Μετάβαση στο περιεχόμενο

Ιππόλυτος

Από Βικιθήκη
Ιππόλυτος
Συγγραφέας:
ed. J. Diggle, Euripidis fabulae, vol. 1. Oxford: Clarendon Press, 1984




 
ΑΦΡΟΔΙΤΗ
     Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
     θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ' ἔσω·
     ὅσοι τε Πόντου τερμόνων τ' Ἀτλαντικῶν
     ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου,
     τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,    5
     σφάλλω δ' ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
     ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·
     τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.
     δείξω δὲ μύθων τῶνδ' ἀλήθειαν τάχα.
     ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,    10
     Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,
     μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας
     λέγει κακίστην δαιμόνων πεφυκέναι·
     ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων,
     Φοίβου δ' ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,    15
     τιμᾶι, μεγίστην δαιμόνων ἡγούμενος,
     χλωρὰν δ' ἀν' ὕλην παρθένωι ξυνὼν ἀεὶ
     κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
     μείζω βροτείας προσπεσὼν ὁμιλίας.
     τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;    20
     ἃ δ' εἰς ἔμ' ἡμάρτηκε τιμωρήσομαι
     Ἱππόλυτον ἐν τῆιδ' ἡμέραι· τὰ πολλὰ δὲ
     πάλαι προκόψασ', οὐ πόνου πολλοῦ με δεῖ.
     ἐλθόντα γάρ νιν Πιτθέως ποτ' ἐκ δόμων
     σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων    25
     Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ
     ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
     ἔρωτι δεινῶι τοῖς ἐμοῖς βουλεύμασιν.
     καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
     πέτραν παρ' αὐτὴν Παλλάδος, κατόψιον    30
     γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθείσατο,
     ἐρῶσ' ἔρωτ' ἔκδημον, Ἱππολύτωι δ' ἔπι
     τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν.
     ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα
     μίασμα φεύγων αἵματος Παλλαντιδῶν    35
     καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα
     ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
     ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη
     κέντροις ἔρωτος ἡ τάλαιν' ἀπόλλυται
     σιγῆι, ξύνοιδε δ' οὔτις οἰκετῶν νόσον.    40
     ἀλλ' οὔτι ταύτηι τόνδ' ἔρωτα χρὴ πεσεῖν,
     δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται.
     καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
     κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος
     ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,    45
     μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῶι·
     ἡ δ' εὐκλεὴς μὲν ἀλλ' ὅμως ἀπόλλυται
     Φαίδρα· τὸ γὰρ τῆσδ' οὐ προτιμήσω κακὸν
     τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
     δίκην τοσαύτην ὥστε μοι καλῶς ἔχειν.    50
     ἀλλ' εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
     στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,
     Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
     πολὺς δ' ἅμ' αὐτῶι προσπόλων ὀπισθόπους
     κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν    55
     ὕμνοισιν· οὐ γὰρ οἶδ' ἀνεωιγμένας πύλας
     Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
ΙΠΠΟΛΥΤΟΣ
     ἕπεσθ' ἄιδοντες ἕπεσθε
     τὰν Διὸς οὐρανίαν
     Ἄρτεμιν, ἇι μελόμεσθα.    60
ΙΠ. ΚΑΙ ΘΕΡΑΠΟΝΤΕΣ
     πότνια πότνια σεμνοτάτα,
     Ζηνὸς γένεθλον,
     χαῖρε χαῖρέ μοι, ὦ κόρα
     Λατοῦς Ἄρτεμι καὶ Διός,    65
     καλλίστα πολὺ παρθένων,
     ἃ μέγαν κατ' οὐρανὸν
     ναίεις εὐπατέρειαν αὐ-
     λάν, Ζηνὸς πολύχρυσον οἶκον.
     χαῖρέ μοι, ὦ καλλίστα    70
     καλλίστα τῶν κατ' Ὄλυμπον.
Ιπ. σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
     λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
     ἔνθ' οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
     οὔτ' ἦλθέ πω σίδηρος, ἀλλ' ἀκήρατον
     μέλισσα λειμῶν' ἠρινὴ διέρχεται,
     Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,
     ὅσοις διδακτὸν μηδὲν ἀλλ' ἐν τῆι φύσει
     τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντ' ἀεί,    80
     τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ' οὐ θέμις.
     ἀλλ', ὦ φίλη δέσποινα, χρυσέας κόμης
     ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
     μόνωι γάρ ἐστι τοῦτ' ἐμοὶ γέρας βροτῶν·
     σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,    85
     κλύων μὲν αὐδῆς, ὄμμα δ' οὐχ ὁρῶν τὸ σόν.
     τέλος δὲ κάμψαιμ' ὥσπερ ἠρξάμην βίου.
ΘΕΡΑΠΩΝ
     ἄναξ, θεοὺς γὰρ δεσπότας καλεῖν χρεών,
     ἆρ' ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
     Ιπ. καὶ κάρτα γ'· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ' ἄν.    90
Θε. οἶσθ' οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος;
Ιπ. οὐκ οἶδα· τοῦ δὲ καί μ' ἀνιστορεῖς πέρι;
Θε. μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
Ιπ. ὀρθῶς γε· τίς δ' οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
Θε. ἐν δ' εὐπροσηγόροισίν ἐστί τις χάρις;    95
Ιπ. πλείστη γε, καὶ κέρδος γε σὺν μόχθωι βραχεῖ.
Θε. ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
Ιπ. εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
Θε. πῶς οὖν σὺ σεμνὴν δαίμον' οὐ προσεννέπεις;
Ιπ. τίν'; εὐλαβοῦ δὲ μή τί σου σφαλῆι στόμα.    100
Θε. τήνδ' ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
Ιπ. πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
Θε. σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
Ιπ. οὐδείς μ' ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
Θε. τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.    105
Ιπ. ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
Θε. εὐδαιμονοίης, νοῦν ἔχων ὅσον σε δεῖ.
Ιπ. χωρεῖτ', ὀπαδοί, καὶ παρελθόντες δόμους
     σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας
     τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν    110
     ἵππους, ὅπως ἂν ἅρμασι ζεύξας ὕπο
     βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
     τὴν σὴν δὲ Κύπριν πόλλ' ἐγὼ χαίρειν λέγω.
Θε. ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον
     φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν    115
     προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
     δέσποινα Κύπρι· χρὴ δὲ συγγνώμην ἔχειν.
     εἴ τίς σ' ὑφ' ἥβης σπλάγχνον ἔντονον φέρων
     μάταια βάζει, μὴ δόκει τούτου κλύειν·
     σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.    120
ΧΟΡΟΣ
στρ. α Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
     βαπτὰν κάλπισι πα-
          γὰν ῥυτὰν προιεῖσα κρημνῶν.
     τόθι μοί τις ἦν φίλα    125
     πορφύρεα φάρεα
     ποταμίαι δρόσωι
    τέγγουσα, θερμᾶς δ' ἐπὶ νῶτα πέτρας
     εὐαλίου κατέβαλλ'· ὅθεν μοι
    πρώτα φάτις ἦλθε δεσποίνας,    130
ἀντ. α τειρομέναν νοσερᾶι κοίται δέμας ἐντὸς ἔχειν
     οἴκων, λεπτὰ δὲ φά-
          ρη ξανθὰν κεφαλὰν σκιάζειν·
     τριτάταν δέ νιν κλύω
     τάνδ' ἀβρωσίαι
     στόματος ἁμέραν
     Δάματρος ἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,
     κρυπτῶι πάθει θανάτου θέλουσαν
     κέλσαι ποτὶ τέρμα δύστανον.    140
στρ. β †σὺ γὰρ† ἔνθεος, ὦ κούρα,
     εἴτ' ἐκ Πανὸς εἴθ' Ἑκάτας
     ἢ σεμνῶν Κορυβάντων
     φοιτᾶις ἢ ματρὸς ὀρείας;
     †σὺ δ'† ἀμφὶ τὰν πολύθη-    145
          ρον Δίκτυνναν ἀμπλακίαις
     ἀνίερος ἀθύτων πελανῶν τρύχηι;
     φοιτᾶι γὰρ καὶ διὰ Λί-
          μνας χέρσον θ' ὕπερ πελάγους
          δίναις ἐν νοτίαις ἅλμας.    150
ἀντ. β ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
     ἀρχαγόν, τὸν εὐπατρίδαν,
     ποιμαίνει τις ἐν οἴκοις
     κρυπτᾶι κοίται λεχέων σῶν;
     ἢ ναυβάτας τις ἔπλευ-    155
          σεν Κρήτας ἔξορμος ἀνὴρ
     λιμένα τὸν εὐξεινότατον ναύταις
     φήμαν πέμπων βασιλεί-
          αι, λύπαι δ' ὑπὲρ παθέων
          εὐναία δέδεται ψυχά;    160
ἐπωιδ. φιλεῖ δὲ τᾶι δυστρόπωι γυναικῶν
     ἁρμονίαι κακὰ
     δύστανος ἀμηχανία συνοικεῖν
     ὠδίνων τε καὶ ἀφροσύνας.
     δι' ἐμᾶς ἦιξέν ποτε νηδύος ἅδ'    165
     αὔρα· τὰν δ' εὔλοχον οὐρανίαν
     τόξων μεδέουσαν ἀύτευν
     Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
     σὺν θεοῖσι φοιτᾶι.
     ἀλλ' ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν    170
     τήνδε κομίζουσ' ἔξω μελάθρων.
     στυγνὸν δ' ὀφρύων νέφος αὐξάνεται·
     τί ποτ' ἐστὶ μαθεῖν ἔραται ψυχή,
     τί δεδήληται
     δέμας ἀλλόχροον βασιλείας.    175
ΤΡΟΦΟΣ
     ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι·
     τί σ' ἐγὼ δράσω, τί δὲ μὴ δράσω;
     τόδε σοι φέγγος, λαμπρὸς ὅδ' αἰθήρ,
     ἔξω δὲ δόμων ἤδη νοσερᾶς
     δέμνια κοίτης.    180
     δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,
     τάχα δ' ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
     ταχὺ γὰρ σφάλληι κοὐδενὶ χαίρεις,
     οὐδέ σ' ἀρέσκει τὸ παρόν, τὸ δ' ἀπὸν
     φίλτερον ἡγῆι.    185
     κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·
     τὸ μέν ἐστιν ἁπλοῦν, τῶι δὲ συνάπτει
     λύπη τε φρενῶν χερσίν τε πόνος.
     πᾶς δ' ὀδυνηρὸς βίος ἀνθρώπων
     κοὐκ ἔστι πόνων ἀνάπαυσις.    190
     ἀλλ' ὅτι τοῦ ζῆν φίλτερον ἄλλο
     σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
     δυσέρωτες δὴ φαινόμεθ' ὄντες
     τοῦδ' ὅτι τοῦτο στίλβει κατὰ γῆν
     δι' ἀπειροσύνην ἄλλου βιότου    195
     κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,
     μύθοις δ' ἄλλως φερόμεσθα.
ΦΑΙΔΡΑ
     αἴρετέ μου δέμας, ὀρθοῦτε κάρα·
     λέλυμαι μελέων σύνδεσμα φίλων.
     λάβετ' εὐπήχεις χεῖρας, πρόπολοι.    200
     βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν·
     ἄφελ', ἀμπέτασον βόστρυχον ὤμοις.
Τρ. θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
     μετάβαλλε δέμας·
     ῥᾶιον δὲ νόσον μετά θ' ἡσυχίας
     καὶ γενναίου λήματος οἴσεις.
     μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
Φα. αἰαῖ·
     πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
     καθαρῶν ὑδάτων πῶμ' ἀρυσαίμαν,
     ὑπό τ' αἰγείροις ἔν τε κομήτηι    210
     λειμῶνι κλιθεῖσ' ἀναπαυσαίμαν;
Τρ. ὦ παῖ, τί θροεῖς;
     οὐ μὴ παρ' ὄχλωι τάδε γηρύσηι,
     μανίας ἔποχον ῥίπτουσα λόγον;
Φα. πέμπετέ μ' εἰς ὄρος· εἶμι πρὸς ὕλαν
     καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
     στείβουσι κύνες
     βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.
     πρὸς θεῶν· ἔραμαι κυσὶ θωύξαι
     καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
     Θεσσαλὸν ὅρπακ', ἐπίλογχον ἔχουσ'    220
     ἐν χειρὶ βέλος.
Τρ. τί ποτ', ὦ τέκνον, τάδε κηραίνεις;
     τί κυνηγεσίων καὶ σοὶ μελέτη;
     τί δὲ κρηναίων νασμῶν ἔρασαι;
     πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
     κλειτύς, ὅθεν σοι πῶμα γένοιτ' ἄν.
Φα. δέσποιν' ἁλίας Ἄρτεμι Λίμνας
     καὶ γυμνασίων τῶν ἱπποκρότων,
     εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις    230
     πώλους Ἐνετὰς δαμαλιζομένα.
Τρ. τί τόδ' αὖ παράφρων ἔρριψας ἔπος;
     νῦν δὴ μὲν ὄρος βᾶσ' ἐπὶ θήρας
     πόθον ἐστέλλου, νῦν δ' αὖ ψαμάθοις
     ἐπ' ἀκυμάντοις πώλων ἔρασαι.    235
     τάδε μαντείας ἄξια πολλῆς,
     ὅστις σε θεῶν ἀνασειράζει
     καὶ παρακόπτει φρένας, ὦ παῖ.
Φα. δύστηνος ἐγώ, τί ποτ' εἰργασάμην;
     ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;    240
     ἐμάνην, ἔπεσον δαίμονος ἄτηι.
     φεῦ φεῦ τλήμων.
     μαῖα, πάλιν μου κρύψον κεφαλήν,
     αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
     κρύπτε· κατ' ὄσσων δάκρυ μοι βαίνει    245
     καὶ ἐπ' αἰσχύνην ὄμμα τέτραπται.
     τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾶι,
     τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ
     μὴ γιγνώσκοντ' ἀπολέσθαι.
Τρ. κρύπτω· τὸ δ' ἐμὸν πότε δὴ θάνατος    250
     σῶμα καλύψει;
     πολλὰ διδάσκει μ' ὁ πολὺς βίοτος·
     χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
     φιλίας θνητοὺς ἀνακίρνασθαι
     καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,    255
     εὔλυτα δ' εἶναι στέργηθρα φρενῶν
     ἀπό τ' ὤσασθαι καὶ ξυντεῖναι·
     τὸ δ' ὑπὲρ δισσῶν μίαν ὠδίνειν
     ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
     τῆσδ' ὑπεραλγῶ.    260
     βιότου δ' ἀτρεκεῖς ἐπιτηδεύσεις
     φασὶ σφάλλειν πλέον ἢ τέρπειν
     τῆι θ' ὑγιείαι μᾶλλον πολεμεῖν.
     οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
     τοῦ μηδὲν ἄγαν·    265
     καὶ ξυμφήσουσι σοφοί μοι.
Χο. γύναι γεραιά, βασιλίδος πιστὴ τροφέ,
     Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας,
     ἄσημα δ' ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
     σοῦ δ' ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ' ἄν.    270
Τρ. οὐκ οἶδ', ἐλέγχουσ'· οὐ γὰρ ἐννέπειν θέλει.
Χο. οὐδ' ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
Τρ. ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾶι τάδε.
Χο. ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.
Τρ. πῶς δ' οὔ, τριταίαν γ' οὖσ' ἄσιτος ἡμέραν;    275
Χο. πότερον ὑπ' ἄτης ἢ θανεῖν πειρωμένη;
Τρ. θανεῖν; ἀσιτεῖ γ' εἰς ἀπόστασιν βίου.
Χο. θαυμαστὸν εἶπας, εἰ τάδ' ἐξαρκεῖ πόσει.
Τρ. κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
Χο. ὁ δ' ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;    280
Τρ. ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
Χο. σὺ δ' οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
     νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
Τρ. ἐς πάντ' ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.
     οὐ μὴν ἀνήσω γ' οὐδὲ νῦν προθυμίας,    285
     ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῆις
     οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
     ἄγ', ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
     λαθώμεθ' ἄμφω, καὶ σύ θ' ἡδίων γενοῦ
     στυγνὴν ὀφρῦν λύσασα καὶ γνώμης ὁδόν,    290
     ἐγώ θ' ὅπηι σοι μὴ καλῶς τόθ' εἱπόμην
     μεθεῖσ' ἐπ' ἄλλον εἶμι βελτίω λόγον.
     κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
     γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
     εἰ δ' ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,    295
     λέγ', ὡς ἰατροῖς πρᾶγμα μηνυθῆι τόδε.
     εἶἑν, τί σιγᾶις; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
     ἀλλ' ἤ μ' ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
     ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
     φθέγξαι τι, δεῦρ' ἄθρησον. ὦ τάλαιν' ἐγώ,    300
     γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
     ἴσον δ' ἄπεσμεν τῶι πρίν· οὔτε γὰρ τότε
     λόγοις ἐτέγγεθ' ἥδε νῦν τ' οὐ πείθεται.
     ἀλλ' ἴσθι μέντοι–πρὸς τάδ' αὐθαδεστέρα
     γίγνου θαλάσσης–εἰ θανῆι, προδοῦσα σοὺς    305
     παῖδας, πατρώιων μὴ μεθέξοντας δόμων,
     μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
     ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο,
     νόθον φρονοῦντα γνήσι', οἶσθά νιν καλῶς,
     Ἱππόλυτον ... Φα. οἶμοι. Τρ. θιγγάνει σέθεν τόδε;    310
Φα. ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν
     τοῦδ' ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
Τρ. ὁρᾶις; φρονεῖς μὲν εὖ, φρονοῦσα δ' οὐ θέλεις
     παῖδάς τ' ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
Φα. φιλῶ τέκν'· ἄλληι δ' ἐν τύχηι χειμάζομαι.    315
Τρ. ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
Φα. χεῖρες μὲν ἁγναί, φρὴν δ' ἔχει μίασμά τι.
Τρ. μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
Φα. φίλος μ' ἀπόλλυσ' οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τρ. Θησεύς τιν' ἡμάρτηκεν ἐς σ' ἁμαρτίαν;    320
Φα. μὴ δρῶσ' ἔγωγ' ἐκεῖνον ὀφθείην κακῶς.
Τρ. τί γὰρ τὸ δεινὸν τοῦθ' ὅ σ' ἐξαίρει θανεῖν;
Φα. ἔα μ' ἁμαρτεῖν· οὐ γὰρ ἐς σ' ἁμαρτάνω.
Τρ. οὐ δῆθ' ἑκοῦσά γ', ἐν δὲ σοὶ λελείψομαι.
Φα. τί δρᾶις; βιάζηι, χειρὸς ἐξαρτωμένη;    325
Τρ. καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
Φα. κάκ' ὦ τάλαινά σοι τάδ', εἰ πεύσηι, κακά.
Τρ. μεῖζον γὰρ ἤ σου μὴ τυχεῖν τί μοι κακόν;
Φα. ὀλῆι. τὸ μέντοι πρᾶγμ' ἐμοὶ τιμὴν φέρει.
Τρ. κἄπειτα κρύπτεις, χρήσθ' ἱκνουμένης ἐμοῦ;    330
Φα. ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
Τρ. οὔκουν λέγουσα τιμιωτέρα φανῆι;
Φα. ἄπελθε πρὸς θεῶν δεξιάν τ' ἐμὴν μέθες.
Τρ. οὐ δῆτ', ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
Φα. δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.    335
Τρ. σιγῶιμ' ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
Φα. ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.
Τρ. ὃν ἔσχε ταύρου, τέκνον; ἢ τί φὴις τόδε;
Φα. σύ τ', ὦ τάλαιν' ὅμαιμε, Διονύσου δάμαρ.
340 Τρ. τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;    340
Φα. τρίτη δ' ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τρ. ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φα. ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
Τρ. οὐδέν τι μᾶλλον οἶδ' ἃ βούλομαι κλύειν.
Φα. φεῦ·
     πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;    345
Τρ. οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
Φα. τί τοῦθ' ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;
Τρ. ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ' ἅμα.
Φα. ἡμεῖς ἂν εἶμεν θατέρωι κεχρημένοι.
Τρ. τί φήις; ἐρᾶις, ὦ τέκνον; ἀνθρώπων τίνος;    350
Φα. ὅστις ποθ' οὗτός ἐσθ', ὁ τῆς Ἀμαζόνος ...
Τρ. Ἱππόλυτον αὐδᾶις; Φα. σοῦ τάδ', οὐκ ἐμοῦ, κλύεις.
Τρ. οἴμοι, τί λέξεις, τέκνον; ὥς μ' ἀπώλεσας.
     γυναῖκες, οὐκ ἀνασχέτ', οὐκ ἀνέξομαι
     ζῶσ'· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.    355
     ῥίψω μεθήσω σῶμ', ἀπαλλαχθήσομαι
     βίου θανοῦσα· χαίρετ', οὐκέτ' εἴμ' ἐγώ.
     οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ' ὅμως,
     κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ' ἦν θεός,
     ἀλλ' εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,    360
     ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
Χο. ἄιες ὤ, ἔκλυες ὤν,
     ἀνήκουστα τᾶς
     τυράννου πάθεα μέλεα θρεομένας;
     ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,
     κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ·
     ὦ τάλαινα τῶνδ' ἀλγέων·
     ὦ πόνοι τρέφοντες βροτούς.
     ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
     τίς σε παναμέριος ὅδε χρόνος μένει;
     τελευτάσεταί τι καινὸν δόμοις·    370
     ἄσημα δ' οὐκέτ' ἐστὶν οἷ φθίνει τύχα
     Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Φα. Τροζήνιαι γυναῖκες, αἳ τόδ' ἔσχατον
     οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
     ἤδη ποτ' ἄλλως νυκτὸς ἐν μακρῶι χρόνωι
     θνητῶν ἐφρόντισ' ἧι διέφθαρται βίος.
     καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
     πράσσειν κακίον'· ἔστι γὰρ τό γ' εὖ φρονεῖν
     πολλοῖσιν· ἀλλὰ τῆιδ' ἀθρητέον τόδε·
     τὰ χρήστ' ἐπιστάμεσθα καὶ γιγνώσκομεν,    380
     οὐκ ἐκπονοῦμεν δ', οἱ μὲν ἀργίας ὕπο,
     οἱ δ' ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
     ἄλλην τιν'· εἰσὶ δ' ἡδοναὶ πολλαὶ βίου,
     μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
     αἰδώς τε· δισσαὶ δ' εἰσίν, ἡ μὲν οὐ κακή,
     ἡ δ' ἄχθος οἴκων· εἰ δ' ὁ καιρὸς ἦν σαφής,
     οὐκ ἂν δύ' ἤστην ταὔτ' ἔχοντε γράμματα.
     ταῦτ' οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ' ἐγώ,
     οὐκ ἔσθ' ὁποίωι φαρμάκωι διαφθερεῖν
     ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
     λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.    390
     ἐπεί μ' ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
     κάλλιστ' ἐνέγκαιμ' αὐτόν. ἠρξάμην μὲν οὖν
     ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον·
    γλώσσηι γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
     φρονήματ' ἀνδρῶν νουθετεῖν ἐπίσταται,
     αὐτὴ δ' ὑφ' αὑτῆς πλεῖστα κέκτηται κακά.
     τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
     τῶι σωφρονεῖν νικῶσα προυνοησάμην.
     τρίτον δ', ἐπειδὴ τοισίδ' οὐκ ἐξήνυτον    400
     Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
     κράτιστον (οὐδεὶς ἀντερεῖ) βουλευμάτων.
     ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
     μήτ' αἰσχρὰ δρώσηι μάρτυρας πολλοὺς ἔχειν.
     τὸ δ' ἔργον ἤιδη τὴν νόσον τε δυσκλεᾶ,    405
     γυνή τε πρὸς τοῖσδ' οὖσ' ἐγίγνωσκον καλῶς,
     μίσημα πᾶσιν· ὡς ὄλοιτο παγκάκως
     ἥτις πρὸς ἄνδρας ἤρξατ' αἰσχύνειν λέχη
     πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
     τόδ' ἦρξε θηλείαισι γίγνεσθαι κακόν·    410
     ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῆι,
     ἦ κάρτα δόξει τοῖς κακοῖς γ' εἶναι καλά.
     μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
     λάθραι δὲ τόλμας οὐ καλὰς κεκτημένας·
     αἳ πῶς ποτ', ὦ δέσποινα ποντία Κύπρι,    415
     βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
     οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
     τέραμνά τ' οἴκων μή ποτε φθογγὴν ἀφῆι;
     ἡμᾶς γὰρ αὐτὸ τοῦτ' ἀποκτείνει, φίλαι,
     ὡς μήποτ' ἄνδρα τὸν ἐμὸν αἰσχύνασ' ἁλῶ,    420
     μὴ παῖδας οὓς ἔτικτον· ἀλλ' ἐλεύθεροι
     παρρησίαι θάλλοντες οἰκοῖεν πόλιν
     κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ' εὐκλεεῖς.
     δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ἦι,
     ὅταν ξυνειδῆι μητρὸς ἢ πατρὸς κακά.    425
     μόνον δὲ τοῦτό φασ' ἁμιλλᾶσθαι βίωι,
     γνώμην δικαίαν κἀγαθὴν ὅτωι παρῆι·
     κακοὺς δὲ θνητῶν ἐξέφην' ὅταν τύχηι,
     προθεὶς κάτοπτρον ὥστε παρθένωι νέαι,
     χρόνος· παρ' οἷσι μήποτ' ὀφθείην ἐγώ.    430
Χο. φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
     καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
Τρ. δέσποιν', ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
     ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
     νῦν δ' ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς    435
     αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
     οὐ γὰρ περισσὸν οὐδὲν οὐδ' ἔξω λόγου
     πέπονθας, ὀργαὶ δ' ἐς σ' ἀπέσκηψαν θεᾶς.
     ἐρᾶις (τί τοῦτο θαῦμα;) σὺν πολλοῖς βροτῶν·
     κἄπειτ' ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;    440
     οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
     ὅσοι τε μέλλουσ', εἰ θανεῖν αὐτοὺς χρεών.
     Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῆι,
     ἣ τὸν μὲν εἴκονθ' ἡσυχῆι μετέρχεται,
     ὃν δ' ἂν περισσὸν καὶ φρονοῦνθ' εὕρηι μέγα,    445
     τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.
     φοιτᾶι δ' ἀν' αἰθέρ', ἔστι δ' ἐν θαλασσίωι
     κλύδωνι Κύπρις, πάντα δ' ἐκ ταύτης ἔφυ·
     ἥδ' ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ' ἔρον,
     οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν' ἔκγονοι.    450
     ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
     ἔχουσιν αὐτοί τ' εἰσὶν ἐν μούσαις ἀεὶ
     ἴσασι μὲν Ζεὺς ὥς ποτ' ἠράσθη γάμων
     Σεμέλης, ἴσασι δ' ὡς ἀνήρπασέν ποτε
     ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως    455
     ἔρωτος οὕνεκ'· ἀλλ' ὅμως ἐν οὐρανῶι
     ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
     στέργουσι δ', οἶμαι, ξυμφορᾶι νικώμενοι.
     σὺ δ' οὐκ ἀνέξηι; χρῆν σ' ἐπὶ ῥητοῖς ἄρα
     πατέρα φυτεύειν ἢ 'πὶ δεσπόταις θεοῖς    460
     ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
     πόσους δοκεῖς δὴ κάρτ' ἔχοντας εὖ φρενῶν
     νοσοῦνθ' ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
     πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσιν
     συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ    465
     τόδ' ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
     οὐδ' ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
     οὐδὲ στέγην γὰρ ἧι κατηρεφεῖς δόμοι
     καλῶς ἀκριβώσαις ἄν· ἐς δὲ τὴν τύχην
     πεσοῦσ' ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;    470
     ἀλλ' εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
     ἄνθρωπος οὖσα κάρτα γ' εὖ πράξειας ἄν.
     ἀλλ', ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
     λῆξον δ' ὑβρίζουσ', οὐ γὰρ ἄλλο πλὴν ὕβρις
     τάδ' ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,    475
     τόλμα δ' ἐρῶσα· θεὸς ἐβουλήθη τάδε·
     νοσοῦσα δ' εὖ πως τὴν νόσον καταστρέφου.
     εἰσὶν δ' ἐπωιδαὶ καὶ λόγοι θελκτήριοι·
     φανήσεταί τι τῆσδε φάρμακον νόσου.
     ἦ τἄρ' ἂν ὀψέ γ' ἄνδρες ἐξεύροιεν ἄν,    480
     εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
Χο. Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
     πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
     ὁ δ' αἶνος οὗτος δυσχερέστερος λόγων
     τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.    485
Φα. τοῦτ' ἔσθ' ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
     δόμους τ' ἀπόλλυσ', οἱ καλοὶ λίαν λόγοι·
     οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν
     ἀλλ' ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
Τρ. τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων    490
     δεῖ σ' ἀλλὰ τἀνδρός. ὡς τάχος διιστέον,
     τὸν εὐθὺς ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
     εἰ μὲν γὰρ ἦν σοι μὴ 'πὶ συμφοραῖς βίος
     τοιαῖσδε, σώφρων δ' οὖσ' ἐτύγχανες γυνή,
     οὐκ ἄν ποτ' εὐνῆς οὕνεχ' ἡδονῆς τε σῆς    495
     προῆγον ἄν σε δεῦρο· νῦν δ' ἀγὼν μέγας,
     σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
Φα. ὦ δεινὰ λέξασ', οὐχὶ συγκλήισεις στόμα
     καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
Τρ. αἴσχρ', ἀλλ' ἀμείνω τῶν καλῶν τάδ' ἐστί σοι·    500
     κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
     ἢ τοὔνομ', ὧι σὺ κατθανῆι γαυρουμένη.
Φα. ἆ μή σε πρὸς θεῶν, εὖ λέγεις γὰρ αἰσχρὰ δέ,
     πέρα προβῆις τῶνδ'· ὡς ὑπείργασμαι μὲν εὖ
     ψυχὴν ἔρωτι, τἀισχρὰ δ' ἢν λέγηις καλῶς    505
     ἐς τοῦθ' ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τρ. εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ' ἁμαρτάνειν,
     εἰ δ' οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
     ἔστιν κατ' οἴκους φίλτρα μοι θελκτήρια
     ἔρωτος, ἦλθε δ' ἄρτι μοι γνώμης ἔσω,    510
     ἅ σ' οὔτ' ἐπ' αἰσχροῖς οὔτ' ἐπὶ βλάβηι φρενῶν
    παύσει νόσου τῆσδ', ἢν σὺ μὴ γένηι κακή.
     δεῖ δ' ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
     σημεῖον, ἢ πλόκον τιν' ἢ πέπλων ἄπο,
     λαβεῖν, συνάψαι τ' ἐκ δυοῖν μίαν χάριν.    515
Φα. πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
Τρ. οὐκ οἶδ'· ὄνασθαι, μὴ μαθεῖν, βούλου, τέκνον.
Φα. δέδοιχ' ὅπως μοι μὴ λίαν φανῆις σοφή.
Τρ. πάντ' ἂν φοβηθεῖσ' ἴσθι. δειμαίνεις δὲ τί;
Φα. μή μοί τι Θησέως τῶνδε μηνύσηις τόκωι.    520
Τρ. ἔασον, ὦ παῖ· ταῦτ' ἐγὼ θήσω καλῶς.
     μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
     συνεργὸς εἴης· τἄλλα δ' οἷ' ἐγὼ φρονῶ
     τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
στρ. α Χο. Ἔρως Ἔρως, ὁ κατ' ὀμμάτων    525
     στάζων πόθον, εἰσάγων γλυκεῖαν
     ψυχᾶι χάριν οὓς ἐπιστρατεύσηι,
     μή μοί ποτε σὺν κακῶι φανείης
     μηδ' ἄρρυθμος ἔλθοις.
     οὔτε γὰρ πυρὸς οὔτ' ἄστρων ὑπέρτερον βέλος    530
     οἷον τὸ τᾶς Ἀφροδίτας ἵησιν ἐκ χερῶν
     Ἔρως ὁ Διὸς παῖς.
ἀντ. α ἄλλως ἄλλως παρά τ' Ἀλφεῶι
     Φοίβου τ' ἐπὶ Πυθίοις τεράμνοις
     βούταν φόνον Ἑλλὰς <αἶ'> ἀέξει,
     Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
     τὸν τᾶς Ἀφροδίτας
     φιλτάτων θαλάμων κληιδοῦχον, οὐ σεβίζομεν,    540
     πέρθοντα καὶ διὰ πάσας ἱέντα συμφορᾶς
     θνατοὺς ὅταν ἔλθηι.
