Μετάβαση στο περιεχόμενο

Ιλίου άλωσις

Από Βικιθήκη
Ἰλίου ἅλωσις
Συγγραφέας:
Tryphiodorus, The Taking of Ilios. A. W. Mair, New York· G.P. Putnam's Sons. 1928.


[p. 580]
τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιο
καὶ λόχον, Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης,
αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα
ἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν
[5] κεκριμένου πολέμοιο ταχείῃ λῦσον ἀοιδῇ.
ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος
γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ
Τρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δ᾽ ἄρα φωτῶν
δούρατα κεκμήκει, ξιφέων δ᾽ ἔθνῃσκον ἀπειλαί,
[10] σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δ᾽ ἑλικτὴ
ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,
ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,
λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.
ἵπποι δ᾽ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης
[15] οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,
οἱ δ᾽ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.
κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,
Ἀντιλόχῳ δ᾽ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,
Αἴας δ᾽ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας
[20] φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.

[p. 582]
Τρωσὶ δὲ λωβητῆρσιν ἐφ᾽ Ἕκτορος ἑλκυθμοῖσι
μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,
ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες
δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.
[25] κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ
ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,
δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα
αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.
καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ
[30] Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δ᾽ ἐπὶ πότμῳ
Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ
φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.
αἱ δ᾽ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες
κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ
[35] παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,
ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα
θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν
νῆας ἐς ἀγχιάλους· μελίῃ δέ ἑ μοῦνος ὑποστὰς
καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.
[40] εἱστήκει δ᾽ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων
Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,
ἀμβολίῃ δ᾽ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.

[p. 584]
καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν
ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη,
[45] εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας
Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,
οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ
ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.
οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο
[50] αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.
καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ
υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·
μήπω δ᾽ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν
ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.
[55] ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα
ληιστὴ μὲν ἐοῦσα, φίλοις δ᾽ ἐπίκουρος Ἀθήνη.
ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς
Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.
καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν
[60] Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος
νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.
ποίει δ᾽ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν
γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης
ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.

[p. 586]
[65] αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·
ἡ δ᾽ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.
ὀφθαλμοὺς δ᾽ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις
[70] γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·
τῶν δ᾽ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς
γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.
ἀργυφέους δ᾽ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας
ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ·
[75] καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους
ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,
καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.
οὔατα δ᾽ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν
ὀρθὰ μάλ᾽, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.
[80] νῶτα δ᾽ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,
ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.
σύρετο δὲ πρυμνοῖσιν ἐπ᾽ ἴχνεσιν ἔκλυτος οὐρὴ
ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.
οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν
[85] εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,
οὕτως ἠπείγοντο· μένειν δ᾽ ἐκέλευεν ἀνάγκη.
οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,
μαρμαρέης δ᾽ ἑλίκεσσι κατεσφήκωντο χελώνης
ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.
[90] κληιστὴν δ᾽ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,
ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα
ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,
ἡ δ᾽ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα
εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.
[95] ἀμφὶ δέ μιν λευκοῖο κατ᾽ αὐχένος ἠδὲ γενείων
ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων

[p. 588]
καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ
κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.
αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,
[100] κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ
ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη
μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.
ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ
εὐρύς θ᾽ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,
[105] εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.
ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν
πρίν μιν ἐσαθρήσειε, δόλον δ᾽ ἀνάπυστον ἀνάψῃ.
οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς
λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες
[110] ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.
ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα
συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη
ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.
αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων
[115] πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς
ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,
ἄφνω δ᾽ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας
δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς
ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·
[120] ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται
χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.
ὑμεῖς δ᾽, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,
πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ
σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδ᾽ ἐόντας

[p. 590]
[125] μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,
ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι
ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.
ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,
εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος
[130] καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις
μητέρος ἑλκομένης ἁπαλῶν τ᾽ ἐλάθεσθε νεοσσῶν.
εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,
ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος
μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.
[135] τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν
θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος
Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην
Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.
οἱ δ᾽ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν
[140] πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες·
Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν
πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,
εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆς
ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο
[145] σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.
καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων
γινέσθω μήτ᾽ ἄλλο φόβου νέφος, οἷά τε νύκτες
ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.
ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,

