρ αὐτοὺς Ἀννίβας, ἐξελὼν τὴν Ζακανθαίων πόλιν. καὶ παρὰ τοῦτο συνέβη τὸν πόλεμον οὐκ ἐν Ἰβηρίᾳ, πρὸς αὐτῇ δὲ τῇ Ῥώμῃ καὶ κατὰ πᾶσαν γενέσθαι τὴν Ἰταλίαν.


Οὐ μὴν ἀλλὰ τούτοις χρησάμενοι τοῖς διαλογισμοῖς Ῥωμαῖοι μὲν ὑπὸ τὴν ὡραίαν Λεύκιον τὸν Αἰμίλιον ἐξαπέστειλαν μετὰ δυνάμεως ἐπὶ τὰς κατὰ τὴν Ἰλλυρίδα πράξεις κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκα τοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος. Ἀννίβας δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐκ τῆς Καινῆς πόλεως προῆγε, ποιούμενος τὴν πορείαν ἐπὶ τὴν Ζάκανθαν. ἡ δὲ πόλις αὕτη κεῖται μὲν ἐπὶ τῷ πρὸς θάλατταν καθήκοντι πρόποδι τῆς ὀρεινῆς τῆς συναπτούσης τὰ πέρατα τῆς Ἰβηρίας καὶ Κελτιβηρίας, ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια. νέμονται δὲ χώραν οἱ κατοικοῦντες αὐτὴν πάμφορον καὶ διαφέρουσαν ἀρετῇ πάσης τῆς Ἰβηρίας. ᾗ τότε παραστρατοπεδεύσας Ἀννίβας ἐνεργὸς ἐγίνετο περὶ τὴν πολιορκίαν, πολλὰ προορώμενος εὔχρηστα πρὸς τὸ μέλλον ἐκ τοῦ κατὰ κράτος ἑλεῖν αὐτήν. πρῶτον μὲν γὰρ ὑπέλαβε παρελέσθαι Ῥωμαίων τὴν ἐλπίδα τοῦ συστήσασθαι τὸν πόλεμον ἐν Ἰβηρίᾳ· δεύτερον δὲ καταπληξάμενος ἅπαντας εὐτακτοτέρους μὲν ἐπέπειστο παρασκευάσειν τοὺς ὑφ' αὐτὸν ἤδη ταττομένους, εὐλαβεστέρους δὲ τοὺς ἀκμὴν αὐτοκράτορας ὄντας τῶν Ἰβήρων, τὸ δὲ μέγιστον, οὐδὲν ἀπολιπὼν ὄπισθεν πολέμιον ἀσφαλῶς ποιήσεσθαι τὴν εἰς τοὔμπροσθεν πορείαν. χωρίς τε τούτων εὐπορήσειν μὲν χορηγιῶν αὐτὸς ὑπελάμβανεν πρὸς τὰς ἐπιβολάς, προθυμίαν δ' ἐνεργάσεσθαι ταῖς δυνάμεσιν ἐκ τῆς ἐσομένης ἑκάστοις ὠφελείας, προκαλέσεσθαι δὲ τὴν εὔνοιαν τῶν ἐν οἴκῳ Καρχηδονίων διὰ τῶν ἀποσταλησομένων αὐτοῖς λαφύρων. τοιούτοις δὲ χρώμενος διαλογισμοῖς ἐνεργῶς προσέκειτο τῇ πολιορκίᾳ, τοτὲ μὲν ὑπόδειγμα τῷ πλήθει ποιῶν αὑτὸν καὶ γινόμενος αὐτουργὸς τῆς ἐν τοῖς ἔργοις ταλαιπωρίας, ἔστι δ' ὅτε παρακαλῶν τὰ πλήθη καὶ παραβόλως διδοὺς αὑτὸν εἰς τοὺς κινδύνους. πᾶσαν δὲ κακοπάθειαν καὶ μέριμναν ὑπομείνας τέλος ἐν ὀκτὼ μησὶ κατὰ κράτος εἷλε τὴν πόλιν. κύριος δὲ γενόμενος χρημάτων πολλῶν καὶ σωμάτων καὶ κατασκευῆς τὰ μὲν χρήματ' εἰς τὰς ἰδίας ἐπιβολὰς παρέθετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, τὰ δὲ σώματα διένειμε κατὰ τὴν ἀξίαν ἑκάστοις τῶν συστρατευομένων, τὴν δὲ κατασκευὴν παραχρῆμα πᾶσαν ἐξέπεμψε τοῖς Καρχηδονίοις. ταῦτα δὲ πράξας οὐ διεψεύσθη τοῖς λογισμοῖς οὐδ' ἀπέτυχε τῆς ἐξ ἀρχῆς προθέσεως, ἀλλὰ τούς τε στρατιώτας προθυμοτέρους ἐποίησε πρὸς τὸ κινδυνεύειν, τούς τε Καρχηδονίους ἑτοίμους παρεσκεύασε πρὸς τὸ παραγγελλόμενον, αὐτός τε πολλὰ τῶν χρησίμων μετὰ ταῦτα κατειργάσατο διὰ τῆς τῶν χορηγιῶν παραθέσεως.


Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δημήτριος ἅμα τῷ συνεῖναι τὴν ἐπιβολὴν τῶν Ῥωμαίων παραυτίκα μὲν εἰς τὴν Διμάλην ἀξιόχρεων φρουρὰν εἰσέπεμψε καὶ τὰς ἁρμοζούσας ταύτης χορηγίας, ἐκ δὲ τῶν λοιπῶν πόλεων τοὺς μὲν ἀντιπολιτευομένους ἐπανείλετο, τοῖς δ' αὑτοῦ φίλοις ἐνεχείρισε τὰς δυναστείας, αὐτὸς δ' ἐκ τῶν ὑποτεταγμένων ἐπιλέξας τοὺς ἀνδρωδεστάτους ἑξακισχιλίους συνέστησε τούτους εἰς τὴν Φάρον. ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων ἀφικόμενος εἰς τὴν Ἰλλυρίδα μετὰ τῶν δυνάμεων καὶ θεωρῶν τοὺς ὑπεναντίους θαρροῦντας ἐπὶ τῇ τῆς Διμάλης ὀχυρότητι καὶ ταῖς παρασκευαῖς, ἔτι δὲ τῷ δοκεῖν αὐτὴν ἀνάλωτον ὑπάρχειν, ταύτῃ πρῶτον ἐγχειρεῖν ἔκρινε, βουλόμενος καταπλήξασθαι τοὺς πολεμίους. παρακαλέσας δὲ τοὺς κατὰ μέρος ἡγεμόνας καὶ προσαγαγὼν ἔργα κατὰ πλείους τόπους ἤρξατο πολιορκεῖν. λαβὼν δὲ κατὰ κράτος ἐν ἡμέραις ἑπτὰ παραχρῆμα πάντας ἥττησε ταῖς ψυχαῖς τοὺς ὑπεναντίους. διόπερ εὐθέως παρῆσαν ἐκ πασῶν τῶν πόλεων ἐπιτρέποντες καὶ διδόντες αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν. ὁ δὲ προσδεξάμενος ἑκάστους ἐπὶ ταῖς ἁρμοζούσαις ὁμολογίαις ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Φάρον ἐπ' αὐτὸν τὸν Δημήτριον. πυνθανόμενος δὲ τήν τε πόλιν ὀχυρὰν εἶναι καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὴν ἡθροῖσθαι, πρὸς δὲ καὶ ταῖς χορηγίαις ἐξηρτῦσθαι καὶ ταῖς ἄλλαις παρασκευαῖς, ὑφεωρᾶτο μὴ δυσχερῆ καὶ πολυχρόνιον συμβῇ γενέσθαι τὴν πολιορκίαν. διὸ προορώμενος ἕκαστα τούτων ἐχρήσατο παρ' αὐτὸν τὸν καιρὸν τοιῷδέ τινι γένει στρατηγήματος. ποιησάμενος γὰρ τὸν ἐπίπλουν νυκτὸς ἐπὶ τὴν νῆσον παντὶ τῷ στρατεύματι τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως ἀπεβίβασεν εἴς τινας ὑλώδεις καὶ κοίλους τόπους, εἴκοσι δὲ ναυσὶν ἐπιγενομένης ἡμέρας ἔπλει προδήλως ἐπὶ τὸν ἔγγιστα τῆς πόλεως λιμένα. συνορῶντες δὲ τὰς ναῦς οἱ περὶ τὸν Δημήτριον καὶ καταφρονοῦντες τοῦ πλήθους ὥρμησαν ἐκ τῆς πόλεως ἐπὶ τὸν λιμένα, κωλύσοντες τὴν ἀπό βασιν τῶν ὑπεναντίων. ἅμα δὲ τῷ συμμῖξαι γινομένης ἰσχυρᾶς τῆς συμπλοκῆς προσεβοήθουν ἀεὶ πλείους τῶν ἐκ τῆς πόλεως· τέλος δὲ πάντες ἐξεχύθησαν εἰς τὸν κίνδυνον. τῶν δὲ Ῥωμαίων οἱ τῆς νυκτὸς ἀποβάντες εἰς τὸν καιρὸν τοῦτον συνῆψαν, διὰ τόπων ἀδήλων ποιούμενοι τὴν πορείαν. καὶ καταλαβόμενοι μεταξὺ τῆς πόλεως καὶ τοῦ λιμένος λόφον ἐρυμνὸν διέκλεισαν ἀπὸ τῆς πόλεως τοὺς ἐκβεβοηθηκότας. οἱ δὲ περὶ τὸν Δημήτριον συννοήσαντες τὸ γεγονὸς τοῦ μὲν διακωλύειν τοὺς ἀποβαίνοντας ἀπέστησαν, συναθροίσαντες δὲ σφᾶς αὐτοὺς καὶ παρακαλέσαντες ὥρμησαν, κρίναντες ἐκ παρατάξεως διακινδυνεύειν πρὸς τοὺς ἐπὶ τὸν λόφον. οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τὴν ἔφοδον τῶν Ἰλλυριῶν ἐνεργὸν καὶ συντεταγμένην ἀντέπεσαν ταῖς σπείραις καταπληκτικῶς. ἅμα δὲ τοῖς προειρημένοις οἱ πεποιημένοι τὴν ἀπόβασιν ἀπὸ τῶν πλοίων, συνορῶντες τὸ γινόμενον, προσέκειντο κατόπιν· καὶ πανταχόθεν προσπίπτοντες θόρυβον καὶ ταραχὴν οὐ μικρὰν ἐν τοῖς Ἰλλυριοῖς κατεσκεύαζον. ἐξ οὗ τῶν μὲν κατὰ πρόσωπον τῶν δὲ κατὰ νώτου πονούντων, τέλος οἱ περὶ τὸν Δημήτριον ἐτράπησαν· καὶ τινὲς μὲν αὐτῶν ἔφυγον ὡς πρὸς τὴν πόλιν, οἱ δὲ πλείους ἀνοδίᾳ κατὰ τῆς νήσου διεσπάρησαν. ὁ δὲ Δημήτριος ἔχων ἑτοίμους λέμβους πρὸς τὸ συμβαῖνον ἔν τισι τόποις ἐρήμοις ὑφορμοῦντας ἐπὶ τούτους ἐποιήσατο τὴν ἀποχώρησιν. εἰς οὓς ἐμβὰς ἐπιγενομένης τῆς νυκτὸς ἀπέπλευσε καὶ διεκομίσθη παραδόξως πρὸς τὸν βασιλέα Φίλιππον, παρ' ᾧ τὸ λοιπὸν διέτριβε τοῦ βίου μέρος, ἀνὴρ θράσος μὲν καὶ τόλμαν κεκτημένος, ἀλόγιστον δὲ ταύτην καὶ τελέως ἄκριτον. διὸ καὶ τὴν καταστροφὴν παραπλησίαν αὐτῷ συνέβη γενέσθαι τῇ κατὰ τὸν ὅλον βίον προαιρέσει. καταλαβέσθαι γὰρ ἐγχειρήσας μετὰ τῆς Φιλίππου γνώμης τὴν τῶν Μεσσηνίων πόλιν εἰκῇ καὶ παραβόλως ἐν αὐτῷ τῷ τῆς πράξεως καιρῷ διεφθάρη· περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, διασαφήσομεν. ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων Αἰμίλιος τὴν μὲν Φάρον εὐθέως ἐξ ἐφόδου παραλαβὼν κατέσκαψε, τῆς δὲ λοιπῆς Ἰλλυρίδος ἐγκρατὴς γενόμενος καὶ πάντα διατάξας κατὰ τὴν αὑτοῦ προαίρεσιν μετὰ ταῦτα ληγούσης ἤδη τῆς θερείας εἰς τὴν Ῥώμην ἐπανῆλθεν καὶ τὴν εἴσοδον ἐποιήσατο μετὰ θριάμβου καὶ τῆς ἁπάσης εὐδοξίας. ἐδόκει γὰρ οὐ μόνον ἐπιδεξίως, ἔτι δὲ μᾶλλον ἀνδρωδῶς κεχρῆσθαι τοῖς πράγμασιν.


Οἱ δὲ Ῥωμαῖοι, προσπεπτωκυίας αὐτοῖς ἤδη τῆς τῶν Ζακανθαίων ἁλώσεως, οὐ μὰ Δία περὶ τοῦ πολέμου τότε διαβούλιον ἦγον, καθάπερ ἔνιοι τῶν συγγραφέων φασί, προσκατατάττοντες ἔτι καὶ τοὺς εἰς ἑκάτερα ῥηθέντας λόγους, πάντων ἀτοπώτατον πρᾶγμα ποιοῦντες. πῶς γὰρ οἷόν τ' ἦν Ῥωμαίους τοὺς ἐνιαυτῷ πρότερον ἐπηγγελκότας πόλεμον Καρχηδονίοις, ἐὰν ἐπιβαίνωσι τῆς Ζακανθαίων χώρας, τούτους κατὰ κράτος ἑαλωκυίας αὐτῆς τῆς πόλεως τότε βουλεύεσθαι συνελθόντας πότερα πολεμητέον ἢ τοὐναντίον; πῶς δὲ καὶ τίνα τρόπον ἅμα μὲν τὴν στυγνότητα τοῦ συνεδρίου παρεισάγουσι θαυμάσιον, ἅμα δὲ τοὺς υἱοὺς ἀπὸ δώδεκ' ἐτῶν ἄγειν φασὶ τοὺς πατέρας εἰς τὸ συνέδριον, οὓς μετέχοντας τῶν διαβουλίων οὐδὲ τῶν ἀναγκαίων οὐδενὶ προΐεσθαι τῶν ἀπορρήτων οὐδέν; ὧν οὔτ' εἰκὸς οὔτ' ἀληθές ἐστι τὸ παράπαν οὐδέν, εἰ μὴ νὴ Δία πρὸς τοῖς ἄλλοις ἡ τύχη καὶ τοῦτο προσένειμε Ῥωμαίοις, τὸ φρονεῖν αὐτοὺς εὐθέως ἐκ γενετῆς. πρὸς μὲν οὖν τὰ τοιαῦτα τῶν συγγραμμάτων οἷα γράφει Χαιρέας καὶ Σωσύλος οὐδὲν ἂν δέοι πλέον λέγειν· οὐ γὰρ ἱστορίας, ἀλλὰ κουρεακῆς καὶ πανδήμου λαλιᾶς ἔμοιγε δοκοῦσι τάξιν ἔχειν καὶ δύναμιν. Ῥωμαῖοι δέ, προσπεσόντος σφίσι τοῦ γεγονότος κατὰ τοὺς Ζακανθαίους ἀτυχήματος, παραχρῆμα πρεσβευτὰς ἑλόμενοι κατὰ σπουδὴν ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα, δύο προτείνοντες αὐτοῖς, ὧν τὸ μὲν αἰσχύνην ἅμα καὶ βλάβην ἐδόκει φέρειν δεξαμένοις τοῖς Καρχηδονίοις, τὸ δ' ἕτερον πραγμάτων καὶ κινδύνων ἀρχὴν μεγάλων. ἢ γὰρ τὸν στρατηγὸν Ἀννίβαν καὶ τοὺς μετ' αὐτοῦ συνέδρους ἐκδότους διδόναι Ῥωμαίοις ἐπέταττον, ἢ προήγγελλον τὸν πόλεμον. παραγενομένων δὲ τῶν Ῥωμαίων καὶ παρελθόντων εἰς τὸ συνέδριον καὶ διασαφούντων ταῦτα, δυσχερῶς ἤκουον οἱ Καρχηδόνιοι τὴν αἵρεσιν τῶν προτεινομένων. ὅμως δὲ προστησάμενοι τὸν ἐπιτηδειότατον ἐξ αὑτῶν ἤρξαντο περὶ σφῶν δικαιολογεῖσθαι. τὰς μὲν οὖν πρὸς Ἀσδρούβαν ὁμολογίας παρεσιώπων, ὡς οὔτε γεγενημένας, εἴ τε γεγόνασιν, οὐδὲν οὔσας πρὸς αὑτοὺς διὰ τὸ χωρὶς τῆς σφετέρας πεπρᾶχθαι γνώμης. ἐχρῶντο δ' ἐξ αὐτῶν Ῥωμαίων εἰς τοῦτο παραδείγματι. τὰς γὰρ ἐπὶ Λυτατίου γενομένας συνθήκας ἐν τῷ πολέμῳ τῷ περὶ Σικελίας, ταύτας ἔφασαν ἤδη συνωμολογημένας ὑπὸ Λυτατίου μετὰ ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων ἀκύρους ποιῆσαι διὰ τὸ χωρὶς τῆς αὑτοῦ γενέσθαι γνώμης. ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρ' ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συνθήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ. ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγγραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρ' ἀμφοῖν ἀσφάλειαν εἶναι ῥητῶς κατατετάχθαι. Ζακανθαίους δὲ παρεδείκνυον οὐκ ὄντας τότε Ῥωμαίων συμμάχους καὶ παρανεγίνωσκον πρὸς τοῦτο πλεονάκις τὰς συνθήκας. Ῥωμαῖοι δὲ τοῦ μὲν δικαιολογεῖσθαι καθάπαξ ἀπεγίνωσκον, φάσκοντες ἀκεραίου μὲν ἔτι διαμενούσης τῆς τῶν Ζακανθαίων πόλεως ἐπιδέχεσθαι τὰ πράγματα δικαιολογίαν καὶ δυνατὸν εἶναι λόγῳ περὶ τῶν ἀμφισβητουμένων διεξάγειν· ταύτης δὲ παρεσπονδημένης ἢ τοὺς αἰτίους ἐκδοτέον εἶναι σφίσι, δι' οὗ φανερὸν ἔσται πᾶσιν ὡς οὐ μετεσχήκασι τῆς ἀδικίας, ἀλλ' ἄνευ τῆς αὑτῶν γνώμης πεπρᾶχθαι τοῦτο τοὔργον, ἢ μὴ βουλομένους τοῦτο ποιεῖν, ὁμολογοῦντας δὲ κοινωνεῖν τῆς ἀδικίας καὶ συναναδέχεσθαι τὸν πόλεμον. οἱ μὲν οὖν καθολικώτερόν πως ἐχρήσαντο τοῖς λόγοις. ἡμῖν δ' ἀναγκαῖον εἶναι δοκεῖ τὸ μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μήθ' οἷς καθήκει καὶ διαφέρει τὸ σαφῶς εἰδέναι τὴν ἐν τούτοις ἀκρίβειαν, παραπαίωσι τῆς ἀληθείας ἐν τοῖς ἀναγκαιοτάτοις διαβουλίοις, μήθ' οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι, συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων, ἀλλ' ᾖ τις ὁμολογουμένη θεωρία τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δικαίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθ' ἡμᾶς καιρούς.


Γίνονται τοιγαροῦν συνθῆκαι Ῥωμαίοις καὶ Καρχηδονίοις πρῶται κατὰ Λεύκιον Ἰούνιον Βροῦτον καὶ Μάρκον Ὡράτιον, τοὺς πρώτους κατασταθέντας ὑπάτους μετὰ τὴν τῶν βασιλέων κατάλυσιν, ὑφ' ὧν συνέβη καθιερωθῆναι καὶ τὸ τοῦ Διὸς ἱερὸν τοῦ Καπετωλίου. ταῦτα δ' ἔστι πρότερα τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα τριάκοντ' ἔτεσι λείπουσι δυεῖν. ἃς καθ' ὅσον ἦν δυνατὸν ἀκριβέστατα διερμηνεύσαντες ἡμεῖς ὑπογεγράφαμεν. τηλικαύτη γὰρ ἡ διαφορὰ γέγονε τῆς διαλέκτου καὶ παρὰ Ῥωμαίοις τῆς νῦν πρὸς τὴν ἀρχαίαν ὥστε τοὺς συνετωτάτους ἔνια μόλις ἐξ ἐπιστάσεως διευκρινεῖν. εἰσὶ δ' αἱ συνθῆκαι τοιαίδε τινές· ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίοις καὶ τοῖς Καρχηδονίων συμμάχοις· " 1μὴ πλεῖν Ῥωμαίους μηδὲ τοὺς Ῥωμαίων συμμάχους ἐπέκεινα τοῦ Καλοῦ ἀκρωτηρίου, ἐὰν μὴ ὑπὸ χει" 1μῶνος ἢ πολεμίων ἀναγκασθῶσιν· ἐὰν δέ τις βίᾳ κατενεχθῇ, μὴ ἐξέστω αὐτῷ μηδὲν ἀγοράζειν μηδὲ λαμβάνειν πλὴν ὅσα πρὸς πλοίου ἐπισκευὴν ἢ πρὸς " 1ἱερά, ἐν πέντε δ' ἡμέραις ἀποτρεχέτω. τοῖς δὲ κατ' ἐμπορίαν παραγινομένοις μηδὲν ἔστω τέλος " 1πλὴν ἐπὶ κήρυκι ἢ γραμματεῖ. ὅσα δ' ἂν τούτων παρόντων πραθῇ, δημοσίᾳ πίστει ὀφειλέσθω τῷ ἀποδομένῳ, ὅσα ἂν ἢ ἐν Λιβύῃ ἢ ἐν Σαρδόνι " 1πραθῇ. ἐὰν Ῥωμαίων τις εἰς Σικελίαν παραγίνηται, ἧς Καρχηδόνιοι ἐπάρχουσιν, ἴσα ἔστω τὰ " 1Ῥωμαίων πάντα. Καρχηδόνιοι δὲ μὴ ἀδικείτωσαν δῆμον Ἀρδεατῶν, Ἀντιατῶν, Λαρεντίνων, Κιρκαιιτῶν, Ταρρακινιτῶν, μηδ' ἄλλον μηδένα Λατίνων, " 1ὅσοι ἂν ὑπήκοοι· ἐὰν δέ τινες μὴ ὦσιν ὑπήκοοι, τῶν πόλεων ἀπεχέσθωσαν· ἂν δὲ λάβωσι, Ῥω" 1μαίοις ἀποδιδότωσαν ἀκέραιον. φρούριον μὴ ἐνοικοδομείτωσαν ἐν τῇ Λατίνῃ. ἐὰν ὡς πολέμιοι εἰς τὴν χώραν εἰσέλθωσιν, ἐν τῇ χώρᾳ μὴ ἐννυκτερευέτωσαν.


Τὸ μὲν οὖν Καλὸν ἀκρωτήριόν ἐστι τὸ προκείμενον αὐτῆς τῆς Καρχηδόνος ὡς πρὸς τὰς ἄρκτους· οὗ καθάπαξ ἐπέκεινα πλεῖν ὡς πρὸς μεσημβρίαν οὐκ οἴονται δεῖν οἱ Καρχηδόνιοι τοὺς Ῥωμαίους μακραῖς ναυσὶ διὰ τὸ μὴ βούλεσθαι γινώσκειν αὐτούς, ὡς ἐμοὶ δοκεῖ, μήτε τοὺς κατὰ τὴν Βυσσάτιν μήτε τοὺς κατὰ τὴν μικρὰν Σύρτιν τόπους, ἃ δὴ καλοῦσιν Ἐμπόρια, διὰ τὴν ἀρετὴν τῆς χώρας. ἐὰν δέ τις ὑπὸ χειμῶνος ἢ πολεμίων βίᾳ κατενεχθεὶς δέηταί του τῶν ἀναγκαίων πρὸς ἱερὰ καὶ πρὸς ἐπισκευὴν πλοίου, ταῦτα, πάρεξ δὲ μηδὲν οἴονται δεῖν λαμβάνειν, καὶ κατ' ἀνάγκην ἐν πένθ' ἡμέραις ἀπαλλάττεσθαι τοὺς καθορμισθέντας. εἰς δὲ Καρχηδόνα καὶ πᾶσαν τὴν ἐπὶ τάδε τοῦ Καλοῦ ἀκρωτηρίου τῆς Λιβύης καὶ Σαρδόνα καὶ Σικελίαν, ἧς ἐπάρχουσι Καρχηδόνιοι, κατ' ἐμπορίαν πλεῖν Ῥωμαίοις ἔξεστι, καὶ τὸ δίκαιον ὑπισχνοῦνται βεβαιώσειν οἱ Καρχηδόνιοι δημοσίᾳ πίστει. ἐκ δὲ τούτων τῶν συνθηκῶν περὶ μὲν Σαρδόνος καὶ Λιβύης ἐμφαίνουσιν ὡς περὶ ἰδίας ποιούμενοι τὸν λόγον· ὑπὲρ δὲ Σικελίας τἀναντία διαστέλλονται ῥητῶς, ὑπὲρ αὐτῶν τούτων ποιούμενοι τὰς συνθήκας, ὅσα τῆς Σικελίας ὑπὸ τὴν Καρχηδονίων πίπτει δυναστείαν. ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης αὐτῆς χώρας ποιοῦνται τὰς συνθήκας, τῆς δὲ λοιπῆς Ἰταλίας οὐ μνημονεύουσι διὰ τὸ μὴ πίπτειν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν.


Μετὰ δὲ ταύτας ἑτέρας ποιοῦνται συνθήκας, ἐν αἷς προσπεριειλήφασι Καρχηδόνιοι Τυρίους καὶ τὸν Ἰτυκαίων δῆμον. πρόσκειται δὲ καὶ τῷ Καλῷ ἀκρωτηρίῳ Μαστία Ταρσήιον· ὧν ἐκτὸς οἴονται δεῖν Ῥωμαίους μήτε λῄζεσθαι μήτε πόλιν κτίζειν. εἰσὶ δὲ τοιαίδε τινές· ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίων καὶ Τυρίων καὶ Ἰτυκαίων δήμῳ καὶ τοῖς τούτων " 1συμμάχοις. τοῦ Καλοῦ ἀκρωτηρίου, Μαστίας Ταρσηίου, μὴ λῄζεσθαι ἐπέκεινα Ῥωμαίους μηδ' ἐμ" 1πορεύεσθαι μηδὲ πόλιν κτίζειν. ἐὰν δὲ Καρχηδόνιοι λάβωσιν ἐν τῇ Λατίνῃ πόλιν τινὰ μὴ οὖσαν ὑπήκοον Ῥωμαίοις, τὰ χρήματα καὶ τοὺς ἄνδρας " 1ἐχέτωσαν, τὴν δὲ πόλιν ἀποδιδότωσαν. ἐὰν δέ τινες Καρχηδονίων λάβωσί τινας, πρὸς οὓς εἰρήνη μέν ἐστιν ἔγγραπτος Ῥωμαίοις, μὴ ὑποτάττονται δέ τι αὐτοῖς, μὴ καταγέτωσαν εἰς τοὺς Ῥωμαίων λιμένας· ἐὰν δὲ καταχθέντος ἐπιλάβηται ὁ Ῥω" 1μαῖος, ἀφιέσθω. ὡσαύτως δὲ μηδ' οἱ Ῥωμαῖοι " 1ποιείτωσαν. ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς " 1οὓς εἰρήνη καὶ φιλία ἐστὶ Καρχηδονίοις. ὡσαύ" 1τως δὲ μηδ' ὁ Καρχηδόνιος ποιείτω. εἰ δέ, μὴ ἰδίᾳ μεταπορευέσθω· ἐὰν δέ τις τοῦτο ποιήσῃ, " 1δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ Λιβύῃ μηδεὶς Ῥωμαίων μήτ' ἐμπορευέσθω μήτε πόλιν κτιζέτω, *εἰ μὴ ἕως τοῦ ἐφόδια λαβεῖν ἢ πλοῖον ἐπισκευάσαι. ἐὰν δὲ χειμὼν κατενέγκῃ, " 1ἐν πένθ' ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ ἧς Καρχηδόνιοι ἐπάρχουσι καὶ ἐν Καρχηδόνι πάντα καὶ ποιείτω καὶ πωλείτω ὅσα καὶ τῷ πολίτῃ ἔξ" 1εστιν. ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν Ῥώμῃ.


Πάλιν ἐν ταύταις ταῖς συνθήκαις τὰ μὲν κατὰ Λιβύην καὶ Σαρδόνα προσεπιτείνουσιν ἐξιδιαζόμενοι καὶ πάσας ἀφαιρούμενοι τὰς ἐπιβάθρας Ῥωμαίων, περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι, περὶ τῆς ὑπ' αὐτοὺς ταττομένης. ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης· οὐκ οἴονται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας, Ἀντιάτας, Κιρκαιίτας, Ταρρακινίτας. αὗται δ' εἰσὶν αἱ πόλεις αἱ περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας.


Ἔτι τοιγαροῦν τελευταίας συνθήκας ποιοῦνται Ῥωμαῖοι κατὰ τὴν Πύρρου διάβασιν πρὸ τοῦ συστήσασθαι τοὺς Καρχηδονίους τὸν περὶ Σικελίας πόλεμον· ἐν αἷς τὰ μὲν ἄλλα τηροῦσι πάντα κατὰ τὰς ὑπαρχούσας ὁμολογίας, πρόσκειται δὲ τούτοις τὰ ὑπογεγραμμένα. ἐὰν συμμαχίαν ποιῶνται πρὸς Πύρρον ἔγγραπτον, ποιείσθωσαν ἀμφότεροι, ἵνα ἐξῇ βοηθεῖν ἀλλήλοις ἐν τῇ τῶν πολεμουμένων " 1χώρᾳ· ὁπότεροι δ' ἂν χρείαν ἔχωσι τῆς βοηθείας, τὰ πλοῖα παρεχέτωσαν Καρχηδόνιοι καὶ εἰς τὴν ὁδὸν καὶ εἰς τὴν ἄφοδον, τὰ δὲ ὀψώνια τοῖς αὑ" 1τῶν ἑκάτεροι. Καρχηδόνιοι δὲ καὶ κατὰ θάλατταν Ῥωμαίοις βοηθείτωσαν, ἂν χρεία ᾖ. τὰ δὲ πληρώματα μηδεὶς ἀναγκαζέτω ἐκβαίνειν ἀκουσίως. Τὸν δ' ὅρκον ὀμνύειν ἔδει τοιοῦτον, ἐπὶ μὲν τῶν πρώτων συνθηκῶν Καρχηδονίους μὲν τοὺς θεοὺς τοὺς πατρώους, Ῥωμαίους δὲ Δία λίθον κατά τι παλαιὸν ἔθος, ἐπὶ δὲ τούτων τὸν Ἄρην καὶ τὸν Ἐνυάλιον. ἔστι δὲ τὸ Δία λίθον τοιοῦτον· λαβὼν εἰς τὴν χεῖρα λίθον ὁ ποιούμενος τὰ ὅρκια περὶ τῶν συνθηκῶν, ἐπειδὰν ὀμόσῃ δημοσίᾳ πίστει, λέγει τάδε· " 1εὐορκοῦντι μέν μοι εἴη τἀγαθά· εἰ δ' ἄλλως διανοηθείην τι ἢ πράξαιμι, πάντων τῶν ἄλλων σῳζομένων ἐν ταῖς ἰδίαις πατρίσιν, ἐν τοῖς ἰδίοις νόμοις, ἐπὶ τῶν ἰδίων βίων, ἱερῶν, τάφων, ἐγὼ μόνος ἐκπέσοιμι οὕτως ὡς ὅδε λίθος νῦν. καὶ ταῦτ' εἰπὼν ῥίπτει τὸν λίθον ἐκ τῆς χειρός.


Τούτων δὴ τοιούτων ὑπαρχόντων, καὶ τηρουμένων τῶν συνθηκῶν ἔτι νῦν ἐν χαλκώμασι παρὰ τὸν Δία τὸν Καπετώλιον ἐν τῷ τῶν ἀγορανόμων ταμιείῳ, τίς οὐκ ἂν εἰκότως θαυμάσειεν Φιλίνου τοῦ συγγραφέως, οὐ διότι ταῦτ' ἠγνόει τοῦτο μὲν γὰρ οὐ θαυμαστόν, ἐπεὶ καθ' ἡμᾶς ἔτι καὶ Ῥωμαίων καὶ Καρχηδονίων οἱ πρεσβύτατοι καὶ μάλιστα δοκοῦντες περὶ τὰ κοινὰ σπουδάζειν ἠγνόουν ἀλλὰ πόθεν ἢ πῶς ἐθάρρησε γράψαι τἀναντία τούτοις, διότι Ῥωμαίοις καὶ Καρχηδονίοις ὑπάρχοιεν συνθῆκαι, καθ' ἃς ἔδει Ῥωμαίους μὲν ἀπέχεσθαι Σικελίας ἁπάσης, Καρχηδονίους δ' Ἰταλίας, καὶ διότι ὑπερέβαινον Ῥωμαῖοι τὰς συνθήκας καὶ τοὺς ὅρκους, ἐπεὶ ἐποιήσαντο τὴν πρώτην εἰς Σικελίαν διάβασιν, μήτε γεγονότος μήθ' ὑπάρχοντος παράπαν ἐγγράφου τοιούτου μηδενός. ταῦτα γὰρ ἐν τῇ δευτέρᾳ λέγει βύβλῳ διαρρήδην. περὶ ὧν ἡμεῖς ἐν τῇ παρασκευῇ τῆς ἰδίας πραγματείας μνησθέντες εἰς τοῦτον ὑπερεθέμεθα τὸν καιρὸν κατὰ μέρος περὶ αὐτῶν ἐξεργάσασθαι διὰ τὸ καὶ πλείους διεψεῦσθαι τῆς ἀληθείας ἐν τούτοις, πιστεύσαντας τῇ Φιλίνου γραφῇ. οὐ μὴν ἀλλ' εἰ κατὰ τοῦτό τις ἐπιλαμβάνεται Ῥωμαίων περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθόλου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον τὴν Μεσσηνίων πόλιν ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόνδησαν, εἰκότως ἂν δόξειεν δυσαρεστεῖν. εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμβάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς.


Συντελεσθέντος τοίνυν τοῦ περὶ Σικελίας πολέμου ποιοῦνται συνθήκας ἄλλας, ἐν αἷς τὰ συνέχοντα τῶν ἐγγράπτων ἦν ταῦτα· " 1ἐκχωρεῖν Καρχηδονίους καὶ Σικελίας ἁπάσης καὶ τῶν νήσων ἁπασῶν τῶν " 1κειμένων Ἰταλίας μεταξὺ καὶ Σικελίας. τὴν ἀσφάλειαν ὑπάρχειν παρ' ἑκατέρων τοῖς ἑκατέρων συμμάχοις. " 1μηδετέρους ἐν ταῖς ἀλλήλων ἐπαρχίαις μηδὲν ἐπιτάττειν μηδ' οἰκοδομεῖν δημοσίᾳ μηδὲ ξενολογεῖν μηδὲ προσλαμβάνειν εἰς φιλίαν τοὺς ἀλλήλων συμ" 1μάχους. ἐξενεγκεῖν Καρχηδονίους ἐν ἔτεσιν δέκα δισχίλια καὶ διακόσια τάλαντα, παραυτίκα δὲ δοῦ" 1ναι χίλια. τοὺς αἰχμαλώτους χωρὶς λύτρων ἀποδοῦναι πάντας Καρχηδονίους τοῖς Ῥωμαίοις. μετὰ δὲ ταῦτα πάλιν, λήξαντος τοῦ Λιβυκοῦ πολέμου, Ῥωμαῖοι Καρχηδονίοις πόλεμον ἐξενέγκαντες ἕως δόγματος ἐπισυνθήκας ἐποιήσαντο τοιαύτας· " 1ἐκχωρεῖν Καρχηδονίους Σαρδόνος καὶ προσεξενεγκεῖν ἄλλα χίλια καὶ διακόσια τάλαντα, καθάπερ ἐπάνω προείπαμεν. ἐπὶ δὲ τοῖς προειρημένοις τελευταῖαι πρὸς Ἀσδρούβαν ἐν Ἰβηρίᾳ γίνονται διομολογήσεις, ἐφ' ᾧ μὴ διαβαίνειν Καρχηδονίους ἐπὶ πολέμῳ " 1τὸν Ἴβηρα ποταμόν. ταῦθ' ὑπῆρχε τὰ δίκαια Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τοὺς κατ' Ἀννίβαν καιρούς. Ὥσπερ οὖν τὴν εἰς Σικελίαν διάβασιν Ῥωμαίων οὐ παρὰ τοὺς ὅρκους εὑρίσκομεν γεγενημένην, οὕτως ὑπὲρ τοῦ δευτέρου πολέμου, καθ' ὃν ἐποιήσαντο τὰς περὶ Σαρδόνος συνθήκας, οὔτε πρόφασιν οὔτ' αἰτίαν εὕροι τις ἂν εὔλογον, ἀλλ' ὁμολογουμένως τοὺς Καρχηδονίους ἠναγκασμένους παρὰ πάντα τὰ δίκαια διὰ τὸν καιρὸν ἐκχωρῆσαι μὲν Σαρδόνος, ἐξενεγκεῖν δὲ τὸ προειρημένον πλῆθος τῶν χρημάτων. τὸ μὲν γὰρ ὑπὸ Ῥωμαίων περὶ τούτων λεγόμενον ἔγκλημα, διότι τοὺς παρὰ σφῶν πλοϊζομένους ἠδίκουν κατὰ τὸν Λιβυκὸν πόλεμον, ἐλύθη καθ' οὓς καιροὺς κομισάμενοι παρὰ Καρχηδονίων ἅπαντας τοὺς κατηγμένους ἀντεδωρήσαντο χωρὶς λύτρων ἐν χάριτι τοὺς παρὰ σφίσιν ὑπάρχοντας αἰχμαλώτους. ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν. τούτων δὴ τοιούτων ὑπαρχόντων, λοιπὸν διευκρινῆσαι καὶ σκέψασθαι περὶ τοῦ κατ' Ἀννίβαν πολέμου ποτέροις αὐτῶν τὴν αἰτίαν ἀναθετέον.


Τὰ μὲν οὖν ὑπὸ Καρχηδονίων τότε ῥηθέντα δεδηλώκαμεν, τὰ δ' ὑπὸ Ῥωμαίων λεγόμενα νῦν ἐροῦμεν· οἷς τότε μὲν οὐκ ἐχρήσαντο διὰ τὸν ἐπὶ τῇ Ζακανθαίων ἀπωλείᾳ θυμόν· λέγεται δὲ πολλάκις καὶ ὑπὸ πολλῶν παρ' αὐτοῖς. πρῶτον μὲν ὅτι τὰς πρὸς Ἀσδρούβαν γενομένας ὁμολογίας οὐκ ἀθετητέον, καθάπερ οἱ Καρχηδόνιοι λέγειν ἐθάρρουν· οὐ γὰρ προσέκειτο, καθάπερ ἐπὶ τοῦ Λυτατίου, κυρίας εἶναι ταύτας, ἐὰν καὶ τῷ δήμῳ δόξῃ τῶν Ῥωμαίων· ἀλλ' αὐτοτελῶς ἐποιήσατο τὰς ὁμολογίας Ἀσδρούβας, ἐν αἷς ἦν, τὸν Ἴβηρα ποταμὸν μὴ δια" 1βαίνειν ἐπὶ πολέμῳ Καρχηδονίους. καὶ μὴν ἐν ταῖς περὶ Σικελίαν συνθήκαις ἦν ἔγγραπτον, καθάπερ κἀκεῖνοί φασιν, ὑπάρχειν τοῖς ἀμφοτέρων συμμάχοις τὴν παρ' ἑκατέρων ἀσφάλειαν, οὐκ αὐτοῖς μόνον τοῖς τότε συμμαχοῦσι, καθάπερ ἐποιοῦντο τὴν ἐκδοχὴν οἱ Καρχηδόνιοι· προσέκειτο γὰρ ἂν ἤτοι τὸ μὴ προσλαμβάνειν ἑτέρους συμμάχους παρὰ τοὺς ὑπάρχοντας ἢ τὸ μὴ παραλαμβάνεσθαι τοὺς ὕστερον προσληφθέντας τούτων τῶν συνθηκῶν. ὅτε δὲ τούτων οὐδέτερον ἐγράφη, προφανὲς ἦν ὅτι πᾶσι τοῖς ἑκατέρων συμμάχοις, καὶ τοῖς οὖσι τότε καὶ τοῖς μετὰ ταῦτα προσληφθησομένοις, τὴν παρ' ἀμφοῖν ἀσφάλειαν ἀεὶ δέον ἦν ὑπάρχειν. ὃ δὴ καὶ πάντως ἂν εἰκὸς εἶναι δόξειεν. οὐ γὰρ δήπου τοιαύτας ἔμελλον ποιήσεσθαι συνθήκας δι' ὧν ἀφελοῦνται τὴν ἐξουσίαν σφῶν αὐτῶν τοῦ προσλαμβάνειν κατὰ καιρούς, ἄν τινες ἐπιτήδειοι φανῶσιν αὐτοῖς φίλοι καὶ σύμμαχοι, οὐδὲ μὴν προσλαβόντες εἰς τὴν σφετέραν πίστιν περιόψεσθαι τούτους ὑπό τινων ἀδικουμένους· ἀλλ' ἦν ἀμφοτέρων τὸ συνέχον τῆς ἐννοίας τῆς ἐν ταῖς συνθήκαις τῶν μὲν ὑπαρχόντων ἀμφοτέροις τότε συμμάχων ἀφέξεσθαι καὶ κατὰ μηδένα τρόπον τοὺς ἑτέρους παρὰ τῶν ἑτέρων ἐπιδέξεσθαί τινας τούτων εἰς συμμαχίαν, περὶ δὲ τῶν μετὰ ταῦτα προσληφθησομένων αὐτὸ τοῦτο, μήτε ξενολογεῖν μήτ' ἐπιτάττειν μηδετέρους μηδὲν ἐν ταῖς ἀλλήλων ἐπαρχίαις καὶ συμμαχίαις, ὑπάρχειν τε τὴν ἀσφάλειαν πᾶσι τὴν παρ' ἀμφοῖν.


Τούτων δὴ τοιούτων ὑπαρχόντων, ὁμολογούμενον ἦν κἀκεῖνο διότι Ζακανθαῖοι πλείοσιν ἔτεσιν ἤδη πρότερον τῶν κατ' Ἀννίβαν καιρῶν ἐδεδώκεισαν αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν. σημεῖον δὲ τοῦτο μέγιστον καὶ παρ' αὐτοῖς τοῖς Καρχηδονίοις ὁμολογούμενον ὅτι στασιάσαντες Ζακανθαῖοι πρὸς σφᾶς οὐ Καρχηδονίοις ἐπέτρεψαν, καίπερ ἐγγὺς ὄντων αὐτῶν καὶ τὰ κατὰ τὴν Ἰβηρίαν ἤδη πραττόντων, ἀλλὰ Ῥωμαίοις καὶ διὰ τούτων ἐποιήσαντο τὴν κατόρθωσιν τῆς πολιτείας. διόπερ εἰ μέν τις τὴν Ζακάνθης ἀπώλειαν αἰτίαν τίθησι τοῦ πολέμου, συγχωρητέον ἀδίκως ἐξενηνοχέναι τὸν πόλεμον Καρχηδονίους κατά τε τὰς ἐπὶ τοῦ Λυτατίου συνθήκας, καθ' ἃς ἔδει τοῖς ἑκατέρων συμμάχοις τὴν ὑφ' ἑκατέρων ὑπάρχειν ἀσφάλειαν, κατά τε τὰς ἐπ' Ἀσδρούβου, καθ' ἃς οὐκ ἔδει διαβαίνειν τὸν Ἴβηρα ποταμὸν ἐπὶ πολέμῳ Καρχηδονίους· εἰ δὲ τὴν Σαρδόνος ἀφαίρεσιν καὶ τὰ σὺν ταύτῃ χρήματα, πάντως ὁμολογητέον εὐλόγως πεπολεμηκέναι τὸν κατ' Ἀννίβαν πόλεμον τοὺς Καρχηδονίους· καιρῷ γὰρ πεισθέντες ἠμύνοντο σὺν καιρῷ τοὺς βλάψαντας.


Ἔνιοι δὲ τῶν ἀκρίτως τὰ τοιαῦτα θεωμένων τάχ' ἂν φήσαιεν ἡμᾶς οὐκ ἀναγκαίως ἐπὶ πλεῖον ἐξακριβοῦν τοὺς ὑπὲρ τῶν τοιούτων λόγους. ἐγὼ δ', εἰ μέν τις ὑπείληφεν πρὸς πᾶσαν περίστασιν αὐτάρκης ὑπάρχειν, καλὴν μέν, οὐκ ἀναγκαίαν δ' ἴσως φήσαιμ' ἂν εἶναι τὴν τῶν προγεγονότων ἐπιστήμην· εἰ δὲ μηδεὶς ἂν μήτε περὶ τῶν κατ' ἰδίαν μήτε περὶ τῶν κοινῶν τολμήσαι τοῦτ' εἰπεῖν ἄνθρωπος ὢν διὰ τό, κἂν κατὰ τὸ παρὸν εὐτυχῇ, τήν γε περὶ τοῦ μέλλοντος ἐλπίδα μηδὲν ἂν ἐκ τῶν νῦν παρόντων εὐλόγως βεβαιώσασθαι μηδένα τῶν νοῦν ἐχόντων, οὐ μόνον καλήν, ἔτι δὲ μᾶλλον ἀναγκαίαν εἶναί φημι διὰ ταῦτα τὴν τῶν παρεληλυθότων ἐπίγνωσιν. πῶς γὰρ ἂν εἴτ' αὐτὸς ἀδικούμενός τις ἢ τῆς πατρίδος ἀδικουμένης βοηθοὺς εὕροι καὶ συμμάχους, εἴτε κτήσασθαί τι καὶ προκατάρξασθαι σπουδάζων τοὺς συνεργήσοντας αὐτῷ παρορμήσαι πρὸς τὰς ἐπιβολάς; πῶς δ' ἂν εὐδοκούμενος τοῖς ὑποκειμένοις τοὺς βεβαιώσοντας τὴν αὐτοῦ προαίρεσιν καὶ διαφυλάξοντας τὴν κατάστασιν παροξύναι δικαίως, εἰ μηδὲν εἰδείη τῆς τῶν προγεγονότων περὶ ἑκάστους ὑπομνήσεως; πρὸς μὲν γὰρ τὸ παρὸν ἀεί πως ἁρμοζόμενοι καὶ συνυποκρινόμενοι τοιαῦτα καὶ λέγουσι καὶ πράττουσι πάντες ὥστε δυσθεώρητον εἶναι τὴν ἑκάστου προαίρεσιν καὶ λίαν ἐν πολλοῖς ἐπισκοτεῖσθαι τὴν ἀλήθειαν. τὰ δὲ παρεληλυθότα τῶν ἔργων, ἐξ αὐτῶν τῶν πραγμάτων λαμβάνοντα τὴν δοκιμασίαν, ἀληθινῶς ἐμφαίνει τὰς ἑκάστων αἱρέσεις καὶ διαλήψεις καὶ δηλοῖ παρ' οἷς μὲν χάριν, εὐεργεσίαν, βοήθειαν ἡμῖν ὑπάρχουσαν, παρ' οἷς δὲ τἀναντία τούτων. ἐξ ὧν καὶ τὸν ἐλεήσοντα καὶ τὸν συνοργιούμενον, ἔτι δὲ τὸν δικαιώσοντα, πολλάκις καὶ ἐπὶ πολλῶν εὑρεῖν ἔστιν. ἅπερ ἔχει μεγίστας ἐπικουρίας καὶ κοινῇ καὶ κατ' ἰδίαν πρὸς τὸν ἀνθρώπινον βίον. διόπερ οὐχ οὕτως ἐστὶ φροντιστέον τῆς αὐτῶν τῶν πράξεων ἐξηγήσεως οὔτε τοῖς γράφουσιν οὔτε τοῖς ἀναγινώσκουσιν τὰς ἱστορίας, ὡς τῶν πρότερον καὶ τῶν ἅμα καὶ τῶν ἐπιγινομένων τοῖς ἔργοις. ἱστορίας γὰρ ἐὰν ἀφέλῃ τις τὸ διὰ τί καὶ πῶς καὶ τίνος χάριν ἐπράχθη τὸ πραχθὲν καὶ πότερον εὔλογον ἔσχε τὸ τέλος, τὸ καταλειπόμενον αὐτῆς ἀγώνισμα μὲν μάθημα δ' οὐ γίνεται, καὶ παραυτίκα μὲν τέρπει, πρὸς δὲ τὸ μέλλον οὐδὲν ὠφελεῖ τὸ παράπαν. Ἧι καὶ τοὺς ὑπολαμβάνοντας δύσκτητον εἶναι καὶ δυσανάγνωστον τὴν ἡμετέραν πραγματείαν διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν βύβλων ἀγνοεῖν νομιστέον. πόσῳ γὰρ ῥᾷόν ἐστι καὶ κτήσασθαι καὶ διαναγνῶναι βύβλους τετταράκοντα καθαπερανεὶ κατὰ μίτον ἐξυφασμένας καὶ παρακολουθῆσαι σαφῶς ταῖς μὲν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεσιν ἀπὸ τῶν κατὰ Πύρρον [καὶ Τίμαιον συγγραφέων καὶ καιρῶν ἐξηγήσεως] εἰς τὴν Καρχηδόνος ἅλωσιν, ταῖς δὲ κατὰ τὴν ἄλλην οἰκουμένην ἀπὸ τῆς Κλεομένους τοῦ Σπαρτιάτου φυγῆς κατὰ τὸ συνεχὲς μέχρι τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν παρατάξεως, ἢ τὰς τῶν κατὰ μέρος γραφόντων συντάξεις ἀναγινώσκειν ἢ κτᾶσθαι; χωρὶς γὰρ τοῦ πολλαπλασίους αὐτὰς ὑπάρχειν τῶν ἡμετέρων ὑπομνημάτων, οὐδὲ καταλαβεῖν ἐξ αὐτῶν βεβαίως οὐδὲν οἷόν τε τοὺς ἀναγινώσκοντας, πρῶτον μὲν διὰ τὸ τοὺς πλείστους μὴ ταὐτὰ περὶ τῶν αὐτῶν γράφειν, εἶτα διὰ τὸ τὰς καταλλήλους τῶν πράξεων παραλείπειν, ὧν ἐκ παραθέσεως συνθεωρουμένων καὶ συγκρινομένων ἀλλοιοτέρας ἕκαστα τυγχάνει δοκιμασίας τῆς κατὰ μέρος διαλήψεως, τῶν δὲ κυριωτάτων μηδὲ ψαύειν αὐτοὺς δύνασθαι τὸ παράπαν. ἀκμὴν γάρ φαμεν ἀναγκαιότατα μέρη τῆς ἱστορίας εἶναι τά τ' ἐπιγινόμενα τοῖς ἔργοις καὶ τὰ παρεπόμενα καὶ μάλιστα τὰ περὶ τὰς αἰτίας. θεωροῦμεν δὲ τὸν μὲν Ἀντιοχικὸν πόλεμον ἐκ τοῦ Φιλιππικοῦ τὰς ἀφορμὰς εἰληφότα, τὸν δὲ Φιλιππικὸν ἐκ τοῦ κατ' Ἀννίβαν, τὸν δ' Ἀννιβιακὸν ἐκ τοῦ περὶ Σικελίαν, τὰ δὲ μεταξὺ τούτων πολλὰς καὶ ποικίλας ἐσχηκότα διαθέσεις, πάσας δὲ συννευούσας πρὸς τὴν αὐτὴν ὑπόθεσιν. ταῦτα δὴ πάντα διὰ μὲν τῶν γραφόντων καθόλου δυνατὸν ἐπιγνῶναι καὶ μαθεῖν, διὰ δὲ τῶν τοὺς πολέμους αὐτούς, οἷον τὸν Περσικὸν ἢ τὸν Φιλιππικόν, ἀδύνατον, εἰ μὴ καὶ τὰς παρατάξεις τις ἀναγινώσκων αὐτὰς ἐξ ὧν ἐκεῖνοι γράφουσιν ὑπολαμβάνει σαφῶς ἐπεγνωκέναι καὶ τὴν τοῦ πολέμου τοῦ σύμπαντος οἰκονομίαν καὶ διάθεσιν. ἀλλ' οὐκ ἔστι τούτων οὐδέν, ἀλλ' ὅσῳ διαφέρει τὸ μαθεῖν τοῦ μόνον ἀκοῦσαι, τοσούτῳ καὶ τὴν ἡμετέραν ἱστορίαν ὑπολαμβάνω διαφέρειν τῶν ἐπὶ μέρους συντάξεων.