στρ. β τὰν μὲν Οἰχαλίαι
     πῶλον ἄζυγα λέκτρων,
     ἄνανδρον τὸ πρὶν καὶ ἄνυμφον, οἴκων
     ζεύξασ' ἀπ' Εὐρυτίων
     δρομάδα ναΐδ' ὅπως τε βάκ-    550
          χαν σὺν αἵματι, σὺν καπνῶι,
     φονίοισι νυμφείοις
     Ἀλκμήνας τόκωι Κύπρις ἐξέδωκεν· ὦ
          τλάμων ὑμεναίων.
ἀντ. β ὦ Θήβας ἱερὸν
     τεῖχος, ὦ στόμα Δίρκας,
     συνείποιτ' ἂν ἁ Κύπρις οἷον ἕρπει·
     βροντᾶι γὰρ ἀμφιπύρωι
     τοκάδα τὰν διγόνοιο Βάκ-
          χου νυμφευσαμένα πότμωι
     φονίωι κατηύνασεν.
     δεινὰ γὰρ τὰ πάντ' ἐπιπνεῖ, μέλισσα δ' οἵ-
          α τις πεπόταται.
Φα. σιγήσατ', ὦ γυναῖκες· ἐξειργάσμεθα.
Χο. τί δ' ἐστί, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;
Φα. ἐπίσχετ', αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.
Χο. σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.
Φα. ἰώ μοι, αἰαῖ·
    ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.    570
Χο. τίνα θροεῖς αὐδάν; τίνα βοᾶις λόγον;
     ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
     φρένας ἐπίσσυτος;
Φα. ἀπωλόμεσθα· ταῖσδ' ἐπιστᾶσαι πύλαις
     ἀκούσαθ' οἷος κέλαδος ἐν δόμοις πίτνει.
Χο. σὺ παρὰ κλῆιθρα, σοὶ μέλει πομπίμα
     φάτις δωμάτων·
     ἔνεπε δ' ἔνεπέ μοι, τί ποτ' ἔβα κακόν;
Φα. ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾶι    580
Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
Χο. ἰὰν μὲν κλύω, σαφὲς δ' οὐκ ἔχω·
     γεγώνει δ' οἵα διὰ πύλας ἔμολεν
     ἔμολέ σοι βοά.
Φα. καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,
     τὴν δεσπότου προδοῦσαν ἐξαυδᾶι λέχος.    590
Χο. ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.
     τί σοι μήσομαι;
     τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ' ὄλλυσαι,
     αἰαῖ ἒ ἔ, πρόδοτος ἐκ φίλων.
Φα. ἀπώλεσέν μ' εἰποῦσα συμφορὰς ἐμάς,
     φίλως καλῶς δ' οὐ τήνδ' ἰωμένη νόσον.
Χο. πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ' ἀμήχανα;
Φα. οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν ὅσον τάχος,
     τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.    600
Ιπ. ὦ γαῖα μῆτερ ἡλίου τ' ἀναπτυχαί,
     οἵων λόγων ἄρρητον εἰσήκουσ' ὄπα.
Τρ. σίγησον, ὦ παῖ, πρίν τιν' αἰσθέσθαι βοῆς.
Ιπ. οὐκ ἔστ' ἀκούσας δείν' ὅπως σιγήσομαι.
Τρ. ναί, πρός σε τῆσδε δεξιᾶς εὐωλένου.    605
Ιπ. οὐ μὴ προσοίσεις χεῖρα μηδ' ἅψηι πέπλων;
Τρ. ὦ πρός σε γονάτων, μηδαμῶς μ' ἐξεργάσηι.
Ιπ. τί δ', εἴπερ, ὡς φήις, μηδὲν εἴρηκας κακόν;
Τρ. ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
Ιπ. τά τοι κάλ' ἐν πολλοῖσι κάλλιον λέγειν.    610
Τρ. ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσηις.
Ιπ. ἡ γλῶσσ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος.
Τρ. ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσηι;
Ιπ. ἀπέπτυσ'· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
Τρ. σύγγνωθ'· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.    615
Ιπ. ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
     γυναῖκας ἐς φῶς ἡλίου κατώικισας;
     εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
     οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
     ἀλλ' ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς    620
     ἢ χαλκὸν ἢ σίδηρον ἢ χρυσοῦ βάρος
     παίδων πρίασθαι σπέρμα του τιμήματος,
     τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
     ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
     [νῦν δ' ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν    625
     μέλλοντες ὄλβον δωμάτων ἐκτίνομεν.]
     τούτωι δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·
     προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
     φερνὰς ἀπώικισ', ὡς ἀπαλλαχθῆι κακοῦ.
     ὁ δ' αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν    630
     γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
     καλὸν κακίστωι καὶ πέπλοισιν ἐκπονεῖ
     δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
     [ἔχει δ' ἀνάγκην· ὥστε κηδεύσας καλῶς
     γαμβροῖσι χαίρων σώιζεται πικρὸν λέχος,    635
     ἢ χρηστὰ λέκτρα πενθεροὺς δ' ἀνωφελεῖς
     λαβὼν πιέζει τἀγαθῶι τὸ δυστυχές.]
     ῥᾶιστον δ' ὅτωι τὸ μηδέν· ἀλλ' ἀνωφελὴς
     εὐηθίαι κατ' οἶκον ἵδρυται γυνή.
     σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ' ἐμοῖς δόμοις    640
     εἴη φρονοῦσα πλείον' ἢ γυναῖκα χρή.
     τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
     ἐν ταῖς σοφαῖσιν· ἡ δ' ἀμήχανος γυνὴ
     γνώμηι βραχείαι μωρίαν ἀφηιρέθη.
     χρῆν δ' ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,    645
     ἄφθογγα δ' αὐταῖς συγκατοικίζειν δάκη
     θηρῶν, ἵν' εἶχον μήτε προσφωνεῖν τινα
     μήτ' ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
     νῦν δ' †αἱ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ† κακὰ
     βουλεύματ', ἔξω δ' ἐκφέρουσι πρόσπολοι.    650
     ὡς καὶ σύ γ' ἡμῖν πατρός, ὦ κακὸν κάρα,
    λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·
     ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι
     ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
     ὃς οὐδ' ἀκούσας τοιάδ' ἁγνεύειν δοκῶ;    655
     εὖ δ' ἴσθι, τοὐμόν σ' εὐσεβὲς σώιζει, γύναι·
     εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ἡιρέθην,
     οὐκ ἄν ποτ' ἔσχον μὴ οὐ τάδ' ἐξειπεῖν πατρί.
     νῦν δ' ἐκ δόμων μέν, ἔστ' ἂν ἐκδημῆι χθονὸς
     Θησεύς, ἄπειμι, σῖγα δ' ἕξομεν στόμα·    660
     θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
     πῶς νιν προσόψηι, καὶ σὺ καὶ δέσποινα σή.
     [τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.]
     ὄλοισθε. μισῶν δ' οὔποτ' ἐμπλησθήσομαι
     γυναῖκας, οὐδ' εἴ φησί τίς μ' ἀεὶ λέγειν·    665
     ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
     ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω
     ἢ κἄμ' ἐάτω ταῖσδ' ἐπεμβαίνειν ἀεί.
Φα. τάλανες ὦ κακοτυχεῖς
     γυναικῶν πότμοι·
     τίν' ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον    670
     σφαλεῖσαι κάθαμμα λύειν λόγου;
     ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς·
     πᾶι ποτ' ἐξαλύξω τύχας;
     πῶς δὲ πῆμα κρύψω, φίλαι;
     τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν    675
     πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
     φανείη; τὸ γὰρ παρ' ἡμῖν πάθος
     πέραν δυσεκπέρατον ἔρχεται βίου.
     κακοτυχεστάτα γυναικῶν ἐγώ.
Χο. φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,    680
     δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ' ἔχει.
Φα. ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
     οἷ' εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
     πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
     οὐκ εἶπον, οὐ σῆς προυνοησάμην φρενός,    685
     σιγᾶν ἐφ' οἷσι νῦν ἐγὼ κακύνομαι;
     σὺ δ' οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ' εὐκλεεῖς
     θανούμεθ'. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων·
     οὗτος γὰρ ὀργῆι συντεθηγμένος φρένας
     ἐρεῖ καθ' ἡμῶν πατρὶ σὰς ἁμαρτίας,    690
     ἐρεῖ δὲ Πιτθεῖ τῶι γέροντι συμφοράς,
     πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
     ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους
     πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
Τρ. δέσποιν', ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,    695
     τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·
     ἔχω δὲ κἀγὼ πρὸς τάδ', εἰ δέξηι, λέγειν.
     ἔθρεψά σ' εὔνους τ' εἰμί· τῆς νόσου δέ σοι
     ζητοῦσα φάρμαχ' ηὗρον οὐχ ἁβουλόμην.
     εἰ δ' εὖ γ' ἔπραξα, κάρτ' ἂν ἐν σοφοῖσιν ἦ·    700
     πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
Φα. ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
     τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
Τρ. μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
     ἀλλ' ἔστι κἀκ τῶνδ' ὥστε σωθῆναι, τέκνον.    705
Φα. παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
     παρήινεσάς μοι κἀπεχείρησας κακά.
     ἀλλ' ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
     φρόντιζ'· ἐγὼ δὲ τἀμὰ θήσομαι καλῶς.
     ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,    710
     τοσόνδε μοι παράσχετ' ἐξαιτουμένηι·
     σιγῆι καλύψαθ' ἁνθάδ' εἰσηκούσατε.
Χο. ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
     μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.
Φα. καλῶς ἐλέξαθ'· ἓν δὲ †προτρέπουσ' ἐγὼ†    715
     εὕρημα δή τι τῆσδε συμφορᾶς ἔχω
     ὥστ' εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον
     αὐτή τ' ὄνασθαι πρὸς τὰ νῦν πεπτωκότα.
     οὐ γάρ ποτ' αἰσχυνῶ γε Κρησίους δόμους
     οὐδ' ἐς πρόσωπον Θησέως ἀφίξομαι    720
     αἰσχροῖς ἐπ' ἔργοις οὕνεκα ψυχῆς μιᾶς.
Χο. μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;
Φα. θανεῖν· ὅπως δέ, τοῦτ' ἐγὼ βουλεύσομαι.
Χο. εὔφημος ἴσθι. Φα. καὶ σύ γ' εὖ με νουθέτει.
     ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,    725
     ψυχῆς ἀπαλλαχθεῖσα τῆιδ' ἐν ἡμέραι
     τέρψω· πικροῦ δ' ἔρωτος ἡσσηθήσομαι.
     ἀτὰρ κακόν γε χἀτέρωι γενήσομαι
     θανοῦσ', ἵν' εἰδῆι μὴ 'πὶ τοῖς ἐμοῖς κακοῖς
     ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι    730
     κοινῆι μετασχὼν σωφρονεῖν μαθήσεται.