[p. 592]
[150] μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος
ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.
ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοις
πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,
πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,
[155] ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν
ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.
Τυδείδης δ᾽ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης
θαυμάζων, ὅτι τοῖος ὄην καὶ πρόσθεν Ἀχιλλεύς.
ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ
[160] Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα
ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.
ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴ
Δηιφόβου ποτὶ δῆριν, ἀπηνέι δ᾽ ἔζεε θυμῷ
δεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν.
[165] τῷ δ᾽ ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,
εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐδ᾽ ἐπὶ κούραις
μαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,
Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.
Νεστορίδης δ᾽ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,
[170] καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος
τοῖσι δ᾽ ἐπ᾽ Ἀδμήτοιο πάις πολύιππος ἀνέστη
Εὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας
εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες
ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.
[175] οὐδὲ μὲν οὐδ᾽ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς
Εὐρύπυλός τ᾽ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,
Δημοφόων τ᾽ Ἀκάμας τε, δύω Θησήια τέκνα,
Ὀρτυγίδης τ᾽ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα
ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί,

[p. 594]
[180] Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρ
Ἰφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,
τόξῳ δ᾽ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτε
τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.
εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ
[185] ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δ᾽ Ἀθήνη
ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν
δεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντες
τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.
ὣς δ᾽ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων
[190] ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,
τηκομένη δ᾽ ἀνέηκε πολὺν ῥόον· οἱ δ᾽ ἀπὸ πέτρης
ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ
δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο
θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς
[195] σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,
πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπ᾽ ἀνάγκης
τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·
ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες
ἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί.
[200] τοῖσι δ᾽ ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππου
πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.
αὐτὸς δ᾽ ἐν κεφαλῇ σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφω
ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.
Ἀτρείδης δ᾽ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς
[205] λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,
ἵππος ὅπερ κεκάλυπτο· θέλεν δέ ἑ γυμνὸν ἀᾶσαι,
τηλεφανὴς ἴνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.
καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.
ἠέλιος δ᾽ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων
[210] ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,

[p. 596]
δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ
φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην
νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.
ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν
[215] ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων
νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς
ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.
μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
[220] Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,
κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.
ὡς δ᾽ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες
θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν
ἀνέρες ἀγρευτῆρες· ὁ δ᾽ ἐκκριδὸν οἶος ἀπ᾽ ἄλλων,
[225] λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,
δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·
ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι
Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους
ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.
[230] ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ
καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ·
Ἥφαιστος δ᾽ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας
παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,

[p. 598]
μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.
[235] ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν
ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη
δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ.
αὐτίκα δ᾽ ἐξέθορον πυλέων πετάσαντες ὀχῆας
πεζοί θ᾽ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο
[240] διζόμενοι, μή τού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.
οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις
ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι
ἄλλοι δημογέροντες· ἐλαφρότατοι δ᾽ ἐγένοντο
θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,
[245] ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον
γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.
οἱ δ᾽ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,
θαύμασαν ἀμφιχυθέντες, ἅτ᾽ ἠχήεντες ἰδόντες
αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.
[250] τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·
οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,
ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,
ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι
ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·
[255] οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης
ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,
ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.
φραζομένοις δ᾽ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων
γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·

[p. 600]
[260] αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι
ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·
[265] ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μ᾽ ἐλεαίρεις,
Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—
οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·
[270] ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,
ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,
ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.
καὶ νῦν οἷά μ᾽ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν
οὐκ ἔθελον σὺν τοῖσι, μένειν δ᾽ ἐκέλευον ἑταίρους·
[275] οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες
εἵματα μέν μ᾽ ἀπέδυσαν, ἀεικελίῃσι δ᾽ ἱμάσθλαις
πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.
ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·
χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς
[280] χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.
αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.
ὣς φάτο· τὸν δ᾽ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·
ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτ᾽ ἔοικε

[p. 602]
[285] τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.
αἰεὶ δ᾽ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης
οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
ἀλλ᾽ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,
ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο
[290] οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.
τὸν δ᾽ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·
ἐξερέω καὶ ταῦτα· σὺ γάρ μ᾽ ἐθέλοντα κελεύεις.
ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·
αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα·
[295] ἵππον δ᾽ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός·
εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,
Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·
εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,
φεύξονται προφυγόντες ἀνηνύστοις ἐπ᾽ ἀέθλοις.
[300] ἀλλ᾽ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες
ἕλκετ᾽ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·
ἄμμι δ᾽ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι
δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.
ὣς ἄρ᾽ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα
[305] ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις
δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν
εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,
ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν
αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.
[310] σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη
ἄσκοπος ἐσσομένων· κενεῷ δ᾽ ὑπὸ χάρματι πολλοὶ
πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.
οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη

[p. 604]
ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν
[315] ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.
ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο
ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.
γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις
δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ δι᾽ αὐτῶν
[320] τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν·
τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα
λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.
πολλὴ δ᾽ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·
ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,
[325] ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,
καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ
ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.
οἱ δ᾽ ἦγον προπάροιθεν· ὁδὸς δ᾽ ἐβαρύνετο μακρὴ
σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
[330] εἵπετο δ᾽ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς
κυδιόων ὑπέροπλα, βίην δ᾽ ἐπέρεισεν Ἀθήνη
χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
[335] εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.
αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·
ἀλλ᾽ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δ᾽ ἀπὸ πύργων
σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.
[340] Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,
νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,
μολπῇ τ᾽ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·

[p. 606]
ἄλλαι δὲ χνοόωσαν ἀμελγόεναι χάριν ὄμβρου
ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.
[345] αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης
λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.
καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα
χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον
γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
[350] ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,
καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
οἷαι δ᾽ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
[355] γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι·
ὣς οἵγε κλαγγῇ τε δι᾽ ἄστεος ἠδὲ κυδοιμῷ
ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.
κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν
ἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δ᾽ ὀχῆας
[360] ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν
κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος·
ἡ δ᾽ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆρι
πείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ
ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν·
[365] τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη
πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.
πάντη δ᾽ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήων
οὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ ἑ παρθένος αἰδώς.

[p. 608]
οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα
[370] νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,
ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει
γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,
ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο
Κασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην
[375] κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ·
ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες
δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα
σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;
δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη
[380] τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,
λήγει δ᾽ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.
τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην
τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα
τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δ᾽ ἄρτι θορόντες
[385] ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
οὐ γὰρ ἐπ᾽ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,
αὐτὴ δ᾽ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε·
γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει
[390] μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.
καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων
αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,
δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν
νυμφία, φωλεύει δ᾽ ὑπὸ δούρασι κευθόμενον πῦρ.
[395] ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,
αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον
ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.

[p. 610]
καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη
ἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς
[400] κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ·
μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆς
λυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι.
δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
κεκλιμένην ὀλίγον δακρύσομαι· ὡς ὄφελέν τις
[405] Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν.
τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσει
οἰκτροτάτῳ θανάτῳ, ξείνη δέ με γαῖα καλύψει;
τοιάδε μοι δέσποινα καὶ αὐτῷ δῶρον ἄνακτι
ἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει.
[410] ἀλλ᾽ ἤδη φράζεσθε —τὰ δὲ γνώσεσθε παθόντες—
καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης.
ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου
ἢ πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθον
ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω.
[415] καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε
στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.
ἡ μὲν ἔφη· τῇ δ᾽ οὔτις ἐπείθετο· τὴν γὰρ Ἀπόλλων
ἀμφότερον μάντιν τ᾽ ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν.
τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι·

[p. 612]
[420] τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,
θαρσαλέη κυνόμυια; μάτην ὑλάουσ᾽ ἀπερύκεις.
οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ,
οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;
ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν
[425] ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν
ἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν.
οὐδ᾽ ἔτι δούρατα μακρὰ τινάσσεται, οὐδ᾽ ἔτι τόξα
ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δ᾽ ὀιστοί,
ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδ᾽ ἔτι νείκη,
[430] οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδ᾽ ἐπὶ δῆριν
ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη·
ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.
παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα
ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα
[435] μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.
ἔρρ᾽ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.
οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,
οὐδ᾽ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.
ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην
[440] κεύθων ἐν θαλάμοισι· μόγις δ᾽ ἀέκουσα τοκῆι
πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δ᾽ ἤδη
πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
[445] ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·
ἀθάνατοι δ᾽ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
εἰλαπίνη δ᾽ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
[450] ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει

[p. 614]
πᾶσα πόλις, πυλέων δ᾽ ὀλίγοις φυλάκεσσι μεμήλει·
ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.
Ἀργείῃ δ᾽ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα
[455] ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,
ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·
νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ
ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δ᾽ Ἀχαιῶν
ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.
[460] ἀλλ᾽ ἴθι, μηδ᾽ ἔτι τοι μελέτω Πριάμοιο γέροντος
μήτ᾽ ἄλλων Τρώων μήτ᾽ αὐτοῦ Δηιφόβοιο·
ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.
ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· ἡ δὲ δόλοισι
θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,
[465] καί οἱ Δηίφοβος πόσις εἴπετο· τὴν δὲ κιοῦσαν
Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.
ἡ δ᾽ ὁπόθ᾽ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,
ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.
τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
[470] πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν
φωνῇ λεπταλέῃ· τοὶ δ᾽ ἔνδοθι θυμὸν ἄμυσσον
ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
[475] οὔνομα δ᾽ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,
Ἄντικλος δ᾽ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,

[p. 616]
μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·
ἀλλ᾽ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
[480] μάστακα δ᾽ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς
εἶχεν ἐπικρατέως· ὁ δ᾽ ἐπάλλετο χερσὶ πιεσθείς,
φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.
καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι
δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ
[485] κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου
καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.
καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,
εἰ μή οἱ βλοσυρῶπις ἀπ᾽ αἰθέρος ἀντήσασα
Παλλὰς ἐπηπείλησε, φίλου δ᾽ ἐξήγαγε νηοῦ
[490] μούνῃ φαινομένη, στερεῇ δ᾽ ἀπεπέμψατο φωνῇ·
δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι
καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;
οὔποτε δ᾽ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα
Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;
[495] χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα
σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.
ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.
καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο
παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.
[500] καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων
αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα
αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.
ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
οὐδ᾽ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ
[505] εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.

[p. 618]
ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
Ζεὺς ταμίης πολέμοιο, μόγις δ᾽ ἐλέλιξεν Ἀχαιούς·
χάζετο δ᾽ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν
ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων.
[510] αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον
ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ
παννυχίη δ᾽ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.
ὡς δ᾽ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη
[515] οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·
οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης
πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,
ἀλλ᾽ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν
ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο·
[520] τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη
οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.
οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες
νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις
Ἀργεῖοι σπεύδοντες, ἅπας δ᾽ ἠπείγετο ναύτης
[525] δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.
οἱ δ᾽ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ
ἀλλήλοις τ᾽ ἐκέλευον ἐλαυνέμεν· αἱ δ᾽ ἄρα νῆες
ὠκύτεραι κραιπνῶν ἀνέμων ἀνέμων ταχυπειθέι ῥιπῇ
Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.

[p. 620]
[530] ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δ᾽ ἐπέλειφθεν
ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι
λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.
οἱ δ᾽ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,
τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι,
[535] αἵτ᾽ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου
κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,
ἐς νομὸν εὐγυάλοιο κατ᾽ ἄγγεος ἀμφιχυθεῖσαι
νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας·
ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες
[540] θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας
χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.
νήχετο δ᾽ αἵματι γαῖα, βοὴ δ᾽ ἄλληκτος ὀρώρει
Τρώων φευγόντων, ἐστείνετο δ᾽ Ἴλιος ἱρὴ
πιπτόντων νεκύων, οἱ δ᾽ ἀνδροφόνῳ κολοσυρτῷ
[545] ἔζεον ἔνθα καὶ ἔνθα μεμηνότες οἶα λέοντες
σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.
Τρωιάδες δὲ γυναῖκες ὑπέρ τεγέων ἀίουσαι
αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι
αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,
[550] αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,
μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα
ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ
οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι
ἤθελεν, ἀλλ᾽ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα
[555] καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.
πολλαὶ δ᾽ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι
γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι
ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.
παννυχίη δ᾽ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,
[560] κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο

[p. 622]
αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.
σὺν δ᾽ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον
Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης
ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην
[565] ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.
ἴαχε δὲ γλαυκῶπις ἐπ᾽ ἀκροπόληος Ἀθήνη
αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δ᾽ αἰθὴρ
Ἥρης σπερχομένης, ἐπὶ δ᾽ ἔβραχε γαῖα βαρεῖα
παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,
[570] ἔφριξεν δ᾽ Ἀίδης, χθονίων δ᾽ ἐξέδρακε θώκων
ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο
πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.
πάντα δ᾽ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·
τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι
[575] κτεῖνον ἐφεστηῶτες, ὁ δ᾽ ἐξ εὐνῆς ἀνορούσας
τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.
καί τις ὑπὸ σκιόεντι δόμῳ κεκρυμμένος ἀνήρ,
ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι·
νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι,
[580] ξείνια δ᾽ ἐχθρὰ κόμισσεν· ὑπέρ τέγεος δέ τις ἄλλος
μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.
καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,
ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,
κλίμακος ἐξελάθοντο καθ᾽ ὑψηλῶν τε μελάθρων
[585] ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες

[p. 624]
ἀστραγάλους ἐάγησαν, ὁμοῦ δ᾽ ἐξήρυγον οἶνον.
πολλοὶ δ᾽ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο
μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων
ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.
[590] παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,
πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
οἱ δ᾽ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,
ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
πίπτον ἐπ᾽ ἀλλήλοισι· πόλις δ᾽ οὐ χάνδανε λύθρον
[595] ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.
οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέῃ δὲ
σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ
οὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δ᾽ ὑπὸ ῥιπῆς
ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.
[600] οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν
οὐδ᾽ ὀρθοὶ κτείνοντο, χαμαὶ δ᾽ ἱκετήσια γυῖα
τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.
πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν
μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων
[605] ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος
παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.
οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,
ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,
αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,
[610] καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δ᾽ ὑλάοντες
ἄγρια κοπτομένοισιν ἐπ᾽ ἀνδράσιν ὠρύοντο,
νηλέες, οὐδ᾽ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.
τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
στελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος

[p. 626]
[615] καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθ᾽ ὑπὸ νύκτα
χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις
οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.
ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν
ἀνδράσι δυσμενέεσσι· νέη δ᾽ ἠγείρετο χάρμη
[620] τῶν μὲν ἐπορνυμένων, τῶν δ᾽ ὑψόθεν ἐκ θαλάμοιο
βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.
ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,
[625] θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,
Ἀτρείδης δ᾽ ἑτέρωθεν ὑποπτήξαντα διώξας
Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας
ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.
ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,
[630] τῷ δ᾽ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις
ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,
ἄλλοτε δ᾽ αἰδομένη, τοτὲ δ᾽ ὀψέ περ ὡς ἐν ὀνείρῳ
λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης.
Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα
[635] πήμασι κεκμηῶτα παρ᾽ Ἑρκείῳ κτάνε βωμῷ
οἶκτον ἀπωσάμενος πατρώιον· οὐδὲ λιτάων
ἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην
ᾐδέσαθ᾽, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντος
καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς.
[640] σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος
ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος

[p. 628]
ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων
[645] —χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος— ἀθρήσασα
Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.
Κασσάνδρην δ᾽ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·
ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν
[650] ἀνθ᾽ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.
Αἰνείαν δ᾽ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
Αὐσονίην ἀπένασσε· θεῶν δ᾽ ἐτελείετο βουλὴ
Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
[655] παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.
τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο
Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,
μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης
κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
[660] δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ·

[p. 630]
οὐδέ σε Θησείδης Ἀκάμας οὐδ᾽ ἄλλος Ἀχαιῶν
ἤγαγε ληιδίην, ἔθανες δ᾽ ἅμα πατρίδι γαίῃ.
πᾶσαν δ᾽ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι
[665] κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·
Μουσάων ὅδε μόχθος, ἐγὼ δ᾽ ἅπερ ἵππον ἐλάσσω
τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
[670] νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·
οἱ δ᾽ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
ἀλλ᾽ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
[675] ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,
Ἀργεῖοι δ᾽ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον
ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δ᾽ ἐρήμων
ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας
ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
[680] τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες
ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
Ἴλιος αἰθαλόεσσα· πυρὸς δ᾽ ὀλεσίπτολιν ἄτην
Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,
[685] Ἡφαίστῳ δ᾽ ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.

[p. 632]
οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,
υῆνιν ἱλασσάμενοι τεθνειότος Αἰακίδαο
Τρωιάδας τε γυναῖκας ἐλάγχανον, ἄλλα τε πάντα
χρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον· οἷσι βαθείας
[690] νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντου
ἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί.