Μετάβαση στο περιεχόμενο

Ιουδαϊκή αρχαιολογία/γ

Από Βικιθήκη
Ἰουδαϊκὴ ἀρχαιολογία
Συγγραφέας:
Βιβλίον γʹ
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892.


Τάδε ἔνεστιν ἐν τῇ τρίτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
α.
Ὡς Μωυσῆς τὸν λαὸν ἀπ᾽ Αἰγύπτου ἀναλαβὼν ἤγαγεν ἐπὶ τὸ Σιναῖον ὄρος πολλὰ ταλαιπωρήσαντα ἐν τῇ ὁδοιπορίᾳ.
β.
ὡς πολεμήσαντες Ἑβραίοις Ἀμαληκῖται καὶ οἱ πέριξ ἡττήθησαν καὶ πολλὴν τῆς στρατιᾶς ἀπέβαλον.
γ.
ὅτι τὸν πενθερὸν αὑτοῦ Ἰεθὴρ Μωυσῆς παραγενόμενον πρὸς αὐτὸν εἰς τὸ Σιναῖον ἀσμένως ὑπεδέξατο.
δ.
ὡς ὑπέθετο διατάξαι τὸν λαὸν αὐτῷ κατὰ χιλιάρχους καὶ ἑκατοντάρχους ἄτακτον ὄντα τὸ πρῶτον, καὶ ὡς ἕκαστα τούτων ἐποίησε Μωυσῆς κατὰ τὴν τοῦ πενθεροῦ παραίνεσιν.
ε.
ὡς ἀναβὰς Μωυσῆς ἐπὶ τὸ Σιναῖον ὄρος καὶ λαβὼν παρὰ τοῦ θεοῦ τοὺς νόμους τοῖς Ἑβραίοις ἔδωκεν.
ς.
περὶ τῆς σκηνῆς ἣν κατεσκεύασε Μωυσῆς ἐν τῇ ἐρημίᾳ εἰς τιμὴν τοῦ θεοῦ, ὥστε ναὸν εἶναι δοκεῖν.
ζ.
τίνες τε τοῖς ἱερεῦσίν εἰσιν αἱ στολαὶ καὶ ἡ τοῦ ἀρχιερέως· καὶ τῶν ἁγνειῶν οἱ τρόποι καὶ περὶ τῶν ἑορτῶν καὶ ὡς ἑκάστη τῶν ἑορτῶν διατέτακται.
η.
ὡς ἐκεῖθεν ἄρας Μωυσῆς ἤγαγεν εἰς τοὺς ὅρους τῶν Χαναναίων καὶ τοὺς κατοψομένους αὐτῶν τὴν χώραν καὶ τῶν πόλεων τὸ μέγεθος ἐξαπέστειλεν.
θ.
ὅτι τῶν πεμφθέντων μετὰ τεσσαρακοστὴν ὑποστρεψάντων ἡμέραν καὶ λεγόντων οὐκ ἀξιομάχους αὐτοὺς ἀλλὰ τὴν τῶν Χαναναίων ὑπεξαιρόντων δύναμιν, τὸ πλῆθος ταραχθὲν καὶ πεσὸν εἰς ἀπόγνωσιν ὥρμησεν ὥστε καταλεῦσαι παρὰ μικρὸν τὸν Μωυσῆν καὶ πάλιν εἰς τὴν Αἴγυπτον ὑποστρέψαι δουλεύειν διεγνωκότες.
ι.
καὶ ὡς ἐπὶ τούτῳ Μωυσῆς διαγανακτήσας τὸν θεὸν αὐτοῖς ἐπὶ ἔτη τεσσαράκοντα τὴν ἐπὶ τῆς ἐρημίας διατριβὴν προειπεῖν ὠργίσθαι, καὶ μήτ᾽ εἰς Αἴγυπτον ὑποστρέφειν μήτε λαβεῖν τὴν Χαναναίαν.

Περιέχει ἡ βίβλος χρόνον ἐτῶν δύο.


[1] Παραδόξου δὲ τῆς σωτηρίας τοῖς Ἑβραίοις οὕτως γενομένης δεινῶς ἐλύπει πάλιν αὐτοὺς ἀγομένους ἐπὶ τὸ Σιναῖον ὄρος ἡ χώρα τελέως οὖσα ἔρημος καὶ τῶν τε πρὸς τροφὴν αὐτοῖς ἄπορος, σπανίζουσα δὲ καὶ ὕδατος εἰς τὸ ἔσχατον, καὶ μὴ μόνον ἀνθρώποις τι παρασχεῖν ἐνδεής, ἀλλὰ καὶ μηδ᾽ ἄλλο τι τῶν ζῴων ἱκανὴ βόσκειν· ψαφαρὰ γάρ ἐστι καὶ νοτερὸν ἐξ αὐτῆς οὐδὲν ὅ τι καὶ φῦσαι καρπὸν δύναιτο. τοιαύτην δὲ οὖσαν τὴν χώραν ἐξ ἀνάγκης ὥδευον ἑτέραν ἀπελθεῖν οὐκ ἔχοντες. [2] ἐπεφέροντο δ᾽ ἐκ τῆς προωδοιπορημένης ὕδωρ τοῦ στρατηγοῦ κεκελευκότος, καὶ τούτου δαπανηθέντος ἐκ φρεάτων ἐποιοῦντο τὴν ὑδρείαν ἐπιπόνως διὰ σκληρότητα τῆς γῆς, καὶ τὸ εὑρισκόμενον δὲ πικρὸν ἀλλ᾽ οὐ πότιμον ἦν, καὶ τοῦτο δὲ σπάνιον. [3] ἀφικνοῦνται δὲ τοῦτον ὁδεύοντες τὸν τρόπον περὶ δείλην ὀψίαν εἰς Μὰρ τόπον οὕτως διὰ τὴν τοῦ ὕδατος κακίαν ὀνομάσαντες· μὰρ γὰρ ἡ πικρία λέγεται. καὶ αὐτόθι τεταλαιπωρημένοι τῷ τε συνεχεῖ τῆς ὁδοιπορίας καὶ τῇ τῆς τροφῆς ἀπορίᾳ, καὶ γὰρ τότ᾽ αὐτοὺς τελείως ἐπιλελοίπει, κατάγονται· [4] φρέαρ γὰρ ἦν, διὸ καὶ μᾶλλον ἔμειναν, οὐδ᾽ αὐτὸ μὲν ἐξαρκεῖν δυνάμενον τοσούτῳ στρατῷ, βραχεῖαν μέντοι παρέχον αὐτοῖς εὐθυμίαν ἐν ἐκείνοις εὑρεθὲν τοῖς χωρίοις· καὶ γὰρ ἤκουον παρὰ τῶν ἐξερευνώντων μηδὲν ἔμπροσθεν βαδίζουσιν εἶναι. πικρὸν δὲ ἐκεῖνο τὸ ὕδωρ καὶ ἄποτον ἦν οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ τοῖς ὑποζυγίοις ἀφόρητον. [5]

Ὁρῶν δ᾽ ὁ Μωυσῆς ἀθύμως διακειμένους καὶ τοῦ πράγματος τὸ ἀναντίλεκτον, οὐ γὰρ καθαρὸς ἦν στρατὸς ὥστε τῷ βιαζομένῳ τῆς ἀνάγκης ἀντιτάξαι τὸ ἀνδρεῖον, ἀλλὰ διέφθειρε τὸ κατ᾽ ἐκείνους γενναῖον παίδων τε καὶ γυναικῶν ὄχλος ἀσθενέστερος τῆς ἐκ λόγων διδασκαλίας, ἐν χαλεπωτέροις ἦν τὴν συμφορὰν τὴν ἁπάντων ἰδίαν αὐτοῦ ποιούμενος· [6] καὶ γὰρ οὐδ᾽ ἐπ᾽ ἄλλον τινὰ συνέτρεχον ἀλλ᾽ ἐπ᾽ αὐτόν, ἀντιβολοῦντες γύναια μὲν ὑπὲρ νηπίων οἱ δ᾽ ἄνδρες ὑπὲρ ἐκείνων μὴ περιορᾶν, ἀλλ᾽ ἐκπορίζειν αὐτοῖς ἀφορμήν τινα σωτηρίας. ἱκετεύειν οὖν τρέπεται τὸν θεὸν μεταβαλεῖν τὸ ὕδωρ ἐκ τῆς παρούσης κακίας καὶ πότιμον αὐτοῖς παρασχεῖν. [7] καὶ κατανεύσαντος τοῦ θεοῦ τὴν χάριν λαβὼν τομάδος τὸ ἄκρον ἐν ποσὶν ἐρριμμένης διαιρεῖ μέσην καὶ κατὰ τὸ μῆκος τὴν τομὴν ποιησάμενος, ἔπειτα μεθεὶς εἰς τὸ φρέαρ ἔπειθε τοὺς Ἑβραίους τὸν θεὸν ἐπήκοον αὐτοῦ τῶν εὐχῶν γεγονέναι καὶ ὑπεσχῆσθαι τὸ ὕδωρ αὐτοῖς παρέξειν οἷον ἐπιθυμοῦσιν, ἂν πρὸς τὰ ὑπ᾽ αὐτοῦ κελευόμενα μὴ ὀκνηρῶς ἀλλὰ προθύμως ὑπουργῶσιν. [8] ἐρομένων δ᾽ αὐτῶν, τί καὶ ποιούντων ἂν μεταβάλοι τὸ ὕδωρ ἐπὶ τὸ κρεῖττον, κελεύει τοὺς ἐν ἀκμῇ περιστάντας ἐξαντλεῖν λέγων τὸ ὑπολειπόμενον ἔσεσθαι πότιμον αὐτοῖς προεκκενωθέντος τοῦ πλείονος. καὶ οἱ μὲν ἐπόνουν, τὸ δ᾽ ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν. [9]

Ἄραντες δ᾽ ἐκεῖθεν εἰς Ἦλιν ἀφικνοῦνται πόρρωθεν μὲν ἀγαθὴν ὁραθῆναι, καὶ γὰρ φοινικόφυτος ἦν, πλησιάζουσα δ᾽ ἀπηλέγχετο πονηρά· καὶ γὰρ οἱ φοίνικες ὄντες οὐ πλείους ἑβδομήκοντα δυσαυξεῖς τε ἦσαν καὶ χαμαίζηλοι δι᾽ ὕδατος ἀπορίαν ψαφαροῦ τοῦ παντὸς ὄντος χωρίου· [10] οὔτε γὰρ ἐκ τῶν πηγῶν δώδεκα οὐσῶν τὸν ἀριθμὸν νοτερόν τι προσαρδεῦον αὐτοῖς δι᾽ ἐλπίδα χρήσιμον, ἀλλὰ μὴ δυναμένων ἐκβλύσαι μηδ᾽ ἀνασχεῖν ἰκμάδες ἦσαν ὀλίγαι, καὶ διαμωμένοις τὴν ψάμμον οὐδὲν ἀπήντα, κἂν εἴ τι δὲ στάζον ἔλαβον εἰς χεῖρας, ἄχρηστον ηὕρισκον ὑπὸ τοῦ θολερὸν εἶναι· [11] καρπόν τε φέρειν ἦν ἀσθενῆ τὰ δένδρα διὰ σπάνιν τῆς ἐξ ὕδατος εἰς τοῦτο ἀφορμῆς καὶ παρακλήσεως. εἶχον οὖν ἐν αἰτίᾳ τὸν στρατηγὸν καὶ κατεβόων αὐτοῦ τὴν ταλαιπωρίαν καὶ τὴν πεῖραν τῶν κακῶν δι᾽ αὐτὸν πάσχειν λέγοντες· τριακοστὴν γὰρ ἐκείνην ὁδεύοντες ἡμέραν ὅσα μὲν ἐπεφέροντο πάντ᾽ ἦσαν ἀναλωκότες, μηδενὶ δὲ περιτυγχάνοντες δυσέλπιδες ἦσαν περὶ τῶν ὅλων. [12] πρὸς δὲ τῷ παρόντι κακῷ τὴν διάνοιαν ὄντες καὶ ἐν μνήμῃ εἶναι τῶν ὑπηργμένων αὐτοῖς ἔκ τε τοῦ θεοῦ καὶ τῆς Μωυσέος ἀρετῆς καὶ συνέσεως κωλυόμενοι δι᾽ ὀργῆς τὸν στρατηγὸν εἶχον καὶ βάλλειν αὐτὸν ὡρμήκεσαν ὡς αἰτιώτατον τῆς ἐν ποσὶ συμφορᾶς. [13]

Ὁ δ᾽ οὕτως ἀνηρεθισμένου τοῦ πλήθους καὶ πικρῶς ἐπ᾽ αὐτὸν κεκινημένου τῷ θεῷ θαρρῶν καὶ τῷ συνειδότι τῆς περὶ τοὺς ὁμοφύλους προνοίας πάρεισιν εἰς μέσους, καὶ καταβοώντων καὶ κατὰ χεῖρας ἔτι τοὺς λίθους ἐχόντων, ὁραθῆναί τε κεχαρισμένος ὢν καὶ πλήθεσιν ὁμιλεῖν πιθανώτατος, καταπαύειν ἤρξατο τῆς ὀργῆς, [14] μὴ τῶν παρόντων αὐτοὺς δυσκόλων μεμνημένους λήθην ἔχειν τῶν ἔμπροσθεν εὐεργεσιῶν παρακαλῶν, μηδ᾽ ὅτι νῦν πονοῦσι τῆς διανοίας ἐκβάλλειν τὰς τοῦ θεοῦ χάριτας καὶ δωρεάς, ὧν μεγάλων καὶ ἐκ παραδόξου ἔτυχον γενομένων, προσδοκᾶν δὲ καὶ τῆς παρούσης ἀπαλλαγῆναι ἀμηχανίας ἐκ τῆς τοῦ θεοῦ κηδεμονίας, [15] ὃν εἰκὸς δοκιμάζοντα τὴν ἀρετὴν αὐτῶν πῶς τε καρτερίας ἔχουσι καὶ μνήμης τῶν προϋπηργμένων, εἰ μὴ πρὸς ἐκεῖνα γίγνοιντο διὰ τὰ ἐν ποσὶ κακά, γυμνάζειν αὐτοὺς τοῖς ἄρτι χαλεποῖς. [16] ἐλέγχεσθαι δὲ αὐτοὺς οὐκ ἀγαθοὺς οὔτε περὶ τὴν ὑπομονὴν οὔτε περὶ τὴν μνήμην τῶν εὖ γεγονότων, οὕτως μὲν τοῦ θεοῦ καὶ τῆς ἐκείνου γνώμης, καθ᾽ ἣν ἐκλελοίπασι τὴν Αἴγυπτον, καταφρονοῦντας, οὕτως δὲ πρὸς αὐτὸν τὸν ὑπηρέτην αὐτοῦ διατεθέντας καὶ ταῦτα μηδὲν αὐτοὺς διαψευσάμενον περὶ ὧν εἴποι τε καὶ πράττειν κατ᾽ ἐντολὴν τοῦ θεοῦ κελεύσειε. [17] κατηρίθμει τε πάντα, πῶς τε φθαρεῖεν Αἰγύπτιοι κατέχειν αὐτοὺς παρὰ τὴν τοῦ θεοῦ γνώμην βιαζόμενοι, καὶ τίνα τρόπον ὁ αὐτὸς ποταμὸς ἐκείνοις μὲν αἷμα ἦν καὶ ἄποτος αὐτοῖς δὲ πότιμος καὶ γλυκύς, [18] πῶς τε διὰ τῆς θαλάσσης ἀναφυγούσης αὐτοῖς πορρωτάτω καινὴν ὁδὸν ἀπελθόντες αὐτῇ ταύτῃ σωθείησαν μὲν αὐτοί, τοὺς δὲ ἐχθροὺς ἐπίδοιεν ἀπολωλότας, ὅτι τε σπανίζοντας ὅπλων εἰς εὐπορίαν ὁ θεὸς καὶ τούτων καταστήσειε, τά τε ἄλλα ὅσα πρὸς αὐτῷ τῷ διαφθαρήσεσθαι δόξαντας γεγονέναι καὶ σώσειεν ὁ θεὸς ἐκ παραλόγου καὶ ὡς δύναμις αὐτῷ· [19] μὴ ἀπογινώσκειν δὲ μηδὲ νῦν αὐτοῦ τὴν πρόνοιαν, ἀλλ᾽ ἀοργήτως περιμένειν, λογιζομένους μὲν τὴν ἐπικουρίαν μηδὲ βραδεῖαν γίνεσθαι, εἰ μὴ παραυτίκα καὶ εἰ μὴ πρίν τινος πειραθῆναι δυσκόλου πάρεστιν, ἡγουμένους δὲ οὐ κατὰ ὀλιγωρίαν μέλλειν τὸν θεόν, ἀλλ᾽ ἐπὶ πείρᾳ τῆς ἀνδρείας αὐτῶν καὶ τῆς περὶ τὴν ἐλευθερίαν ἡδονῆς, [20] ἵνα μάθοι πότερόν ποτε καὶ τροφῆς ἀπορίαν καὶ σπάνιν ὕδατος ὑπὲρ αὐτῆς ἐστε ἐνεγκεῖν γενναῖοι, ἢ δουλεύειν μᾶλλον ἀγαπᾶτε καθάπερ τὰ βοσκήματα τοῖς κρατοῦσι καὶ τοῖς πρὸς τὰς ἐκείνων ὑπηρεσίας ἀφθόνως τρεφομένοις· [21] δεδιέναι δ᾽ εἰπὼν οὐχ οὕτως ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, πείσεσθαι γὰρ οὐδὲν κακὸν ἀδίκως ἀποθανών, ἀλλ᾽ ὑπὲρ αὐτῶν, μὴ δι᾽ ὧνπερ αὐτὸν βάλλουσι λίθων τοῦ θεοῦ κατακρίνειν νομισθῶσιν, [22] ἐπράυνεν αὐτοὺς καὶ τῆς μὲν τοῦ βάλλειν ὁρμῆς ἐπέσχε καὶ εἰς μετάνοιαν ὧν ἔμελλον δρᾶν ἔτρεψε. παθεῖν δ᾽ οὐκ ἀλόγως αὐτοὺς διὰ τὴν ἀνάγκην τοῦτο νομίσας ἔγνω δεῖν ἐφ᾽ ἱκετείαν τοῦ θεοῦ καὶ παράκλησιν ἐλθεῖν, καὶ ἀναβὰς ἐπί τινα σκοπὴν ᾔτει πόρον τινὰ τῷ λαῷ καὶ τῆς ἐνδείας ἀπαλλαγήν· [23] ἐν αὐτῷ γὰρ εἶναι τὴν σωτηρίαν αὐτοῦ καὶ οὐκ ἐν ἄλλῳ· συγγινώσκειν δὲ τοῖς νῦν ὑπὸ τῆς ἀνάγκης ὑπὸ τοῦ λαοῦ πραττομένοις φύσει δυσαρέστου καὶ φιλαιτίου τοῦ τῶν ἀνθρώπων ἐν οἷς ἂν ἀτυχῇ γένους ὄντος. ὁ θεὸς δὲ προνοήσειν τε ἐπαγγέλλεται καὶ παρέξειν ἀφορμὴν ἣν ποθοῦσι. [24] Μωυσῆς δὲ τοῦ θεοῦ ταῦτ᾽ ἀκούσας καταβαίνει πρὸς τὸ πλῆθος· οἱ δ᾽ ὡς ἑώρων καὶ ταῖς ἐπαγγελίαις ταῖς παρὰ τοῦ θεοῦ γεγηθότα μετέβαλον ἐκ τῆς κατηφείας πρὸς τὸ ἱλαρώτερον, καὶ στὰς ἐκεῖνος ἐν μέσοις ἥκειν ἔλεγε φέρων αὐτοῖς παρὰ τοῦ θεοῦ τὴν περὶ τῶν ἐνεστηκότων ἀπόρων ἀπαλλαγήν. [25] καὶ μετ᾽ ὀλίγον ὀρτύγων πλῆθος, τρέφει δὲ τοῦτο τὸ ὄρνεον ὡς οὐδὲν ἕτερον ὁ Ἀράβιος κόλπος, ἐφίπταται τὴν μεταξὺ θάλατταν ὑπερελθὸν καὶ ὑπὸ κόπου τε ἅμα τῆς πτήσεως καὶ πρόσγαιον μᾶλλον τῶν ἄλλων ὂν καταφέρεται εἰς τοὺς Ἑβραίους· οἱ δὲ συλλαμβάνοντες ὡς τροφὴν αὐτοῖς τοῦ θεοῦ ταύτην μηχανησαμένου τὴν ἔνδειαν ἰῶνται, καὶ Μωυσῆς ἐπ᾽ εὐχὰς τρέπεται τοῦ θεοῦ ταχεῖαν καὶ παρὰ τὴν ὑπόσχεσιν ποιησαμένου τὴν ἐπικουρίαν. [26]

Εὐθὺς δὲ μετὰ τὴν πρώτην ἀφορμὴν τῆς τροφῆς καὶ δευτέραν αὐτοῖς κατέπεμπεν ὁ θεός· ἀνέχοντος γὰρ τοῦ Μωυσέος τὰς χεῖρας ἐπὶ ταῖς εὐχαῖς δρόσος κατηνέχθη, καὶ περιπηγνυμένης ταῖς χερσὶ Μωυσῆς ὑπονοήσας καὶ ταύτην εἰς τροφὴν ἥκειν αὐτοῖς παρὰ τοῦ θεοῦ γεύεταί τε καὶ ἡσθείς, [27] τοῦ πλήθους ἀγνοοῦντος καὶ νομίζοντος νίφεσθαι καὶ τῆς ὥρας εἶναι τοῦ ἔτους τὸ γινόμενον, ἀνεδίδασκεν οὐ κατὰ τὴν ἐκείνων ὑπόληψιν ἀπ᾽ οὐρανοῦ καταφέρεσθαι τὴν δρόσον, ἀλλ᾽ ἐπὶ σωτηρίᾳ τῇ αὐτῶν καὶ διατροφῇ, καὶ γευομένοις τοῦτο αὐτοῖς παρεῖχε πιστεύειν. [28] οἱ δὲ μιμούμενοι τὸν στρατηγὸν ἥδοντο τῷ βρώματι· μέλιτι γὰρ ἦν τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν ἐμφερές, ὅμοιον δὲ τῇ τῶν ἀρωμάτων βδέλλῃ, τὸ δὲ μέγεθος τῷ κοριάννου σπέρματι· καὶ περὶ συλλογὴν λίαν αὐτοῦ ἐσπουδάκεσαν. [29] παρηγγέλλετο δ᾽ ἐξ ἴσου πᾶσιν ἀσσαρῶνα, τοῦτο δ᾽ ἐστὶ μέτρον, εἰς ἑκάστην ἡμέραν συλλέγειν ὡς οὐκ ἐπιλείψοντος αὐτοῖς τοῦ βρώματος, ἵνα μὴ τοῖς ἀδυνάτοις ἄπορον ᾖ τὸ λαμβάνειν δι᾽ ἀλκὴν τῶν δυνατωτέρων πλεονεκτούντων περὶ τὴν ἀναίρεσιν. [30] οἱ μέντοι πλέον τοῦ προστεταγμένου μέτρου συναγαγόντες οὐδὲν περισσότερον εἶχον τοῦ κακοπαθῆσαι· ἀσσαρῶνος γὰρ οὐδὲν πλέον εὕρισκον· τοῦ δ᾽ ὑπολειφθέντος εἰς τὴν ἐπιοῦσαν ὄνησις οὐδ᾽ ἥτις ἦν διεφθαρμένου ὑπό τε σκωλήκων καὶ πικρίας· οὕτω θεῖον ἦν τὸ βρῶμα καὶ παράδοξον. [31] ἀμύνει δὲ τοῖς ταύτην νεμομένοις τὴν ἐκ τῶν ἄλλων ἀπορίαν, ἔτι δὲ καὶ νῦν ὕεται πᾶς ἐκεῖνος ὁ τόπος, καθάπερ καὶ τότε Μωυσεῖ χαριζόμενον τὸ θεῖον κατέπεμψε τὴν διατροφήν. [32] καλοῦσι δὲ Ἑβραῖοι τὸ βρῶμα τοῦτο μάννα· τὸ γὰρ μάν ἐπερώτησις κατὰ τὴν ἡμετέραν διάλεκτον, τί τοῦτ᾽ ἔστιν ἀνακρίνουσα. καὶ οἱ μὲν χαίροντες ἐπὶ τοῖς ἀπ᾽ οὐρανοῦ καταπεμφθεῖσιν αὐτοῖς διετέλουν, τῇ δὲ τροφῇ ταύτῃ τεσσαράκοντα ἔτη ἐχρήσαντο ἐφ᾽ ὅσον χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ. [33]