στρ. α Χο. ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,
     ἵνα με πτεροῦσσαν ὄρνιν
     θεὸς ἐν ποταναῖς
          ἀγέλαις θείη·
     ἀρθείην δ' ἐπὶ πόντιον
     κῦμα τᾶς Ἀδριηνᾶς
     ἀκτᾶς Ἠριδανοῦ θ' ὕδωρ,
     ἔνθα πορφύρεον σταλάσ-
          σουσ' ἐς οἶδμα τάλαιναι
            κόραι Φαέθοντος οἴκτωι δακρύων    740
     τὰς ἠλεκτροφαεῖς αὐγάς·
ἀντ. α Ἑσπερίδων δ' ἐπὶ μηλόσπορον ἀκτὰν
     ἀνύσαιμι τᾶν ἀοιδῶν,
     ἵν' ὁ πορφυρέας πον-
          τομέδων λίμνας
     ναύταις οὐκέθ' ὁδὸν νέμει,
     σεμνὸν τέρμονα κυρῶν
     οὐρανοῦ, τὸν Ἄτλας ἔχει,
     κρῆναί τ' ἀμβρόσιαι χέον-
          ται Ζηνὸς παρὰ κοίταις,
     ἵν' ὀλβιόδωρος αὔξει ζαθέα
          χθὼν εὐδαιμονίαν θεοῖς.    750
στρ. β ὦ λευκόπτερε Κρησία
          πορθμίς, ἃ διὰ πόντιον
          κῦμ' ἁλίκτυπον ἅλμας
     ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ' οἴκων
     κακονυμφοτάταν ὄνασιν·
     ἦ γὰρ ἀπ' ἀμφοτέρων οἱ Κρησίας <τ'> ἐκ γᾶς
               δυσόρνις
             ἔπτατο κλεινὰς Ἀθήνας Μουνίχου τ' ἀ-    760
          κταῖσιν ἐκδήσαντο πλεκτὰς πεισμάτων ἀρ-
          χὰς ἐπ' ἀπείρου τε γᾶς ἔβασαν.
ἀντ. β ἀνθ' ὧν οὐχ ὁσίων ἐρώ-
          των δεινᾶι φρένας Ἀφροδί-
          τας νόσωι κατεκλάσθη·
     χαλεπᾶι δ' ὑπέραντλος οὖσα συμφορᾶι τεράμνων
     ἄπο νυμφιδίων κρεμαστὸν
             ἅψεται ἀμφὶ βρόχον λευκᾶι καθαρμόζουσα δειρᾶι,    770
     δαίμονα στυγνὸν καταιδεσθεῖσα τάν τ' εὔ-
          δοξον ἀνθαιρουμένα φήμαν ἀπαλλάσ-
          σουσά τ' ἀλγεινὸν φρενῶν ἔρωτα.
Τρ. (ἔσωθεν)
     ἰοὺ ἰού·
     βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
     ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χο. φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ' ἔστι δὴ
     γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τρ. οὐ σπεύσετ'; οὐκ οἴσει τις ἀμφιδέξιον    780
     σίδηρον, ὧι τόδ' ἅμμα λύσομεν δέρης;
Χο. φίλαι, τί δρῶμεν; ἦ δοκεῖ περᾶν δόμους
     λῦσαί τ' ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
– τί δ'; οὐ πάρεισι πρόσπολοι νεανίαι;
     τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.    785
Τρ. ὀρθώσατ' ἐκτείναντες ἄθλιον νέκυν·
     πικρὸν τόδ' οἰκούρημα δεσπόταις ἐμοῖς.
Χο. ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
     ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
ΘΗΣΕΥΣ
             γυναῖκες, ἴστε τίς ποτ' ἐν δόμοις βοὴ    790
     †ἠχὼ βαρεῖα προσπόλων† ἀφίκετο;
     οὐ γάρ τί μ' ὡς θεωρὸν ἀξιοῖ δόμος
     πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
     μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
     πρόσω μὲν ἤδη βίοτος, ἀλλ' ὅμως ἔτ' ἂν    795
     λυπηρὸς ἡμῖν τούσδ' ἂν ἐκλίποι δόμους.
Χο. οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
     Θησεῦ· νέοι θανόντες ἀλγύνουσί σε.
Θη. οἴμοι, τέκνων μοι μή τι συλᾶται βίος;
Χο. ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.    800
Θη. τί φήις; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;
Χο. βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
Θη. λύπηι παχνωθεῖσ' ἢ ἀπὸ συμφορᾶς τίνος;
Χο. τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμους,
     Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.    805
Θη. αἰαῖ, τί δῆτα τοῖσδ' ἀνέστεμμαι κάρα
     πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
     χαλᾶτε κλῆιθρα, πρόσπολοι, πυλωμάτων,
ἐκλύεθ' ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
             γυναικός, ἥ με κατθανοῦσ' ἀπώλεσεν.    810
Χο. ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
     ἔπαθες, εἰργάσω
     τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους,
     αἰαῖ τόλμας,
     βιαίως θανοῦσ' ἀνοσίωι τε συμ-
          φορᾶι, σᾶς χερὸς πάλαισμα μελέας.
     τίς ἄρα σάν, τάλαιν', ἀμαυροῖ ζόαν;
Θη. ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ τάλας,
     τὰ μάκιστ' ἐμῶν κακῶν. ὦ τύχα,
     ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
             κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός·    820
     κατακονὰ μὲν οὖν ἀβίοτος βίου.
     κακῶν δ', ὦ τάλας, πέλαγος εἰσορῶ
     τοσοῦτον ὥστε μήποτ' ἐκνεῦσαι πάλιν
     μηδ' ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
     τίνι λόγωι, τάλας, τίνι τύχαν σέθεν
     βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
     ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
     πήδημ' ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
             αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη·    830
     πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
     τύχαν δαιμόνων ἀμπλακίαισι τῶν
          πάροιθέν τινος.
Χο. οὐ σοὶ τάδ', ὦναξ, ἦλθε δὴ μόνωι κακά,
     πολλῶν μετ' ἄλλων δ' ὤλεσας κεδνὸν λέχος.    835
Θη. τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
     μετοικεῖν σκότωι θανών, ὦ τλάμων,
     τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
     ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
     †τίνος κλύω† πόθεν θανάσιμος τύχα,    840
     γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;
     εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
     στέγει τυραννὸν δῶμα προσπόλων ἐμῶν;
     ὤμοι μοι < > σέθεν,
     μέλεος, οἷον εἶδον ἄλγος δόμων,    845
     οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ' ἀπωλόμην·
     ἔρημος οἶκος, καὶ τέκν' ὀρφανεύεται.
     <αἰαῖ αἰαῖ,> ἔλιπες ἔλιπες, ὦ φίλα
     γυναικῶν ἀρίστα θ' ὁπόσας ὁρᾶι
             φέγγος θ' ἁλίοιο καὶ νυκτὸς ἀ-
          στερωπὸν σέλας.
Χο. ὦ τάλας, ὅσον κακὸν ἔχει δόμος·
     δάκρυσί μου βλέφαρα καταχυθέντα τέγ-
          γεται σᾶι τύχαι.
     τὸ δ' ἐπὶ τῶιδε πῆμα φρίσσω πάλαι.
Θη. ἔα ἔα·
     τί δή ποθ' ἥδε δέλτος ἐκ φίλης χερὸς
     ἠρτημένη; θέλει τι σημῆναι νέον;
     ἀλλ' ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
     ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
     θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως    860
     οὐκ ἔστι δῶμά θ' ἥτις εἴσεισιν γυνή.
     καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
     τῆς οὐκέτ' οὔσης οἵδε προσσαίνουσί με.
     φέρ' ἐξελίξας περιβολὰς σφραγισμάτων
     ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
Χο. φεῦ φεῦ, τόδ' αὖ νεοχμὸν ἐκδοχαῖς
     ἐπεισφρεῖ θεὸς κακόν· †ἐμοὶ [μὲν οὖν ἀβίοτος βίου]
     τύχα πρὸς τὸ κρανθὲν εἴη τυχεῖν·†
     ὀλομένους γάρ, οὐκέτ' ὄντας, λέγω,
             φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.    870
     [ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήληις δόμους,
     αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος
     οἰωνὸν ὥστε μάντις εἰσορῶ κακόν.]
Θη. οἴμοι, τόδ' οἷον ἄλλο πρὸς κακῶι κακόν,
     οὐ τλητὸν οὐδὲ λεκτόν· ὦ τάλας ἐγώ.    875
Χο. τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.
Θη. βοᾶι βοᾶι δέλτος ἄλαστα· πᾶι φύγω
     βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,
     οἷον οἷον εἶδον γραφαῖς μέλος
             φθεγγόμενον τλάμων.    880
Χο. αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
Θη. τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις
     καθέξω δυσεκπέρατον ὀλοὸν
     κακόν· ἰὼ πόλις.
     Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν    885
     βίαι, τὸ σεμνὸν Ζηνὸς ὄμμ' ἀτιμάσας.
     ἀλλ', ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε
     ἀρὰς ὑπέσχου τρεῖς, μιᾶι κατέργασαι
     τούτων ἐμὸν παῖδ', ἡμέραν δὲ μὴ φύγοι
             τήνδ', εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.    890
Χο. ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν,
     γνώσηι γὰρ αὖθις ἀμπλακών· ἐμοὶ πιθοῦ.
Θη. οὐκ ἔστι. καὶ πρός γ' ἐξελῶ σφε τῆσδε γῆς,
     δυοῖν δὲ μοίραιν θατέραι πεπλήξεται·
     ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους    895
     θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων
     ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
     ξένην ἐπ' αἶαν λυπρὸν ἀντλήσει βίον.
Χο. καὶ μὴν ὅδ' αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα
             Ἱππόλυτος· ὀργῆς δ' ἐξανεὶς κακῆς, ἄναξ    900
     Θησεῦ, τὸ λῶιστον σοῖσι βούλευσαι δόμοις.
Ιπ. κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
     σπουδῆι· τὸ μέντοι πρᾶγμ' ὅτωι στένεις ἔπι
     οὐκ οἶδα, βουλοίμην δ' ἂν ἐκ σέθεν κλύειν.
     ἔα, τί χρῆμα; σὴν δάμαρθ' ὁρῶ, πάτερ,    905
     νεκρόν· μεγίστου θαύματος τόδ' ἄξιον·
     ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
     οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.
     τί χρῆμα πάσχει; τῶι τρόπωι διόλλυται;
     πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.    910
     σιγᾶις; σιωπῆς δ' οὐδὲν ἔργον ἐν κακοῖς.
     [ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
     κἀν τοῖς κακοῖσι λίχνος οὖσ' ἁλίσκεται.]
     οὐ μὴν φίλους γε, κἄτι μᾶλλον ἢ φίλους,
     κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.    915
Θη. ὦ πόλλ' ἁμαρτάνοντες ἄνθρωποι μάτην,
     τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
     καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
     ἓν δ' οὐκ ἐπίστασθ' οὐδ' ἐθηράσασθέ πω,
     φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;    920
Ιπ. δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
     τοὺς μὴ φρονοῦντας δυνατός ἐστ' ἀναγκάσαι.
     ἀλλ' οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
     δέδοικα μή σου γλῶσσ' ὑπερβάλληι κακοῖς.
Θη. φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον    925
     σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
     ὅστις τ' ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
     δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
     τὴν μὲν δικαίαν τὴν δ' ὅπως ἐτύγχανεν,
     ὡς ἡ φρονοῦσα τἄδικ' ἐξηλέγχετο    930
     πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
Ιπ. ἀλλ' ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
     φίλων, νοσοῦμεν δ' οὐδὲν ὄντες αἴτιοι;
     ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
     λόγοι, παραλλάσσοντες ἔξεδροι φρενῶν.    935
Θη. φεῦ τῆς βροτείας–ποῖ προβήσεται; –φρενός.
     τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
     εἰ γὰρ κατ' ἀνδρὸς βίοτον ἐξογκώσεται,
     ὁ δ' ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
             πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ    940
     ἄλλην δεήσει γαῖαν ἣ χωρήσεται
     τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
     σκέψασθε δ' ἐς τόνδ', ὅστις ἐξ ἐμοῦ γεγὼς
     ἤισχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
     πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.    945
     δεῖξον δ', ἐπειδή γ' ἐς μίασμ' ἐλήλυθα,
     τὸ σὸν πρόσωπον δεῦρ' ἐναντίον πατρί.
     σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
     ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
             οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ    950
     θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
     ἤδη νυν αὔχει καὶ δι' ἀψύχου βορᾶς
     σίτοις καπήλευ' Ὀρφέα τ' ἄνακτ' ἔχων
     βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
     ἐπεί γ' ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ    955
     φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ
     σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
     τέθνηκεν ἥδε· τοῦτό σ' ἐκσώσειν δοκεῖς;
     ἐν τῶιδ' ἁλίσκηι πλεῖστον, ὦ κάκιστε σύ·
             ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι    960
     τῆσδ' ἂν γένοιντ' ἄν, ὥστε σ' αἰτίαν φυγεῖν;
     μισεῖν σε φήσεις τήνδε, καὶ τὸ δὴ νόθον
     τοῖς γνησίοισι πολέμιον πεφυκέναι;
     κακὴν ἄρ' αὐτὴν ἔμπορον βίου λέγεις
     εἰ δυσμενείαι σῆι τὰ φίλτατ' ὤλεσεν.    965
     ἀλλ' ὡς τὸ σῶφρον ἀνδράσιν μὲν οὐκ ἔνι,
     γυναιξὶ δ' ἐμπέφυκεν; οἶδ' ἐγὼ νέους
     οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
     ὅταν ταράξηι Κύπρις ἡβῶσαν φρένα·
             τὸ δ' ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.    970
     νῦν οὖν–τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
     νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
     ἔξερρε γαίας τῆσδ' ὅσον τάχος φυγάς,
     καὶ μήτ' Ἀθήνας τὰς θεοδμήτους μόληις
     μήτ' εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.    975
     εἰ γὰρ παθών γέ σου τάδ' ἡσσηθήσομαι,
     οὐ μαρτυρήσει μ' Ἴσθμιος Σίνις ποτὲ
     κτανεῖν ἑαυτὸν ἀλλὰ κομπάζειν μάτην,
     οὐδ' αἱ θαλάσσηι σύννομοι Σκιρωνίδες
             φήσουσι πέτραι τοῖς κακοῖς μ' εἶναι βαρύν.    980
Χο. οὐκ οἶδ' ὅπως εἴποιμ' ἂν εὐτυχεῖν τινα
     θνητῶν· τὰ γὰρ δὴ πρῶτ' ἀνέστραπται πάλιν.
Ιπ. πάτερ, μένος μὲν ξύντασις τε σῶν φρενῶν
     δεινή· τὸ μέντοι πρᾶγμ', ἔχον καλοὺς λόγους,
     εἴ τις διαπτύξειεν οὐ καλὸν τόδε.    985
     ἐγὼ δ' ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
     ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος·
     ἔχει δὲ μοῖραν καὶ τόδ'· οἱ γὰρ ἐν σοφοῖς
     φαῦλοι παρ' ὄχλωι μουσικώτεροι λέγειν.
             ὅμως δ' ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,    990
     γλῶσσάν μ' ἀφεῖναι. πρῶτα δ' ἄρξομαι λέγειν
     ὅθεν μ' ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
     οὐκ ἀντιλέξοντ'. εἰσορᾶις φάος τόδε
     καὶ γαῖαν· ἐν τοῖσδ' οὐκ ἔνεστ' ἀνὴρ ἐμοῦ,
     οὐδ' ἢν σὺ μὴ φῆις, σωφρονέστερος γεγώς.    995
     ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν
     φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις
     ἀλλ' οἷσιν αἰδὼς μήτ' ἐπαγγέλλειν κακὰ
     μήτ' ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις,
             οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,    1000
     ἀλλ' αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
     ἑνὸς δ' ἄθικτος, ὧι με νῦν ἔχειν δοκεῖς·
     λέχους γὰρ ἐς τόδ' ἡμέρας ἁγνὸν δέμας.
     οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγωι κλύων
     γραφῆι τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν    1005
     πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
     καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ'· ἴτω·
     δεῖ δή σε δεῖξαι τῶι τρόπωι διεφθάρην.
     πότερα τὸ τῆσδε σῶμ' ἐκαλλιστεύετο
             πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον    1010
     ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
     μάταιος ἆρ' ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
     ἀλλ' ὡς τυραννεῖν ἡδὺ τοῖσι σώφροσιν;
     †ἥκιστά γ', εἰ μὴ† τὰς φρένας διέφθορεν
     θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.    1015
     ἐγὼ δ' ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
     πρῶτος θέλοιμ' ἄν, ἐν πόλει δὲ δεύτερος
     σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις·
     πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ' ἀπὼν
     κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.    1020
     ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ' ἄλλ' ἔχεις·
     εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ' ἐγὼ
     καὶ τῆσδ' ὁρώσης φέγγος ἠγωνιζόμην,
     ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
     νῦν δ' ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς    1025
     ὄμνυμι τῶν σῶν μήποθ' ἅψασθαι γάμων
     μηδ' ἂν θελῆσαι μηδ' ἂν ἔννοιαν λαβεῖν.
     ἦ τἄρ' ὀλοίμην ἀκλεὴς ἀνώνυμος
     [ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,]
             καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου    1030
     σάρκας θανόντος, εἰ κακὸς πέφυκ' ἀνήρ.
    τί δ' ἥδε δειμαίνουσ' ἀπώλεσεν βίον
     οὐκ οἶδ', ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν·
     ἐσωφρόνησε δ' οὐκ ἔχουσα σωφρονεῖν,
     ἡμεῖς δ' ἔχοντες οὐ καλῶς ἐχρώμεθα.    1035
Χο. ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφὴν
     ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
Θη. ἆρ' οὐκ ἐπωιδὸς καὶ γόης πέφυχ' ὅδε,
     ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίαι
             ψυχὴν κρατήσειν, τὸν τεκόντ' ἀτιμάσας;    1040
Ιπ. καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
     εἰ γὰρ σὺ μὲν παῖς ἦσθ', ἐγὼ δὲ σὸς πατήρ,
     ἔκτεινά τοί σ' ἂν κοὐ φυγαῖς ἐζημίουν,
     εἴπερ γυναικὸς ἠξίους ἐμῆς θιγεῖν.
Θη. ὡς ἄξιον τόδ' εἶπας. οὐχ οὕτω θανῆι,    1045
     ὥσπερ σὺ σαυτῶι τόνδε προύθηκας νόμον·
     ταχὺς γὰρ Ἅιδης ῥᾶιστος ἀνδρὶ δυστυχεῖ·
     ἀλλ' ἐκ πατρώιας φυγὰς ἀλητεύων χθονὸς
     ξένην ἐπ' αἶαν λυπρὸν ἀντλήσεις βίον.
              [μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.]    1050
Ιπ. οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
     δέξηι καθ' ἡμῶν, ἀλλά μ' ἐξελᾶις χθονός;
Θη. πέραν γε Πόντου καὶ τόπων Ἀτλαντικῶν,
     εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ιπ. οὐδ' ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων    1055
     φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θη. ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
     κατηγορεῖ σου πιστά· τοὺς δ' ὑπὲρ κάρα
     φοιτῶντας ὄρνις πόλλ' ἐγὼ χαίρειν λέγω.
        Ιπ. ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,    1060
     ὅστις γ' ὑφ' ὑμῶν, οὓς σέβω, διόλλυμαι;
     οὐ δῆτα· πάντως οὐ πίθοιμ' ἂν οὕς με δεῖ,
     μάτην δ' ἂν ὅρκους συγχέαιμ' οὓς ὤμοσα.
Θη. οἴμοι, τὸ σεμνὸν ὥς μ' ἀποκτενεῖ τὸ σόν.
     οὐκ εἶ πατρώιας ἐκτὸς ὡς τάχιστα γῆς;    1065
Ιπ. ποῖ δῆθ' ὁ τλήμων τρέψομαι; τίνος ξένων
     δόμους ἔσειμι, τῆιδ' ἐπ' αἰτίαι φυγών;
Θη. ὅστις γυναικῶν λυμεῶνας ἥδεται
     ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
1070 Ιπ. αἰαῖ, πρὸς ἧπαρ· δακρύων ἐγγὺς τόδε,    1070
     εἰ δὴ κακός γε φαίνομαι δοκῶ τε σοί.
Θη. τότε στενάζειν καὶ προγιγνώσκειν σ' ἐχρῆν
     ὅτ' ἐς πατρώιαν ἄλοχον ὑβρίζειν ἔτλης.
Ιπ. ὦ δώματ', εἴθε φθέγμα γηρύσαισθέ μοι
     καὶ μαρτυρήσαιτ' εἰ κακὸς πέφυκ' ἀνήρ.
Θη. ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·
     τὸ δ' ἔργον οὐ λέγον σε μηνύει κακόν.
Ιπ. φεῦ·
     εἴθ' ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
             στάνθ', ὡς ἐδάκρυσ' οἷα πάσχομεν κακά.    1080
Θη. πολλῶι γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν
     ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.
Ιπ. ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·
     μηδείς ποτ' εἴη τῶν ἐμῶν φίλων νόθος.
Θη. οὐχ ἕλξετ' αὐτόν, δμῶες; οὐκ ἀκούετε
     πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;
Ιπ. κλαίων τις αὐτῶν ἆρ' ἐμοῦ γε θίξεται·
     σὺ δ' αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.
Θη. δράσω τάδ', εἰ μὴ τοῖς ἐμοῖς πείσηι λόγοις·
     οὐ γάρ τις οἶκτος σῆς μ' ὑπέρχεται φυγῆς.
Ιπ. ἄραρεν, ὡς ἔοικεν. ὦ τάλας ἐγώ,    1090
     ὡς οἶδα μὲν ταῦτ', οἶδα δ' οὐχ ὅπως φράσω.
     ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,
     σύνθακε, συγκύναγε, φευξούμεσθα δὴ
     κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις
     καὶ γαῖ' Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,    1095
     ὡς ἐγκαθηβᾶν πόλλ' ἔχεις εὐδαίμονα,
     χαῖρ'· ὕστατον γάρ σ' εἰσορῶν προσφθέγγομαι.
     ἴτ', ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
     προσείπαθ' ἡμᾶς καὶ προπέμψατε χθονός·
             ὡς οὔποτ' ἄλλον ἄνδρα σωφρονέστερον    1100
     ὄψεσθε, κεἰ μὴ ταῦτ' ἐμῶι δοκεῖ πατρί.
ΘΕΡΑΠΟΝΤΕΣ
στρ. α ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ', ὅταν φρένας
          ἔλθηι,
     λύπας παραιρεῖ· ξύνεσιν δέ τιν' ἐλπίδι κεύθων
     λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι
          λεύσσων·
     ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ' ἵσταται
          ἀνδράσιν αἰὼν
             πολυπλάνητος αἰεί.    1110
ἀντ. α Χο. εἴθε μοι εὐξαμέναι θεόθεν τάδε μοῖρα
          παράσχοι,
     τύχαν μετ' ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·
     δόξα δὲ μήτ' ἀτρεκὴς μήτ' αὖ παράσημος
          ἐνείη,
     ῥάιδια δ' ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ
         βίον συνευτυχοίην.    1119
στρ. β Θε. οὐκέτι γὰρ καθαρὰν φρέν' ἔχω, παρὰ δ' ἐλπίδ'
          ἃ λεύσσω·
     ἐπεὶ τὸν Ἑλλανίας φανερώτατον ἀστέρ' Ἀφαίας
     εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς
     ἄλλαν ἐπ' αἶαν ἱέμενον.
     ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,
     ὦ δρυμὸς ὄρεος ὅθι κυνῶν
     ὠκυπόδων μέτα θῆρας ἔναιρεν
             Δίκτυνναν ἀμφὶ σεμνάν.    1130
ἀντ. β Χο. οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσηι
     τὸν ἀμφὶ Λίμνας τρόχον κατέχων ποδὶ
          γυμνάδος ἵππου·
     μοῦσα δ' ἄυπνος ὑπ' ἄντυγι χορδᾶν
     λήξει πατρῶιον ἀνὰ δόμον·
     ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι
     Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·
             νυμφιδία δ' ἀπόλωλε φυγᾶι σᾶι    1140
     λέκτρων ἅμιλλα κούραις.
ἐπωιδ. ἐγὼ δὲ σᾶι δυστυχίαι
     δάκρυσιν διοίσω
     πότμον ἄποτμον. ὦ τάλαινα μᾶτερ,
     ἔτεκες ἀνόνατα· φεῦ,    1145
     μανίω θεοῖσιν.
     ἰὼ ἰώ·
     συζύγιαι Χάριτες, τί τὸν τάλαν' ἐκ πατρίας γᾶς
     οὐδὲν ἄτας αἴτιον
             πέμπετε τῶνδ' ἀπ' οἴκων;    1150
     καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ' εἰσορῶ
     σπουδῆι σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.
ΑΓΓΕΛΟΣ
     ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν
     εὕροιμ' ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι
     σημήνατ'· ἆρα τῶνδε δωμάτων ἔσω;    1155
Χο. ὅδ' αὐτὸς ἔξω δωμάτων πορεύεται.
Αγ. Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον
     σοὶ καὶ πολίταις οἵ τ' Ἀθηναίων πόλιν
     ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.
        Θη. τί δ' ἔστι; μῶν τις συμφορὰ νεωτέρα    1160
     δισσὰς κατείληφ' ἀστυγείτονας πόλεις;
Αγ. Ἱππόλυτος οὐκέτ' ἔστιν, ὡς εἰπεῖν ἔπος·
     δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.
Θη. πρὸς τοῦ; δι' ἔχθρας μῶν τις ἦν ἀφιγμένος
     ὅτου κατήισχυν' ἄλοχον ὡς πατρὸς βίαι;    1165
Αγ. οἰκεῖος αὐτὸν ὤλεσ' ἁρμάτων ὄχος
     ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῶι πατρὶ
     πόντου κρέοντι παιδὸς ἠράσω πέρι.
Θη. ὦ θεοί, Πόσειδόν θ'· ὡς ἄρ' ἦσθ' ἐμὸς πατὴρ
             ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.    1170
     πῶς καὶ διώλετ'; εἰπέ, τῶι τρόπωι Δίκης
     ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντά με;
Αγ. ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
     ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
     κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων    1175
     ὡς οὐκέτ' ἐν γῆι τῆιδ' ἀναστρέψοι πόδα
     Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
     ὁ δ' ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος
     ἡμῖν ἐπ' ἀκτάς, μυρία δ' ὀπισθόπους
             φίλων ἅμ' ἔστειχ' ἡλίκων <θ'> ὁμήγυρις.    1180
     χρόνωι δὲ δή ποτ' εἶπ' ἀπαλλαχθεὶς γόων·
     Τί ταῦτ' ἀλύω; πειστέον πατρὸς λόγοις.
     ἐντύναθ' ἵππους ἅρμασι ζυγηφόρους,
     δμῶες, πόλις γὰρ οὐκέτ' ἔστιν ἥδε μοι.
     τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,    1185
     καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
     πώλους παρ' αὐτὸν δεσπότην ἐστήσαμεν.
     μάρπτει δὲ χερσὶν ἡνίας ἀπ' ἄντυγος,
     αὐταῖς ἐν ἀρβύλαισιν ἁρμόσας πόδας.
             καὶ πρῶτα μὲν θεοῖς εἶπ' ἀναπτύξας χέρας·    1190
     Ζεῦ, μηκέτ' εἴην εἰ κακὸς πέφυκ' ἀνήρ·
     αἴσθοιτο δ' ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
     ἤτοι θανόντας ἢ φάος δεδορκότας.
     κἀν τῶιδ' ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν
     πώλοις ἁμαρτῆι· πρόσπολοι δ' ὑφ' ἅρματος    1195
     πέλας χαλινῶν εἱπόμεσθα δεσπότηι
     τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.
     ἐπεὶ δ' ἔρημον χῶρον εἰσεβάλλομεν,
     ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς
             πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.    1200
     ἔνθεν τις ἠχὼ χθόνιος, ὡς βροντὴ Διός,
     βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·
     ὀρθὸν δὲ κρᾶτ' ἔστησαν οὖς τ' ἐς οὐρανὸν
     ἵπποι, παρ' ἡμῖν δ' ἦν φόβος νεανικὸς
     πόθεν ποτ' εἴη φθόγγος. ἐς δ' ἁλιρρόθους    1205
     ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν
     κῦμ' οὐρανῶι στηρίζον, ὥστ' ἀφηιρέθη
     Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν,
     ἔκρυπτε δ' Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.
             κἄπειτ' ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν    1210
     πολὺν καχλάζον ποντίωι φυσήματι
     χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.
     αὐτῶι δὲ σὺν κλύδωνι καὶ τρικυμίαι
     κῦμ' ἐξέθηκε ταῦρον, ἄγριον τέρας·
     οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη    1215
     φρικῶδες ἀντεφθέγγετ', εἰσορῶσι δὲ
     κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.
     εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·
     καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν
              πολὺς ξυνοικῶν ἥρπασ' ἡνίας χεροῖν,    1220
     ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνήρ,
     ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·
     αἱ δ' ἐνδακοῦσαι στόμια πυριγενῆ γνάθοις
     βίαι φέρουσιν, οὔτε ναυκλήρου χερὸς
     οὔθ' ἱπποδέσμων οὔτε κολλητῶν ὄχων    1225
     μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ
     γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,
     προυφαίνετ' ἐς τὸ πρόσθεν, ὥστ' ἀναστρέφειν,
     ταῦρος, φόβωι τέτρωρον ἐκμαίνων ὄχον·
             εἰ δ' ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,    1230
     σιγῆι πελάζων ἄντυγι ξυνείπετο,
     ἐς τοῦθ' ἕως ἔσφηλε κἀνεχαίτισεν
     ἁψῖδα πέτρωι προσβαλὼν ὀχήματος.
     σύμφυρτα δ' ἦν ἅπαντα· σύριγγές τ' ἄνω
     τροχῶν ἐπήδων ἀξόνων τ' ἐνήλατα,    1235
     αὐτὸς δ' ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς
     δεσμὸν δυσεξέλικτον ἕλκεται δεθείς,
     σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα
     θραύων τε σάρκας, δεινὰ δ' ἐξαυδῶν κλύειν·
             Στῆτ', ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,    1240
     μή μ' ἐξαλείψητ'. ὦ πατρὸς τάλαιν' ἀρά·
     τίς ἄνδρ' ἄριστον βούλεται σῶσαι παρών;
     πολλοὶ δὲ βουληθέντες ὑστέρωι ποδὶ
     ἐλειπόμεσθα. χὠ μὲν ἐκ δεσμῶν λυθεὶς
     τμητῶν ἱμάντων οὐ κάτοιδ' ὅτωι τρόπωι    1245
     πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·
     ἵπποι δ' ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας
     ταύρου λεπαίας οὐ κάτοιδ' ὅποι χθονός.
     δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,
             ἀτὰρ τοσοῦτόν γ' οὐ δυνήσομαί ποτε,    1250
     τὸν σὸν πιθέσθαι παῖδ' ὅπως ἐστὶν κακός,
     οὐδ' εἰ γυναικῶν πᾶν κρεμασθείη γένος
     καὶ τὴν ἐν Ἴδηι γραμμάτων πλήσειέ τις
     πεύκην· ἐπεί νιν ἐσθλὸν ὄντ' ἐπίσταμαι.
Χο. αἰαῖ, κέκρανται συμφορὰ νέων κακῶν,    1255
     οὐδ' ἔστι μοίρας τοῦ χρεών τ' ἀπαλλαγή.
Θη. μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε
     λόγοισιν ἥσθην τοῖσδε· νῦν δ' αἰδούμενος
     θεούς τ' ἐκεῖνόν θ', οὕνεκ' ἐστὶν ἐξ ἐμοῦ,
             οὔθ' ἥδομαι τοῖσδ' οὔτ' ἐπάχθομαι κακοῖς.    1260
Αλ. πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον
     δράσαντας ἡμᾶς σῆι χαρίζεσθαι φρενί;
     φρόντιζ'· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν
     οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ' ἔσηι.
Θη. κομίζετ' αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν    1265
     λόγοις τ' ἐλέγξω δαιμόνων τε συμφοραῖς
     τὸν τἄμ' ἀπαρνηθέντα μὴ χρᾶναι λέχη.
Χο. σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν
     ἄγεις, Κύπρι, σὺν δ' ὁ ποι-
                  κιλόπτερος ἀμφιβαλὼν    1270
     ὠκυτάτωι πτερῶι·
     ποτᾶται δὲ γαῖαν εὐάχητόν θ'
     ἁλμυρὸν ἐπὶ πόντον,
     θέλγει δ' Ἔρως ὧι μαινομέναι κραδίαι
     πτανὸς ἐφορμάσηι χρυσοφαής,
     φύσιν ὀρεσκόων σκύμνων πελαγίων θ'
     ὅσα τε γᾶ τρέφει
     τά τ' αἰθόμενος ἅλιος δέρκεται
             ἄνδρας τε· συμπάντων βασιληίδα τι-    1280
          μάν, Κύπρι, τῶνδε μόνα κρατύνεις.
ΑΡΤΕΜΙΣ
     σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
     παῖδ' ἐπακοῦσαι·
     Λητοῦς δὲ κόρη σ' Ἄρτεμις αὐδῶ.