Οἱ δὲ παρὰ τῶν Ῥωμαίων πρέσβεις τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα διακούσαντες τὰ παρὰ τῶν Καρχηδονίων ἄλλο μὲν οὐδὲν εἶπαν, ὁ δὲ πρεσβύτατος αὐτῶν δείξας τοῖς ἐν τῷ συνεδρίῳ τὸν κόλπον ἐνταῦθα καὶ τὸν πόλεμον αὐτοῖς ἔφη καὶ τὴν εἰρήνην φέρειν· ἐκβαλὼν οὖν, ὁπότερον ἂν κελεύσωσιν, ἀπολείψειν. ὁ δὲ βασιλεὺς τῶν Καρχηδονίων, ὁπότερον αὐτοῖς φαίνεται, τοῦτ' ἐκβαλεῖν ἐκέλευσε. τοῦ δὲ Ῥωμαίου φήσαντος τὸν πόλεμον ἐκβαλεῖν, ἀνεφώνησαν ἅμα καὶ πλείους τῶν ἐκ τοῦ συνεδρίου, δέχεσθαι φάσκοντες. οἱ μὲν οὖν πρέσβεις καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν. Ἀννίβας δὲ παραχειμάζων ἐν Καινῇ πόλει πρῶτον μὲν διαφῆκε τοὺς Ἴβηρας ἐπὶ τὰς ἑαυτῶν πόλεις, βουλόμενος ἑτοίμους καὶ προθύμους παρασκευάζειν πρὸς τὸ μέλλον. δεύτερον δ' Ἀσδρούβᾳ τἀδελφῷ διέταξε πῶς δεήσει τῇ τε τῶν Ἰβήρων ἀρχῇ καὶ δυναστείᾳ χρῆσθαι ταῖς τε πρὸς Ῥωμαίους παρασκευαῖς, ἐὰν αὐτὸς χωρίζηταί που. τρίτον ὑπὲρ τῆς ἀσφαλείας τῶν ἐν Λιβύῃ προυνοεῖτο πραγμάτων. πάνυ δ' ἐμπείρως καὶ φρονίμως ἐκλογιζόμενος ἐκ μὲν Λιβύης εἰς Ἰβηρίαν, ἐκ δ' Ἰβηρίας εἰς Λιβύην διεβίβαζε στρατιώτας, ἐκδεσμεύων τὴν ἑκατέρων πίστιν εἰς ἀλλήλους διὰ τῆς τοιαύτης οἰκονομίας. ἦσαν δ' οἱ διαβάντες εἰς τὴν Λιβύην Θερσῖται, Μαστιανοί, πρὸς δὲ τούτοις Ὀρῆτες Ἴβηρες, Ὀλκάδες, οἱ δὲ σύμπαντες ἀπὸ τούτων τῶν ἐθνῶν ἱππεῖς μὲν χίλιοι διακόσιοι, πεζοὶ δὲ μύριοι τρισχίλιοι ὀκτακόσιοι πεντήκοντα, πρὸς δὲ τούτοις Βαλιαρεῖς ὀκτακόσιοι ἑβδομήκοντα, οὓς κυρίως μὲν καλοῦσι σφενδονήτας, ἀπὸ δὲ τῆς χρείας ταύτης συνωνύμως καὶ τὸ ἔθνος αὐτῶν προσαγορεύουσι καὶ τὴν νῆσον. τῶν δὲ προειρημένων τοὺς μὲν πλείους εἰς τὰ Μεταγώνια τῆς Λιβύης, τινὰς δ' εἰς αὐτὴν Καρχηδόνα κατέταξεν. ἀπὸ δὲ τῶν πόλεων τῶν Μεταγωνιτῶν καλουμένων ἀπέστειλεν ἄλλους εἰς Καρχηδόνα πεζοὺς τετρακισχιλίους, ὁμηρείας ἔχοντας καὶ βοηθείας ἅμα τάξιν. ἐπὶ δὲ τῆς Ἰβηρίας ἀπέλιπεν Ἀσδρούβᾳ τἀδελφῷ πεντήρεις μὲν πεντήκοντα, τετρήρεις δὲ δύο καὶ τριήρεις πέντε· τούτων ἐχούσας πληρώματα πεντήρεις μὲν τριάκοντα δύο, τριήρεις δὲ πέντε. καὶ μὴν ἱππεῖς Λιβυφοινίκων μὲν καὶ Λιβύων τετρακοσίους πεντήκοντα, Λεργητῶν δὲ τριακοσίους, Νομάδων δὲ Μασυλίων καὶ Μασαισυλίων καὶ Μακκοίων καὶ Μαυρουσίων τῶν παρὰ τὸν Ὠκεανὸν χιλίους ὀκτακοσίους, πεζοὺς δὲ Λιβύων μυρίους χιλίους ὀκτακοσίους πεντήκοντα, Λιγυστίνους τριακοσίους, Βαλιαρεῖς πεντακοσίους, ἐλέφαντας εἴκοσι καὶ ἕνα.


Οὐ χρὴ δὲ θαυμάζειν τὴν ἀκρίβειαν τῆς ἀναγραφῆς, εἰ τοιαύτῃ κεχρήμεθα περὶ τῶν ὑπ' Ἀννίβου κατ' Ἰβηρίαν πεπραγμένων οἵᾳ μόλις ἂν χρήσαιτό τις αὐτὸς κεχειρικὼς τὰς κατὰ μέρος πράξεις, οὐδὲ προκαταγινώσκειν, εἰ πεποιήκαμεν παραπλήσιον τοῖς ἀξιοπίστως ψευδομένοις τῶν συγγραφέων. ἡμεῖς γὰρ εὑρόντες ἐπὶ Λακινίῳ τὴν γραφὴν ταύτην ἐν χαλκώματι κατατεταγμένην ὑπ' Ἀννίβου, καθ' οὓς καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰταλίαν τόποις ἀνεστρέφετο, πάντως ἐνομίσαμεν αὐτὴν περί γε τῶν τοιούτων ἀξιόπιστον εἶναι· διὸ καὶ κατακολουθεῖν εἱλόμεθα τῇ γραφῇ ταύτῃ.


Ἀννίβας δὲ πάντα προνοηθεὶς περὶ τῆς ἀσφαλείας τῶν τε κατὰ Λιβύην πραγμάτων καὶ τῶν ἐν Ἰβηρίᾳ λοιπὸν ἐκαραδόκει καὶ προσεδέχετο τοὺς παρὰ τῶν Κελτῶν πρὸς αὐτὸν ἀποστελλομένους· σαφῶς γὰρ ἐξητάκει καὶ τὴν ἀρετὴν τῆς ὑπὸ τὰς Ἄλπεις καὶ περὶ τὸν Πάδον ποταμὸν χώρας καὶ τὸ πλῆθος τῶν κατοικούντων αὐτήν, ἔτι δὲ τὴν πρὸς τοὺς πολέμους τῶν ἀνδρῶν τόλμαν, καὶ τὸ μέγιστον, τὴν ὑπάρχουσαν δυσμένειαν αὐτοῖς ἐκ τοῦ προγεγονότος πολέμου πρὸς Ῥωμαίους, ὑπὲρ οὗ διήλθομεν ἡμεῖς ἐν τῇ πρὸ ταύτης βύβλῳ χάριν τοῦ συμπεριφέρεσθαι τοὺς ἐντυγχάνοντας τοῖς νῦν μέλλουσι λέγεσθαι. διόπερ εἴχετο ταύτης τῆς ἐλπίδος καὶ πᾶν ὑπισχνεῖτο, διαπεμπόμενος ἐπιμελῶς πρὸς τοὺς δυνάστας τῶν Κελτῶν καὶ τοὺς ἐπὶ τάδε καὶ τοὺς ἐν αὐταῖς ταῖς Ἄλπεσιν ἐνοικοῦντας, μόνως ἂν ὑπολαμβάνων ἐν Ἰταλίᾳ συστήσασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον, εἰ δυνηθείη διαπεράσας τὰς πρὸ τοῦ δυσχωρίας εἰς τοὺς προειρημένους ἀφικέσθαι τόπους καὶ συνεργοῖς καὶ συμμάχοις χρήσασθαι Κελτοῖς εἰς τὴν προκειμένην ἐπιβολήν. ἀφικομένων δὲ τῶν ἀγγέλων καὶ τήν τε τῶν Κελτῶν βούλησιν καὶ προσδοκίαν ἀπαγγειλάντων τήν τε τῶν Ἀλπεινῶν ὀρῶν ὑπερβολὴν ἐπίπονον μὲν καὶ δυσχερῆ λίαν, οὐ μὴν ἀδύνατον εἶναι φασκόντων, συνῆγε τὰς δυνάμεις ἐκ τῆς παραχειμασίας ὑπὸ τὴν ἐαρινὴν ὥραν. προσπεπτωκότων δὲ προσφάτως αὐτῷ καὶ τῶν ἐκ τῆς Καρχηδόνος, ἐπαρθεὶς τῷ θυμῷ καὶ πιστεύων τῇ τῶν πολιτῶν εὐνοίᾳ παρεκάλει τὰς δυνάμεις φανερῶς ἤδη πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἐμφανίζων μὲν ὃν τρόπον ἔκδοτον αὐτὸν ἐγχειρήσαιεν αἰτεῖσθαι Ῥωμαῖοι καὶ πάντας τοὺς τοῦ στρατοπέδου προεστῶτας, ὑποδεικνύων δὲ τὴν τῆς χώρας ἀρετήν, εἰς ἣν ἀφίξονται, καὶ τὴν τῶν Κελτῶν εὔνοιαν καὶ συμμαχίαν. εὐθύμως δὲ τῶν ὄχλων αὐτῷ συνεξισταμένων, ἐπαινέσας καὶ παραγγείλας τακτὴν ἡμέραν, ἐν ᾗ ποιήσεται τὴν ἔξοδον, τότε μὲν διέλυσε τὴν ἐκκλησίαν.


Ἐπιτελέσας δὲ τὰ προειρημένα κατὰ τὴν παραχειμασίαν καὶ παρασκευάσας ἱκανὴν ἀσφάλειαν τοῖς τε κατὰ τὴν Λιβύην καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι, παραγενομένης τῆς ταχθείσης ἡμέρας, προῆγε, πεζῶν μὲν ἔχων εἰς ἐννέα μυριάδας, ἱππεῖς δὲ περὶ μυρίους καὶ δισχιλίους. καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν κατεστρέφετο τό τε τῶν Ἰλουργητῶν ἔθνος καὶ Βαργουσίων ἔτι δὲ τοὺς Αἰρηνοσίους καὶ τοὺς Ἀνδοσίνους μέχρι τῆς προσαγορευομένης Πυρήνης. ποιησάμενος δὲ πάντας ὑφ' ἑαυτὸν καί τινας πόλεις κατὰ κράτος ἑλών, ταχέως μὲν καὶ παρ' ἐλπίδα, μετὰ πολλῶν δὲ καὶ μεγάλων ἀγώνων ἔτι δὲ πολλῆς καταφθορᾶς ἀνδρῶν, ἡγεμόνα μὲν ἐπὶ πάσης κατέλιπε τῆς ἐπὶ τάδε τοῦ ποταμοῦ χώρας Ἄννωνα, τῶν δὲ Βαργουσίων καὶ δεσπότην· μάλιστα γὰρ τούτοις ἠπίστει διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιαν. ἀπεμέρισε δὲ καὶ τῆς δυνάμεως ἧς εἶχε τῷ μὲν Ἄννωνι πεζοὺς μυρίους ἱππεῖς δὲ χιλίους καὶ τὰς ἀποσκευὰς ἀπέλιπε τούτῳ τῶν αὐτῷ συνεξορμώντων. εἰς δὲ τὴν οἰκείαν ἀπέλυσε τοὺς ἴσους τοῖς προειρημένοις, βουλόμενος αὐτούς τε τούτους εὔνους ἀπολιπεῖν, τοῖς τε λοιποῖς ὑποδεικνύων ἐλπίδα τῆς εἰς οἶκον ἐπανόδου καὶ τοῖς μεθ' ἑαυτοῦ μὲν στρατευομένοις, οὐχ ἧττον δὲ καὶ τοῖς ἐν οἴκῳ μένουσι τῶν Ἰβήρων, ἵνα προθύμως ἐξορμῶσι πάντες, ἄν ποτέ τις ἐπικουρίας χρεία γένηται παρ' αὐτῶν. τὴν δὲ λοιπὴν στρατιὰν ἀναλαβὼν εὔζωνον πεζοὺς μὲν πεντακισμυρίους ἱππεῖς δὲ πρὸς ἐννακισχιλίους ἦγεν διὰ τῶν Πυρηναίων λεγομένων ὀρῶν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ καλουμένου ποταμοῦ διάβασιν, ἔχων οὐχ οὕτως πολλὴν δύναμιν ὡς χρησίμην καὶ γεγυμνασμένην διαφερόντως ἐκ τῆς συνεχείας τῶν κατὰ τὴν Ἰβηρίαν ἀγώνων.


Ἴνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων παντάπασιν ἀσαφῆ γίνεσθαι συμβαίνῃ τὴν διήγησιν, ῥητέον ἂν εἴη πόθεν ὁρμήσας Ἀννίβας καὶ τίνας καὶ πόσους διελθὼν τόπους εἰς ποῖα μέρη κατῆρε τῆς Ἰταλίας. ῥητέον δ' οὐκ αὐτὰς τὰς ὀνομασίας τῶν τόπων καὶ ποταμῶν καὶ πόλεων, ὅπερ ἔνιοι ποιοῦσι τῶν συγγραφέων, ὑπολαμβάνοντες ἐν παντὶ πρὸς γνῶσιν καὶ σαφήνειαν αὐτοτελὲς εἶναι τοῦτο τὸ μέρος. οἶμαι δ', ἐπὶ μὲν τῶν γνωριζομένων τόπων οὐ μικρὰ μεγάλα δὲ συμβάλλεσθαι πεποίηκε πρὸς ἀνάμνησιν ἡ τῶν ὀνομάτων παράθεσις· ἐπὶ δὲ τῶν ἀγνοουμένων εἰς τέλος ὁμοίαν ἔχει τὴν δύναμιν ἡ τῶν ὀνομάτων ἐξήγησις ταῖς ἀδιανοήτοις καὶ κρουσματικαῖς λέξεσι. τῆς γὰρ διανοίας ἐπ' οὐδὲν ἀπερειδομένης οὐδὲ δυναμένης ἐφαρμόττειν τὸ λεγόμενον ἐπ' οὐδὲν γνώριμον, ἀνυπότακτος καὶ κωφὴ γίνεθ' ἡ διήγησις. διόπερ ὑποδεικτέος ἂν εἴη τρόπος, δι' οὗ δυνατὸν ἔσται περὶ τῶν ἀγνοουμένων λέγοντας κατὰ ποσὸν εἰς ἀληθινὰς καὶ γνωρίμους ἐννοίας ἄγειν τοὺς ἀκούοντας.


Πρώτη μὲν οὖν καὶ μεγίστη γνῶσις, ἔτι δὲ κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἡ τοῦ περιέχοντος ἡμᾶς διαίρεσις καὶ τάξις, καθ' ἣν πάντες, ὧν καὶ μικρὸν ὄφελος, ἀνατολάς, δύσεις, μεσημβρίαν, ἄρκτον γνωρίζομεν· δευτέρα δέ, καθ' ἣν ἑκάστῃ διαφορᾷ τῶν προειρημένων τοὺς ἐπὶ τῆς γῆς τόπους ὑποτάττοντες καὶ φέροντες ἀεὶ τῇ διανοίᾳ τὸ λεγόμενον ἐπί τι τῶν προειρημένων εἰς γνωρίμους καὶ συνήθεις ἐπινοίας ἐμπίπτομεν ὑπὲρ τῶν ἀγνώστων καὶ ἀοράτων τόπων. τούτων δὲ περὶ τῆς ὅλης γῆς ὑποκειμένων, ἀκόλουθον ἂν εἴη τὸ καὶ περὶ τῆς καθ' ἡμᾶς οἰκουμένης ἀνὰ τὸν αὐτὸν λόγον διελομένους εἰς ἐπίστασιν ἀγαγεῖν τοὺς ἀκούοντας. ταύτης διῃρημένης εἰς τρία μέρη καὶ τρεῖς ὀνομασίας, τὸ μὲν ἓν μέρος αὐτῆς Ἀσίαν, τὸ δ' ἕτερον Λιβύην, τὸ δὲ τρίτον Εὐρώπην προσαγορεύουσι. τὰς δὲ διαφορὰς ταύτας ὁρίζουσιν ὅ τε Τάναϊς ποταμὸς καὶ Νεῖλος καὶ τὸ καθ' Ἡρακλέους στήλας στόμα. Νείλου μὲν οὖν καὶ Τανάιδος μεταξὺ τὴν Ἀσίαν κεῖσθαι συμβέβηκε, πίπτειν δὲ τοῦ περιέχοντος ὑπὸ τὸ μεταξὺ διάστημα θερινῶν ἀνατολῶν καὶ μεσημβρίας. ἡ δὲ Λιβύη κεῖται μὲν μεταξὺ Νείλου καὶ στηλῶν Ἡρακλείων, τοῦ δὲ περιέχοντος πέπτωκεν ὑπό τε τὴν μεσημβρίαν καὶ κατὰ τὸ συνεχὲς ὑπὸ τὰς χειμερινὰς δύσεις ἕως τῆς ἰσημερινῆς καταφορᾶς, ἣ πίπτει καθ' Ἡρακλείους στήλας. αὗται μὲν οὖν αἱ χῶραι καθολικώτερον θεωρούμεναι τὸν πρὸς τὴν μεσημβρίαν τόπον ἐπέχουσι τῆς καθ' ἡμᾶς θαλάττης ἀπὸ τῶν ἀνατολῶν ὡς πρὸς τὰς δύσεις. ἡ δ' Εὐρώπη ταύταις ἀμφοτέραις ὡς πρὸς τὰς ἄρκτους ἀντιπαράκειται, κατὰ τὸ συνεχὲς ἀπὸ τῶν ἀνατολῶν παρήκουσα μὲν ἄχρι πρὸς τὰς δύσεις, κεῖται δ' αὐτῆς τὸ μὲν ὁλοσχερέστερον καὶ βαθύτερον μέρος ὑπ' αὐτὰς τὰς ἄρκτους μεταξὺ τοῦ τε Τανάιδος ποταμοῦ καὶ τοῦ Νάρβωνος, ὃς οὐ πολὺν ἀπέχει τόπον ὡς πρὸς δύσεις ἀπὸ Μασσαλίας καὶ τῶν τοῦ Ῥοδανοῦ στομάτων, δι' ὧν εἰς τὸ Σαρδόνιον πέλαγος ἐξίησιν ὁ προειρημένος ποταμός. ἀπὸ δὲ τοῦ Νάρβωνος καὶ τὰ περὶ τοῦτον Κελτοὶ νέμονται μέχρι τῶν προσαγορευομένων Πυρηναίων ὀρῶν, ἃ διατείνει κατὰ τὸ συνεχὲς ἀπὸ τῆς καθ' ἡμᾶς θαλάττης ἕως εἰς τὴν ἐκτός. τὸ δὲ λοιπὸν μέρος τῆς Εὐρώπης ἀπὸ τῶν προειρημένων ὀρῶν τὸ συνάπτον πρός τε τὰς δύσεις καὶ πρὸς Ἡρακλείους στήλας περιέχεται μὲν ὑπό τε τῆς καθ' ἡμᾶς καὶ τῆς ἔξω θαλάττης, καλεῖται δὲ τὸ μὲν παρὰ τὴν καθ' ἡμᾶς παρῆκον ἕως Ἡρακλείων στηλῶν Ἰβηρία, τὸ δὲ παρὰ τὴν ἔξω καὶ μεγάλην προσαγορευομένην κοινὴν μὲν ὀνομασίαν οὐκ ἔχει διὰ τὸ προσφάτως κατωπτεῦσθαι, κατοικεῖται δὲ πᾶν ὑπὸ βαρβάρων ἐθνῶν καὶ πολυανθρώπων, ὑπὲρ ὧν ἡμεῖς μετὰ ταῦτα τὸν κατὰ μέρος λόγον ἀποδώσομεν. καθάπερ δὲ καὶ τῆς Ἀσίας καὶ τῆς Λιβύης, καθὸ συνάπτουσιν ἀλλήλαις περὶ τὴν Αἰθιοπίαν, οὐδεὶς ἔχει λέγειν ἀτρεκῶς ἕως τῶν καθ' ἡμᾶς καιρῶν πότερον ἤπειρός ἐστι κατὰ τὸ συνεχὲς τὰ πρὸς τὴν μεσημβρίαν ἢ θαλάττῃ περιέχεται, τὸν αὐτὸν τρόπον τὸ μεταξὺ Τανάιδος καὶ Νάρβωνος εἰς τὰς ἄρκτους ἀνῆκον ἄγνωστον ἡμῖν ἕως τοῦ νῦν ἐστιν, ἐὰν μή τι μετὰ ταῦτα πολυπραγμονοῦντες ἱστορήσωμεν. τοὺς δὲ λέγοντάς τι περὶ τούτων ἄλλως ἢ γράφοντας ἀγνοεῖν καὶ μύθους διατιθέναι νομιστέον.


Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τοῦ μὴ τελέως ἀνυπότακτον εἶναι τοῖς ἀπείροις τῶν τόπων τὴν διήγησιν, ἀλλὰ κατά γε τὰς ὁλοσχερεῖς διαφορὰς συνεπιβάλλειν καὶ φέρειν ἐπί τι τῇ διανοίᾳ τὸ λεγόμενον, τεκμαιρομένους ἐκ τοῦ περιέχοντος. καθάπερ γὰρ ἐπὶ τῆς ὁράσεως εἰθίσμεθα συνεπιστρέφειν ἀεὶ τὰ πρόσωπα πρὸς τὸ κατὰ τὴν ἔνδειξιν ὑποδεικνύμενον, οὕτως καὶ τῇ διανοίᾳ χρὴ συνδιανεύειν καὶ συρρέπειν ἐπὶ τοὺς τόπους ἀεὶ τοὺς διὰ τοῦ λόγου συνεπιδεικνυμένους. ἀφέμενοι δὲ τούτων τρεψόμεθα πρὸς τὸ συνεχὲς τῆς προκειμένης ἡμῖν διηγήσεως.


Καρχηδόνιοι γὰρ ἐν τούτοις τοῖς καιροῖς τῆς μὲν Λιβύης ἐκυρίευον πάντων τῶν ἐπὶ τὴν ἔσω θάλατταν νευόντων μερῶν ἀπὸ τῶν Φιλαίνου βωμῶν, οἳ κεῖνται κατὰ τὴν μεγάλην Σύρτιν, ἕως ἐφ' Ἡρακλέους στήλας. τοῦτο δὲ τὸ μῆκός ἐστι τῆς παραλίας ὑπὲρ τοὺς ἑξακισχιλίους καὶ μυρίους σταδίους. διαβάντες δὲ τὸν καθ' Ἡρακλείους στήλας πόρον ὁμοίως ἐκεκρατήκεισαν καὶ τῆς Ἰβηρίας ἁπάσης ἕως τῆς ῥαχίας, ὃ πέρας ἐστὶ πρὸς τῇ καθ' ἡμᾶς θαλάττῃ τῶν Πυρηναίων ὀρῶν, ἃ διορίζει τοὺς Ἴβηρας καὶ Κελτούς. ἀπέχει δὲ τοῦ καθ' Ἡρακλείους στήλας στόματος οὗτος ὁ τόπος περὶ ὀκτακισχιλίους σταδίους. ἐπὶ μὲν γὰρ Καινὴν πόλιν ἀπὸ στηλῶν εἶναι συμβαίνει τρισχιλίους, ὅθεν ἐποιεῖτο τὴν ὁρμὴν Ἀννίβας τὴν εἰς Ἰταλίαν· [τὴν δὲ Καινὴν πόλιν ἔνιοι Νέαν Καρχηδόνα καλοῦσιν]· ἀπὸ δὲ ταύτης εἰσὶν ἐπὶ μὲν τὸν Ἴβηρα ποταμὸν ἑξακόσιοι στάδιοι πρὸς δισχιλίοις, ἀπὸ δὲ τούτου πάλιν εἰς Ἐμπόριον χίλιοι σὺν ἑξακοσίοις, ἀπὸ δ' Ἐμπορίου πόλεως εἰς *περὶ ἑξακοσίους, καὶ μὴν ἐντεῦθεν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν περὶ χιλίους ἑξακοσίους· [ταῦτα γὰρ νῦν βεβημάτισται καὶ σεσημείωται κατὰ σταδίους ὀκτὼ διὰ Ῥωμαίων ἐπιμελῶς· ] ἀπὸ δὲ τῆς διαβάσεως τοῦ Ῥοδανοῦ πορευομένοις παρ' αὐτὸν τὸν ποταμὸν ὡς ἐπὶ τὰς πηγὰς ἕως πρὸς τὴν ἀναβολὴν τῶν Ἄλπεων τὴν εἰς Ἰταλίαν χίλιοι τετρακόσιοι. λοιπαὶ δ' αἱ τῶν Ἄλπεων ὑπερβολαί, περὶ χιλίους διακοσίους· ἃς ὑπερβαλὼν ἔμελλεν ἥξειν εἰς τὰ περὶ τὸν Πάδον πεδία τῆς Ἰταλίας. ὥστ' εἶναι τοὺς πάντας ἐκ Καινῆς πόλεως σταδίους περὶ ἐννακισχιλίους, οὓς ἔδει διελθεῖν αὐτόν. τούτων δὴ τῶν τόπων κατὰ μὲν τὸ μῆκος ἤδη σχεδὸν τοὺς ἡμίσεις διεληλύθει, κατὰ δὲ τὴν δυσχέρειαν τὸ πλέον αὐτῷ μέρος ἀπελείπετο τῆς πορείας.


Ἀννίβας μὲν οὖν ἐνεχείρει ταῖς διεκβολαῖς τῶν Πυρηναίων ὀρῶν, κατάφοβος ὢν τοὺς Κελτοὺς διὰ τὰς ὀχυρότητας τῶν τόπων. Ῥωμαῖοι δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς διακούσαντες μὲν τῶν ἐξαποσταλέντων εἰς Καρχηδόνα πρεσβευτῶν τὰ δεδογμένα καὶ τοὺς ῥηθέντας λόγους, προσπεσόντος δὲ θᾶττον ἢ προσεδόκων Ἀννίβαν διαβεβηκέναι τὸν Ἴβηρα ποταμὸν μετὰ τῆς δυνάμεως, προεχειρίσαντο πέμπειν μετὰ στρατοπέδων Πόπλιον μὲν Κορνήλιον εἰς Ἰβηρίαν, Τεβέριον δὲ Σεμπρώνιον εἰς Λιβύην. ἐν ὅσῳ δ' οὗτοι περὶ τὰς καταγραφὰς ἐγίνοντο τῶν στρατοπέδων καὶ τὴν ἄλλην παρασκευήν, ἔσπευσαν ἐπὶ τέλος ἀγαγεῖν τὰ κατὰ τὰς ἀποικίας, οἳ δὴ πρότερον ἦσαν εἰς Γαλατίαν ἀποστέλλειν προκεχειρισμένοι. τὰς μὲν οὖν πόλεις ἐνεργῶς ἐτείχιζον, τοὺς δ' οἰκήτορας ἐν ἡμέραις τριάκοντα παρήγγειλαν ἐπιτόπους γίνεσθαι, τὸν ἀριθμὸν ὄντας εἰς ἑκατέραν τὴν πόλιν εἰς ἑξακισχιλίους· ὧν τὴν μὲν μίαν ἔκτιζον ἐπὶ τάδε τοῦ Πάδου ποταμοῦ, προσαγορεύσαντες Πλακεντίαν, τὴν δ' ἄλλην ἐπὶ θάτερα, κατονομάσαντες Κρεμώνην. ἤδη δὲ τούτων συνῳκισμένων, οἱ Βοῖοι καλούμενοι Γαλάται, πάλαι μὲν οἷον λοχῶντες τὴν πρὸς Ῥωμαίους φιλίαν, οὐκ ἔχοντες δὲ τότε καιρόν, μετεωριζόμενοι καὶ πιστεύοντες ἐκ τῶν διαπεμπομένων τῇ παρουσίᾳ τῶν Καρχηδονίων ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἐγκαταλιπόντες τοὺς ὁμήρους, οὓς ἔδοσαν ἐκβαίνοντες ἐκ τοῦ πολέμου τοῦ προγεγονότος, ὑπὲρ οὗ τὴν ἐξήγησιν ἡμεῖς ἐν τῇ προτέρᾳ βύβλῳ ταύτης ἐποιησάμεθα. παρακαλέσαντες δὲ τοὺς Ἴνσομβρας καὶ συμφρονήσαντες κατὰ τὴν προγεγενημένην ὀργὴν κατέσυραν τὴν κατακεκληρουχημένην χώραν ὑπὸ Ῥωμαίων καὶ τοὺς φεύγοντας συνδιώξαντες εἰς Μοτίνην, ἀποικίαν ὑπάρχουσαν Ῥωμαίων, ἐπολιόρκουν. ἐν οἷς καὶ τρεῖς ἄνδρας τῶν ἐπιφανῶν συνέκλεισαν τοὺς ἐπὶ τὴν διαίρεσιν τῆς χώρας ἀπεσταλμένους· ὧν εἷς μὲν ἦν Γάιος Λυτάτιος ὁ τὴν ὕπατον ἀρχὴν εἰληφώς, οἱ δὲ δύο τὴν ἑξαπέλεκυν. οἰομένων δὲ δεῖν τούτων εἰς λόγους σφίσι συνελθεῖν, ὑπήκουσαν οἱ Βοῖοι. τῶν δ' ἀνδρῶν ἐξελθόντων, παρασπονδήσαντες συνέλαβον αὐτούς, ἐλπίσαντες διὰ τούτων κομιεῖσθαι τοὺς αὑτῶν ὁμήρους. Λεύκιος δὲ Μάλιος ἑξαπέλεκυς ὑπάρχων καὶ προκαθήμενος ἐπὶ τῶν τόπων μετὰ δυνάμεως, ἀκούσας τὸ γεγονός, ἐβοήθει κατὰ σπουδήν. οἱ δὲ Βοῖοι συνέντες αὐτοῦ τὴν παρουσίαν, ἔν τισι δρυμοῖς ἑτοιμάσαντες ἐνέδρας ἅμα τῷ παρελθεῖν εἰς τοὺς ὑλώδεις τόπους πανταχόθεν ἅμα προσπεσόντες πολλοὺς ἀπέκτειναν τῶν Ῥωμαίων. οἱ δὲ λοιποὶ τὰς μὲν ἀρχὰς ὥρμησαν πρὸς φυγήν· ἐπεὶ δὲ τῶν ψιλῶν ἥψαντο χωρίων, ἐπὶ ποσὸν συνέστησαν οὕτως ὥστε μόλις εὐσχήμονα ποιήσασθαι τὴν ἀποχώρησιν. οἱ δὲ Βοῖοι κατακολουθήσαντες συνέκλεισαν καὶ τούτους εἰς τὴν Τάννητος καλουμένην κώμην. τοῖς δ' ἐν τῇ Ῥώμῃ προσπεσόντος ὅτι τὸ τέταρτον στρατόπεδον περιειλημμένον ὑπὸ τῶν Βοίων πολιορκεῖται κατὰ κράτος, τὰ μὲν τῷ Ποπλίῳ προκεχειρισμένα στρατόπεδα κατὰ σπουδὴν ἐξαπέστελλον ἐπὶ τὴν τούτων βοήθειαν, ἡγεμόνα συστήσαντες ἑξαπέλεκυν, ἄλλα δὲ συνάγειν καὶ καταγράφειν ἐκ τῶν συμμάχων αὐτῷ παρήγγειλαν.


Τὰ μὲν οὖν κατὰ Κελτοὺς ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τὴν Ἀννίβου παρουσίαν ἐν τούτοις ἦν καὶ τοιαύτην εἰλήφει διέξοδον, οἵαν ἔν τε τοῖς πρὸ τοῦ καὶ νῦν διεληλύθαμεν. οἱ δὲ στρατηγοὶ τῶν Ῥωμαίων ἑτοιμασάμενοι τὰ πρὸς τὰς ἰδίας ἐπιβολάς, ἐξέπλεον ἐπὶ τὴν ὡραίαν ἐπὶ τὰς προκειμένας πράξεις, Πόπλιος μὲν οὖν εἰς Ἰβηρίαν ἑξήκοντα ναυσί, Τεβέριος δὲ Σεμπρώνιος εἰς Λιβύην ἑκατὸν ἑξήκοντα σκάφεσι πεντηρικοῖς. οἷς οὕτως καταπληκτικῶς ἐπεβάλετο πολεμεῖν καὶ τοιαύτας ἐποιεῖτο παρασκευὰς ἐν τῷ Λιλυβαίῳ, πάντας καὶ πανταχόθεν ἁθροίζων, ὡς εὐθέως ἐκ κατάπλου πολιορκήσων αὐτὴν τὴν Καρχηδόνα. Πόπλιος δὲ κομισθεὶς παρὰ τὴν Λιγυστίνην ἧκε πεμπταῖος ἀπὸ Πισῶν εἰς τοὺς κατὰ Μασσαλίαν τόπους, καὶ καθορμισθεὶς πρὸς τὸ πρῶτον στόμα τοῦ Ῥοδανοῦ, τὸ Μασσαλιωτικὸν προσαγορευόμενον, ἀπεβίβαζε τὰς δυνάμεις, ἀκούων μὲν ὑπερβάλλειν ἤδη τὰ Πυρηναῖα τὸν Ἀννίβαν ὄρη, πεπεισμένος δ' ἔτι μακρὰν ἀπέχειν αὐτὸν διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὸ πλῆθος τῶν μεταξὺ κειμένων Κελτῶν. Ἀννίβας δὲ παραδόξως τοὺς μὲν χρήμασι πείσας τῶν Κελτῶν τοὺς δὲ βιασάμενος ἧκε μετὰ τῶν δυνάμεων, δεξιὸν ἔχων τὸ Σαρδόνιον πέλαγος, ἐπὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν. ὁ δὲ Πόπλιος, διασαφηθέντος αὐτῷ παρεῖναι τοὺς ὑπεναντίους, τὰ μὲν ἀπιστῶν διὰ τὸ τάχος τῆς παρουσίας, τὰ δὲ βουλόμενος εἰδέναι τὴν ἀκρίβειαν, αὐτὸς μὲν ἀνελάμβανε τὰς δυνάμεις ἐκ τοῦ πλοῦ καὶ διενοεῖτο μετὰ τῶν χιλιάρχων ποίοις χρηστέον τῶν τόπων καὶ συμμικτέον τοῖς ὑπεναντίοις· τριακοσίους δὲ τῶν ἱππέων ἐξαπέστειλε τοὺς ἀνδρωδεστάτους, συστήσας μετ' αὐτῶν καθηγεμόνας ἅμα καὶ συναγωνιστὰς Κελτούς, οἳ παρὰ τοῖς Μασσαλιώταις ἐτύγχανον μισθοφοροῦντες. Ἀννίβας δὲ προσμίξας τοῖς περὶ τὸν ποταμὸν τόποις εὐθέως ἐνεχείρει ποιεῖσθαι τὴν διάβασιν κατὰ τὴν ἁπλῆν ῥύσιν, σχεδὸν ἡμερῶν τεττάρων ὁδὸν ἀπέχων στρατοπέδῳ τῆς θαλάττης. καὶ φιλοποιησάμενος παντὶ τρόπῳ τοὺς παροικοῦντας τὸν ποταμὸν ἐξηγόρασε παρ' αὐτῶν τά τε μονόξυλα πλοῖα πάντα καὶ τοὺς λέμβους, ὄντας ἱκανοὺς τῷ πλήθει διὰ τὸ ταῖς ἐκ τῆς θαλάττης ἐμπορίαις πολλοὺς χρῆσθαι τῶν παροικούντων τὸν Ῥοδανόν. ἔτι δὲ τὴν ἁρμόζουσαν ξυλείαν ἐξέλαβε πρὸς τὴν κατασκευὴν τῶν μονοξύλων· ἐξ ὧν ἐν δυσὶν ἡμέραις πλῆθος ἀναρίθμητον ἐγένετο πορθμείων, ἑκάστου σπεύδοντος μὴ προσδεῖσθαι τοῦ πέλας, ἐν αὑτῷ δ' ἔχειν τὰς τῆς διαβάσεως ἐλπίδας. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν τῷ πέραν πλῆθος ἡθροίσθη βαρβάρων χάριν τοῦ κωλύειν τὴν τῶν Καρχηδονίων διάβασιν. εἰς οὓς ἀποβλέπων Ἀννίβας καὶ συλλογιζόμενος ἐκ τῶν παρόντων ὡς οὔτε διαβαίνειν μετὰ βίας δυνατὸν εἴη τοσούτων πολεμίων ἐφεστώτων, οὔτ' ἐπιμένειν, μὴ πανταχόθεν προσδέξηται τοὺς ὑπεναντίους, ἐπιγενομένης τῆς τρίτης νυκτὸς ἐξαποστέλλει μέρος τι τῆς δυνάμεως, συστήσας καθηγεμόνας ἐγχωρίους, ἐπὶ δὲ πάντων Ἄννωνα τὸν Βοαμίλκου τοῦ βασιλέως. οἳ ποιησάμενοι τὴν πορείαν ἀντίοι τῷ ῥεύματι παρὰ τὸν ποταμὸν ἐπὶ διακόσια στάδια, παραγενόμενοι πρός τινα τόπον, ἐν ᾧ συνέβαινε περί τι χωρίον νησίζον περισχίζεσθαι τὸν ποταμόν, ἐνταῦθα κατέμειναν. ἐκ δὲ τῆς παρακειμένης ὕλης τὰ μὲν συμπηγνύντες τῶν ξύλων τὰ δὲ συνδεσμεύοντες ἐν ὀλίγῳ χρόνῳ πολλὰς ἥρμοσαν σχεδίας, ἀρκούσας τῇ χρείᾳ πρὸς τὸ παρόν· ἐφ' αἷς διεκομίσθησαν ἀσφαλῶς οὐδενὸς κωλύοντος. καταλαβόμενοι δὲ τόπον ἐχυρὸν ἐκείνην μὲν τὴν ἡμέραν ἔμειναν ἀναπαύοντες σφᾶς ἐκ τῆς προγεγενημένης κακοπαθείας, ἅμα δὲ παρασκευαζόμενοι πρὸς τὴν ἐπιοῦσαν χρείαν κατὰ τὸ συντεταγμένον. καὶ μὴν Ἀννίβας τὸ παραπλήσιον ἐποίει περὶ τὰς μεθ' ἑαυτοῦ καταλειφθείσας δυνάμεις. μάλιστα δ' αὐτῷ παρεῖχε δυσχρηστίαν ἡ τῶν ἐλεφάντων διάβασις· οὗτοι δ' ἦσαν ἑπτὰ καὶ τριάκοντα τὸν ἀριθμόν.


Οὐ μὴν ἀλλ' ἐπιγενομένης τῆς πέμπτης νυκτὸς οἱ μὲν προδιαβάντες ἐκ τοῦ πέραν ὑπὸ τὴν ἑωθινὴν προῆγον παρ' αὐτὸν τὸν ποταμὸν ἐπὶ τοὺς ἀντίπερα βαρβάρους, ὁ δ' Ἀννίβας ἑτοίμους ἔχων τοὺς στρατιώτας ἐπεῖχε τῇ διαβάσει, τοὺς μὲν λέμβους πεπληρωκὼς τῶν πελτοφόρων ἱππέων, τὰ δὲ μονόξυλα τῶν εὐκινητοτάτων πεζῶν. εἶχον δὲ τὴν μὲν ἐξ ὑπερδεξίου καὶ παρὰ τὸ ῥεῦμα τάξιν οἱ λέμβοι, τὴν δ' ὑπὸ τούτους τὰ λεπτὰ τῶν πορθμείων, ἵνα τὸ πολὺ τῆς τοῦ ῥεύματος βίας ἀποδεχομένων τῶν λέμβων ἀσφαλεστέρα γίνοιτο τοῖς μονοξύλοις ἡ παρακομιδὴ διὰ τοῦ πόρου. κατὰ δὲ τὰς πρύμνας τῶν λέμβων ἐφέλκειν διενοοῦντο τοὺς ἵππους νέοντας, τρεῖς ἅμα καὶ τέτταρας τοῖς ἀγωγεῦσιν ἑνὸς ἀνδρὸς ἐξ ἑκατέρου τοῦ μέρους τῆς πρύμνης οἰακίζοντος, ὥστε πλῆθος ἱκανὸν ἵππων συνδιακομίζεσθαι κατὰ τὴν πρώτην εὐθέως διάβασιν. οἱ δὲ βάρβαροι θεωροῦντες τὴν ἐπιβολὴν τῶν ὑπεναντίων ἀτάκτως ἐκ τοῦ χάρακος ἐξεχέοντο καὶ σποράδην, πεπεισμένοι κωλύειν εὐχερῶς τὴν ἀπόβασιν τῶν Καρχηδονίων. Ἀννίβας δ' ἅμα τῷ συνιδεῖν ἐν τῷ πέραν ἐγγίζοντας ἤδη τοὺς παρ' αὑτοῦ στρατιώτας, σημηνάντων ἐκείνων τὴν παρουσίαν τῷ καπνῷ κατὰ τὸ συντεταγμένον, ἐμβαίνειν ἅπασιν ἅμα παρήγγελλε καὶ βιάζεσθαι πρὸς τὸ ῥεῦμα τοῖς ἐπὶ τῶν πορθμείων τεταγμένοις. ταχὺ δὲ τούτου γενομένου, καὶ τῶν ἐν τοῖς πλοίοις ἁμιλλωμένων μὲν πρὸς ἀλλήλους μετὰ κραυγῆς, διαγωνιζομένων δὲ πρὸς τὴν τοῦ ποταμοῦ βίαν, τῶν δὲ στρατοπέδων ἀμφοτέρων ἐξ ἑκατέρου τοῦ μέρους παρὰ τὰ χείλη τοῦ ποταμοῦ παρεστώτων, καὶ τῶν μὲν ἰδίων συναγωνιώντων καὶ παρακολουθούντων μετὰ κραυγῆς, τῶν δὲ κατὰ πρόσωπον βαρβάρων παιανιζόντων καὶ προκαλουμένων τὸν κίνδυνον, ἦν τὸ γινόμενον ἐκπληκτικὸν καὶ παραστατικὸν ἀγωνίας. ἐν ᾧ καιρῷ τῶν βαρβάρων ἀπολελοιπότων τὰς σκηνὰς ἐπιπεσόντες ἄφνω καὶ παραδόξως οἱ πέραν Καρχηδόνιοι, τινὲς μὲν αὐτῶν ἐνεπίμπρασαν τὴν στρατοπεδείαν, οἱ δὲ πλείους ὥρμησαν ἐπὶ τοὺς τὴν διάβασιν τηροῦντας. οἱ δὲ βάρβαροι, παραλόγου τοῦ πράγματος φανέντος αὐτοῖς, οἱ μὲν ἐπὶ τὰς σκηνὰς ἐφέροντο βοηθήσοντες, οἱ δ' ἠμύνοντο καὶ διεμάχοντο πρὸς τοὺς ἐπιτιθεμένους. Ἀννίβας δέ, κατὰ τὴν πρόθεσιν αὐτῷ συντρεχόντων τῶν πραγμάτων, εὐθέως τοὺς πρώτους ἀποβαίνοντας συνίστα καὶ παρεκάλει καὶ συνεπλέκετο τοῖς βαρβάροις. οἱ δὲ Κελτοὶ καὶ διὰ τὴν ἀταξίαν καὶ διὰ τὸ παράδοξον τοῦ συμβαίνοντος ταχέως τραπέντες ὥρμησαν πρὸς φυγήν.


Ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἅμα τῆς τε διαβάσεως καὶ τῶν ὑπεναντίων κεκρατηκὼς παραυτίκα μὲν ἐγίνετο πρὸς τῇ παρακομιδῇ τῶν πέραν ἀπολειπομένων ἀνδρῶν, πάσας δ' ἐν βραχεῖ χρόνῳ διαπεραιώσας τὰς δυνάμεις ἐκείνην μὲν τὴν νύκτα παρ' αὐτὸν τὸν ποταμὸν κατεστρατοπέδευσεν, τῇ δ' ἐπαύριον ἀκούων τὸν τῶν Ῥωμαίων στόλον περὶ τὰ στόματα τοῦ ποταμοῦ καθωρμίσθαι, προχειρισάμενος πεντακοσίους τῶν Νομαδικῶν ἱππέων ἐξαπέστειλε κατασκεψομένους ποῦ καὶ πόσοι τυγχάνουσιν ὄντες καὶ τί πράττουσιν οἱ πολέμιοι. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ πρὸς τὴν τῶν ἐλεφάντων διάβασιν προεχειρίσατο τοὺς ἐπιτηδείους. αὐτὸς δὲ συναγαγὼν τὰς δυνάμεις εἰσήγαγε τοὺς βασιλίσκους τοὺς περὶ Μάγιλον οὗτοι γὰρ ἧκον πρὸς αὐτὸν ἐκ τῶν περὶ τὸν Πάδον πεδίων καὶ δι' ἑρμηνέως τὰ δεδογμένα παρ' αὐτῶν διεσάφει τοῖς ὄχλοις. ἦν δὲ τῶν λεγομένων ἰσχυρότατα πρὸς θάρσος τῶν πολλῶν πρῶτον μὲν ἡ τῆς παρουσίας ἐνάργεια τῶν ἐπισπωμένων καὶ κοινωνήσειν ἐπαγγελλομένων τοῦ πρὸς Ῥωμαίους πολέμου, δεύτερον δὲ τὸ τῆς ἐπαγγελίας αὐτῶν ἀξιόπιστον, ὅτι καθηγήσονται διὰ τόπων τοιούτων δι' ὧν οὐδενὸς ἐπιδεόμενοι τῶν ἀναγκαίων συντόμως ἅμα καὶ μετ' ἀσφαλείας ποιήσονται τὴν εἰς Ἰταλίαν πορείαν, πρὸς δὲ τούτοις ἡ τῆς χώρας γενναιότης, εἰς ἣν ἀφίξονται, καὶ τὸ μέγεθος, ἔτι δὲ τῶν ἀνδρῶν ἡ προθυμία, μεθ' ὧν μέλλουσι ποιεῖσθαι τοὺς ἀγῶνας πρὸς τὰς τῶν Ῥωμαίων δυνάμεις. οἱ μὲν οὖν Κελτοὶ τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν. μετὰ δὲ τούτους εἰσελθὼν αὐτὸς πρῶτον μὲν τῶν προγεγενημένων πράξεων ἀνέμνησε τοὺς ὄχλους· ἐν αἷς ἔφη πολλοῖς αὐτοὺς καὶ παραβόλοις ἔργοις καὶ κινδύνοις ἐπικεχειρηκότας ἐν οὐδενὶ διεσφάλθαι, κατακολουθήσαντας τῇ 'κείνου γνώμῃ καὶ συμβουλίᾳ. τούτοις δ' ἑξῆς εὐθαρσεῖς εἶναι παρεκάλει, θεωροῦντας διότι τὸ μέγιστον ἤνυσται τῶν ἔργων, ἐπειδὴ τῆς τε τοῦ ποταμοῦ διαβάσεως κεκρατήκασι τῆς τε τῶν συμμάχων εὐνοίας καὶ προθυμίας αὐτόπται γεγόνασι. διόπερ ᾤετο δεῖν περὶ μὲν τῶν κατὰ μέρος ῥᾳθυμεῖν, ὡς αὐτῷ μελόντων, πειθαρχοῦντας δὲ τοῖς παραγγέλμασιν ἄνδρας ἀγαθοὺς γίνεσθαι καὶ τῶν προγεγονότων ἔργων ἀξίους. τοῦ δὲ πλήθους ἐπισημαινομένου καὶ μεγάλην ὁρμὴν καὶ προθυμίαν ἐμφαίνοντος, ἐπαινέσας αὐτοὺς καὶ τοῖς θεοῖς ὑπὲρ ἁπάντων εὐξάμενος διαφῆκε, παραγγείλας θεραπεύειν σφᾶς καὶ παρασκευάζεσθαι μετὰ σπουδῆς, ὡς εἰς τὴν αὔριον ἀναζυγῆς ἐσομένης.


Λυθείσης δὲ τῆς ἐκκλησίας ἧκον τῶν Νομάδων οἱ προαποσταλέντες ἐπὶ τὴν κατασκοπήν, τοὺς μὲν πλείστους αὑτῶν ἀπολωλεκότες, οἱ δὲ λοιποὶ προτροπάδην πεφευγότες. συμπεσόντες γὰρ οὐ μακρὰν ἀπὸ τῆς ἰδίας στρατοπεδείας τοῖς τῶν Ῥωμαίων ἱππεῦσι τοῖς ἐπὶ τὴν αὐτὴν χρείαν ἐξαπεσταλμένοις ὑπὸ τοῦ Ποπλίου τοιαύτην ἐποιήσαντο φιλοτιμίαν ἀμφότεροι κατὰ τὴν συμπλοκὴν ὥστε τῶν Ῥωμαίων καὶ Κελτῶν εἰς ἑκατὸν ἱππεῖς καὶ τετταράκοντα διαφθαρῆναι, τῶν δὲ Νομάδων ὑπὲρ τοὺς διακοσίους. γενομένων δὲ τούτων οἱ Ῥωμαῖοι συνεγγίσαντες κατὰ τὸ δίωγμα τῷ τῶν Καρχηδονίων χάρακι καὶ κατοπτεύσαντες αὖθις ἐξ ὑποστροφῆς ἠπείγοντο, διασαφήσοντες τῷ στρατηγῷ τὴν παρουσίαν τῶν πολεμίων· ἀφικόμενοι δ' εἰς τὴν παρεμβολὴν ἀνήγγειλαν. Πόπλιος δὲ παραυτίκα τὴν ἀποσκευὴν ἀναθέμενος ἐπὶ τὰς ναῦς ἀνέζευξε παντὶ τῷ στρατεύματι καὶ προῆγε παρὰ τὸν ποταμόν, σπεύδων συμμῖξαι τοῖς ὑπεναντίοις.


Ἀννίβας δὲ τῇ κατὰ πόδας ἡμέρᾳ τῆς ἐκκλησίας ἅμα τῷ φωτὶ τοὺς μὲν ἱππεῖς προέθετο πάντας ὡς πρὸς θάλατταν, ἐφεδρείας ἔχοντας τάξιν, τὴν δὲ τῶν πεζῶν ἐκίνει δύναμιν ἐκ τοῦ χάρακος εἰς πορείαν. αὐτὸς δὲ τοὺς ἐλέφαντας ἐξεδέχετο καὶ τοὺς ἅμα τούτοις ἀπολελειμμένους ἄνδρας. ἐγένετο δ' ἡ διακομιδὴ τῶν θηρίων τοιαύτη τις. πήξαντες σχεδίας καὶ πλείους ἀραρότως, τούτων δύο πρὸς ἀλλήλας ζεύξαντες βιαίως ἤρεισαν ἀμφοτέρας εἰς τὴν γῆν κατὰ τὴν ἔμβασιν τοῦ ποταμοῦ, πλάτος ἐχούσας τὸ συναμφότερον ὡς πεντήκοντα πόδας. ταύταις δὲ συζευγνύντες ἄλλας ἐκ τῶν ἐκτὸς προσήρμοζον, προτείνοντες τὴν κατασκευὴν τοῦ ζεύγματος εἰς τὸν πόρον. τὴν δ' ἀπὸ τοῦ ῥεύματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἐκ τῆς γῆς ἐπιγύοις, εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες, πρὸς τὸ συμμένειν καὶ μὴ παρωθεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ. ποιήσαντες δὲ πρὸς δύο πλέθρα τῷ μήκει τὸ πᾶν ζεῦγμα τῆς προβολῆς, μετὰ ταῦτα δύο πεπηγυίας σχεδίας διαφερόντως [τὰς μεγίστας] προσέβαλον ταῖς ἐσχάταις, πρὸς αὑτὰς μὲν βιαίως δεδεμένας, πρὸς δὲ τὰς ἄλλας οὕτως ὥστ' εὐδιακόπους αὐτῶν εἶναι τοὺς δεσμούς. ῥύματα δὲ καὶ πλείω ταύταις ἐνῆψαν, οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρακομιεῖν καὶ περαιώσειν ἐπὶ τούτων τὰ θηρία. μετὰ δὲ ταῦτα χοῦν ἔφερον ἐπὶ πάσας πολύν, ἕως ἐπιβάλλοντες ἐξωμοίωσαν, ὁμαλὴν καὶ σύγχρουν ποιοῦντες τῇ διὰ τῆς χέρσου φερούσῃ πρὸς τὴν διάβασιν ὁδῷ. τῶν δὲ θηρίων εἰθισμένων τοῖς Ἰνδοῖς μέχρι μὲν πρὸς τὸ ὑγρὸν ἀεὶ πειθαρχεῖν, εἰς δὲ τὸ ὕδωρ ἐμβαίνειν οὐδαμῶς ἔτι τολμώντων, ἦγον διὰ τοῦ χώματος δύο προθέμενοι θηλείας, πειθαρχούντων αὐταῖς τῶν θηρίων. ἐπεὶ δ' ἐπὶ τὰς τελευταίας ἐπέστησαν σχεδίας, διακόψαντες τοὺς δεσμούς, οἷς προσήρτηντο πρὸς τὰς ἄλλας, καὶ τοῖς λέμβοις ἐπισπασάμενοι τὰ ῥύματα ταχέως ἀπέσπασαν ἀπὸ τοῦ χώματος τά τε θηρία καὶ τὰς ὑπ' αὐτοῖς σχεδίας. οὗ γενομένου διαταραχθέντα τὰ ζῷα κατὰ μὲν τὰς ἀρχὰς ἐστρέφετο καὶ κατὰ πάντα τόπον ὥρμα· περιεχόμενα δὲ πανταχόθεν ὑπὸ τοῦ ῥεύματος ἀπεδειλία καὶ μένειν ἠναγκάζετο κατὰ χώραν. καὶ τοιούτῳ δὴ τρόπῳ προσαρμοζομένων ἀεὶ σχεδιῶν δυεῖν, τὰ πλεῖστα τῶν θηρίων ἐπὶ τούτων διεκομίσθη, τινὰ δὲ κατὰ μέσον τὸν πόρον ἀπέρριψεν εἰς τὸν ποταμὸν αὑτὰ διὰ τὸν φόβον· ὧν τοὺς μὲν Ἰνδοὺς ἀπολέσθαι συνέβη πάντας, τοὺς δ' ἐλέφαντας διασωθῆναι. διὰ γὰρ τὴν δύναμιν καὶ τὸ μέγεθος τῶν προβοσκίδων ἐξαίροντες ταύτας ὑπὲρ τὸ ὑγρὸν καὶ διαπνέοντες, ἅμα δ' ἐκφυσῶντες πᾶν τὸ παρεμπῖπτον ἀντέσχον, τὸ πολὺ καθ' ὕδατος ὀρθοὶ ποιούμενοι τὴν πορείαν.


Περαιωθέντων δὲ τῶν θηρίων, ἀναλαβὼν Ἀννίβας τοὺς ἐλέφαντας καὶ τοὺς ἱππεῖς προῆγε τούτοις ἀπουραγῶν παρὰ τὸν ποταμὸν ἀπὸ θαλάττης ὡς ἐπὶ τὴν ἕω, ποιούμενος τὴν πορείαν ὡς εἰς τὴν μεσόγαιον τῆς Εὐρώπης. ὁ δὲ Ῥοδανὸς ἔχει τὰς μὲν πηγὰς ὑπὲρ τὸν Ἀδριατικὸν μυχὸν πρὸς τὴν ἑσπέραν νευούσας, ἐν τοῖς ἀποκλίνουσι μέρεσι τῶν Ἄλπεων ὡς πρὸς τὰς ἄρκτους, ῥεῖ δὲ πρὸς [τὰς] δύσεις χειμερινάς, ἐκβάλλει δ' εἰς τὸ Σαρδῷον πέλαγος. φέρεται δ' ἐπὶ πολὺ δι' αὐλῶνος, οὗ πρὸς μὲν τὰς ἄρκτους Ἄρδυες Κελτοὶ κατοικοῦσι, τὴν δ' ἀπὸ μεσημβρίας αὐτοῦ πλευρὰν ὁρίζουσι πᾶσαν αἱ πρὸς ἄρκτον κεκλιμέναι τῶν Ἄλπεων παρώρειαι. τὰ δὲ πεδία τὰ περὶ τὸν Πάδον, ὑπὲρ ὧν ἡμῖν εἴρηται διὰ πλειόνων, ἀπὸ τοῦ κατὰ τὸν Ῥοδανὸν αὐλῶνος διαζευγνύουσιν αἱ τῶν προειρημένων ὀρῶν ἀκρώρειαι, λαμβάνουσαι τὴν ἀρχὴν ἀπὸ Μασσαλίας ἕως ἐπὶ τὸν τοῦ παντὸς Ἀδρίου μυχόν· ἃς τόθ' ὑπεράρας Ἀννίβας ἀπὸ τῶν κατὰ τὸν Ῥοδανὸν τόπων ἐνέβαλεν εἰς Ἰταλίαν.


Ἔνιοι δὲ τῶν γεγραφότων περὶ τῆς ὑπερβολῆς ταύτης, βουλόμενοι τοὺς ἀναγινώσκοντας ἐκπλήττειν τῇ περὶ τῶν προειρημένων τόπων παραδοξολογίᾳ, λανθάνουσιν ἐμπίπτοντες εἰς δύο τὰ πάσης ἱστορίας ἀλλοτριώτατα· καὶ γὰρ ψευδολογεῖν καὶ μαχόμενα γράφειν αὑτοῖς ἀναγκάζονται. ἅμα μὲν γὰρ τὸν Ἀννίβαν ἀμίμητόν τινα παρεισάγοντες στρατηγὸν καὶ τόλμῃ καὶ προνοίᾳ τοῦτον ὁμολογουμένως ἀποδεικνύουσιν ἡμῖν ἀλογιστότατον, ἅμα δὲ καταστροφὴν οὐ δυνάμενοι λαμβάνειν οὐδ' ἔξοδον τοῦ ψεύδους θεοὺς καὶ θεῶν παῖδας εἰς πραγματικὴν ἱστορίαν παρεισάγουσιν. ὑποθέμενοι γὰρ τὰς ἐρυμνότητας καὶ τραχύτητας τῶν Ἀλπεινῶν ὀρῶν τοιαύτας ὥστε μὴ οἷον ἵππους καὶ στρατόπεδα, σὺν δὲ τούτοις ἐλέφαντας, ἀλλὰ μηδὲ πεζοὺς εὐζώνους εὐχερῶς ἂν διελθεῖν, ὁμοίως δὲ καὶ τὴν ἔρημον τοιαύτην τινὰ περὶ τοὺς τόπους ὑπογράψαντες ἡμῖν ὥστ', εἰ μὴ θεὸς ἤ τις ἥρως ἀπαντήσας τοῖς περὶ τὸν Ἀννίβαν ὑπέδειξε τὰς ὁδούς, ἐξαπορήσαντας ἂν καταφθαρῆναι πάντας, ὁμολογουμένως ἐκ τούτων εἰς ἑκάτερον τῶν προειρημένων

ἁμαρτημάτων ἐμπίπτουσι. πρῶτον μὲν γὰρ ἂν τίς φανείη στρατηγὸς ἀλογιστότερος Ἀννίβου, τίς καὶ σκαιότερος ἡγεμών, ὃς τοσούτων ἡγούμενος δυνάμεων καὶ τὰς μεγίστας ἐλπίδας ἔχων ἐν τούτοις τοῦ κατορθώσειν τοῖς ὅλοις, οὔτε τὰς ὁδοὺς οὔτε τόπους, ὡς οὗτοί φασιν, οὔτε ποῦ πορεύεται τὸ παράπαν οὔτε πρὸς τίνας ἐγίνωσκε, τὸ δὲ πέρας, οὐδ' εἰ καθόλου [τοὐναντίον] δυνατοῖς ἐπιβάλλεται πράγμασιν; ἀλλ' ὅπερ οἱ τοῖς ὅλοις ἐπταικότες καὶ κατὰ πάντα τρόπον ἐξαποροῦντες οὐχ ὑπομένουσιν, ὥστ' εἰς ἀπρονοήτους καθιέναι τόπους μετὰ δυνάμεως, τοῦτο περιτιθέασιν οἱ συγγραφεῖς Ἀννίβᾳ τῷ τὰς μεγίστας ἐλπίδας ἀκεραίους ἔχοντι περὶ τῶν καθ' αὑτὸν πραγμάτων. ὁμοίως δὲ καὶ τὰ περὶ τῆς ἐρημίας, ἔτι δ' ἐρυμνότητος καὶ δυσχωρίας τῶν τόπων ἔκδηλον ποιεῖ τὸ ψεῦδος αὐτῶν. οὐχ ἱστορήσαντες γὰρ ὅτι συμβαίνει τοὺς Κελτοὺς τοὺς παρὰ τὸν Ῥοδανὸν ποταμὸν οἰκοῦντας οὐχ ἅπαξ οὐδὲ δὶς πρὸ τῆς Ἀννίβου παρουσίας, οὐδὲ μὴν πάλαι προσφάτως δέ, μεγάλοις στρατοπέδοις ὑπερβάντας τὰς Ἄλπεις παρατετάχθαι μὲν Ῥωμαίοις, συνηγωνίσθαι δὲ Κελτοῖς τοῖς τὰ περὶ τὸν Πάδον πεδία κατοικοῦσι, καθάπερ ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἐδηλώσαμεν, πρὸς δὲ τούτοις οὐκ εἰδότες ὅτι πλεῖστον ἀνθρώπων φῦλον κατ' αὐτὰς οἰκεῖν συμβαίνει τὰς Ἄλπεις, ἀλλ' ἀγνοοῦντες ἕκαστα τῶν εἰρημένων ἥρω τινά φασιν ἐπιφανέντα συνυποδεῖξαι τὰς ὁδοὺς αὐτοῖς. ἐξ ὧν εἰκότως ἐμπίπτουσιν εἰς τὸ παραπλήσιον τοῖς τραγῳδιογράφοις. καὶ γὰρ ἐκείνοις πᾶσιν αἱ καταστροφαὶ τῶν δραμάτων προσδέονται θεοῦ καὶ μηχανῆς διὰ τὸ τὰς πρώτας ὑποθέσεις ψευδεῖς καὶ παραλόγους λαμβάνειν, τούς τε συγγραφέας ἀνάγκη τὸ παραπλήσιον πάσχειν καὶ ποιεῖν ἥρωάς τε καὶ θεοὺς ἐπιφαινομένους, ἐπειδὰν τὰς ἀρχὰς ἀπιθάνους καὶ ψευδεῖς ὑποστήσωνται. πῶς γὰρ οἷόν τε παραλόγοις ἀρχαῖς εὔλογον ἐπιθεῖναι τέλος; Ἀννίβας γε μὴν οὐχ ὡς οὗτοι γράφουσιν, λίαν δὲ περὶ ταῦτα πραγματικῶς ἐχρῆτο ταῖς ἐπιβολαῖς. καὶ γὰρ τὴν τῆς χώρας ἀρετήν, εἰς ἣν ἐπεβάλετο καθιέναι, καὶ τὴν τῶν ὄχλων ἀλλοτριότητα πρὸς Ῥωμαίους ἐξητάκει σαφῶς, εἴς τε τὰς μεταξὺ δυσχωρίας ὁδηγοῖς καὶ καθηγεμόσιν ἐγχωρίοις ἐχρῆτο τοῖς τῶν αὐτῶν ἐλπίδων μέλλουσι κοινωνεῖν. ἡμεῖς δὲ περὶ τούτων εὐθαρσῶς ἀποφαινόμεθα διὰ τὸ περὶ τῶν πράξεων παρ' αὐτῶν ἱστορηκέναι τῶν παρατετευχότων τοῖς καιροῖς, τοὺς δὲ τόπους κατωπτευκέναι καὶ τῇ διὰ τῶν Ἄλπεων αὐτοὶ κεχρῆσθαι πορείᾳ γνώσεως ἕνεκα καὶ θέας.


Οὐ μὴν ἀλλὰ Πόπλιος μὲν ὁ τῶν Ῥωμαίων στρατηγὸς ἡμέραις ὕστερον τρισὶ τῆς ἀναζυγῆς τῆς τῶν Καρχηδονίων παραγενόμενος ἐπὶ τὴν τοῦ ποταμοῦ διάβασιν καὶ καταλαβὼν ὡρμηκότας τοὺς ὑπεναντίους ἐξενίσθη μὲν ὡς ἐνδέχεται μάλιστα, πεπεισμένος οὐδέποτ' ἂν αὐτοὺς τολμῆσαι τῇδε ποιήσασθαι τὴν εἰς Ἰταλίαν πορείαν διὰ τὸ πλῆθος καὶ τὴν ἀθεσίαν τῶν κατοικούντων τοὺς τόπους βαρβάρων. θεωρῶν δὲ τετολμηκότας αὖθις ἐπὶ τὰς ναῦς ἠπείγετο καὶ παραγενόμενος ἐνεβίβαζε τὰς δυνάμεις. καὶ τὸν μὲν ἀδελφὸν ἐξέπεμπεν ἐπὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, αὐτὸς δὲ πάλιν ὑποστρέψας εἰς Ἰταλίαν ἐποιεῖτο τὸν πλοῦν, σπεύδων καταταχῆσαι τοὺς ὑπεναντίους διὰ Τυρρηνίας πρὸς τὴν τῶν Ἄλπεων ὑπερβολήν. Ἀννίβας δὲ ποιησάμενος ἑξῆς ἐπὶ τέτταρας ἡμέρας τὴν πορείαν ἀπὸ τῆς διαβάσεως ἧκε πρὸς τὴν καλουμένην Νῆσον, χώραν πολύοχλον καὶ σιτοφόρον, ἔχουσαν δὲ τὴν προσηγορίαν ἀπ' αὐτοῦ τοῦ συμπτώματος. ᾗ μὲν γὰρ ὁ Ῥοδανός, ᾗ δ' Ἰσάρας προσαγορευόμενος, ῥέοντες παρ' ἑκατέραν τὴν πλευράν, ἀποκορυφοῦσιν αὐτῆς τὸ σχῆμα κατὰ τὴν πρὸς ἀλλήλους σύμπτωσιν. ἔστι δὲ παραπλησία τῷ μεγέθει καὶ τῷ σχήματι τῷ κατ' Αἴγυπτον καλουμένῳ Δέλτα, πλὴν ἐκείνου μὲν θάλαττα τὴν μίαν πλευρὰν καὶ τὰς τῶν ποταμῶν ῥύσεις ἐπιζεύγνυσι, ταύτης δ' ὄρη δυσπρόσοδα καὶ δυσέμβολα καὶ σχεδὸν ὡς εἰπεῖν ἀπρόσιτα. πρὸς ἣν ἀφικόμενος καὶ καταλαβὼν ἐν αὐτῇ δύ' ἀδελφοὺς ὑπὲρ τῆς βασιλείας στασιάζοντας καὶ μετὰ στρατοπέδων ἀντικαθημένους ἀλλήλοις, ἐπισπωμένου τοῦ πρεσβυτέρου καὶ παρακαλοῦντος εἰς τὸ συμπρᾶξαι καὶ συμπεριποιῆσαι τὴν ἀρχὴν αὐτῷ, *ὑπήκουσε, προδήλου σχεδὸν ὑπαρχούσης τῆς πρὸς τὸ παρὸν ἐσομένης αὐτῷ χρείας. διὸ καὶ συνεπιθέμενος καὶ συνεκβαλὼν τὸν ἕτερον πολλῆς ἐπικουρίας ἔτυχε παρὰ τοῦ κρατήσαντος· οὐ γὰρ μόνον σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορήγησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ παλαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινοποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως, ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμήσας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν ὀρῶν ὑπερβολάς. τὸ δὲ μέγιστον, εὐλαβῶς διακειμένοις πρὸς τὴν διὰ τῶν Ἀλλοβρίγων καλουμένων Γαλατῶν πορείαν ἀπουραγήσας μετὰ τῆς σφετέρας δυνάμεως ἀσφαλῆ παρεσκεύασε τὴν δίοδον αὐτοῖς, ἕως ἤγγισαν τῇ τῶν Ἄλπεων ὑπερβολῇ.


Ἀννίβας δ' ἐν ἡμέραις δέκα πορευθεὶς παρὰ τὸν ποταμὸν εἰς ὀκτακοσίους σταδίους ἤρξατο τῆς πρὸς τὰς Ἄλπεις ἀναβολῆς, καὶ συνέβη μεγίστοις αὐτὸν περιπεσεῖν κινδύνοις. ἕως μὲν γὰρ ἐν τοῖς ἐπιπέδοις ἦσαν, ἀπείχοντο πάντες αὐτῶν οἱ κατὰ μέρος ἡγεμόνες τῶν Ἀλλοβρίγων, τὰ μὲν τοὺς ἱππεῖς δεδιότες, τὰ δὲ τοὺς παραπέμποντας βαρβάρους· ἐπειδὴ δ' ἐκεῖνοι μὲν εἰς τὴν οἰκείαν ἀπηλλάγησαν, οἱ δὲ περὶ τὸν Ἀννίβαν ἤρξαντο προάγειν εἰς τὰς δυσχωρίας, τότε συναθροίσαντες οἱ τῶν Ἀλλοβρίγων ἡγεμόνες ἱκανόν τι πλῆθος προκατελάβοντο τοὺς εὐκαίρους τόπους, δι' ὧν ἔδει τοὺς περὶ τὸν Ἀννίβαν κατ' ἀνάγκην ποιεῖσθαι τὴν ἀναβολήν. εἰ μὲν οὖν ἔκρυψαν τὴν ἐπίνοιαν, ὁλοσχερῶς ἂν διέφθειραν τὸ στράτευμα τῶν Καρχηδονίων· νῦν δὲ καταφανεῖς γενόμενοι μεγάλα μὲν καὶ τοὺς περὶ Ἀννίβαν ἔβλαψαν, οὐκ ἐλάττω δ' ἑαυτούς. γνοὺς γὰρ ὁ στρατηγὸς τῶν Καρχηδονίων ὅτι προκατέχουσιν οἱ βάρβαροι τοὺς εὐκαίρους τόπους, αὐτὸς μὲν καταστρατοπεδεύσας πρὸς ταῖς ὑπερβολαῖς ἐπέμενε, προέπεμψε δέ τινας τῶν καθηγουμένων αὐτοῖς Γαλατῶν χάριν τοῦ κατασκέψασθαι τὴν τῶν ὑπεναντίων ἐπίνοιαν καὶ τὴν ὅλην ὑπόθεσιν. ὧν πραξάντων τὸ συνταχθέν, ἐπιγνοὺς ὁ στρατηγὸς ὅτι τὰς μὲν ἡμέρας ἐπιμελῶς παρευτακτοῦσι καὶ τηροῦσι τοὺς τόπους οἱ πολέμιοι, τὰς δὲ νύκτας εἴς τινα παρακειμένην πόλιν ἀπαλλάττονται, πρὸς ταύτην τὴν ὑπόθεσιν ἁρμοζόμενος συνεστήσατο πρᾶξιν τοιαύτην. ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐμφανῶς καὶ συνεγγίσας ταῖς δυσχωρίαις οὐ μακρὰν τῶν πολεμίων κατεστρατοπέδευσε. τῆς δὲ νυκτὸς ἐπιγενομένης, συντάξας τὰ πυρὰ καίειν, τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως αὐτοῦ κατέλιπε, τοὺς δ' ἐπιτηδειοτάτους εὐζώνους ποιήσας διῆλθε τὰ στενὰ τὴν νύκτα καὶ κατέσχε τοὺς ὑπὸ τῶν πολεμίων προκαταληφθέντας τόπους, ἀποκεχωρηκότων τῶν βαρβάρων κατὰ τὴν συνήθειαν εἰς τὴν πόλιν.


οὗ συμβάντος καὶ τῆς ἡμέρας ἐπιγενομένης, οἱ βάρβαροι συνθεασάμενοι τὸ γεγονὸς τὰς μὲν ἀρχὰς ἀπέστησαν τῆς ἐπιβολῆς· μετὰ δὲ ταῦτα θεωροῦντες τὸ τῶν ὑποζυγίων πλῆθος καὶ τοὺς ἱππεῖς δυσχερῶς ἐκμηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας, ἐξεκλήθησαν ὑπὸ τοῦ συμβαίνοντος ἐξάπτεσθαι τῆς πορείας. τούτου δὲ γενομένου, καὶ κατὰ πλείω μέρη προσπεσόντων τῶν βαρβάρων, οὐχ οὕτως ὑπὸ τῶν ἀνδρῶν ὡς ὑπὸ τῶν τόπων πολὺς ἐγίνετο φθόρος τῶν Καρχηδονίων, καὶ μάλιστα τῶν ἵππων καὶ τῶν ὑποζυγίων. οὔσης γὰρ οὐ μόνον στενῆς καὶ τραχείας τῆς προσβολῆς ἀλλὰ καὶ κρημνώδους, ἀπὸ παντὸς κινήματος καὶ πάσης ταραχῆς ἐφέρετο κατὰ τῶν κρημνῶν ὁμόσε τοῖς φορτίοις πολλὰ τῶν ὑποζυγίων. καὶ μάλιστα τὴν τοιαύτην ταραχὴν ἐποίουν οἱ τραυματιζόμενοι τῶν ἵππων· τούτων γὰρ οἱ μὲν ἀντίοι συμπίπτοντες τοῖς ὑποζυγίοις, ὁπότε διαπτοηθεῖεν ἐκ τῆς πληγῆς, οἱ δὲ κατὰ τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ἐξωθοῦντες πᾶν τὸ παραπῖπτον ἐν ταῖς δυσχωρίαις, μεγάλην ἀπειργάζοντο ταραχήν. εἰς ἃ βλέπων Ἀννίβας καὶ συλλογιζόμενος ὡς οὐδὲ τοῖς διαφυγοῦσι τὸν κίνδυνον ἔστι σωτηρία τοῦ σκευοφόρου διαφθαρέντος, ἀναλαβὼν τοὺς προκατασχόντας τὴν νύκτα τὰς ὑπερβολὰς ὥρμησε παραβοηθήσων τοῖς τῇ πορείᾳ προλαβοῦσιν. οὗ γενομένου πολλοὶ μὲν τῶν πολεμίων ἀπώλλυντο διὰ τὸ ποιεῖσθαι τὴν ἔφοδον ἐξ ὑπερδεξίων τὸν Ἀννίβαν, οὐκ ἐλάττους δὲ καὶ τῶν ἰδίων· ὁ γὰρ κατὰ τὴν πορείαν θόρυβος ἐξ ἀμφοῖν ηὔξετο διὰ τὴν τῶν προειρημένων κραυγὴν καὶ συμπλοκήν. ἐπεὶ δὲ τοὺς μὲν πλείστους τῶν Ἀλλοβρίγων ἀπέκτεινε, τοὺς δὲ λοιποὺς τρεψάμενος ἠνάγκασε φυγεῖν εἰς τὴν οἰκείαν, τότε δὴ τὸ μὲν ἔτι περιλειπόμενον πλῆθος τῶν ὑποζυγίων καὶ τῶν ἵππων μόλις καὶ ταλαιπώρως διήνυε τὰς δυσχωρίας, αὐτὸς δὲ συναθροίσας ὅσους ἠδύνατο πλείστους ἐκ τοῦ κινδύνου προσέβαλε πρὸς τὴν πόλιν, ἐξ ἧς ἐποιήσαντο τὴν ὁρμὴν οἱ πολέμιοι. καταλαβὼν δὲ σχεδὸν ἔρημον διὰ τὸ πάντας ἐκκληθῆναι πρὸς τὰς ὠφελείας ἐγκρατὴς ἐγένετο τῆς πόλεως. ἐκ δὲ τούτου πολλὰ συνέβη τῶν χρησίμων αὐτῷ πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον. παραυτίκα μὲν γὰρ ἐκομίσατο πλῆθος ἵππων καὶ ὑποζυγίων καὶ τῶν ἅμα τούτοις ἑαλωκότων ἀνδρῶν, εἰς δὲ τὸ μέλλον ἔσχε μὲν καὶ σίτου καὶ θρεμμάτων ἐπὶ δυεῖν καὶ τρισὶν ἡμέραις εὐπορίαν, τὸ δὲ συνέχον, φόβον ἐνειργάσατο τοῖς ἑξῆς πρὸς τὸ μὴ τολμᾶν αὐτῷ ῥᾳδίως ἐγχειρεῖν μηδένα τῶν παρακειμένων ταῖς ἀναβολαῖς.


Τότε μὲν οὖν αὐτοῦ ποιησάμενος τὴν παρεμβολὴν καὶ μίαν ἐπιμείνας ἡμέραν αὖθις ὥρμα. ταῖς δ' ἑξῆς μέχρι μέν τινος ἀσφαλῶς διῆγε τὴν στρατιάν· ἤδη δὲ τεταρταῖος ὢν αὖθις εἰς κινδύνους παρεγένετο μεγάλους. οἱ γὰρ περὶ τὴν δίοδον οἰκοῦντες συμφρονήσαντες ἐπὶ δόλῳ συνήντων αὐτῷ, θαλλοὺς ἔχοντες καὶ στεφάνους· τοῦτο γὰρ σχεδὸν πᾶσι τοῖς βαρβάροις ἐστὶ σύνθημα φιλίας, καθάπερ τὸ κηρύκειον τοῖς Ἕλλησιν. εὐλαβῶς δὲ διακείμενος πρὸς τὴν τοιαύτην πίστιν Ἀννίβας ἐξήτασε φιλοτίμως τὴν ἐπίνοιαν αὐτῶν καὶ τὴν ὅλην ἐπιβολήν. τῶν δὲ φασκόντων καλῶς εἰδέναι καὶ τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν τῶν ἐγχειρησάντων αὐτὸν ἀδικεῖν ἀπώλειαν, καὶ διασαφούντων ὅτι πάρεισι διὰ ταῦτα, βουλόμενοι μήτε ποιῆσαι μήτε παθεῖν μηδὲν δυσχερές, ὑπισχνουμένων δὲ καὶ δώσειν ἐξ αὑτῶν ὅμηρα, πολὺν μὲν χρόνον ηὐλαβεῖτο καὶ διηπίστει τοῖς λεγομένοις, συλλογιζόμενος δ' Ἀννίβας ὡς δεξάμενος μὲν τὰ προτεινόμενα, τάχ' ἂν ἴσως εὐλαβεστέρους καὶ πρᾳοτέρους ποιήσαι τοὺς παραγεγονότας, μὴ προσδεξάμενος δὲ προδήλους ἕξει πολεμίους αὐτούς, συγκατένευσε τοῖς λεγομένοις καὶ συνυπεκρίθη τίθεσθαι φιλίαν πρὸς αὐτούς. τῶν δὲ βαρβάρων τὰ ὅμηρα παραδόντων καὶ θρέμμασι χορηγούντων ἀφθόνως καὶ καθόλου διδόντων σφᾶς αὐτοὺς εἰς τὰς χεῖρας ἀπαρατηρήτως, ἐπὶ ποσὸν ἐπίστευσαν οἱ περὶ τὸν Ἀννίβαν, ὥστε καὶ καθηγεμόσιν αὐτοῖς χρῆσθαι πρὸς τὰς ἑξῆς δυσχωρίας. προπορευομένων δ' αὐτῶν ἐπὶ δύ' ἡμέραις, συναθροισθέντες οἱ προειρημένοι καὶ συνακολουθήσαντες ἐπιτίθενται, φάραγγά τινα δύσβατον καὶ κρημνώδη περαιουμένων αὐτῶν. ἐν ᾧ καιρῷ πάντας ἄρδην ἀπολέσθαι συνέβη τοὺς περὶ τὸν Ἀννίβαν, εἰ μὴ δεδιότες ἀκμὴν ἐπὶ ποσὸν καὶ προορώμενοι τὸ μέλλον τὰ μὲν σκευοφόρα καὶ τοὺς ἱππεῖς εἶχον ἐν τῇ πρωτοπορείᾳ, τοὺς δ' ὁπλίτας ἐπὶ τῆς οὐραγίας. τούτων δ' ἐφεδρευόντων ἔλαττον συνέβη γενέσθαι τὸ πάθος· οὗτοι γὰρ ἔστεξαν τὴν ἐπιφορὰν τῶν βαρβάρων. οὐ μὴν ἀλλὰ καὶ τούτου συγκυρήσαντος πολύ τι πλῆθος καὶ τῶν ἀνδρῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν ἵππων διεφθάρη. τῶν γὰρ τόπων ὑπερδεξίων ὄντων τοῖς πολεμίοις, ἀντιπαράγοντες οἱ βάρβαροι ταῖς παρωρείαις καὶ τοῖς μὲν τὰς πέτρας ἐπικυλίοντες τοὺς δ' ἐκ χειρὸς τοῖς λίθοις τύπτοντες εἰς ὁλοσχερῆ διατροπὴν καὶ κίνδυνον ἦγον, οὕτως ὥστ' ἀναγκασθῆναι τὸν Ἀννίβαν μετὰ τῆς ἡμισείας δυνάμεως νυκτερεῦσαι περί τι λευκόπετρον ὀχυρὸν χωρὶς τῶν ἵππων καὶ τῶν ὑποζυγίων, ἐφεδρεύοντα τούτοις, ἕως ἐν ὅλῃ τῇ νυκτὶ ταῦτα μόλις ἐξεμηρύσατο τῆς χαράδρας. τῇ δ' ἐπαύριον τῶν πολεμίων χωρισθέντων, συνάψας τοῖς ἱππεῦσι καὶ τοῖς ὑποζυγίοις προῆγε πρὸς τὰς ὑπερβολὰς τὰς ἀνωτάτω τῶν Ἄλπεων, ὁλοσχερεῖ μὲν οὐδενὶ περιπίπτων ἔτι συστήματι τῶν βαρβάρων, κατὰ μέρη δὲ καὶ κατὰ τόπους παρενοχλούμενος ὑπ' αὐτῶν· ὧν οἱ μὲν ἀπὸ τῆς οὐραγίας, οἱ δ' ἀπὸ τῆς πρωτοπορείας ἀπέσπων τῶν σκευοφόρων ἔνια, προσπίπτοντες εὐκαίρως. μεγίστην δ' αὐτῷ παρείχετο χρείαν τὰ θηρία· καθ' ὃν γὰρ ἂν τόπον ὑπάρχοι τῆς πορείας ταῦτα, πρὸς τοῦτο τὸ μέρος οὐκ ἐτόλμων οἱ πολέμιοι προσιέναι, τὸ παράδοξον ἐκπληττόμενοι τῆς τῶν ζώων φαντασίας. ἐναταῖος δὲ διανύσας εἰς τὰς ὑπερβολὰς αὐτοῦ κατεστρατοπέδευσε καὶ δύ' ἡμέρας προσέμεινε, βουλόμενος ἅμα μὲν ἀναπαῦσαι τοὺς διασῳζομένους, ἅμα δὲ προσδέξασθαι τοὺς ἀπολειπομένους. ἐν ᾧ καιρῷ συνέβη πολλοὺς μὲν ἵππους τῶν ἀπεπτοημένων, πολλὰ δ' ὑποζύγια τῶν ἀπερριφότων τὰ φορτία παραδόξως ἀναδραμεῖν τοῖς στίβοις ἑπόμενα καὶ συνάψαι πρὸς τὴν παρεμβολήν. τῆς δὲ χιόνος ἤδη περὶ τοὺς ἄκρους ἁθροιζομένης διὰ τὸ συνάπτειν τὴν τῆς Πλειάδος δύσιν, θεωρῶν τὰ πλήθη δυσθύμως διακείμενα καὶ διὰ τὴν προγεγενημένην ταλαιπωρίαν καὶ διὰ τὴν ἔτι προσδοκωμένην, ἐπειρᾶτο συναθροίσας παρακαλεῖν, μίαν ἔχων ἀφορμὴν εἰς τοῦτο τὴν τῆς Ἰταλίας ἐνάργειαν· οὕτως γὰρ ὑποπεπτώκει τοῖς προειρημένοις ὄρεσιν ὥστε συνθεωρουμένων ἀμφοῖν ἀκροπόλεως φαίνεσθαι διάθεσιν ἔχειν τὰς Ἄλπεις τῆς ὅλης Ἰταλίας. διόπερ ἐνδεικνύμενος αὐτοῖς τὰ περὶ τὸν Πάδον πεδία καὶ καθόλου τῆς εὐνοίας ὑπομιμνήσκων τῆς τῶν κατοικούντων αὐτὰ Γαλατῶν, ἅμα δὲ καὶ τὸν τῆς Ῥώμης αὐτῆς τόπον ὑποδεικνύων ἐπὶ ποσὸν εὐθαρσεῖς ἐποίησε τοὺς ἀνθρώπους. τῇ δ' ἐπαύριον ἀναζεύξας ἐνήρχετο τῆς καταβάσεως. ἐν ᾗ πολεμίοις μὲν οὐκέτι περιέτυχε πλὴν τῶν λάθρᾳ κακοποιούντων, ὑπὸ δὲ τῶν τόπων καὶ τῆς χιόνος οὐ πολλῷ λείποντας ἀπέβαλε τῶν κατὰ τὴν ἀνάβασιν φθαρέντων. οὔσης γὰρ στενῆς καὶ κατωφεροῦς τῆς καταβάσεως, τῆς δὲ χιόνος ἄδηλον ποιούσης ἑκάστοις τὴν ἐπίβασιν, πᾶν τὸ παραπεσὸν τῆς ὁδοῦ καὶ σφαλὲν ἐφέρετο κατὰ τῶν κρημνῶν. οὐ μὴν ἀλλὰ ταύτην μὲν ὑπέφερον τὴν ταλαιπωρίαν, ἅτε συνήθεις ὄντες ἤδη τοῖς τοιούτοις κακοῖς· ἅμα δὲ τῷ παραγενέσθαι πρὸς τοιοῦτον τόπον, ὃν οὔτε τοῖς θηρίοις οὔτε τοῖς ὑποζυγίοις δυνατὸν ἦν παρελθεῖν διὰ τὴν στενότητα, σχεδὸν ἐπὶ τρί' ἡμιστάδια τῆς ἀπορρῶγος καὶ πρὸ τοῦ μὲν οὔσης, τότε δὲ καὶ μᾶλλον ἔτι προσφάτως ἀπερρωγυίας, ἐνταῦθα πάλιν ἀθυμῆσαι καὶ διατραπῆναι συνέβη τὸ πλῆθος. τὸ μὲν οὖν πρῶτον ἐπεβάλετο περιελθεῖν τὰς δυσχωρίας ὁ τῶν Καρχηδονίων στρατηγός· ἐπιγενομένης δὲ χιόνος καὶ ταύτην ἀδύνατον ποιούσης τὴν πορείαν, ἀπέστη τῆς ἐπιβολῆς. τὸ γὰρ συμβαῖνον ἴδιον ἦν καὶ παρηλλαγμένον. ἐπὶ γὰρ τὴν προϋπάρχουσαν χιόνα καὶ διαμεμενηκυῖαν ἐκ τοῦ πρότερον χειμῶνος ἄρτι τῆς ἐπ' ἔτους πεπτωκυίας, ταύτην μὲν εὐδιάκοπτον εἶναι συνέβαινε καὶ διὰ τὸ πρόσφατον οὖσαν ἁπαλὴν ὑπάρχειν καὶ διὰ τὸ μηδέπω βάθος ἔχειν. ὁπότε δὲ ταύτην διαπατήσαντες ἐπὶ τὴν ὑποκάτω καὶ συνεστηκυῖαν ἐπιβαῖεν, οὐκέτι διέκοπτον, ἀλλ' ἐπέπλεον ὀλισθάνοντες ἀμφοτέροις ἅμα τοῖς ποσί, καθάπερ ἐπὶ τῇ γῇ συμβαίνει τοῖς διὰ τῶν ἀκροπήλων πορευομένοις. τὸ δὲ συνεξακολουθοῦν τούτοις ἔτι δυσχερέστερον ὑπῆρχεν. οἱ μὲν γὰρ ἄνδρες οὐ δυνάμενοι τὴν κάτω χιόνα διακόπτειν, ὁπότε πεσόντες βουληθεῖεν ἢ τοῖς γόνασιν ἢ ταῖς χερσὶ προσεξερείσασθαι πρὸς τὴν ἐξανάστασιν, τότε καὶ μᾶλλον ἐπέπλεον ἅμα πᾶσι τοῖς ἐρείσμασιν, ἐπὶ πολὺ καταφερῶν ὄντων τῶν χωρίων· τὰ δ' ὑποζύγια διέκοπτεν, ὅτε πέσοι, τὴν κάτω χιόνα κατὰ τὴν διανάστασιν, διακόψαντα δ' ἔμενε μετὰ τῶν φορτίων οἷον καταπεπηγότα διά τε τὸ βάρος καὶ διὰ τὸ πῆγμα τῆς προϋπαρχούσης χιόνος. ὅθεν ἀποστὰς τῆς τοιαύτης ἐλπίδος ἐστρατοπέδευσε περὶ τὴν ῥάχιν, διαμησάμενος τὴν ἐπ' αὐτῇ χιόνα, καὶ μετὰ ταῦτα παραστήσας τὰ πλήθη τὸν κρημνὸν ἐξῳκοδόμει μετὰ πολλῆς ταλαιπωρίας. τοῖς μὲν οὖν ὑποζυγίοις καὶ τοῖς ἵπποις ἱκανὴν ἐποίησε πάροδον ἐν ἡμέρᾳ μιᾷ. διὸ καὶ ταῦτα μὲν εὐθέως διαγαγὼν καὶ καταστρατοπεδεύσας περὶ τοὺς ἐκφεύγοντας ἤδη τὴν χιόνα τόπους διαφῆκε πρὸς τὰς νομάς, τοὺς δὲ Νομάδας ἀνὰ μέρος προῆγε πρὸς τὴν οἰκοδομίαν καὶ μόλις ἐν ἡμέραις τρισὶ κακοπαθήσας διήγαγε τὰ θηρία. καὶ τάδε συνέβαινε κακῶς ὑπὸ τοῦ λιμοῦ διατεθεῖσθαι· τῶν γὰρ Ἄλπεων τὰ μὲν ἄκρα καὶ τὰ πρὸς τὰς ὑπερβολὰς ἀνήκοντα τελέως ἄδενδρα καὶ ψιλὰ πάντ' ἔστι διὰ τὸ συνεχῶς ἐπιμένειν τὴν χιόνα καὶ θέρους καὶ χειμῶνος, τὰ δ' ὑπὸ μέσην τὴν παρώρειαν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑλοφόρα καὶ δενδροφόρα καὶ τὸ ὅλον οἰκήσιμ' ἔστιν.


Ἀννίβας δὲ συναθροίσας ὁμοῦ πᾶσαν τὴν δύναμιν κατέβαινε καὶ τριταῖος ἀπὸ τῶν προειρημένων κρημνῶν διανύσας ἥψατο τῶν ἐπιπέδων, πολλοὺς μὲν ἀπολωλεκὼς τῶν στρατιωτῶν ὑπό τε τῶν πολεμίων καὶ τῶν ποταμῶν ἐν τῇ καθόλου πορείᾳ, πολλοὺς δ' ὑπὸ τῶν κρημνῶν καὶ τῶν δυσχωριῶν κατὰ τὰς Ἄλπεις, οὐ μόνον ἄνδρας, ἔτι δὲ πλείους ἵππους καὶ ὑποζύγια. τέλος δὲ τὴν μὲν πᾶσαν πορείαν ἐκ Καινῆς πόλεως ἐν πέντε μησὶ ποιησάμενος τὴν δὲ τῶν Ἄλπεων ὑπερβολὴν ἡμέραις δεκαπέντε κατῆρε τολμηρῶς εἰς τὰ περὶ τὸν Πάδον πεδία καὶ τὸ τῶν Ἰνσόμβρων ἔθνος, ἔχων τὸ διασῳζόμενον μέρος τῆς μὲν τῶν Λιβύων δυνάμεως πεζοὺς μυρίους καὶ δισχιλίους, τῆς δὲ τῶν Ἰβήρων εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ τοὺς πάντας οὐ πλείους ἑξακισχιλίων, ὡς αὐτὸς ἐν τῇ στήλῃ τῇ περὶ τοῦ πλήθους ἐχούσῃ τὴν ἐπιγραφὴν ἐπὶ Λακινίῳ διασαφεῖ. κατὰ δὲ τοὺς αὐτοὺς καιρούς, ὡς ἐπάνω προεῖπα, Πόπλιος ἀπολελοιπὼς τὰς δυνάμεις Γναΐῳ τἀδελφῷ καὶ παρακεκληκὼς αὐτὸν ἔχεσθαι τῶν ἐν Ἰβηρίᾳ πραγμάτων καὶ πολεμεῖν ἐρρωμένως Ἀσδρούβᾳ, κατέπλευσε μετ' ὀλίγων αὐτὸς εἰς Πίσας. ποιησάμενος δὲ τὴν πορείαν διὰ Τυρρηνίας καὶ παραλαβὼν τὰ παρὰ τῶν ἑξαπελέκεων στρατόπεδα τὰ προκαθήμενα καὶ προσπολεμοῦντα τοῖς Βοίοις ἧκε πρὸς τὰ περὶ τὸν Πάδον πεδία καὶ καταστρατοπεδεύσας ἐπεῖχε τοῖς πολεμίοις, σπεύδων συμβαλεῖν εἰς μάχην.