Ὡς δ᾽ ἐκεῖθεν ἄραντες εἰς Ῥαφιδεὶν ἧκον ταλαιπωρηθέντες ὑπὸ δίψους εἰς ἔσχατον ἔν τε ταῖς πρότερον ἡμέραις πίδαξιν ὀλίγαις ἐντυγχάνοντες καὶ τότε παντάπασιν ἄνυδρον εὑρόντες τὴν γῆν, ἐν κακοῖς ἦσαν καὶ πάλιν δι᾽ ὀργῆς τὸν Μωυσῆν ἐποιοῦντο. [34] ὁ δὲ τὴν ὁρμὴν τοῦ πλήθους πρὸς μικρὸν ἐκκλίνας ἐπὶ λιτὰς τρέπεται τοῦ θεοῦ παρακαλῶν ὡς τροφὴν ἔδωκεν ἀπορουμένοις οὕτως καὶ ποτὸν παρασχεῖν, διαφθειρομένης καὶ τῆς ἐπὶ τροφῇ χάριτος ποτοῦ μὴ παρόντος. [35] ὁ δ᾽ οὐκ εἰς μακρὰν τὴν δωρεὰν ἀνεβάλλετο, τῷ δὲ Μωυσεῖ παρέξειν ὑπισχνεῖται πηγὴν καὶ πλῆθος ὕδατος ὅθεν οὐ προσδοκήσειαν, καὶ κελεύει τῷ βάκτρῳ πλήξαντα τὴν πέτραν, ἣν ἑώρων αὐτόθι παρακειμένην, παρ᾽ αὐτῆς λαμβάνειν τὴν εὐπορίαν ὧν δέονται· φροντίζει γὰρ καὶ τοῦ μὴ σὺν πόνῳ μηδ᾽ ἐργασίᾳ τὸ ποτὸν αὐτοῖς φανῆναι. [36] καὶ Μωυσῆς ταῦτα λαβὼν παρὰ τοῦ θεοῦ παραγίνεται πρὸς τὸν λαὸν περιμένοντα καὶ εἰς αὐτὸν ἀφορῶντα· καὶ γὰρ ἤδη καθεώρων αὐτὸν ἀπὸ τῆς σκοπῆς ὁρμώμενον. ὡς δ᾽ ἧκεν, ἀπολύειν αὐτοὺς καὶ ταύτης τῆς ἀνάγκης τὸν θεὸν ἔλεγε καὶ χαρίσασθαι σωτηρίαν οὐδ᾽ ἐλπισθεῖσαν ἐκ τῆς πέτρας ποταμὸν αὐτοῖς ῥυήσεσθαι λέγων. [37] τῶν δὲ πρὸς τὴν ἀκοὴν καταπλαγέντων, εἰ ὑπό τε τοῦ δίψους καὶ τῆς ὁδοιπορίας τεταλαιπωρημένοις ἀνάγκη γένοιτο κόπτειν τὴν πέτραν, ὁ Μωυσῆς πλήττει τῇ βακτηρίᾳ, καὶ χανούσης ἐξέβλυσεν ὕδωρ πολὺ καὶ διαυγέστατον. [38] οἱ δὲ τῷ παραδόξῳ τοῦ γεγονότος κατεπλάγησαν, καὶ πρὸς τὴν ὄψιν αὐτοῖς ἤδη τὸ δίψος ἔληγε, καὶ πίνουσιν ἡδὺ καὶ γλυκὺ τὸ νᾶμα καὶ οἷον ἂν εἴη θεοῦ τὸ δῶρον δόντος ἐφαίνετο· τόν τε οὖν Μωυσῆν ἐθαύμαζον οὕτως ὑπὸ τοῦ θεοῦ τετιμημένον, καὶ θυσίαις ἠμείβοντο τὴν τοῦ θεοῦ περὶ αὐτοὺς πρόνοιαν. δηλοῖ δὲ ἐν τῷ ἱερῷ ἀνακειμένη γραφὴ τὸν θεὸν προειπεῖν Μωυσεῖ οὕτως ἐκ τῆς πέτρας ἀναδοθήσεσθαι ὕδωρ. [39]

Τοῦ δὲ Ἑβραίων ὀνόματος ἤδη πολλοῦ κατὰ πάντας διαβοωμένου καὶ τοῦ περὶ αὐτῶν λόγου φοιτῶντος ἐν φόβῳ συνέβαινεν οὐ μικρῷ τοὺς ἐπιχωρίους εἶναι, καὶ πρεσβευόμενοι πρὸς ἀλλήλους παρεκάλουν ἀμύνειν καὶ πειρᾶσθαι τοὺς ἄνδρας διαφθείρειν. [40] ἐτύγχανον δὲ οἱ πρὸς τοῦτο ἐνάγοντες οἵ τε τὴν Γοβολῖτιν καὶ τὴν Πέτραν κατοικοῦντες, οἳ καλοῦνται μὲν Ἀμαληκῖται, μαχιμώτατοι δὲ τῶν ἐκεῖσε ἐθνῶν ὑπῆρχον, ὧν πέμποντες οἱ βασιλεῖς ἀλλήλους τε καὶ τοὺς περιοίκους ἐπὶ τὸν πρὸς Ἑβραίους πόλεμον παρεκάλουν, στρατὸν ἀλλότριον καὶ τῆς Αἰγυπτίων ἀποδράντα δουλείας ἐφεδρεύειν αὐτοῖς λέγοντες, [41] ὃν οὐ καλῶς ἔχει περιορᾶν, ἀλλὰ πρὶν ἢ λαβεῖν ἰσχὺν καὶ παρελθεῖν εἰς εὐπορίαν καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς κατάρξαι μάχης θαρρήσαντας τῷ μηδὲν αὐτοῖς παρ᾽ ἡμῶν ἀπαντᾶν καταλύειν ἀσφαλὲς καὶ σῶφρον δίκην αὐτοὺς καὶ περὶ τῆς ἐρήμου καὶ τῶν ἐν αὐτῇ πραχθέντων ἀπαιτοῦντας, ἀλλ᾽ οὐχ ὅταν ταῖς πόλεσιν ἡμῶν καὶ τοῖς ἀγαθοῖς ἐπιβάλωσι τὰς χεῖρας. [42] οἱ δὲ ἀρχομένην δύναμιν ἐχθρῶν πειρώμενοι καταλύειν ἀγαθοὶ συνεῖναι μᾶλλον, ἢ οἱ προκόψασαν μείζω κωλύοντες γενέσθαι· οἱ μὲν γὰρ τοῦ περισσοῦ δοκοῦσι νεμεσᾶν, οἱ δ᾽ οὐδεμίαν αὐτοῖς ἀφορμὴν κατ᾽ αὐτῶν ἐῶσι γενέσθαι. τοιαῦτα τοῖς τε πλησιοχώροις καὶ πρὸς ἀλλήλους πρεσβευόμενοι χωρεῖν τοῖς Ἑβραίοις ἐγνώκεσαν εἰς μάχην. [43]

Μωυσεῖ δ᾽ οὐδὲν προσδοκῶντι πολέμιον ἀπορίαν καὶ ταραχὴν ἐνεποίει τὰ τῶν ἐπιχωρίων, καὶ παρόντων ἐπὶ τὴν μάχην ἤδη καὶ κινδυνεύειν δέον ἐθορύβει χαλεπῶς τὸ τῶν Ἑβραίων πλῆθος ἐν ἀπορίᾳ μὲν ὂν ἁπάντων, μέλλον δὲ πολεμεῖν πρὸς ἀνθρώπους τοῖς πᾶσι καλῶς ἐξηρτυμένους. [44] παραμυθίας οὖν ὁ Μωυσῆς ἤρχετο καὶ θαρρεῖν παρεκάλει τῇ τοῦ θεοῦ ψήφῳ πεπιστευκότας, ὑφ᾽ ἧς εἰς τὴν ἐλευθερίαν ἠρμένοι κατανικήσειαν τοὺς περὶ αὐτῆς εἰς μάχην αὐτοῖς καθισταμένους, [45] ὑπολαμβάνειν δὲ τὸ μὲν αὐτῶν εἶναι στράτευμα πολὺ καὶ πάντων ἀπροσδεές, ὅπλων χρημάτων τροφῆς τῶν ἄλλων, ὧν παρόντων ἐκ πεποιθήσεως πολεμοῦσιν ἄνθρωποι, κρίνοντας ἐν τῇ παρὰ τοῦ θεοῦ συμμαχίᾳ ταῦτα αὐτοῖς παρεῖναι, τὸ δὲ τῶν ἐναντίων ὀλίγον ἄνοπλον ἀσθενές, οἷον καὶ μὴ ὑπὸ τοιούτων, οἵοις αὐτοῖς σύνοιδεν οὖσιν, νικᾶσθαι βουλομένου τοῦ θεοῦ. [46] εἰδέναι δ᾽ οἷος οὗτος ἐπίκουρος ἐκ πολλῶν πεπειραμένους καὶ δεινοτέρων τοῦ πολέμου· τοῦτον μὲν γὰρ εἶναι πρὸς ἀνθρώπους, ἃ δ᾽ ἦν αὐτοῖς πρὸς λιμὸν καὶ δίψος ἄπορα καὶ πρὸς ὄρη καὶ θάλασσαν ὁδὸν οὐκ ἔχουσι φυγῆς, ταῦτ᾽ αὐτοῖς διὰ τὴν εὐμένειαν τὴν παρὰ τοῦ θεοῦ νενικῆσθαι. νῦν δὲ γίνεσθαι παρεκάλει προθυμοτάτους, ὡς τῆς ἁπάντων εὐπορίας αὐτοῖς ἐν τῷ κρατῆσαι τῶν ἐχθρῶν κειμένης. [47]

Καὶ Μωυσῆς μὲν τοιούτοις παρεθάρσυνε τὸ πλῆθος λόγοις συγκαλῶν τούς τε φυλάρχους καὶ τῶν ἐν τέλει καθ᾽ ἑκάστους τε καὶ σὺν ἀλλήλοις τοὺς μὲν νεωτέρους παρεκάλει πείθεσθαι τοῖς πρεσβυτέροις, τοὺς δὲ ἀκροᾶσθαι τοῦ στρατηγοῦ· [48] οἱ δ᾽ ἦσαν ἐπὶ τὸν κίνδυνον τὰς ψυχὰς ἠρμένοι καὶ πρὸς τὸ δεινὸν ἑτοίμως ἔχοντες ἤλπιζον ἀπαλλαγήσεσθαί ποτε τῶν κακῶν, καὶ τὸν Μωυσῆν ἐκέλευον ἄγειν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἤδη καὶ μὴ μέλλειν, ὡς τῆς ἀναβολῆς ἐμποδιζούσης τὴν προθυμίαν αὐτῶν. [49] ὁ δὲ τῆς πληθύος ἀποκρίνας πᾶν τὸ μάχιμον Ἰησοῦν ἐφίστησιν αὐτῷ Ναυήκου μὲν υἱὸν φυλῆς τῆς Ἐφραιμίτιδος, ἀνδρειότατον δὲ καὶ πόνους ὑποστῆναι γενναῖον καὶ νοῆσαί τε καὶ εἰπεῖν ἱκανώτατον καὶ θρησκεύοντα τὸν θεὸν ἐκπρεπῶς καὶ Μωυσῆν διδάσκαλον τῆς πρὸς αὐτὸν εὐσεβείας πεποιημένον τιμώμενόν τε παρὰ τοῖς Ἑβραίοις. [50] βραχὺ δέ τι περὶ τὸ ὕδωρ ἔταξε τῶν ὁπλιτῶν ἐπὶ φυλακῇ παίδων καὶ γυναικῶν τοῦ τε παντὸς στρατοπέδου. καὶ νύκτα μὲν πᾶσαν ἐν παρασκευαῖς ἦσαν τῶν τε ὅπλων εἴ τι πεπονηκὸς ἦν ἀναλαμβάνοντες καὶ τοῖς στρατηγοῖς προσέχοντες, ὡς ὁρμήσοντες ἐπὶ τὴν μάχην ὁπότε κελεύσειεν αὐτοὺς Μωυσῆς. διηγρύπνει δὲ καὶ Μωυσῆς ἀναδιδάσκων τὸν Ἰησοῦν ὃν τρόπον ἐκτάξειε τὸ στρατόπεδον. [51] ἠργμένης δὲ ὑποφαίνειν τῆς ἡμέρας αὖθις τόν τε Ἰησοῦν παρεκάλει μηδὲν χείρονα φανῆναι κατὰ τὸ ἔργον τῆς οὔσης περὶ αὐτὸν ἐλπίδος δόξαν τε διὰ τῆς παρούσης κτήσασθαι στρατηγίας παρὰ τοῖς ἀρχομένοις ἐπὶ τοῖς γεγενημένοις, τῶν τε Ἑβραίων τοὺς ἀξιολογωτάτους ἰδίᾳ παρεκάλει καὶ σύμπαν ἤδη τὸ πλῆθος ὡπλισμένον παρώρμα. [52] καὶ ὁ μὲν οὕτως παραστησάμενος τὸν στρατὸν τοῖς τε λόγοις καὶ τῇ διὰ τῶν ἔργων παρασκευῇ ἀνεχώρει πρὸς τὸ ὄρος θεῷ τε καὶ Ἰησοῦ παραδιδοὺς τὸ στράτευμα. [53]

Προσέμισγον δὲ οἱ πολέμιοι κἀν χερσὶν ἦν ἡ μάχη· προθυμίᾳ δὲ καὶ διακελευσμῷ τὰ πρὸς ἀλλήλους χρωμένων μέχρι μὲν οὖν Μωυσῆς αὖθις ἀνίσχει τὰς χεῖρας, καὶ τοὺς Ἀμαληκίτας κατεπόνουν οἱ Ἑβραῖοι. τὸν οὖν πόνον τῆς ἀνατάσεως τῶν χειρῶν ὁ Μωυσῆς οὐχ ὑπομένων, ὁσάκις γὰρ ἂν αὐτὰς καθίει τοσαυτάκις ἐλαττοῦσθαι τοὺς οἰκείους αὐτοῦ συνέβαινε, [54] κελεύει τόν τε ἀδελφὸν Ἀαρῶνα καὶ τῆς ἀδελφῆς Μαριάμης τὸν ἄνδρα Οὖρον ὄνομα στάντας ἑκατέρωθεν αὐτοῦ διακρατεῖν τὰς χεῖρας καὶ μὴ ἐπιτρέπειν κάμνειν βοηθοῦντας. καὶ τούτου γενομένου κατὰ κράτος ἐνίκων τοὺς Ἀμαληκίτας οἱ Ἑβραῖοι, καὶ πάντες ἂν ἀπωλώλεισαν, εἰ μὴ νυκτὸς ἐπιγενομένης ἀπέσχοντο τοῦ κτείνειν. [55] νίκην καλλίστην καὶ καιριωτάτην νικῶσιν ἡμῶν οἱ πρόγονοι· καὶ γὰρ τῶν ἐπιστρατευσάντων ἐκράτησαν καὶ τοὺς περιοίκους ἐφόβησαν, μεγάλων τε καὶ λαμπρῶν ἐκ τοῦ πονεῖν ἐπέτυχον ἀγαθῶν ἑλόντες τὸ στρατόπεδον τῶν πολεμίων, πλούτους τε μεγάλους δημοσίᾳ καὶ κατ᾽ ἰδίαν ἔσχον οὐδὲ τῆς ἀναγκαίου τροφῆς πρότερον εὐποροῦντες. [56] ὑπῆρξε δ᾽ αὐτοῖς οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν αὖθις αἰῶνα τῶν ἀγαθῶν αἰτία κατορθωθεῖσα ἡ προειρημένη μάχη· οὐ γὰρ τὰ σώματα μόνον τῶν ἐπιστρατευσάντων ἐδούλωσαν ἀλλὰ καὶ τὰ φρονήματα, καὶ τοῖς περιοίκοις ἅπασι μετὰ τὴν ἐκείνων ἧτταν ἐγένοντο φοβεροί, αὐτοί τε πλούτου μεγάλου δύναμιν προσέλαβον· [57] πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. [58] φρονήματός τε ὑπεπλήσθησαν ἐπ᾽ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι. καὶ ταύτης μὲν τῆς μάχης τοῦτο τὸ πέρας. [59]

Τῇ δ᾽ ὑστεραίᾳ Μωυσῆς νεκρούς τε ἐσκύλευε τῶν πολεμίων καὶ τὰς παντευχίας τῶν φυγόντων συνέλεγεν ἀριστεῦσί τε τιμὰς ἐδίδου καὶ τὸν στρατηγὸν Ἰησοῦν ἐνεκωμίαζε μαρτυρούμενον ἐφ᾽ οἷς ἔπραξεν ὑπὸ παντὸς τοῦ στρατοῦ. ἀπέθανεν δὲ Ἑβραίων μὲν οὐδείς, τῶν δὲ πολεμίων ὅσους οὐδ᾽ ἀριθμῷ γνῶναι δυνατὸν ἦν. [60] θύσας δὲ χαριστήρια βωμὸν ἱδρύεται νικαῖον ὀνομάσας τὸν θεὸν προεφήτευέ τε πανωλεθρὶ τοὺς Ἀμαληκίτας ἀπολουμένους καὶ μηδένα αὐτῶν ὑπολειφθησόμενον εἰς αὖθις διὰ τὸ Ἑβραίοις ἐπιστρατεύσασθαι καὶ ταῦτα ἐν ἐρήμῳ τε γῇ καὶ ταλαιπωρουμένοις, τόν τε στρατὸν εὐωχίαις ἀνελάμβανε. [61] καὶ ταύτην μὲν τὴν μάχην πρώτην μαχεσάμενοι πρὸς τοὺς κατατολμήσαντας αὐτῶν μετὰ τὴν ἐξ Αἰγύπτου γενομένην ἔξοδον οὕτως ἐπολέμησαν, ἐπεὶ δὲ τὴν τῶν ἐπινικίων ἑορτὴν ἤγαγον, ὁ Μωυσῆς ἀναπαύσας ἐπ᾽ ὀλίγας ἡμέρας τοὺς Ἑβραίους μετὰ τὴν μάχην προῆγε συντεταγμένους· [62] πολὺ δ᾽ ἦν ἤδη τὸ ὁπλιτικὸν αὐτοῖς· καὶ προϊὼν κατ᾽ ὀλίγον ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου κίνησιν παρῆν ἐπὶ τὸ Σιναῖον ὄρος, ἐν ᾧ τά τε περὶ τὸν θάμνον αὐτῷ καὶ τὰ λοιπὰ φαντάσματα συντυχεῖν προειρήκαμεν. [63]

Καὶ Ῥαγουῆλος ὁ πενθερὸς αὐτοῦ πυνθανόμενος εὐπραξίαν ἀσμένως ἀπήντα τόν τε Μωυσῆν καὶ τὴν Σαπφώραν δεχόμενος καὶ τοὺς παῖδας αὐτῶν. ἥδεται δὲ Μωυσῆς ἐπὶ τῇ τοῦ πενθεροῦ ἀφίξει καὶ θύσας εὐωχεῖ τὸ πλῆθος τοῦ θάμνου πλησίον, ὃς διαπεφεύγει τοῦ πυρὸς τὴν φλόγωσιν· [64] καὶ τὸ μὲν πλῆθος κατὰ συγγένειαν ὡς ἕκαστοι τῆς εὐωχίας μετελάμβανον, Ἀαρὼν δὲ σὺν τοῖς παροῦσι Ῥαγουῆλον προσλαβόμενος ὕμνους τε ᾖδον εἰς τὸν θεὸν ὡς τῆς σωτηρίας αὐτοῖς καὶ τῆς ἐλευθερίας αἴτιον καὶ ποριστὴν γεγενημένον, [65] καὶ τὸν στρατηγὸν εὐφήμουν ὡς κατὰ ἀρετὴν ἐκείνου πάντων αὐτοῖς κατὰ νοῦν ἀπηντηκότων. καὶ Ῥαγουῆλος πολλὰ μὲν ἐγκώμια τοῦ πλήθους ἐπὶ τῇ πρὸς τὸν Μωυσῆν εὐχαριστίᾳ διεξῄει, ἐθαύμαζε δὲ καὶ τὸν Μωυσῆν τῆς ἐπὶ σωτηρίᾳ τῶν φίλων ἀνδραγαθίας. [66]

Τῇ δ᾽ ὑστεραίᾳ θεασάμενος ὁ Ῥαγουῆλος τὸν Μωυσῆν ἐν ὄχλῳ πραγμάτων ὄντα· διέλυε γὰρ τὰς δίκας τοῖς δεομένοις πάντων ἐπ᾽ αὐτὸν βαδιζόντων καὶ μόνως ἂν τοῦ δικαίου τυχεῖν ἡγουμένων, εἰ διαιτητὴς αὐτοῖς οὗτος γένοιτο· [67] καὶ γὰρ τοῖς ἡττωμένοις κοῦφον ἐδόκει τὸ λείπεσθαι κατὰ δικαιοσύνην οὐ κατὰ πλεονεξίαν αὐτὸ πάσχειν νομίζουσι· τότε μὲν ἡσυχίαν ἦγε μὴ βουλόμενος ἐμποδίζειν τοῖς ἀρετῇ χρῆσθαι τοῦ στρατηγοῦ θέλουσι, παυσάμενον δὲ τοῦ θορύβου παραλαβὼν καὶ συμμονωθεὶς ἀνεδίδασκεν ἃ δεῖ ποιεῖν. [68] καὶ συνεβούλευε τῆς μὲν ἐπὶ τοῖς ἥττοσι ταλαιπωρίας ἑτέροις ἐκστῆναι, περὶ δὲ τῶν μειζόνων καὶ τῆς σωτηρίας τοῦ πλήθους ἔχειν τὴν πρόνοιαν αὐτόν· δικάσαι μὲν γὰρ ἀγαθοὺς κἂν ἄλλους Ἑβραίων εὑρεθῆναι, φροντίσαι δὲ τοσούτων μυριάδων σωτηρίας οὐκ ἄλλον τινὰ δύνασθαι μὴ Μωυσῆν γενόμενον. [69] ‘αἰσθανόμενος οὖν τῆς ἀρετῆς, φησί, σαυτοῦ καὶ οἷος γέγονας ἐπὶ τῷ τὸν λαὸν ὑπουργῶν τῷ θεῷ σώζειν τὴν μὲν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον αὐτοῖς ποιεῖσθαι καὶ ἐπ᾽ ἄλλων, σὺ δὲ πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ κατέχων σεαυτὸν διατέλει ζητῶν οἷς ἂν τὸ πλῆθος ἀπαλλάξειας τῆς νῦν ἀπορίας. [70] ὑποθήκαις δὲ ταῖς ἐμαῖς περὶ τῶν ἀνθρωπίνων χρησάμενος τὸν στρατὸν ἐξετάσεις ἀκριβῶς καὶ κατὰ μυρίους τούτων κεκριμένους ἄρχοντας ἀποδείξεις, εἶτα κατὰ χιλίους, διαιρήσεις δὲ μετ᾽ αὐτοὺς εἰς πεντακοσίους, καὶ πάλιν εἰς ἑκατόν, εἶτ᾽ εἰς πεντήκοντα. [71] ἄρχοντάς τε ἐπὶ τούτοις τάξεις, οἳ κατὰ τριάκοντα μερισθέντας διακοσμήσουσι καὶ κατὰ εἴκοσι καὶ κατὰ δέκα συναριθμουμένους, ἔστω δέ τις ἐπὶ τούτοις εἷς τὴν προσηγορίαν ἀπὸ τοῦ τῶν ἀρχομένων ἀριθμοῦ λαμβάνων, δοκιμασθέντες ὑπὸ τοῦ πλήθους παντὸς εἶναι ἀγαθοὶ καὶ δίκαιοι, [72] οἳ περί τε τῶν διαφόρων αὐτοῖς κρινοῦσι κἂν ᾖ τι μεῖζον ἐπὶ τοὺς ἐν ἀξιώματι τὴν περὶ τούτου διάγνωσιν ἐπανοίσουσιν, ἂν δὲ κἀκείνους διαφύγῃ τὸ περὶ τοῦ πράγματος δύσκολον, ἐπὶ σὲ τοῦτο ἀναπέμψουσιν· ἔσται γὰρ οὕτως ἀμφότερα· καὶ τῶν δικαίων Ἑβραῖοι τεύξονται καὶ σὺ τῷ θεῷ προσεδρεύων εὐμενέστερον ἂν ποιήσειας αὐτὸν τῷ στρατῷ.’ [73]

Ταῦτα Ῥαγουήλου παραινέσαντος Μωυσῆς ἀσμένως προσήκατο τὴν συμβουλίαν καὶ ποιεῖ κατὰ τὴν ὑποθήκην τὴν ἐκείνου τοῦ τρόπου τὴν ἐπίνοιαν οὐκ ἀποκρυψάμενος οὐδὲ σφετερισάμενος αὐτήν, ἀλλὰ ποιήσας φανερὸν τὸν ἐξευρηκότα τῷ πλήθει. [74] κἀν τοῖς βιβλίοις δὲ Ῥαγουῆλον ἔγραψεν ὡς εὑρηκότα τὴν διάταξιν τὴν προειρημένην, καλῶς ἔχειν ἡγούμενος τἀληθῆ μαρτυρεῖν τοῖς ἀξίοις, εἰ καὶ δόξαν ἔμελλε φέρειν ἐπιγραφομένῳ τὰ ὑπὸ ἄλλων εὑρημένα, ὥστε τὴν Μωυσέος ἀρετὴν κἀκ τούτου καταμαθεῖν. ἀλλὰ περὶ μὲν ταύτης εὐκαίρως ἐν ἄλλοις τῆς γραφῆς δηλώσομεν. [75]