     Θησεῦ, τί τάλας τοῖσδε συνήδηι,
     παῖδ' οὐχ ὁσίως σὸν ἀποκτείνας
     ψεύδεσι μύθοις ἀλόχου πεισθεὶς
     ἀφανῆ; φανερὰν δ' ἔσχεθες ἄτην.
             πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις    1290
     δέμας αἰσχυνθείς,
     ἢ πτηνὸν ἄω μεταβὰς βίοτον
    πήματος ἔξω πόδα τοῦδ' ἀνέχεις;
     ὡς ἔν γ' ἀγαθοῖς ἀνδράσιν οὔ σοι
     κτητὸν βιότου μέρος ἐστίν.    1295
     ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν.
     καίτοι προκόψω γ' οὐδέν, ἀλγυνῶ δέ σε·
     ἀλλ' ἐς τόδ' ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα
     τοῦ σοῦ δικαίαν, ὡς ὑπ' εὐκλείας θάνηι,
             καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ    1300
     γενναιότητα. τῆς γὰρ ἐχθίστης θεῶν
     ἡμῖν ὅσαισι παρθένειος ἡδονὴ
     δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν·
     γνώμηι δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
     τροφοῦ διώλετ' οὐχ ἑκοῦσα μηχαναῖς,    1305
     ἣ σῶι δι' ὅρκων παιδὶ σημαίνει νόσον.
     ὁ δ', ὥσπερ οὖν δίκαιον, οὐκ ἐφέσπετο
     λόγοισιν, οὐδ' αὖ πρὸς σέθεν κακούμενος
     ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς·
             ἡ δ' εἰς ἔλεγχον μὴ πέσηι φοβουμένη    1310
     ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
     δόλοισι σὸν παῖδ', ἀλλ' ὅμως ἔπεισέ σε.
Θη. οἴμοι.
Αρ. δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ' ἔχ' ἥσυχος,
     τοὐνθένδ' ἀκούσας ὡς ἂν οἰμώξηις πλέον.    1315
     ἆρ' οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;
     ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,
     ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρῶν τινα.
     πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς
             ἔδωχ' ὅσονπερ χρῆν, ἐπείπερ ἤινεσεν·    1320
     σὺ δ' ἔν τ' ἐκείνωι κἀν ἐμοὶ φαίνηι κακός,
     ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα
     ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνωι μακρῶι
     σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ' ἐχρῆν
     ἀρὰς ἐφῆκας παιδὶ καὶ κατέκτανες.
Θη. δέσποιν', ὀλοίμην. Αρ. δείν' ἔπραξας, ἀλλ' ὅμως
     ἔτ' ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·
     Κύπρις γὰρ ἤθελ' ὥστε γίγνεσθαι τάδε,
     πληροῦσα θυμόν. θεοῖσι δ' ὦδ' ἔχει νόμος·
     οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίαι
             τῆι τοῦ θέλοντος, ἀλλ' ἀφιστάμεσθ' ἀεί.    1330
     ἐπεί, σάφ' ἴσθι, Ζῆνα μὴ φοβουμένη
     οὐκ ἄν ποτ' ἦλθον ἐς τόδ' αἰσχύνης ἐγὼ
     ὥστ' ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
     θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
     τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·    1335
     ἔπειτα δ' ἡ θανοῦσ' ἀνήλωσεν γυνὴ
     λόγων ἐλέγχους, ὥστε σὴν πεῖσαι φρένα.
     μάλιστα μέν νυν σοὶ τάδ' ἔρρωγεν κακά,
     λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ
             θνήισκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς    1340
     αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
Χο. καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,
     σάρκας νεαρὰς ξανθόν τε κάρα
     διαλυμανθείς. ὦ πόνος οἴκων,
     οἷον ἐκράνθη δίδυμον μελάθροις    1345
     πένθος θεόθεν καταληπτόν.
Ιπ. αἰαῖ αἰαῖ·
     δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
     χρησμοῖς ἀδίκοις διελυμάνθην.
             ἀπόλωλα τάλας, οἴμοι μοι.    1350
     διά μου κεφαλῆς ἄισσουσ' ὀδύναι
     κατά τ' ἐγκέφαλον πηδᾶι σφάκελος·
     σχές, ἀπειρηκὸς σῶμ' ἀναπαύσω.
     ἒ ἔ·
     ὦ στυγνὸν ὄχημ' ἵππειον, ἐμῆς
     βόσκημα χερός,
     διά μ' ἔφθειρας, κατὰ δ' ἔκτεινας.
     φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμα, δμῶες,
     χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
     τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
             πρόσφορά μ' αἴρετε, σύντονα δ' ἕλκετε    1360
     τὸν κακοδαίμονα καὶ κατάρατον
     πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ' ὁρᾶις;
     ὅδ' ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
     ὅδ' ὁ σωφροσύνηι πάντας ὑπερσχών,
     προῦπτον ἐς Ἅιδην στείχω, κατ' ἄκρας
     ὀλέσας βίοτον, μόχθους δ' ἄλλως
     τῆς εὐσεβίας
     εἰς ἀνθρώπους ἐπόνησα.
             αἰαῖ αἰαῖ·    1370
     καὶ νῦν ὀδύνα μ' ὀδύνα βαίνει·
     μέθετέ με τάλανα,
     καί μοι θάνατος παιὰν ἔλθοι.
     †προσαπόλλυτέ μ' ὄλλυτε τὸν δυσδαί-
          μονα·† ἀμφιτόμου λόγχας ἔραμαι,    1375
     διαμοιρᾶσαι κατά τ' εὐνᾶσαι
     τὸν ἐμὸν βίοτον.
     ὦ πατρὸς ἐμοῦ δύστανος ἀρά·
     μιαιφόνον τι σύγγονον
             παλαιῶν προγεννη-    1380
          τόρων ἐξορίζεται
     κακὸν οὐδὲ μένει,
     ἔμολέ τ' ἐπ' ἐμέ–τί ποτε, τὸν οὐ-
          δὲν ὄντ' ἐπαίτιον κακῶν;
     ἰώ μοί μοι.
     τί φῶ; πῶς ἀπαλλά-
          ξω βιοτὰν ἐμὰν
     τοῦδ' ἀνάλγητον πάθους;
     εἴθε με κοιμάσειε τὸν
     δυσδαίμον' Ἅιδα μέλαι-
          να νύκτερός τ' ἀνάγκα.
Αρ. ὦ τλῆμον, οἵαι συμφορᾶι συνεζύγης·
             τὸ δ' εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.    1390
Ιπ. ἔα·
     ὦ θεῖον ὀσμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς
     ὢν ἠισθόμην σου κἀνεκουφίσθην δέμας.
     ἔστ' ἐν τόποισι τοισίδ' Ἄρτεμις θεά.
Αρ. ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
Ιπ. ὁρᾶις με, δέσποιν', ὡς ἔχω, τὸν ἄθλιον;
Αρ. ὁρῶ· κατ' ὄσσων δ' οὐ θέμις βαλεῖν δάκρυ.
Ιπ. οὐκ ἔστι σοι κυναγὸς οὐδ' ὑπηρέτης.
Αρ. οὐ δῆτ'· ἀτάρ μοι προσφιλής γ' ἀπόλλυσαι.
Ιπ. οὐδ' ἱππονώμας οὐδ' ἀγαλμάτων φύλαξ.
Αρ. Κύπρις γὰρ ἡ πανοῦργος ὧδ' ἐμήσατο.    1400
Ιπ. οἴμοι, φρονῶ δὴ δαίμον' ἥ μ' ἀπώλεσεν.
Αρ. τιμῆς ἐμέμφθη, σωφρονοῦντι δ' ἤχθετο.
Ιπ. τρεῖς ὄντας ἡμᾶς ὤλεσ', ἤισθημαι, μία.
Αρ. πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
Ιπ. ὤιμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.    1405
Αρ. ἐξηπατήθη δαίμονος βουλεύμασιν.
Ιπ. ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
Θη. ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
Ιπ. στένω σε μᾶλλον ἢ 'μὲ τῆς ἁμαρτίας.
Θη. εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.    1410
Ιπ. ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
Θη. ὡς μήποτ' ἐλθεῖν ὤφελ' ἐς τοὐμὸν στόμα.
Ιπ. τί δ'; ἔκτανές τἄν μ', ὡς τότ' ἦσθ' ὠργισμένος.
Θη. δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
Ιπ. φεῦ·
     εἴθ' ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
Αρ. ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
     θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
     ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας,
     σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν·
             ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς    1420
     ὃς ἂν μάλιστα φίλτατος κυρῆι βροτῶν
    τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
     σοὶ δ', ὦ ταλαίπωρ', ἀντὶ τῶνδε τῶν κακῶν
     τιμὰς μεγίστας ἐν πόλει Τροζηνίαι
     δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος    1425
     κόμας κεροῦνταί σοι, δι' αἰῶνος μακροῦ
     πένθη μέγιστα δακρύων καρπουμένωι·
     ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
     ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
             ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.    1430
     σὺ δ', ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
     σὸν παῖδ' ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·
     ἄκων γὰρ ὤλεσάς νιν, ἀνθρώποισι δὲ
     θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
     καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,    1435
     Ἱππόλυτ'· ἔχεις γὰρ μοῖραν ἧι διεφθάρης.
     καὶ χαῖρ'· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
     οὐδ' ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·
     ὁρῶ δέ σ' ἤδη τοῦδε πλησίον κακοῦ.
Ιπ. χαίρουσα καὶ σὺ στεῖχε, παρθέν' ὀλβία·    1440
     μακρὰν δὲ λείπεις ῥαιδίως ὁμιλίαν.
     λύω δὲ νεῖκος πατρὶ χρηιζούσης σέθεν·
     καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
     αἰαῖ, κατ' ὄσσων κιγχάνει μ' ἤδη σκότος·
     λαβοῦ πάτερ μου καὶ κατόρθωσον δέμας.    1445
Θη. οἴμοι, τέκνον, τί δρᾶις με τὸν δυσδαίμονα;
Ιπ. ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.
Θη. ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
Ιπ. οὐ δῆτ', ἐπεί σε τοῦδ' ἐλευθερῶ φόνου.
Θη. τί φήις; ἀφίης αἵματός μ' ἐλεύθερον;    1450
Ιπ. τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
Θη. ὦ φίλταθ', ὡς γενναῖος ἐκφαίνηι πατρί.
Ιπ. ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
Θη. οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.
Ιπ. τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.    1455
Θη. μή νυν προδῶις με, τέκνον, ἀλλὰ καρτέρει.
Ιπ. κεκαρτέρηται τἄμ'· ὄλωλα γάρ, πάτερ.
     κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.
Θη. ὦ κλείν' Ἀφαίας Παλλάδος θ' ὁρίσματα,
             οἵου στερήσεσθ' ἀνδρός. ὦ τλήμων ἐγώ,    1460
     ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.
Χο. κοινὸν τόδ' ἄχος πᾶσι πολίταις
     ἦλθεν ἀέλπτως.
     πολλῶν δακρύων ἔσται πίτυλος·
     τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς    1465
     φῆμαι μᾶλλον κατέχουσιν.