Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 3
Ὁ μέγας λογοθέτης τῷ πατριάρχῃ
ᾘσχύνθην ὑπὲρ ἐμαυτοῦ δεξάμενος τὴν ἐπιστολήν, ὅτι με τοσοῦτον ἐπῄνει τῶν διαπεμφθέντων ἕνεκεν γραμμάτων τὴν χθές· τοσαύτη δέ με περιέσχεν εὐλάβεια, ὥστέ με τρόμος εἷλε καὶ τὰς χεῖρας καὶ συνέβαινεν αὐτῶν αὐτίκα τὴν ἐπιστολὴν ἐκπεσεῖν, μὴ δυναμένου κατέχειν ὅτι τοσοῦτον ἐποιεῖτο τὸν ἔπαινον. Ἀλλὰ μὴ σύ, πανάγιε δέσποτα· ἀγαπῶ καὶ μαθητὴς εἶναι καὶ παῖς σοῦ τοῦ μεγάλου διδασκάλου πατρός. Καὶ στέργε καὶ δίδασκε, ὥσπερ στέργεις καὶ διδάσκεις ἀεί. Εἴπου δέ τι καὶ ψελλίζομεν πρὸς σὲ αὐτὸν γράφοντες, ἀγάπα ὥσπερ οἱ φιλόστοργοι πατέρες τὰ τῶν παίδων ψελλίσματα. Σὺ δέ, καὶ οὐρανὸς βροντῶν ἄνωθεν καὶ καταπλήττων τοὺς γηΐνους ἡμᾶς καὶ φωστὴρ τῆς οἰκουμένης ἔχων περιλάμπειν τὰ πέρατα, οὐχ’ ὅτι μόνονσὲ Θεὸς ἐπὶ τοῦ μεγάλου τῆς ἐκκλησίας στερεώματος ἔθετο καὶ φωτίζεις τὰς καρδίας τῶν ὑποδεχομένων τὰς αὐγὰς τῆς σῆς διδασκαλίας, αἳ πρὸς αὐτὸν τὸν Θεὸν ἄγουσι καὶ ἀνάγουσιν, ἀλλ’ ὅτι καὶ τοὺς πάλαι δοκιμωτάτους τῶν σοφῶν ὑπερήλασας· πλὴν εἰ μὴ τισὶν ἐκείνων ἡμιλλήθης καὶ τὴν ἴσην εὐδοκίμησιν φέρεις τά τε ἄλλα καὶ περὶ τοὺς λόγους αὐτούς, οἳ τῆς ἱερᾶς ὄντες αὐλῆς τοὺς ἄλλους πάντας πολλῷ παρῆλθον τῷ μέτρῳ ἀρετῇ τε ἅμα καὶ σοφίᾳ, ἣν οὐ μόνον ἐπιστήμη, ἀλλὰ καὶ χάρις ἐχορήγησε πνεύματος. Γρηγόριοι οὗτοι καὶ Βασίλειοι καὶ Χρυσόστομοι, οἱ τοσοῦτόν σοι τιμώμενοι καὶ στεργόμενοι, ὅσον ἂν εἶχε μόνος παραστήσειν λόγος ὁ σός· τοὺς δὲ σοφοὺς τῶν νῦν ὄντων ἀνθρώπων ἤττησας καὶ νενίκηκας, ὅσον εἴ τις παραβάλλειν ἐθέλει λογικὸν ζῷον πρὸς ἄλογα (καὶ τοῦτο οἶμαι τῆς μακαρίας Γρηγορίου φωνῆς, ἣν ἐκεῖνος διὰ Βασίλειον τὸν μέγαν ἐφθέγξατο. Ἃ δὲ ἱκετεύεις τὸν φιλανθρωπότατον βασιλέα ὑπὲρ τοῦ ἀδικηθέντος φορολόγου εἰ καὶ ἀδικεῖταί ποτε φορολόγος ἀφαιρούμενος ἃ πρότερον εἴληφεν, ἀλλὰ μὴ ἀεὶ ἀδικεῖ παρακατέχων τὰ πλείω τῶν τελῶν ἃ φορολογῶν ὑφαρπάζει, βέλτιον ὂν αὐτῷ καὶ ἀδικεῖσθαι ποτέ, ἵνα μὴ ἀεὶ δυνάμενος ἀδικεῖν τοῦ κρείττονος μέρους ἀποτυγχάνῃ, τῆς θρυλλουμένης παρὰ τῷ Πλάτωνι ἀντιθέσεως, ἀλλ’ οὗτος, ὅ,τι σὺ κελεύεις κἀμοὶ χρώμενος μεσίτῃ, ὑπ’ ἐμοῦ τὴν ἱκανὴν ἕξει βοήθειαν καὶ τεύξεται φιλανθρωπίας ὑπὲρὧν δέεται, ὅσην οἶμαι δωρήσασθαι ἑτοίμως τὴν τοῦ βασιλέως χρηστότητα.