Μωυσῆς δὲ συγκαλέσας τὴν πληθὺν αὐτὸς μὲν εἰς τὸ ὄρος ἀπέρχεσθαι τὸ Σιναῖον ἔλεγεν ὡς συνεσόμενος τῷ θεῷ καί τι λαβὼν παρ᾽ αὐτοῦ χρήσιμον ἐπανήξων πρὸς αὐτούς, ἐκείνους δ᾽ ἐκέλευσε πλησίον μετασκηνῶσαι τῷ ὄρει τὴν γειτνίασιν τοῦ θεοῦ προτιμήσαντας. [76] ταῦτ᾽ εἰπὼν ἀνῄει πρὸς τὸ Σιναῖον ὑψηλότατον τῶν ἐν ἐκείνοις τοῖς χωρίοις ὀρῶν τυγχάνον καὶ διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους καὶ τῶν κρημνῶν τὸ ἀπότομον ἀνθρώποις οὐ μόνον οὐκ ἀναβατὸν ἀλλ᾽ οὐδὲ ὁραθῆναι δίχα πόνου τῆς ὄψεως δυνάμενον ἄλλως τε διὰ τὸ λόγον εἶναι περὶ τοῦ τὸν θεὸν ἐν αὐτῷ διατρίβειν φοβερὸν καὶ ἀπρόσιτον. [77] Ἑβραῖοι δὲ κατὰ τὰς Μωυσέος ἐντολὰς μετεσκήνουν καὶ τὰς ὑπωρείας τοῦ ὄρους κατελαμβάνοντο ἠρμένοι ταῖς διανοίαις ὡς μετὰ τῆς ἐπαγγελίας τῶν ἀγαθῶν, ἣν προύτεινεν αὐτοῖς, ἐπανήξοντος Μωυσέος παρὰ τοῦ θεοῦ. [78] ἑορτάζοντες δὲ τὸν στρατηγὸν περιέμενον ἁγνεύοντες τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ συνουσίας τῆς γυναικῶν ἡμέρας τρεῖς, καθὼς ἐκεῖνος αὐτοῖς προεῖπε, καὶ παρακαλοῦντες τὸν θεὸν εὐμενῆ συμβάλλοντα Μωυσεῖ δοῦναι δωρεάν, ὑφ᾽ ἧς εὖ βιώσονται. ταῖς τ᾽ οὖν διαίταις ἐχρῶντο πολυτελεστέραις καὶ τῷ κόσμῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις ἐκπρεπῶς ἤσκηντο. [79]

Ἐπὶ δύο μὲν οὖν ἡμέρας εὐωχούμενοι διῆγον, τῇ τρίτῃ δὲ πρὶν τὸν ἥλιον ἀνασχεῖν νεφέλη τε ὑπεράνω ἀνέσχε τοῦ παντὸς στρατοπέδου τῶν Ἑβραίων οὐ πρότερον τοῦτο ἰδόντων γενόμενον καὶ τὸ χωρίον οὗ τὰς σκηνὰς ἦσαν πεποιημένοι περιέγραφε, [80] καὶ τοῦ λοιποῦ παντὸς ἐν αἰθρίᾳ τυγχάνοντος ἄνεμοί τε σφοδροὶ λάβρον κινοῦντες ὑετὸν κατῄγιζον, ἀστραπαί τε ἦσαν φοβεραὶ τοῖς ὁρῶσι, καὶ κεραυνοὶ κατενεχθέντες ἐδήλουν τὴν παρουσίαν τοῦ θεοῦ οἷς Μωυσῆς ἔχαιρεν εὐμενοῦς παρατυχόντος. [81] καὶ περὶ μὲν τούτων ὡς βούλεται φρονείτω ἕκαστος τῶν ἐντευξομένων, ἐμοὶ δὲ ἀνάγκη ταῦτα ἱστορεῖν καθάπερ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται. τοὺς δὲ Ἑβραίους τά τε ὁρώμενα καὶ ὁ ταῖς ἀκοαῖς προσβάλλων ψόφος δεινῶς ἐτάραττεν, [82] ἀήθεις τε γὰρ ἦσαν αὐτῶν, καὶ ὁ περὶ τοῦ ὄρους διαπεφοιτηκὼς λόγος ὡς εἰς αὐτὸ τοῦτο φοιτῶντος τοῦ θεοῦ σφόδρα τὴν διάνοιαν αὐτῶν ἐξέπληττε. κατεῖχον δ᾽ αὑτοὺς πρὸς ταῖς σκηναῖς ἀχθόμενοι καὶ τόν τε Μωυσῆν ἀπολωλέναι νομίζοντες ὑπ᾽ ὀργῆς τοῦ θεοῦ καὶ περὶ αὐτῶν ὅμοια προσδοκῶντες. [83]

Οὕτως δ᾽ αὐτῶν διακειμένων ἐπιφαίνεται Μωυσῆς γαῦρός τε καὶ μέγα φρονῶν. ὀφθείς τε οὖν αὐτὸς ἀπαλλάσσει τοῦ δέους αὐτοὺς καὶ περὶ τῶν μελλόντων κρείττονας ὑπετίθετο τὰς ἐλπίδας, αἴθριός τε καὶ καθαρὸς ὁ ἀὴρ τῶν πρὸ ὀλίγου παθῶν ἦν Μωυσέος παραγεγονότος. [84] ἐπὶ τούτοις οὖν συγκαλεῖ τὸ πλῆθος εἰς ἐκκλησίαν ἀκουσόμενον ὧν ὁ θεὸς εἴποι πρὸς αὐτόν, καὶ συναθροισθέντων στὰς ἐπὶ ὑψηλοῦ τινος, ὅθεν ἔμελλον πάντες ἀκούσεσθαι, ‘ὁ μὲν θεός, εἶπεν, ὦ Ἑβραῖοι, καθάπερ καὶ πρότερον εὐμενὴς προσεδέξατό με καὶ βίον τε ὑμῖν εὐδαίμονα καὶ πολιτείας κόσμον ὑπαγορεύσας πάρεστι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον. [85] πρὸς γοῦν αὐτοῦ καὶ τῶν ἔργων, ἃ δι᾽ ἐκεῖνον ἡμῖν ἤδη πέπρακται, μὴ καταφρονήσητε τῶν λεγομένων εἰς ἐμὲ τὸν λέγοντα ἀφορῶντες μηδ᾽ ὅτι γλῶττα ἀνθρωπίνη πρὸς ὑμᾶς λέγει· τὴν δ᾽ ἀρετὴν αὐτῶν κατανοήσαντες ἐπιγνώσεσθε καὶ τὸ μέγεθος τοῦ νενοηκότος καὶ ἐπὶ συμφέροντι τῷ ὑμετέρῳ πρὸς ἐμὲ μὴ φθονήσαντος εἰπεῖν· [86] οὐ γὰρ Μωυσῆς ὁ Ἀμαράμου καὶ Ἰωχαβάδης υἱός, ἀλλ᾽ ὁ τὸν Νεῖλον ἀναγκάσας ᾑματωμένον ὑπὲρ ὑμῶν ῥυῆναι καὶ ποικίλοις δαμάσας κακοῖς τὸ τῶν Αἰγυπτίων φρόνημα, ὁ διὰ θαλάσσης ὁδὸν ὑμῖν παρασχών, ὁ καὶ τροφὴν ἐξ οὐρανοῦ μηχανησάμενος ἐλθεῖν ἀπορουμένοις, [87] ὁ ποτὸν ἐκ πέτρας ἀναβλύσας σπανίζουσι, δι᾽ ὃν Ἄδαμος τῶν ἀπὸ γῆς τε καρπῶν καὶ θαλάσσης μεταλαμβάνει, δι᾽ ὃν Νῶχος ἐκ τῆς ἐπομβρίας διέφυγε, δι᾽ ὃν Ἅβραμος ὁ ἡμέτερος πρόγονος ἐξ ἀλήτου τὴν Χαναναίαν κατέσχε γῆν, δι᾽ ὃν Ἴσακος γηραιοῖς ἐτέχθη γονεῦσι, δι᾽ ὃν Ἰάκωβος δώδεκα παίδων ἀρεταῖς ἐκοσμήθη, δι᾽ ὃν Ἰώσηπος ἐδεσπότευσε τῆς Αἰγυπτίων δυνάμεως, οὗτος ὑμῖν τούτους χαρίζεται τοὺς λόγους δι᾽ ἑρμηνέως ἐμοῦ. [88] σεβάσμιοι δ᾽ ὑμῖν γενέσθωσαν καὶ παίδων περιμαχητότεροι καὶ γυναικῶν· εὐδαίμονα γὰρ διάξετε βίον τούτοις ἑπόμενοι καὶ γῆς ἀπολαύοντες καρπίμου καὶ θαλάσσης ἀχειμάστου καὶ τέκνων γονῆς κατὰ φύσιν τικτομένων καὶ πολεμίοις ἔσεσθε φοβεροί· τῷ θεῷ γὰρ εἰς ὄψιν ἐλθὼν ἀκροατὴς ἀφθάρτου φωνῆς ἐγενόμην· οὕτως ἐκείνῳ τοῦ γένους ἡμῶν καὶ τῆς τούτου μέλει διαμονῆς.’ [89]

Ταῦτ᾽ εἰπὼν προάγει τὸν λαὸν γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ὡς ἀκούσαιεν τοῦ θεοῦ διαλεγομένου πρὸς αὐτοὺς περὶ τῶν πρακτέων, ἵνα μὴ βλαβείη τῶν λεγομένων ἡ ἀρετὴ ὑπὸ ἀνθρωπίνης γλώττης ἀσθενῶς εἰς γνῶσιν αὐτοῖς παραδιδομένη. [90] πάντες τε ἤκουον φωνῆς ὑψόθεν παραγενομένης εἰς ἅπαντας, ὡς διαφυγεῖν μηδένα καὶ λόγων οὓς Μωυσῆς ἐν ταῖς δύο πλαξὶ γεγραμμένους κατέλιπεν· οὓς οὐ θεμιτόν ἐστιν ἡμῖν λέγειν φανερῶς πρὸς λέξιν, τὰς δὲ δυνάμεις αὐτῶν δηλώσομεν. [91]

Διδάσκει μὲν οὖν ἡμᾶς ὁ πρῶτος λόγος, ὅτι θεός ἐστιν εἷς καὶ τοῦτον δεῖ σέβεσθαι μόνον· ὁ δὲ δεύτερος κελεύει μηδενὸς εἰκόνα ζῴου ποιήσαντας προσκυνεῖν· ὁ τρίτος δὲ ἐπὶ μηδενὶ φαύλῳ τὸν θεὸν ὀμνύναι· ὁ δὲ τέταρτος παρατηρεῖν τὰς ἑβδομάδας ἀναπαυομένους ἀπὸ παντὸς ἔργου· [92] ὁ δὲ πέμπτος γονεῖς τιμᾶν· ὁ δὲ ἕκτος ἀπέχεσθαι φόνου· ὁ δὲ ἕβδομος μὴ μοιχεύειν· ὁ δὲ ὄγδοος μὴ κλοπὴν δρᾶν· ὁ δὲ ἔνατος μὴ ψευδομαρτυρεῖν· ὁ δὲ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμίαν λαμβάνειν. [93]

Καὶ τὸ μὲν πλῆθος ἀκροασάμενον αὐτοῦ τοῦ θεοῦ περὶ ὧν Μωυσῆς διελέχθη χαῖρον ἐπὶ τοῖς προειρημένοις τοῦ συλλόγου διελύθη, ταῖς δ᾽ ἐφεξῆς φοιτῶντες ἐπὶ τὴν σκηνὴν ἠξίουν αὐτὸν καὶ νόμους αὐτοῖς παρὰ τοῦ θεοῦ κομίζειν. [94] ὁ δὲ τούτους τε τίθεται καὶ περὶ τῶν ὅλων ὃν ἂν πραχθείη τρόπον ἐν τοῖς αὖθις ἀπεσήμαινε χρόνοις, ὧν μνησθήσομαι κατὰ καιρὸν οἰκεῖον. τοὺς δὲ πλείονας τῶν νόμων εἰς ἑτέραν ἀνατίθεμαι γραφὴν ἰδίαν περὶ αὐτῶν ποιησόμενος ἀφήγησιν. [95]

Οὕτω δὲ τῶν πραγμάτων αὐτοῖς ἐχόντων ὁ Μωυσῆς πάλιν εἰς τὸ Σιναῖον ὄρος ἀνῄει προειπὼν τοῖς Ἑβραίοις, βλεπόντων δ᾽ αὐτῶν ἐποιεῖτο τὴν ἄνοδον. καὶ χρόνου τριβομένου, τεσσαράκοντα γὰρ ἡμέρας διήγαγεν ἀπ᾽ αὐτῶν, δέος εἶχε τοὺς Ἑβραίους, μή τι Μωυσῆς πάθοι, καὶ τῶν συντυχόντων δεινῶν οὐκ ἔστιν ὃ οὕτως ἐλύπησεν αὐτούς, ὡς τὸ νομίζειν Μωυσῆν ἀπολωλέναι. [96] ἦν γὰρ τοῖς ἀνθρώποις ἔρις τῶν μὲν ἀπολωλέναι λεγόντων θηρίοις περιπεσόντα, καὶ μάλιστα ὅσοι πρὸς αὐτὸν ἀπεχθῶς ἦσαν διακείμενοι ταύτην τὴν ψῆφον ἔφερον, τῶν δὲ πρὸς τὸ θεῖον ἀνακεχωρηκέναι. [97] τοὺς δὲ σώφρονας καὶ μηδέτερον τῶν λεγομένων εἰς ἡδονὴν λαμβάνοντας ἰδίαν, καὶ τὸ θηρίοις περιπεσόντα ἀποθανεῖν ἀνθρώπινον ἡγουμένους καὶ τὸ ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν μεταστῆναι διὰ τὴν προσοῦσαν ἀρετὴν εἰκὸς νομίζοντας, πρᾴως ἔχειν οὗτος ὁ λογισμὸς ἐποίει. [98] προστάτου δὲ ἠρημῶσθαι καὶ κηδεμόνος ὑπολαμβάνοντες, οἵου τυχεῖν οὐκ ἂν ἄλλου δύναιντο, σφόδρα λυπούμενοι διετέλουν καὶ οὔτε ὑπονοεῖν αὐτοὺς εἴα τὸ προσδοκᾶν τι χρηστὸν περὶ τἀνδρὸς οὔτε μὴ λυπεῖσθαι καὶ κατηφεῖν ἠδύναντο. τὸ δὲ στρατόπεδον οὐκ ἐθάρρουν μετάγειν Μωυσέος αὐτοὺς ἐκεῖ παραμένειν προειρηκότος. [99]

Ἤδη δὲ τεσσαράκοντα ἡμερῶν διεληλυθυιῶν καὶ τοσούτων νυκτῶν παρῆν οὐδενὸς σιτίου τῶν τοῖς ἀνθρώποις νενομισμένων γεγευμένος. χαρᾶς δ᾽ ἐνέπλησε τὴν στρατιὰν ἐπιφανείς, καὶ τὴν τοῦ θεοῦ πρόνοιαν ἣν εἶχε περὶ αὐτῶν ἀπεδήλου τόν τε τρόπον καθ᾽ ὃν εὐδαιμονήσουσι πολιτευόμενοι λέγων αὐτῷ κατὰ ταύτας ὑποθέσθαι τὰς ἡμέρας, [100] καὶ σκηνὴν ὅτι βούλεται γενέσθαι αὐτῷ, εἰς ἣν κάτεισι πρὸς αὐτοὺς παραγινόμενος, ὅπως καὶ μεταβαίνοντες ἀλλαχοῦ ταύτην ἐπαγώμεθα καὶ μηκέτι δεώμεθα τῆς ἐπὶ τὸ Σιναῖον ἀνόδου, ἀλλ᾽ αὐτὸς ἐπιφοιτῶν τῇ σκηνῇ παρατυγχάνῃ ταῖς ἡμετέραις εὐχαῖς. [101] γενήσεται δὲ ἡ σκηνὴ μέτροις τε καὶ κατασκευῇ οἷς αὐτὸς ὑπέδειξεν ὑμῶν ἀόκνως ἐχόντων πρὸς τὸ ἔργον. ταῦτ᾽ εἰπὼν δύο πλάκας αὐτοῖς ἐπιδείκνυσιν ἐγγεγραμμένους ἐχούσας τοὺς δέκα λόγους, ἐν ἑκατέρᾳ πέντε. καὶ χεὶρ ἦν ἐπὶ τῇ γραφῇ τοῦ θεοῦ. [102]

Οἱ δὲ χαίροντες οἷς τε ἑώρων καὶ οἷς ἤκουον τοῦ στρατηγοῦ τῆς κατὰ δύναμιν αὐτῶν σπουδῆς οὐκ ἀπελείποντο, ἀλλ᾽ εἰσέφερον ἄργυρόν τε καὶ χρυσὸν καὶ χαλκὸν ξύλα τε τῆς καλλίστης ὕλης καὶ μηδὲν ὑπὸ τῆς σήψεως παθεῖν δυνάμενα, αἰγείους τε τρίχας καὶ δορὰς προβάτων τὰς μὲν ὑακίνθῳ βεβαμμένας τὰς δὲ φοίνικι· αἱ δὲ πορφύρας ἄνθος, ἕτεραι δὲ λευκὴν παρεῖχον τὴν χρόαν· [103] ἔριά τε τοῖς προειρημένοις ἄνθεσι μεμολυσμένα καὶ λίνου βύσσον λίθους τε τούτοις ἐνδεδεμένους, οὓς χρυσίῳ καθειργνύντες ἄνθρωποι κόσμῳ χρῶνται πολυτελεῖ, θυμιαμάτων τε πλῆθος συνέφερον· ἐκ γὰρ τοιαύτης ὕλης κατεσκεύασε τὴν σκηνήν. ἡ δ᾽ οὐδὲν μεταφερομένου καὶ συμπερινοστοῦντος ναοῦ διέφερε. [104] τούτων οὖν κατὰ σπουδὴν συγκομισθέντων ἑκάστου καὶ παρὰ δύναμιν φιλοτιμησαμένου, ἀρχιτέκτονας τοῖς ἔργοις ἐφίστησι κατ᾽ ἐντολὴν τοῦ θεοῦ οὓς καὶ τὸ πλῆθος ἂν ἐπελέξατο τῆς ἐξουσίας ἐπ᾽ αὐτῷ γενομένης. [105] τὰ δὲ ὀνόματα αὐτῶν, καὶ γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, ταῦτ᾽ ἦν· Βασάηλος μὲν Οὐρὶ παῖς τῆς Ἰούδα φυλῆς, υἱὸς δὲ Μαριάμης τῆς ἀδελφῆς τοῦ στρατηγοῦ, Ἐλίβαζος δὲ Ἰσαμάχου Δανίδος φυλῆς. [106] τὸ δὲ πλῆθος οὕτως ὑπὸ προθυμίας τοῖς ἐγχειρουμένοις ἐπῆλθεν, ὥστε Μωυσῆς ἀνεῖρξεν αὐτοὺς ὑποκηρυξάμενος ἀρκεῖν τοὺς ὄντας· τοῦτο γὰρ οἱ δημιουργοὶ προειρήκεσαν· ἐχώρουν οὖν ἐπὶ τὴν τῆς σκηνῆς κατασκευήν, [107] καὶ Μωυσῆς αὐτοὺς ἕκαστα περὶ τῶν μέτρων κατὰ τὴν ὑποθήκην τοῦ θεοῦ καὶ τοῦ μεγέθους ὅσα τε δεῖ σκεύη χωρεῖν αὐτὴν ἀνεδίδασκε πρὸς τὰς θυσίας ὑπηρετήσοντα. ἐφιλοτιμοῦντο δὲ καὶ γυναῖκες περί τε στολὰς ἱερατικὰς καὶ περὶ τὰ ἄλλα ὅσων ἔχρῃζε τὸ ἔργον κόσμου τε καὶ λειτουργίας ἕνεκα τοῦ θεοῦ. [108]

Πάντων δ᾽ ἐν ἑτοίμῳ γεγενημένων χρυσίου τε καὶ χαλκοῦ καὶ τῶν ὑφαντῶν, προειπὼν ἑορτὴν Μωυσῆς καὶ θυσίας κατὰ τὴν ἑκάστου δύναμιν ἵστη τὴν σκηνήν, πρῶτον μὲν αἴθριον διαμετρησάμενος τὸ μὲν εὖρος πεντήκοντα πηχῶν ἑκατὸν δὲ τὸ μῆκος. [109] κάμακας δὲ ἔστησε χαλκέας πενταπήχεις τὸ ὕψος καθ᾽ ἑκατέραν πλευρὰν εἴκοσι τῶν ἐπιμηκεστέρων, δέκα δὲ τῶν ἐν πλάτει κειμένων τῆς κατόπιν, κρίκοι δὲ τῶν καμάκων ἑκάστῃ προσῆσαν· * κιονόκρανα μὲν ἀργύρεα, βάσεις δὲ χρυσαῖ σαυρωτῆρσιν ἐμφερεῖς, χαλκαῖ δὲ ἦσαν, ἐπὶ τῆς γῆς ἐρηρεισμέναι. [110] ἐξήπτετο δὲ τῶν κρίκων καλώδια τὴν ἀρχὴν ἥλων χαλκέων πηχυαίων τὸ μέγεθος ἐκδεδεμένα, οἳ καθ᾽ ἑκάστην κάμακα παρέντες κατὰ τοῦ ἐδάφους ἀκίνητον ὑπὸ βίας ἀνέμων τὴν σκηνὴν ἔμελλον παρέξειν. σινδὼν δ᾽ ἐκ βύσσου ποικιλωτάτη διὰ πασῶν ἐπῄει ἀπὸ τοῦ κιονοκράνου κατιοῦσα μέχρι τῆς βάσεως πολλὴ κεχυμένη, περιφράττουσα ἅπαν κύκλῳ τὸ χωρίον, ὡς μηδὲν δοκεῖν τείχους διαφέρειν. [111] καὶ οὕτως μὲν εἶχον αἱ τρεῖς πλευραὶ τοῦ περιβόλου· τῆς δὲ τετάρτης πλευρᾶς, πεντήκοντα γὰρ οὖσα πήχεων ἡ ἑτέρα μέτωπον τοῦ παντὸς ἦν, εἴκοσι μὲν πήχεις ἀνεῴγεσαν κατὰ πύλας, ἐν αἷς ἀνὰ δύο κάμακες εἱστήκεσαν κατὰ μίμησιν πυλώνων. [112] ὅλαις δ᾽ αὐταῖς ἄργυρος ἦν ἐπικεχαλκωμένος πάρεξ τῶν βάσεων· χαλκαῖ γὰρ ἦσαν. ἑκατέρωθεν δὲ τοῦ πυλῶνος τρεῖς κάμακες ἦσαν ἑστῶσαι, αἳ τοῖς πυλούχοις ἐμβεβήκεσαν ἐρηρεισμέναι, καὶ κατ᾽ αὐτῶν δὲ βύσσινον ὕφος σινδόνος ἦν περιηγμένον. [113] τὸ δὲ κατὰ τὰς πύλας μήκους μὲν ὄντος πήχεων εἴκοσι πέντε δὲ βάθους ὕφος ἦν πορφύρας φοίνικος σὺν ὑακίνθῳ καὶ βύσσῳ πεποιημένον πολλῶν αὐτῷ συνανθούντων καὶ ποικίλων, ὁπόσα μὴ ζῴων ἐξετυποῦτο μορφάς. [114] ἐντὸς δὲ τῶν πυλῶν περιρραντήριον ἦν χάλκεον ὁμοίαν αὐτῷ καὶ τὴν κρηπῖδα παρεχόμενον, ἐξ οὗ τοῖς ἱερεῦσι τὰς χεῖρας ἀποπλύνειν καὶ τῶν ποδῶν καταχεῖν παρῆν. καὶ ὁ μὲν τοῦ αἰθρίου περίβολος τοῦτον τὸν τρόπον ἦν διακεκοσμημένος. [115]

Τὴν δὲ σκηνὴν ἵστησιν αὐτοῦ κατὰ μέσον τετραμμένην πρὸς τὰς ἀνατολάς, ἵνα πρῶτον ὁ ἥλιος ἐπ᾽ αὐτὴν ἀνιὼν ἀφίῃ τὰς ἀκτῖνας. καὶ τὸ μὲν μῆκος αὐτῆς ἐπὶ πήχεις ἐγήγερτο τριάκοντα τὸ δὲ εὖρος ἐπὶ δέκα διειστήκει, καὶ ὁ μὲν ἕτερος τῶν τοίχων νότιος ἦν, ὁ δὲ ἕτερος κατὰ βορέαν ἐτέτραπτο, κατόπιν δ᾽ αὐτῆς ἡ δύσις κατελείπετο. [116] ἀνίστασθαι δ᾽ αὐτὴν ἐχρῆν ἐφ᾽ ὅσον προβαίνοι τὸ εὖρος. κίονες δ᾽ ἦσαν ξύλου πεποιημένοι κατὰ πλευρὰν ἑκατέραν εἴκοσι τετράγωνοι μὲν τὸ σχῆμα εἰργασμένοι, εἰς δὲ πλάτος διεστῶτες πήχεώς τε καὶ ἡμίσους, τὸ δὲ βάθος δακτύλων τεσσάρων. [117] λεπίδες δ᾽ αὐτοῖς ἦσαν ἐπικεχαλκευμέναι πανταχόθεν χρυσαῖ διά τε τῶν ἔνδοθεν καὶ τῶν ἐκτὸς μερῶν. δύο δ᾽ αὐτῶν ἑκάστῳ προσῆσαν στρόφιγγες ἐλαυνόμενοι κατὰ δύο βάσεων· αὗται δ᾽ ἀργυραῖ μὲν ἦσαν, πυλὶς δ᾽ ἑκατέρᾳ τούτων προσῆν δεχομένη τὴν στρόφιγγα. [118] τοῦ δὲ κατὰ δύσιν τοίχου κίονες μὲν ἓξ ἦσαν, συνῄεσαν δ᾽ ἀλλήλοις ἀκριβῶς ἅπαντες, ὥστε μεμυκότων τῶν ἁρμῶν ὡς ἕνα δοκεῖν εἶναι τοῖχον αὐτῶν τὴν συνέλευσιν χρύσειον τά τε ἔνδοθεν καὶ τὰ ἐκτός· [119] ἀνηλόγει γὰρ ὁ τῶν κιόνων ἀριθμός· εἴκοσι γὰρ ἦσαν καὶ παρεῖχε πλάτος * τρίτον σπιθαμῆς ἕκαστος αὐτῶν, ὥστε συμπληροῦσθαι τοὺς τριάκοντα πήχεις ὑπ᾽ αὐτῶν· κατὰ δὲ τὸν ὄπισθεν τοῖχον, ἐννέα γὰρ πήχεις οἱ ἓξ κίονες παρέχονται συνελθόντες, δύ᾽ ἑτέρους ποιοῦνται κίονας ἐκ πήχεως τετμημένους, οὓς ἐγγωνίους ἔθεσαν ἐπ᾽ ἴσης τοῖς μείζοσιν ἠσκημένους. [120] ἕκαστος δὲ τῶν κιόνων κρίκον εἶχε χρύσεον κατὰ τὸ ἔξω μέτωπον προσφυὴς ὥσπερ ῥίζαις τισὶν ἐμπεπλεγμένος κατὰ στίχον πρὸς ἀλλήλους τετραμμένοι τὴν περιφέρειαν, καὶ δι᾽ αὐτῶν ἐπίχρυσοι σκυταλίδες ἐλαυνόμεναι πέντε πήχεων ἑκάστη τὸ μέγεθος σύνδεσμος ἦσαν τῶν κιόνων, ἐμβαινούσης κατὰ κεφαλὴν σκυταλίδος ἑκάστης τῇ ἑτέρᾳ τεχνητῷ στρόφιγγι κοχλίου τρόπον δεδημιουργημένῳ. [121] κατὰ δὲ τὸν ὄπισθεν τοῖχον μία φάλαγξ ἦν διὰ πάντων ἰοῦσα τῶν κιόνων, εἰς ἣν ἐνέβαινον πλάγιαι αἱ τελευταῖαι τῶν σκυταλίδων ἐξ ἑκατέρου τοίχου τῶν ἐπιμηκεστέρων καὶ κρατεῖσθαι συνέβαινεν αὐταῖς γιγλύμοις τῷ θήλει τοῦ ἄρρενος συνελθόντος. τοῦτο μέντοι πρὸς τὸ μήθ᾽ ὑπὸ ἀνέμων κραδαίνεσθαι μήτ᾽ ἄλλης αἰτίας τὴν σκηνὴν συνεῖχεν, ἀλλ᾽ ἀκίνητον αὐτὴν ἐν ἠρεμίᾳ πολλῇ διαφυλάξειν ἔμελλεν. [122]

Ἐντὸς δὲ διελὼν τὸ μῆκος αὐτῆς εἰς τρία μέρη μετὰ δέκα πήχεας ἡρμοσμένους ἐκ τοῦ μυχοῦ τέσσαρας ἵστησι κίονας ὁμοίως τοῖς ἄλλοις εἰργασμένους καὶ βάσεσιν ὁμοίαις ἐπικειμένους διαλείποντας ἀλλήλων κατ᾽ ὀλίγον. τὸ δ᾽ ἐνδοτέρω αὐτῶν ἄδυτον ἦν, τὸ δὲ λοιπὸν ἡ σκηνὴ τοῖς ἱερεῦσιν ἀνεῖτο. [123] τὴν μέντοι διαμέτρησιν τὴν τοιαύτην τῆς σκηνῆς καὶ μίμησιν τῆς τῶν ὅλων φύσεως συνέβαινεν εἶναι· τὸ μὲν γὰρ τρίτον αὐτῆς μέρος τὸ ἐντὸς τῶν τεσσάρων κιόνων, ὃ τοῖς ἱερεῦσιν ἦν ἄβατον, ὡς οὐρανὸς ἀνεῖτο τῷ θεῷ, οἱ δ᾽ εἴκοσι πήχεις, ὥσπερ γῆ καὶ θάλασσα βάσιμος ἀνθρώποις, οὕτως τοῖς ἱερεῦσι μόνοις ἐπετέτραπτο. [124] κατὰ μέτωπον δέ, ἐξ οὗ τὴν εἴσοδον ἦσαν πεποιημένοι, κίονες ἕστασαν χρύσεοι χαλκείαις βάσεσιν ἐφεστῶτες τὸν ἀριθμὸν πέντε. κατεπετάννυσαν δὲ τὴν σκηνὴν ὕφεσι βύσσου καὶ πορφύρας ὑακίνθου καὶ φοίνικος βαφῆς συγκεκραμένης. [125] καὶ πρῶτον μὲν ἦν πήχεων δέκα πανταχόθεν, ᾧ κατεπετάννυσαν τοὺς κίονας, οἳ διαιροῦντες τὸν νεὼν τὸ ἄδυτον ἔνδον αὑτῶν ἀπελάμβανον· καὶ τοῦτο ἦν τὸ ποιοῦν αὐτὸ μηδενὶ κάτοπτον. καὶ ὁ μὲν πᾶς ναὸς ἅγιον ἐκαλεῖτο, τὸ δ᾽ ἄβατον τὸ ἐντὸς τῶν τεσσάρων κιόνων τοῦ ἁγίου τὸ ἅγιον. [126] ὡραῖον δὲ τὸ φάρσος ἄνθεσι παντοίοις, ὅσα γῆθεν ἀνέρχεται, διαπεποικιλμένον τοῖς τε ἄλλοις ἅπασιν ἐνυφασμένον, ὅσα κόσμον οἴσειν ἔμελλε, πλὴν ζῴων μορφῆς. [127] ἕτερον δὲ τούτῳ καὶ τῷ μεγέθει καὶ τῇ ὑφῇ καὶ τῇ χρόᾳ παραπλήσιον τοὺς ἐπὶ ταῖς εἰσόδοις πέντε κίονας περιέβαλλε κατὰ γωνίαν ἑκάστου κίονος κρίκου κατέχοντος αὐτὸ ἀπὸ κορυφῆς ἄχρι ἡμίσους τοῦ κίονος. τὸ δὲ λοιπὸν εἴσοδος ἀνεῖτο τοῖς ἱερεῦσιν ὑποδυομένοις. [128] ὑπὲρ δὲ τούτου λίνεον ἦν ἰσομέγεθες φάρσος ἐφελκόμενον ἀπὸ κάλων ἐπὶ θάτερα, τῶν κρίκων τῷ τε ὕφει καὶ τῷ κάλῳ διακονούντων πρός τε τὸ ἐκπετάννυσθαι καὶ συνελκόμενον ἵστασθαι κατὰ γωνίαν ἐμποδὼν οὐκ ἐσόμενον πρὸς τὸ κατοπτεύεσθαι καὶ μάλιστα ἐν ταῖς ἐπισήμοις ἡμέραις. [129] κατὰ δὲ τὰς λοιπὰς καὶ μάλισθ᾽ ὅταν ᾖ νιφετώδης προπεταννύμενον στεγανὸν ἐποίει τὸ ἐκ τῶν βαμμάτων ὕφος· ὅθεν δὴ παρέμεινε τὸ ἔθος καὶ τὸν ναὸν οἰκοδομησαμένων ἡμῶν, ὥστε τὴν σινδόνα τοιουτότροπον περικεῖσθαι ταῖς εἰσόδοις. [130] δέκα δὲ ἄλλα φάρση πηχῶν τὸ πλάτος τεσσάρων τὸ δὲ μῆκος ὀκτὼ καὶ εἴκοσι, χρυσείους ἔχοντα γιγλύμους ἐπὶ συναφῇ θηλείας τε καὶ ἄρρενος συνείλεκτο, ὡς ἓν εἶναι δοκεῖν, εἶτα ὑπερτεινόμενα τοῦ ναοῦ τό τ᾽ ἐφύπερθεν ἐσκίαζε καὶ τῶν τοίχων τοὺς κατὰ πλευρὰν καὶ κατόπιν ἑστῶτας ἀπὸ τῆς γῆς ὅσον πῆχυν ἀνέχοντα. [131] ἴσαι δὲ τῷ πλάτει καὶ ἄλλαι σινδόνες μιᾷ πλείους τὸν ἀριθμὸν τὸ δὲ μῆκος ὑπερβάλλουσαι, τριακονταπήχεις γὰρ ἦσαν, ὑφασμέναι δ᾽ ἐκ τριχῶν ὁμοίως κατὰ λεπτουργίαν ταῖς ἐκ τῶν ἐρίων πεποιημέναι ἐτέταντο μέχρι τῆς γῆς κεχυμέναι * κατὰ θύρας ἀετώματι παραπλήσιον καὶ παστάδι παρεῖχον, τοῦ ἑνδεκάτου φάρσους εἰς τοῦτο παρειλημμένου. [132] ἄλλαι δ᾽ ἐπάνω τούτων ἐκ διφθερῶν κατεσκευασμέναι ὑπερῄεσαν σκέπη καὶ βοήθεια ταῖς ὑφανταῖς ἔν τε τοῖς καύμασι καὶ ὁπότε ὑετὸς εἴη γεγενημέναι. πολλὴ δ᾽ ἔκπληξις ἐλάμβανε τοὺς πόρρωθεν θεωμένους· τὴν γὰρ χρόαν τοῖς κατὰ τὸν οὐρανὸν συμβαίνουσιν οὐδὲν ἐδόκουν διαφέρειν. [133] αἱ δ᾽ ἐκ τῆς τριχὸς καὶ τῶν διφθερῶν πεποιημέναι κατῄεσαν ὁμοίως τῷ περὶ τὰς πύλας ὑφάσματι τό τε καῦμα καὶ τὴν ἀπὸ τῶν ὄμβρων ὕβριν ἀπομαχόμεναι. καὶ ἡ μὲν σκηνὴ τοῦτον πήγνυται τὸν τρόπον. [134]

Γίνεται δὲ καὶ κιβωτὸς τῷ θεῷ ξύλων ἰσχυρῶν τὴν φύσιν καὶ σῆψιν παθεῖν οὐ δυναμένων· ἡ δ᾽ ἐρὼν μὲν καλεῖται κατὰ τὴν ἡμετέραν γλῶτταν, ἡ δὲ κατασκευὴ τοιαύτη τις ἦν· [135] μῆκος μὲν ἦν αὐτῇ πέντε σπιθαμῶν, τὸ δ᾽ εὖρος καὶ τὸ βάθος τριῶν σπιθαμῶν εἰς ἑκάτερον· χρυσῷ δὲ τά τ᾽ ἐντὸς καὶ τὰ ἔξωθεν περιελήλατο πᾶσα, ὡς ἀποκεκρύφθαι τὴν ξύλωσιν, στρόφιγξί τε χρυσοῖς τὸ ἐπίθεμα προσηνωμένον εἶχε θαυμαστῶς, ὃ πανταχόθεν ἴσον ἦν κατ᾽ οὐδέτερον μέρος ἐξοχαῖς τὴν εὐαρμοστίαν λυμαινόμενον. [136] καὶ καθ᾽ ἑκάτερον δὲ τοῖχον τῶν ἐπιμηκεστέρων κρίκοι προσῆσαν χρυσοῖ δύο τοῦ παντὸς διήκοντες ξύλου, καὶ δι᾽ αὐτῶν ἔνετοι σκυταλίδες ἐπίχρυσοι καθ᾽ ἑκάτερον τοῖχον, ὡς ἂν ὑπ᾽ αὐτῶν ὁπότε δεήσειεν ἄγοιτο κινουμένη· οὐ γὰρ ἐπὶ ζεύγους ἐκομίζετο, ἀλλ᾽ ὑπὸ τῶν ἱερέων ἐφέρετο. [137] τῷ δὲ ἐπιθέματι αὐτῆς ἦσαν πρόστυποι δύο, Χερουβεῖς μὲν αὐτοὺς Ἑβραῖοι καλοῦσι, ζῷα δέ ἐστι πετεινὰ μορφὴν δ᾽ οὐδενὶ τῶν ὑπ᾽ ἀνθρώπων ἑωραμένων παραπλήσια, Μωυσῆς δέ φησι τῷ θρόνῳ τοῦ θεοῦ προστυπεῖς ἑωρακέναι. [138] ταύτῃ τὰς δύο πλάκας, ἐν αἷς τοὺς δέκα λόγους συγγεγράφθαι συμβεβήκει ἀνὰ πέντε μὲν εἰς ἑκατέραν ἀνὰ δύο δὲ καὶ ἥμισυ κατὰ μέτωπον, ἐγκατέθετο. καὶ ταύτην ἐν τῷ ἀδύτῳ κατατίθησιν. [139]

Ἐν δὲ τῷ ναῷ τράπεζαν ἱδρύεται Δελφικαῖς παραπλησίαν τὸ μῆκος μὲν δύο πηχῶν, τὸ δὲ πλάτος ἑνὸς πήχεως καὶ σπιθαμῶν τριῶν τὸ ὕψος. ἦσαν δ᾽ αὐτῇ πόδες τὰ μὲν ἐξ ἡμίσους ἕως τῶν κάτω τελέως ἐξηρτισμένοι οἷς Δωριεῖς προστιθέασι ταῖς κλίναις ἐμφερεῖς, τὸ δὲ πρὸς αὐτὴν ἀνατεῖνον τετράγωνοι τῇ ἐργασίᾳ. [140] κοιλαίνεται δὲ καθ᾽ ἕκαστον πλευρὸν κοιλαίνουσά πως κατὰ παλαιστὴν τὸ ἔδαφος ἕλικος περιθεούσης τό τε ἄνω καὶ τὸ κάτω μέρος τοῦ σώματος, καθ᾽ ἕκαστον δὲ τῶν ποδῶν καὶ ταύτῃ ἐλήλατο κρίκος οὐκ ἄπωθεν τοῦ ἐπιθέματος, δι᾽ ὧν ᾔεσαν στελεοὶ χρύσεοι ξύλου τἄνερθεν ὄντες, οὐκ ἐξαίρετοι· [141] κοῖλον γὰρ εἶχεν ἐπ᾽ αὐτοῖς τὸ κατὰ τοὺς κρίκους κοινωθέντας· οὐδὲ γάρ εἰσι διηνεκεῖς, ἀλλὰ πρὶν συνελθεῖν εἰς τὸ ἄπειρον εἰς περονίδας τὴν ἀρχὴν τελευτῶντες, ὧν ἡ μὲν εἰς τὸ προανέχον ἐμβαίνει τῆς τραπέζης, ἡ δὲ εἰς τὸν πόδα· καὶ τούτοις κατὰ τὰς ὁδοὺς ἐκομίζετο. [142] ἐπὶ ταύτης, ἐτίθετο γὰρ ἐν τῷ ναῷ τετραμμένη πρὸς ἄρκτον οὐ πόρρω τοῦ μυχοῦ, διετίθεσαν ἄρτους τε δώδεκα ἀζύμους κατὰ ἓξ ἐπαλλήλους καθαροῦ πάνυ τοῦ ἀλεύρου ἐκ δύο ἀσσάρων, ὃ μέτρον Ἑβραίων ἑπτὰ κοτύλας Ἀττικὰς ἔχει. [143] ὑπὲρ δὲ τῶν ἄρτων ἐτίθεντο φιάλαι δύο χρύσεαι λιβάνου πλήρεις, μετὰ δὲ ἡμέρας ἑπτὰ πάλιν ἄλλοι ἐκομίζοντο ἄρτοι ἐν τῷ καλουμένῳ ὑφ᾽ ἡμῶν Σαββάτῳ· τὴν γὰρ ἑβδόμην ἡμέραν Σάββατα καλοῦμεν· τὴν δ᾽ αἰτίαν ἐξ ἧς ταῦτα ἐπενοήθησαν ἐν ἑτέροις ἐροῦμεν. [144]

Κατὰ πρόσωπον δὲ τῆς τραπέζης τῷ πρὸς μεσημβρίαν τετραμμένῳ τοίχῳ πλησίον ἵσταται λυχνία ἐκ χρυσοῦ κεχωνευμένη διάκενος σταθμὸν ἔχουσα μνᾶς ἑκατόν· Ἑβραῖοι μὲν καλοῦσι κίγχαρες, εἰς δὲ τὴν Ἑλληνικὴν μεταβαλλόμενον γλῶτταν σημαίνει τάλαντον. [145] πεποίηται δὲ σφαιρία καὶ κρίνα σὺν ῥοΐσκοις καὶ κρατηριδίοις, ἑβδομήκοντα δ᾽ ἦν τὰ πάντα, ἐξ ὧν ἀπὸ μιᾶς βάσεως συνετέθη πρὸς ὕψος, ποιήσαντος αὐτὴν συγκειμένην εἰς μοίρας εἰς ὅσας τοὺς πλανήτας καὶ τὸν ἥλιον κατανέμουσιν. [146] ἀπαρτίζεται δὲ εἰς ἑπτὰ κεφαλὰς καταλλήλας ἐν στίχῳ διακειμένας. λύχνοι δ᾽ ἐπιφέρονται αὐταῖς ἑπτὰ κατὰ μίαν τῶν πλανητῶν τὸν ἀριθμὸν μεμιμημένοι, ὁρῶσι δὲ εἴς τε τὴν ἀνατολὴν καὶ τὴν μεσημβρίαν λοξῶς αὐτῆς κειμένης. [147]

Μεταξὺ δὲ αὐτῆς καὶ τῆς τραπέζης ἔνδον, ὡς προεῖπον, θυμιατήριον ξύλινον μέν, ἐξ οὗ καὶ τὰ πρότερα ἦν σκεύη μὴ σηπόμενα, στερεὰ δὲ περιελήλατ᾽ αὐτῷ λεπίς, πηχυαῖον μὲν κατὰ πλευρὰν ἑκάστην τὸ πλάτος ὕψος δὲ διπλάσιον. [148] ἐπῆν τε ἐσχάρα χρυσεία ὑπερανεστῶσα ἔχουσα κατὰ γωνίαν ἑκάστην στέφανον καὶ τοῦτον δ᾽ ἐκπεριοδεύοντα χρύσεον, ᾗ καὶ κρίκοι καὶ σκυταλίδες προσῆσαν, αἷς κατὰ τὰς ὁδοὺς ὑπὸ τῶν ἱερέων ἐφέρετο. [149] ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής· ἐξεδέχετο γὰρ ἡ γῆ τὸ ἀπὸ τῆς ἐσχάρας πῦρ καταφερόμενον τῆς βάσεως διὰ παντὸς οὐχ ὑποκειμένης. [150] ἀντικρὺ δ᾽ ἐτίθεντο τοῦ χρυσέου οἰνοχόαι τε καὶ φιάλαι σὺν θυΐσκαις καὶ κρατῆρσιν ἦσαν ὅσα τε ἄλλα πρὸς τὰς ἱερουργίας πεποίητο χρύσεα πάντα ὑπῆρχε. καὶ ἡ μὲν σκηνὴ τοιαύτη τε ἦν καὶ τὰ περὶ αὐτὴν σκεύη. [151]

Γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαὶ πᾶσί τε τοῖς ἄλλοις, οὓς χαναναίας καλοῦσι, καὶ δὴ καὶ τῷ ἀρχιερεῖ, ὃν ἀραβάχην προσαγορεύουσι· σημαίνει δὲ ἀρχιερέα. * τὴν μὲν οὖν τῶν ἄλλων στολὴν τοιαύτην εἶναι συμβέβηκεν. [152] ὅταν δὲ προσίῃ ταῖς ἱερουργίαις ὁ ἱερεὺς ἡγνευκὼς ἣν ὁ νόμος ἁγνείαν προαγορεύει, πρῶτον μὲν περιτίθεται τὸν μαναχάσην λεγόμενον· βούλεται δὲ τοῦτο συνακτῆρα μὲν δηλοῦν, διάζωμα δ᾽ ἐστὶ περὶ τὰ αἰδοῖα ῥαπτὸν ἐκ βύσσου κλωστῆς εἰργασμένον ἐμβαινόντων εἰς αὐτὸ τῶν ποδῶν ὥσπερ εἰς ἀναξυρίδας, ἀποτέμνεται δὲ ὑπὲρ ἥμισυ καὶ τελευτῆσαν ἄχρι τῆς λαγόνος περὶ αὐτὴν ἀποσφίγγεται. [153]

Ἐπὶ δὲ τούτῳ λίνεον ἔνδυμα διπλῆς φορεῖ σινδόνος βυσσίνης, χεθομένη μὲν καλεῖται, λίνεον δὲ τοῦτο σημαίνει· χέθον γὰρ τὸ λίνον ἡμεῖς καλοῦμεν. ἔστι δὲ τοῦτο τὸ ἔνδυμα ποδήρης χιτὼν περιγεγραμμένος τῷ σώματι καὶ τὰς χειρῖδας περὶ τοῖς βραχίοσιν κατεσφιγμένος, [154] ὃν ἐπιζώννυνται κατὰ στῆθος ὀλίγον τῆς μασχάλης ὑπεράνω τὴν ζώνην περιάγοντες πλατεῖαν μὲν ὡς εἰς τέσσαρας δακτύλους, διακένως δ᾽ ὑφασμένην ὥστε λεβηρίδα δοκεῖν ὄφεως· ἄνθη δ᾽ εἰς αὐτὴν ἐνύφανται φοίνικι καὶ πορφύρᾳ μετὰ ὑακίνθου καὶ βύσσου πεποικιλμένα, στήμων δ᾽ ἐστὶ μόνη βύσσος. [155] καὶ λαβοῦσα τὴν ἀρχὴν τῆς ἑλίξεως κατὰ στέρνον καὶ περιελθοῦσα πάλιν δεῖται, καὶ κέχυται μὲν πολλὴ μέχρι καὶ τῶν σφυρῶν ἕως οὗ μηδὲν ὁ ἱερεὺς ἐνεργεῖ, πρὸς γὰρ εὐπρέπειαν οὕτως ἔχει τοῖς ὁρῶσι καλῶς, ὅταν δὲ σπουδάζειν περὶ τὰς θυσίας δέῃ καὶ διακονεῖν, ὅπως μὴ κινουμένης ἐμποδίζηται πρὸς τὸ ἔργον, ἀναβαλόμενος ἐπὶ τὸν λαιὸν ὦμον φέρει. [156] Μωυσῆς μὲν οὖν ἀβαΐθ αὐτὴν ἐκάλεσεν, ἡμεῖς δὲ παρὰ Βαβυλωνίων μεμαθηκότες ἐμίαν αὐτὴν καλοῦμεν· οὕτως γὰρ προσαγορεύεται παρ᾽ αὐτοῖς. οὗτος ὁ χιτὼν κολποῦται μὲν οὐδαμόθεν, λαγαρὸν δὲ παρέχων τὸν βροχωτῆρα τοῦ αὐχένος ἁρπεδόσιν ἐκ τῆς ὤας καὶ τῶν κατὰ στέρνον καὶ μετάφρενον ἠρτημέναις ἀναδεῖται ὑπὲρ ἑκατέραν κατακλεῖδα· μασσαβάνης καλεῖται. [157]

Ὑπὲρ δὲ τῆς κεφαλῆς φορεῖ πῖλον ἄκωνον οὐ διικνούμενον εἰς πᾶσαν αὐτὴν ἀλλ᾽ ἐπ᾽ ὀλίγον ὑπερβεβηκότα μέσης· καλεῖται μὲν μασναεφθῆς, τῇ δὲ κατασκευῇ τοιοῦτός ἐστιν ὡς στεφάνη δοκεῖν ἐξ ὑφάσματος λινέου ταινία πεποιημένη παχεῖα· καὶ γὰρ ἐπιπτυσσόμενον ῥάπτεται πολλάκις. [158] ἔπειτα σινδὼν ἄνωθεν αὐτὸν ἐκπεριέρχεται διήκουσα μέχρι μετώπου τήν τε ῥαφὴν τῆς ταινίας καὶ τὸ ἀπ᾽ αὐτῆς ἀπρεπὲς καλύπτουσα καὶ ὅλη δὲ τῷ κρανίῳ γιγνομένη ἐπίπεδον· ἥρμοσται δὲ ἀκριβῶς, ὡς ἂν μὴ περιρρυείη πονοῦντος περὶ τὴν ἱερουργίαν. καὶ ὁποία μέν ἐστιν ἡ τῶν πολλῶν ἱερέων στολὴ δεδηλώκαμεν. [159]

Ὁ δὲ ἀρχιερεὺς κοσμεῖται μὲν καὶ ταύτῃ παραλιπὼν οὐδὲν τῶν προειρημένων, ἐπενδυσάμενος δ᾽ ἐξ ὑακίνθου πεποιημένον χιτῶνα, ποδήρης δ᾽ ἐστὶ καὶ οὗτος, μεεὶρ καλεῖται κατὰ τὴν ἡμετέραν γλῶσσαν, ζώνῃ περισφίγγεται βάμμασιν οἷς ἡ πρότερον ἤνθει διαπεποικιλμένῃ χρυσοῦ συνυφασμένου· [160] κατὰ πέζαν δ᾽ αὐτῷ προσερραμμένοι θύσανοι ῥοῶν τρόπον ἐκ βαφῆς μεμιμημένοι ἀπήρτηντο καὶ κώδωνες χρύσεοι κατὰ πολλὴν ἐπιτήδευσιν τῆς εὐπρεπείας, ὥστε μέσον ἀπολαμβάνεσθαι δυοῖν τε κωδώνοιν ῥοΐσκον, καὶ ῥοῶν κωδώνιον. [161] ἔστι δ᾽ ὁ χιτὼν οὗτος οὐκ ἐκ δυοῖν περιτμημάτων, ὥστε ῥαπτὸς ἐπὶ τῶν ὤμων εἶναι καὶ τῶν παρὰ πλευράν, φάρσος δ᾽ ἓν ἐπίμηκες ὑφασμένον σχιστὸν ἔχει βροχωτῆρα πλάγιον, ἀλλὰ κατὰ μῆκος ἐρρωγότα πρός τε τὸ στέρνον καὶ μέσον τὸ μετάφρενον· πέζα δ᾽ αὐτῷ προσέρραπται ὑπὲρ τοῦ μὴ διελέγχεσθαι τῆς τομῆς τὴν δυσπρέπειαν· ὁμοίως δὲ καὶ ὅθεν αἱ χεῖρες διείργονται σχιστός ἐστιν. [162]

Ἐπὶ δὲ τούτοις τρίτον ἐνδύεται τὸν λεγόμενον μὲν ἐφώδην, Ἑλληνικῇ δ᾽ ἐπωμίδι προσεοικότα· γίνεται γὰρ τοῦτον τὸν τρόπον. ὑφανθεὶς ἐπὶ βάθος πηχυαῖον ἔκ τε χρωμάτων παντοίων καὶ χρυσοῦ συμπεποικιλμένος ἀπερίπτυκτον τοῦ στέρνου τὸ μέσον καταλιμπάνει χειρῖσι τε ἠσκημένος καὶ τῷ παντὶ σχήματι χιτὼν εἶναι πεποιημένος. [163] τῷ δὲ διακένῳ τοῦ ἐνδύματος σύνεισι περίτμημα σπιθαμῆς τὸ μέγεθος χρυσῷ τε καὶ τοῖς αὐτοῖς τῷ ἐφώδῃ βάμμασι διηνθισμένον· ἐσσὴν μὲν καλεῖται, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑλλήνων γλῶτταν λόγιον· [164] πληροῖ δὲ ἀκριβῶς τοῦ ἐφώδου ὅπερ ὑφαίνοντες κατὰ στῆθος ἐξέλιπον, ἑνοῦται δ᾽ ὑπὸ κρίκων χρυσέων αὐτῷ τε κατὰ γωνίαν ἑκάστην κἀκείνῳ τῶν ἴσων προσκεκοινωμένων, ῥάμματος ὑακίνθου παραληφθέντος εἰς τὴν πρὸς ἀλλήλους κατάδεσιν τοῖς κρίκοις. [165] πρὸς δὲ τὸ μὴ χαλαρὸν εἶναι τὸ ἐν μέσῳ τῶν κρίκων καταλιμπανόμενον ῥαφὴν αὐτοῦ νήμασιν ὑακινθίνοις ἐπενόησαν. πορποῦσι δὲ τὴν ἐπωμίδα σαρδόνυχες δύο κατὰ τῶν ὤμων ἑκάτερον τέλος ἐπ᾽ αὐτοὺς ἐπιθέον χρύσεον ἔχοντες πρὸς τὸ ταῖς περονίσιν ἐπιτήδειον εἶναι. [166] ἐγγέγραπται δὲ τούτοις τῶν Ἰακώβου παίδων τὰ ὀνόματα γράμμασιν ἐπιχωρίοις γλώσσῃ τῇ ἡμετέρᾳ κατὰ ἓξ τῶν λίθων ἑκατέρῳ, οἱ πρεσβύτεροι δ᾽ εἰσὶ κατὰ ὦμον τὸν δεξιόν. ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντες· [167] οὗτοι μέντοι κατὰ στίχον τρεῖς ἐπὶ τεσσάρων διακείμενοι γραμμῶν ἐνήσκηνται τῷ ὕφει, χρυσὸς δ᾽ αὐτοὺς ἐκπεριέρχεται τὰς ἕλικας ἐντιθεὶς τῷ ὕφει πρὸς τὸ μὴ διαρρεῖν οὕτως πεποιημένος. [168] καὶ ἡ μὲν πρώτη τριάς ἐστι σαρδόνυξ τόπαζος σμάραγδος, ἡ δευτέρα δὲ ἄνθρακα παρέχεται καὶ ἴασπιν καὶ σάπφειρον, τῆς δὲ τρίτης λίγυρος μὲν ἄρχει εἶτα ἀμέθυσος ἀχάτης δὲ τρίτος ἔνατος ὢν τοῖς πᾶσι, τετάρτου δὲ στίχου χρυσόλιθος μὲν πρόκειται, μετὰ δὲ αὐτὸν ὄνυξ, εἶτα βήρυλλος, τελευταῖος οὗτος. [169] γράμματα δὲ ἐπετέτμητο πᾶσι τῶν Ἰακώβου υἱῶν, οὓς καὶ φυλάρχους νομίζομεν, ἑκάστου τῶν λίθων ὀνόματι τετιμημένου κατὰ τάξιν ἣν ἕκαστον αὐτῶν γενέσθαι συμβέβηκε. [170] τῶν οὖν κρίκων ἀσθενῶν ὄντων κατ᾽ αὐτοὺς ἐνεγκεῖν τὸ βάρος τῶν λίθων ἑτέρους δύο κρίκους μείζονας τῇ πέζῃ τοῦ ἐσσήνου ᾗπερ ἀνήκει πρὸς τὸν τράχηλον ἐμβεβηκότας τῷ ὑφάσματι ποιοῦσι, δεξομένους ἁλύσεις εἰργασμένας, αἳ συνῆσαν κατ᾽ ἄκρον τῶν ὤμων σειραῖς ἐκ χρυσοῦ πεπλεγμέναις συνάπτουσαι, ὧν τὸ ἄκρον ἀνεστραμμένον ἐνέβαινε κρίκῳ προέχοντι τῆς νωτιαίας πέζης τοῦ ἐφώδου. [171] καὶ τοῦτο ἦν ἀσφάλεια τῷ ἐσσήνῃ πρὸς τὸ μὴ περιρρεῖν, ζώνη δὲ τῷ ἐσσήνῃ προσέρραπτο βάμμασιν οἷς προεῖπον μετὰ χρυσίου προσφερής, ἣ περιοδεύσασα δεῖται πάλιν ἐπὶ τῇ ῥαφῇ καὶ κατακρεμνᾶται· τοὺς δὲ θυσάνους χρύσεαι σύριγγες καθ᾽ ἑκατέραν ἄκραν ἐκλαβοῦσαι πάντας ἐμπεριέχουσιν αὗται. [172]

Πῖλον δὲ ἦν ὁ καὶ πρότερον αὐτῷ παραπλησίως εἰργασμένος τοῖς πᾶσιν ἱερεῦσιν, ὑπ᾽ αὐτὸν δὲ συνερραμμένος ἕτερος ἐξ ὑακίνθου πεποικιλμένος περιέρχεται στέφανος χρύσεος ἐπὶ τριστιχίαν κεχαλκευμένος. θάλλει δ᾽ ἐπ᾽ αὐτῷ κάλυξ χρύσεος τῇ σακχάρῳ βοτάνῃ παρ᾽ ἡμῖν λεγομένῃ ἀπομεμιμημένος, ὑὸς δὲ κύαμον Ἑλλήνων οἱ περὶ τομὰς ῥιζῶν ἐμπείρως ἔχοντες προσαγορεύουσιν. [173] εἰ δέ τις ἢ θεασάμενος τὴν βοτάνην ἀμαθίᾳ τούτου ἀγνοεῖ τὴν φύσιν αὐτῆς ἢ τὴν κλῆσιν ἐπιστάμενος οὐκ ἰδὼν δ᾽ ἀναγνωρίσειε, τοῖς οὕτω δὴ ἔχουσι σημανῶ τὸν τρόπον· [174] βοτάνη μέν ἐστιν ὑπὲρ τρεῖς σπιθαμὰς πολλάκις αὐξανομένη τὸ ὕψος, τὴν δὲ ῥίζαν ἐμφερὴς βουνιάδι, ταύτῃ γὰρ οὐκ ἂν ἁμάρτοι τις εἰκάζων αὐτήν, τὰ δὲ φύλλα τοῖς εὐζώμων· ἐκ μέντοι τῶν κλάδων ἀνίησι κάλυκα προσεχῆ τῷ κλωνί, περίεισι δ᾽ αὐτὴν ἔλυτρον, ὅπερ ἀποκρίνεται κατ᾽ αὐτὸ πρὸς τὸν καρπὸν μεταβαλεῖν ἠργμένης· ὁ δὲ κάλυξ μεγέθους ἐστὶ σκυταλίδος τοῦ μικροῦ δακτύλου, κρατῆρι δ᾽ ἐμφερὴς τὴν περιγραφήν. σημανῶ δὲ καὶ τοῦτο τοῖς οὐ μεμαθηκόσι· [175] σφαιρίδος εἰς δύο τετμημένης περὶ τῷ πυθμένι τὴν ἑτέραν τομὴν ἔχει φυόμενος ἀπὸ ῥίζης περιφερής· εἶτα συνιὼν κατ᾽ ὀλίγον ὑποκοιλαινούσης εὐπρεπῶς τῆς ὑποχωρήσεως ἀνευρύνεται πάλιν ἠρέμα κατὰ χεῖλος, ὁμοίως ὀμφαλῷ ῥοιᾶς τετμημένος. [176] ἐπίθεμα δ᾽ αὐτῷ ἡμισφαίριον προσπέφυκεν ἀκριβῶς ἂν εἴποι τις τετορνευμένον, ὑπερανεστώσας ἔχον τὰς ἐντομάς, ἃς εἶπον τῇ ῥοᾷ παραπλησίως βλαστάνειν, ἀκανθώδεις καὶ εἰς ὀξὺ παντελῶς ἀποληγούσας τὸ ἄκρον. [177] φυλάττει δ᾽ ἐπὶ τῷ ἐπιθέματι τὸν καρπὸν διὰ παντὸς τοῦ κάλυκος ὄντα βοτάνης σπέρματι τῆς σιδηρίτιδος ὅμοιον, ἀφίησι δ᾽ ἄνθος τῷ τῆς μήκωνος πλαταγωνίῳ δυνάμενον δοκεῖν ἐμφερὲς εἶναι. [178] ἐκ τούτου μὲν στέφανος ἐκκεχάλκευται ὅσον ἀπὸ τοῦ ἰνίου πρὸς ἑκάτερον τῶν κροτάφων. τὸ δὲ μέτωπον ἡ μὲν ἐφιελὶς οὐκ ἔπεισι, λεγέσθω γὰρ οὕτως ὁ κάλυξ, τελαμὼν δ᾽ ἐστὶ χρύσεος, ὃς ἱεροῖς γράμμασι τοῦ θεοῦ τὴν προσηγορίαν ἐπιτετμημένος ἐστί. καὶ τοιοῦτος μὲν ὁ τοῦ ἀρχιερέως κόσμος ἐστί. [179]

Θαυμάσειε δ᾽ ἄν τις τῶν ἀνθρώπων τὴν πρὸς ἡμᾶς ἀπέχθειαν, ἣν ὡς ἐκφαυλιζόντων ἡμῶν τὸ θεῖον ὅπερ αὐτοὶ σέβειν προῄρηνται διατετελέκασιν ἐσχηκότες· [180] εἰ γάρ τις τῆς σκηνῆς κατανοήσειε τὴν πῆξιν καὶ τοῦ ἱερέως ἴδοι τὴν στολὴν τά τε σκεύη, οἷς περὶ τὴν ἱερουργίαν χρώμεθα, τόν τε νομοθέτην εὑρήσει θεῖον ἄνδρα καὶ ματαίως ἡμᾶς ὑπὸ τῶν ἄλλων τὰς βλασφημίας ἀκούοντας· ἕκαστα γὰρ τούτων εἰς ἀπομίμησιν καὶ διατύπωσιν τῶν ὅλων, εἴ τις ἀφθόνως ἐθέλοι καὶ μετὰ συνέσεως σκοπεῖν, εὑρήσει γεγονότα· [181] τήν τε γὰρ σκηνὴν τριάκοντα πηχῶν οὖσαν νείμας εἰς τρία καὶ δύο μέρη πᾶσιν ἀνεὶς τοῖς ἱερεῦσιν ὥσπερ βέβηλόν τινα καὶ κοινὸν τόπον, τὴν γῆν καὶ τὴν θάλασσαν ἀποσημαίνει· καὶ γὰρ ταῦτα πᾶσίν ἐστιν ἐπιβατά. τὴν δὲ τρίτην μοῖραν μόνῳ περιέγραψε τῷ θεῷ διὰ τὸ καὶ τὸν οὐρανὸν ἀνεπίβατον εἶναι ἀνθρώποις. [182] ἐπί τε τῇ τραπέζῃ τοὺς δώδεκα τιθεὶς ἄρτους ἀποσημαίνει τὸν ἐνιαυτὸν εἰς τοσούτους μῆνας διῃρημένον. τὴν δὲ λυχνίαν ἐξ ἑβδομήκοντα μορίων ποιήσας συγκειμένην τὰς τῶν πλανητῶν δεκαμοιρίας ᾐνίξατο· καὶ λύχνους ὑπὲρ αὐτῆς ἑπτά, τῶν πλανητῶν τὴν φοράν· τοσοῦτοι γάρ εἰσι τὸν ἀριθμόν. [183] τά τε φάρση ἐκ τεσσάρων ὑφανθέντα τὴν τῶν στοιχείων φύσιν δηλοῖ· ἥ τε γὰρ βύσσος τὴν γῆν ἀποσημαίνειν ἔοικε διὰ τὸ ἐξ αὐτῆς ἀνεῖσθαι τὸ λίνον, ἥ τε πορφύρα τὴν θάλασσαν τῷ πεφοινῖχθαι τῶν ἰχθύων τῷ αἵματι, τὸν δὲ ἀέρα βούλεται δηλοῦν ὁ ὑάκινθος, καὶ ὁ φοῖνιξ δ᾽ ἂν εἴη τεκμήριον τοῦ πυρός. [184] ἀποσημαίνει δὲ καὶ ὁ τοῦ ἀρχιερέως χιτὼν τὴν γῆν λίνεος ὤν, ὁ δὲ ὑάκινθος τὸν πόλον, ἀστραπαῖς μὲν κατὰ τοὺς ῥοΐσκους ἀπεικασμένος βρονταῖς δὲ κατὰ τὸν τῶν κωδώνων ψόφον. καὶ τὴν ἐφαπτίδα τοῦ παντὸς τὴν φύσιν ἐκ τεσσάρων δοχθεῖσαν γενέσθαι τῷ θεῷ χρυσῷ συνυφασμένην κατ᾽ ἐπίνοιαν οἶμαι τῆς προσούσης ἅπασιν αὐγῆς. [185] καὶ τὸν ἐσσῆνα μέσον ὄντα τῆς ἐφαπτίδος ἐν τρόπῳ γῆς ἔταξε· καὶ γὰρ αὕτη τὸν μεσαίτατον τόπον ἔχει· ζώνῃ τε περιοδεύσας τὸν ὠκεανὸν ἀποσημαίνει· καὶ γὰρ οὗτος ἐμπεριείληφε τὰ πάντα. δηλοῖ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην τῶν σαρδονύχων ἑκάτερος, οἷς ἐνεπόρπωσε τὸν ἀρχιερέα. [186] τήν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως ἀριθμὸν τῶν ἀστέρων, ὃν ζωδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατ᾽ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι· καὶ ὁ πῖλος δέ μοι δοκεῖ τὸν οὐρανὸν τεκμηριοῦν ὑακίνθινος πεποιημένος, [187] οὐ γὰρ ἂν ἄλλως ὑπερανετίθετο αὐτῷ τὸ ὄνομα τοῦ θεοῦ τῇ στεφάνῃ ἠγλαϊσμένον καὶ ταύτῃ χρυσέᾳ, διὰ τὴν αὐγήν, ᾗ μάλιστα χαίρει τὸ θεῖον. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτόν μοι δεδηλώσθω πολλάκις τε καὶ ἐν πολλοῖς τὴν ἀρετὴν τοῦ νομοθέτου παρεξόντων ἡμῖν διελθεῖν τῶν πραγμάτων. [188]

Ὡς δὲ τὸ προειρημένον πέρας εἶχε, τῶν ἀναθημάτων μήπω καθιερωμένων ἐπιστὰς ὁ θεὸς Μωυσεῖ τὴν ἱερωσύνην Ἀαρῶνι τἀδελφῷ προσέταξε δοῦναι ὡς ἁπάντων δι᾽ ἀρετὴν τῆς τιμῆς δικαιοτέρῳ τυχεῖν. καὶ συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τήν τε ἀρετὴν αὐτοῦ καὶ τὴν εὔνοιαν διεξῄει καὶ τοὺς κινδύνους οὓς ὑπομείνειεν ὑπὲρ αὐτῶν. [189] μαρτυρούντων δ᾽ ἐφ᾽ ἅπασιν αὐτῷ καὶ τὸ περὶ αὐτὸν πρόθυμον ἐνδεικνυμένων, ‘ἄνδρες, εἶπεν, Ἰσραηλῖται, τὸ μὲν ἔργον ἤδη τέλος ἔχει οἷον αὐτῷ τε τῷ θεῷ ἥδιστον ἦν καὶ δυνατὸν ἡμῖν, ἐπεὶ δὲ δεῖ τοῦτον τῇ σκηνῇ καταδέχεσθαι, δεῖ πρῶτον ἡμῖν τοῦ ἱερατευσομένου καὶ ὑπηρετήσοντος ταῖς θυσίαις καὶ ταῖς ὑπὲρ ἡμῶν εὐχαῖς. [190] καὶ ἔγωγε ταύτης ἐμοὶ τῆς σκέψεως ἐπιτραπείσης ἐμαυτὸν ἂν τῆς τιμῆς ἄξιον ἔκρινα διά τε τὸ φύσει πάντας εἶναι φιλαύτους, καὶ ὅτι πολλὰ ἐμαυτῷ καμόντι περὶ σωτηρίας τῆς ὑμετέρας σύνοιδα· νῦν δ᾽ αὐτὸς ὁ θεὸς Ἀαρῶνα τῆς τιμῆς ἄξιον ἔκρινε καὶ τοῦτον ᾕρηται ἱερέα, τὸν δικαιότερον ἡμῶν μᾶλλον εἰδώς, [191] ὡς οὗτος ἐνδύσεται στολὴν τῷ θεῷ καθωσιωμένην καὶ βωμῶν ἐπιμέλειαν ἕξει καὶ πρόνοιαν ἱερείων καὶ τὰς ὑπὲρ ἡμῶν εὐχὰς ποιήσεται πρὸς τὸν θεὸν ἡδέως ἀκουσόμενον, ὅτι τε κήδεται γένους τοῦ ἡμετέρου καὶ παρ᾽ ἀνδρὸς ὃν αὐτὸς ἐπελέξατο γινομένας προσδέχεται ταύτας.’ [192] Ἑβραῖοι δὲ ἠρέσκοντο τοῖς λεγομένοις καὶ συνῄνουν τῇ τοῦ θεοῦ χειροτονίᾳ· ἦν γὰρ Ἀαρὼν διά τε τὸ γένος καὶ τὴν προφητείαν καὶ τὴν ἀρετὴν τἀδελφοῦ πρὸς τιμὴν ἁπάντων ἀξιολογώτερος. ἦσαν δ᾽ αὐτῷ καὶ παῖδες κατ᾽ ἐκεῖνον τὸν χρόνον τέσσαρες Νάβαδος Ἀβιοῦς Ἐλεάζαρος Ἰθάμαρος. [193]

Ὅσα δὲ τῶν πρὸς τὴν τῆς σκηνῆς κατασκευὴν παρεσκευασμένων ἦν περιττὰ ταῦτ᾽ ἐκέλευσεν εἰς φάρση σκεπαστήρια τῆς τε σκηνῆς αὐτῆς καὶ τῆς λυχνίας καὶ τοῦ θυμιατηρίου καὶ τῶν ἄλλων σκευῶν ἀναλῶσαι, ὅπως κατὰ τὴν ὁδοιπορίαν ταῦτα μήτ᾽ ἐξ ὑετοῦ μηδὲν μήτ᾽ ἐκ κονιορτοῦ βλάπτηται. [194] τό τε πλῆθος ἀθροίσας πάλιν εἰσφορὰν αὐτῷ προσέταξεν εἰσφέρειν σίκλου τὸ ἥμισυ καθ᾽ ἕκαστον, [195] ὁ δὲ σίκλος νόμισμα Ἑβραίων ὢν Ἀττικὰς δέχεται δραχμὰς τέσσαρας· [196] οἱ δ᾽ ἑτοίμως ὑπήκουον οἷς ἐκέλευσε Μωυσῆς καὶ τὸ πλῆθος τῶν εἰσφερόντων ἦν ἑξήκοντα μυριάδες καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα. ἔφερον δὲ τὸ ἀργύριον τῶν ἐλευθέρων οἱ ἀπὸ εἴκοσι ἐτῶν ἄχρι πεντήκοντα γεγονότες. τὸ δὲ συγκομισθὲν εἰς τὰς περὶ τὴν σκηνὴν χρείας ἀναλοῦτο. [197]

Ἥγνιζε δὲ καὶ τὴν σκηνὴν καὶ τοὺς ἱερέας τρόπῳ τοιούτῳ ποιούμενος αὐτῶν τὴν κάθαρσιν. σμύρνης ἐπιλέκτου σίκλους πεντακοσίους καὶ ἴρεως ἴσους, κινναμώμου δὲ καὶ καλάμου, ἔστι δὲ καὶ τοῦτο εἶδος θυμιάματος, ἡμίσειαν τῶν πρότερον ὁλκὴν κεκομμένα δεύειν ἐκέλευσεν, ἐλαίου τε ἐλαΐνου εἴν, μέτρον δ᾽ ἐστὶ τοῦτο ἐπιχώριον δύο χόας Ἀττικοὺς δεχόμενον, ἀναμίξαντας καὶ καθεψήσαντας σκευάσαι τέχνῃ μυρεψῶν χρῖσμα εὐωδέστατον. [198] κἄπειτα τοῦτο λαβὼν αὐτούς τε τοὺς ἱερέας καὶ πᾶσαν τὴν σκηνὴν χρίων κεκάθαρκε, τά τε θυμιώμενα, πολλὰ δ᾽ ἐστὶ ταῦτα καὶ ποικίλα, κατὰ τὴν σκηνὴν ἐπὶ τοῦ χρυσοῦ θυμιατηρίου μεγάλης πάνυ τιμῆς ὄντα συνεφέρετο, ὧν παραλείπω τὴν φύσιν ἐκδιηγεῖσθαι, μὴ δι᾽ ὄχλου γένηται τοῖς ἐντυγχάνουσι. [199] δὶς δὲ τῆς ἡμέρας πρίν τε ἀνασχεῖν τὸν ἥλιον καὶ πρὸς δυσμαῖς θυμιᾶν ἐχρῆν ἔλαιόν τε ἁγνίσαντας φυλάσσειν εἰς τοὺς λύχνους, ὧν τοὺς μὲν τρεῖς ἐπὶ τῇ ἱερᾷ λυχνίᾳ φέγγειν ἔδει τῷ θεῷ κατὰ πᾶσαν ἡμέραν, τοὺς δὲ λοιποὺς περὶ τὴν ἑσπέραν ἅπτοντας. [200]

Ἁπάντων δ᾽ ἤδη πέρας εἰληφότων ἔδοξαν ἄριστοι τῶν δημιουργῶν Βεσέβηλος καὶ Ἐλίαβος, τῶν γὰρ ἐξευρημένων τοῖς προτέροις αὐτοὶ προεθυμήθησαν ἀμείνονα προσεξεργάσασθαι, λαβεῖν τε ἐπίνοιαν ὧν πρότερον ἠγνόουν τὴν κατασκευὴν ἱκανώτατοι· [201] τούτων μέντοι Βεσέβηλον συνέβη κριθῆναι τὸν κράτιστον. ὁ δὲ πᾶς χρόνος εἰς τὸ ἔργον διῆλθε μηνῶν ἑπτὰ καὶ μετὰ τοῦτο ἀφ᾽ οὗ τὴν Αἴγυπτον ἐξέλιπον ἐνιαυτὸς αὐτοῖς πρῶτος ἐτελειοῦτο. ἀρχομένου δὲ τοῦ δευτέρου ἔτους μηνὶ Ξανθικῷ κατὰ Μακεδόνας Νισὰν δὲ κατὰ Ἑβραίους νουμηνίᾳ τὴν σκηνὴν ἀφιεροῦσι καὶ πάνθ᾽ ὅσα περὶ αὐτὴν σκεύη μοι δεδήλωται. [202]

Ἐπέδειξε δὲ ὁ θεὸς αὑτὸν ἡσθέντα τῷ ἔργῳ τῶν Ἑβραίων καὶ μὴ μάτην αὐτοὺς πονήσαντας ὑπερηφανίᾳ τῆς χρήσεως, ἀλλ᾽ ἐπεξενώθη καὶ κατεσκήνωσε τῷ ναῷ τούτῳ. τὴν δὲ παρουσίαν οὕτως ἐποίησεν· [203] ὁ μὲν οὐρανὸς καθαρὸς ἦν, ὑπὲρ δὲ τὴν σκηνὴν μόνην ἤχλυσεν οὔτε βαθεῖ πάνυ νέφει καὶ πυκνῷ περιλαβὼν αὐτήν, ὥστ᾽ εἶναι δόξαι χειμέριον, οὔτε μὴν λεπτὸν οὕτως, ὥστε τὴν ὄψιν ἰσχύσαι τι δι᾽ αὐτοῦ κατανοῆσαι· ἡδεῖα δὲ ἀπ᾽ αὐτοῦ δρόσος ἔρρει καὶ θεοῦ δηλοῦσα παρουσίαν τοῖς τοῦτο καὶ βουλομένοις καὶ πεπιστευκόσι. [204]

Μωυσῆς δὲ τοὺς τέκτονας οἵαις εἰκὸς ἦν δωρεαῖς τοὺς τοιαῦτα ἐργασαμένους τιμήσας ἔθυεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ κατὰ προσταγὴν θεοῦ ταῦρον καὶ κριὸν καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων, [205] καὶ δὴ, λέγειν γὰρ ἐν τοῖς περὶ θυσιῶν μέλλω τὰ πρασσόμενα περὶ τὰς ἱερουργίας ἐν ἐκείνοις δηλώσων περί τε ὧν ὁλοκαυτεῖν κελεύει καὶ ὧν μεταλαμβάνειν τῆς βρώσεως ἐφίησιν ὁ νόμος, κἀκ τοῦ αἵματος τῶν τεθυμένων τήν τε στολὴν τοῦ Ἀαρῶνος καὶ αὐτὸν σὺν τοῖς παισὶν ἔρραινεν ἀφαγνίσας πηγαίοις τε ὕδασι καὶ μύρῳ, ἵνα τοῦ θεοῦ γίγνοιντο. [206] ἐπὶ μὲν οὖν ἡμέρας ἑπτὰ τοῦτον τὸν τρόπον αὐτούς τε καὶ τὰς στολὰς ἐθεράπευε τήν τε σκηνὴν καὶ τὰ περὶ αὐτὴν σκεύη ἐλαίῳ τε προσχριομένῳ, καθὼς εἶπον, καὶ τῷ αἵματι τῶν ταύρων καὶ κριῶν σφαγέντων καθ᾽ ἑκάστην ἡμέραν ἑνὸς κατὰ γένος, τῇ δὲ ὀγδόῃ κατήγγειλεν ἑορτὴν τῷ λαῷ καὶ θύειν προσέταξε κατὰ δύναμιν. [207] οἱ δ᾽ ἀλλήλοις ἁμιλλώμενοι καὶ ὑπερβάλλειν φιλοτιμούμενοι τὰς θυσίας, ἃς ἕκαστος ἐπιφέροι, τοῖς λεγομένοις ὑπήκουον. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ αἰφνίδιον ἐξ αὐτοῦ πῦρ ἀνήφθη αὐτόματον, καὶ ὅμοιον ἀστραπῆς λαμπηδόνι ὁρώμενον τῇ φλογὶ πάντα ἐδαπάνα τὰ ἐπὶ τοῦ βωμοῦ. [208]

Συνέβη δὲ καὶ Ἀαρῶνι συμφορά τις ἐκ τούτου λογιζομένῳ ὡς ἐπ᾽ ἀνθρώπῳ καὶ πατρί, γενναίως δ᾽ ὑπ᾽ αὐτοῦ καρτερηθεῖσα, ὅτι καὶ τὴν ψυχὴν πρὸς τὰ συμπίπτοντα στερρὸς ἦν καὶ κατὰ βούλησιν τοῦ θεοῦ ἡγεῖτο τὸ πάθος γεγονέναι· [209] τῶν γὰρ υἱῶν αὐτοῦ τεσσάρων ὄντων, ὡς προεῖπον, δύο οἱ πρεσβύτεροι Νάβαδος καὶ Ἀβιοῦς κομίσαντες ἐπὶ τὸν βωμὸν οὐχ ὧν προεῖπε Μωυσῆς θυμάτων, ἀλλ᾽ οἷς ἐχρῶντο πρότερον, κατεκαύθησαν τοῦ πυρὸς ἐπ᾽ αὐτοὺς τὴν ὁρμὴν βαλόντος καὶ τὰ στέρνα καὶ τὰ πρόσωπα φλέγειν αὐτῶν ἀρξαμένου καὶ σβέσαι μηδενὸς δυναμένου. [210] καὶ οἱ μὲν οὕτως ἀπέθανον· Μωυσῆς δὲ κελεύει τὸν πατέρα αὐτῶν καὶ τοὺς ἀδελφοὺς βαστάξαντας τὰ σώματα καὶ κομίσαντας τῆς παρεμβολῆς ἔξω θάψαι μεγαλοπρεπῶς. πενθεῖ δὲ αὐτοὺς τὸ πλῆθος χαλεπῶς ἐπὶ τῷ θανάτῳ παρὰ δόξαν οὕτω γεγενημένῳ διατεθέν. [211] μόνους δὲ Μωυσῆς τοὺς ἀδελφοὺς αὐτῶν καὶ τὸν πατέρα μὴ φροντίζειν τῆς ἐπ᾽ αὐτοῖς λύπης ἠξίωσε προκρίναντας τὴν εἰς τὸν θεὸν τιμὴν τοῦ περὶ αὐτοὺς σκυθρωποῦ· ἤδη γὰρ Ἀαρὼν καὶ τὴν στολὴν τὴν ἱερὰν ἠμφίεστο. [212]

Μωυσῆς δὲ πᾶσαν τιμὴν παραιτησάμενος, ἣν ἑώρα τὸ πλῆθος αὐτῷ παρασχεῖν ἕτοιμον, πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ διετέλει. καὶ τῶν μὲν εἰς τὸ Σιναῖον ἀνόδων ἀπείχετο, εἰς δὲ τὴν σκηνὴν εἰσιὼν ἐχρηματίζετο περὶ ὧν ἐδεῖτο παρὰ τοῦ θεοῦ ἰδιωτεύων καὶ τῇ στολῇ καὶ πᾶσι τοῖς ἄλλοις ἄγων ἑαυτὸν δημοτικώτερον καὶ μηδὲν βουλόμενος τῶν πολλῶν διαφέρειν δοκεῖν, ἢ μόνῳ τῷ προνοούμενος αὐτῶν βλέπεσθαι. [213] ἔτι δὲ τὴν πολιτείαν καὶ νόμους αὐτῶν ἔγραφε, καθ᾽ οὓς κεχαρισμένως τῷ θεῷ βιώσονται μηδὲν ἀλλήλοις ἐγκαλεῖν ἔχοντες· ταῦτα μέντοι κατὰ τὴν ὑπαγόρευσιν τοῦ θεοῦ συνετάττετο. διέξειμι μὲν οὖν περὶ τῆς πολιτείας καὶ τῶν νόμων. [214]

Ὃ μέντοι περὶ τῆς τοῦ ἀρχιερέως στολῆς παρέλιπον διελθεῖν βούλομαι· οὐδαμόθεν γὰρ προφητῶν κακουργίαις κατέλιπεν ἀφορμήν, εἰ δέ τινες τοιοῦτοι γένοιντο παρεγχειρεῖν τῷ τοῦ θεοῦ ἀξιώματι, αὐτοκράτορα δ᾽ εἶναι τὸν θεὸν παρατυγχάνειν τοῖς ἱεροῖς κατέλιπεν ὁπότε θελήσειε καὶ μὴ παρεῖναι, καὶ τοῦτ᾽ οὐχ Ἑβραίοις δῆλον εἶναι μόνον ἠθέλησεν, ἀλλὰ καὶ τῶν ξένων τοῖς παρατυγχάνουσι. [215] τῶν γὰρ λίθων, οὓς ἐπὶ τοῖς ὤμοις φέρειν τὸν ἀρχιερέα προεῖπον, σαρδόνυχες δὲ ἦσαν καὶ σημαίνειν αὐτῶν τὴν φύσιν ἡγοῦμαι περισσὸν πᾶσιν εἰς γνῶσιν ἀφιγμένων, συνέβαινε λάμπειν, ὁπότε ταῖς ἱερουργίαις ὁ θεὸς παρείη, τὸν ἕτερον τὸν ἐπὶ τῷ δεξιῷ τῶν ὤμων πεπορπημένον αὐγῆς ἀποπηδώσης καὶ τοῖς πορρωτάτω φαινομένης, οὐ πρότερον ταύτης ὑπαρχούσης τῷ λίθῳ. [216] θαυμαστὸν μὲν οὖν καὶ τοῦτο τοῖς μὴ τὴν σοφίαν ἐπ᾽ ἐκφαυλισμῷ τῶν θείων ἠσκηκόσιν, ὃ δ᾽ ἐστὶ τούτου θαυμασιώτερον ἐρῶ· διὰ γὰρ τῶν δώδεκα λίθων, οὓς κατὰ στέρνον ὁ ἀρχιερεὺς ἐνερραμμένους τῷ ἐσσῆνι φορεῖ, νίκην μέλλουσι πολεμεῖν προεμήνυεν ὁ θεός· [217] τοσαύτη γὰρ ἀπήστραπτεν ἀπ᾽ αὐτῶν αὐγὴ μήπω τῆς στρατιᾶς κεκινημένης, ὡς τῷ πλήθει παντὶ γνώριμον εἶναι τὸ παρεῖναι τὸν θεὸν εἰς τὴν ἐπικουρίαν, ὅθεν Ἕλληνες οἱ τὰ ἡμέτερα τιμῶντες ἔθη διὰ τὸ μηδὲν ἀντιλέγειν δύνασθαι τούτοις τὸν ἐσσῆνα λόγιον καλοῦσιν. [218] ἐπαύσατο μὲν οὖν ὅ τε ἐσσὴν καὶ ὁ σαρδόνυξ τοῦ λάμπειν ἔτεσι διακοσίοις πρότερον ἢ ταύτην ἐμὲ συνθεῖναι τὴν γραφὴν τοῦ θεοῦ δυσχεράναντος ἐπὶ τῇ παραβάσει τῶν νόμων, περὶ ὧν ἐροῦμεν εὐκαιρότερον. τρέψομαι δὲ νῦν ἐπὶ τὸν ἑξῆς λόγον. [219]

Καθιερωμένης γὰρ δὴ τῆς σκηνῆς καὶ διακεκοσμημένων τῶν περὶ τοὺς ἱερέας τό τε πλῆθος ὁμόσκηνον αὐτῷ τὸν θεὸν ἔκρινεν εἶναι καὶ τρέπεται πρὸς θυσίας τε καὶ ἀνέσεις ὡς ἅπασαν ἤδη κακοῦ προσδοκίαν ἀπεωσμένον, καὶ περὶ τῶν μελλόντων ὡς ἀμεινόνων ἐπιθυμοῦντες δωρεάς τε τῷ θεῷ τὰς μὲν κοινῇ τὰς δὲ κατ᾽ ἰδίαν ἀνετίθεσαν κατὰ φυλάς· [220] οἵ τε γὰρ φύλαρχοι κατὰ δύο συνελθόντες ἅμαξαν καὶ δύο βόας προσκομίζουσιν· ἓξ μὲν οὖν ἦσαν αὗται καὶ τὴν σκηνὴν ἐν ταῖς ὁδοιπορίαις παρεκόμιζον. πρὸς τούτοις ἕκαστος φιάλην τε κομίζει καὶ τρύβλιον καὶ θυΐσκην, τὴν μὲν δαρεικοὺς δέκα δυναμένην καὶ πλήρη θυμιαμάτων· [221] τὸ δὲ τρύβλιον καὶ ἡ φιάλη, ἀργυρᾶ δὲ ἦν, σίκλους μὲν αἱ δύο διακοσίους εἷλκον, εἰς δὲ τὴν φιάλην ἑβδομήκοντα μόνοι δεδαπάνηντο, πλήρεις δὲ ἦσαν ἀλεύρων ἐλαίῳ πεφυραμένων, οἷς ἐπὶ τῷ βωμῷ χρῶνται πρὸς τὰς ἱερουργίας· μόσχον τε καὶ κριὸν σὺν ἀρνίῳ ἐτείῳ ὁλομελῆ καυθησόμενα καὶ σὺν αὐτοῖς χίμαρον ἐπὶ παραιτήσει ἁμαρτημάτων. [222] προσῆγε δὲ τῶν ἀρχόντων ἕκαστος καὶ ἑτέρας θυσίας σωτηρίους λεγομένας καθ᾽ ἑκάστην ἡμέραν δύο βόας καὶ πέντε κριοὺς σὺν ἀρνάσιν ἐτείοις καὶ ἐρίφοις. οὗτοι μὲν δὴ θύουσιν ἐπὶ ἡμέρας δώδεκα κατὰ πᾶσαν ἡμέραν εἷς· Μωυσῆς δὲ οὐκέτ᾽ ἀναβαίνων ἐπὶ τὸ Σιναῖον ἀλλ᾽ εἰς τὴν σκηνὴν εἰσιὼν ἀνεμάνθανε παρὰ θεοῦ περί τε τῶν πρακτέων καὶ τῶν νόμων τῆς συντάξεως· [223] οὓς κρείττονας ἢ κατὰ σύνεσιν ἀνθρωπίνην ὄντας εἰς τὸν ἅπαντα βεβαίως αἰῶνα συνέβη φυλαχθῆναι δωρεὰν εἶναι δόξαντας τοῦ θεοῦ, ὡς μήτ᾽ ἐν εἰρήνῃ ὑπὸ τρυφῆς μήτ᾽ ἐν πολέμῳ κατ᾽ ἀνάγκην Ἑβραίους παραβῆναί τινα τῶν νόμων. ἀλλὰ περὶ μὲν τούτων παύομαι λέγων γραφὴν ἑτέραν ἠξιωκὼς συνθεῖναι περὶ τῶν νόμων. [224]

Νυνὶ δ᾽ ὀλίγων τινῶν ἐπιμνησθήσομαι τῶν ἐφ᾽ ἁγνείαις καὶ ἱερουργίαις κειμένων· καὶ γὰρ τὸν λόγον μοι περὶ τῶν θυσιῶν ἐνεστάναι συμβέβηκε. δύο μὲν γάρ εἰσιν ἱερουργίαι, τούτων δ᾽ ἡ μὲν ὑπὸ τῶν ἰδιωτῶν ἑτέρα δ᾽ ὑπὸ τοῦ δήμου συντελούμεναι κατὰ δύο γίνονται τρόπους· [225] τῆς μὲν ὁλοκαυτεῖται πᾶν τὸ θυόμενον καὶ διὰ τοῦτο καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαβεν, ἡ δὲ χαριστήριός τέ ἐστι καὶ κατ᾽ εὐωχίαν δρᾶται τῶν τεθυκότων· ἐρῶ δὲ περὶ τῆς προτέρας. [226] ἀνὴρ ἰδιώτης ὁλοκαυτῶν θύει μὲν βοῦν καὶ ἀρνίον καὶ ἔριφον· ταῦτα μὲν ἐπέτεια, τοὺς δὲ βοῦς ἐφεῖται θύειν καὶ προήκοντας· ἄρρενα δὲ ὁλοκαυτεῖται τὰ πάντα. σφαγέντων δὲ τούτων τὸν κύκλον τῷ αἵματι δεύουσι τοῦ βωμοῦ οἱ ἱερεῖς, [227] εἶτα καθαρὰ ποιήσαντες διαμελίζουσι καὶ πάσαντες ἁλσὶν ἐπὶ τὸν βωμὸν ἀνατιθέασι σχιζῶν ἤδη πεπληρωμένον καὶ πυρὸς φλεγομένου. τοὺς δὲ πόδας τῶν ἱερείων καὶ τὰ κατὰ νηδὺν ἐκκαθάραντες ἀκριβῶς τοῖς ἄλλοις καθαγνισθησόμενα προσεπιφέρουσι, τὰς δορὰς τῶν ἱερέων λαμβανόντων. καὶ ὁ μὲν τῆς ὁλοκαυτώσεως τρόπος ἐστὶν οὗτος. [228]

Τὰς δὲ χαριστηρίους θυσίας ἐπιτελοῦντες τὰ αὐτὰ μὲν ζῷα θύουσιν, ὁλόκληρα δὲ ταῦτα καὶ τῶν ἐπετείων πρεσβύτερα, ἄρρενα μέντοι θήλεσι συνδυαζόμενα. θύσαντες δὲ ταῦτα φοινίσσουσι μὲν αἵματι τὸν βωμόν, τοὺς δὲ νεφροὺς καὶ τὸν ἐπίπλουν καὶ πάντα τὰ πιμελῆ σὺν τῷ λοβῷ τοῦ ἥπατος καὶ σὺν αὐτοῖς τὴν οὐρὰν τοῦ ἀρνὸς ἐπιφέρουσι τῷ βωμῷ. [229] τὸ δὲ στῆθος καὶ τὴν κνήμην τὴν δεξιὰν τοῖς ἱερεῦσι παρασχόντες ἐπὶ δύο ἡμέρας εὐωχοῦνται τοῖς καταλειπομένοις τῶν κρεῶν, ἃ δ᾽ ἂν περισσεύσῃ κατακαίουσι. [230]

Θύουσι δὲ καὶ ὑπὲρ ἁμαρτάδων καὶ ὁμοίως τῷ προειρημένῳ τὸ περὶ τῶν ἁμαρτάδων τῆς ἱερουργίας τρόπῳ γίνεται. οἱ δὲ ἀδύνατοι πορίζειν τὰ τέλεια θύματα περιστερὰς ἢ τρυγόνας δύο, ὧν τὸ μὲν ὁλοκαυτεῖται τῷ θεῷ, τὸ δὲ τοῖς ἱερεῦσιν εἰς βρῶσιν διδόασιν. ἀκριβέστερον δὲ περὶ τῆς θυσίας τῶνδε τῶν ζῴων ἐν τοῖς περὶ θυσιῶν ἐροῦμεν. [231] ὁ μὲν γὰρ κατὰ ἄγνοιαν εἰς τοῦτο προπεσὼν ἄρνα καὶ ἔριφον θήλειαν τῶν αὐτοετῶν προσφέρει, καὶ τῷ μὲν αἵματι δεύει τὸν βωμὸν ὁ ἱερεὺς οὐχ ὡς τὸ πρῶτον ἀλλὰ τῶν γωνιῶν τὰς ἐξοχάς, καὶ τούς τε νεφροὺς καὶ τὴν ἄλλην πιμελὴν σὺν τῷ λοβῷ τοῦ ἥπατος ἐπιφέρουσι τῷ βωμῷ, οἱ δὲ ἱερεῖς τάς τε δορὰς ἀποφέρονται καὶ τὰ κρέα ἐπ᾽ ἐκείνης δαπανήσοντες τῆς ἡμέρας ἐν τῷ ἱερῷ· ὁ γὰρ νόμος εἰς τὴν αὔριον ἀπολιπεῖν οὐκ ἐᾷ. [232] ὁ δὲ ἁμαρτὼν μὲν αὑτῷ δὲ συνειδὼς καὶ μηδένα ἔχων τὸν ἐξελέγχοντα κριὸν θύει τοῦ νόμου τοῦτο κελεύοντος, οὗ τὰ κρέα κατὰ τὸ ἱερὸν ὁμοίως οἱ ἱερεῖς αὐθημερὸν σιτοῦνται. οἱ δὲ ἄρχοντες ἐφ᾽ οἷς ἡμάρτανον ἐκθυόμενοι ταὐτὰ μὲν κομίζουσι τοῖς ἰδιώταις, διαλλάσσουσι δὲ τῷ προσάγειν θύματα ταῦρον ἔριφον ἄρσενας. [233]

Νόμος δὲ ταῖς ἰδιωτικαῖς καὶ ταῖς δημοσίαις θυσίαις καὶ ἄλευρον ἐπιφέρεσθαι καθαρώτατον, ἀρνὶ μὲν ἀσσαρῶνος μέτρον κριῷ δὲ δυοῖν ταύρῳ δὲ τριῶν. τοῦτο καθαγνίζουσιν ἐπὶ τῷ βωμῷ μεμαγμένον ἐλαίῳ· [234] κομίζεται γὰρ δὴ καὶ ἔλαιον ὑπὸ τῶν τεθυκότων ἐπὶ μὲν βοῒ ἰνὸς ἥμισυ, ἐπὶ δὲ κριῷ μέρος τούτου τρίτον τοῦ μέτρου, καὶ τετάρτη μερὶς ἐπ᾽ ἀρνί· ὁ δὲ ἲν μέτρον ἀρχαῖον Ἑβραίων δύναται δύο χόας Ἀττικούς. τὸ δ᾽ αὐτὸ μέτρον τῷ ἐλαίῳ καὶ οἴνου παρῆγον, σπένδουσι δὲ περὶ τὸν βωμὸν τὸν οἶνον. [235] εἰ δέ τις θυσίαν οὐκ ἐπιτελῶν ἐπήνεγκε κατ᾽ εὐχὴν σεμίδαλιν, ταύτης ἀπαρχὴν μίαν ἐπιβάλλει τῷ βωμῷ δράκα, τὴν δὲ λοιπὴν οἱ ἱερεῖς πρὸς τροφὴν λαμβάνουσιν ἢ ἑψηθεῖσαν, ἐλαίῳ γὰρ συμπεφύραται, ἢ γενομένων ἄρτων. ἱερέως δὲ κομίσαντος καὶ ὁποσονοῦν ὁλοκαυτεῖν ἀναγκαῖον. [236] κωλύει δὲ ὁ νόμος θύειν ζῷον αὐθημερὸν μετὰ τοῦ γεγεννηκότος ἐπὶ ταὐτό, οὐδ᾽ ἄλλως δὲ πρὶν ὀγδόην ἡμέραν γεννηθέντι διελθεῖν. γίνονται δὲ ἄλλαι θυσίαι ὑπὲρ τοῦ τὰς νόσους διαφυγεῖν ἢ κατ᾽ ἄλλας αἰτίας, εἰς ἃς πέμματα σὺν ἱερείοις ἀναλίσκεται, ὧν εἰς τὴν ὑστέραν οὐδὲν ὑπολιπεῖν ἐστι νόμιμον, τῶν ἱερέων μέρος ἴδιον λαβόντων. [237]

Ἐκ δὲ τοῦ δημοσίου ἀναλώματος νόμος ἐστὶν ἄρνα καθ᾽ ἑκάστην ἡμέραν σφάζεσθαι τῶν αὐτοετῶν ἀρχομένης τε ἡμέρας καὶ ληγούσης, κατὰ δὲ ἑβδόμην ἡμέραν, ἥτις σάββατα καλεῖται, δύο σφάττουσι τὸν αὐτὸν τρόπον ἱερουργοῦντες. [238] τῇ δὲ νουμηνίᾳ τάς τε καθημερινὰς θυσίας ἐπιτελοῦσι καὶ δύο βόας σὺν ἀρνάσιν ἐνιαυσιαίοις ἑπτὰ καὶ κριόν, ἔριφον δὲ ἐπὶ παραιτήσεσιν ἁμαρτάδων, εἴ τι κατὰ λήθην γένοιτο. [239]

Τῷ δ᾽ ἑβδόμῳ μηνί, ὃν Μακεδόνες Ὑπερβερεταῖον καλοῦσι, προσθέντες τοῖς εἰρημένοις ταῦρον καὶ κριὸν καὶ ἄρνας ἑπτὰ θύουσι καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων. [240]

Δεκάτῃ δὲ τοῦ αὐτοῦ μηνὸς κατὰ σελήνην διανηστεύοντες ἕως ἑσπέρας θύουσι δ᾽ ἐν ταύτῃ τῇ ἡμέρᾳ ταῦρόν τε καὶ κριοὺς δύο καὶ ἄρνας ἑπτὰ καὶ ὑπὲρ ἁμαρτάδων ἔριφον. [241] προσάγουσι δὲ δύο πρὸς τούτοις ἐρίφους, ὧν ὁ μὲν ζῶν εἰς τὴν ὑπερόριον ἐρημίαν πέμπεται ἀποτροπιασμὸς καὶ παραίτησις τοῦ πλήθους παντὸς ὑπὲρ ἁμαρτημάτων ἐσόμενος, τὸν δ᾽ ἐν τοῖς προαστείοις εἰς καθαρώτατον ἄγοντες χωρίον αὐτόθι σὺν αὐτῇ καίουσι τῇ δορᾷ μηδὲν ὅλως καθάραντες. [242] συγκατακαίεται δὲ ταῦρος οὐχ ὑπὸ τοῦ δήμου προσαχθείς, ἀλλ᾽ ἐκ τῶν ἰδίων ἀναλωμάτων τοῦ ἀρχιερέως παρασχόντος· οὗ δὴ σφαγέντος εἰσκομίσας εἰς τὸν ναὸν τοῦ αἵματος ἅμα καὶ τοῦ ἐρίφου ῥαίνει τῷ δακτύλῳ τὸν ὄροφον ἑπτάκις, [243] τοῦ δ᾽ αὐτοῦ καὶ τὸ ἔδαφος καὶ τοσαυτάκις εἰς τὸν ναὸν καὶ περὶ τὸν χρύσεον βωμὸν καὶ τὸ λοιπὸν περὶ τῷ μείζονι κομίσας εἰς τὸ αἴθριον· πρὸς τούτοις τὰς ἐξοχὰς καὶ τοὺς νεφροὺς καὶ τὴν πιμελὴν σὺν τῷ λοβῷ τοῦ ἥπατος ἐπιφέρουσι τῷ βωμῷ. παρέχεται δὲ καὶ κριὸν ὁ ἀρχιερεὺς ὁλοκαύτωσιν τῷ θεῷ. [244]

Τῇ δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς καὶ δεκάτῃ τρεπομένου τὸ λοιπὸν τοῦ καιροῦ πρὸς τὴν χειμερινὴν ὥραν σκηνὰς πήγνυσθαι κελεύει κατὰ οἰκίαν ἕκαστον, τό τε κρύος ὑφορωμένους ἐπὶ φυλακῇ τοῦ ἔτους, [245] ὅταν πατρίδων ἐπιτύχοιεν, παραγινομένους εἰς ἐκείνην τὴν πόλιν, ἣν διὰ τὸν ναὸν μητρόπολιν ἕξουσιν, ἐφ᾽ ἡμέρας ὀκτὼ ἑορτὴν ἄγοντας ὁλοκαυτεῖν τε καὶ θύειν τῷ θεῷ τότε χαριστήρια, φέροντας ἐν ταῖς χερσὶν εἰρεσιώνην μυρσίνης καὶ ἰτέας σὺν κράδῃ φοίνικος πεποιημένην τοῦ μήλου τοῦ τῆς περσέας προσόντος. [246] εἶναι δὲ τῇ πρώτῃ τῶν ἡμερῶν τὴν τῆς ὁλοκαυτώσεως θυσίαν ἐκ τριῶν καὶ δέκα βοῶν καὶ ἀρνῶν ἑνὶ πλειόνων καὶ κριῶν δύο κατὰ παραίτησιν ἁμαρτιῶν ἐρίφου προστιθεμένου. ταῖς δ᾽ ἑξῆς ἡμέραις ὁ μὲν αὐτὸς ἀριθμὸς τῶν ἀρνῶν καὶ τῶν κριῶν σὺν τῷ ἐρίφῳ θύεται, ὑφαιροῦντες δὲ ἑκάστης ἡμέρας ἕνα τῶν βοῶν εἰς ἑπτὰ καταντῶσιν. [247] ἀνίενται δὲ ἀπὸ παντὸς ἔργου κατὰ τὴν ὀγδόην ἡμέραν καὶ τῷ θεῷ, καθάπερ εἰρήκαμεν, μόσχον τε θύομεν καὶ κριὸν καὶ ἄρνας ἑπτά, ὑπὲρ δὲ ἁμαρτημάτων παραιτήσεως ἔριφον. καὶ ταῦτα μὲν Ἑβραίοις τὰς σκηνὰς πηγνύουσιν ἐπιτελεῖν ἐστι πάτριον. [248]

Τῷ δὲ μηνὶ τῷ Ξανθικῷ, ὃς Νισὰν παρ᾽ ἡμῖν καλεῖται καὶ τοῦ ἔτους ἐστὶν ἀρχή, τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην ἐν κριῷ τοῦ ἡλίου καθεστῶτος, τούτῳ γὰρ τῷ μηνὶ τῆς ὑπ᾽ Αἰγυπτίους δουλείας ἠλευθερώθημεν, καὶ τὴν θυσίαν, ἣν τότ᾽ ἐξιόντας ἀπ᾽ Αἰγύπτου θῦσαι προεῖπον ἡμᾶς πάσχα λεγομένην, δι᾽ ἔτους ἑκάστου θύειν ἐνόμισεν, καὶ δὴ τελοῦμεν αὐτὴν κατὰ φατρίας μηδενὸς τῶν τεθυμένων εἰς τὴν ἐπιοῦσαν τηρουμένου. [249] πέμπτῃ δὲ καὶ δεκάτῃ διαδέχεται τὴν πάσχα ἡ τῶν ἀζύμων ἑορτὴ ἑπτὰ ἡμέρας οὖσα, καθ᾽ ἣν ἀζύμοις τρέφονται καὶ καθ᾽ ἑκάστην ἡμέραν ταῦροι σφάζονται δύο καὶ κριὸς μὲν εἷς ἑπτὰ δὲ ἄρνες. καὶ ταῦτα μὲν ὁλοκαυτεῖται προστιθεμένου τοῖς πᾶσι καὶ ἐρίφου ὑπὲρ ἁμαρτάδων εἰς εὐωχίαν κατὰ ἡμέραν ἑκάστην τοῖς ἱερεῦσιν. [250] τῇ δὲ δευτέρᾳ τῶν ἀζύμων ἡμέρᾳ, ἕκτη δ᾽ ἐστὶν αὕτη καὶ δεκάτη, τῶν καρπῶν οὓς ἐθέρισαν, οὐ γὰρ ἥψαντο πρότερον αὐτῶν, μεταλαμβάνουσι καὶ τὸν θεὸν ἡγούμενοι τιμᾶν δίκαιον εἶναι πρῶτον, παρ᾽ οὗ τῆς εὐπορίας τούτων ἔτυχον, τὰς ἀπαρχὰς αὐτῷ τῆς κριθῆς ἐπιφέρουσι τρόπον τοιοῦτον. [251] φρύξαντες τῶν ἀσταχύων τὸ δράγμα καὶ πτίσαντες καὶ καθαρὰς πρὸς ἄλεστον τὰς κριθὰς ποιήσαντες τῷ βωμῷ ἀσσαρῶνα προσφέρουσι τῷ θεῷ, καὶ μίαν ἐξ αὐτοῦ δράκα ἐπιβαλόντες τὸ λοιπὸν ἀφιᾶσιν εἰς χρῆσιν τοῖς ἱερεῦσι· καὶ τότε λοιπὸν δημοσίᾳ ἔξεστι πᾶσι καὶ ἰδίᾳ θερίζειν. θύουσι δ᾽ ἐπὶ ταῖς ἀπαρχαῖς τῶν καρπῶν ἀρνίον εἰς ὁλοκαύτωσιν τῷ θεῷ. [252]

Ἑβδόμης ἑβδομάδος διαγεγενημένης μετὰ ταύτην τὴν θυσίαν, αὗται δ᾽ εἰσὶν αἱ τῶν ἑβδομάδων ἡμέραι τεσσαράκοντα καὶ ἐννέα, τῇ πεντηκοστῇ, ἣν Ἑβραῖοι ἀσαρθὰ καλοῦσι, σημαίνει δὲ τοῦτο πεντηκοστήν, καθ᾽ ἣν προσάγουσι τῷ θεῷ ἄρτον ἀλφίτων μὲν πυρίνων ἀσσαρῶνας δύο μετὰ ζύμης γεγονότων, θυμάτων δὲ ἄρνας δύο· [253] ταῦτα μὲν γὰρ τῷ θεῷ προσάγειν νόμιμον μόνον, εἰς δὲ δεῖπνον τοῖς ἱερεῦσι σκευάζεται καὶ καταλιπεῖν οὐδέν ἐστιν ἐξ αὐτῶν εἰς τὴν ἐπιοῦσαν συγκεχωρημένον· ὁλοκαυτωθησομένους μόσχους τε θύουσι τρεῖς καὶ κριοὺς δύο καὶ ἄρνας τεσσαρεσκαίδεκα, ἐρίφους δὲ δύο ὑπὲρ ἁμαρτημάτων. [254] ἔστι δ᾽ οὐδεμία τῶν ἑορτῶν, καθ᾽ ἣν οὐχ ὁλοκαυτοῦσιν οὐδὲ τῶν πόνων τῶν ἐπὶ τοῖς ἔργοις ἄνεσιν οὐ διδόασιν, ἀλλ᾽ ἐν πάσαις νόμιμον τό τε τῆς θυσίας εἶδος καὶ τὸ τῆς ἀργίας ἀταλαίπωρον καὶ πρὸς εὐωχίαις εἰσὶ τεθυκότες. [255]

Ἐκ μέντοι τοῦ κοινοῦ σῖτος ὀπτὸς ζύμης ἄμοιρος, ἀσσαρῶνες δ᾽ εἴκοσι καὶ τέσσαρες εἰς τοῦτο ἀναλοῦνται. ὀπτῶνται δὲ ἀνὰ δύο διαιρεθέντες μὲν τῇ πρὸ τοῦ σαββάτου, τῷ δὲ σαββάτῳ πρωῒ κομισθέντες ἐπὶ τῆς ἱερᾶς τραπέζης τίθενται κατὰ ἓξ εἰς ἀλλήλους τετραμμένοι. [256] δύο δὲ χρυσέων ὑπερκειμένων πινάκων λιβανωτοῦ γεμόντων διαμένουσιν ἕως τοῦ ἑτέρου σαββάτου· καὶ τότε μὲν ἀντ᾽ ἐκείνων ἄλλοι κομίζονται, οἱ δὲ τοῖς ἱερεῦσι πρὸς τροφὴν δίδονται, καὶ τοῦ λιβανωτοῦ θυμιωμένου ἐπὶ τῷ ἱερῷ πυρί, ἐφ᾽ ᾧ καὶ ὁλοκαυτοῦσι τὰ πάντα, λιβανωτὸς ὑπὲρ ἐκείνου ἄλλος ὑπὲρ τῶν ἄρτων προστίθεται. [257] θύει δ᾽ ὁ ἱερεὺς ἐκ τῶν ἰδίων ἀναλωμάτων, καὶ δὶς ἑκάστης ἡμέρας τοῦτο ποιεῖ, ἄλευρον ἐλαίῳ μεμαγμένον καὶ πεπηγὸς ὀπτήσει βραχείᾳ, καὶ εἷς μέν ἐστιν ἀσσάρων τοῦ ἀλεύρου, τούτου δὲ τὸ μὲν ἥμισυ τὸ πρωΐ, τὸ δ᾽ ἕτερον δείλης ἐπιφέρει τῷ πυρί. τὸν μὲν οὖν περὶ τούτων λόγον ἀκριβέστερον αὖθις δηλώσομεν, ἱκανὰ δέ μοι δοκεῖ καὶ νῦν περὶ αὐτῶν προειρῆσθαι. [258]

Μωυσῆς δὲ τοῦ Λευὶ τὴν φυλὴν τῆς πρὸς τὸν λαὸν κοινωνίας ὑπεξελόμενος ἱερὰν ἐσομένην ἥγνιζε πηγαίοις ὕδασι καὶ ἀενάοις καὶ θυσίαις, ἃς ἐπὶ τοῖς τοιούτοις νομίμους παρέχονται τῷ θεῷ, τήν τε σκηνὴν αὐτοῖς καὶ τὰ σκεύη τὰ ἱερὰ καὶ τὰ ἄλλ᾽ ὅσα πρὸς σκέπην τῆς σκηνῆς ἐπεποίητο παρέδωκεν, ὅπως ὑφηγουμένων τῶν ἱερέων ὑπηρετήσωσιν· ἤδη γὰρ τῷ θεῷ καθιέρωτο. [259]

Καὶ περὶ τῶν ζῴων δὲ διέκρινεν ἕκαστον, ὅτι τρέφοιντο καὶ οὗ πάλιν ἀπεχόμενοι διατελοῖεν, περὶ ὧν ἐν οἷς ἂν ἡμῖν ἀφορμὴ τῆς γραφῆς γένηται διελευσόμεθα τὰς αἰτίας προστιθέντες, ἀφ᾽ ὧν κινηθεὶς τὰ μὲν αὐτῶν βρωτὰ ἡμῖν ἐκέλευσεν εἶναι, τῶν δὲ προσέταξεν ἀπέχεσθαι. [260] αἵματος μέντοι παντὸς εἰς τροφὴν ἀπηγόρευσε τὴν χρῆσιν ψυχὴν αὐτὸ καὶ πνεῦμα νομίζων, καὶ κρέως τοῦ τεθνηκότος αὐτομάτως ζῴου τὴν βρῶσιν διεκώλυσεν, ἐπίπλου τε καὶ στέατος αἰγείου καὶ προβατείου καὶ τοῦ τῶν βοῶν ἀπέχεσθαι προεῖπεν. [261]

Ἀπήλασε δὲ τῆς πόλεως καὶ τοὺς λέπρᾳ τὰ σώματα κακωθέντας καὶ τοὺς περὶ τὴν γονὴν ῥεομένους καὶ τὰς γυναῖκας δ᾽ αἷς ἡ τῶν κατὰ φύσιν ἔκκρισις ἔπεισι μετέστησε πρὸς ἡμέραν ἑβδόμην, μεθ᾽ ἣν ὡς ἤδη καθαραῖς ἐνδημεῖν ἐφίησιν. [262] ὁμοίως δὲ καὶ τοῖς κηδεύσασι νεκρὸν μετὰ τοσαύτας ἡμέρας νόμιμον τὸ ἐνδημεῖν· τὸν δ᾽ ὑπὲρ τὸν ἀριθμὸν τούτων τῶν ἡμερῶν ἐνεχόμενον ἐν τῷ μιάσματι θύειν νόμιμον ἀμνάδας δύο, ὧν τὴν μὲν ἑτέραν καθαγνίζειν δεῖ, τὴν δ᾽ ἑτέραν οἱ ἱερεῖς λαμβάνουσιν. [263] ὁμοίως δὲ θύουσι καὶ περὶ τοῦ τὴν γονὴν ῥεομένου. ὃς δ᾽ ἂν κατὰ τοὺς ὕπνους ἀποκρίνῃ γονήν, καθεὶς αὑτὸν εἰς ὕδωρ ψυχρὸν ὁμοίως τοῖς κατὰ νόμον γυναικὶ πλησιάζουσιν ἐξουσίαν ἔχει. [264] τοὺς δὲ λεπροὺς εἰς τὸ παντελὲς ἐξήλασε τῆς πόλεως μηδενὶ συνδιαιτωμένους καὶ νεκροῦ μηδὲν διαφέροντας· ἂν δέ τις ἐξικετεύσας τὸν θεὸν ἀπολυθῇ τῆς νόσου καὶ τὴν ἐρρωμένην κομίσηται χρόαν, ὁ δὴ τοιοῦτος ποικίλαις ἀμείβεται θυσίαις τὸν θεόν, περὶ ὧν ὕστερον ἐροῦμεν. [265]

Ὅθεν καὶ καταγελάσειεν ἄν τις τῶν λεγόντων Μωυσῆν λέπρᾳ κεκακωμένον αὐτόν τε ἀπ᾽ Αἰγύπτου φυγεῖν καὶ τῶν ἐκπεσόντων διὰ ταύτην τὴν αἰτίαν ἡγησάμενον εἰς τὴν Χαναναίαν ἀγαγεῖν αὐτούς. [266] εἰ γὰρ τοῦτ᾽ ἦν ἀληθές, οὐκ ἂν ἐπὶ τῇ αὑτοῦ Μωυσῆς ἀτιμίᾳ τοιαῦτ᾽ ἐνομοθέτησεν, οἷς εὔλογον ἦν αὐτὸν καὶ ἑτέρων εἰσηγουμένων ἀντειρηκέναι, καὶ ταῦτα παρὰ πολλοῖς ὄντων λεπρῶν ἔθνεσι καὶ τιμῆς ἀπολαυόντων, οὐ μόνον ὕβρεως καὶ φυγῆς ἀπηλλαγμένων, ἀλλὰ καὶ τὰς ἐπισημοτάτας στρατείας στρατευομένων καὶ τὰς πολιτικὰς ἀρχὰς πιστευομένων καὶ εἰς ἱερὰ καὶ ναοὺς ἐχόντων ἐξουσίαν εἰσιέναι· [267] ὥστ᾽ οὐδὲν ἐκώλυε καὶ Μωυσῆν, εἰ τοιούτῳ τινὶ συμπτώματι περὶ τὴν χρόαν ἢ τὸ σὺν αὐτῷ πλῆθος ἠλάττωτο, νομοθετῆσαι περὶ αὐτῶν τὰ κάλλιστα καὶ μηδεμίαν τοιαύτην ὁρίσαι ζημίαν. [268] ἀλλὰ δῆλον μέν, ὡς ταῦτα περὶ ἡμῶν λέγουσιν ὑπὸ βασκανίας προαγόμενοι, Μωυσῆς δὲ τούτων καθαρὸς ὢν ἐν καθαροῖς τοῖς ὁμοφύλοις περὶ τῶν νενοσηκότων ἐνομοθέτει κατὰ τιμὴν τοῦ θεοῦ τοῦτο ποιῶν. ἀλλὰ περὶ μὲν τούτων ἕκαστος ὡς αὐτῷ δοκεῖ σκοπείτω. [269]

Τὰς δὲ γυναῖκας ἐπειδὰν τέκωσιν εἰς τὸ ἱερὸν εἰσιέναι κεκώλυκε καὶ θυσιῶν ἅπτεσθαι μέχρι τεσσαράκοντα ἡμερῶν, ἂν ἄρρεν τὸ τεχθὲν ᾖ· διπλασίονας γὰρ εἶναι τὰς ἡμέρας ἐπὶ θηλυτοκίαις συμβέβηκεν. εἰσιοῦσαι μέντοι μετὰ τὴν προειρημένην προθεσμίαν θυσίας ἐπιτελοῦσιν, ἃς οἱ ἱερεῖς πρὸς τὸν θεὸν διανέμονται. [270]

Ἂν δ᾽ ὑπονοήσῃ μεμοιχεῦσθαί τις αὐτῷ τὴν γυναῖκα, κομίζει κριθῆς ἀληλεσμένης ἀσσάρωνα, καὶ μίαν αὐτῆς δράκα ἐπιβαλόντες τῷ θεῷ τὸ λοιπὸν τοῖς ἱερεῦσι διδόασιν εἰς τροφήν. τὴν δὲ γυναῖκα στήσας τις τῶν ἱερέων κατὰ τὰς πύλας, αἱ δ᾽ εἰσὶ τετραμμέναι πρὸς τὸν νεών, καὶ τῆς κεφαλῆς τὸ ἱμάτιον ἀφελὼν ἐπιγράφει μὲν τοῦ θεοῦ τὴν προσηγορίαν διφθέρᾳ, [271] κελεύει δὲ ὀμνύειν μηδὲν ἠδικηκέναι τὸν ἄνδρα, παραβᾶσαν δὲ τὸ σῶφρον τοῦ δεξιοῦ σκέλους ἔξαρθρον γενέσθαι καὶ τὴν γαστέρα πρησθεῖσαν οὕτως ἀποθανεῖν· ἂν δ᾽ ὑπὸ πολλοῦ τοῦ ἔρωτος καὶ τῆς διὰ τοῦτον ζηλοτυπίας προπετῶς ὁ ἀνὴρ διὰ τὴν ὑπόνοιαν εἴη κεκινημένος, μηνὶ δεκάτῳ γενέσθαι παιδίον ἄρρεν αὐτῇ. [272] τῶν δ᾽ ὅρκων τελειωθέντων τῆς διφθέρας ἀπαλείψας τοὔνομα εἰς φιάλην ἐκπιέζει, προκομίσας τε ἐκ τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι καὶ καταπάσας ἐκπιεῖν δίδωσιν· ἡ δ᾽ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖται κατὰ τὴν γαστέρα· [273] ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετ᾽ αἰσχύνης καταστρέφει τὸν βίον τοῦ τε σκέλους ἐκπεσόντος αὐτῇ καὶ τὴν κοιλίαν ὑδέρου καταλαβόντος. καὶ περὶ μὲν τῶν θυσιῶν καὶ τῆς ἁγνείας τῆς ἐπ᾽ αὐταῖς ταῦτα Μωυσῆς τοῖς ὁμοφύλοις προενόησε, νόμους δὲ αὐτοῖς τοιούτους ἔθετο. [274]

Μοιχείαν μὲν εἰς τὸ παντελὲς ἀπεῖπε νομίσας εὔδαιμον τὸ περὶ τοὺς γάμους ὑγιαίνειν τοὺς ἄνδρας, καὶ ταῖς τε πόλεσι καὶ τοῖς οἴκοις συμφέρειν τὸ τοὺς παῖδας εἶναι γνησίους. καὶ μίσγεσθαι δὲ μητράσι κακὸν μέγιστον ὁ νόμος ἀπεῖπεν, ὁμοίως δὲ καὶ πατρὸς συνεῖναι γαμετῇ καὶ τηθίσι καὶ ἀδελφαῖς καὶ παίδων γυναιξὶν ὡς ἔκφυλον ἔχον τὴν ἀδικίαν μεμίσηκεν. [275] ἐκώλυσε δὲ καὶ γυναικὶ μεμιασμένῃ τοῖς κατὰ φύσιν πλησιάζειν μηδὲ κτήνεσιν εἰς συνουσίαν φοιτᾶν μηδὲ τὴν πρὸς τὰ ἄρρενα μῖξιν τιμᾶν διὰ τὴν ἐπ᾽ αὐτοῖς ὥραν ἡδονὴν θηρωμένους παράνομον. κατὰ δὲ τῶν εἰς ταῦτ᾽ ἐξυβρισάντων θάνατον ὥρισε τὴν τιμωρίαν. [276]

Τῶν δ᾽ ἱερέων καὶ διπλασίονα τὴν ἁγνείαν ἐποίησε· τούτων τε γὰρ αὐτοὺς ὁμοίως τοῖς ἄλλοις εἴργει καὶ προσέτι γαμεῖν τὰς ἡταιρηκυίας ἐκώλυσε, μήτε δούλην μήτ᾽ αἰχμάλωτον γαμεῖν αὐτοὺς κεκώλυκε καὶ τὰς ἐκ καπηλείας καὶ τοῦ πανδοκεύειν πεπορισμένας τὸν βίον μηδὲ τὰς τῶν προτέρων ἀνδρῶν ἐφ᾽ αἱσδηποτοῦν αἰτίαις ἀπηλλαγμένας. [277] τὸν ἀρχιερέα μέντοι οὐδὲ τεθνηκότος ἀνδρὸς ἠξίωσε γυναῖκα τοῦτο τοῖς ἄλλοις ἱερεῦσι συγχωρῶν, μόνην δ᾽ αὐτῷ δέδωκε γαμεῖν παρθένον καὶ ταύτην φυλάττειν· ὅθεν οὐδὲ νεκρῷ πρόσεισιν ὁ ἀρχιερεὺς τῶν λοιπῶν οὐ κεκωλυμένων ἀδελφοῖς καὶ γονεῦσι καὶ παισὶ τοῖς αὑτῶν προσιέναι μεταστᾶσιν. [278] ἀφελεῖς δὲ εἶναι πᾶσαν ἀφέλειαν· τὸν δὲ μὴ ὁλόκληρον τῶν ἱερέων νέμεσθαι πρὸς τοὺς ἱερεῖς ἐκέλευσε τὰ γέρα, ἀναβαίνειν δὲ ἐπὶ τὸν βωμὸν καὶ εἰσιέναι εἰς τὸν ναὸν ἐκώλυσε· μὴ μόνον δὲ περὶ τὰς ἱερουργίας καθαροὺς εἶναι, σπουδάζειν δὲ καὶ περὶ τὴν αὐτῶν δίαιταν, ὥστ᾽ αὐτὴν ἄμεμπτον εἶναι. [279] καὶ διὰ ταύτην τὴν αἰτίαν οἱ τὴν ἱερατικὴν στολὴν φοροῦντες ἄμωμοί τέ εἰσι καὶ περὶ πάντα καθαροὶ καὶ νηφάλιοι, πίνειν οἶνον ἕως οὗ τὴν στολὴν ἔχουσι κεκωλυμένοι· ἔτι δὲ καὶ τὰ ἱερεῖα θύουσιν ὁλόκληρα καὶ κατὰ μηδὲν λελωβημένα. [280]

Ταῦτα μὲν οὖν ἤδη καὶ κατὰ τὸν ζωῆς χρόνον τῆς αὐτοῦ γινόμενα παρέδωκε Μωυσῆς, τῶν δὲ αὖθις καίπερ ἐπὶ τῆς ἐρημίας διαιτώμενος προενόησεν, ὅπως ἐπειδὰν τὴν Χαναναίαν λάβωσι τάδε ποιῶσι· [281] δι᾽ ἑβδόμου ἔτους ἄνεσιν δίδωσι τῇ γῇ ἀπό τε ἀρότρου καὶ φυτείας, ὥσπερ καὶ αὐτοῖς δι᾽ ἑβδόμης ἡμέρας τὴν ἀπὸ τῶν ἔργων προεῖπεν ἀνάπαυσιν. καὶ τῶν αὐτομάτως ἀναδοθέντων ἀπὸ τῆς γῆς κοινὴν εἶναι τοῖς θέλουσι τὴν χρῆσιν τῶν τε ὁμοφύλων καὶ τῶν ἀλλοτριοχώρων, μηδὲν ἐξ αὐτῶν φυλάττοντας· ποιεῖν δὲ τοῦτο καὶ μεθ᾽ ἑβδόμην ἐτῶν ἑβδομάδα. [282] ταῦτα πεντήκοντα μέν ἐστιν ἔτη τὰ πάντα, καλεῖται δὲ ὑπὸ Ἑβραίων ὁ πεντηκοστὸς ἐνιαυτὸς ἰώβηλος, ἐν ᾧ οἵ τε χρεῶσται τῶν δανείων ἀπολύονται καὶ οἱ δουλεύοντες ἐλεύθεροι ἀφίενται, οὓς ὄντας ὁμοφύλους καὶ παραβάντας τι τῶν νομίμων τῷ σχήματι τῆς δουλείας ἐκόλασε θάνατον οὐκ ἐκδεχομένους. [283] ἀποδίδωσι δὲ καὶ τοὺς ἀγροὺς τοῖς ἀρχῆθεν αὐτῶν δεσπόταις τοῦτον τὸν τρόπον· ἐνστάντος τοῦ ἰωβήλου, ἐλευθερίαν σημαίνει τοὔνομα, συνέρχονται ὅ τε ἀποδόμενος τὸ χωρίον καὶ ὁ πριάμενος, καὶ λογισάμενοι τοὺς καρποὺς καὶ τὰς εἰς τὸ χωρίον δαπάνας γεγενημένας τῶν μὲν καρπῶν πλεονάζειν εὑρεθέντων προσδέχεται τὸν ἀγρὸν ὁ ἀποδόμενος, [284] τοῦ δ᾽ ἀναλώματος ὑπερβάλλοντος ὑπὲρ τοῦ λείποντος καταβαλὼν τὸ ἱκνούμενον ἐξέχεται τῆς κτήσεως, ἴσων δὲ συναριθμουμένων τῶν τε καρπῶν καὶ τῶν ἀναλωμάτων ἀποδίδωσι τοῖς καὶ πρότερον νεμηθεῖσι. [285] τὸ αὐτὸ δὲ καὶ ἐπὶ ταῖς οἰκίαις νόμιμον ἰσχύειν ἠθέλησε ταῖς κατὰ κώμας πεπραμέναις· περὶ γὰρ τῶν ἐν τῇ πόλει πεπραμένων ἔγνωκεν ἑτέρως. εἰ μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι τὸν ἐνιαυτὸν καταβάλοι τὸ ἀργύριον, ἀναγκάζει τὸν πριάμενον ἀποδοῦναι, εἰ δὲ πλῆρες γένοιτο τὸ ἔτος, βεβαιοῖ τὴν κτῆσιν τῷ πριαμένῳ. [286] ταύτην Μωυσῆς τὴν διάταξιν τῶν νόμων, ὅθ᾽ ὑπὸ τὸ Σιναῖον καθιδρύκει τὴν στρατιάν, ἐξέμαθε παρὰ τοῦ θεοῦ καὶ τοῖς Ἑβραίοις γεγραμμένην παραδίδωσιν. [287]

Ἐπειδὴ δὲ καλῶς αὐτῷ τὰ περὶ τὴν νομοθεσίαν ἔχειν ἐδόκει, πρὸς ἐξέτασιν τοῦ στρατοῦ τὸ λοιπὸν ἐτράπη τῶν πολεμικῶν ἤδη κατὰ νοῦν ἔχων ἅπτεσθαι, προστάσσει τε τοῖς φυλάρχοις πλὴν τῆς Λευίτιδος φυλῆς ἀκριβῶς τὸν ἀριθμὸν ἐκμαθεῖν τῶν στρατεύεσθαι δυναμένων· ἱεροὶ γὰρ ἦσαν οἱ Λευῖται καὶ πάντων ἀτελεῖς. [288] γενομένης δὲ τῆς ἐξετάσεως εὑρέθησαν μυριάδες ἑξήκοντα τῶν ὁπλιτεύειν δυναμένων ὄντων ἀπὸ εἴκοσι ἐτῶν ἕως πεντήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. ἀντὶ δὲ Λευὶ κατέλεξεν εἰς τοὺς φυλάρχους Μανασσῆν τὸν Ἰωσήπου παῖδα καὶ Ἐφράην ἀντὶ τοῦ Ἰωσήπου· δέησις δὲ ἦν αὕτη Ἰακώβου πρὸς Ἰώσηπον ποιητοὺς αὐτῷ παρασχεῖν τοὺς παῖδας, ὡς καὶ προεῖπον. [289]

Πηγνύντες δὲ τὴν σκηνὴν μέσην ἀπελάμβανον τριῶν φυλῶν κατὰ πλευρὰν ἑκάστην παρασκηνουμένων· ὁδοὶ δὲ διὰ μέσων ἐτέτμηντο, καὶ κόσμος ἦν ἀγορᾶς, καὶ τῶν πωλουμένων ἕκαστον ἐν τάξει διέκειτο, καὶ δημιουργοὶ τέχνης ἁπάσης ἐν τοῖς ἐργαστηρίοις ἦσαν, οὐδενί τε ἄλλῳ ἢ πόλει μετανισταμένῃ καὶ καθιδρυμένῃ ἐῴκει. [290] τὰ δὲ περὶ τὴν σκηνὴν πρῶτοι μὲν οἱ ἱερεῖς κατεῖχον, ἔπειτα δὲ οἱ Λευῖται πάντες ὄντες τὸ πλῆθος, ἐξητάσθησαν γὰρ καὶ αὐτοὶ τοῦ μὲν ἄρρενος ὅσον τριακοστὴν εἶχεν ἡμέραν γενόμενον, δισμύριοι καὶ δισχίλιοι πρὸς τοῖς ὀκτακοσίοις ὀγδοήκοντα. καὶ ἐφ᾽ ὅσον μὲν ὑπὲρ τὴν σκηνὴν συνέβαινεν ἑστάναι τὴν νεφέλην, μένειν αὐτοῖς ὡς ἐπιδημοῦντος ἐδόκει τοῦ θεοῦ, τρεπομένης δὲ ταύτης μετανίστασθαι. [291]

Εὗρε δὲ καὶ βυκάνης τρόπον ἐξ ἀργύρου ποιησάμενος, ἔστι δὲ τοιαύτη· μῆκος μὲν ἔχει πηχυαῖον ὀλίγῳ λεῖπον, στενὴ δ᾽ ἐστὶ σύριγξ αὐλοῦ βραχεῖ παχυτέρα, παρέχουσα δὲ εὖρος ἀρκοῦν ἐπὶ τῷ στόματι πρὸς ὑποδοχὴν πνεύματος εἰς κώδωνα ταῖς σάλπιγξι παραπλησίως τελοῦντα· ἀσώσρα καλεῖται κατὰ τὴν Ἑβραίων γλῶσσαν. [292] γίνονται δὲ δύο, καὶ τῇ μὲν ἑτέρᾳ πρὸς παρακέλευσιν καὶ συλλογὴν ἐχρῶντο τοῦ πλήθους εἰς τὰς ἐκκλησίας· καὶ μιᾷ μὲν ἀποσημάναντος ἔδει τὰς ἀρχὰς συνελθεῖν σκεψομένας περὶ τῶν οἰκείων, ἀμφοτέραις δὲ συνῆγε τὸ πλῆθος. [293] τῆς δὲ σκηνῆς μετακινουμένης ταῦτα ἐγίνετο· ἀποσημήναντος γὰρ τὸ πρῶτον οἱ παρὰ ταῖς ἀνατολαῖς ἐσκηνωκότες ἀνίσταντο, καὶ πρὸς τὴν δευτέραν οἱ πρὸς τὸν νότον αὖθις καθεστῶτες. εἶθ᾽ ἡ σκηνὴ λυομένη μέση τῶν προϊουσῶν ἓξ φυλῶν ἐκομίζετο καὶ τῶν ἑπομένων ἕξ, Λευῖται δὲ περὶ τὴν σκηνὴν πάντες ἦσαν. [294] τρίτον δὲ σημήναντος τὸ κατὰ λίβα τετραμμένον τῶν ἐσκηνωκότων μέρος ἐκινεῖτο, καὶ τέταρτον τὸ κατὰ βορρᾶν. ταῖς δὲ βυκάναις ἐχρῶντο καὶ ἐπὶ ταῖς ἱερουργίαις προσάγοντες τὰς θυσίας καὶ τοῖς σαββάτοις καὶ ταῖς λοιπαῖς ἡμέραις. θύει δὲ τότε πρῶτον μετὰ τὴν ἀναχώρησιν τὴν ἐξ Αἰγύπτου τὴν πάσχα λεγομένην ἐπὶ τῆς ἐρήμου. [295]

Καὶ βραχὺ διαλιπὼν ἀπανίσταται τοῦ Σιναίου ὄρους καὶ τόπους τινὰς ἀμείψας, περὶ ὧν δηλώσομεν, εἴς τι χωρίον Ἐσερμὼθ λεγόμενον παρῆν, κἀκεῖ τὸ πλῆθος πάλιν στασιάζειν ἄρχεται, καὶ τὸν Μωυσῆν αἰτιᾶσθαι τῶν τε κατὰ τὴν ἀποδημίαν αὐτῷ πεπειραμένων, [296] καὶ ὅτι γῆς ἀγαθῆς αὐτοὺς πείσαντος ἀπαναστῆναι τὴν μὲν ἀπολέσειαν, ἀντὶ δὲ ἧς ὑπέσχετο παρέξειν εὐδαιμονίας ἐν ταύταις ἀλῶνται ταῖς ταλαιπωρίαις, ὕδατος μὲν σπανίζοντες, εἰ δὲ καὶ τὴν μάνναν ἐπιλιπεῖν συμβαίη τέλεον ἀπολούμενοι. [297] πολλὰ δὲ εἰς τὸν ἄνδρα καὶ δεινὰ λεγόντων, εἷς δέ τις αὐτοῖς παρῄνει, μήτε Μωυσέος καὶ τῶν πεπονημένων αὐτῷ περὶ τῆς κοινῆς σωτηρίας ἀμνημονεῖν μήτ᾽ ἀπογινώσκειν τῆς τοῦ θεοῦ βοηθείας. τὸ δὲ πλῆθος πρὸς τοῦτο μᾶλλον ἐκινήθη καὶ θορυβῆσαν ἔτι μᾶλλον πρὸς τὸν Μωυσῆν ἐπετείνετο. [298] Μωυσῆς δὲ παραθαρσύνων αὐτοὺς οὕτως ἀπεγνωκότας ὑπέσχετο καίπερ αἰσχρῶς ὑπ᾽ αὐτῶν περιυβρισμένος πλῆθος αὐτοῖς παρέξειν κρεῶν οὐκ εἰς μίαν ἡμέραν ἀλλ᾽ εἰς πλείονας. ἀπιστούντων δ᾽ ἐπὶ τούτῳ καί τινος ἐρομένου, πόθεν ἂν τοσαύταις εὐπορήσειε μυριάσι τῶν προειρημένων, ‘ὁ θεός, εἶπε, κἀγὼ καί τοι κακῶς ἀκούοντες πρὸς ὑμῶν οὐκ ἂν ἀποσταίημεν κάμνοντες ὑπὲρ ὑμῶν, καὶ ταῦτα οὐκ εἰς μακρὰν ἔσται.’ [299] ἅμα ταῦτ᾽ ἔλεγε καὶ πίμπλαται τὸ στρατόπεδον ὀρτύγων ἅπαν καὶ ἤθροιζον αὐτοὺς περιστάντες. ὁ μέντοι θεὸς οὐκ εἰς μακρὰν μετέρχεται τοὺς Ἑβραίους τῆς εἰς αὐτὸν θρασύτητος καὶ λοιδορίας· ἀπέθανε γὰρ οὐκ ὀλίγον πλῆθος αὐτῶν, καὶ νῦν ἔτι κατ᾽ ἐπωνυμίαν ὁ χῶρος ὀνομάζεται Καβρωθαβά, ἐπιθυμίας μνημεῖα λέγοιτο ἄν. [300]

Ἀναγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν ὁ Μωυσῆς εἰς τὴν καλουμένην Φάραγγα πλησίον οὖσαν τοῖς Χαναναίων ὁρίοις καὶ χαλεπὴν ἐνδιαιτᾶσθαι εἰς ἐκκλησίαν ἀθροίζει τὸ πλῆθος καὶ καταστάς, ‘δύο, φησί, τοῦ θεοῦ κρίναντος ἡμῖν παρασχεῖν ἀγαθά, ἐλευθερίαν καὶ γῆς κτῆσιν εὐδαίμονος, τὴν μὲν ἤδη δόντος ἔχετε, τὴν δὲ ἤδη λήψεσθε. [301] Χαναναίων γὰρ ἐπὶ τοῖς ὅροις καθήμεθα, καὶ κωλύσει τὸ λοιπὸν ἐπιόντας οὐ μόνον οὐ βασιλεὺς οὐ πόλις ἡμᾶς, ἀλλ᾽ οὐδὲ τὸ πᾶν ἀθροισθέντων ἔθνος. παρασκευαζώμεθα οὖν πρὸς τὸ ἔργον· οὐ γὰρ ἀμαχητὶ παραχωρήσουσιν ἡμῖν τῆς γῆς, ἀλλὰ μεγάλοις αὐτὴν ἀγῶσιν ἀφαιρεθέντες. [302] πέμψωμεν δὲ κατασκόπους, οἳ τῆσδε τῆς γῆς ἀρετὴν κατανοήσουσι καὶ πόση δύναμις αὐτοῖς. πρὸ δὲ πάντων ὁμονοῶμεν καὶ τὸν θεόν, ὅς ἐστιν ἐπὶ πᾶσιν ἡμῖν βοηθὸς καὶ σύμμαχος, διὰ τιμῆς ἔχωμεν.’ [303]

Μωυσέος δὲ ταῦτ᾽ εἰπόντος τὸ πλῆθος αὐτὸν τιμαῖς ἀμείβεται, καὶ κατασκόπους αἱρεῖται δώδεκα τῶν γνωριμωτάτων ἐξ ἑκάστης φυλῆς ἕνα, οἳ διεξελθόντες ἀπὸ τῶν πρὸς Αἰγύπτῳ τὴν Χαναναίαν ἅπασαν ἐπί τε Ἀμάθην πόλιν καὶ Λίβανον ἀφικνοῦνται τὸ ὄρος, καὶ τήν τε τῆς γῆς φύσιν καὶ τὴν τῶν ἐνοικούντων ἀνθρώπων ἐξιστορήσαντες παρῆσαν τεσσαράκοντα ἡμέραις εἰς πᾶν καταχρησάμενοι τὸ ἔργον, [304] ἔτι τε καρποὺς ὧν ἔφερεν ἡ γῆ κομίζοντες τῇ τε τούτων εὐπρεπείᾳ καὶ τῷ πλήθει τῶν ἀγαθῶν, ἃ τὴν γῆν ἔχειν διηγοῦντο, πολεμεῖν ἐπαίροντες τὸ πλῆθος, φοβοῦντες δὲ πάλιν αὐτὸ τῷ τῆς κτήσεως ἀπόρῳ ποταμούς τε διαβῆναι λέγοντες ἀδυνάτους ὑπὸ μεγέθους ἅμα καὶ βάθους καὶ ὄρη ἀμήχανα τοῖς ὁδεύουσι καὶ πόλεις καρτερὰς τείχεσι καὶ περιβόλων ὀχυρότητι· [305] ἐν δ᾽ Ἐβρῶνι καὶ τῶν γιγάντων ἔφασκον τοὺς ἀπογόνους καταλαβεῖν. καὶ οἱ μὲν κατάσκοποι τεθεαμένοι πάντων οἷς μετὰ τὴν ἔξοδον τὴν ἀπ᾽ Αἰγύπτου ἐνέτυχον μείζω τὰ κατὰ τὴν Χαναναίαν αὐτοί τε κατεπλάγησαν καὶ τὸ πλῆθος οὕτως ἔχειν ἐπειρῶντο. [306]

Οἱ δὲ ἄπορον ἐξ ὧν ἠκροάσαντο τὴν κτῆσιν τῆς γῆς ὑπελάμβανον καὶ διαλυθέντες ἐκ τῆς ἐκκλησίας σὺν γυναιξὶ καὶ παισὶν ὀλοφυρόμενοι διῆγον, ὡς οὐδὲν ἔργῳ τοῦ θεοῦ βοηθοῦντος λόγῳ δὲ μόνον ὑπισχνουμένου. [307] καὶ τὸν Μωυσῆν πάλιν ᾐτιῶντο καὶ κατεβόων αὐτοῦ καὶ τοῦ ἀδελφοῦ Ἀαρῶνος τοῦ ἀρχιερέως καὶ πονηρὰν μὲν καὶ μετὰ τῶν εἰς τοὺς ἄνδρας βλασφημιῶν διάγουσι τὴν νύκτα. πρωῒ δ᾽ εἰς τὴν ἐκκλησίαν συντρέχουσι, δι᾽ ἐννοίας ἔχοντες καταλεύσαντες τόν τε Μωυσῆν καὶ τὸν Ἀαρῶνα ἐπὶ τὴν Αἴγυπτον ὑποστρέφειν. [308]

Τῶν δὲ κατασκόπων Ἰησοῦς τε ὁ Ναυήχου παῖς φυλῆς Ἐφραιμίτιδος καὶ Χάλεβος τῆς Ἰούδα φυλῆς φοβηθέντες χωροῦσιν εἰς μέσους καὶ τὸ πλῆθος κατεῖχον θαρσεῖν δεόμενοι καὶ μήτε ψευδολογίαν κατακρίνειν τοῦ θεοῦ μήτε πιστεύειν τοῖς ἐκ τοῦ μὴ τἀληθῆ περὶ τῶν Χαναναίων εἰρηκέναι καταπληξαμένοις, ἀλλὰ τοῖς ἐπὶ τὴν εὐδαιμονίαν καὶ τὴν κτῆσιν αὐτοὺς τῶν ἀγαθῶν παρορμῶσιν· [309] οὔτε γὰρ τῶν ὀρῶν τὸ μέγεθος οὔτε τῶν ποταμῶν τὸ βάθος τοῖς ἀρετὴν ἠσκηκόσιν ἐμποδὼν στήσεσθαι πρὸς τὰ ἔργα καὶ ταῦτα τοῦ θεοῦ συμπροθυμουμένου καὶ ὑπερμαχοῦντος αὐτῶν. ‘ἴωμεν οὖν, ἔφασαν, ἐπὶ τοὺς πολεμίους μηδὲν ἔχοντες δι᾽ ὑποψίας ἡγεμόνι τε τῷ θεῷ πεπιστευκότες καὶ ὁδηγοῦσιν ἡμῖν ἑπόμενοι.’ [310] καὶ οἱ μὲν ταῦτα λέγοντες ἐπεχείρουν τὴν ὀργὴν καταπραΰνειν τοῦ πλήθους, Μωυσῆς δὲ καὶ Ἀαρὼν πεσόντες ἐπὶ τὴν γῆν τὸν θεὸν ἱκέτευον οὐχ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἀλλ᾽ ὅπως τῆς ἀμαθίας παύσῃ τὸ πλῆθος καὶ καταστήσῃ τὴν διάνοιαν αὐτῶν ὑπὸ τῆς ἀμηχανίας τοῦ παραστάντος αὐτοῖς πάθους τεταραγμένην, παρῆν δ᾽ ἡ νεφέλη καὶ στᾶσα ὑπὲρ τὴν σκηνὴν ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ. [311]

Μωυσῆς δὲ θαρρήσας πάρεισιν εἰς τὸ πλῆθος καὶ τὸν θεὸν ἐδήλου κινηθέντα ὑπὸ τῆς ὕβρεως αὑτῷ λήψεσθαι τιμωρίαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, οἵαν δὲ οἱ πατέρες ἐπὶ νουθεσίᾳ τοῖς τέκνοις ἐπιφέρουσι. [312] παρελθόντι γὰρ εἰς τὴν σκηνὴν αὐτῷ καὶ περὶ τῆς μελλούσης ὑπ᾽ αὐτῶν ἀπωλείας ἀποκλαιομένῳ τὸν θεὸν ὑπομνῆσαι μέν, ‘ὅσα παθόντες ἐξ αὐτοῦ καὶ πηλίκων εὐεργεσιῶν μεταλαβόντες ἀχάριστοι πρὸς αὐτὸν γένοιντο, ὅτι τε τῇ νῦν τῶν κατασκόπων ὑπαχθέντες δειλίᾳ τοὺς ἐκείνων λόγους ἀληθεστέρους τῆς ὑποσχέσεως ἡγήσαντο τῆς αὐτοῦ. [313] καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ἀπολεῖ μὲν ἅπαντας οὐδ᾽ ἐξαφανίσει τὸ γένος αὐτῶν, ὃ πάντων μᾶλλον ἀνθρώπων ἔσχε διὰ τιμῆς, τὴν μέντοι Χαναναίαν οὐ παρέξειν γῆν αὐτοῖς λαβεῖν οὐδὲ τὴν ἀπ᾽ αὐτῆς εὐδαιμονίαν, [314] ἀνεστίους δὲ ποιήσειν καὶ ἀπόλιδας ἐπὶ τῆς ἐρημίας ἐπ᾽ ἔτη τεσσαράκοντα καταβιῶναι τῆς παρανομίας ποινὴν ταύτην ἐκτίνοντας· παισὶ μέντοι τοῖς ὑμετέροις παραδώσειν τὴν γῆν ὑπέσχετο κἀκείνους τῶν ἀγαθῶν, ὧν ἑαυτοῖς ὑπὸ ἀκρασίας ἐφθονήσατε μετασχεῖν, ποιήσειν δεσπότας.’ [315]

Ταῦτα δὲ Μωυσέος κατὰ τὴν τοῦ θεοῦ γνώμην διαλεχθέντος ἐν λύπῃ καὶ συμφορᾷ τὸ πλῆθος ἐγένετο, καὶ τὸν Μωυσῆν παρεκάλει καταλλάκτην αὐτῶν γενέσθαι πρὸς τὸν θεὸν καὶ τῆς ἄλης τῆς κατὰ τὴν ἐρημίαν ἀπαλλάξαντα πόλεις αὐτοῖς παρασχεῖν. ὁ δ᾽ οὐκ ἔφασκε τὸν θεὸν τοιαύτην πεῖραν προσήσεσθαι, μὴ γὰρ κατὰ κουφότητα προαχθῆναι τὸν θεὸν ἀνθρωπίνην εἰς τὴν ὀργὴν τὴν πρὸς αὐτοὺς ἀλλὰ γνώμῃ καταψηφισάμενον αὐτῶν. [316] οὐ δεῖ δὲ ἀπιστεῖν, εἰ Μωυσῆς εἷς ἀνὴρ ὢν τοσαύτας μυριάδας ὀργιζομένας ἐπράυνε καὶ μετήγαγε πρὸς τὸ ἥμερον· ὁ γὰρ θεὸς αὐτῷ συμπαρὼν ἡττᾶσθαι τοῖς λόγοις αὐτοῦ τὸ πλῆθος παρεσκεύαζε, καὶ πολλάκις παρακούσαντες ἀσύμφορον ἑαυτοῖς τὴν ἀπείθειαν ἐπέγνωσαν ἐκ τοῦ συμφορᾷ περιπεσεῖν. [317]

Θαυμαστὸς δὲ τῆς ἀρετῆς ὁ ἀνὴρ καὶ τῆς ἰσχύος τῆς τοῦ πιστεύεσθαι περὶ ὧν ἂν εἴπῃ οὐ παρ᾽ ὃν ἔζη χρόνον ὑπῆρξε μόνον, ἀλλὰ καὶ νῦν· ἔστι γοῦν οὐδεὶς Ἑβραίων, ὃς οὐχὶ καθάπερ παρόντος αὐτοῦ καὶ κολάσοντος ἂν ἀκοσμῇ πειθαρχεῖ τοῖς ὑπ᾽ αὐτοῦ νομοθετηθεῖσι, κἂν λαθεῖν δύνηται. [318] καὶ πολλὰ μὲν καὶ ἄλλα τεκμήρια τῆς ὑπὲρ ἄνθρωπόν ἐστι δυνάμεως αὐτοῦ, ἤδη δέ τινες καὶ τῶν ὑπὲρ Εὐφράτην μηνῶν ὁδὸν τεσσάρων ἐλθόντες κατὰ τιμὴν τοῦ παρ᾽ ἡμῖν ἱεροῦ μετὰ πολλῶν κινδύνων καὶ ἀναλωμάτων καὶ θύσαντες οὐκ ἴσχυσαν τῶν ἱερῶν μεταλαβεῖν Μωυσέος ἀπηγορευκότος ἐπί τινι τῶν οὐ νομιζομένων οὐδ᾽ ἐκ τῶν πατρίων ἡμῖν αὐτοῖς συντυχόντων. [319] καὶ οἱ μὲν μηδὲ θύσαντες, οἱ δὲ ἡμιέργους τὰς θυσίας καταλιπόντες, πολλοὶ δ᾽ οὐδ᾽ ἀρχὴν εἰσελθεῖν εἰς τὸ ἱερὸν δυνηθέντες ἀπίασιν ὑπακούειν τοῖς Μωυσέος προστάγμασι μᾶλλον ἢ ποιεῖν τὰ κατὰ βούλησιν τὴν ἑαυτῶν προτιμῶντες, καὶ τὸν ἐλέγξοντα περὶ τούτων αὐτοὺς οὐ δεδιότες, ἀλλὰ μόνον τὸ συνειδὸς ὑφορώμενοι. [320] οὕτως ἡ νομοθεσία τοῦ θεοῦ δοκοῦσα τὸν ἄνδρα πεποίηκε τῆς αὐτοῦ φύσεως κρείττονα νομίζεσθαι. οὐ μὴν ἀλλὰ καὶ τοῦδε τοῦ πολέμου μικρὸν ἔμπροσθεν Κλαυδίου Ῥωμαίων ἄρχοντος Ἰσμαήλου δὲ παρ᾽ ἡμῖν ἀρχιερέως ὄντος, καὶ λιμοῦ τὴν χώραν ἡμῶν καταλαβόντος, ὡς τεσσάρων δραχμῶν πωλεῖσθαι τὸν ἀσσάρωνα, [321] κομισθέντος ἀλεύρου κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων εἰς κόρους ἑβδομήκοντα, μέδιμνοι δὲ οὗτοι Σικελοὶ μέν εἰσιν εἷς καὶ τριακόσιοι Ἀττικοὶ δὲ τεσσαράκοντα εἷς, οὐδεὶς ἐτόλμησε τῶν ἱερέων κρίμνον ἓν φαγεῖν τοσαύτης ἀπορίας τὴν γῆν κατεχούσης, δεδιὼς τὸν νόμον καὶ τὴν ὀργήν, ἣν καὶ ἐπὶ ἀνεξελέγκτοις ἀεὶ τὸ θεῖον τοῖς ἀδικήμασιν ἔχει. [322] ὥστ᾽ οὐ δεῖ θαυμάζειν περὶ τῶν τότε πεπραγμένων, ὁπότε καὶ μέχρι τοῦ νῦν τὰ καταλειφθέντα ὑπὸ Μωυσέος γράμματα τηλικαύτην ἰσχὺν ἔχει, ὥστε καὶ τοὺς μισοῦντας ἡμᾶς ὁμολογεῖν, ὅτι καὶ τὴν πολιτείαν ἡμῖν ὁ καταστησάμενός ἐστι θεὸς διὰ Μωυσέος καὶ τῆς ἀρετῆς τῆς ἐκείνου. ἀλλὰ περὶ μὲν τούτων ὡς αὐτῷ τινι δοκεῖ διαλήψεται.