Μετάβαση στο περιεχόμενο

Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 4

Από Βικιθήκη


Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 4




Ὁ μέγας λογοθέτης τῷ πατριάρχῃ

Ὃ συμβαίνει πάσχειν πολλάκις τοὺς ἀσθενῶς τῶν ὄψεων ἔχοντας εἰ ταῖς ἡλιακαῖς αὐγαῖς αὐτὰς ἐπαφήσουσι καὶ τὸ προσὸν γὰρ ἀπεβάλοντο φῶς εἰ ἀφυλάκτως τὲ καὶ ἀδεῶς αὐταῖς ἐπιβάλοιεν, τοῦτ’ αὐτὸ παθεῖν ἐμὲ γέγονε νῦν πρὸς τὰς ἐπιστολὰς ἄντικρυς. Ἄλλοτε γὰρ ἄλλην καὶ ἑτέραν παρ’ ἑτέραν δεχόμενος εἶχον μὲν ἐπεντρυφᾶν τῷ ἐγκειμένῳ πλούτῳ τῶν χαρίτων ἑκάστῃ, εἶχον δέ τι τάχα καὶ ἀντιφθέγγεσθαι, εἰ καὶ σκιᾶς εἴδωλον τοὐμὸν εἶναι ἐδόκει πρὸς σωμάτων ἀλήθειαν ἢ πρὸς μεγάλην τινὰ καὶ διαπρυσίαν φωνήν, ὥς φασι τινές, τὸ τῆς ἠχοῦς ὑστερόφωνον. Ἀλλὰ πρὶν μὲν συλλέξας τὰς ἐπιστολὰς παρ’ ἑμαυτῷ κατεῖχον θησαυρὸν ἄσυλον· νῦν δ’ ὡς πᾶσαν ἀνελίξας, πάσαις ἐπεξῆλθον ὁμοῦ, ἀπεπάγην ὥσπερ τὸν νοῦν καὶ ἄγονον τελέως ἔσχον αὐτόν. Εἶτα τὴν τοῦ ἐπιστέλλειν οἷον παντελῶς ἀπώλεσα δύναμιν, θαύματι τῷ πρὸς τὰς ἐπιστολὰς τὸ πρᾶγμα παθών. Ὅθεν καὶ σιγῇ πέμπειν αὐτὰς ἠβουλόμην, μὴ ἔχων ὅ,τι ποτ’ οὖν ἐρεῖν αὐτῶν ἄξιον, ἀλλ’ ὅτι με σφοδρὸς ὁ περὶ αὐτὰς ἔρως κατέχει καὶ βούλομαι σὺν τάχει μοι τὸν θησαυρὸν ἀποδίδοσθαι. Δίκαιος δ’ ἂν εἴην ἀπολαύειν πάντως αὐτοῦ εἰ μηδὲν ἕτερον, ἀλλ’ ὅτι καλῶς ἔχω θησαυρίσας μέχρι καὶ τήμερον καὶ οὐ δέδωκα συλήσειν ἢ καὶ διαρπάσειν τινί. Τοῦτο μόνον ἐρῶ καὶ ἱκετεύων ὥσπερ, ἐρῶ· ἐπίταττε συντάττειν αὐτὰς ταῖς λοιπαῖς τὸν τὴν θαυμασίαν γράφοντα βίβλον, ἥ σου τῆς ἱερᾶς καὶ σοφωτάτης ψυχῆς αὐτὰς τὲ καὶ τὰ λοιπὰ συγγράμματα δέχεται, θαῦμα καὶ ὠφέλειαν τοῖς τε νῦν οὖσι τῶν ἀνθρώπων σοφοῖς καὶ τοῖς μεταγενεστέροις ἡμῶν, οὓς ὁ μέλλων γεννωμένους ἀναδείξειε χρόνος. Εἶτα, τήν τε βίβλον αὐτὴν ὡς ἔχει ἅπαντα ἀθρόον τὰ σά, ὅσα δηλαδὴ γραφῇ τῇ νῦν παραδίδοται καὶ ἃς ἐγὼ νῦν ἔχων ἐκπέμπω, πρὸς ἐμὲ αὐτὸν αὖθις ἀνάπεμπε ἀσμενέστατά γε ἀποληψόμενον· ἀπολήψομαι δέ, εἰ καὶ μὴ ἐμὰ τὰ διδόμενα, ἀλλ’ οὖν ὥσπερ ἐμά, ὅτι παρ’ ἐμαυτῷ καλῶς ποιῶν ἐφυλαξάμην τὰ σά, καὶ οὐ γέγονά τις ἀμελὴς ἐπὶ τῷ περισῶσαι καὶ ποιῆσαι διαρκῆ τυγχάνειν τὰ τίμια. Τοίνυν καὶ ὥσπέρ τις οὐκ ἀδόκιμος ἔμπορος, σὺν κέρδει τὰ τῆς ἐμπορίας ἀπολήψεσθαι βούλομαι· ἢ κατ’ ἄλλην εἰκόνα, τὸ δάνειον σὺν δαψιλεστάτῳ τῷ τόκῳ καὶ πρὸς αὐτοῖς τοῖς κεφαλαίοις πλουσιωτάτην ἅμα καὶ μεγίστην τὴν ἐκ τούτων ὠφέλειαν. Κίχρημι δὴ ἄρα τὰ σά. Σὺ δέ, πανάγιε, φιλότιμος ὤν, ὥσπερ ᾐτησάμην, οὕτώ μοι εὐεργέτης ἀντὶ χρεω- φειλέτου καθίστασο· διδοὺς μὲν καὶ τὴν βίβλον αὐτήν, ἵνα μετεγγράψας ἐπὶ ἄλλης ἐκείνην ἀντὶ ταύτης κτησάμενος εἶτ’ οὖν πεπλουτηκὼς ἔσομαι, ἀποδιδοὺς δὲ καὶ αὐτὰς δὴ ταύτας τὰς ἐπιστολάς, ἃς νῦν ἐγὼ καθάπερ ἐμαυτὸν βιασάμενος ἐκπέμπω. Ἐβιασάμην δὲ λέγω ἐμαυτόν, ὅτι μου καὶ τῆς ψυχῆς σφοδρὸς ὁ περὶ αὐτὰς ἔρως ἐκράτησεν, ὡς καὶ ἀνωτέρω ἔφθην τῆς ἐπιστολῆς εἰρηκώς, καὶ ἤθελον τὸν θησαυρὸν ἔχειν ἀνέκδοτον.