Ἡμεῖς δ' ἐπειδὴ καὶ τὴν διήγησιν καὶ τοὺς ἡγεμόνας ἀμφοτέρων καὶ τὸν πόλεμον εἰς Ἰταλίαν ἠγάγομεν, πρὸ τοῦ τῶν ἀγώνων ἄρξασθαι βραχέα βουλόμεθα περὶ τῶν ἁρμοζόντων τῇ πραγματείᾳ διελθεῖν. ἴσως γὰρ δή τινες ἐπιζητήσουσι πῶς πεποιημένοι τὸν πλεῖστον λόγον ὑπὲρ τῶν κατὰ Λιβύην καὶ κατ' Ἰβηρίαν τόπων οὔτε περὶ τοῦ καθ' Ἡρακλέους στήλας στόματος οὐδὲν ἐπὶ πλεῖον εἰρήκαμεν οὔτε περὶ τῆς ἔξω θαλάττης καὶ τῶν ἐν ταύτῃ συμβαινόντων ἰδιωμάτων, οὐδὲ μὴν περὶ τῶν Βρεττανικῶν νήσων καὶ τῆς τοῦ καττιτέρου κατασκευῆς, ἔτι δὲ τῶν ἀργυρείων καὶ χρυσείων τῶν κατ' αὐτὴν Ἰβηρίαν, ὑπὲρ ὧν οἱ συγγραφεῖς ἀμφισβητοῦντες πρὸς ἀλλήλους τὸν πλεῖστον διατίθενται λόγον. ἡμεῖς δ' οὐχὶ νομίζοντες ἀλλότριον εἶναι τοῦτο τὸ μέρος τῆς ἱστορίας, διὰ τοῦτο παρελείπομεν, ἀλλὰ πρῶτον μὲν οὐ βουλόμενοι παρ' ἕκαστα διασπᾶν τὴν διήγησιν οὐδ' ἀποπλανᾶν ἀπὸ τῆς πραγματικῆς ὑποθέσεως τοὺς φιληκοοῦντας, δεύτερον δὲ κρίνοντες οὐ διερριμμένην οὐδ' ἐν παρέργῳ ποιήσασθαι τὴν περὶ αὐτῶν μνήμην, ἀλλὰ κατ' ἰδίαν καὶ τόπον καὶ καιρὸν ἀπονείμαντες τῷ μέρει τούτῳ, καθ' ὅσον οἷοί τ' ἐσμέν, τὴν ἀλήθειαν περὶ αὐτῶν ἐξηγήσασθαι. διόπερ οὐ χρὴ θαυμάζειν οὐδ' ἐν τοῖς ἑξῆς, ἐὰν ἐπί τινας τόπους ἐρχόμενοι τοιούτους παραλείπωμεν τοῦτο τὸ μέρος διὰ τὰς προειρημένας αἰτίας. εἰ δέ τινες πάντως ἐπιζητοῦσι κατὰ τόπον καὶ κατὰ μέρος τῶν τοιούτων ἀκούειν, ἴσως ἀγνοοῦσι παραπλήσιόν τι πάσχοντες τοῖς λίχνοις τῶν δειπνητῶν. καὶ γὰρ ἐκεῖνοι πάντων ἀπογευόμενοι τῶν παρακειμένων οὔτε κατὰ τὸ παρὸν οὐδενὸς ἀληθινῶς ἀπολαύουσι τῶν βρωμάτων οὔτ' εἰς τὸ μέλλον ὠφέλιμον ἐξ αὐτῶν τὴν ἀνάδοσιν καὶ τροφὴν κομίζονται, πᾶν δὲ τοὐναντίον· οἵ τε περὶ τὴν ἀνάγνωσιν τὸ παραπλήσιον ποιοῦντες οὔτε τῆς παραυτίκα διαγωγῆς ἀληθινῶς οὔτε τῆς εἰς τὸ μέλλον ὠφελείας στοχάζονται δεόντως.


Διότι μὲν οὖν, εἰ καί τι τῶν τῆς ἱστορίας μερῶν ἄλλο, καὶ τοῦτο προσδεῖ λόγου καὶ διορθώσεως ἀληθινωτέρας, προφανὲς ἐκ πολλῶν μάλιστα δ' ἐκ τούτων. σχεδὸν γὰρ πάντων, εἰ δὲ μή γε, τῶν πλείστων συγγραφέων πεπειραμένων μὲν ἐξηγεῖσθαι τὰς ἰδιότητας καὶ θέσεις τῶν περὶ τὰς ἐσχατιὰς τόπων τῆς καθ' ἡμᾶς οἰκουμένης, ἐν πολλοῖς δὲ τῶν πλείστων διημαρτηκότων, παραλείπειν μὲν οὐδαμῶς καθήκει, ῥητέον δέ τι πρὸς αὐτοὺς οὐκ ἐκ παρέργου καὶ διερριμμένως ἀλλ' ἐξ ἐπιστάσεως, καὶ ῥητέον οὐκ ἐπιτιμῶντας οὐδ' ἐπιπλήττοντας, ἐπαινοῦντας δὲ μᾶλλον καὶ διορθουμένους τὴν ἄγνοιαν αὐτῶν, γινώσκοντας ὅτι κἀκεῖνοι τῶν νῦν καιρῶν ἐπιλαβόμενοι πολλὰ τῶν αὐτοῖς εἰρημένων εἰς διόρθωσιν ἂν καὶ μετάθεσιν ἤγαγον. ἐν μὲν γὰρ τῷ προγεγονότι χρόνῳ σπανίους ἂν εὕροι τις τῶν Ἑλλήνων τοὺς ἐπιβεβλημένους πολυπραγμονεῖν τὰ κατὰ τὰς ἐσχατιὰς διὰ τὸ τῆς ἐπιβολῆς ἀδύνατον. πολλοὶ μὲν γὰρ ἦσαν οἱ κατὰ θάλατταν τότε κίνδυνοι καὶ δυσεξαρίθμητοι, πολλαπλάσιοι δὲ τούτων οἱ κατὰ γῆν. ἀλλ' εἰ καί τις ἢ κατ' ἀνάγκην ἢ κατὰ προαίρεσιν ἐξίκοιτο πρὸς τὰ πέρατα τῆς οἰκουμένης, οὐδ' οὕτως ἤνυεν τὸ προκείμενον. δυσχερὲς μὲν γὰρ ἐπὶ πλέον τινῶν αὐτόπτην γενέσθαι διὰ τὸ τοὺς μὲν ἐκβεβαρβαρῶσθαι τοὺς δ' ἐρήμους εἶναι τόπους, ἔτι δὲ χαλεπώτερον τὸ περὶ τῶν ὁραθέντων διὰ λόγου τι γνῶναι καὶ μαθεῖν διὰ τὸ τῆς φωνῆς ἐξηλλαγμένον. ἐὰν δὲ καὶ γνῷ τις, ἔτι τῶν πρὸ τοῦ δυσχερέστερον τὸ τῶν ἑωρακότων τινὰ μετρίῳ χρῆσθαι τρόπῳ καὶ καταφρονήσαντα τῆς παραδοξολογίας καὶ τερατείας ἑαυτοῦ χάριν προτιμῆσαι τὴν ἀλήθειαν καὶ μηδὲν τῶν πάρεξ ὄντων ἡμῖν ἀναγγεῖλαι. διόπερ οὐ δυσχεροῦς ἀλλ' ἀδυνάτου σχεδὸν ὑπαρχούσης κατά γε τοὺς προγεγονότας καιροὺς τῆς ἀληθοῦς ἱστορίας ὑπὲρ τῶν προειρημένων, οὐκ εἴ τι παρέλιπον οἱ συγγραφεῖς ἢ διήμαρτον, ἐπιτιμᾶν αὐτοῖς ἄξιον, ἀλλ' ἐφ' ὅσον ἔγνωσάν τι καὶ προεβίβασαν τὴν ἐμπειρίαν τὴν περὶ τούτων ἐν τοιούτοις καιροῖς, ἐπαινεῖν καὶ θαυμάζειν αὐτοὺς δίκαιον. ἐν δὲ τοῖς καθ' ἡμᾶς τῶν μὲν κατὰ τὴν Ἀσίαν διὰ τὴν Ἀλεξάνδρου δυναστείαν τῶν δὲ λοιπῶν τόπων διὰ τὴν Ῥωμαίων ὑπεροχὴν σχεδὸν ἁπάντων πλωτῶν καὶ πορευτῶν γεγονότων, ἀπολελυμένων δὲ καὶ τῶν πρακτικῶν ἀνδρῶν τῆς περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις φιλοτιμίας, ἐκ δὲ τούτων πολλὰς καὶ μεγάλας ἀφορμὰς εἰληφότων εἰς τὸ πολυπραγμονεῖν καὶ φιλομαθεῖν περὶ τῶν προειρημένων, δέον ἂν εἴη καὶ βέλτιον γινώσκειν καὶ ἀληθινώτερον ὑπὲρ τῶν πρότερον ἀγνοουμένων. ὅπερ ἡμεῖς αὐτοί τε πειρασόμεθα ποιεῖν, λαβόντες ἁρμόζοντα τόπον ἐν τῇ πραγματείᾳ τῷ μέρει τούτῳ, τούς τε φιλοπευστοῦντας ὁλοσχερέστερον βουλησόμεθα συνεπιστῆσαι περὶ τῶν προειρημένων, ἐπειδὴ καὶ τὸ πλεῖον τούτου χάριν ὑπεδεξάμεθα τοὺς κινδύνους [καὶ τὰς κακοπαθείας] τοὺς συμβάντας ἡμῖν ἐν πλάνῃ τῇ κατὰ Λιβύην καὶ κατ' Ἰβηρίαν, ἔτι δὲ Γαλατίαν καὶ τὴν ἔξωθεν ταύταις ταῖς χώραις συγκυροῦσαν θάλατταν, ἵνα διορθωσάμενοι τὴν τῶν προγεγονότων ἄγνοιαν ἐν τούτοις γνώριμα ποιήσωμεν τοῖς Ἕλλησι καὶ ταῦτα τὰ μέρη τῆς οἰκουμένης. νῦν δ' ἀναδραμόντες ἐπὶ τὴν παρέκβασιν τῆς διηγήσεως πειρασόμεθα δηλοῦν τοὺς γενομένους ἐκ παρατάξεως ἐν Ἰταλίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις ἀγῶνας.


Τὸ μὲν οὖν πλῆθος τῆς δυνάμεως, ὅπερ ἔχων Ἀννίβας ἐνέβαλεν εἰς Ἰταλίαν, ἤδη δεδηλώκαμεν. μετὰ δὲ τὴν εἰσβολὴν καταστρατοπεδεύσας ὑπ' αὐτὴν τὴν παρώρειαν τῶν Ἄλπεων τὰς μὲν ἀρχὰς ἀνελάμβανε τὰς δυνάμεις. οὐ γὰρ μόνον ὑπὸ τῶν ἀναβάσεων καὶ καταβάσεων, ἔτι δὲ τραχυτήτων τῶν κατὰ τὰς ὑπερβολάς, δεινῶς τεταλαιπωρήκει τὸ σύμπαν αὐτῷ στρατόπεδον, ἀλλὰ καὶ τῇ τῶν ἐπιτηδείων σπάνει καὶ ταῖς τῶν σωμάτων ἀθεραπευσίαις κακῶς ἀπήλλαττε. πολλοὶ δὲ καὶ καθυφεῖνθ' ἑαυτοὺς ὁλοσχερῶς διὰ τὴν ἔνδειαν καὶ συνέχειαν τῶν πόνων. οὔτε γὰρ διακομίζειν εἰς τοσαύτας μυριάδας διὰ τοιούτων τόπων δαψιλῆ τὰ πρὸς τὴν τροφὴν οἷοί τ' ἦσαν, ἅ τε καὶ παρεκόμιζον, ἅμα τῇ τῶν ὑποζυγίων καταφθορᾷ καὶ τούτων τὰ πλεῖστα συναπώλλυτο. διόπερ ὁρμήσας ἀπὸ τῆς τοῦ Ῥοδανοῦ διαβάσεως, πεζοὺς μὲν εἰς ὀκτακισχιλίους καὶ τρισμυρίους ἔχων ἱππεῖς δὲ πλείους ὀκτακισχιλίων, σχεδόν που τὴν ἡμίσειαν τῆς δυνάμεως, καθάπερ ἐπάνω προεῖπον, ἐν ταῖς ὑπερβολαῖς διέφθειρεν. οἵ γε μὴν σωθέντες καὶ ταῖς ἐπιφανείαις καὶ τῇ λοιπῇ διαθέσει διὰ τὴν συνέχειαν τῶν προειρημένων πόνων οἷον ἀποτεθηριωμένοι πάντες ἦσαν. πολλὴν οὖν ποιούμενος πρόνοιαν Ἀννίβας τῆς ἐπιμελείας αὐτῶν ἀνεκτᾶτο καὶ τὰς ψυχὰς ἅμα καὶ τὰ σώματα τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων. μετὰ δὲ ταῦτα, προσανειληφυίας ἤδη τῆς δυνάμεως, τῶν Ταυρίνων, οἳ τυγχάνουσι πρὸς τῇ παρωρείᾳ κατοικοῦντες, στασιαζόντων μὲν πρὸς τοὺς Ἴνσομβρας ἀπιστούντων δὲ τοῖς Καρχηδονίοις, τὸ μὲν πρῶτον αὐτοὺς εἰς φιλίαν προυκαλεῖτο καὶ συμμαχίαν· οὐχ ὑπακουόντων δὲ περιστρατοπεδεύσας τὴν βαρυτάτην πόλιν ἐν τρισὶν ἡμέραις ἐξεπολιόρκησεν. κατασφάξας δὲ τοὺς ἐναντιωθέντας αὐτῷ τοιοῦτον ἐνειργάσατο φόβον τοῖς σύνεγγυς κατοικοῦσιν τῶν βαρβάρων ὥστε πάντας ἐκ χειρὸς παραγίνεσθαι, διδόντας αὑτοὺς εἰς τὴν πίστιν. τὸ δὲ λοιπὸν πλῆθος τῶν τὰ πεδία κατοικούντων Κελτῶν ἐσπούδαζε μὲν κοινωνεῖν τοῖς Καρχηδονίοις τῶν πραγμάτων κατὰ τὴν ἐξ ἀρχῆς ἐπιβολήν· παρηλλαχότων δὲ τῶν Ῥωμαϊκῶν στρατοπέδων ἤδη τοὺς πλείστους αὐτῶν καὶ διακεκλεικότων, ἡσυχίαν ἦγον· τινὲς δὲ καὶ συστρατεύειν ἠναγκάζοντο τοῖς Ῥωμαίοις. εἰς ἃ βλέπων Ἀννίβας ἔκρινε μὴ μέλλειν ἀλλὰ προάγειν εἰς τοὔμπροσθεν καὶ πράττειν τι πρὸς τὸ θαρρῆσαι τοὺς βουλομένους μετέχειν σφίσι τῶν αὐτῶν ἐλπίδων.


Προθέμενος δὲ ταῦτα καὶ τὸν Πόπλιον ἀκούων ἤδη διαβεβηκέναι τὸν Πάδον μετὰ τῶν δυνάμεων καὶ σύνεγγυς εἶναι, τὸ μὲν πρῶτον ἠπίστει τοῖς προσαγγελλομένοις, ἐνθυμούμενος μὲν ὅτι πρότερον ἡμέραις ὀλίγαις αὐτὸν ἀπέλιπε περὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν, καὶ συλλογιζόμενος τόν τε πλοῦν τὸν ἀπὸ Μασσαλίας εἰς Τυρρηνίαν ὡς μακρὸς καὶ δυσπαρακόμιστος εἴη, πρὸς δὲ τούτοις τὴν πορείαν ἱστορῶν τὴν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους διὰ τῆς Ἰταλίας μέχρι πρὸς τὰς Ἄλπεις ὡς πολλὴ καὶ δυσδίοδος ὑπάρχει στρατοπέδοις. πλειόνων δὲ καὶ σαφεστέρως ἀεὶ προσαγγελλόντων, ἐθαύμαζε καὶ κατεπέπληκτο τὴν ὅλην ἐπιβολὴν καὶ τὴν πρᾶξιν τοῦ στρατηγοῦ. τὸ δὲ παραπλήσιον συνέβαινε πάσχειν καὶ τὸν Πόπλιον· τὰς μὲν γὰρ ἀρχὰς οὐδ' ἐπιβάλλεσθαι τῇ διὰ τῶν Ἄλπεων ἤλπισε πορείᾳ τὸν Ἀννίβαν δυνάμεσιν ἀλλοφύλοις· εἰ δὲ καὶ τολμήσαι, καταφθαρήσεσθαι προδήλως αὐτὸν ὑπελάμβανεν. διόπερ ἐν τοιούτοις ὢν διαλογισμοῖς, ὡς ἐπυνθάνετο καὶ σεσῶσθαι καὶ πολιορκεῖν αὐτὸν ἤδη τινὰς πόλεις ἐν Ἰταλίᾳ, κατεπέπληκτο τὴν τόλμαν καὶ τὸ παράβολον τἀνδρός. τὸ δ' αὐτὸ συνέβαινεν καὶ τοῖς ἐν τῇ Ῥώμῃ πεπονθέναι περὶ τῶν προσπιπτόντων. ἄρτι γὰρ τῆς τελευταίας φήμης καταληγούσης ὑπὲρ τῶν Καρχηδονίων ὅτι Ζάκανθαν εἰλήφασιν, καὶ πρὸς ταύτην βεβουλευμένων τὴν ἔννοιαν, καὶ τὸν μὲν ἕνα τῶν στρατηγῶν ἐξαπεσταλκότων εἰς τὴν Λιβύην, ὡς αὐτὴν τὴν Καρχηδόνα πολιορκήσοντα, τὸν ἕτερον δ' εἰς Ἰβηρίαν, ὡς πρὸς Ἀννίβαν ἐκεῖ διαπολεμήσοντα, παρῆν ἀγγελία διότι πάρεστιν Ἀννίβας μετὰ δυνάμεως καὶ πολιορκεῖ τινας ἤδη πόλεις ἐν Ἰταλίᾳ. διότι παραδόξου φανέντος αὐτοῖς τοῦ γινομένου, διαταραχθέντες παραχρῆμα πρὸς τὸν Τεβέριον εἰς τὸ Λιλύβαιον ἐξαπέστελλον, δηλοῦντες μὲν τὴν παρουσίαν τῶν πολεμίων, οἰόμενοι δὲ δεῖν ἀφέμενον τῶν προκειμένων κατὰ σπουδὴν βοηθεῖν τοῖς ἰδίοις πράγμασιν. ὁ δὲ Τεβέριος τοὺς μὲν ἀπὸ τοῦ στόλου παραυτίκα συναθροίσας ἐξέπεμψε, παραγγείλας ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπ' οἴκου· τὰς δὲ πεζικὰς δυνάμεις ἐξώρκισε διὰ τῶν χιλιάρχων, τάξας ἡμέραν ἐν ᾗ δεήσει πάντας ἐν Ἀριμίνῳ γενέσθαι κοιταίους. αὕτη δ' ἔστι πόλις παρὰ τὸν Ἀδρίαν ἐπὶ τῷ πέρατι κειμένη τῶν περὶ τὸν Πάδον πεδίων ὡς ἀπὸ μεσημβρίας. πανταχόθεν δὲ τοῦ κινήματος ἅμα γινομένου, καὶ τῶν συμβαινόντων πᾶσι παρὰ δόξαν προσπιπτόντων, ἦν παρ' ἑκάστοις ἐπίστασις ὑπὲρ τοῦ μέλλοντος οὐκ εὐκαταφρόνητος.


Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη συνεγγίζοντες ἀλλήλοις Ἀννίβας καὶ Πόπλιος ἐπεβάλοντο παρακαλεῖν τὰς ἑαυτῶν δυνάμεις, ἑκάτερος προθέμενος τὰ πρέποντα τοῖς παροῦσι καιροῖς. Ἀννίβας μὲν οὖν διὰ τοιοῦδέ τινος ἐνεχείρει τρόπου ποιεῖσθαι τὴν παραίνεσιν. συναγαγὼν γὰρ τὰ πλήθη παρήγαγεν νεανίσκους τῶν αἰχμαλώτων, οὓς εἰλήφει κακοποιοῦντας τὴν πορείαν ἐν ταῖς περὶ τὰς Ἄλπεις δυσχωρίαις. τούτους δὲ κακῶς διετίθετο, παρασκευαζόμενος πρὸς τὸ μέλλον· καὶ γὰρ δεσμοὺς εἶχον βαρεῖς καὶ τῷ λιμῷ συνέσχηντο, καὶ ταῖς πληγαῖς αὐτῶν τὰ σώματα διέφθαρτο. καθίσας οὖν τούτους εἰς τὸ μέσον προέθηκε πανοπλίας Γαλατικάς, οἵαις εἰώθασιν οἱ βασιλεῖς αὐτῶν, ὅταν μονομαχεῖν μέλλωσιν, κατακοσμεῖσθαι· πρὸς δὲ τούτοις ἵππους παρέστησε καὶ σάγους εἰσήνεγκε πολυτελεῖς. κἄπειτα τῶν νεανίσκων ἤρετο τίνες αὐτῶν βούλονται διαγωνίσασθαι πρὸς ἀλλήλους ἐφ' ᾧ τὸν μὲν νικήσαντα τὰ προκείμενα λαμβάνειν ἆθλα, τὸν δ' ἡττηθέντα τῶν παρόντων ἀπηλλάχθαι κακῶν, τελευτήσαντα τὸν βίον. πάντων δ' ἀναβοησάντων ἅμα καὶ δηλούντων ὅτι βούλονται μονομαχεῖν, κληρώσασθαι προσέταξε καὶ δύο τοὺς λαχόντας καθοπλισαμένους ἐκέλευσε μάχεσθαι πρὸς ἀλλήλους. παραυτίκα μὲν οὖν ἀκούσαντες οἱ νεανίσκοι ταῦτα καὶ τὰς χεῖρας ἐξαίροντες εὔχοντο τοῖς θεοῖς, σπεύδων ἕκαστος αὐτὸς γενέσθαι τῶν λαχόντων. ἐπεὶ δ' ἐδηλώθη τὰ κατὰ τὸν κλῆρον, ἦσαν οἱ μὲν εἰληχότες περιχαρεῖς, οἱ δ' ἄλλοι τοὐναντίον. γενομένης δὲ τῆς μάχης οὐχ ἧττον ἐμακάριζον οἱ περιλειπόμενοι τῶν αἰχμαλώτων τὸν τεθνεῶτα τοῦ νενικηκότος, ὡς πολλῶν καὶ μεγάλων κακῶν ἐκείνου μὲν ἀπολελυμένου, σφᾶς δ' αὐτοὺς ἀκμὴν ὑπομένοντας. ἦν δὲ παραπλησία καὶ περὶ τοὺς πολλοὺς τῶν Καρχηδονίων ἡ διάληψις· ἐκ παραθέσεως γὰρ θεωρουμένης τῆς τῶν ἀγομένων καὶ ζώντων ταλαιπωρίας, τούτους μὲν ἠλέουν, τὸν δὲ τεθνεῶτα πάν τες ἐμακάριζον. Ἀννίβας δὲ διὰ τῶν προειρημένων τὴν προκειμένην διάθεσιν ἐνεργασάμενος ταῖς τῶν δυνάμεων ψυχαῖς, μετὰ ταῦτα προελθὼν αὐτὸς τούτου χάριν ἔφη παρεισάγειν τοὺς αἰχμαλώτους, ἵν' ἐπὶ τῶν ἀλλοτρίων συμπτωμάτων ἐναργῶς θεασάμενοι τὸ συμβαῖνον βέλτιον ὑπὲρ τῶν σφίσι παρόντων βουλεύωνται πραγμάτων. εἰς παραπλήσιον γὰρ αὐτοὺς ἀγῶνα καὶ καιρὸν τὴν τύχην συγκεκλεικέναι καὶ παραπλήσια τοῖς νῦν ἆθλα προτεθεικέναι. δεῖν γὰρ ἢ νικᾶν ἢ θνήσκειν ἢ τοῖς ἐχθροῖς ὑποχειρίους γενέσθαι ζῶντας. εἶναι δ' ἐκ μὲν τοῦ νικᾶν ἆθλον οὐχ ἵππους καὶ σάγους, ἀλλὰ τὸ πάντων ἀνθρώπων γενέσθαι μακαριωτάτους, κρατήσαντας τῆς Ῥωμαίων εὐδαιμονίας, ἐκ δὲ τοῦ μαχομένους τι παθεῖν, διαγωνιζομένους ἕως τῆς ἐσχάτης ἀναπνοῆς ὑπὲρ τῆς καλλίστης ἐλπίδος μεταλλάξαι τὸν βίον ἐν χειρῶν νόμῳ, μηδενὸς κακοῦ λαβόντας πεῖραν, τοῖς δ' ἡττωμένοις καὶ διὰ τὴν πρὸς τὸ ζῆν ἐπιθυμίαν ὑπομένουσι φεύγειν ἢ κατ' ἄλλον τινὰ τρόπον ἑλομένοις τὸ ζῆν παντὸς κακοῦ καὶ πάσης ἀτυχίας μετασχεῖν. οὐδένα γὰρ οὕτως ἀλόγιστον οὐδὲ νωθρὸν αὐτῶν ὑπάρχειν, ὃς μνημονεύων μὲν τοῦ μήκους τῆς ὁδοῦ τῆς διηνυσμένης ἐκ τῶν πατρίδων, μνημονεύων δὲ τοῦ πλήθους τῶν μεταξὺ πολεμίων, εἰδὼς δὲ τὰ μεγέθη τῶν ποταμῶν ὧν διεπέρασεν, ἐλπίσαι ποτ' ἂν ὅτι φεύγων εἰς τὴν οἰκείαν ἀφίξεται. διόπερ ᾤετο δεῖν αὐτούς, ἀποκεκομμένης καθόλου τῆς τοιαύτης ἐλπίδος, τὴν αὐτὴν διάληψιν ποιεῖσθαι περὶ τῶν καθ' αὑτοὺς πραγμάτων ἥνπερ ἀρτίως ἐποιοῦντο περὶ τῶν ἀλλοτρίων συμπτωμάτων. καθάπερ γὰρ ἐπ' ἐκείνων τὸν μὲν νικήσαντα καὶ τεθνεῶτα πάντες ἐμακάριζον τοὺς δὲ ζῶντας ἠλέουν, οὕτως ᾤετο δεῖν καὶ περὶ τῶν καθ' αὑτοὺς διαλαμβάνειν καὶ πάντας ἰέναι πρὸς τοὺς ἀγῶνας, μάλιστα μὲν νικήσοντας, ἂν δὲ μὴ τοῦτ' ᾖ δυνατόν, ἀποθανουμένους. τὴν δὲ τοῦ ζῆν ἡττημένους ἐλπίδα κατὰ μηδένα τρόπον ἠξίου λαμβάνειν ἐν νῷ. τούτῳ γὰρ χρησαμένων αὐτῶν τῷ λογισμῷ καὶ τῇ προθέσει ταύτῃ, καὶ τὸ νικᾶν ἅμα καὶ τὸ σώζεσθαι προδήλως σφίσι συνεξακολουθήσειν. πάντας γὰρ τοὺς ἢ κατὰ προαίρεσιν ἢ κατ' ἀνάγκην τοιαύτῃ προθέσει κεχρημένους οὐδέποτε διεψεῦσθαι τοῦ κρατεῖν τῶν ἀντιταξαμένων. ὅταν δὲ δὴ καὶ τοῖς πολεμίοις συμβαίνῃ τὴν ἐναντίαν ἐλπίδα ταύτης ὑπάρχειν, ὃ νῦν ἐστι περὶ Ῥωμαίους, ὥστε φεύγουσι πρόδηλον εἶναι τοῖς πλείστοις τὴν σωτηρίαν, παρακειμένης αὐτοῖς τῆς οἰκείας, δῆλον ὡς ἀνυπόστατος γίνοιτ' ἂν ἡ τῶν ἀπηλπικότων τόλμα. τῶν δὲ πολλῶν ἀποδεχομένων τό τε παράδειγμα καὶ τοὺς λόγους καὶ λαμβανόντων ὁρμὴν καὶ παράστασιν οἵαν ὁ παρακαλῶν ἐσπούδασε, τότε μὲν ἐπαινέσας αὐτοὺς διαφῆκε, τῇ δ' ἐπαύριον ἀναζυγὴν ἅμα τῷ φωτὶ παρήγγειλε.


Πόπλιος δὲ περὶ τὰς αὐτὰς ἡμέρας τὸν Πάδον ποταμὸν ἤδη πεπεραιωμένος, τὸν δὲ Τίκινον κρίνων εἰς τοὔμπροσθεν διαβαίνειν, τοῖς μὲν ἐπιτηδείοις γεφυροποιεῖν παρήγγειλε, τὰς δὲ λοιπὰς δυνάμεις συναγαγὼν παρεκάλει. τὰ μὲν οὖν πολλὰ τῶν λεγομένων ἦν περί τε τοῦ τῆς πατρίδος ἀξιώματος καὶ τῶν προγονικῶν πράξεων, τὰ δὲ τοῦ παρεστῶτος καιροῦ τοιάδε. ἔφη γὰρ δεῖν καὶ μηδεμίαν μὲν εἰληφότας πεῖραν ἐπὶ τοῦ παρόντος τῶν ὑπεναντίων, αὐτὸ δὲ τοῦτο γινώσκοντας ὅτι μέλλουσι πρὸς Καρχηδονίους κινδυνεύειν, ἀναμφισβήτητον ἔχειν τὴν τοῦ νικᾶν ἐλπίδα, καὶ καθόλου δεινὸν ἡγεῖσθαι καὶ παράλογον, εἰ τολμῶσι Καρχηδόνιοι Ῥωμαίοις ἀντοφθαλμεῖν, πολλάκις μὲν ὑπ' αὐτῶν ἡττημένοι, πολλοὺς δ' ἐξενηνοχότες φόρους, μόνον δ' οὐχὶ δουλεύοντες αὐτοῖς ἤδη τοσούτους χρόνους. ὅταν δέ, χωρὶς τῶν προειρημένων, καὶ τῶν νῦν παρόντων ἀνδρῶν ἔχωμεν ἐπὶ ποσὸν πεῖραν ὅτι μόνον οὐ τολμῶσι κατὰ πρόσωπον ἰδεῖν ἡμᾶς, τίνα χρὴ διάληψιν ποιεῖσθαι περὶ τοῦ μέλλοντος τοὺς ὀρθῶς λογιζομένους; καὶ μὴν οὔτε τοὺς ἱππεῖς συμπεσόντας τοῖς παρ' αὑτῶν ἱππεῦσι περὶ τὸν Ῥοδανὸν ποταμὸν ἀπαλλάξαι καλῶς, ἀλλὰ πολλοὺς ἀποβαλόντας αὑτῶν φυγεῖν αἰσχρῶς μέχρι τῆς ἰδίας παρεμβολῆς, τόν τε στρατηγὸν αὐτῶν καὶ τὴν σύμπασαν δύναμιν ἐπιγνόντας τὴν παρουσίαν τῶν ἡμετέρων στρατιωτῶν φυγῇ παραπλησίαν ποιήσασθαι τὴν ἀποχώρησιν καὶ παρὰ τὴν αὑτῶν προαίρεσιν διὰ τὸν φόβον κεχρῆσθαι τῇ διὰ τῶν Ἄλπεων πορείᾳ. παρεῖναι δὲ καὶ νῦν ἔφη τὸν Ἀννίβαν, κατεφθαρκότα μὲν τὸ πλεῖστον μέρος τῆς δυνάμεως, τὸ δὲ περιλειπόμενον ἀδύνατον καὶ δύσχρηστον ἔχοντα διὰ τὴν κακουχίαν, ὁμοίως δὲ καὶ τῶν ἵππων τοὺς μὲν πλείστους ἀπολωλεκότα, τοὺς δὲ λοιποὺς ἠχρειωκότα διὰ τὸ μῆκος καὶ τὴν δυσχέρειαν τῆς ὁδοῦ. δι' ὧν ἐπιδεικνύειν ἐπειρᾶτο διότι μόνον ἐπιφανῆναι δεῖ τοῖς πολεμίοις. μάλιστα δ' ἠξίου θαρρεῖν αὐτοὺς βλέποντας εἰς τὴν αὑτοῦ παρουσίαν· οὐδέποτε γὰρ ἂν ἀπολιπὼν τὸν στόλον καὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, ἐφ' ἃς ἀπεστάλη, δεῦρο μετὰ τοιαύτης ἐλθεῖν σπουδῆς, εἰ μὴ καὶ λίαν ἐκ τῶν κατὰ λόγον ἑώρα τὴν πρᾶξιν ταύτην ἀναγκαίαν μὲν οὖσαν τῇ πατρίδι, πρόδηλον δ' ἐν αὐτῇ τὴν νίκην ὑπάρχουσαν. πάντων δὲ καὶ διὰ τὴν τοῦ λέγοντος πίστιν καὶ διὰ τὴν τῶν λεγομένων ἀλήθειαν ἐκθύμως ἐχόντων πρὸς τὸ κινδυνεύειν, ἀποδεξάμενος αὐτῶν τὴν ὁρμὴν διαφῆκε, προσπαρακαλέσας ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον.


Τῇ δὲ κατὰ πόδας ἡμέρᾳ προῆγον ἀμφότεροι παρὰ τὸν ποταμὸν ἐκ τοῦ πρὸς τὰς Ἄλπεις μέρους, ἔχοντες εὐώνυμον μὲν οἱ Ῥωμαῖοι, δεξιὸν δὲ τὸν ῥοῦν οἱ Καρχηδόνιοι. γνόντες δὲ τῇ δευτέρᾳ διὰ τῶν προνομευόντων ὅτι σύνεγγύς εἰσιν ἀλλήλων, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσαντες ἔμειναν. τῇ δ' ἐπαύριον πᾶσαν τὴν ἵππον ἀναλαβόντες ἀμφότεροι, Πόπλιος δὲ καὶ τῶν πεζῶν τοὺς ἀκοντιστάς, προῆγον διὰ τοῦ πεδίου, σπεύδοντες κατοπτεῦσαι τὰς ἀλλήλων δυνάμεις. ἅμα δὲ τῷ πλησιάζειν αὑτοῖς καὶ συνιδεῖν τὸν κονιορτὸν ἐξαιρόμενον εὐθέως συνετάττοντο πρὸς μάχην. ὁ μὲν οὖν Πόπλιος προθέμενος τοὺς ἀκοντιστὰς καὶ τοὺς ἅμα τούτοις Γαλατικοὺς ἱππεῖς, τοὺς δὲ λοιποὺς ἐν μετώπῳ καταστήσας προῄει βάδην. ὁ δ' Ἀννίβας τὴν μὲν κεχαλινωμένην ἵππον καὶ πᾶν τὸ στάσιμον αὐτῆς κατὰ πρόσωπον τάξας ἀπήντα τοῖς πολεμίοις, τοὺς δὲ Νομαδικοὺς ἱππεῖς ἀφ' ἑκατέρου τοῦ κέρατος ἡτοιμάκει πρὸς κύκλωσιν. ἀμφοτέρων δὲ καὶ τῶν ἡγεμόνων καὶ τῶν ἱππέων φιλοτίμως διακειμένων πρὸς τὸν κίνδυνον, τοιαύτην συνέβη γενέσθαι τὴν πρώτην σύμπτωσιν ὥστε τοὺς ἀκοντιστὰς μὴ φθάσαι τὸ πρῶτον ἐκβαλόντας βέλος, φεύγειν δ' ἐγκλίναντας εὐθέως διὰ τῶν διαστημάτων ὑπὸ τὰς παρ' αὑτῶν ἴλας, καταπλαγέντας τὴν ἐπιφορὰν καὶ περιδεεῖς γενομένους μὴ συμπατηθῶσιν ὑπὸ τῶν ἐπιφερομένων ἱππέων. οἱ μὲν οὖν κατὰ πρόσωπον ἀλλήλοις συμπεσόντες ἐπὶ πολὺν χρόνον ἐποίουν ἰσόρροπον τὸν κίνδυνον· ὁμοῦ γὰρ ἦν ἱππομαχία καὶ πεζομαχία διὰ τὸ πλῆθος τῶν παρακαταβαινόντων ἀνδρῶν ἐν αὐτῇ τῇ μάχῃ. τῶν δὲ Νομάδων κυκλωσάντων καὶ κατόπιν ἐπιπεσόντων, οἱ μὲν πεζακοντισταὶ τὸ πρῶτον διαφυγόντες τὴν σύμπτωσιν τῶν ἱππέων τότε συνεπατήθησαν ὑπὸ τοῦ πλήθους καὶ τῆς ἐπιφορᾶς τῶν Νομάδων· οἱ δὲ κατὰ πρόσωπον ἐξ ἀρχῆς διαμαχόμενοι πρὸς τοὺς Καρχηδονίους, πολλοὺς μὲν αὑτῶν ἀπολωλεκότες, ἔτι δὲ πλείους τῶν Καρχηδονίων διεφθαρκότες, συνεπιθεμένων ἀπ' οὐρᾶς τῶν Νομάδων, ἐτράπησαν, οἱ μὲν πολλοὶ σποράδες, τινὲς δὲ περὶ τὸν ἡγεμόνα συστραφέντες.


Πόπλιος μὲν οὖν ἀναζεύξας προσῆγε διὰ τῶν πεδίων ἐπὶ τὴν τοῦ Πάδου γέφυραν, σπεύδων φθάσαι διαβιβάσας τὰ στρατόπεδα. θεωρῶν γὰρ τοὺς μὲν τόπους ἐπιπέδους ὄντας, τοὺς δ' ὑπεναντίους ἱπποκρατοῦντας, αὑτὸν δὲ βαρυνόμενον ὑπὸ τοῦ τραύματος, εἰς ἀσφαλὲς ἔκρινε δεῖν ἀποκαταστῆσαι τὰς δυνάμεις. Ἀννίβας δὲ μέχρι μέν τινος ὑπέλαβε τοῖς πεζικοῖς στρατοπέδοις αὐτοὺς διακινδυνεύειν· συνιδὼν δὲ κεκινηκότας ἐκ τῆς παρεμβολῆς, ἕως μὲν τοῦ πρώτου ποταμοῦ καὶ τῆς ἐπὶ τούτῳ γεφύρας ἠκολούθει, καταλαβὼν δὲ τὰς μὲν πλείστας τῶν σανίδων ἀνεσπασμένας, τοὺς δὲ φυλάττοντας τὴν γέφυραν ἔτι περὶ τὸν ποταμὸν ὑπολειπομένους, τούτων μὲν ἐγκρατὴς ἐγένετο, σχεδὸν ἑξακοσίων ὄντων τὸν ἀριθμόν· τοὺς δὲ λοιποὺς ἀκούων ἤδη πολὺ προειληφέναι, μεταβαλόμενος αὖθις εἰς τἀναντία παρὰ τὸν ποταμὸν ἐποιεῖτο τὴν πορείαν, σπεύδων ἐπὶ τόπον εὐγεφύρωτον ἀφικέσθαι τοῦ Πάδου. καταλύσας δὲ δευτεραῖος καὶ γεφυρώσας τοῖς ποταμίοις πλοίοις τὴν διάβασιν Ἀσδρούβᾳ μὲν ἐπέταξεν διακομίζειν τὸ πλῆθος, αὐτὸς δὲ διαβὰς εὐθέως ἐχρημάτιζε τοῖς παραγεγονόσι πρεσβευταῖς ἀπὸ τῶν σύνεγγυς τόπων. ἅμα γὰρ τῷ γενέσθαι τὸ προτέρημα πάντες ἔσπευδον οἱ παρακείμενοι Κελτοὶ κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ φίλοι γίνεσθαι καὶ χορηγεῖν καὶ συστρατεύειν τοῖς Καρχηδονίοις. ἀποδεξάμενος δὲ τοὺς παρόντας φιλανθρώπως καὶ κομισάμενος τὰς δυνάμεις ἐκ τοῦ πέραν προῆγεν παρὰ τὸν ποταμόν, τὴν ἐναντίαν ποιούμενος τῇ πρόσθεν παρόδῳ· κατὰ ῥοῦν γὰρ ἐποιεῖτο τὴν πορείαν, σπεύδων συνάψαι τοῖς ὑπεναντίοις. ὁ δὲ Πόπλιος περαιωθεὶς τὸν Πάδον καὶ στρατοπεδεύσας περὶ πόλιν Πλακεντίαν, ἥτις ἦν ἀποικία Ῥωμαίων, ἅμα μὲν αὑτὸν ἐθεράπευε καὶ τοὺς ἄλλους τραυματίας, ἅμα δὲ τὰς δυνάμεις εἰς ἀσφαλὲς ἀπηρεῖσθαι νομίζων ἦγε τὴν ἡσυχίαν. Ἀννίβας δὲ παραγενόμενος δευτεραῖος ἀπὸ τῆς διαβάσεως ἐγγὺς τῶν πολεμίων τῇ τρίτῃ παρέταξε τὴν δύναμιν ἐν συνόψει τοῖς ὑπεναντίοις. οὐδενὸς δὲ σφίσιν ἀντεξάγοντος, κατεστρατοπέδευσε, λαβὼν περὶ πεντήκοντα στάδια τὸ μεταξὺ διάστημα τῶν στρατοπέδων.


Οἱ δὲ συστρατευόμενοι Κελτοὶ τοῖς Ῥωμαίοις θεωροῦντες ἐπικυδεστέρας τὰς τῶν Καρχηδονίων ἐλπίδας, συνταξάμενοι πρὸς ἀλλήλους καιρὸν ἐπετήρουν πρὸς ἐπίθεσιν, μένοντες ἐν ταῖς ἑαυτῶν ἕκαστοι σκηναῖς. δειπνοποιησαμένων δὲ καὶ κατακοιμισθέντων τῶν ἐν τῷ χάρακι, παρελθεῖν ἐάσαντες τὸ πλεῖον μέρος τῆς νυκτὸς καθωπλισμένοι περὶ τὴν ἑωθινὴν φυλακὴν ἐπιτίθενται τοῖς σύνεγγυς τῶν Ῥωμαίων παραστρατοπεδεύουσι. καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, οὐκ ὀλίγους δὲ κατετραυμάτισαν· τέλος δὲ τὰς κεφαλὰς ἀποτεμόντες τῶν τεθνεώτων ἀπεχώρουν πρὸς τοὺς Καρχηδονίους, ὄντες πεζοὶ μὲν εἰς δισχιλίους, ἱππεῖς δὲ μικρῷ λείποντες διακοσίων. Ἀννίβας δὲ φιλοφρόνως ἀποδεξάμενος αὐτῶν τὴν παρουσίαν, τούτους μὲν εὐθέως παρακαλέσας καὶ δωρεὰς ἑκάστοις τὰς ἁρμοζούσας ἐπαγγειλάμενος ἐξέπεμψεν εἰς τὰς αὑτῶν πόλεις, δηλώσοντας μὲν τὰ πεπραγμένα τοῖς πολίταις, παρακαλέσοντας δὲ πρὸς τὴν αὑτοῦ συμμαχίαν. ᾔδει γὰρ ὅτι πάντες κατ' ἀνάγκην αὐτῷ κοινωνήσουσι τῶν πραγμάτων, ἐπιγνόντες τὸ γεγονὸς ἐκ τῶν σφετέρων πολιτῶν παρασπόνδημα κατὰ τῶν Ῥωμαίων. ἅμα δὲ τούτοις καὶ τῶν Βοίων παραγεγονότων καὶ τοὺς τρεῖς ἄνδρας ἐγχειριζόντων αὐτῷ τοὺς ἐπὶ τὴν διάδοσιν τῆς χώρας ὑπὸ Ῥωμαίων ἐξαπεσταλμένους, ὧν κατ' ἀρχὰς ἐκυρίευσαν τοῦ πολέμου παρασπονδήσαντες, καθάπερ ἐπάνω προεῖπον, ἀποδεξάμενος Ἀννίβας τὴν εὔνοιαν αὐτῶν ὑπὲρ μὲν τῆς φιλίας καὶ συμμαχίας ἔθετο πρὸς τοὺς παρόντας πίστεις· τούς γε μὴν ἄνδρας αὐτοῖς ἀπέδωκε, παραγγείλας τηρεῖν, ἵνα παρὰ τούτων κομίσωνται τοὺς αὑτῶν ὁμήρους κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.


Πόπλιος δὲ σχετλιάζων ἐπὶ τῷ γεγονότι παρασπονδήματι καὶ συλλογισάμενος ὅτι πάλαι τῶν Κελτῶν πρὸς αὐτοὺς ἀλλοτρίως διακειμένων, τούτων ἐπιγεγονότων πάντας τοὺς πέριξ Γαλάτας συμβήσεται πρὸς τοὺς Καρχηδονίους ἀπονεύειν, ἔγνω δεῖν εὐλαβηθῆναι τὸ μέλλον. διόπερ ἐπιγενομένης τῆς νυκτὸς ὑπὸ τὴν ἑωθινὴν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὸν Τρεβίαν ποταμὸν καὶ τοὺς τούτῳ συνάπτοντας γεωλόφους, πιστεύων τῇ τε τῶν τόπων ὀχυρότητι καὶ τοῖς παροικοῦσι τῶν συμμάχων. Ἀννίβας δὲ τὴν ἀναζυγὴν αὐτῶν ἐπιγνοὺς παραυτίκα μὲν τοὺς Νομαδικοὺς ἱππεῖς ἐξαπέστελλε, μετ' οὐ πολὺ δὲ τοὺς ἄλλους· τούτοις δ' ἐκ ποδὸς τὴν δύναμιν ἔχων αὐτὸς εἵπετο κατόπιν. οἱ μὲν οὖν Νομάδες εἰς ἔρημον τὴν στρατοπεδείαν ἐμπεσόντες ταύτην ἐνεπίμπρασαν. ὃ δὴ καὶ σφόδρα συνήνεγκε τοῖς Ῥωμαίοις, ὡς εἴπερ οὗτοι κατὰ πόδας ἀκολουθήσαντες συνῆψαν ταῖς ἀποσκευαῖς, πολλοὺς ἂν αὐτῶν ὑπὸ τῶν ἱππέων ἐν τοῖς ἐπιπέδοις συνέβη διαφθαρῆναι. νῦν δ' οἱ πλείους ἔφθασαν διαβάντες τὸν Τρεβίαν ποταμόν· τῶν δὲ καταλειφθέντων ἐπὶ τῆς οὐραγίας οἱ μὲν διεφθάρησαν, οἱ δὲ ζῶντες ἑάλωσαν ὑπὸ τῶν Καρχηδονίων. Πόπλιος μὲν οὖν διαβὰς τὸν προειρημένον ποταμὸν ἐστρατοπέδευσε περὶ τοὺς πρώτους λόφους καὶ περιλαβὼν τάφρῳ καὶ χάρακι τὴν παρεμβολὴν ἀνεδέχετο μὲν τὸν Τεβέριον καὶ τὰς μετ' ἐκείνου δυνάμεις, ἐθεράπευε δ' αὑτὸν ἐπιμελῶς, σπουδάζων εἰ δύναιτο κοινωνῆσαι τοῦ μέλλοντος κινδύνου. Ἀννίβας δὲ περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῶν πολεμίων αὐτοῦ κατεστρατοπέδευσε. τὸ δὲ τῶν Κελτῶν πλῆθος τὸ τὰ πεδία κατοικοῦν, συνεξεστηκὸς ταῖς τῶν Καρχηδονίων ἐλπίσι, δαψιλῶς μὲν ἐχορήγει τὸ στρατόπεδον τοῖς ἐπιτηδείοις, ἕτοιμον δ' ἦν παντὸς κοινωνεῖν ἔργου καὶ κινδύνου τοῖς περὶ τὸν Ἀννίβαν. οἱ δ' ἐν τῇ Ῥώμῃ, προσπεπτωκότων τῶν κατὰ τὴν ἱππομαχίαν, ἐξενίζοντο μὲν τῷ τὸ συμβεβηκὸς εἶναι παρὰ τὴν προσδοκίαν, οὐ μὴν ἠπόρουν γε σκήψεων πρὸς τὸ μὴ δοκεῖν αὐτοῖς ἧτταν εἶναι τὸ γεγονός, ἀλλ' οἱ μὲν ᾐτιῶντο τὴν τοῦ στρατηγοῦ προπέτειαν, οἱ δὲ τὴν τῶν Κελτῶν ἐθελοκάκησιν, στοχαζόμενοι διὰ τῆς τελευταίας ἀποστάσεως. καθόλου δὲ τῶν πεζικῶν στρατοπέδων ἀκεραίων ὄντων ἀκεραίους εἶναι διελάμβανον τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας. ὅθεν καὶ συνάψαντος τοῦ Τεβερίου καὶ τῶν μετ' ἐκείνου στρατοπέδων καὶ διαπορευομένων διὰ τῆς Ῥώμης, ἐξ ἐπιφανείας ἐδόξαζον κριθήσεσθαι τὴν μάχην. ἁθροισθέντων δὲ τῶν στρατιωτῶν κατὰ τὸν ὅρκον εἰς Ἀρίμινον, ἀναλαβὼν αὐτοὺς ὁ στρατηγὸς προῆγε, σπεύδων συνάψαι τοῖς περὶ τὸν Πόπλιον. συμμίξας δὲ καὶ καταστρατοπεδεύσας παρ' αὐτοῖς ταῖς οἰκείαις δυνάμεσι τὸ μὲν πλῆθος ἀνελάμβανε τῶν ἀνδρῶν, ὡς ἂν ἐκ Λιλυβαίου τετταράκοντα συνεχῶς ἡμέρας πεπεζοπορηκότων εἰς Ἀρίμινον, τὰς δὲ παρασκευὰς ἐποιεῖτο πάσας ὡς πρὸς μάχην, αὐτὸς δ' ἐπιμελῶς συνήδρευε τῷ Ποπλίῳ, τὰ μὲν ἤδη γεγονότα πυνθανόμενος, περὶ δὲ τῶν παρόντων συνδιανοούμενος.


Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀννίβας πραξικοπήσας πόλιν Κλαστίδιον, ἐνδόντος αὐτῷ τοῦ πεπιστευμένου παρὰ Ῥωμαίων, ἀνδρὸς Βρεντεσίνου, κατέσχε. γενόμενος δὲ κύριος τῆς φρουρᾶς καὶ τῆς τοῦ σίτου παραθέσεως τούτῳ μὲν πρὸς τὸ παρὸν ἐχρήσατο, τοὺς δὲ παραληφθέντας ἄνδρας ἀβλαβεῖς μεθ' ἑαυτοῦ προῆγε, δεῖγμα βουλόμενος ἐκφέρειν τῆς σφετέρας προαιρέσεως πρὸς τὸ μὴ δεδιότας ἀπελπίζειν τὴν παρ' αὐτοῦ σωτηρίαν τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους. τὸν δὲ προδότην ἐτίμησε μεγαλείως, ἐκκαλέσασθαι σπουδάζων τοὺς ἐπὶ πραγμάτων ταττομένους πρὸς τὰς Καρχηδονίων ἐλπίδας.


Μετὰ δὲ ταῦτα συνθεωρήσας τινὰς τῶν Κελτῶν, οἳ κατώκουν μεταξὺ τοῦ Πάδου καὶ τοῦ Τρεβία ποταμοῦ, πεποιημένους μὲν καὶ πρὸς αὑτὸν φιλίαν, διαπεμπομένους δὲ καὶ πρὸς Ῥωμαίους καὶ πεπεισμένους τῷ τοιούτῳ τρόπῳ τὴν παρ' ἀμφοῖν ἀσφάλειαν αὑτοῖς ὑπάρξειν, ἐξαποστέλλει πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ Κελτοὺς καὶ Νομάδας εἰς χιλίους, προστάξας ἐπιδραμεῖν αὐτῶν τὴν χώραν. τῶν δὲ πραξάντων τὸ προσταχθὲν καὶ πολλὴν περιβαλομένων λείαν, εὐθέως οἱ Κελτοὶ παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, δεόμενοι σφίσι βοηθεῖν. Τεβέριος δὲ καὶ πάλαι ζητῶν ἀφορμὴν τοῦ πράττειν τότε λαβὼν πρόφασιν ἐξαπέστειλε τῶν μὲν ἱππέων τὸ πλεῖστον μέρος, πεζοὺς δὲ σὺν τούτοις ἀκοντιστὰς εἰς χιλίους. σπουδῇ δὲ τούτων προσμιξάντων πέραν τοῦ Τρεβία καὶ διαμαχομένων τοῖς πολεμίοις ὑπὲρ τῆς λείας, ἐτράπησαν οἱ Κελτοὶ σὺν τοῖς Νομάσι καὶ τὴν ἀποχώρησιν ἐπὶ τὸν ἑαυτῶν ἐποιοῦντο χάρακα. ταχὺ δὲ συννοήσαντες τὸ γινόμενον οἱ προκαθήμενοι τῆς τῶν Καρχηδονίων παρεμβολῆς ἐντεῦθεν ταῖς ἐφεδρείαις ἐβοήθουν τοῖς πιεζομένοις· οὗ γενομένου τραπέντες οἱ Ῥωμαῖοι πάλιν ἐποιοῦντο τὴν ἀπόλυσιν εἰς τὴν ἑαυτῶν παρεμβολήν. Τεβέριος δὲ συνορῶν τὸ γινόμενον πάντας ἐπαφῆκε τοὺς ἵππους καὶ τοὺς ἀκοντιστάς. τούτου δὲ συμπεσόντος αὖθις ἐγκλίναντες οἱ Κελτοὶ πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἀπεχώρουν. ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἀπαράσκευος ὢν πρὸς τὸ κρίνειν τὰ ὅλα καὶ νομίζων δεῖν μηδέποτε χωρὶς προθέσεως μηδ' ἐκ πάσης ἀφορμῆς ποιεῖσθαι τοὺς ὁλοσχερεῖς κινδύνους, ὅπερ εἶναι φατέον ἡγεμόνος ἔργον ἀγαθοῦ, τότε μὲν ἐπέσχε τοὺς παρ' αὑτοῦ συνεγγίσαντας τῷ χάρακι καὶ στῆναι μὲν ἐκ μεταβολῆς ἠνάγκασε, διώκειν δὲ καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐκώλυσε, διὰ τῶν ὑπηρετῶν καὶ σαλπιγκτῶν ἀνακαλούμενος. οἱ δὲ Ῥωμαῖοι βραχὺν ἐπισχόντες χρόνον ἀνέλυσαν, ὀλίγους μὲν αὑτῶν ἀποβαλόντες, πλείους δὲ τῶν Καρχηδονίων διεφθαρκότες.


Ὁ δὲ Τεβέριος μετεωρισθεὶς καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ προτερήματι φιλοτίμως εἶχε πρὸς τὸ τὴν ταχίστην κρῖναι τὰ ὅλα. προέκειτο μὲν οὖν αὐτῷ κατὰ τὴν ἰδίαν γνώμην χρῆσθαι τοῖς παροῦσι διὰ τὸ τὸν Πόπλιον ἀρρωστεῖν· ὅμως δὲ βουλόμενος προσλαβέσθαι καὶ τὴν τοῦ συνάρχοντος γνώμην ἐποιεῖτο λόγους περὶ τούτων πρὸς αὐτόν. ὁ δὲ Πόπλιος τὴν ἐναντίαν εἶχε διάληψιν περὶ τῶν ἐνεστώτων· τὰ γὰρ στρατόπεδα χειμασκήσαντα βελτίω τὰ παρ' αὑτῶν ὑπελάμβανε γενήσεσθαι, τήν τε τῶν Κελτῶν ἀθεσίαν οὐκ ἐμμενεῖν ἐν τῇ πίστει, τῶν Καρχηδονίων ἀπραγούντων καὶ τὴν ἡσυχίαν ἀναγκαζομένων ἄγειν, ἀλλὰ καινοτομήσειν τι πάλιν κατ' ἐκείνων. πρὸς δὲ τούτοις αὐτὸς ὑγιασθεὶς ἐκ τοῦ τραύματος ἀληθινὴν παρέξεσθαι χρείαν ἤλπιζε τοῖς κοινοῖς πράγμασιν. διὸ καὶ τοιούτοις χρώμενος λογισμοῖς μένειν ἠξίου τὸν Τεβέριον ἐπὶ τῶν ὑποκειμένων. ὁ δὲ προειρημένος ᾔδει μὲν ἕκαστα τούτων ἀληθινῶς λεγόμενα καὶ δεόντως, ὑπὸ δὲ τῆς φιλοδοξίας ἐλαυνόμενος καὶ καταπιστεύων τοῖς πράγμασι παραλόγως ἔσπευδεν κρῖναι δι' αὑτοῦ τὰ ὅλα καὶ μήτε τὸν Πόπλιον δύνασθαι παρατυχεῖν τῇ μάχῃ μήτε τοὺς ἐπικαθισταμένους στρατηγοὺς φθάσαι παραλαβόντας τὴν ἀρχήν· οὗτος γὰρ ἦν ὁ χρόνος. διόπερ οὐ τὸν τῶν πραγμάτων καιρὸν ἐκλεγόμενος ἀλλὰ τὸν ἴδιον ἔμελλε τοῦ δέοντος σφαλήσεσθαι προφανῶς. ὁ δ' Ἀννίβας παραπλησίους ἔχων ἐπινοίας Ποπλίῳ περὶ τῶν ἐνεστώτων κατὰ τοὐναντίον ἔσπευδε συμβαλεῖν τοῖς πολεμίοις, θέλων μὲν πρῶτον ἀκεραίοις ἀποχρήσασθαι ταῖς τῶν Κελτῶν ὁρμαῖς, δεύτερον ἀνασκήτοις καὶ νεοσυλλόγοις συμβαλεῖν τοῖς τῶν Ῥωμαίων στρατοπέδοις, τρίτον ἀδυνατοῦντος ἔτι τοῦ Ποπλίου ποιήσασθαι τὸν κίνδυνον, τὸ δὲ μέγιστον, πράττειν τι καὶ μὴ προΐεσθαι διὰ κενῆς τὸν χρόνον. τῷ γὰρ εἰς ἀλλοτρίαν καθέντι χώραν στρατόπεδα καὶ παραδόξοις ἐγχειροῦντι πράγμασιν εἷς τρόπος ἐστὶν οὗτος σωτηρίας, τὸ συνεχῶς καινοποιεῖν ἀεὶ τὰς τῶν συμμάχων ἐλπίδας.


Ἀννίβας μὲν οὖν εἰδὼς τὴν ἐσομένην ὁρμὴν τοῦ Τεβερίου πρὸς τούτοις ἦν. πάλαι δὲ συνεωρακὼς μεταξὺ τῶν στρατοπέδων τόπον ἐπίπεδον μὲν καὶ ψιλόν, εὐφυῆ δὲ πρὸς ἐνέδραν διά τι ῥεῖθρον ἔχον ὀφρῦν, ἐπὶ δὲ ταύτης ἀκάνθας καὶ βάτους συνεχεῖς ἐπιπεφυκότας, ἐγίνετο πρὸς τῷ στρατηγεῖν τοὺς ὑπεναντίους. ἔμελλεν δ' εὐχερῶς λήσειν· οἱ γὰρ Ῥωμαῖοι πρὸς μὲν τοὺς ὑλώδεις τόπους ὑπόπτως εἶχον διὰ τὸ τοὺς Κελτοὺς ἀεὶ τιθέναι τὰς ἐνέδρας ἐν τοῖς τοιούτοις χωρίοις, τοῖς δ' ἐπιπέδοις καὶ ψιλοῖς ἀπεπίστευον, οὐκ εἰδότες ὅτι καὶ πρὸς τὸ λαθεῖν καὶ πρὸς τὸ μηδὲν παθεῖν τοὺς ἐνεδρεύσαντας εὐφυέστεροι τυγχάνουσιν ὄντες τῶν ὑλωδῶν διὰ τὸ δύνασθαι μὲν ἐκ πολλοῦ προορᾶν πάντα τοὺς ἐνεδρεύοντας, εἶναι δ' ἐπιπροσθήσεις ἱκανὰς ἐν τοῖς πλείστοις τόποις. τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείας ὀφρύος, ποτὲ δὲ κάλαμοι καὶ πτέρεις καί τι γένος ἀκανθῶν, οὐ μόνον πεζοὺς ἀλλὰ καὶ τοὺς ἱππεῖς ἐνίοτε δύναται κρύπτειν, ἐὰν βραχέα τις προνοηθῇ τοῦ τὰ μὲν ἐπίσημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸς τὴν γῆν, τὰς δὲ περικεφαλαίας ὑποτιθέναι τοῖς ὅπλοις. πλὴν ὅ γε τῶν Καρχηδονίων στρατηγὸς κοινολογηθεὶς Μάγωνι τἀδελφῷ καὶ τοῖς συνέδροις περὶ τοῦ μέλλοντος ἀγῶνος, συγκατατιθεμένων αὐτῷ πάντων ταῖς ἐπιβολαῖς, ἅμα τῷ δειπνοποιήσασθαι τὸ στρατόπεδον ἀνακαλεσάμενος Μάγωνα τὸν ἀδελφόν, ὄντα νέον μὲν ὁρμῆς δὲ πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολεμικά, συνέστησε τῶν ἱππέων ἄνδρας ἑκατὸν καὶ πεζοὺς τοὺς ἴσους. ἔτι δὲ τῆς ἡμέρας οὔσης ἐξ ὅλου τοῦ στρατοπέδου σημηνάμενος τοὺς εὐρωστοτάτους παρηγγέλκει δειπνοποιησαμένους ἥκειν ἐπὶ τὴν αὑτοῦ σκηνήν. παρακαλέσας δὲ καὶ παραστήσας τούτοις τὴν πρέπουσαν ὁρμὴν τῷ καιρῷ παρήγγελλε δέκα τοὺς ἀνδρωδεστάτους ἕκαστον ἐπιλεξάμενον ἐκ τῶν ἰδίων τάξεων ἥκειν εἴς τινα τόπον τακτὸν ἤδη τῆς στρατοπεδείας. τῶν δὲ πραξάντων τὸ συνταχθέν, τούτους μὲν ὄντας ἱππεῖς χιλίους καὶ πεζοὺς ἄλλους τοσούτους ἐξαπέστειλε νυκτὸς εἰς τὴν ἐνέδραν, συστήσας ὁδηγοὺς καὶ τἀδελφῷ διαταξάμενος περὶ τοῦ καιροῦ τῆς ἐπιθέσεως· αὐτὸς δ' ἅμα τῷ φωτὶ τοὺς Νομαδικοὺς ἱππεῖς συναγαγών, ὄντας φερεκάκους διαφερόντως, παρεκάλεσε καί τινας δωρεὰς ἐπαγγειλάμενος τοῖς ἀνδραγαθήσασι προσέταξε πελάσαντας τῷ τῶν ἐναντίων χάρακι κατὰ σπουδὴν ἐπιδιαβαίνειν τὸν ποταμὸν καὶ προσακροβολιζομένους κινεῖν τοὺς πολεμίους, βουλόμενος ἀναρίστους καὶ πρὸς τὸ μέλλον ἀπαρασκεύους λαβεῖν τοὺς ὑπεναντίους. τοὺς δὲ λοιποὺς ἡγεμόνας ἁθροίσας ὁμοίως παρεκάλεσε πρὸς τὸν κίνδυνον καὶ πᾶσιν ἀριστοποιεῖσθαι παρήγγειλε καὶ περὶ τὴν τῶν ὅπλων καὶ τῶν ἵππων γίνεσθαι θεραπείαν.


Ὁ δὲ Τεβέριος ἅμα τῷ συνιδεῖν ἐγγίζοντας τοὺς Νομαδικοὺς ἱππεῖς παραυτίκα μὲν αὐτὴν τὴν ἵππον ἐξαπέστελλε, προστάξας ἔχεσθαι καὶ συμπλέκεσθαι τοῖς πολεμίοις. ἑξῆς δὲ τούτοις ἐξέπεμπε τοὺς πεζακοντιστὰς εἰς ἑξακισχιλίους· ἐκίνει δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐκ τοῦ χάρακος, ὡς ἐξ ἐπιφανείας κριθησομένων τῶν ὅλων, ἐπαιρόμενος τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ τῷ γεγονότι τῇ προτεραίᾳ περὶ τοὺς ἱππεῖς εὐημερήματι. οὔσης δὲ τῆς ὥρας περὶ χειμερινὰς τροπὰς καὶ τῆς ἡμέρας νιφετώδους καὶ ψυχρᾶς διαφερόντως, τῶν δ' ἀνδρῶν καὶ τῶν ἵππων σχεδὸν ὡς εἰπεῖν ἁπάντων ἀναρίστων ἐκπεπορευμένων, τὸ μὲν πρῶτον ὁρμῇ καὶ προθυμίᾳ περιῆν τὸ πλῆθος· ἐπιγενομένης δὲ τῆς τοῦ Τρεβία ποταμοῦ διαβάσεως, καὶ προσαναβεβηκότος τῷ ῥεύματι διὰ τὸν ἐν τῇ νυκτὶ γενόμενον ἐν τοῖς ὑπὲρ τὰ στρατόπεδα τόποις ὄμβρον, μόλις ἕως τῶν μασθῶν οἱ πεζοὶ βαπτιζόμενοι διέβαινον· ἐξ ὧν ἐκακοπάθει τὸ στρατόπεδον ὑπό τε τοῦ ψύχους καὶ τῆς ἐνδείας, ὡς ἂν ἤδη καὶ τῆς ἡμέρας προβαινούσης. οἱ δὲ Καρχηδόνιοι κατὰ σκηνὰς βεβρωκότες καὶ πεπωκότες καὶ τοὺς ἵππους ἡτοιμακότες ἠλείφοντο καὶ καθωπλίζοντο περὶ τὰ πυρὰ πάντες. Ἀννίβας δὲ τὸν καιρὸν ἐπιτηρῶν ἅμα τῷ συνιδεῖν διαβεβηκότας τοὺς Ῥωμαίους τὸν ποταμὸν προβαλόμενος ἐφεδρείαν τοὺς λογχοφόρους καὶ Βαλιαρεῖς, ὄντας εἰς ὀκτακισχιλίους, ἐξῆγε τὴν δύναμιν. καὶ προαγαγὼν ὡς ὀκτὼ στάδια πρὸ τῆς στρατοπεδείας τοὺς μὲν πεζοὺς ἐπὶ μίαν εὐθεῖαν παρενέβαλε, περὶ δισμυρίους ὄντας τὸν ἀριθμόν, Ἴβηρας καὶ Κελτοὺς καὶ Λίβυας, τοὺς δ' ἱππεῖς διελὼν ἐφ' ἑκάτερον παρέστησε τὸ κέρας, πλείους ὄντας μυρίων σὺν τοῖς παρὰ τῶν Κελτῶν συμμάχοις, τὰ δὲ θηρία μερίσας πρὸ τῶν κεράτων δι' ἀμφοτέρων προεβάλετο. Τεβέριος δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο, θεωρῶν οὐκ ἔχοντας ὅ,τι χρήσονται τοῖς ὑπεναντίοις διὰ τὸ τοὺς Νομάδας ἀποχωρεῖν μὲν εὐχερῶς καὶ σποράδην, ἐπικεῖσθαι δὲ πάλιν ἐκ μεταβολῆς τολμηρῶς καὶ θρασέως· τὸ γὰρ τῆς Νομαδικῆς μάχης ἴδιόν ἐστι τοῦτο· τοὺς δὲ πεζοὺς παρενέβαλε κατὰ τὰς εἰθισμένας παρ' αὐτοῖς τάξεις, ὄντας τοὺς μὲν Ῥωμαίους εἰς μυρίους ἑξακισχιλίους, τοὺς δὲ συμμάχους εἰς δισμυρίους. τὸ γὰρ τέλειον στρατόπεδον παρ' αὐτοῖς πρὸς τὰς ὁλοσχερεῖς ἐπιβολὰς ἐκ τοσούτων ἀνδρῶν ἐστιν, ὅταν ὁμοῦ τοὺς ὑπάτους ἑκατέρους οἱ καιροὶ συνάγωσιν. μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐφ' ἑκάτερον θεὶς τὸ κέρας, ὄντας εἰς τετρακισχιλίους, ἐπῄει τοῖς ὑπεναντίοις σοβαρῶς, ἐν τάξει καὶ βάδην ποιούμενος τὴν ἔφοδον. ἤδη δὲ σύνεγγυς ὄντων ἀλλήλοις, συνεπλέκησαν οἱ προκείμενοι τῶν δυνάμεων εὔζωνοι. τούτου δὲ συμβάντος οἱ μὲν Ῥωμαῖοι κατὰ πολλοὺς τρόπους ἠλαττοῦντο, τοῖς δὲ Καρχηδονίοις ὑπερδέξιον γίνεσθαι συνέβαινε τὴν χρείαν, ἅτε δὴ τῶν μὲν Ῥωμαίων πεζακοντιστῶν κακοπαθούντων ἐξ ὄρθρου καὶ προεμένων τὰ πλεῖστα βέλη κατὰ τὴν πρὸς τοὺς Νομάδας συμπλοκήν, τῶν δὲ καταλειπομένων βελῶν ἠχρειωμένων αὐτοῖς διὰ τὴν συνέχειαν τῆς νοτίδος. παραπλήσια δὲ τούτοις συνέβαινε καὶ περὶ τοὺς ἱππεῖς γίνεσθαι καὶ περὶ τὸ σύμπαν αὐτοῖς στρατόπεδον. περί γε μὴν τοὺς Καρχηδονίους ὑπῆρχε τἀναντία τούτων· ἀκμαῖοι γὰρ παρατεταγμένοι καὶ νεαλεῖς ἀεὶ πρὸς τὸ δέον εὐχρήστως καὶ προθύμως εἶχον. διόπερ ἅμα τῷ δέξασθαι διὰ τῶν διαστημάτων τοὺς προκινδυνεύοντας καὶ συμπεσεῖν τὰ βαρέα τῶν ὅπλων ἀλλήλοις, οἱ μὲν ἱππεῖς οἱ τῶν Καρχηδονίων εὐθέως ἀπ' ἀμφοῖν τοῖν κεράτοιν ἐπίεζον τοὺς ὑπεναντίους, ὡς ἂν τῷ πλήθει πολὺ διαφέροντες καὶ ταῖς ἀκμαῖς αὐτῶν τε καὶ τῶν ἵππων διὰ τὴν προειρημένην ἀκεραιότητα περὶ τὴν ἔξοδον· τοῖς δὲ Ῥωμαίοις τῶν ἱππέων ὑποχωρησάντων καὶ ψιλωθέντων τῶν τῆς φάλαγγος κεράτων, οἵ τε λογχοφόροι τῶν Καρχηδονίων καὶ τὸ τῶν Νομάδων πλῆθος ὑπεραίροντες τοὺς προτεταγμένους τῶν ἰδίων καὶ πρὸς τὰ κέρατα προσπίπτοντες τοῖς Ῥωμαίοις πολλὰ καὶ κακὰ διειργάζοντο καὶ μάχεσθαι τοῖς κατὰ πρόσωπον οὐκ εἴων. οἱ δ' ἐν τοῖς βαρέσιν ὅπλοις παρ' ἀμφοῖν τὰς πρώτας ἔχοντες καὶ μέσας τῆς ὅλης παρεμβολῆς τάξεις ἐπὶ πολὺν χρόνον ἐμάχοντο συστάδην, ἐφάμιλλον ποιούμενοι τὸν κίνδυνον. ἐν ᾧ καιρῷ διαναστάντων τῶν ἐκ τῆς ἐνέδρας Νομάδων καὶ προσπεσόντων ἄφνω κατὰ νώτου τοῖς ἀγωνιζομένοις περὶ τὰ μέσα, μεγάλην ταραχὴν καὶ δυσχρηστίαν συνέβαινε γίνεσθαι περὶ τὰς τῶν Ῥωμαίων δυνάμεις. τέλος δ' ἀμφότερα τὰ κέρατα τῶν περὶ τὸν Τεβέριον πιεζούμενα κατὰ πρόσωπον μὲν ὑπὸ τῶν θηρίων, πέριξ δὲ καὶ κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ὑπὸ τῶν εὐζώνων, ἐτράπησαν καὶ συνωθοῦντο κατὰ τὸν διωγμὸν πρὸς τὸν ὑποκείμενον ποταμόν. τούτου δὲ συμβάντος οἱ κατὰ μέσον τὸν κίνδυνον ταχθέντες τῶν Ῥωμαίων οἱ μὲν κατόπιν ἐφεστῶτες ὑπὸ τῶν ἐκ τῆς ἐνέδρας προσπεσόντων ἀπώλλυντο καὶ κακῶς ἔπασχον, οἱ δὲ περὶ τὰς πρώτας χώρας ἐπαναγκασθέντες ἐκράτησαν τῶν Κελτῶν καὶ μέρους τινὸς τῶν Λιβύων καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες διέκοψαν τὴν τῶν Καρχηδονίων τάξιν. θεωροῦντες δὲ τοὺς ἀπὸ τῶν ἰδίων κεράτων ἐκπεπιεσμένους, τὸ μὲν ἐπιβοηθεῖν τούτοις ἢ πάλιν εἰς τὴν ἑαυτῶν ἀπιέναι παρεμβολὴν ἀπέγνωσαν, ὑφορώμενοι μὲν τὸ πλῆθος τῶν ἱππέων, κωλυόμενοι δὲ διὰ τὸν ποταμὸν καὶ τὴν ἐπιφορὰν καὶ συστροφὴν τοῦ κατὰ κεφαλὴν ὄμβρου. τηροῦντες δὲ τὰς τάξεις ἁθρόοι μετ' ἀσφαλείας ἀπεχώρησαν εἰς Πλακεντίαν, ὄντες οὐκ ἐλάττους μυρίων. τῶν δὲ λοιπῶν οἱ μὲν πλεῖστοι περὶ τὸν ποταμὸν ἐφθάρησαν ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, οἱ δὲ διαφυγόντες τῶν πεζῶν καὶ τὸ πλεῖστον μέρος τῶν ἱππέων πρὸς τὸ προειρημένον σύστημα ποιούμενοι τὴν ἀποχώρησιν ἀνεκομίσθησαν ἅμα τούτοις εἰς Πλακεντίαν. τὸ δὲ τῶν Καρχηδονίων στρατόπεδον ἕως τοῦ ποταμοῦ καταδιῶξαν τοὺς πολεμίους, ὑπὸ δὲ τοῦ χειμῶνος οὐκέτι δυνάμενον πορρωτέρω προβαίνειν ἐπανῆλθε πάλιν εἰς τὴν παρεμβολήν. καὶ πάντες ἐπὶ μὲν τῇ μάχῃ περιχαρεῖς ἦσαν, ὡς κατωρθωκότες· συνέβαινε γὰρ ὀλίγους μὲν τῶν Ἰβήρων καὶ Λιβύων, τοὺς δὲ πλείους ἀπολωλέναι τῶν Κελτῶν· ὑπὸ δὲ τῶν ὄμβρων καὶ τῆς ἐπιγινομένης χιόνος οὕτως διετίθεντο δεινῶς ὥστε τὰ μὲν θηρία διαφθαρῆναι πλὴν ἑνός, πολλοὺς δὲ καὶ τῶν ἀνδρῶν ἀπόλλυσθαι καὶ τῶν ἵππων διὰ τὸ ψῦχος.


Ὁ δὲ Τεβέριος εἰδὼς μὲν τὰ συμβεβηκότα, βουλόμενος δὲ κατὰ δύναμιν ἐπικρύπτεσθαι τοὺς ἐν τῇ Ῥώμῃ τὸ γεγονὸς ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι μάχης γενομένης τὴν νίκην αὐτῶν ὁ χειμὼν ἀφείλετο. οἱ δὲ Ῥωμαῖοι παραυτίκα μὲν ἐπίστευον τοῖς προσπίπτουσιν· μετ' οὐ πολὺ δὲ πυνθανόμενοι τοὺς μὲν Καρχηδονίους καὶ τὴν παρεμβολὴν τὴν αὑτῶν τηρεῖν καὶ τοὺς Κελτοὺς πάντας ἀπονενευκέναι πρὸς τὴν ἐκείνων φιλίαν, τοὺς δὲ παρ' αὑτῶν ἀπολελοιπότας τὴν παρεμβολὴν ἐκ τῆς μάχης ἀνακεχωρηκέναι καὶ συνηθροῖσθαι πάντας εἰς τὰς πόλεις καὶ χορηγεῖσθαι δὲ τοῖς ἀναγκαίοις ἐκ θαλάττης ἀνὰ τὸν Πάδον ποταμόν, καὶ λίαν σαφῶς ἔγνωσαν τὰ γεγονότα περὶ τὸν κίνδυνον. διὸ καὶ παραδόξου φανέντος αὐτοῖς τοῦ πράγματος, περὶ τὰς λοιπὰς παρασκευὰς διαφερόντως ἐγίνοντο καὶ περὶ φυλακὴν τῶν προκειμένων τόπων, πέμποντες εἰς Σαρδόνα καὶ Σικελίαν στρατόπεδα, πρὸς δὲ τούτοις εἰς Τάραντα προφυλακὰς καὶ τῶν ἄλλων τόπων εἰς τοὺς εὐκαίρους· παρεσκεύασαν δὲ καὶ ναῦς ἑξήκοντα πεντήρεις. Γνάιος δὲ Σερουίλιος καὶ Γάιος Φλαμίνιος, οἵπερ ἔτυχον ὕπατοι τότε καθεσταμένοι, συνῆγον τοὺς συμμάχους καὶ κατέγραφον τὰ παρ' αὑτοῖς στρατόπεδα. παρῆγον δὲ καὶ τὰς ἀγορὰς τὰς μὲν εἰς Ἀρίμινον τὰς δ' εἰς Τυρρηνίαν, ὡς ἐπὶ τούτοις ποιησόμενοι τοῖς τόποις τὴν ἔξοδον. ἔπεμψαν δὲ καὶ πρὸς Ἰέρωνα περὶ βοηθείας, ὃς καὶ πεντακοσίους αὐτοῖς ἐξαπέστειλε Κρῆτας καὶ χιλίους πελτοφόρους· πάντα δὲ καὶ πανταχόθεν ἐνεργῶς ἡτοίμαζον. τότε γάρ εἰσι φοβερώτατοι Ῥωμαῖοι καὶ κοινῇ καὶ κατ' ἰδίαν, ὅταν αὐτοὺς περιστῇ φόβος ἀληθινός.


Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Γνάιος Κορνήλιος ὁ καταλειφθεὶς ὑπὸ τἀδελφοῦ Ποπλίου στρατηγὸς ἐπὶ τῆς ναυτικῆς δυνάμεως, καθάπερ ἐπάνω προεῖπον, ἀναχθεὶς ἀπὸ τῶν τοῦ Ῥοδανοῦ στομάτων παντὶ τῷ στόλῳ προσέσχε τῆς Ἰβηρίας πρὸς τοὺς κατὰ τὸ καλούμενον Ἐμπόριον τόπους. ἀρξάμενος δ' ἐντεῦθεν ἀποβάσεις ἐποιεῖτο καὶ τοὺς μὲν ἀπειθοῦντας ἐπολιόρκει τῶν τὴν παραλίαν κατοικούντων ἕως Ἴβηρος ποταμοῦ, τοὺς δὲ προσδεχομένους ἐφιλανθρώπει, τὴν ἐνδεχομένην ποιούμενος περὶ αὐτῶν προμήθειαν. ἀσφαλισάμενος δὲ τοὺς προσκεχωρηκότας τῶν παραθαλαττίων προῆγε παντὶ τῷ στρατεύματι, ποιούμενος τὴν πορείαν εἰς τὴν μεσόγαιον· πολὺ γὰρ ἤδη καὶ τὸ συμμαχικὸν ἡθροίκει τῶν Ἰβήρων. ἅμα δὲ προϊὼν ἃς μὲν προσήγετο τὰς δὲ κατεστρέφετο τῶν πόλεων. τῶν δὲ Καρχηδονίων, οὓς ἔχων ἐπὶ τούτων ἀπελείφθη τῶν τόπων Ἄννων, ἀντιστρατοπεδευσάντων αὐτοῖς περὶ πόλιν προσαγορευομένην Κίσσαν, συμβαλὼν ὁ Γνάιος ἐκ παρατάξεως καὶ νικήσας τῇ μάχῃ πολλῶν μὲν χρημάτων ἐγένετ' ἐγκρατής, ὡς ἂν ἁπάσης τῆς ἀποσκευῆς τῶν εἰς Ἰταλίαν ὁρμησάντων παρὰ τούτοις ἀπολελειμμένης, πάντας δὲ τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ συμμάχους ἐποιήσατο καὶ φίλους, ζωγρίᾳ δὲ τόν τε τῶν Καρχηδονίων στρατηγὸν Ἄννωνα καὶ τὸν τῶν Ἰβήρων Ἀνδοβάλην ἔλαβε. τοῦτον δὲ συνέβαινε τύραννον μὲν εἶναι τῶν κατὰ τὴν μεσόγαιον τόπων, εὔνουν δὲ διαφερόντως ἀεί ποτε Καρχηδονίοις. ταχὺ δὲ συνεὶς τὸ γεγονὸς Ἀσδρούβας ἧκε παραβοηθῶν διαβὰς τὸν Ἴβηρα ποταμόν. καὶ καταμαθὼν ἀπολελειμμένους τοὺς ἀπὸ τοῦ στόλου τῶν Ῥωμαίων, ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφομένους διὰ τὸ προτέρημα τῶν πεζικῶν στρατοπέδων, παραλαβὼν ἀπὸ τῆς ἑαυτοῦ δυνάμεως πεζοὺς μὲν εἰς ὀκτακισχιλίους ἱππεῖς δὲ περὶ χιλίους, καὶ καταλαβὼν ἐσκεδασμένους κατὰ τῆς χώρας τοὺς ἀπὸ τῶν πλοίων, πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν ἐπὶ τὰς ναῦς. οὗτος μὲν οὖν ἀναχωρήσας καὶ διαβὰς αὖθις τὸν Ἴβηρα ποταμὸν ἐγίνετο περὶ παρασκευὴν καὶ φυλακὴν τῶν ἐντὸς τοῦ ποταμοῦ τόπων, ποιούμενος τὴν παραχειμασίαν ἐν Καινῇ πόλει. ὁ δὲ Γνάιος συνάψας τῷ στόλῳ καὶ τοὺς αἰτίους τῶν συμβεβηκότων κατὰ τοὺς παρ' αὐτοῖς ἐθισμοὺς κολάσας, τὸ λοιπὸν ἤδη συναγαγὼν ἐπὶ ταὐτὸ τήν τε πεζὴν καὶ τὴν ναυτικὴν στρατιὰν ἐν Ταρράκωνι τὴν παραχειμασίαν ἐποιεῖτο. διαδοὺς δὲ τὴν λείαν ἴσως τοῖς στρατιώταις μεγάλην εὔνοιαν καὶ προθυμίαν ἐνειργάσατο πρὸς τὸ μέλλον. Καὶ τὰ μὲν κατὰ τὴν Ἰβηρίαν ἐν τούτοις ἦν. ἐνισταμένης δὲ τῆς ἐαρινῆς ὥρας, Γάιος μὲν Φλαμίνιος ἀναλαβὼν τὰς αὑτοῦ δυνάμεις προῆγε διὰ Τυρρηνίας καὶ κατεστρατοπέδευσε πρὸ τῆς τῶν Ἀρρητίνων πόλεως, Γνάιος δὲ Σερουίλιος τοὔμπαλιν ὡς ἐπ' Ἀριμίνου, ταύτῃ παρατηρήσων τὴν εἰσβολὴν τῶν ὑπεναντίων. Ἀννίβας δὲ παραχειμάζων ἐν τῇ Κελτικῇ τοὺς μὲν Ῥωμαίους τῶν ἐκ τῆς μάχης αἰχμαλώτων ἐν φυλακῇ συνεῖχεν, τὰ μέτρια τῶν ἐπιτηδείων διδούς, τοὺς δὲ συμμάχους αὐτῶν τὸ μὲν πρῶτον ἐν τῇ πάσῃ φιλανθρωπίᾳ διεξῆγεν, μετὰ δὲ ταῦτα συναγαγὼν παρεκάλει, φάσκων οὐκ ἐκείνοις ἥκειν πολεμήσων, ἀλλὰ Ῥωμαίοις ὑπὲρ ἐκείνων. διόπερ ἔφη δεῖν αὐτούς, ἐὰν ὀρθῶς φρονῶσιν, ἀντέχεσθαι τῆς πρὸς αὑτὸν φιλίας. παρεῖναι γὰρ πρῶτον μὲν τὴν ἐλευθερίαν ἀνακτησόμενος Ἰταλιώταις, ὁμοίως δὲ τὰς πόλεις καὶ τὴν χώραν, ἣν ὑπὸ Ῥωμαίων ἀπολωλεκότες ἕκαστοι τυγχάνουσι, συνανασώσων. ταῦτα δ' εἰπὼν ἀφῆκε πάντας χωρὶς λύτρων εἰς τὴν οἰκείαν, βουλόμενος ἅμα μὲν προκαλεῖσθαι διὰ τοιούτου τρόπου πρὸς αὑτὸν τοὺς κατοικοῦντας τὴν Ἰταλίαν, ἅμα δ' ἀπαλλοτριοῦν τῆς πρὸς Ῥωμαίους εὐνοίας, ἐρεθίζειν δὲ τοὺς δοκοῦντας πόλεσιν ἢ λιμέσιν ἠλαττῶσθαί τι διὰ τῆς Ῥωμαίων ἀρχῆς.


Ἐχρήσατο δέ τινι καὶ Φοινικικῷ στρατηγήματι τοιούτῳ κατὰ τὴν παραχειμασίαν. ἀγωνιῶν γὰρ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς ἐπιβουλὰς τὰς περὶ τὸ σῶμα διὰ τὸ πρόσφατον τῆς πρὸς αὐτοὺς συστάσεως κατεσκευάσατο περιθετὰς τρίχας, ἁρμοζούσας ταῖς κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς τῶν ἡλικιῶν ἐπιπρεπείαις, καὶ ταύταις ἐχρῆτο συνεχῶς μετατιθέμενος· ὁμοίως δὲ καὶ τὰς ἐσθῆτας μετελάμβανε τὰς καθηκούσας ἀεὶ ταῖς περιθεταῖς. δι' ὧν οὐ μόνον τοῖς αἰφνιδίως ἰδοῦσι δύσγνωστος ἦν, ἀλλὰ καὶ τοῖς ἐν συνηθείᾳ γεγονόσιν.


Θεωρῶν δὲ τοὺς Κελτοὺς δυσχεραίνοντας ἐπὶ τῷ τὸν πόλεμον ἐν τῇ παρ' αὑτῶν χώρᾳ λαμβάνειν τὴν τριβήν, σπεύδοντας δὲ καὶ μετεώρους ὄντας εἰς τὴν πολεμίαν, προφάσει μὲν διὰ τὴν πρὸς Ῥωμαίους ὀργήν, τὸ δὲ πλεῖον διὰ τὰς ὠφελείας, ἔκρινε τὴν ταχίστην ἀναζευγνύειν καὶ συνεκπληροῦν τὰς τῶν δυνάμεων ὁρμάς. διόπερ ἅμα τῷ τὴν ὥραν μεταβάλλειν πυνθανόμενος τῶν μάλιστα τῆς χώρας δοκούντων ἐμπειρεῖν τὰς μὲν ἄλλας ἐμβολὰς τὰς εἰς τὴν πολεμίαν μακρὰς εὕρισκε καὶ προδήλους τοῖς ὑπεναντίοις, τὴν δὲ διὰ τῶν ἑλῶν εἰς Τυρρηνίαν φέρουσαν δυσχερῆ μὲν σύντομον δὲ καὶ παράδοξον φανησομένην τοῖς περὶ τὸν Φλαμίνιον. ἀεὶ δέ πως οἰκεῖος ὢν τῇ φύσει τούτου τοῦ μέρους ταύτῃ προέθετο ποιεῖσθαι τὴν πορείαν. διαδοθείσης δὲ τῆς φήμης ἐν τῷ στρατοπέδῳ διότι μέλλει διά τινων ἑλῶν ἄγειν αὐτοὺς ὁ στρατηγός, πᾶς τις εὐλαβῶς εἶχε πρὸς τὴν πορείαν, ὑφορώμενος βάραθρα καὶ τοὺς λιμνώδεις τῶν τόπων. Ἀννίβας δ' ἐπιμελῶς ἐξητακὼς τεναγώδεις καὶ στερεοὺς ὑπάρχοντας τοὺς κατὰ τὴν δίοδον τόπους, ἀναζεύξας εἰς μὲν τὴν πρωτοπορείαν ἔθηκε τοὺς Λίβυας καὶ Ἴβηρας καὶ πᾶν τὸ χρησιμώτερον μέρος τῆς σφετέρας δυνάμεως, συγκαταμίξας αὐτοῖς τὴν ἀποσκευήν, ἵνα πρὸς τὸ παρὸν εὐπορῶσι τῶν ἐπιτηδείων· πρὸς γὰρ τὸ μέλλον εἰς τέλος ἀφροντίστως εἶχε περὶ παντὸς τοῦ σκευοφόρου, λογιζόμενος ὡς ἐὰν ἅψηται τῆς πολεμίας, ἡττηθεὶς μὲν οὐ προσδεήσεται τῶν ἀναγκαίων, κρατῶν δὲ τῶν ὑπαίθρων οὐκ ἀπορήσει τῶν ἐπιτηδείων. ἐπὶ δὲ τοῖς προειρημένοις ἐπέβαλε τοὺς Κελτούς, ἐπὶ δὲ πᾶσι τοὺς ἱππεῖς. ἐπιμελητὴν δὲ τῆς οὐραγίας τὸν ἀδελφὸν ἀπέλιπε Μάγωνα τῶν τε λοιπῶν χάριν καὶ μάλιστα τῆς τῶν Κελτῶν μαλακίας καὶ φυγοπονίας, ἵν' ἐὰν κακοπαθοῦντες τρέπωνται πάλιν εἰς τοὐπίσω, κωλύῃ διὰ τῶν ἱππέων καὶ προσφέρῃ τὰς χεῖρας αὐτοῖς. οἱ μὲν οὖν Ἴβηρες καὶ Λίβυες δι' ἀκεραίων τῶν ἑλῶν ποιούμενοι τὴν πορείαν μετρίως κακοπαθοῦντες ἤνυον, ἅτε καὶ φερέκακοι πάντες ὄντες καὶ συνήθεις ταῖς τοιαύταις ταλαιπωρίαις. οἱ δὲ Κελτοὶ δυσχερῶς μὲν εἰς τοὔμπροσθεν προύβαινον, τεταραγμένων καὶ διαπεπατημένων εἰς βάθος τῶν ἑλῶν, ἐπιπόνως δὲ καὶ ταλαιπώρως ὑπέμενον τὴν κακοπάθειαν, ἄπειροι πάσης τῆς τοιαύτης ὄντες κακουχίας. ἐκωλύοντο δὲ πάλιν ἀπονεύειν εἰς τοὐπίσω διὰ τοὺς ἐφεστῶτας αὐτοῖς ἱππεῖς. πάντες μὲν οὖν ἐκακοπάθουν καὶ μάλιστα διὰ τὴν ἀγρυπνίαν, ὡς ἂν ἑξῆς ἡμέρας τέτταρας καὶ τρεῖς νύκτας συνεχῶς δι' ὕδατος ποιούμενοι τὴν πορείαν· διαφερόντως γε μὴν ἐπόνουν καὶ κατεφθείρονθ' ὑπὲρ τοὺς ἄλλους οἱ Κελτοί. τῶν δ' ὑποζυγίων αὐτοῦ τὰ πλεῖστα πίπτοντα διὰ τοὺς πηλοὺς ἀπώλλυντο, μίαν παρεχόμενα χρείαν ἐν τῷ πεσεῖν τοῖς ἀνθρώποις· καθεζόμενοι γὰρ ἐπ' αὐτῶν καὶ τῶν σκευῶν σωρηδὸν ὑπὲρ τὸ ὑγρὸν ὑπερεῖχον καὶ τῷ τοιούτῳ τρόπῳ βραχὺ μέρος τῆς νυκτὸς ἀπεκοιμῶντο. οὐκ ὀλίγοι δὲ καὶ τῶν ἵππων τὰς ὁπλὰς ἀπέβαλον διὰ τὴν συνέχειαν τῆς διὰ τῶν πηλῶν πορείας. Ἀννίβας δὲ μόλις ἐπὶ τοῦ περιλειφθέντος θηρίου διεσώθη μετὰ πολλῆς ταλαιπωρίας, ὑπεραλγὴς ὢν διὰ τὴν βαρύτητα τῆς ἐπενεχθείσης ὀφθαλμίας αὐτῷ, δι' ἣν καὶ τέλος ἐστερήθη τῆς μιᾶς ὄψεως, οὐκ ἐπιδεχομένου τοῦ καιροῦ καταμονὴν οὐδὲ θεραπείαν διὰ τὸ τῆς περιστάσεως ἀδύνατον.


Διαπεράσας δὲ παραδόξως τοὺς ἑλώδεις τόπους καὶ καταλαβὼν ἐν Τυρρηνίᾳ τὸν Φλαμίνιον στρατοπεδεύοντα πρὸ τῆς τῶν Ἀρρητίνων πόλεως, τότε μὲν αὐτοῦ πρὸς τοῖς ἕλεσι κατεστρατοπέδευσε, βουλόμενος τήν τε δύναμιν ἀναλαβεῖν καὶ πολυπραγμονῆσαι τὰ περὶ τοὺς ὑπεναντίους καὶ τοὺς προκειμένους τῶν τόπων. πυνθανόμενος δὲ τὴν μὲν χώραν τὴν πρόσθεν πολλῆς γέμειν ὠφελείας, τὸν δὲ Φλαμίνιον ὀχλοκόπον μὲν καὶ δημαγωγὸν εἶναι τέλειον, πρὸς ἀληθινῶν δὲ καὶ πολεμικῶν πραγμάτων χειρισμὸν οὐκ εὐφυῆ, πρὸς δὲ τούτοις καταπεπιστευκέναι τοῖς σφετέροις πράγμασιν, συνελογίζετο διότι παραλλάξαντος αὐτοῦ τὴν ἐκείνων στρατοπεδείαν καὶ καθέντος εἰς τοὺς ἔμπροσθεν τόπους τὰ μὲν ἀγωνιῶν τὸν ἐπιτωθασμὸν τῶν ὄχλων οὐ δυνήσεται περιορᾶν δῃουμένην τὴν χώραν, τὰ δὲ κατηλγηκὼς παρέσται προχείρως εἰς πάντα τόπον ἑπόμενος, σπουδάζων δι' αὑτοῦ ποιήσασθαι τὸ προτέρημα καὶ μὴ προσδέξασθαι τὴν παρουσίαν τοῦ τὴν ἴσην ἀρχὴν ἔχοντος. ἐξ ὧν πολλοὺς αὐτὸν ὑπελάμβανε παραδώσειν καιροὺς πρὸς ἐπίθεσιν. πάντα δ' ἐμφρόνως ἐλογίζετο ταῦτα καὶ πραγματικῶς· οὐ γὰρ εἰκὸς ἄλλως εἰπεῖν, ὡς εἴ τις οἴεται κυριώτερόν τι μέρος εἶναι στρατηγίας τοῦ γνῶναι τὴν προαίρεσιν καὶ φύσιν τοῦ τῶν ἐναντίων ἡγεμόνος, ἀγνοεῖ καὶ τετύφωται. καθάπερ γὰρ ἐπὶ τῶν κατ' ἄνδρα καὶ ζυγὸν ἀγωνισμάτων δεῖ τὸν μέλλοντα νικᾶν συνθεωρεῖν πῶς δυνατὸν ἐφικέσθαι τοῦ σκοποῦ καὶ τί γυμνὸν ἢ ποῖον ἔξοπλον μέρος φαίνεται τῶν ἀνταγωνιστῶν, οὕτως χρὴ καὶ τοὺς ὑπὲρ τῶν ὅλων προεστῶτας σκοπεῖν οὐχ ὅπου τι τοῦ σώματος γυμνόν, ἀλλὰ ποῦ τῆς ψυχῆς εὐχείρωτόν τι παραφαίνεται τοῦ τῶν ἐναντίων ἡγεμόνος, ἐπειδὴ πολλοὶ μὲν διὰ ῥᾳθυμίαν καὶ τὴν σύμπασαν ἀργίαν οὐ μόνον τὰς κοινὰς πράξεις, ἀλλὰ καὶ τοὺς ἰδίους καταπροΐενται βίους ἄρδην, πολλοὶ δὲ διὰ τὴν πρὸς τὸν οἶνον ἐπιθυμίαν οὐδ' ὑπνῶσαι δύνανται χωρὶς ἀλλοιώσεως καὶ μέθης, ἔνιοι δὲ διὰ τὰς τῶν ἀφροδισίων ὁρμὰς καὶ τὴν ἐν τούτοις ἔκπληξιν οὐ μόνον πόλεις καὶ βίους ἀναστάτους πεποιήκασιν, ἀλλὰ καὶ τὸ ζῆν αὑτῶν ἀφῄρηνται μετ' αἰσχύνης. καὶ μὴν δειλία καὶ βλακεία κατ' ἰδίαν μὲν αὐτοῖς ὄνειδος ἐπιφέρει τοῖς ἔχουσι, περὶ δὲ τὸν τῶν ὅλων ἡγεμόνα γενομένη κοινόν ἐστι καὶ μέγιστον συμπτωμάτων. οὐ γὰρ μόνον ἀπράκτους ποιεῖ τοὺς ὑποταττομένους, πολλάκις δὲ καὶ κινδύνους ἐπιφέρει τοὺς μεγίστους τοῖς πεπιστευκόσι. προπέτειά γε μὴν καὶ θρασύτης καὶ θυμὸς ἄλογος, ἔτι δὲ κενοδοξία καὶ τῦφος εὐχείρωτα μὲν τοῖς ἐχθροῖς, ἐπισφαλέστατα δὲ τοῖς φίλοις. πρὸς γὰρ πᾶσαν ἐπιβουλήν, ἐνέδραν, ἀπάτην ἕτοιμος ὅ γε τοιοῦτος. διόπερ εἴ τις δύναιτο συννοεῖν τὰ περὶ τοὺς πέλας ἁμαρτήματα καὶ τῇδέ που προσιέναι τοῖς ὑπεναντίοις, ᾗ μάλιστα καὶ δι' ὧν εὐχείρωτος ἔσθ' ὁ προεστὼς τῶν πολεμίων, τάχιστ' ἂν τῶν ὅλων κατακρατοίη. καθάπερ γὰρ νεὼς ἐὰν ἀφέλῃ τις τὸν κυβερνήτην, τὸ ὅλον αὐτανδρὶ σκάφος ὑποχείριον γίνεται τοῖς ἐχθροῖς, τὸν αὐτὸν τρόπον ἐὰν τὸν προεστῶτα [πόλεμον] δυνάμεως χειρώσηταί τις κατὰ τὰς ἐπιβολὰς καὶ συλλογισμούς, αὐτανδρὶ γίνεται πολλάκις κρατεῖν τῶν ἀντιταττομένων. ἃ δὴ καὶ τότε προϊδόμενος καὶ συλλογισάμενος Ἀννίβας περὶ τοῦ τῶν ἐναντίων ἡγεμόνος οὐ διεσφάλη τῆς ἐπιβολῆς.


Ὡς γὰρ θᾶττον ποιησάμενος ἀναζυγὴν ἀπὸ τῶν κατὰ τὴν Φαισόλαν τόπων καὶ μικρὸν ὑπεράρας τὴν τῶν Ῥωμαίων στρατοπεδείαν ἐνέβαλεν εἰς τὴν προκειμένην χώραν, εὐθέως μετέωρος ἦν ὁ Φλαμίνιος καὶ θυμοῦ πλήρης, δοξάζων ἑαυτὸν ὑπὸ τῶν ἐναντίων καταφρονεῖσθαι. μετὰ δὲ ταῦτα πορθουμένης τῆς χώρας, καὶ πανταχόθεν τοῦ καπνοῦ σημαίνοντος τὴν καταφθορὰν αὐτῆς, ἐσχετλίαζε, δεινὸν ἡγούμενος τὸ γινόμενον. διὸ καὶ τινῶν οἰομένων δεῖν μὴ προχείρως ἐπακολουθεῖν μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις, φυλάττεσθαι δὲ καὶ προσέχειν τὸ πλῆθος τῶν ἱππέων, μάλιστα δὲ καὶ τὸν ἕτερον ὕπατον προσλαβεῖν καὶ πᾶσιν ἐπὶ ταὐτὸ τοῖς στρατοπέδοις ὁμοῦ ποιήσασθαι τὸν κίνδυνον, οὐχ οἷον προσεῖχε τοῖς λεγομένοις, ἀλλ' οὐδ' ἀνείχετο τῶν ἀποφαινομένων ταῦτα, παρεκάλει δ' αὐτοὺς ἐν νῷ λαμβάνειν τί λέγειν εἰκὸς τοὺς ἐν τῇ πατρίδι τῆς μὲν χώρας καταφθειρομένης σχεδὸν ἕως πρὸς αὐτὴν τὴν Ῥώμην, αὐτῶν δὲ κατόπιν τῶν πολεμίων ἐν Τυρρηνίᾳ στρατοπεδευόντων. τέλος δέ, ταῦτ' εἰπών, ἀναζεύξας προῆγε μετὰ τῆς δυνάμεως, οὐ καιρόν, οὐ τόπον προορώμενος, μόνον δὲ σπεύδων συμπεσεῖν τοῖς πολεμίοις, ὡς προδήλου τῆς νίκης αὐτοῖς ὑπαρχούσης· τηλικοῦτον γὰρ προενεβεβλήκει κατελπισμὸν τοῖς ὄχλοις ὥστε πλείους εἶναι τῶν τὰ ὅπλα φερόντων τοὺς ἐκτὸς παρεπομένους τῆς ὠφελείας χάριν, κομίζοντας ἁλύσεις καὶ πέδας καὶ πᾶσαν τὴν τοιαύτην παρασκευήν. ὅ γε μὴν Ἀννίβας ἅμα μὲν εἰς τοὔμπροσθεν ὡς πρὸς τὴν Ῥώμην προῄει διὰ τῆς Τυρρηνίας, εὐώνυμον μὲν πόλιν ἔχων τὴν προσαγορευομένην Κυρτώνιον καὶ τὰ ταύτης ὄρη, δεξιὰν δὲ τὴν Ταρσιμέννην καλουμένην λίμνην· ἅμα δὲ προάγων ἐπυρπόλει καὶ κατέφθειρε τὴν χώραν, βουλόμενος ἐκκαλέσασθαι τὸν θυμὸν τῶν ὑπεναντίων. ἐπεὶ δὲ τὸν Φλαμίνιον ἤδη συνάπτοντα καθεώρα, τόπους δ' εὐφυεῖς συνεθεώρησε πρὸς τὴν χρείαν, ἐγίνετο πρὸς τὸ διακινδυνεύειν. ὄντος δὲ κατὰ τὴν δίοδον αὐλῶνος ἐπιπέδου, τούτου δὲ παρὰ μὲν τὰς εἰς μῆκος πλευρὰς ἑκατέρας βουνοὺς ἔχοντος ὑψηλοὺς καὶ συνεχεῖς, παρὰ δὲ τὰς εἰς πλάτος κατὰ μὲν τὴν ἀντικρὺ λόφον ἐπικείμενον ἐρυμνὸν καὶ δύσβατον, κατὰ δὲ τὴν ἀπ' οὐρᾶς λίμνην τελείως στενὴν ἀπολείπουσαν πάροδον ὡς εἰς τὸν αὐλῶνα παρὰ τὴν παρώρειαν, διελθὼν τὸν αὐλῶνα παρὰ τὴν λίμνην τὸν μὲν κατὰ πρόσωπον τῆς πορείας λόφον αὐτὸς κατελάβετο καὶ τοὺς Ἴβηρας καὶ τοὺς Λίβυας ἔχων ἐπ' αὐτοῦ κατεστρατοπέδευσε, τοὺς δὲ Βαλιαρεῖς καὶ λογχοφόρους κατὰ τὴν πρωτοπορείαν ἐκπεριάγων ὑπὸ τοὺς ἐν δεξιᾷ βουνοὺς τῶν παρὰ τὸν αὐλῶνα κειμένων, ἐπὶ πολὺ παρατείνας, ὑπέστειλε, τοὺς δ' ἱππεῖς καὶ τοὺς Κελτοὺς ὁμοίως τῶν εὐωνύμων βουνῶν κύκλῳ περιαγαγὼν παρεξέτεινε συνεχεῖς, ὥστε τοὺς ἐσχάτους εἶναι κατ' αὐτὴν τὴν εἴσοδον τὴν παρά τε τὴν λίμνην καὶ τὰς παρωρείας φέρουσαν εἰς τὸν προειρημένον τόπον.


Ὁ μὲν οὖν Ἀννίβας ταῦτα προκατασκευασάμενος τῆς νυκτὸς καὶ περιειληφὼς τὸν αὐλῶνα ταῖς ἐνέδραις τὴν ἡσυχίαν εἶχεν. ὁ δὲ Φλαμίνιος εἵπετο κατόπιν, σπεύδων συνάψαι [τῶν πολεμίων]· κατεστρατοπεδευκὼς δὲ τῇ προτεραίᾳ πρὸς αὐτῇ τῇ λίμνῃ τελέως ὀψὲ τῆς ὥρας, μετὰ ταῦτα τῆς ἡμέρας ἐπιγενομένης εὐθέως ἐπὶ τὴν ἑωθινὴν ἦγε τὴν πρωτοπορείαν παρὰ τὴν λίμνην εἰς τὸν ὑποκείμενον αὐλῶνα, βουλόμενος ἐξάπτεσθαι τῶν πολεμίων.


οὔσης δὲ τῆς ἡμέρας ὀμιχλώδους διαφερόντως, Ἀννίβας ἅμα τῷ τὸ πλεῖστον μέρος τῆς πορείας εἰς τὸν αὐλῶνα προσδέξασθαι καὶ συνάπτειν πρὸς αὐτὸν ἤδη τὴν τῶν ἐναντίων πρωτοπορείαν ἀποδοὺς τὰ συνθήματα καὶ διαπεμψάμενος πρὸς τοὺς ἐν ταῖς ἐνέδραις συνεπεχείρει πανταχόθεν ἅμα τοῖς πολεμίοις. οἱ δὲ περὶ τὸν Φλαμίνιον, παραδόξου γενομένης αὐτοῖς τῆς ἐπιφανείας, ἔτι δὲ δυσσυνόπτου τῆς κατὰ τὸν ἀέρα περιστάσεως ὑπαρχούσης, καὶ τῶν πολεμίων κατὰ πολλοὺς τόπους ἐξ ὑπερδεξίου καταφερομένων καὶ προσπιπτόντων, οὐχ οἷον παραβοηθεῖν ἐδύναντο πρός τι τῶν δεομένων οἱ ταξίαρχοι καὶ χιλίαρχοι τῶν Ῥωμαίων, ἀλλ' οὐδὲ συννοῆσαι τὸ γινόμενον. ἅμα γὰρ οἱ μὲν κατὰ πρόσωπον, οἱ δ' ἀπ' οὐρᾶς, οἱ δ' ἐκ τῶν πλαγίων αὐτοῖς προσέπιπτον. διὸ καὶ συνέβη τοὺς πλείστους ἐν αὐτῷ τῷ τῆς πορείας σχήματι κατακοπῆναι, μὴ δυναμένους αὑτοῖς βοηθεῖν, ἀλλ' ὡσανεὶ προδεδομένους ὑπὸ τῆς τοῦ προεστῶτος ἀκρισίας. ἔτι γὰρ διαβουλευόμενοι τί δεῖ πράττειν ἀπώλλυντο παραδόξως. ἐν ᾧ καιρῷ καὶ τὸν Φλαμίνιον αὐτὸν δυσχρηστούμενον καὶ περικακοῦντα τοῖς ὅλοις προσπεσόντες τινὲς τῶν Κελτῶν ἀπέκτειναν. ἔπεσον οὖν τῶν Ῥωμαίων κατὰ τὸν αὐλῶνα σχεδὸν εἰς μυρίους καὶ πεντακισχιλίους, οὔτ' εἴκειν τοῖς παροῦσιν οὔτε πράττειν οὐδὲν δυνάμενοι, τοῦτο δ' ἐκ τῶν ἐθισμῶν αὐτὸ περὶ πλείστου ποιούμενοι, τὸ μὴ φεύγειν μηδὲ λείπειν τὰς τάξεις. οἱ δὲ κατὰ πορείαν μεταξὺ τῆς λίμνης καὶ τῆς παρωρείας ἐν τοῖς στενοῖς συγκλεισθέντες αἰσχρῶς, ἔτι δὲ μᾶλλον ταλαιπώρως διεφθείροντο. συνωθούμενοι [μὲν] γὰρ εἰς τὴν λίμνην οἱ μὲν διὰ τὴν παράστασιν τῆς διανοίας ὁρμῶντες ἐπὶ τὸ νήχεσθαι σὺν τοῖς ὅπλοις ἀπεπνίγοντο, τὸ δὲ πολὺ πλῆθος μέχρι μὲν τοῦ δυνατοῦ προβαῖνον εἰς τὴν λίμνην ἔμενε τὰς κεφαλὰς αὐτὰς ὑπὲρ τὸ ὑγρὸν ὑπερίσχον· ἐπιγενομένων δὲ τῶν ἱππέων, καὶ προδήλου γενομένης ἀπωλείας ἐξαίροντες τὰς χεῖρας καὶ δεόμενοι ζωγρεῖν καὶ πᾶσαν προϊέμενοι φωνὴν τὸ τελευταῖον οἱ μὲν ὑπὸ τῶν πολεμίων, τινὲς δὲ παρακαλέσαντες αὑτοὺς διεφθάρησαν. ἑξακισχίλιοι δ' ἴσως τῶν κατὰ τὸν αὐλῶνα τοὺς κατὰ πρόσωπον νικήσαντες παραβοηθεῖν μὲν τοῖς ἰδίοις καὶ περιίστασθαι τοὺς ὑπεναντίους ἠδυνάτουν διὰ τὸ μηδὲν συνορᾶν τῶν γινομένων, καίπερ μεγάλην δυνάμενοι πρὸς τὰ ὅλα παρέχεσθαι χρείαν· ἀεὶ δὲ τοῦ πρόσθεν ὀρεγόμενοι προῆγον, πεπεισμένοι συμπεσεῖσθαί τισιν, ἕως ἔλαθον ἐκπεσόντες πρὸς τοὺς ὑπερδεξίους τόπους. γενόμενοι δ' ἐπὶ τῶν ἄκρων, καὶ τῆς ὀμίχλης ἤδη πεπτωκυίας συνέντες τὸ γεγονὸς ἀτύχημα καὶ ποιεῖν οὐδὲν ὄντες ἔτι δυνατοὶ διὰ τὸ τοῖς ὅλοις ἐπικρατεῖν καὶ πάντα προκατέχειν ἤδη τοὺς πολεμίους, συστραφέντες ἀπεχώρησαν εἴς τινα κώμην Τυρρηνίδα. μετὰ δὲ τὴν μάχην ἀποσταλέντος ὑπὸ τοῦ στρατηγοῦ μετὰ τῶν Ἰβήρων καὶ λογχοφόρων Μαάρβα καὶ περιστρατοπεδεύσαντος τὴν κώμην, ποικίλης αὐτοῖς ἀπορίας περιεστώσης, ἀποθέμενοι τὰ ὅπλα παρέδοσαν αὑτοὺς ὑποσπόνδους, ὡς τευξόμενοι τῆς σωτηρίας. Τὰ μὲν οὖν περὶ τὸν ὅλον κίνδυνον τὸν γενόμενον ἐν Τυρρηνίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις τοῦτον ἐπετελέσθη τὸν τρόπον. Ἀννίβας δέ, πρὸς αὐτὸν ἐπαναχθέντων τῶν ὑποσπόνδων, ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰχμαλώτων, συναγαγὼν πάντας, ὄντας πλείους τῶν μυρίων καὶ πεντακισχιλίων, πρῶτον μὲν διεσάφησεν ὅτι Μαάρβας οὐκ εἴη κύριος ἄνευ τῆς αὑτοῦ γνώμης διδοὺς τὴν ἀσφάλειαν τοῖς ὑποσπόνδοις, μετὰ δὲ ταῦτα κατηγορίαν ἐποιήσατο Ῥωμαίων. λήξας δὲ τούτων, ὅσοι μὲν ἦσαν Ῥωμαῖοι τῶν ἑαλωκότων, διέδωκεν εἰς φυλακὴν ἐπὶ τὰ τάγματα, τοὺς δὲ συμμάχους ἀπέλυσε χωρὶς λύτρων ἅπαντας εἰς τὴν οἰκείαν, ἐπιφθεγξάμενος τὸν αὐτὸν ὃν καὶ πρόσθεν λόγον ὅτι πάρεστι πολεμήσων οὐκ Ἰταλιώταις, ἀλλὰ Ῥωμαίοις ὑπὲρ τῆς Ἰταλιωτῶν ἐλευθερίας. τὴν δ' ἑαυτοῦ δύναμιν ἀνελάμβανε καὶ τῶν νεκρῶν τῶν ἐκ τῆς σφετέρας δυνάμεως τοὺς ἐπιφανεστάτους ἔθαψεν, ὄντας εἰς τριάκοντα τὸν ἀριθμόν· οἱ μὲν γὰρ πάντες εἰς χιλίους καὶ πεντακοσίους ἔπεσον, ὧν ἦσαν οἱ πλείους Κελτοί. ταῦτα δὲ πράξας διενοεῖτο μετὰ τἀδελφοῦ καὶ τῶν φίλων ποῦ καὶ πῶς δεῖ ποιεῖσθαι τὴν ὁρμήν, εὐθαρσὴς ὢν ἤδη περὶ τῶν ὅλων.


Εἰς δὲ τὴν Ῥώμην προσπεσόντος ἤδη τοῦ γεγονότος ἀτυχήματος, στέλλεσθαι μὲν ἢ ταπεινοῦν τὸ συμβεβηκὸς οἱ προεστῶτες τοῦ πολιτεύματος ἠδυνάτουν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, λέγειν δὲ τοῖς πολλοῖς ἠναγκάζοντο τὰ γεγονότα, συναθροίσαντες τὸν δῆμον εἰς ἐκκλησίαν. διόπερ ἅμα τῷ τὸν στρατηγὸν εἰπεῖν τοῖς ὄχλοις ἀπὸ τῶν ἐμβόλων ὅτι Λειπόμεθα μάχῃ μεγάλῃ, τηλικαύτην συνέβη γενέσθαι διατροπὴν ὥστε τοῖς παραγενομένοις ἐφ' ἑκατέρων τῶν καιρῶν πολλῷ μεῖζον τότε φανῆναι τὸ γεγονὸς ἢ παρ' αὐτὸν τὸν τῆς μάχης καιρόν. καὶ τοῦτ' εἰκότως συνέβη. πολλῶν γὰρ χρόνων ἄπειροι καὶ τοῦ ῥήματος καὶ τοῦ πράγματος ὑπάρχοντες τῆς ὁμολογουμένης ἥττης οὐ μετρίως οὐδὲ κατὰ σχῆμα τὴν περιπέτειαν ἔφερον. οὐ μὴν ἥ γε σύγκλητος, ἀλλ' ἐπὶ τοῦ καθήκοντος ἔμενε λογισμοῦ καὶ διενοεῖτο περὶ τοῦ μέλλοντος πῶς καὶ τί πρακτέον ἑκάστοις εἴη. Κατὰ δὲ τοὺς τῆς μάχης καιροὺς Γνάιος Σερουίλιος ὁ προκαθήμενος ὕπατος ἐπὶ τῶν κατ' Ἀρίμινον τόπων οὗτοι δ' εἰσὶν ἐπὶ τῆς παρὰ τὸν Ἀδρίαν πλευρᾶς, οὗ συνάπτει τὰ Γαλατικὰ πεδία πρὸς τὴν ἄλλην Ἰταλίαν, οὐ μακρὰν τῆς εἰς θάλατταν ἐκβολῆς τῶν τοῦ Πάδου στομάτων ἀκούσας εἰσβεβληκότα τὸν Ἀννίβαν εἰς Τυρρηνίαν ἀντιστρατοπεδεύειν τῷ Φλαμινίῳ, πᾶσι μὲν ἐπεβάλετο τοῖς στρατοπέδοις αὐτὸς συνάπτειν, ἀδυνατῶν δὲ διὰ τὸ τῆς στρατιᾶς βάρος Γάιον Κεντήνιον κατὰ σπουδὴν δοὺς τετρακισχιλίους ἱππεῖς προεξαπέστειλε, βουλόμενος, εἰ δέοινθ' οἱ καιροί, πρὸ τῆς αὑτοῦ παρουσίας τούτους καταταχεῖν. Ἀννίβας δέ, μετὰ τὴν μάχην προσαγγελθείσης αὐτῷ τῆς τῶν ὑπεναντίων βοηθείας, ἐξαποστέλλει Μαάρβαν ἔχοντα τοὺς λογχοφόρους καί τι μέρος τῶν ἱππέων. οἳ καὶ συμπεσόντες τοῖς περὶ τὸν Γάιον ἐν αὐτῇ μὲν τῇ πρώτῃ συμπλοκῇ σχεδὸν τοὺς ἡμίσεις αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον συνδιώξαντες τῇ κατὰ πόδας ἡμέρᾳ πάντας ἔλαβον ὑποχειρίους. ἐν δὲ τῇ Ῥώμῃ, τριταίας οὔσης τῆς κατὰ τὴν μάχην προσαγγελίας, καὶ μάλιστα τότε τοῦ πάθους κατὰ τὴν πόλιν ὡσανεὶ φλεγμαίνοντος, ἐπιγενομένης καὶ ταύτης τῆς περιπετείας οὐ μόνον τὸ πλῆθος, ἀλλὰ καὶ τὴν σύγκλητον αὐτὴν συνέβη διατραπῆναι. διὸ καὶ παρέντες τὴν κατ' ἐνιαυτὸν ἀγωγὴν τῶν πραγμάτων καὶ τὴν αἵρεσιν τῶν ἀρχόντων μειζόνως ἐπεβάλοντο βουλεύεσθαι περὶ τῶν ἐνεστώτων, νομίζοντες αὐτοκράτορος δεῖσθαι στρατηγοῦ τὰ πράγματα καὶ τοὺς περιεστῶτας καιρούς.


Ἀννίβας δὲ κατατεθαρρηκὼς τοῖς ὅλοις ἤδη τὸ μὲν συνεγγίζειν τῇ Ῥώμῃ κατὰ τὸ παρὸν ἀπεδοκίμασεν, τὴν δὲ χώραν ἐπιπορευόμενος ἀδεῶς ἐπόρθει, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸν Ἀδρίαν. διανύσας τε τήν τε τῶν Ὄμβρων καλουμένην χώραν καὶ τὴν τῶν Πικέντων ἧκεν δεκαταῖος πρὸς τοὺς κατὰ τὸν Ἀδρίαν τόπους, πολλῆς μὲν λείας γεγονὼς ἐγκρατής, ὥστε μήτ' ἄγειν μήτε φέρειν δύνασθαι τὸ στρατόπεδον τὰς ὠφελείας, πολὺ δὲ πλῆθος ἀνθρώπων ἀπεκταγκὼς κατὰ τὴν δίοδον· καθάπερ γὰρ ἐν ταῖς τῶν πόλεων καταλήψεσι, καὶ τότε παράγγελμά τι δεδομένον ἦν φονεύειν τοὺς ὑποπίπτοντας τῶν ἐν ταῖς ἡλικίαις. ταῦτα δ' ἐποίει διὰ τὸ προ ϋπάρχον αὐτῷ μῖσος ἔμφυτον πρὸς Ῥωμαίους. ἐν ᾧ καιρῷ καταστρατοπεδεύσας παρὰ τὸν Ἀδρίαν ἐν χώρᾳ πρὸς πάντα τὰ γεννήματα διαφερούσῃ μεγάλην ἐποιεῖτο σπουδὴν ὑπὲρ τῆς ἀναλήψεως καὶ θεραπείας τῶν ἀνδρῶν, οὐχ ἧττον δὲ καὶ τῶν ἵππων. ὡς ἂν γὰρ ὑπαίθρου τῆς παραχειμασίας γεγενημένης ἐν τοῖς κατὰ Γαλατίαν τόποις, ὑπό τε τοῦ ψύχους καὶ τῆς ἀνηλειψίας, ἔτι δὲ τῆς μετὰ ταῦτα διὰ τῶν ἑλῶν πορείας καὶ ταλαιπωρίας ἐπεγεγόνει σχεδὸν ἅπασι τοῖς ἵπποις, ὁμοίως δὲ καὶ τοῖς ἀνδράσιν ὁ λεγόμενος λιμόψωρος καὶ τοιαύτη καχεξία. διὸ γενόμενος ἐγκρατὴς χώρας εὐδαίμονος ἐσωματοποίησε μὲν τοὺς ἵππους, ἀνεκτήσατο δὲ τά τε σώματα καὶ τὰς ψυχὰς τῶν στρατιωτῶν· μετακαθώπλισε δὲ τοὺς Λίβυας εἰς τὸν Ῥωμαϊκὸν τρόπον ἐκλεκτοῖς ὅπλοις, ὡς ἂν γεγονὼς κύριος τοσούτων σκύλων. ἐξαπέστειλε δὲ κατὰ θάλατταν ἐν τῷ καιρῷ τούτῳ καὶ τοὺς διασαφήσοντας εἰς τὴν Καρχηδόνα περὶ τῶν γεγονότων· τότε γὰρ πρῶτον ἥψατο θαλάττης, ἀφ' οὗ τὴν εἰσβολὴν ἐποιήσατο τὴν εἰς Ἰταλίαν. ἐφ' οἷς ἀκούσαντες μεγαλείως ἐχάρησαν οἱ Καρχηδόνιοι καὶ πολλὴν ἐποιοῦντο σπουδὴν καὶ πρόνοιαν ὑπὲρ τοῦ κατὰ πάντα τρόπον ἐπικουρεῖν καὶ τοῖς ἐν Ἰταλίᾳ καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι. Ῥωμαῖοι δὲ δικτάτορα μὲν κατέστησαν Κόιντον Φάβιον, ἄνδρα καὶ φρονήσει διαφέροντα καὶ πεφυκότα καλῶς. ἔτι γοῦν ἐπεκαλοῦντο καὶ καθ' ἡμᾶς οἱ ταύτης τῆς οἰκίας Μάξιμοι, τοῦτο δ' ἔστι μέγιστοι, διὰ τὰς ἐκείνου τἀνδρὸς ἐπιτυχίας καὶ πράξεις. ὁ δὲ δικτάτωρ ταύτην ἔχει τὴν διαφορὰν τῶν ὑπάτων· τῶν μὲν γὰρ ὑπάτων ἑκατέρῳ δώδεκα πελέκεις ἀκολουθοῦσι, τούτῳ δ' εἴκοσι καὶ τέτταρες, κἀκεῖνοι μὲν ἐν πολλοῖς προσδέονται τῆς συγκλήτου πρὸς τὸ συντελεῖν τὰς ἐπιβολάς, οὗτος δ' ἔστιν αὐτοκράτωρ στρατηγός, οὗ κατασταθέντος παραχρῆμα διαλύεσθαι συμβαίνει πάσας τὰς ἀρχὰς ἐν τῇ Ῥώμῃ πλὴν τῶν δημάρχων. οὐ μὴν ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις ἀκριβεστέραν ποιησόμεθα τὴν διαστολήν. ἅμα δὲ τῷ δικτάτορι κατέστησαν ἱππάρχην Μάρκον Μινύκιον. οὗτος δὲ τέτακται μὲν ὑπὸ τὸν αὐτοκράτορα, γίνεται δ' οἱονεὶ διάδοχος τῆς ἀρχῆς ἐν τοῖς ἐκείνου περισπασμοῖς.


Ἀννίβας δὲ κατὰ βραχὺ μεταθεὶς τὴν παρεμβολὴν ἐνδιέτριβε τῇ παρὰ τὸν Ἀδρίαν χώρᾳ καὶ τοὺς μὲν ἵππους ἐκλούων τοῖς παλαιοῖς οἴνοις διὰ τὸ πλῆθος ἐξεθεράπευσε τὴν καχεξίαν αὐτῶν καὶ τὴν ψώραν, παραπλησίως δὲ καὶ τῶν ἀνδρῶν τοὺς μὲν τραυματίας ἐξυγίασε, τοὺς δὲ λοιποὺς εὐέκτας παρεσκεύασε καὶ προθύμους εἰς τὰς ἐπιφερομένας χρείας. διελθὼν δὲ καὶ καταφθείρας τήν τε Πραιτεττιανὴν καὶ τὴν Ἀδριανὴν ἔτι δὲ τὴν Μαρρουκίνην καὶ Φρεντανὴν χώραν ὥρμησε ποιούμενος τὴν πορείαν εἰς τὴν Ἰαπυγίαν. ἧς διῃρημένης εἰς τρεῖς ὀνομασίας, καὶ τῶν μὲν προσαγορευομένων Δαυνίων, τῶν δὲ Πευκετίων, τῶν δὲ Μεσσαπίων, εἰς πρώτην ἐνέβαλε τὴν Δαυνίαν. ἀρξάμενος δὲ ταύτης ἀπὸ Λουκαρίας, οὔσης ἀποικίας Ῥωμαίων, ἐπόρθει τὴν χώραν. μετὰ δὲ ταῦτα καταστρατοπεδεύσας περὶ τὸ καλούμενον Οἰβώνιον ἐπέτρεχε τὴν Ἀργυριππανὴν καὶ πᾶσαν ἀδεῶς ἐλεηλάτει τὴν Δαυνίαν. ἐν ᾧ καιρῷ καὶ Φάβιος μετὰ τὴν κατάστασιν θύσας τοῖς θεοῖς ἐξώρμησε μετὰ τοῦ συνάρχοντος καὶ τῶν ἐκ τοῦ καιροῦ καταγραφέντων τεττάρων στρατοπέδων. συμμίξας δὲ ταῖς ἀπ' Ἀριμίνου βοηθούσαις δυνάμεσι περὶ τὴν Ναρνίαν, Γνάιον μὲν τὸν ὑπάρχοντα στρατηγὸν ἀπολύσας τῆς κατὰ γῆν στρατείας ἐξαπέστειλε μετὰ παραπομπῆς εἰς τὴν Ῥώμην, ἐντειλάμενος, ἐάν τι κατὰ θάλατταν κινῶνται Καρχηδόνιοι, βοηθεῖν ἀεὶ τοῖς ὑποπίπτουσι καιροῖς, αὐτὸς δὲ μετὰ τοῦ συνάρχοντος παραλαβὼν τὰς δυνάμεις ἀντεστρατοπέδευσε τοῖς Καρχηδονίοις περὶ τὰς Αἴκας καλουμένας, ἀπέχων τῶν πολεμίων περὶ πεντήκοντα στα δίους. Ἀννίβας δὲ συνεὶς τὴν παρουσίαν τοῦ Φαβίου καὶ βουλόμενος ἐξ ἐφόδου καταπλήξασθαι τοὺς ὑπεναντίους, ἐξαγαγὼν τὴν δύναμιν καὶ συνεγγίσας τῷ τῶν Ῥωμαίων χάρακι παρετάξατο. χρόνον δέ τινα μείνας, οὐδενὸς ἐπεξιόντος αὖθις ἀνεχώρησεν εἰς τὴν ἑαυτοῦ παρεμβολήν. ὁ γὰρ Φάβιος διεγνωκὼς μήτε παραβάλλεσθαι μήτε διακινδυνεύειν, στοχάζεσθαι δὲ πρῶτον καὶ μάλιστα τῆς ἀσφαλείας τῶν ὑποταττομένων, ἔμενε βεβαίως ἐπὶ τῆς διαλήψεως ταύτης. τὰς μὲν οὖν ἀρχὰς κατεφρονεῖτο καὶ παρεῖχε λόγον ὡς ἀποδεδειλιακὼς καὶ καταπεπληγμένος τὸν κίνδυνον, τῷ δὲ χρόνῳ πάντας ἠνάγκασε παρομολογῆσαι καὶ συγχωρεῖν ὡς οὔτε νουνεχέστερον οὔτε φρονιμώτερον οὐδένα δυνατὸν ἦν χρῆσθαι τοῖς τότε περιεστῶσι καιροῖς. ταχὺ δὲ καὶ τὰ πράγματα προσεμαρτύρησε τοῖς λογισμοῖς αὐτοῦ. καὶ τοῦτ' εἰκότως ἐγένετο. τὰς μὲν γὰρ τῶν ὑπεναντίων δυνάμεις συνέβαινε γεγυμνάσθαι μὲν ἐκ τῆς πρώτης ἡλικίας συνεχῶς ἐν τοῖς πολεμικοῖς, ἡγεμόνι δὲ χρῆσθαι συντεθραμμένῳ σφίσι καὶ παιδομαθεῖ περὶ τὰς ἐν τοῖς ὑπαίθροις χρείας, νενικηκέναι δὲ πολλὰς μὲν ἐν Ἰβηρίᾳ μάχας, δὶς δὲ Ῥωμαίους ἑξῆς καὶ τοὺς συμμάχους αὐτῶν, τὸ δὲ μέγιστον, ἀπεγνωκότας πάντα μίαν ἔχειν ἐλπίδα τῆς σωτηρίας τὴν ἐν τῷ νικᾶν· περὶ δὲ τὴν τῶν Ῥωμαίων στρατιὰν τἀναντία τούτοις ὑπῆρχε. διόπερ εἰς μὲν τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον οὐχ οἷός τ' ἦν συγκαταβαίνειν, προδήλου τῆς ἐλαττώσεως ὑπαρχούσης· εἰς δὲ τὰ σφέτερα προτερήματα τοῖς λογισμοῖς ἀναχωρήσας ἐν τούτοις διέτριβε καὶ διὰ τούτων ἐχείριζε τὸν πόλεμον. ἦν δὲ τὰ προτερήματα Ῥωμαίων ἀκατάτριπτα χορήγια καὶ χειρῶν πλῆθος. διόπερ κατὰ τοὺς ἑξῆς χρόνους ἀντιπαρῆγεν τοῖς πολεμίοις ἀεὶ καὶ τοὺς εὐκαίρους προκατελάμβανε τόπους κατὰ τὴν ἐμπειρίαν. ἔχων δὲ κατὰ νώτου τὰς χορηγίας ἀφθόνους οὐδέποτε τοὺς στρατιώτας ἠφίει προνομεύειν οὐδὲ χωρίζεσθαι καθάπαξ ἐκ τοῦ χάρακος, ἅθρους δ' ἀεὶ καὶ συνεστραμμένους τηρῶν ἐφήδρευε τοῖς τόποις καὶ καιροῖς. καὶ πολλοὺς τῶν πολεμίων ἀποσπωμένους ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἐπὶ τὰς προνομὰς διὰ τὸ καταφρονεῖν ὑποχειρίους ἐλάμβανε καὶ κατέφθειρε τῷ τοιούτῳ τρόπῳ. ταῦτα δ' ἐποίει, βουλόμενος ἅμα μὲν ἀφ' ὡρισμένου πλήθους ἐλαττοῦν ἀεὶ τοὺς ὑπεναντίους, ἅμα δὲ τὰς τῶν ἰδίων δυνάμεων ψυχὰς προηττημένας τοῖς ὅλοις διὰ τῶν κατὰ μέρος προτερημάτων κατὰ βραχὺ σωματοποιεῖν καὶ προσαναλαμβάνειν. εἰς ὁλοσχερῆ δὲ κρίσιν ἐξ ὁμολόγου συγκαταβαίνειν οὐδαμῶς οἷός τ' ἦν. οὐ μὴν Μάρκῳ γε τῷ συνάρχοντι τούτων οὐδὲν ἤρεσκεν. σύμψηφον δὲ τοῖς ὄχλοις ποιῶν αὑτὸν τὸν μὲν Φάβιον κατελάλει πρὸς πάντας, ὡς ἀγεννῶς χρώμενον τοῖς πράγμασιν καὶ νωθρῶς, αὐτὸς δὲ πρόθυμος ἦν παραβάλλεσθαι καὶ διακινδυνεύειν.


Οἱ δὲ Καρχηδόνιοι καταφθείραντες τοὺς προειρημένους τόπους ὑπερέβαλον τὸν Ἀπεννῖνον καὶ κατάραντες εἰς τὴν Σαυνῖτιν χώραν, οὖσαν εὐδαίμονα καὶ πολλῶν χρόνων ἀπολέμητον, ἐν τοιαύτῃ περιουσίᾳ τῶν ἐπιτηδείων ἦσαν ὥστε μήτε χρωμένους μήτε καταφθείροντας ἀνύειν δύνασθαι τὰς λείας. κατέδραμον δὲ καὶ τὴν Οὐενοαντανήν, Ῥωμαίων ἀποικίαν ὑπάρχουσαν· εἷλον δὲ καὶ πόλιν Οὐενουσίαν, ἀτείχιστον οὖσαν καὶ πολλῆς καὶ παντοδαπῆς ἀποσκευῆς γέμουσαν. οἱ δὲ Ῥωμαῖοι κατόπιν μὲν εἵποντο συνεχῶς, μιᾶς καὶ δυεῖν ἡμερῶν ὁδὸν ἀπέχοντες, ἐγγίζειν γε μὴν καὶ συμπλέκεσθαι τοῖς πολεμίοις οὐχ οἷοί τ' ἦσαν. διόπερ Ἀννίβας ὁρῶν τὸν Φάβιον φυγομαχοῦντα μὲν προδήλως τοῖς δ' ὅλοις οὐκ ἐκχωροῦντα τῶν ὑπαίθρων, ὥρμησε τολμηρῶς εἰς τὰ περὶ Καπύην πεδία, καὶ τούτων εἰς τὸν προσαγορευόμενον Φάλερνον τόπον, πεπεισμένος δυεῖν θάτερον, ἢ μάχεσθαι τοὺς πολεμίους ἀναγκάσειν ἢ πᾶσι δῆλον ποιήσειν ὅτι κρατεῖ τῶν ὅλων καὶ παραχωροῦσι Ῥωμαῖοι τῶν ὑπαίθρων αὐτοῖς. οὗ γενομένου καταπλαγείσας ἤλπιζε τὰς πόλεις ὁρμήσειν πρὸς τὴν ἀπὸ Ῥωμαίων ἀπόστασιν. ἕως γὰρ τότε δυσὶ μάχαις ἤδη λελειμμένων αὐτῶν οὐδεμία πόλις ἀπέστη τῶν κατὰ τὴν Ἰταλίαν πρὸς Καρχηδονίους, ἀλλὰ διετήρουν τὴν πίστιν, καίπερ ἔνιαι πάσχουσαι κακῶς. ἐξ ὧν καὶ παρασημήναιτ' ἄν τις τὴν κατάπληξιν καὶ καταξίωσιν παρὰ τοῖς συμμάχοις τοῦ Ῥωμαίων πολιτεύματος.


Οὐ μὴν ἀλλ' ὅ γ' Ἀννίβας εἰκότως ἐπὶ τούτους κατήντα τοὺς λογισμούς. τὰ γὰρ πεδία τὰ κατὰ Καπύην ἐπιφανέστατα μέν ἐστι τῶν κατὰ τὴν Ἰταλίαν καὶ διὰ τὴν ἀρετὴν καὶ διὰ τὸ κάλλος καὶ διὰ τὸ πρὸς αὐτῇ κεῖσθαι τῇ θαλάττῃ καὶ τούτοις χρῆσθαι τοῖς ἐμπορίοις, εἰς ἃ σχεδὸν ἐκ πάσης τῆς οἰκουμένης κατατρέχουσιν οἱ πλέοντες εἰς Ἰταλίαν. περιέχουσι δὲ καὶ τὰς ἐπιφανεστάτας καὶ καλλίστας πόλεις τῆς Ἰταλίας ἐν αὑτοῖς. τὴν μὲν γὰρ παραλίαν αὐτῶν Σενοεσανοὶ καὶ Κυμαῖοι καὶ Δικαιαρχῖται νέμονται, πρὸς δὲ τούτοις Νεαπολῖται, τελευταῖον δὲ τὸ τῶν Νουκερίνων ἔθνος. τῆς δὲ μεσογαίου τὰ μὲν πρὸς τὰς ἄρκτους Καληνοὶ καὶ Τιανῖται κατοικοῦσι, τὰ δὲ πρὸς ἕω καὶ μεσημβρίαν Δαύνιοι*καὶ Νωλανοί. κατὰ μέσα δὲ τὰ πεδία κεῖσθαι συμβαίνει τὴν πασῶν ποτε μακαριωτάτην γεγονυῖαν πόλιν Καπύην. ἐπιεικέστατος δὲ καὶ παρὰ τοῖς μυθογράφοις ὁ περὶ τούτων τῶν πεδίων λέγεται λόγος· προσαγορεύεται δὲ καὶ ταῦτα Φλεγραῖα, καθάπερ καὶ ἕτερα τῶν ἐπιφανῶν πεδίων· θεούς γε μὴν μάλιστα περὶ τούτων εἰκὸς ἠρικέναι διὰ τὸ κάλλος καὶ τὴν ἀρετὴν αὐτῶν. ἅμα δὲ τοῖς προειρημένοις ὀχυρὰ δοκεῖ καὶ δυσέμβολα τελέως εἶναι τὰ πεδία· τὰ μὲν γὰρ θαλάττῃ τὸ δὲ πλεῖον ὄρεσι μεγάλοις πάντῃ καὶ συνεχέσι περιέχεται, δι' ὧν εἰσβολαὶ τρεῖς ὑπάρχουσι μόνον ἐκ τῆς μεσογαίου στεναὶ καὶ δύσβατοι, μία μὲν ἀπὸ τῆς Σαυνίτιδος, δευτέρα δ' ἀπὸ τῆς Λατίνης, ἡ δὲ κατάλοιπος ἀπὸ τῶν κατὰ τοὺς Ἰρπίνους τόπων. διόπερ ἔμελλον εἰς ταῦτα καταστρατοπεδεύσαντες ὥσπερ εἰς θέατρον οἱ Καρχηδόνιοι καταπλήξεσθαι μὲν τῷ παραλόγῳ πάντας, ἐκθεατριεῖν δὲ τοὺς πολεμίους φυγομαχοῦντας, αὐτοὶ δ' ἐξ ὁμολόγου φανήσεσθαι τῶν ὑπαίθρων κρατοῦντες.


Ἀννίβας μὲν οὖν τοιούτοις χρησάμενος λογισμοῖς καὶ διελθὼν ἐκ τῆς Σαυνίτιδος τὰ στενὰ κατὰ τὸν Ἐριβιανὸν καλούμενον λόφον κατεστρατοπέδευσε παρὰ τὸν Ἄθυρνον ποταμόν, ὃς σχεδὸν δίχα διαιρεῖ τὰ προειρημένα πεδία. καὶ τὴν μὲν παρεμβολὴν ἐκ τοῦ πρὸς Ῥώμην μέρους εἶχε, ταῖς δὲ προνομαῖς πᾶν ἐπιτρέχων ἐπόρθει τὸ πεδίον ἀδεῶς. Φάβιος δὲ κατεπέπληκτο μὲν τὴν ἐπιβολὴν καὶ τόλμαν τῶν ὑπεναντίων, τοσούτῳ δὲ μᾶλλον ἐπὶ τῶν κεκριμένων ἔμενεν. ὁ δὲ συνάρχων αὐτοῦ Μάρκος καὶ πάντες οἱ κατὰ τὸ στρατόπεδον χιλίαρχοι καὶ ταξίαρχοι νομίζοντες ἐν καλῷ τοὺς πολεμίους ἀπειληφέναι, σπεύδειν ᾤοντο δεῖν καὶ συνάπτειν εἰς τὰ πεδία καὶ μὴ περιορᾶν τὴν ἐπιφανεστάτην χώραν δῃουμένην. Φάβιος δὲ μέχρι μὲν τοῦ συνάψαι τοῖς τόποις ἔσπευδε καὶ συνυπεκρίνετο τοῖς προθύμως καὶ φιλοκινδύνως διακειμένοις, ἐγγίσας δὲ τῷ Φαλέρνῳ ταῖς μὲν παρωρείαις ἐπιφαινόμενος ἀντιπαρῆγε τοῖς πολεμίοις, ὥστε μὴ δοκεῖν τοῖς αὑτῶν συμμάχοις ἐκχωρεῖν τῶν ὑπαίθρων, εἰς δὲ τὸ πεδίον οὐ καθίει τὴν δύναμιν, εὐλαβούμενος τοὺς ὁλοσχερεῖς κινδύνους διά τε τὰς προειρημένας αἰτίας καὶ διὰ τὸ προφανῶς ἱπποκρατεῖν παρὰ πολὺ τοὺς ὑπεναντίους.


Ἀννίβας δ' ἐπειδὴ καταπειράσας τῶν πολεμίων καὶ καταφθείρας πᾶν τὸ πεδίον ἥθροισε λείας ἄπλετον πλῆθος, ἐγίνετο πρὸς ἀναζυγήν, βουλόμενος μὴ καταφθεῖραι τὴν λείαν, ἀλλ' εἰς τοιοῦτον ἀπερείσασθαι τόπον, ἐν ᾧ δυνήσεται ποιήσασθαι καὶ τὴν παραχειμασίαν, ἵνα μὴ μόνον κατὰ τὸ παρὸν εὐωχίαν ἀλλὰ συνεχῶς δαψίλειαν ἔχῃ τῶν ἐπιτηδείων τὸ στρατόπεδον. Φάβιος δὲ καὶ κατανοῶν αὐτοῦ τὴν ἐπιβολήν, ὅτι προχειρίζεται ποιεῖσθαι τὴν ἐπάνοδον ᾗπερ ἐποιήσατο καὶ τὴν εἴσοδον, καὶ θεωρῶν τοὺς τόπους στενοὺς ὄντας καὶ καθ' ὑπερβολὴν εὐφυεῖς πρὸς ἐπίθεσιν, ἐπ' αὐτῆς μὲν τῆς διεκβολῆς περὶ τετρακισχιλίους ἐπέστησε, παρακαλέσας χρήσασθαι τῇ προθυμίᾳ σὺν καιρῷ μετὰ τῆς τῶν τόπων εὐφυΐας, αὐτὸς δὲ τὸ πολὺ μέρος ἔχων τῆς δυνάμεως ἐπί τινα λόφον ὑπερδέξιον πρὸ τῶν στε νῶν κατεστρατοπέδευσε. παραγενομένων δὲ τῶν Καρχηδονίων καὶ ποιησαμένων τὴν παρεμβολὴν ἐν τοῖς ἐπιπέδοις ὑπ' αὐτὴν τὴν παρώρειαν, τὴν μὲν λείαν αὐτῶν ἤλπισεν ἀδηρίτως περισυρεῖν, ὡς δὲ τὸ πολὺ καὶ τοῖς ὅλοις πέρας ἐπιθήσειν διὰ τὴν τῶν τόπων εὐκαιρίαν. καὶ δὴ περὶ ταῦτα καὶ πρὸς τούτοις ἐγίνετο τοῖς διαβουλίοις, διανοούμενος πῇ καὶ πῶς χρήσεται τοῖς τόποις καὶ τίνες καὶ πόθεν πρῶτον ἐγχειρήσουσι τοῖς ὑπεναντίοις. Ἀννίβας δέ, ταῦτα πρὸς τὴν ἐπιοῦσαν ἡμέραν παρασκευαζομένων τῶν πολεμίων, συλλογιζόμενος ἐκ τῶν εἰκότων οὐκ ἔδωκε χρόνον οὐδ' ἀναστροφὴν ταῖς ἐπιβολαῖς αὐτῶν, ἀνακαλεσάμενος δὲ τὸν ἐπὶ τῶν λειτουργιῶν τεταγμένον Ἀσδρούβαν παρήγγειλε λαμπάδας δεσμεύειν ἐκ τῆς ξηρᾶς καὶ παντοδαπῆς ὕλης κατὰ τάχος ὡς πλείστας καὶ τῶν ἐργατῶν βοῶν ἐκλέξαντ' ἐκ πάσης τῆς λείας τοὺς εὐρωστοτάτους εἰς δισχιλίους ἁθροῖσαι πρὸ τῆς παρεμβολῆς. γενομένου δὲ τούτου συναγαγὼν ὑπέδειξε τοῖς λειτουργοῖς ὑπερβολήν τινα μεταξὺ κειμένην τῆς αὑτοῦ στρατοπεδείας καὶ τῶν στενῶν, δι' ὧν ἔμελλε ποιεῖσθαι τὴν πορείαν, πρὸς ἣν ἐκέλευε προσελαύνειν τοὺς βοῦς ἐνεργῶς καὶ μετὰ βίας, ὅταν δοθῇ τὸ παράγγελμα, μέχρι συνάψωσι τοῖς ἄκροις. μετὰ δὲ τοῦτο δειπνοποιησαμένοις ἀναπαύεσθαι καθ' ὥραν παρήγγειλε πᾶσιν. ἅμα δὲ τῷ κλῖναι τὸ τρίτον μέρος τῆς νυκτὸς εὐθέως ἐξῆγε τοὺς λειτουργοὺς καὶ προσδεῖν ἐκέλευσε πρὸς τὰ κέρατα τοῖς βουσὶ τὰς λαμπάδας. ταχὺ δὲ τούτου γενομένου διὰ τὸ πλῆθος, ἀνάψαι παρήγγειλε πάσας καὶ τοὺς μὲν βοῦς ἐλαύνειν καὶ προσβάλλειν πρὸς τὰς ἀκρωρείας ἐπέταξε, τοὺς δὲ λογχοφόρους κατόπιν ἐπιστήσας τούτοις ἕως μέν τινος συνεργεῖν παρεκελεύετο τοῖς ἐλαύνουσιν, ὅταν δὲ τὴν πρώτην ἅπαξ ὁρμὴν λάβῃ τὰ ζῷα, παρατρέχοντας παρὰ τὰ πλάγια καὶ συγκρούοντας ἅμα τῶν ὑπερδεξίων ἀντέχεσθαι τόπων καὶ προκαταλαμβάνειν τὰς ἀκρωρείας, ἵνα παραβοηθῶσι καὶ συμπλέκωνται τοῖς πολεμίοις, ἐάν που συναντῶσι πρὸς τὰς ὑπερβολάς. κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ἀναλαβὼν πρῶτα μὲν τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς, ἑξῆς δὲ τὴν λείαν, ἐπὶ δὲ πᾶσι τοὺς Ἴβηρας καὶ Κελτοὺς ἧκε πρὸς τὰ στενὰ καὶ τὰς διεκβολάς. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοῖς στενοῖς φυλάττοντες ἅμα τῷ συνιδεῖν τὰ φῶτα προσβάλλοντα πρὸς τὰς ὑπερβολάς, νομίσαντες ταύτῃ ποιεῖσθαι τὴν ὁρμὴν τὸν Ἀννίβαν, ἀπολιπόντες τὰς δυσχωρίας παρεβοήθουν τοῖς ἄκροις. ἐγγίζοντες δὲ τοῖς βουσὶν ἠποροῦντο διὰ τὰ φῶτα, μεῖζόν τι τοῦ συμβαίνοντος καὶ δεινότερον ἀναπλάττοντες καὶ προσδοκῶντες. ἐπιγενομένων δὲ τῶν λογχοφόρων, οὗτοι μὲν βραχέα πρὸς ἀλλήλους ἀκροβολισάμενοι, τῶν βοῶν αὐτοῖς ἐμπιπτόντων ἔμειναν διαστάντες ἐπὶ τῶν ἄκρων ἀμφότεροι καὶ προσανεῖχον καραδοκοῦντες τὴν ἐπιφάνειαν τῆς ἡμέρας διὰ τὸ μὴ δύνασθαι γνῶναι τὸ γινόμενον. Φάβιος δὲ τὰ μὲν ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι καὶ κατὰ τὸν ποιητὴν ὀισσάμενος δόλον εἶναι, τὰ δὲ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν οὐδαμῶς κρίνων ἐκκυβεύειν οὐδὲ παραβάλλεσθαι τοῖς ὅλοις, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῷ χάρακι καὶ προσεδέχετο τὴν ἡμέραν. κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, προχωρούντων αὐτῷ τῶν πραγμάτων κατὰ τὴν ἐπιβολήν, τήν τε δύναμιν διεκόμισε διὰ τῶν στενῶν μετ' ἀσφαλείας καὶ τὴν λείαν, λελοιπότων τοὺς τόπους τῶν παραφυλαττόντων τὰς δυσχωρίας. ἅμα δὲ τῷ φωτὶ συνιδὼν τοὺς ἐν τοῖς ἄκροις ἀντικαθημένους τοῖς λογχοφόροις ἐπαπέστειλέ τινας τῶν Ἰβήρων, οἳ καὶ συμμίξαντες κατέβαλον μὲν τῶν Ῥωμαίων εἰς χιλίους, ῥᾳδίως δὲ τοὺς παρὰ σφῶν εὐζώνους ἐκδεξάμενοι κατεβίβασαν. Ἀννίβας μὲν οὖν τοιαύτην ἐκ τοῦ Φαλέρνου ποιησάμενος τὴν ἔξοδον, λοιπὸν ἤδη στρατοπεδεύων ἀσφαλῶς κατεσκέπτετο καὶ προυνοεῖτο περὶ τῆς χειμασίας ποῦ καὶ πῶς ποιήσεται, μέγαν φόβον καὶ πολλὴν ἀπορίαν παρεστακὼς ταῖς πόλεσι καὶ τοῖς κατὰ τὴν Ἰταλίαν ἀνθρώποις. Φάβιος δὲ κακῶς μὲν ἤκουε παρὰ τοῖς πολλοῖς, ὡς ἀνάνδρως ἐκ τοιούτων τόπων προέμενος τοὺς ὑπεναντίους, οὐ μὴν ἀφίστατό γε τῆς προθέσεως. καὶ ἀναγκασθεὶς δὲ μετ' ὀλίγας ἡμέρας ἐπί τινας ἀπελθεῖν θυσίας εἰς τὴν Ῥώμην παρέδωκεν τῷ συνάρχοντι τὰ στρατόπεδα καὶ πολλὰ χωριζόμενος ἐνετείλατο μὴ τοσαύτην ποιεῖσθαι σπουδὴν ὑπὲρ τοῦ βλάψαι τοὺς πολεμίους ἡλίκην ὑπὲρ τοῦ μηδὲν αὐτοὺς παθεῖν δεινόν. ὧν οὐδὲ μικρὸν ἐν νῷ τιθέμενος Μάρκος ἔτι λέγοντος αὐτοῦ ταῦτα πρὸς τῷ παραβάλλεσθαι καὶ τῷ διακινδυνεύειν ὅλος καὶ πᾶς ἦν.


Τὰ μὲν οὖν κατὰ τὴν Ἰταλίαν τοιαύτην εἶχε τὴν διάθεσιν. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ταῖς προειρημέναις πράξεσιν Ἀσδρούβας ὁ τεταγμένος ἐπὶ τῆς Ἰβηρίας στρατηγὸς κατηρτικὼς ἐν τῇ παραχειμασίᾳ τὰς ὑπὸ τἀδελφοῦ καταλειφθείσας τριάκοντα ναῦς καὶ δέκα προσπεπληρωκὼς ἄλλας, ἀρχομένης τῆς θερείας ἀνήχθη τετταράκοντα ναυσὶ καταφράκτοις ἐκ Καινῆς πόλεως, προχειρισάμενος Ἀμίλκαν τοῦ στόλου ναύαρχον. ἅμα δὲ καὶ τὴν πεζὴν ἐκ τῆς παραχειμασίας ἡθροικὼς δύναμιν ἀνέζευξε· καὶ ταῖς μὲν ναυσὶ παρὰ τὴν χέρσον ἐποιεῖτο τὸν πλοῦν, τοῖς δὲ πεζοῖς τὴν πορείαν παρὰ τὸν αἰγιαλόν, σπεύδων ἀμφοτέραις ἅμα ταῖς δυνάμεσι καταζεῦξαι πρὸς τὸν Ἴβηρα ποταμόν. Γνάιος δὲ τὰς ἐπιβολὰς συλλογιζόμενος τῶν Καρχηδονίων τὸ μὲν πρῶτον ἐπεβάλετο κατὰ γῆν καὶ κατὰ θάλατταν ἐκ τῆς παραχειμασίας ποιεῖσθαι τὴν ἀπάντησιν. ἀκούων δὲ τὸ πλῆθος τῶν δυνάμεων καὶ τὸ μέγεθος τῆς παρασκευῆς τὸ μὲν κατὰ γῆν ἀπαντᾶν ἀπεδοκίμασε, συμπληρώσας δὲ πέντε καὶ τριάκοντα ναῦς καὶ λαβὼν ἐκ τοῦ πεζικοῦ στρατεύματος τοὺς ἐπιτηδειοτάτους ἄνδρας πρὸς τὴν ἐπιβατικὴν χρείαν ἀνήχθη καὶ κατῆρε δευτεραῖος ἐκ Ταρράκωνος εἰς τοὺς περὶ τὸν Ἴβηρα ποταμὸν τόπους. καθορμισθεὶς δὲ τῶν πολεμίων ἐν ἀποστήματι περὶ τοὺς ὀγδοήκοντα σταδίους προαπέστειλε κατασκεψομένας δύο ναῦς ταχυπλοούσας Μασσαλιητικάς· καὶ γὰρ προκαθηγοῦντο καὶ προεκινδύνευον οὗτοι καὶ πᾶσαν ἀποτόμως σφίσι παρείχοντο τὴν χρείαν. εὐγενῶς γάρ, εἰ καί τινες ἕτεροι, κεκοινωνήκασι Ῥωμαίοις πραγμάτων καὶ Μασσαλιῶται, πολλάκις μὲν καὶ μετὰ ταῦτα, μάλιστα δὲ κατὰ τὸν Ἀννιβιακὸν πόλεμον. διασαφούντων δὲ τῶν ἐπὶ τὴν κατασκοπὴν ἐκπεμφθέντων ὅτι περὶ τὸ στόμα τοῦ ποταμοῦ συμβαίνει τὸν τῶν ὑπεναντίων ὁρμεῖν στόλον, ἀνήγετο κατὰ σπουδήν, βουλόμενος ἄφνω προσπεσεῖν τοῖς πολεμίοις. οἱ δὲ περὶ τὸν Ἀσδρούβαν, σημηνάντων αὐτοῖς τῶν σκοπῶν ἐκ πολλοῦ τὸν ἐπίπλουν τῶν ὑπεναντίων, ἅμα τὰς πεζικὰς ἐξέταττον δυνάμεις παρὰ τὸν αἰγιαλὸν καὶ τοῖς πληρώμασι παρήγγελλον ἐμβαίνειν εἰς τὰς ναῦς. ἤδη δὲ καὶ τῶν Ῥωμαίων σύνεγγυς ὄντων, σημήναντες πολεμικὸν ἀνήγοντο, κρίναντες ναυμαχεῖν. συμβαλόντες δὲ τοῖς πολεμίοις βραχὺν μέν τινα χρόνον ἀντεποιήσαντο τῆς νίκης, μετ' οὐ πολὺ δὲ πρὸς τὸ κλίνειν ὥρμησαν. ἡ γὰρ ἐφεδρεία τῶν πεζῶν ἡ περὶ τὸν αἰγιαλὸν οὐχ οὕτως αὐτοὺς ὤνησε, θάρσος παριστάνουσα πρὸς τὸν κίνδυνον, ὡς ἔβλαψε τὴν ἐλπίδα τῆς σωτηρίας ἑτοίμην παρασκευάζουσα. πλὴν δύο μὲν αὐτάνδρους νῆας ἀποβαλόντες, τεττάρων δὲ τοὺς ταρσοὺς καὶ τοὺς ἐπιβάτας ἔφευγον ἐκκλίναντες εἰς γῆν. ἐπικειμένων δὲ τῶν Ῥωμαίων αὐτοῖς ἐκθύμως, τὰς μὲν ναῦς ἐξέβαλον εἰς τὸν αἰγιαλόν, αὐτοὶ δ' ἀποπηδήσαντες ἐκ τῶν πλοίων ἐσώζοντο πρὸς τοὺς παρατεταγμένους. οἱ δὲ Ῥωμαῖοι τολμηρῶς συνεγγίσαντες τῇ γῇ καὶ τὰ δυνάμενα κινεῖσθαι τῶν πλοίων ἀναδησάμενοι μετὰ χαρᾶς ὑπερβαλλούσης ἀπέπλεον, νενικηκότες μὲν ἐξ ἐφόδου τοὺς ὑπεναντίους, κρατοῦντες δὲ τῆς θαλάττης, εἴκοσι δὲ καὶ πέντε ναῦς ἔχοντες τῶν πολεμίων.


Τὰ μὲν οὖν κατὰ τὴν Ἰβηρίαν ἀπὸ τούτων ἐπικυδεστέρας εἰλήφει τοῖς Ῥωμαίοις τὰς ἐλπίδας διὰ τὸ προειρημένον κατόρθωμα. οἱ δὲ Καρχηδόνιοι, προσπεσόντος αὐτοῖς τοῦ γεγονότος ἐλαττώματος, παραχρῆμα πληρώσαντες ἑβδομήκοντα νῆας ἐξαπέστειλαν, κρίναντες ἀναγκαῖον εἶναι πρὸς πάσας τὰς ἐπιβολὰς ἀντέχεσθαι τῆς θαλάττης. αἳ τὸ μὲν πρῶτον εἰς Σαρδόν', ἐκεῖθεν δὲ πρὸς τοὺς περὶ Πίσας τόπους τῆς Ἰταλίας προσέβαλον, πεπεισμένων τῶν ἐπιπλεόντων συμμίξειν ἐνθάδε τοῖς περὶ τὸν Ἀννίβαν. ταχὺ δὲ τῶν Ῥωμαίων ἀναχθέντων ἐπ' αὐτοὺς ἐξ αὐτῆς τῆς Ῥώμης ἑκατὸν εἴκοσι σκάφεσι πεντηρικοῖς, πυθόμενοι τὸν ἀνάπλουν οὗτοι μὲν αὖθις ἀπέπλευσαν εἰς τὴν Σαρδόνα, μετὰ δὲ ταῦτα πάλιν εἰς Καρχηδόνα. Γνάιος δὲ Σερουίλιος ἔχων τὸν προειρημένον στόλον ἕως μέν τινος ἐπηκολούθει τοῖς Καρχηδονίοις, συνάψειν πεπεισμένος, πολὺ δὲ καθυστερῶν ἀπέγνω. καὶ τὸ μὲν πρῶτον τῆς Σικελίας Λιλυβαίῳ προσέσχε· μετὰ δὲ ταῦτα καταπλεύσας τῆς Λιβύης ὡς ἐπὶ τὴν τῶν Κερκινητῶν νῆσον καὶ λαβὼν παρ' αὐτῶν χρήματα τοῦ μὴ πορθῆσαι τὴν χώραν ἀπηλλάγη. κατὰ δὲ τὸν ἀνάπλουν γενόμενος κύριος νήσου Κοσσύρου καὶ φρουρὰν εἰς τὸ πολισμάτιον εἰσαγαγὼν αὖθις εἰς τὸ Λιλύβαιον κατῆρε. καὶ τὸ λοιπὸν οὗτος μὲν αὐτοῦ συνορμίσας τὸν στόλον μετ' οὐ πολὺν χρόνον αὐτὸς ἀνεκομίσθη πρὸς τὰς πεζικὰς δυνάμεις· οἱ δ' ἐκ τῆς συγκλήτου πυθόμενοι τὸ γεγονὸς προτέρημα διὰ τοῦ Γναΐου περὶ τὴν ναυμαχίαν καὶ νομίσαντες χρήσιμον εἶναι, μᾶλλον δ' ἀναγκαῖον τὸ μὴ προΐεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν, ἀλλ' ἐνίστασθαι τοῖς Καρχηδονίοις καὶ τὸν πόλεμον αὔξειν, προχειρισάμενοι ναῦς εἴκοσι καὶ στρατηγὸν ἐπιστήσαντες Πόπλιον Σκιπίωνα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐξαπέστελλον μετὰ σπουδῆς πρὸς τὸν ἀδελφὸν Γνάιον, κοινῇ πράξοντα μετ' ἐκείνου τὰ κατὰ τὴν Ἰβηρίαν. πάνυ γὰρ ἠγωνίων μὴ κρατήσαντες Καρχηδόνιοι τῶν τόπων ἐκείνων καὶ περιποιησάμενοι χορηγίας ἀφθόνους καὶ χεῖρας ἀντιποιήσωνται μὲν τῆς θαλάττης ὁλοσχερέστερον, συνεπιθῶνται δὲ τοῖς κατὰ τὴν Ἰταλίαν, στρατόπεδα πέμποντες καὶ χρήματα τοῖς περὶ τὸν Ἀννίβαν. διόπερ ἐν μεγάλῳ τιθέμενοι καὶ τοῦτον τὸν πόλεμον ἐξαπέστειλαν τάς τε ναῦς καὶ τὸν Πόπλιον. ὃς καὶ παραγενόμενος εἰς Ἰβηρίαν καὶ συμμίξας τἀδελφῷ μεγάλην παρεῖχε χρείαν τοῖς κοινοῖς πράγμασιν. οὐδέποτε γὰρ πρότερον θαρρήσαντες διαβῆναι τὸν Ἴβηρα ποταμόν, ἀλλ' ἀσμενίζοντες τῇ τῶν ἐπὶ τάδε φιλίᾳ καὶ συμμαχίᾳ τότε διέβησαν καὶ τότε πρῶτον ἐθάρρησαν ἀντιποιεῖσθαι τῶν πέραν πραγμάτων, μεγάλα καὶ ταὐτομάτου συνεργήσαντος σφίσι πρὸς τοὺς περιεστῶτας καιρούς.


Ἐπειδὴ γὰρ καταπληξάμενοι τοὺς περὶ τὴν διάβασιν οἰκοῦντας τῶν Ἰβήρων ἧκον πρὸς τὴν τῶν Ζακανθαίων πόλιν, ἀποσχόντες σταδίους ὡς τετταράκοντα περὶ τὸ τῆς Ἀφροδίτης ἱερὸν κατεστρατοπέδευσαν, λαβόντες τόπον εὐφυῶς κείμενον πρός τε τὴν ἀπὸ τῶν πολεμίων ἀσφάλειαν καὶ πρὸς τὴν ἐκ θαλάττης χορηγίαν· ὁμοῦ γὰρ αὐτοῖς συνέβαινε καὶ τὸν στόλον ποιεῖσθαι τὸν παράπλουν. ἔνθα δὴ γίνεταί τις πραγμάτων περιπέτεια τοιάδε. καθ' οὓς καιροὺς Ἀννίβας ἐποιεῖτο τὴν πορείαν εἰς Ἰταλίαν, ὅσαις πόλεσιν ἠπίστησε τῶν κατὰ τὴν Ἰβηρίαν, ἔλαβε παρὰ τούτων ὅμηρα τοὺς υἱεῖς τῶν ἐπιφανεστάτων ἀνδρῶν· οὓς πάντας εἰς τὴν Ζακανθαίων ἀπέθετο πόλιν διά τε τὴν ὀχυρότητα καὶ διὰ τὴν τῶν ἀπολειπομένων ἐπ' αὐτῆς ἀνδρῶν πίστιν. ἦν δέ τις ἀνὴρ Ἴβηρ, Ἀβίλυξ ὄνομα, κατὰ μὲν τὴν δόξαν καὶ τὴν τοῦ βίου περίστασιν οὐδενὸς δεύτερος Ἰβήρων, κατὰ δὲ τὴν πρὸς Καρχηδονίους εὔνοιαν καὶ πίστιν πολύ τι διαφέρειν δοκῶν τῶν ἄλλων. οὗτος θεωρῶν τὰ πράγματα καὶ νομίσας ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἐλπίδας, συνελογίσατο παρ' ἑαυτῷ περὶ τῆς τῶν ὁμήρων προδοσίας συλλογισμὸν Ἰβηρικὸν καὶ βαρβαρικόν. πεισθεὶς γὰρ διότι δύναται μέγας γενέσθαι παρὰ Ῥωμαίοις προσενεγκάμενος ἐν καιρῷ πίστιν ἅμα καὶ χρείαν, ἐγίνετο πρὸς τῷ παρασπονδήσας τοὺς Καρχηδονίους ἐγχειρίσαι τοὺς ὁμήρους τοῖς Ῥωμαίοις. θεωρῶν δὲ τὸν Βώστορα τὸν τῶν Καρχηδονίων στρατηγόν, ὃς ἀπεστάλη μὲν ὑπ' Ἀσδρούβου κωλύσων τοὺς Ῥωμαίους διαβαίνειν τὸν ποταμόν, οὐ θαρρήσας δὲ τοῦτο ποιεῖν ἀνακεχωρηκὼς ἐστρατοπέδευε τῆς Ζακάνθης ἐν τοῖς πρὸς θάλατταν μέρεσιν, τοῦτον μὲν ἄκακον ὄντα τὸν ἄνδρα καὶ πρᾷον τῇ φύσει, πιστῶς δὲ τὰ πρὸς αὐτὸν διακείμενον, ποιεῖται λόγους ὑπὲρ τῶν ὁμήρων πρὸς τὸν Βώστορα φάσκων, ἐπειδὴ διαβεβήκασι Ῥωμαῖοι τὸν ποταμόν, οὐκέτι δύνασθαι Καρχηδονίους φόβῳ συνέχειν τὰ κατὰ τὴν Ἰβηρίαν, προσδεῖσθαι δὲ τοὺς καιροὺς τῆς τῶν ὑποταττομένων εὐνοίας· νῦν οὖν ἠγγικότων Ῥωμαίων καὶ προσκαθεζομένων τῇ Ζακάνθῃ, καὶ κινδυνευούσης τῆς πόλεως, ἐὰν ἐξαγαγὼν τοὺς ὁμήρους ἀποκαταστήσῃ τοῖς γονεῦσι καὶ ταῖς πόλεσιν, ἐκλύσειν μὲν αὐτὸν τῶν Ῥωμαίων τὴν φιλοτιμίαν· τοῦτο γὰρ αὐτὸ καὶ μάλιστα σπουδάζειν ἐκείνους πρᾶξαι, κυριεύοντας τῶν ὁμήρων· ἐκκαλέσεσθαι δὲ τὴν τῶν Ἰβήρων πάντων πρὸς Καρχηδονίους εὔνοιαν, προϊδόμενον τὸ μέλλον καὶ προνοηθέντα τῆς τῶν ὁμήρων ἀσφαλείας. τὴν δὲ χάριν αὐξήσειν ἔφη πολλαπλασίαν, αὐτὸς γενόμενος χειριστὴς τοῦ πράγματος. ἀποκαθιστάνων γὰρ εἰς τὰς πόλεις τοὺς παῖδας οὐ μόνον τὴν παρ' αὐτῶν εὔνοιαν ἐπισπάσεσθαι τῶν γεννησάντων ἀλλὰ καὶ παρὰ τῶν πολλῶν, ὑπὸ τὴν ὄψιν τιθεὶς διὰ τοῦ συμβαίνοντος τὴν Καρχηδονίων πρὸς τοὺς συμμάχους αἵρεσιν καὶ μεγαλοψυχίαν. προσδοκᾶν δ' αὐτὸν ἐκέλευσε καὶ δώρων πλῆθος ἰδίᾳ παρὰ τῶν τὰ τέκνα κομιζομένων· παραδόξως γὰρ ἑκάστους ἐγκρατεῖς γινομένους τῶν ἀναγκαιοτάτων ἅμιλλαν ποιήσεσθαι τῆς εἰς τὸν κύριον τῶν πραγμάτων εὐεργεσίας. παραπλήσια δὲ τούτοις ἕτερα καὶ πλείω πρὸς τὸν αὐτὸν τρόπον διαλεχθεὶς ἔπεισε τὸν Βώστορα συγκαταθέσθαι τοῖς λεγομένοις. καὶ τότε μὲν ἐπανῆλθε, ταξάμενος ἡμέραν, ᾗ παρέσται μετὰ τῶν ἐπιτηδείων πρὸς τὴν ἀνακομιδὴν τῶν παίδων. παραγενηθεὶς δὲ νυκτὸς ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον καὶ συμμίξας τισὶ τῶν συστρατευομένων ἐκείνοις Ἰβήρων διὰ τούτων εἰσῆλθε πρὸς τοὺς στρατηγούς. ἐκλογιζόμενος δὲ διὰ πλειόνων τὴν ἐσομένην ὁρμὴν καὶ μετάπτωσιν πρὸς αὐτοὺς τῶν Ἰβήρων, ἐὰν ἐγκρατεῖς γένωνται τῶν ὁμήρων, ἐπηγγείλατο παραδώσειν αὐτοῖς τοὺς παῖδας. τῶν δὲ περὶ τὸν Πόπλιον ὑπερβολῇ προθύμως δεξαμένων τὴν ἐλπίδα καὶ μεγάλας ὑπισχνουμένων δωρεάς, τότε μὲν εἰς τὴν ἰδίαν ἀπηλλάγη, συνθέμενος ἡμέραν καὶ καιρὸν καὶ τόπον, ἐν ᾧ δεήσει τοὺς ἐκδεξομένους αὐτὸν ὑπομένειν. μετὰ δὲ ταῦτα παραλαβὼν τοὺς ἐπιτηδείους τῶν φίλων ἧκε πρὸς τὸν Βώστορα καί, παραδοθέντων αὐτῷ τῶν παίδων ἐκ τῆς Ζακάνθης, νυκτὸς ποιησάμενος τὴν ἔξοδον, ὡς θέλων λαθεῖν, παραπορευθεὶς τὸν χάρακα τῶν πολεμίων ἧκε πρὸς τὸν τεταγμένον καιρὸν καὶ τόπον καὶ πάντας ἐνεχείρισε τοὺς ὁμήρους τοῖς ἡγεμόσι τῶν Ῥωμαίων. οἱ δὲ περὶ τὸν Πόπλιον ἐτίμησάν τε διαφερόντως τὸν Ἀβίλυγα καὶ πρὸς τὴν ἀποκατάστασιν τῶν ὁμήρων εἰς τὰς πατρίδας ἐχρήσαντο τούτῳ, συμπέμψαντες τοὺς ἐπιτηδείους. ὃς ἐπιπορευόμενος τὰς πόλεις καὶ διὰ τῆς τῶν παίδων ἀποκαταστάσεως τιθεὶς ὑπὸ τὴν ὄψιν τὴν τῶν Ῥωμαίων πρᾳότητα καὶ μεγαλοψυχίαν παρὰ τὴν Καρχηδονίων ἀπιστίαν καὶ βαρύτητα καὶ προσπαρατιθεὶς τὴν αὑτοῦ μετάθεσιν πολλοὺς Ἰβήρων παρώρμησε πρὸς τὴν τῶν Ῥωμαίων φιλίαν. Βώστωρ δὲ παιδικώτερον ἢ κατὰ τὴν ἡλικίαν δόξας ἐγκεχειρικέναι τοὺς ὁμήρους τοῖς πολεμίοις οὐκ εἰς τοὺς τυχόντας ἐπεπτώκει κινδύνους. καὶ τότε μέν, ἤδη τῆς ὥρας κατεπειγούσης, διέλυον εἰς παραχειμασίαν ἀμφότεροι τὰς δυνάμεις, ἱκανοῦ τινος ἐκ τῆς τύχης γεγονότος συνεργήματος τοῖς Ῥωμαίοις τοῦ περὶ τοὺς παῖδας πρὸς τὰς ἐπικειμένας ἐπιβολάς. καὶ τὰ μὲν κατὰ τὴν Ἰβηρίαν ἐν τούτοις ἦν.


Ὁ δὲ στρατηγὸς Ἀννίβας, ὅθεν ἀπελίπομεν, πυνθανόμενος παρὰ τῶν κατασκόπων πλεῖστον ὑπάρχειν σῖτον ἐν τῇ περὶ τὴν Λουκαρίαν καὶ τὸ καλούμενον Γερούνιον χώρᾳ, πρὸς δὲ τὴν συναγωγὴν εὐφυῶς ἔχειν τὸ Γερούνιον, κρίνας ἐκεῖ ποιεῖσθαι τὴν παραχειμασίαν, προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Λίβυρνον ὄρος ἐπὶ τοὺς προειρημένους τόπους. ἀφικόμενος δὲ πρὸς τὸ Γερούνιον, ὃ τῆς Λουκαρίας ἀπέχει διακόσια στάδια, τὰς μὲν ἀρχὰς διὰ λόγων τοὺς ἐνοικοῦντας εἰς φιλίαν προυκαλεῖτο καὶ πίστεις ἐδίδου τῶν ἐπαγγελιῶν, οὐδενὸς δὲ προσέχοντος, πολιορκεῖν ἐπεβάλετο. ταχὺ δὲ γενόμενος κύριος τοὺς μὲν οἰκήτορας κατέφθειρε, τὰς δὲ πλείστας οἰκίας ἀκεραίους διεφύλαξε καὶ τὰ τείχη, βουλόμενος σιτοβολίοις χρήσασθαι πρὸς τὴν παραχειμασίαν. τὴν δὲ δύναμιν πρὸ τῆς πόλεως παρεμβαλὼν ὠχυρώσατο τάφρῳ καὶ χάρακι τὴν στρατοπεδείαν. γενόμενος δ' ἀπὸ τούτων τὰ μὲν δύο μέρη τῆς δυνάμεως ἐπὶ τὴν σιτολογίαν ἐξέπεμπε, προστάξας καθ' ἑκάστην ἡμέραν τακτὸν ἀναφέρειν μέτρον ἕκαστον τοῖς ἰδίοις, ἐπιβολὴν τοῦ τάγματος τοῖς προκεχειρισμένοις ἐπὶ τὴν οἰκονομίαν ταύτην, τῷ δὲ τρίτῳ μέρει τήν τε στρατοπεδείαν ἐτήρει καὶ τοῖς σιτολογοῦσι παρεφήδρευε κατὰ τόπους. οὔσης δὲ τῆς μὲν χώρας τῆς πλείστης εὐεφόδου καὶ πεδιάδος, τῶν δὲ συναγόντων ὡς ἔπος εἰπεῖν ἀναριθμήτων, ἔτι δὲ τῆς ὥρας ἀκμαζούσης πρὸς τὴν συγκομιδήν, ἄπλετον συνέβαινε καθ' ἑκάστην ἡμέραν ἁθροίζεσθαι τοῦ σίτου τὸ πλῆθος.


Μάρκος δὲ παρειληφὼς τὰς δυνάμεις παρὰ Φαβίου τὸ μὲν πρῶτον ἀντιπαρῆγε ταῖς ἀκρωρείαις, πεπεισμένος ἀεὶ περὶ τὰς ὑπερβολὰς συμπεσεῖσθαί ποτε τοῖς Καρχηδονίοις. ἀκούσας δὲ τὸ μὲν Γερούνιον τοὺς περὶ τὸν Ἀννίβαν ἤδη κατέχειν, τὴν δὲ χώραν σιτολογεῖν, πρὸ δὲ τῆς πόλεως χάρακα βεβλημένους στρατοπεδεύειν, ἐπιστρέψας ἐκ τῶν ἀκρωρειῶν κατέβαινε κατὰ τὴν ἐπὶ τὰ πεδία κατατείνουσαν ῥάχιν. ἀφικόμενος δ' ἐπὶ τὴν ἄκραν, ἣ κεῖται μὲν ἐπὶ τῆς Λαρινάτιδος χώρας προσαγορεύεται δὲ Καλήνη, κατεστρατοπέδευσε περὶ ταύτην, πρόχειρος ὢν ἐκ παντὸς τρόπου συμπλέκεσθαι τοῖς πολεμίοις. Ἀννίβας δὲ θεωρῶν ἐγγίζοντας τοὺς πολεμίους τὸ μὲν τρίτον μέρος τῆς δυνάμεως εἴασε σιτολογεῖν, τὰ δὲ δύο μέρη λαβὼν καὶ προελθὼν ἀπὸ τῆς πόλεως ἑκκαίδεκα σταδίους πρὸς τοὺς πολεμίους ἐπί τινος βουνοῦ κατεστρατοπέδευσε, βουλόμενος ἅμα μὲν καταπλήξασθαι τοὺς ὑπεναντίους, ἅμα δὲ τοῖς σιτολογοῦσι τὴν ἀσφάλειαν παρασκευάζειν. μετὰ δὲ ταῦτα, γεωλόφου τινὸς ὑπάρχοντος μεταξὺ τῶν στρατοπέδων, ὃς εὐκαίρως καὶ σύνεγγυς ἐπέκειτο τῇ τῶν πολεμίων παρεμβολῇ, τοῦτον ἔτι νυκτὸς ἐξαποστείλας περὶ δισχιλίους τῶν λογχοφόρων κατελάβετο. οὓς ἐπιγενομένης τῆς ἡμέρας συνιδὼν Μάρκος ἐξῆγε τοὺς εὐζώνους καὶ προσέβαλε τῷ λόφῳ. γενομένου δ' ἀκροβολισμοῦ νεανικοῦ, τέλος ἐπεκράτησαν οἱ Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὴν ὅλην στρατοπεδείαν μετεβίβασαν εἰς τοῦτον τὸν τόπον. ὁ δ' Ἀννίβας ἕως μέν τινος διὰ τὴν ἀντιστρατοπεδείαν συνεῖχεν τὸ πλεῖστον μέρος τῆς δυνάμεως ἐφ' αὑτόν. πλειόνων δὲ γενομένων ἡμερῶν, ἠναγκάζετο τοὺς μὲν ἐπὶ τὴν νομὴν τῶν θρεμμάτων ἀπομερίζειν τοὺς δ' ἐπὶ τὴν σιτολογίαν, σπουδάζων κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν μήτε τὴν λείαν καταφθεῖραι τόν τε σῖτον ὡς πλεῖστον συναγαγεῖν, ἵνα πάντων ᾖ κατὰ τὴν παραχειμασίαν δαψίλεια τοῖς ἀνδράσιν, μὴ χεῖρον δὲ τοῖς ὑποζυγίοις καὶ τοῖς ἵπποις· εἶχε γὰρ τὰς πλείστας ἐλπίδας τῆς αὑτοῦ δυνάμεως ἐν τῷ τῶν ἱππέων τάγματι.


Καθ' ὃν δὴ καιρὸν Μάρκος συνθεωρήσας τὸ πολὺ μέρος τῶν ὑπεναντίων ἐπὶ τὰς προειρημένας χρείας κατὰ τῆς χώρας σκεδαννύμενον, λαβὼν τὸν ἀκμαιότατον καιρὸν τῆς ἡμέρας ἐξῆγε τὴν δύναμιν καὶ συνεγγίσας τῇ παρεμβολῇ τῶν Καρχηδονίων τὰ μὲν βαρέα τῶν ὅπλων ἐξέταξε, τοὺς δ' ἱππεῖς καὶ τοὺς εὐζώνους κατὰ μέρη διελὼν ἐπαφῆκε τοῖς προνομεύουσι, παραγγείλας μηδένα ζωγρεῖν. Ἀννίβας δὲ τούτου συμβάντος εἰς ἀπορίαν ἐνεπεπτώκει μεγάλην· οὔτε γὰρ ἀντεξάγειν τοῖς παρατεταγμένοις ἀξιόχρεως ἦν οὔτε παραβοηθεῖν τοῖς ἐπὶ τῆς χώρας διεσπαρμένοις. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοὺς προνομεύοντας ἐξαποσταλέντες πολλοὺς τῶν ἐσκεδασμένων ἀπέκτειναν· οἱ δὲ παρατεταγμένοι τέλος εἰς τοῦτ' ἦλθον καταφρονήσεως ὥστε καὶ διασπᾶν τὸν χάρακα καὶ μόνον οὐ πολιορκεῖν τοὺς Καρχηδονίους. ὁ δ' Ἀννίβας ἦν μὲν ἐν κακοῖς, ὅμως δὲ χειμαζόμενος ἔμενε, τοὺς πελάζοντας ἀποτριβόμενος καὶ μόλις διαφυλάττων τὴν παρεμβολήν, ἕως Ἀσδρούβας ἀναλαβὼν τοὺς ἀπὸ τῆς χώρας συμπεφευγότας εἰς τὸν χάρακα τὸν περὶ τὸ Γερούνιον, ὄντας εἰς τετρακισχιλίους, ἧκε παραβοηθῶν. τότε δὲ μικρὸν ἀναθαρρήσας ἐπεξῆλθε καὶ βραχὺ πρὸ τῆς στρατοπεδείας παρεμβαλὼν μόλις ἀπεστρέψατο τὸν ἐνεστῶτα κίνδυνον. Μάρκος δὲ πολλοὺς μὲν ἐν τῇ περὶ τὸν χάρακα συμπλοκῇ τῶν πολεμίων ἀποκτείνας, ἔτι δὲ πλείους ἐπὶ τῆς χώρας διεφθαρκώς, τότε μὲν ἐπανῆλθεν, μεγάλας ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος. τῇ δ' ἐπαύριον ἐκλιπόντων τὸν χάρακα τῶν Καρχηδονίων, ἐπέβη καὶ κατελάβετο τὴν ἐκείνων παρεμβολήν. ὁ γὰρ Ἀννίβας διαγωνιάσας τοὺς Ῥωμαίους μὴ καταλαβόμενοι νυκτὸς ἔρημον ὄντα τὸν ἐπὶ τῷ Γερουνίῳ χάρακα κύριοι γένωνται τῆς ἀποσκευῆς καὶ τῶν παραθέσεων, ἔκρινεν αὐτὸς ἀναχωρεῖν καὶ πάλιν ἐκεῖ ποιεῖσθαι τὴν στρατοπεδείαν. ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱ μὲν Καρχηδόνιοι ταῖς προνομαῖς εὐλαβέστερον ἐχρῶντο καὶ φυλακτικώτερον, οἱ δὲ Ῥωμαῖοι τἀναντία θαρραλεώτερον καὶ προπετέστερον.


Οἱ δ' ἐν τῇ Ῥώμῃ, προσπεσόντος σφίσι τοῦ γεγονότος μειζόνως ἢ κατὰ τὴν ἀλήθειαν, περιχαρεῖς ἦσαν διὰ τὸ πρῶτον μὲν ἐκ τῆς προϋπαρχούσης ὑπὲρ τῶν ὅλων δυσελπιστίας οἱονεὶ μεταβολήν τινα πρὸς τὸ βέλτιον αὐτοῖς προφαίνεσθαι, δεύτερον δὲ καὶ διὰ τὸ δοκεῖν τὸν πρὸ τούτου χρόνον τὴν ἀπραγίαν καὶ κατάπληξιν τῶν στρατοπέδων μὴ παρὰ τὴν τῶν δυνάμεων ἀποδειλίασιν, ἀλλὰ παρὰ τὴν τοῦ προεστῶτος εὐλάβειαν γεγονέναι. διὸ καὶ τὸν μὲν Φάβιον ᾐτιῶντο καὶ κατεμέμφοντο πάντες ὡς ἀτόλμως χρώμενον τοῖς καιροῖς, τὸν δὲ Μάρκον ἐπὶ τοσοῦτον ηὖξον διὰ τὸ συμβεβηκὸς ὥστε τότε γενέσθαι τὸ μηδέποτε γεγονός· αὐτοκράτορα γὰρ κἀκεῖνον κατέστησαν, πεπεισμένοι ταχέως αὐτὸν τέλος ἐπιθήσειν τοῖς πράγμασι· καὶ δὴ δύο δικτάτορες ἐγεγόνεισαν ἐπὶ τὰς αὐτὰς πράξεις, ὃ πρότερον οὐδέποτε συνεβεβήκει παρὰ Ῥωμαίοις. τῷ δὲ Μάρκῳ διασαφηθείσης τῆς τε τοῦ πλήθους εὐνοίας καὶ τῆς παρὰ τοῦ δήμου δεδομένης ἀρχῆς αὐτῷ, διπλασίως παρωρμήθη πρὸς τὸ παραβάλλεσθαι καὶ κατατολμᾶν τῶν πολεμίων. ἧκε δὲ καὶ Φάβιος ἐπὶ τὰς δυνάμεις οὐδὲν ἠλλοιωμένος ὑπὸ τῶν συμβεβηκότων, ἔτι δὲ βεβαιότερον μένων ἐπὶ τῆς ἐξ ἀρχῆς διαλήψεως. θεωρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον καὶ πρὸς πάντ' ἀντιφιλονικοῦντα καὶ καθόλου πολὺν ὄντα πρὸς τῷ διακινδυνεύειν, αἵρεσιν αὐτῷ προύτεινε τοιαύτην, ἢ κατὰ μέρος ἄρχειν ἢ διελόμενον τὰς δυνάμεις χρῆσθαι τοῖς σφετέροις στρατοπέδοις κατὰ τὴν αὑτοῦ προαίρεσιν. τοῦ δὲ καὶ λίαν ἀσμένως δεξαμένου τὸν μερισμόν, διελόμενοι τὸ πλῆθος χωρὶς ἐστρατοπέδευσαν ἀλλήλων, ἀπέχοντες ὡς δώδεκα σταδίους. Ἀννίβας δὲ τὰ μὲν ἀκούων τῶν ἁλισκομένων αἰχμαλώτων, τὰ δὲ θεωρῶν ἐκ τῶν πραττομένων ᾔδει τήν τε τῶν ἡγεμόνων πρὸς ἀλλήλους φιλοτιμίαν καὶ τὴν ὁρμὴν καὶ τὴν φιλοδοξίαν τοῦ Μάρκου. διόπερ οὐ καθ' αὑτοῦ, πρὸς αὑτοῦ δὲ νομίσας εἶναι τὰ συμβαίνοντα περὶ τοὺς ἐναντίους, ἐγίνετο περὶ τὸν Μάρκον, σπουδάζων τὴν τόλμαν ἀφελέσθαι καὶ προκαταλαβεῖν αὐτοῦ τὴν ὁρμήν. οὔσης δέ τινος ὑπεροχῆς μεταξὺ τῆς αὐτοῦ καὶ τῆς τοῦ Μάρκου στρατοπεδείας δυναμένης ἑκατέρους βλάπτειν, ἐπεβάλετο καταλαβεῖν ταύτην. σαφῶς δὲ γινώσκων ἐκ τοῦ προγεγονότος κατορθώματος ὅτι παρέσται βοηθῶν ἐκ χειρὸς πρὸς ταύτην τὴν ἐπιβολήν, ἐπινοεῖ τι τοιοῦτον. τῶν γὰρ τόπων τῶν περὶ τὸν λόφον ὑπαρχόντων ψιλῶν μέν, πολλὰς δὲ καὶ παντοδαπὰς ἐχόντων περικλάσεις κοιλότητας, ἐξέπεμψε τῆς νυκτὸς εἰς τὰς ἐπιτηδειοτάτας ὑποβολὰς ἀνὰ διακοσίους καὶ τριακοσίους, πεντακοσίους μὲν ἱππεῖς, ψιλοὺς δὲ καὶ πεζοὺς τοὺς πάντας εἰς πεντακισχιλίους. ἵνα δὲ μὴ πρῲ κατοπτευθῶσιν ὑπὸ τῶν εἰς τὰς προνομὰς ἐκπορευομένων, ἅμα τῷ διαυγάζειν κατελάμβανε τοῖς εὐζώνοις τὸν λόφον. ὁ δὲ Μάρκος θεωρῶν τὸ γινόμενον καὶ νομίσας ἑρμαῖον εἶναι παραυτίκα μὲν ἐξαπέστειλε τοὺς ψιλούς, κελεύσας ἀγωνίζεσθαι καὶ διαμάχεσθαι περὶ τοῦ τόπου, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς· ἑξῆς δὲ τούτοις κατόπιν αὐτὸς ἦγε συνεχῆ τὰ βαρέα τῶν ὅπλων, καθάπερ καὶ πρότερον, ἑκάστων ποιούμενος παραπλήσιον τὸν χειρισμόν. ἄρτι δὲ τῆς ἡμέρας διαφαινούσης, καὶ πάντων ταῖς τε διανοίαις καὶ τοῖς ὄμμασι περιεσπασμένων περὶ τοὺς ἐν τῷ γεωλόφῳ κινδυνεύοντας, ἀνύποπτος ἦν ἡ τῶν ἐνεδρευόντων ὑποβολή. τοῦ δ' Ἀννίβου συνεχῶς μὲν ἐπαποστέλλοντος τοῖς ἐν τῷ λόφῳ τοὺς βοηθήσοντας, ἑπομένου δὲ κατὰ πόδας αὐτοῦ μετὰ τῶν ἱππέων καὶ τῆς δυνάμεως, ταχέως συνέβη καὶ τοὺς ἱππεῖς συμπεσεῖν ἀλλήλοις. οὗ γενομένου, καὶ πιεζομένων τῶν Ῥωμαίων εὐζώνων ὑπὸ τοῦ πλήθους τῶν ἱππέων, ἅμα μὲν οὗτοι καταφεύγοντες εἰς τὰ βαρέα τῶν ὅπλων θόρυβον ἐποίουν, ἅμα δὲ τοῦ συνθήματος ἀποδοθέντος τοῖς ἐν ταῖς ἐνέδραις, πανταχόθεν ἐπιφαινομένων καὶ προσπιπτόντων τούτων, οὐκέτι περὶ τοὺς εὐζώνους μόνον, ἀλλὰ περὶ πᾶν τὸ στράτευμα μέγας κίνδυνος συνειστήκει τοῖς Ῥωμαίοις. κατὰ δὲ τὸν καιρὸν τοῦτον Φάβιος θεωρῶν τὸ γινόμενον καὶ διαγωνιάσας μὴ σφαλῶσι τοῖς ὅλοις, ἐξῆγε τὰς δυνάμεις καὶ κατὰ σπουδὴν ἐβοήθει τοῖς κινδυνεύουσι. ταχὺ δὲ συνεγγίσαντος αὐτοῦ, πάλιν ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι, καίπερ λελυκότες ἤδη τὴν ὅλην τάξιν, αὖθις ἁθροιζόμενοι περὶ τὰς σημείας ἀνεχώρουν καὶ κατέφευγον ὑπὸ τὴν τούτων ἀσφάλειαν, πολλοὺς μὲν ἀπολελωκότες τῶν εὐζώνων, ἔτι δὲ πλείους ἐκ τῶν ταγμάτων καὶ τοὺς ἀρίστους ἄνδρας. οἱ δὲ περὶ τὸν Ἀννίβαν καταπλαγέντες τὴν ἀκεραιότητα καὶ σύνταξιν τῶν παραβεβοηθηκότων στρατοπέδων ἀπέστησαν τοῦ διωγμοῦ καὶ τῆς μάχης. τοῖς μὲν οὖν παρ' αὐτὸν γενομένοις τὸν κίνδυνον ἦν ἐναργὲς ὅτι διὰ μὲν τὴν Μάρκου τόλμαν ἀπόλωλε τὰ ὅλα, διὰ δὲ τὴν εὐλάβειαν τοῦ Φαβίου σέσωσται καὶ πρὸ τοῦ καὶ νῦν· τοῖς δ' ἐν τῇ Ῥώμῃ τότ' ἐγένετο φανερὸν ὁμολογουμένως τί διαφέρει στρατιωτικῆς προπετείας καὶ κενοδοξίας στρατηγικὴ πρόνοια καὶ λογισμὸς ἑστὼς καὶ νουνεχής. οὐ μὴν ἀλλ' οἱ μὲν Ῥωμαῖοι διδαχθέντες ὑπὸ τῶν πραγμάτων καὶ βαλόμενοι χάρακα πάλιν ἕνα πάντες ἐστρατοπέδευσαν ὁμόσε καὶ λοιπὸν ἤδη Φαβίῳ προσεῖχον τὸν νοῦν καὶ τοῖς ὑπὸ τούτου παραγγελλομένοις. οἱ δὲ Καρχηδόνιοι τὸν μὲν μεταξὺ τόπον τοῦ βουνοῦ καὶ τῆς σφετέρας παρεμβολῆς διετάφρευσαν, περὶ δὲ τὴν κορυφὴν τοῦ καταληφθέντος λόφου χάρακα περιβαλόντες καὶ φυλακὴν ἐπιστήσαντες λοιπὸν ἤδη πρὸς τὴν χειμασίαν ἀσφαλῶς ἡτοιμάζοντο. Τῆς δὲ τῶν ἀρχαιρεσίων ὥρας συνεγγιζούσης, εἵλοντο στρατηγοὺς οἱ Ῥωμαῖοι Λεύκιον Αἰμίλιον καὶ Γάιον Τερέντιον. ὧν κατασταθέντων οἱ μὲν δικτάτορες ἀπέθεντο τὴν ἀρχήν, οἱ δὲ προϋπάρχοντες ὕπατοι, Γνάιος Σερουίλιος καὶ Μάρκος Ῥήγουλος ὁ μετὰ τὴν Φλαμινίου τελευτὴν ἐπικατασταθείς, τότε προχειρισθέντες ὑπὸ τῶν περὶ τὸν Αἰμίλιον ἀντιστράτηγοι καὶ παραλαβόντες τὴν ἐν τοῖς ὑπαίθροις ἐξουσίαν ἐχείριζον κατὰ τὴν ἑαυτῶν γνώμην τὰ κατὰ τὰς δυνάμεις. οἱ δὲ περὶ τὸν Αἰμίλιον βουλευσάμενοι μετὰ τῆς συγκλήτου τὸ μὲν ἐλλεῖπον πλῆθος ἔτι τῶν στρατιωτῶν πρὸς τὴν ὅλην ἐπιβολὴν παραχρῆμα καταγράψαντες ἐξαπέστειλαν, τοῖς δὲ περὶ τὸν Γνάιον διεσάφησαν ὁλοσχερῆ μὲν κίνδυνον κατὰ μηδένα τρόπον συνίστασθαι, τοὺς δὲ κατὰ μέρος ἀκροβολισμοὺς ὡς ἐνεργοτάτους ποιεῖσθαι καὶ συνεχεστάτους χάριν τοῦ γυμνάζειν καὶ παρασκευάζειν εὐθαρσεῖς τοὺς νέους πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας, τῷ καὶ τὰ πρότερον αὐτοῖς συμπτώματα δοκεῖν οὐχ ἥκιστα γεγονέναι διὰ τὸ νεοσυλλόγοις καὶ τελέως ἀνασκήτοις κεχρῆσθαι τοῖς στρατοπέδοις. αὐτοὶ δὲ Λεύκιον μὲν Ποστόμιον, ἑξαπέλεκυν ὄντα στρατηγόν, στρατόπεδον δόντες εἰς Γαλατίαν ἐξαπέστειλαν, βουλόμενοι ποιεῖν ἀντιπερίσπασμα τοῖς Κελτοῖς τοῖς μετ' Ἀννίβου στρατευομένοις. πρόνοιαν δ' ἐποιήσαντο καὶ τῆς ἀνακομιδῆς τοῦ παραχειμάζοντος ἐν τῷ Λιλυβαίῳ στόλου, διεπέμψαντο δὲ καὶ τοῖς ἐν Ἰβηρίᾳ στρατηγοῖς πάντα τὰ κατεπείγοντα πρὸς τὴν χρείαν. οὗτοι μὲν οὖν περὶ ταῦτα καὶ περὶ τὰς λοιπὰς ἐγίνοντο παρασκευὰς ἐπιμελῶς. οἱ δὲ περὶ τὸν Γνάιον κομισάμενοι τὰς παρὰ τῶν ὑπάτων ἐντολὰς πάντα τὰ κατὰ μέρος ἐχείριζον κατὰ τὴν ἐκείνων γνώμην· διὸ καὶ τὸ πλείω γράφειν ὑπὲρ αὐτῶν παρήσομεν. ὁλοσχερὲς μὲν γὰρ ἢ μνήμης ἄξιον ἁπλῶς οὐδὲν ἐπράχθη διὰ τὴν ἐντολὴν καὶ διὰ τὴν τοῦ καιροῦ περίστασιν, ἀκροβολισμοὶ δὲ μόνον καὶ συμπλοκαὶ κατὰ μέρος ἐγίνοντο πλείους, ἐν αἷς εὐδοκίμουν οἱ προεστῶτες τῶν Ῥωμαίων· καὶ γὰρ ἀνδρωδῶς καὶ νουνεχῶς ἐδόκουν ἕκαστα χειρίζειν.


Τὸν μὲν οὖν χειμῶνα καὶ τὴν ἐαρινὴν ὥραν διέμειναν ἀντιστρατοπεδεύοντες ἀλλήλοις· ἤδη δὲ παραδιδόντος τοῦ καιροῦ τὴν ἐκ τῶν ἐπετείων καρπῶν χορηγίαν, ἐκίνει τὴν δύναμιν ἐκ τοῦ περὶ τὸ Γερούνιον χάρακος Ἀννίβας. κρίνων δὲ συμφέρειν τὸ κατὰ πάντα τρόπον ἀναγκάσαι μάχεσθαι τοὺς πολεμίους, καταλαμβάνει τὴν τῆς Κάννης προσαγορευομένης πόλεως ἄκραν. εἰς γὰρ ταύτην συνέβαινε τόν τε σῖτον καὶ τὰς λοιπὰς χορηγίας ἁθροίζεσθαι τοῖς Ῥωμαίοις ἐκ τῶν περὶ Κανύσιον τόπων· ἐκ δὲ ταύτης ἀεὶ πρὸς τὴν χρείαν ἐπὶ τὸ στρατόπεδον παρακομίζεσθαι. τὴν μὲν οὖν πόλιν ἔτι πρότερον συνέβαινε κατεσκάφθαι, τῆς παρασκευῆς δὲ καὶ τῆς ἄκρας τότε καταληφθείσης, οὐ μικρὰν συνέπεσε ταραχὴν γενέσθαι περὶ τὰς τῶν Ῥωμαίων δυνάμεις· οὐ γὰρ μόνον διὰ τὰς χορηγίας ἐδυσχρηστοῦντ' ἐπὶ τῷ κατειλῆφθαι τὸν προειρημένον τόπον, ἀλλὰ καὶ διὰ τὸ κατὰ τὴν πέριξ εὐφυῶς κεῖσθαι χώραν. πέμποντες οὖν εἰς τὴν Ῥώμην συνεχῶς ἐπυνθάνοντο τί δεῖ ποιεῖν, ὡς ἐὰν ἐγγίσωσι τοῖς πολεμίοις, οὐ δυνησόμενοι φυγομαχεῖν, τῆς μὲν χώρας καταφθειρομένης, τῶν δὲ συμμάχων πάντων μετεώρων ὄντων ταῖς διανοίαις, οἱ δ' ἐβουλεύσαντο μάχεσθαι καὶ συμβάλλειν τοῖς πολεμίοις. τοῖς μὲν οὖν περὶ τὸν Γνάιον ἐπισχεῖν ἔτι διεσάφησαν, αὐτοὶ δὲ τοὺς ὑπάτους ἐξαπέστελλον. συνέβαινε δὲ πάντας εἰς τὸν Αἰμίλιον ἀποβλέπειν καὶ πρὸς τοῦτον ἀπερείδεσθαι τὰς πλείστας ἐλπίδας διά τε τὴν ἐκ τοῦ λοιποῦ βίου καλοκἀγαθίαν καὶ διὰ τὸ μικροῖς πρότερον χρόνοις ἀνδρωδῶς ἅμα καὶ συμφερόντως δοκεῖν κεχειρικέναι τὸν πρὸς Ἰλλυριοὺς πόλεμον. προέθεντο δὲ στρατοπέδοις ὀκτὼ διακινδυνεύειν, ὃ πρότερον οὐδέποτ' ἐγεγόνει παρὰ Ῥωμαίοις, ἑκάστου τῶν στρατοπέδων ἔχοντος ἄνδρας εἰς πεντακισχιλίους χωρὶς τῶν συμμάχων. Ῥωμαῖοι γάρ, καθά που καὶ πρότερον εἰρήκαμεν, ἀεί ποτε τέτταρα στρατόπεδα προχειρίζονται. τὸ δὲ στρατόπεδον πεζοὺς μὲν λαμβάνει περὶ τετρακισχιλίους, ἱππεῖς δὲ διακοσίους. ἐπὰν δέ τις ὁλοσχερεστέρα προφαίνηται χρεία, τοὺς μὲν πεζοὺς ἐν ἑκάστῳ στρατοπέδῳ ποιοῦσι περὶ πεντακισχιλίους, τοὺς δ' ἱππεῖς τριακοσίους. τῶν δὲ συμμάχων τὸ μὲν τῶν πεζῶν πλῆθος πάρισον ποιοῦσι τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, τὸ δὲ τῶν ἱππέων ὡς ἐπίπαν τριπλάσιον. τούτων δὲ τοὺς ἡμίσεις τῶν συμμάχων καὶ τὰ δύο στρατόπεδα δόντες ἑκατέρῳ τῶν ὑπάτων ἐξαποστέλλουσιν ἐπὶ τὰς πράξεις. καὶ τοὺς μὲν πλείστους ἀγῶνας δι' ἑνὸς ὑπάτου καὶ δύο στρατοπέδων καὶ τοῦ προειρημένου πλήθους τῶν συμμάχων κρίνουσι, σπανίως δὲ πᾶσι πρὸς ἕνα καιρὸν καὶ πρὸς ἕνα χρῶνται κίνδυνον. τότε γε μὴν οὕτως ἐκπλαγεῖς ἦσαν καὶ κατάφοβοι τὸ μέλλον ὡς οὐ μόνον τέτταρσιν, ἀλλ' ὀκτὼ στρατοπέδοις Ῥωμαϊκοῖς ὁμοῦ προῄρηντο διακινδυνεύειν.


Διὸ καὶ παρακαλέσαντες τοὺς περὶ τὸν Αἰμίλιον καὶ πρὸ ὀφθαλμῶν θέντες τὸ μέγεθος τῶν εἰς ἑκάτερον τὸ μέρος ἀποβησομένων ἐκ τῆς μάχης ἐξαπέστειλαν, ἐντειλάμενοι σὺν καιρῷ κρίνειν τὰ ὅλα γενναίως καὶ τῆς πατρίδος ἀξίως. οἳ καὶ παραγενόμενοι πρὸς τὰς δυνάμεις καὶ συναθροίσαντες τὰ πλήθη τήν τε τῆς συγκλήτου γνώμην διεσάφησαν τοῖς πολλοῖς καὶ παρεκάλουν τὰ πρέποντα τοῖς παρεστῶσι καιροῖς, ἐξ αὐτοπαθείας τοῦ Λευκίου διατιθεμένου τοὺς λόγους. ἦν δὲ τὰ πλεῖστα τῶν λεγομένων πρὸς τοῦτον τείνοντα τὸν νοῦν, τὸν ὑπὲρ τῶν νεωστὶ γεγονότων συμπτωμάτων· ὧδε γὰρ καὶ τῇδέ που συνέβαινε διατετράφθαι καὶ προσδεῖσθαι παραινέσεως τοὺς πολλούς. διόπερ ἐπειρᾶτο συνιστάνειν ὅτι τῶν μὲν ἐν ταῖς προγεγενημέναις μάχαις ἐλαττωμάτων οὐχ ἓν οὐδὲ δεύτερον, καὶ πλείω δ' ἂν εὕροι τις αἴτια, δι' ἃ τοιοῦτον αὐτῶν ἐξέβη τὸ τέλος, ἐπὶ δὲ τῶν νῦν καιρῶν οὐδεμία λείπεται πρόφασις, ἐὰν ἄνδρες ὦσι, τοῦ μὴ νικᾶν τοὺς ἐχθρούς. τότε μὲν γὰρ οὔτε τοὺς ἡγεμόνας ἀμφοτέρους οὐδέποτε συνηγωνίσθαι τοῖς στρατοπέδοις οὔτε ταῖς δυνάμεσι κεχρῆσθαι γεγυμνασμέναις, ἀλλὰ νεοσυλλόγοις καὶ ἀοράτοις παντὸς δεινοῦ· τό τε μέγιστον, ἐπὶ τοσοῦτον ἀγνοεῖσθαι παρ' αὐτοῖς πρότερον τὰ κατὰ τοὺς ὑπεναντίους ὥστε σχεδὸν μηδ' ἑωρακότας τοὺς ἀνταγωνιστὰς παρατάττεσθαι καὶ συγκαταβαίνειν εἰς τοὺς ὁλοσχερεῖς κινδύνους. οἱ μὲν γὰρ περὶ τὸν Τρεβίαν ποταμὸν σφαλέντες, ἐκ Σικελίας τῇ προτεραίᾳ παραγενηθέντες, ἅμα τῷ φωτὶ τῇ κατὰ πόδας ἡμέρᾳ παρετάξαντο· τοῖς δὲ κατὰ Τυρρηνίαν ἀγωνισαμένοις οὐχ οἷον πρότερον, ἀλλ' οὐδ' ἐν αὐτῇ τῇ μάχῃ συνιδεῖν ἐξεγένετο τοὺς πολεμίους διὰ τὸ περὶ τὸν ἀέρα γενόμενον σύμπτωμα. νῦν γε μὴν πάντα τἀναντία τοῖς προειρημένοις ὑπάρχει.


πρῶτον γὰρ ἡμεῖς ἀμφότεροι πάρεσμεν, οὐ μόνον αὐτοὶ κοινωνήσοντες ὑμῖν τῶν κινδύνων, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ πρότερον ἔτους ἄρχοντας ἑτοίμους παρεσκευάκαμεν πρὸς τὸ μένειν καὶ μετέχειν τῶν αὐτῶν ἀγώνων. ὑμεῖς γε μὴν οὐ μόνον ἑωράκατε τοὺς καθοπλισμούς, τὰς τάξεις, τὰ πλήθη τῶν πολεμίων, ἀλλὰ καὶ διαμαχόμενοι μόνον οὐ καθ' ἑκάστην ἡμέραν δεύτερον ἐνιαυτὸν ἤδη διατελεῖτε. πάντων οὖν τῶν κατὰ μέρος ἐναντίως ἐχόντων ταῖς προγεγενημέναις μάχαις, εἰκὸς καὶ τὸ τέλος ἐναντίον ἐκβήσεσθαι τοῦ νῦν ἀγῶνος. καὶ γὰρ ἄτοπον, μᾶλλον δ' ὡς εἰπεῖν ἀδύνατον, ἐν μὲν τοῖς κατὰ μέρος ἀκροβολισμοῖς ἴσους πρὸς ἴσους συμπίπτοντας τὸ πλεῖον ἐπικρατεῖν, ὁμοῦ δὲ πάντας παραταξαμένους πλείους ὄντας ἢ διπλασίους τῶν ὑπεναντίων ἐλαττωθῆναι. διόπερ, ὦ ἄνδρες, πάντων ὑμῖν παρεσκευασμένων πρὸς τὸ νικᾶν, ἑνὸς προσδεῖται τὰ πράγματα, τῆς ὑμετέρας βουλήσεως καὶ προθυμίας, ὑπὲρ ἧς οὐδὲ παρακαλεῖσθαι πλείω πρέπειν ὑμῖν ὑπολαμβάνω. τοῖς μέν γε μισθοῦ παρά τισι στρατευομένοις ἢ τοῖς κατὰ συμμαχίαν ὑπὲρ τῶν πέλας μέλλουσι κινδυνεύειν, οἷς κατ' αὐτὸν τὸν ἀγῶνα καιρός ἐστι δεινότατος, τὰ δ' ἐκ τῶν ἀποβαινόντων βραχεῖαν ἔχει διαφοράν, ἀναγκαῖος ὁ τῆς παρακλήσεως γίνεται τρόπος· οἷς δέ, καθάπερ ὑμῖν νῦν, οὐχ ὑπὲρ ἑτέρων ἀλλ' ὑπὲρ σφῶν αὐτῶν καὶ πατρίδος καὶ γυναικῶν καὶ τέκνων ὁ κίνδυνος συνέστηκεν, καὶ πολλαπλασίαν τὰ μετὰ ταῦτα συμβαίνοντα τὴν διαφορὰν ἔχει τῶν ἐνεστώτων ἀεὶ κινδύνων, ὑπομνήσεως μόνον, παρακλήσεως δ' οὐ προσδεῖ. τίς γὰρ οὐκ ἂν βούλοιτο μάλιστα μὲν νικᾶν ἀγωνιζόμενος, εἰ δὲ μὴ τοῦτ' εἴη δυνατόν, τεθνάναι πρόσθεν μαχόμενος ἢ ζῶν ἐπιδεῖν τὴν τῶν προειρημένων ὕβριν καὶ καταφθοράν; διόπερ, ὦ ἄνδρες, χωρὶς τῶν ὑπ' ἐμοῦ λεγομένων, αὐτοὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὴν ἐκ τοῦ λείπεσθαι καὶ τοῦ νικᾶν διαφορὰν καὶ τὰ συνεξακολουθοῦντα τούτοις, οὕτως ἑαυτοὺς παραστήσεσθε πρὸς τὴν μάχην ὡς τῆς πατρίδος οὐ κινδυνευούσης νῦν αὐτοῖς τοῖς στρατοπέδοις, ἀλλὰ τοῖς ὅλοις. τί γὰρ ἔτι προσθεῖσα τοῖς ὑποκειμένοις, ἐὰν ἄλλως πως τὰ παρόντα κριθῇ, περιγενήσεται τῶν ἐχθρῶν, οὐκ ἔχει. πᾶσαν γὰρ τὴν αὑτῆς προθυμίαν καὶ δύναμιν εἰς ὑμᾶς ἀπήρεισται, καὶ πάσας τὰς ἐλπίδας ἔχει τῆς σωτηρίας ἐν ὑμῖν. ὧν ὑμεῖς αὐτὴν μὴ διαψεύσητε νῦν, ἀλλ' ἀπόδοτε μὲν τῇ πατρίδι τὰς ἁρμοζούσας χάριτας, φανερὸν δὲ πᾶσιν ἀνθρώποις ποιήσατε διότι καὶ τὰ πρότερον ἐλαττώματα γέγονεν οὐ διὰ τὸ Ῥωμαίους χείρους ἄνδρας εἶναι Καρχηδονίων, ἀλλὰ δι' ἀπειρίαν τῶν τότε μαχομένων καὶ διὰ τὰς ἐκ τῶν καιρῶν περιστάσεις. τότε μὲν οὖν ταῦτα καὶ τοιαῦτα παρακαλέσας ὁ Λεύκιος διαφῆκε τοὺς πολλούς.


Τῇ δ' ἐπαύριον ἀναζεύξαντες ἦγον τὴν δύναμιν οὗ τοὺς πολεμίους ἤκουον στρατοπεδεύειν. δευτεραῖοι δ' ἐπιβαλόντες παρενέβαλον, περὶ πεντήκοντα σταδίους ἀποσχόντες τῶν πολεμίων. ὁ μὲν οὖν Λεύκιος συνθεασάμενος ἐπιπέδους καὶ ψιλοὺς ὄντας τοὺς πέριξ τόπους οὐκ ἔφη δεῖν συμβάλλειν ἱπποκρατούντων τῶν πολεμίων, ἀλλ' ἐπισπᾶσθαι καὶ προάγειν μᾶλλον εἰς τόπους τοιούτους ἐν οἷς τὸ πλέον ἔσται διὰ τῶν πεζικῶν στρατοπέδων ἡ μάχη. τοῦ δὲ Γαΐου διὰ τὴν ἀπειρίαν ὑπὲρ τῆς ἐναντίας ὑπάρχοντος γνώμης, ἦν ἀμφισβήτησις καὶ δυσχρηστία περὶ τοὺς ἡγεμόνας, ὃ πάντων ἐστὶ σφαλερώτατον. τῆς δ' ἡγεμονίας τῷ Γαΐῳ καθηκούσης εἰς τὴν ἐπιοῦσαν ἡμέραν διὰ τὸ παρὰ μίαν ἐκ τῶν ἐθισμῶν μεταλαμβάνειν τὴν ἀρχὴν τοὺς ὑπάτους, ἀναστρατοπεδεύσας προῆγε, βουλόμενος ἐγγίσαι τοῖς πολεμίοις, πολλὰ διαμαρτυρομένου καὶ κωλύοντος τοῦ Λευκίου. ὁ δ' Ἀννίβας ἀναλαβὼν τοὺς εὐζώνους καὶ τοὺς ἱππεῖς ἀπήντα καὶ προσπεσὼν ἔτι κατὰ πορείαν οὖσι παραδόξως συνεπλέκετο καὶ πολὺν ἐν αὐτοῖς ἐποιεῖτο θόρυβον. οἱ δὲ Ῥωμαῖοι τὴν μὲν πρώτην ἐπιφορὰν ἐδέξαντο, προθέμενοί τινας τῶν ἐν τοῖς βαρέσι καθοπλισμοῖς· μετὰ δὲ ταῦτα τοὺς ἀκοντιστὰς καὶ τοὺς ἱππεῖς ἐπαφέντες ἐπροτέρουν κατὰ τὴν ὅλην συμπλοκὴν διὰ τὸ τοῖς μὲν Καρχηδονίοις μηδὲν ἐφεδρεύειν ἀξιόλογον, τοῖς δὲ Ῥωμαίοις ἀναμεμιγμένας τοῖς εὐζώνοις ὁμόσε κινδυνεύειν τινὰς σπείρας. τότε μὲν οὖν ἐπιγενομένης νυκτὸς ἐχωρίσθησαν ἀπ' ἀλλήλων, οὐ κατὰ τὴν ἐλπίδα τοῖς Καρχηδονίοις ἐκβάσης τῆς ἐπιθέσεως· εἰς δὲ τὴν ἐπαύριον ὁ Λεύκιος οὔτε μάχεσθαι κρίνων οὔτε μὴν ἀπάγειν ἀσφαλῶς τὴν στρατιὰν ἔτι δυνάμενος τοῖς μὲν δυσὶ μέρεσι κατεστρατοπέδευσε παρὰ τὸν Αὔφιδον καλούμενον ποταμόν, ὃς μόνος διαρρεῖ τὸν Ἀπεννῖνον τοῦτο δ' ἔστιν ὄρος συνεχές, ὃ διείργει πάσας τὰς κατὰ τὴν Ἰταλίαν ῥύσεις, τὰς μὲν εἰς τὸ Τυρρηνικὸν πέλαγος, τὰς δ' εἰς τὸν Ἀδρίαν· δι' οὗ ῥέοντα συμβαίνει τὸν Αὔφιδον τὰς μὲν πηγὰς ἔχειν ἐν τοῖς πρὸς τὸ Τυρρηνικὸν κλίμασι τῆς Ἰταλίας, ποιεῖσθαι δὲ τὴν ἐκβολὴν εἰς τὸν Ἀδρίαν τῷ δὲ τρίτῳ πέραν, ἀπὸ διαβάσεως πρὸς τὰς ἀνατολάς, ἐβάλετο χάρακα, τῆς μὲν ἰδίας παρεμβολῆς περὶ δέκα σταδίους ἀποσχών, τῆς δὲ τῶν ὑπεναντίων μικρῷ πλεῖον, βουλόμενος διὰ τούτων προκαθῆσθαι μὲν τῶν ἐκ τῆς πέραν παρεμβολῆς προνομευόντων, ἐπικεῖσθαι δὲ τοῖς παρὰ τῶν Καρχηδονίων.


Ἀννίβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν θεωρῶν ὅτι καλεῖ τὰ πράγματα μάχεσθαι καὶ συμβάλλειν τοῖς πολεμίοις, εὐλαβούμενος δὲ μὴ διατέτραπται τὸ πλῆθος ἐκ τοῦ προγεγονότος ἐλαττώματος, κρίνας προσδεῖσθαι παρακλήσεως τὸν καιρὸν συνῆγε τοὺς πολλούς. ἁθροισθέντων δέ, περιβλέψαι κελεύσας πάντας εἰς τοὺς πέριξ τόπους, ἤρετο τί μεῖζον εὔξασθαι τοῖς θεοῖς κατὰ τοὺς παρόντας ἐδύναντο καιρούς, δοθείσης αὐτοῖς ἐξουσίας, τοῦ παρὰ πολὺ τῶν πολεμίων ἱπποκρατοῦντας ἐν τοιούτοις τόποις διακριθῆναι περὶ τῶν ὅλων. πάντων δὲ τὸ ῥηθὲν ἐπισημηναμένων διὰ τὴν ἐνάργειαν τούτου τοιγαροῦν ἔφη πρῶτον μὲν τοῖς θεοῖς ἔχετε χάριν· ἐκεῖνοι γὰρ ἡμῖν συγκατασκευάζοντες τὴν νίκην εἰς τοιούτους τόπους ἤχασι τοὺς ἐχθρούς· δεύτερον δ' ἡμῖν, ὅτι καὶ μάχεσθαι τοὺς πολεμίους συνηναγκάσαμεν· οὐ γὰρ ἔτι δύνανται τοῦτο διαφυγεῖν· καὶ μάχεσθαι προφανῶς ἐν τοῖς ἡμετέροις προτερήμασι. τὸ δὲ παρακαλεῖν ὑμᾶς νῦν διὰ πλειόνων εὐθαρσεῖς καὶ προθύμους εἶναι πρὸς τὸν κίνδυνον οὐδαμῶς μοι δοκεῖ καθήκειν. ὅτε μὲν γὰρ ἀπείρως διέκεισθε τῆς πρὸς Ῥωμαίους μάχης, ἔδει τοῦτο ποιεῖν, καὶ μεθ' ὑποδειγμάτων ἐγὼ πρὸς ὑμᾶς πολλοὺς διεθέμην λόγους· ὅτε δὲ κατὰ τὸ συνεχὲς τρισὶ μάχαις τηλικαύταις ἐξ ὁμολογουμένου νενικήκατε Ῥωμαίους, ποῖος ἂν ἔτι λόγος ὑμῖν ἰσχυρότερον παραστήσαι θάρσος αὐτῶν τῶν ἔργων; διὰ μὲν οὖν τῶν πρὸ τοῦ κινδύνων κεκρατήκατε τῆς χώρας καὶ τῶν ἐκ ταύτης ἀγαθῶν κατὰ τὰς ἡμετέρας ἐπαγγελίας, ἀψευστούντων ἡμῶν ἐν πᾶσι τοῖς πρὸς ὑμᾶς εἰρημένοις· ὁ δὲ νῦν ἀγὼν ἐνέστηκεν περὶ τῶν πόλεων καὶ τῶν ἐν αὐταῖς ἀγαθῶν. οὗ κρατήσαντες κύριοι μὲν ἔσεσθε παραχρῆμα πάσης Ἰταλίας, ἀπαλλαγέντες δὲ τῶν νῦν πόνων, γενόμενοι συμπάσης ἐγκρατεῖς τῆς Ῥωμαίων εὐδαιμονίας, ἡγεμόνες ἅμα καὶ δεσπόται πάντων γενήσεσθε διὰ ταύτης τῆς μάχης. διόπερ οὐκέτι λόγων ἀλλ' ἔργων ἐστὶν ἡ χρεία· θεῶν γὰρ βουλομένων ὅσον οὔπω βεβαιώσειν ὑμῖν πέπεισμαι τὰς ἐπαγγελίας. ταῦτα δὲ καὶ τούτοις παραπλήσια διαλεχθείς, προθύμως αὐτὸν ἐπισημαινομένου τοῦ πλήθους, ἐπαινέσας καὶ δεξάμενος αὐτῶν τὴν ὁρμὴν ἀφῆκε καὶ παραχρῆμα κατεστρατοπέδευσε, ποιούμενος τὸν χάρακα παρὰ τὴν αὐτὴν πλευρὰν τοῦ ποταμοῦ τῇ μείζονι στρατοπεδείᾳ τῶν ὑπεναντίων.


Τῇ δ' ἐχομένῃ περὶ παρασκευὴν καὶ θεραπείαν παρήγγειλε γίνεσθαι πᾶσι. τῇ δ' ἑξῆς παρὰ τὸν ποταμὸν ἐξέταττε τὰ στρατόπεδα καὶ δῆλος ἦν μάχεσθαι σπεύδων τοῖς ὑπεναντίοις. ὁ δὲ Λεύκιος δυσαρεστούμενος μὲν τοῖς τόποις, ὁρῶν δ' ὅτι ταχέως ἀναγκασθήσονται μεταστρατοπεδεύειν οἱ Καρχηδόνιοι διὰ τὸν πορισμὸν τῶν ἐπιτηδείων, εἶχε τὴν ἡσυχίαν, ἀσφαλισάμενος ταῖς ἐφεδρείαις τὰς παρεμβολάς. Ἀννίβας δὲ χρόνον ἱκανὸν μείνας, οὐδενὸς ἀντεξιόντος, τὴν μὲν λοιπὴν δύναμιν αὖθις εἰς χάρακα κατέστησεν, τοὺς δὲ Νομάδας ἐπαφῆκε τοῖς ὑδρευομένοις ἀπὸ τῆς ἐλάττονος παρεμβολῆς. τῶν δὲ Νομάδων ἕως πρὸς αὐτὸν τὸν χάρακα προσπιπτόντων καὶ διακωλυόντων τὴν ὑδρείαν, ὅ τε Γάιος ἔτι μᾶλλον ἐπὶ τούτοις παρωξύνετο, τά τε πλήθη πρὸς τὸν κίνδυνον ὁρμὴν εἶχεν καὶ δυσχερῶς ἔφερε τὰς ὑπερθέσεις. βαρύτατος γὰρ δὴ πᾶσιν ἀνθρώποις ὁ τοῦ μέλλειν γίνεται χρόνος· ὅταν δ' ἅπαξ κριθῇ, ὅ,τι ἂν ᾖ πάσχειν πάντων τῶν δοκούντων εἶναι δεινῶν ὑπομενετέον. εἰς δὲ τὴν Ῥώμην προσπεπτωκότος ὅτι παραστρατοπεδεύουσιν ἀλλήλοις καὶ συμπλοκαὶ γίνονται τῶν προκινδυνευόντων ἀν' ἑκάστην ἡμέραν, ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις, δεδιότων μὲν τῶν πολλῶν τὸ μέλλον διὰ τὸ πολλάκις ἤδη προηττῆσθαι, προορωμένων δὲ καὶ προλαμβανόντων τὰ συμβησόμενα ταῖς ἐννοίαις, ἐὰν σφάλλωνται τοῖς ὅλοις. πάντα δ' ἦν τὰ παρ' αὐτοῖς λόγια πᾶσι τότε διὰ στόματος, σημείων δὲ καὶ τεράτων πᾶν μὲν ἱερόν, πᾶσα δ' ἦν οἰκία πλήρης, ἐξ ὧν εὐχαὶ καὶ θυσίαι καὶ θεῶν ἱκετηρίαι καὶ δεήσεις ἐπεῖχον τὴν πόλιν. δεινοὶ γὰρ ἐν ταῖς περιστάσεσι Ῥωμαῖοι καὶ θεοὺς ἐξιλάσασθαι καὶ ἀνθρώπους καὶ μηδὲν ἀπρεπὲς μηδ' ἀγεννὲς ἐν τοῖς τοιούτοις καιροῖς ἡγεῖσθαι τῶν περὶ ταῦτα συντελουμένων. Ὁ δὲ Γάιος ἅμα τῷ παραλαβεῖν τῇ κατὰ πόδας ἡμέρᾳ τὴν ἀρχήν, ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης, ἐκίνει τὴν δύναμιν ἐξ ἑκατέρας ἅμα τῆς παρεμβολῆς καὶ τοὺς μὲν ἐκ τοῦ μείζονος χάρακος διαβιβάζων τὸν ποταμὸν εὐθέως παρενέβαλε, τοὺς δ' ἐκ θατέρου συνάπτων τούτοις ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἐξέταττε, λαμβάνων πᾶσι τὴν ἐπιφάνειαν τὴν πρὸς μεσημβρίαν. τοὺς μὲν οὖν τῶν Ῥωμαίων ἱππεῖς παρ' αὐτὸν τὸν ποταμὸν ἐπὶ τοῦ δεξιοῦ κέρατος κατέστησε, τοὺς δὲ πεζοὺς συνεχεῖς τούτοις ἐπὶ τῆς αὐτῆς εὐθείας ἐξέτεινε, πυκνοτέρας ἢ πρόσθεν τὰς σημείας καθιστάνων, καὶ ποιῶν πολλαπλάσιον τὸ βάθος ἐν ταῖς σπείραις τοῦ μετώπου· τοὺς δὲ τῶν συμμάχων ἱππεῖς εἰς τὸ λαιὸν κέρας παρενέβαλε· πάσης δὲ τῆς δυνάμεως προέστησε τοὺς εὐζώνους ἐν ἀποστάσει. ἦσαν δὲ σὺν τοῖς συμμάχοις πεζῶν μὲν εἰς ὀκτὼ μυριάδας, ἱππεῖς δὲ μικρῷ πλείους τῶν ἑξακισχιλίων. Ἀννίβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν Βαλιαρεῖς καὶ λογχοφόρους διαβιβάσας τὸν ποταμὸν προεβάλετο τῆς δυνάμεως, τοὺς δὲ λοιποὺς ἐξαγαγὼν ἐκ τοῦ χάρακος καὶ περαιώσας κατὰ διττοὺς τόπους τὸ ῥεῖθρον ἀντετάττετο τοῖς πολεμίοις. ἐτίθει δ' ἐπ' αὐτὸν μὲν τὸν ποταμόν, ἐπὶ τῶν εὐωνύμων, τοὺς Ἴβηρας καὶ Κελτοὺς ἱππεῖς ἀντίους τοῖς τῶν Ῥωμαίων ἱππεῦσι, συνεχεῖς δὲ τούτοις πεζοὺς τοὺς ἡμίσεις τῶν ἐν τοῖς βαρέσι καθοπλισμοῖς Λιβύων, ἑξῆς δὲ τοῖς εἰρημένοις Ἴβηρας καὶ Κελτούς. παρὰ δὲ τούτοις τὸ λοιπὸν μέρος ἔθηκε τῶν Λιβύων, ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως ἐπέταξε τοὺς Νομαδικοὺς ἱππεῖς. ἐπεὶ δὲ πάντ' ἐπὶ μίαν εὐθεῖαν ἐξέτεινε, μετὰ ταῦτα λαβὼν τὰ μέσα τῶν Ἰβήρων καὶ Κελτῶν τάγματα προῆγε καὶ τἄλλα τούτοις ἐκ τοῦ κατὰ λόγον παρίστανε ζυγοῦντα, μηνοειδὲς ποιῶν τὸ κύρτωμα καὶ λεπτύνων τὸ τούτων αὐτῶν σχῆμα, βουλόμενος ἐφεδρείας μὲν τάξιν ἐν τῇ μάχῃ τοὺς Λίβυας αὐτῶν ἔχειν, προκινδυνεῦσαι δὲ τοῖς Ἴβηρσι καὶ Κελτοῖς.


Ἦν δ' ὁ καθοπλισμὸς τῶν μὲν Λιβύων Ῥωμαϊκός, οὓς πάντας Ἀννίβας τοῖς ἐκ τῆς προγεγενημένης μάχης σκύλοις ἐκλέξας κατακεκοσμήκει· τῶν δ' Ἰβήρων καὶ Κελτῶν ὁ μὲν θυρεὸς ἦν παραπλήσιος, τὰ δὲ ξίφη τὴν ἐναντίαν εἶχε διάθεσιν· τῆς μὲν γὰρ οὐκ ἔλαττον τὸ κέντημα τῆς καταφορᾶς ἴσχυε πρὸς τὸ βλάπτειν, ἡ δὲ Γαλατικὴ μάχαιρα μίαν εἶχε χρείαν τὴν ἐκ καταφορᾶς, καὶ ταύτην ἐξ ἀποστάσεως. ἐναλλὰξ δὲ ταῖς σπείραις αὐτῶν παρατεταγμένων, καὶ τῶν μὲν Κελτῶν γυμνῶν, τῶν δ' Ἰβήρων λινοῖς περιπορφύροις χιτωνίσκοις κεκοσμημένων κατὰ τὰ πάτρια, ξενίζουσαν ἅμα καὶ καταπληκτικὴν συνέβαινε γίνεσθαι τὴν πρόσοψιν. ἦν δὲ τὸ μὲν τῶν ἱππικῶν πλῆθος τὸ σύμπαν τοῖς Καρχηδονίοις εἰς μυρίους, τὸ δὲ τῶν πεζῶν οὐ πολὺ πλείους τετρακισμυρίων σὺν τοῖς Κελτοῖς. εἶχε δὲ τὸ μὲν δεξιὸν τῶν Ῥωμαίων Αἰμίλιος, τὸ δ' εὐώνυμον Γάιος, τὰ δὲ μέσα Μάρκος καὶ Γνάιος οἱ τῷ πρότερον ἔτει στρατηγοῦντες. τῶν δὲ Καρχηδονίων τὸ μὲν εὐώνυμον Ἀσδρούβας εἶχε, τὸ δὲ δεξιὸν Ἄννων· ἐπὶ δὲ τοῖς μέσοις αὐτὸς ἦν Ἀννίβας, ἔχων μεθ' ἑαυτοῦ Μάγωνα τὸν ἀδελφόν. βλεπούσης δὲ τῆς μὲν τῶν Ῥωμαίων τάξεως πρὸς μεσημβρίαν, ὡς ἐπάνω προεῖπα, τῆς δὲ τῶν Καρχηδονίων πρὸς τὰς ἄρκτους, ἑκατέροις ἀβλαβῆ συνέβαινε γίνεσθαι τὴν κατὰ τὸν ἥλιον ἀνατολήν.


Γενομένης δὲ τῆς συμπλοκῆς τῆς πρώτης ἐκ τῶν προτεταγμένων, τὰς μὲν ἀρχὰς αὐτῶν τῶν εὐζώνων ἔπισος ἦν ὁ κίνδυνος, ἅμα δὲ τῷ τοὺς Ἴβηρας καὶ Κελτοὺς ἱππεῖς ἀπὸ τῶν εὐωνύμων πελάσαι τοῖς Ῥωμαίοις ἐποίουν οὗτοι μάχην ἀληθινὴν καὶ βαρβαρικήν· οὐ γὰρ ἦν κατὰ νόμους ἐξ ἀναστροφῆς καὶ μεταβολῆς ὁ κίνδυνος, ἀλλ' εἰσάπαξ συμπεσόντες ἐμάχοντο συμπλεκόμενοι κατ' ἄνδρα, παρακαταβαίνοντες ἀπὸ τῶν ἵππων. ἐπειδὴ δ' ἐκράτησαν οἱ παρὰ τῶν Καρχηδονίων καὶ τοὺς μὲν πλείστους ἀπέκτειναν ἐν τῇ συμπλοκῇ, πάντων ἐκθύμως καὶ γενναίως διαγωνιζομένων τῶν Ῥωμαίων, τοὺς δὲ λοιποὺς ἤλαυνον παρὰ τὸν ποταμὸν φονεύοντες καὶ προσφέροντες τὰς χεῖρας ἀπαραιτήτως, τότε δὴ τὰ πεζικὰ στρατόπεδα διαδεξάμενα τοὺς εὐζώνους συνέπεσεν ἀλλήλοις. ἐπὶ βραχὺ μὲν οὖν τῶν Ἰβήρων καὶ τῶν Κελτῶν ἔμενον αἱ τάξεις καὶ διεμάχοντο τοῖς Ῥωμαίοις γενναίως· μετὰ δὲ ταῦτα τῷ βάρει θλιβόμενοι κλίνοντες ὑπεχώρουν εἰς τοὐπίσω, λύσαντες τὸν μηνίσκον. αἱ δὲ τῶν Ῥωμαίων σπεῖραι κατὰ τὴν ἐκθυμίαν ἑπόμεναι τούτοις διέκοψαν ῥᾳδίως τὴν τῶν ὑπεναντίων τάξιν, ἅτε δὴ τῶν μὲν Κελτῶν ἐπὶ λεπτὸν ἐκτεταγμένων, αὐτοὶ δὲ πεπυκνωκότες ἀπὸ τῶν κεράτων ἐπὶ τὰ μέσα καὶ τὸν κινδυνεύοντα τόπον· οὐ γὰρ ἅμα συνέβαινε τὰ κέρατα καὶ τὰ μέσα συμπίπτειν, ἀλλὰ πρῶτα τὰ μέσα διὰ τὸ τοὺς Κελτοὺς ἐν μηνοειδεῖ σχήματι τεταγμένους πολὺ προπεπτωκέναι τῶν κεράτων, ἅτε τοῦ μηνίσκου τὸ κύρτωμα πρὸς τοὺς πολεμίους ἔχοντος. πλὴν ἑπόμενοί γε τούτοις οἱ Ῥωμαῖοι καὶ συντρέχοντες ἐπὶ τὰ μέσα καὶ τὸν εἴκοντα τόπον τῶν πολεμίων οὕτως ἐπὶ πολὺ προέπεσον ὥστ' ἐξ ἑκατέρου τοῦ μέρους κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας τοὺς Λίβυας αὐτῶν γενέσθαι τοὺς ἐν τοῖς βαρέσι καθοπλισμοῖς· ὧν οἱ μὲν ἀπὸ τοῦ δεξιοῦ κέρατος κλίναντες ἐπ' ἀσπίδα καὶ τὴν ἐμβολὴν ἐκ δόρατος ποιούμενοι παρίσταντο παρὰ πλευρὰν τοῖς πολεμίοις, οἱ δ' ἀπὸ τῶν εὐωνύμων ἐπὶ δόρυ ποιούμενοι τὴν κλίσιν ἐξ ἀσπίδος ἐπιπαρενέβαλλον, αὐτοῦ τοῦ πράγματος ὃ δέον ἦν ποιεῖν ὑποδεικνύντος. ἐξ οὗ συνέβη κατὰ τὴν Ἀννίβου πρόνοιαν μέσους ἀποληφθῆναι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λιβύων κατὰ τὴν ἐπὶ τοὺς Κελτοὺς παράπτωσιν. οὗτοι μὲν οὖν οὐκέτι φαλαγγηδόν, ἀλλὰ κατ' ἄνδρα καὶ κατὰ σπείρας στρεφόμενοι πρὸς τοὺς ἐκ τῶν πλαγίων προς πεπτωκότας ἐποιοῦντο τὴν μάχην· Λεύκιος δὲ καίπερ ὢν ἐξ ἀρχῆς ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετασχὼν ἐπί τι τοῦ τῶν ἱππέων ἀγῶνος ὅμως ἔτι τότε διεσώζετο. βουλόμενος δὲ τοῖς κατὰ τὴν παράκλησιν λόγοις ἀκολούθως ἐπ' αὐτῶν γίνεσθαι τῶν ἔργων καὶ θεωρῶν τὸ συνέχον τῆς κατὰ τὸν ἀγῶνα κρίσεως ἐν τοῖς πεζικοῖς στρατοπέδοις κείμενον, παριππεύων ἐπὶ τὰ μέσα τῆς ὅλης παρατάξεως ἅμα μὲν αὐτὸς συνεπλέκετο καὶ προσέφερε τὰς χεῖρας τοῖς ὑπεναντίοις, ἅμα δὲ παρεκάλει καὶ παρώξυνε τοὺς παρ' αὑτοῦ στρατιώτας. τὸ δὲ παραπλήσιον Ἀννίβας ἐποίει· καὶ γὰρ οὗτος ἐξ ἀρχῆς ἐπὶ τούτοις τοῖς μέρεσιν ἐπέστη τῆς δυνάμεως. οἱ δὲ Νομάδες ἀπὸ τοῦ δεξιοῦ κέρατος προσπίπτοντες τοῖς ὑπεναντίοις ἱππεῦσι τοῖς ἐπὶ τῶν εὐωνύμων τεταγμένοις μέγα μὲν οὔτ' ἐποίουν οὐδὲν οὔτ' ἔπασχον διὰ τὴν ἰδιότητα τῆς μάχης, ἀπράκτους γε μὴν τοὺς πολεμίους παρεσκεύαζον, περισπῶντες καὶ πανταχόθεν προσπίπτοντες. ἐπεὶ δ' οἱ περὶ τὸν Ἀσδρούβαν ἀποκτείναντες τοὺς περὶ τὸν ποταμὸν ἱππεῖς πλὴν παντελῶς ὀλίγων παρεβοήθησαν ἀπὸ τῶν εὐωνύμων τοῖς Νομάσιν, τότε προϊδόμενοι τὴν ἔφοδον αὐτῶν οἱ σύμμαχοι τῶν Ῥωμαίων ἱππεῖς ἐκκλίναντες ἀπεχώρουν. ἐν ᾧ καιρῷ πραγματικὸν δοκεῖ ποιῆσαι καὶ φρόνιμον ἔργον Ἀσδρούβας· θεωρῶν γὰρ τοὺς Νομάδας τῷ τε πλήθει πολλοὺς ὄντας καὶ πρακτικωτάτους καὶ φοβερωτάτους τοῖς ἅπαξ ἐγκλίνασιν, τοὺς μὲν φεύγοντας παρέδωκε τοῖς Νομάσιν, πρὸς δὲ τὴν τῶν πεζῶν μάχην ἡγεῖτο, σπεύδων παραβοηθῆσαι τοῖς Λίβυσι. προσπεσὼν δὲ τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις κατὰ νώτου καὶ ποιούμενος ἐκ διαδοχῆς ταῖς ἴλαις ἐμβολὰς ἅμα κατὰ πολλοὺς τόπους ἐπέρρωσε μὲν τοὺς Λίβυας, ἐταπείνωσε δὲ καὶ κατέπληξε ταῖς ψυχαῖς τοὺς Ῥωμαίους. ἐν ᾧ καιρῷ καὶ Λεύκιος Αἰμίλιος περιπεσὼν βιαίοις πληγαῖς ἐν χειρῶν νόμῳ μετήλλαξε τὸν βίον, ἀνὴρ πάντα τὰ δίκαια τῇ πατρίδι κατὰ τὸν λοιπὸν βίον καὶ κατὰ τὸν ἔσχατον καιρόν, εἰ καί τις ἕτερος, ποιήσας. οἱ δὲ Ῥωμαῖοι μέχρι μὲν ἐμάχοντο κατὰ τὰς ἐπιφανείας στρεφόμενοι πρὸς τοὺς κεκυκλωκότας, ἀντεῖχον· ἀεὶ δὲ τῶν πέριξ ἀπολλυμένων, καὶ κατὰ βραχὺ συγκλειόμενοι, τέλος αὐτοῦ πάντες, ἐν οἷς καὶ Μάρκος καὶ Γνάιος, ἔπεσον, οἱ τὸ πρότερον ἔτος ὕπατοι γεγονότες, ἄνδρες ἀγαθοὶ καὶ τῆς Ῥώμης ἄξιοι γενόμενοι κατὰ τὸν κίνδυνον. κατὰ δὲ τὸν τούτων φόνον καὶ τὴν συμπλοκὴν οἱ Νομάδες ἑπόμενοι τοῖς φεύγουσι τῶν ἱππέων τοὺς μὲν πλείστους ἀπέκτειναν, τοὺς δὲ κατεκρήμνισαν ἀπὸ τῶν ἵππων. ὀλίγοι δέ τινες εἰς Οὐενουσίαν διέφυγον, ἐν οἷς ἦν καὶ Γάιος Τερέντιος ὁ τῶν Ῥωμαίων στρατηγός, ἀνὴρ αἰσχρὰν μὲν τὴν ψυχὴν ἀλυσιτελῆ δὲ τὴν ἀρχὴν τὴν αὑτοῦ τῇ πατρίδι πεποιημένος.


Ἡ μὲν οὖν περὶ Κάνναν γενομένη μάχη Ῥωμαίων καὶ Καρχηδονίων ἐπετελέσθη τὸν τρόπον τοῦτον, μάχη γενναιοτάτους ἄνδρας ἔχουσα καὶ τοὺς νικήσαντας καὶ τοὺς ἡττηθέντας. δῆλον δὲ τοῦτ' ἐγένετ' ἐξ αὐτῶν τῶν πραγμάτων. τῶν μὲν γὰρ ἑξακισχιλίων ἱππέων ἑβδομήκοντα μὲν εἰς Οὐενουσίαν μετὰ Γαΐου διέφυγον, περὶ τριακοσίους δὲ τῶν συμμάχων σποράδες εἰς τὰς πόλεις ἐσώθησαν· ἐκ δὲ τῶν πεζῶν μαχόμενοι μὲν ἑάλωσαν εἰς μυρίους οἱ δ' ἐκτὸς ὄντες τῆς μάχης ἐξ αὐτοῦ δὲ τοῦ κινδύνου τρισχίλιοι μόνον ἴσως εἰς τὰς παρακειμένας πόλεις διέφυγον. οἱ δὲ λοιποὶ πάντες, ὄντες εἰς ἑπτὰ μυριάδας, ἀπέθανον εὐγενῶς, τὴν μεγίστην χρείαν παρεσχημένου τοῖς Καρχηδονίοις εἰς τὸ νικᾶν καὶ τότε καὶ πρὸ τοῦ τοῦ τῶν ἱππέων ὄχλου. καὶ δῆλον ἐγένετο τοῖς ἐπιγενομένοις ὅτι κρεῖττόν ἐστι πρὸς τοὺς τῶν πολέμων καιροὺς ἡμίσεις ἔχειν πεζούς, ἱπποκρατεῖν δὲ τοῖς ὅλοις, μᾶλλον ἢ πάντα πάρισα τοῖς πολεμίοις ἔχοντα διακινδυνεύειν. τῶν δὲ μετ' Ἀννίβου Κελτοὶ μὲν ἔπεσον εἰς τετρακισχιλίους, Ἴβηρες δὲ καὶ Λίβυες εἰς χιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ περὶ διακοσίους. οἱ δὲ ζωγρηθέντες τῶν Ῥωμαίων ἐκτὸς ἐγένοντο τοῦ κινδύνου, καὶ διὰ τοιαύτην αἰτίαν. Λεύκιος ἀπέλιπε μυρίους πεζοὺς ἐπὶ τῆς ἑαυτοῦ παρεμβολῆς, ἵν' ἐὰν μὲν Ἀννίβας ὀλιγωρήσας τοῦ χάρακος ἐκτάξῃ πᾶσι, παραπεσόντες οὗτοι κατὰ τὸν τῆς μάχης καιρὸν ἐγκρατεῖς γένωνται τῆς τῶν πολεμίων ἀποσκευῆς, ἐὰν δὲ προϊδόμενος τὸ μέλλον ἀπολίπῃ φυλακὴν ἀξιόχρεων, πρὸς ἐλάττους αὐτοῖς ὁ περὶ τῶν ὅλων γένηται κίνδυνος. ἑάλωσαν δὲ τοιούτῳ τινὶ τρόπῳ. καταλιπόντος Ἀννίβου φυλακὴν ἀρκοῦσαν ἐπὶ τοῦ χάρακος, ἅμα τῷ κατάρξασθαι τὴν μάχην κατὰ τὸ συνταχθὲν ἐπολιόρκουν οἱ Ῥωμαῖοι, προσβάλλοντες τοὺς ἀπολελειμμένους ἐν τῷ τῶν Καρχηδονίων χάρακι. τὸ μὲν οὖν πρῶτον ἀντεῖχον· ἤδη δ' αὐτῶν πιεζομένων, ἐπειδὴ κατὰ πάντα τὰ μέρη τὴν μάχην Ἀννίβας ἔκρινε, καὶ τότε παραβοηθήσας καὶ τρεψάμενος συνέκλεισε τοὺς Ῥωμαίους εἰς τὴν ἰδίαν παρεμβολὴν καὶ δισχιλίους μὲν αὐτῶν ἀπέκτεινε, τῶν δὲ λοιπῶν ἐγκρατὴς ἐγένετο ζωγρίᾳ πάντων. ὁμοίως δὲ καὶ τοὺς ἐπὶ τὰ κατὰ τὴν χώραν ἐρύματα συμπεφευγότας ἐκπολιορκήσαντες οἱ Νομάδες ἐπανῆγον, ὄντας εἰς δισχιλίους τῶν εἰς φυγὴν τραπέντων ἱππέων.


Βραβευθείσης δὲ τῆς μάχης τὸν προειρημένον τρόπον, ἀκόλουθον εἰλήφει τὰ ὅλα κρίσιν τοῖς ὑπ' ἀμφοτέρων προσδοκωμένοις. Καρχηδόνιοι μὲν γὰρ διὰ τῆς πράξεως ταύτης παραχρῆμα τῆς μὲν λοιπῆς παραλίας σχεδὸν πάσης ἦσαν ἐγκρατεῖς· Ταραντῖνοί τε γὰρ εὐθέως ἐνεχείριζον αὑτούς, Ἀργυριππανοὶ δὲ καὶ Καπυανῶν τινες ἐκάλουν τὸν Ἀννίβαν, οἱ δὲ λοιποὶ πάντες ἀπέβλεπον ἤδη τότε πρὸς Καρχηδονίους· μεγάλας δ' εἶχον ἐλπίδας ἐξ ἐφόδου καὶ τῆς Ῥώμης αὐτῆς ἔσεσθαι κύριοι· Ῥωμαῖοί γε μὴν τὴν Ἰταλιωτῶν δυναστείαν παραχρῆμα διὰ τὴν ἧτταν ἀπεγνώκεισαν, ἐν μεγάλοις δὲ φόβοις καὶ κινδύνοις ἦσαν περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους, ὅσον οὔπω προσδοκῶντες ἥξειν αὐτὸν τὸν Ἀννίβαν. καὶ γὰρ ὥσπερ ἐπιμετρούσης καὶ συνεπαγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης, συνέβη μετ' ὀλίγας ἡμέρας, τοῦ φόβου κατέχοντος τὴν πόλιν, καὶ τὸν εἰς τὴν Γαλατίαν στρατηγὸν ἀποσταλέντ' εἰς ἐνέδραν ἐμπεσόντα παραδόξως ἄρδην ὑπὸ τῶν Κελτῶν διαφθαρῆναι μετὰ τῆς δυνάμεως. οὐ μὴν ἥ γε σύγκλητος οὐδὲν ἀπέλειπε τῶν ἐνδεχομένων, ἀλλὰ παρεκάλει μὲν τοὺς πολλούς, ἠσφαλίζετο δὲ τὰ κατὰ τὴν πόλιν, ἐβουλεύετο δὲ περὶ τῶν ἐνεστώτων ἀνδρωδῶς. τοῦτο δ' ἐγένετο φανερὸν ἐκ τῶν μετὰ ταῦτα συμβάντων· ὁμολογουμένως γὰρ Ῥωμαίων ἡττηθέντων τότε καὶ παραχωρησάντων τῆς ἐν τοῖς ὅπλοις ἀρετῆς, τῇ τοῦ πολιτεύματος ἰδιότητι καὶ τῷ βουλεύεσθαι καλῶς οὐ μόνον ἀνεκτήσαντο τὴν τῆς Ἰταλίας δυναστείαν, νικήσαντες μετὰ ταῦτα Καρχηδονίους, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης ἐγκρατεῖς ἐγένοντο μετ' ὀλίγους χρόνους. διόπερ ἡμεῖς ταύτην μὲν τὴν βύβλον ἐπὶ τούτων τῶν ἔργων καταστρέψομεν, ἃ περιέλαβεν Ἰβηρικῶν καὶ τῶν Ἰταλικῶν ἡ τετταρακοστὴ πρὸς ταῖς ἑκατὸν ὀλυμπιάσι δηλώσαντες· ὅταν δὲ τὰς Ἑλληνικὰς πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα γενομένας διεξιόντες ἐπιστῶμεν τοῖς καιροῖς τούτοις, τότ' ἤδη προθέμενοι ψιλῶς τὸν ὑπὲρ αὐτῆς τῆς Ῥωμαίων πολιτείας ποιησόμεθα λόγον, νομίζοντες οὐ μόνον πρὸς τὴν τῆς ἱστορίας σύνταξιν οἰκείαν εἶναι τὴν περὶ αὐτῆς ἐξήγησιν. ἀλλὰ καὶ πρὸς τὰς τῶν πολιτευμάτων διορθώσεις καὶ κατασκευὰς μεγάλα συμβάλλεσθαι τοῖς φιλομαθοῦσι καὶ πραγματικοῖς τῶν ἀνδρῶν.