Μετάβαση στο περιεχόμενο

Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 2

Από Βικιθήκη


Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 2




Ὁ μέγας λογοθέτης τῷ πατριάρχῃ

Ἐγὼ δὲ καὶ χάριν ὁμολογῶ τῷ ταλαιπώρῳ Θεολογίτῃ· ταλαίπωρος γὰρ ὁ ἄνθρωπος πολλὰ καὶ δεινὰ πράττων, δι’ ἃ καὶ ἤρξατο τῆς βασιλικῆς ἤδη πειρᾶσθαι δικαίως ὁργῆς. Πλὴν ἕνεκεν ἐκείνου μόνου χάριν ὁμολογῶ τῷ ἀνθρώπῳ, ὃς τοιαῦτα ἁμαρτάνων ἐφ’ ᾧ τὴν γῆν οὐκ ἀποδίδωσιν οὐδὲ καταβάλλει τὸν σῖτον καὶ τὴν κριθήν, τοιαύτας παρέσχε τὰς ἀφορμὰς τῇ ἁγιωσύνῃ τῇ σῇ, ἵνα συνθήσῃς καὶ ἐπιστείλῃς ἐμοὶ τὰ θαυμαστὰ γράμματα. Γέμει μὲν γὰρ ἡδονῆς καὶ θαύματος καὶ τἆλλα πάντα ὅσα γράφεις τε καὶ ἐπιστέλλεις ἀεί, πανάγιε δέσποτα. Ἡ ἐπιστολὴ δὲ ἣν ἀνὰ χεῖρας ἔλαβον ἄρτι, τοσοῦτον ἔθελξέ μου τὸν νοῦν, ὥστε καὶ ἐξέπληξεν ἐμὲ αὐτὸν καὶ ἄφωνον ἐφ’ ἱκανῆς τῆς ὥρας κατέστησε. Κατέστησε δὲ ὅτι μηδὲ εἶχον ἄξιόν τι πρὸς ἔπαινον τῶν γεγραμμένων εἰπεῖν. Τί γὰρ ἄν τις ἐπαινέσας αὐτῶν τῆς ἀξίας ἐφίκοιτο; Τὴν ὅλην ἁρμονίαν; Τὴν ἐπὶ μέρους συνθήκην; Τὸ τῆς φράσεως κάλλος; Τὸ μέγεθος τῆς ἐννοίας, ἐν οὕτω ταπεινῇ καὶ βραχυτάτῃ τῇ ὑποθέσει; Ἢ τὸ ἦθος πλέον τῶν ἄλλων, ὃ πᾶσαν ἐποίει τὴν γραφήν, ὥσπερ ἔμπνουν τε καὶ ζῶσαν, αὐτὴν ἀφ’ ἑαυτῆς δοκεῖν φθέγγεσθαι; Ἀλλ’ οὗτος, καὶ ἄλλων πολλῶν ἕνεκεν, ἅπερ ἡ σὴ ἁγιωσύνη μικρὸν ὕστερον παρ’ ἐμοῦ μαθήσεται εἰπόντος, πολλὰς ὑφέξει τὰς δίκας· πολλὰ γὰρ προσκέκρουκεν ἐπὶ τοῖς πιστευομένοις αὐτῷ δημοσίοις πράγμασι. Διὰ τοῦτο καὶ μεθίσταται ἤδη εἴτουν ἐξίσταται τῆς λειτουργίας ἢ ἐξουσίας, ἣν λαβὼν μεγάλα ἐμπεπαρῴνηκε βασιλεῖ, μεγάλα δὲ καὶ πρὸ αὐτοῦ τῷ Θεῷ· ὧν δὲ ἕνεκεν καὶ παρὰ τῆς σῆς ἁγιωσύνης νουθετεῖται μᾶλλον ὁ ἄνθρωπος σωφρονεῖν ἢ κολάζεται, ὥστε μὴ οὕτως ἀναιδὴς εἶναι καὶ μηχανᾶσθαι κλέπτειν ἀεὶ τὴν ἀλήθειαν. Καὶ τοιαύτας ποιεῖσθαι τὰς ἀπολογίας ἃς ἔγνων πεποιημένον αὐτόν, ὅτι μὴ ἀπέδοτο τοὺς προειρημένους καρπούς, ἔστω οὑτώ γε ὥσπερ ἔδοξεν αὐτῇ· καὶ οὐδεὶς αὐτοῦ φείσεται, εἰ ἄρα καὶ προσέλθοι καὶ βοήσει καὶ ἀνακλαύσεται. Ὅτι δὲ οἶδα σε ταχέως ἐπὶ συμπαθείᾳ μεταβαλλόμενον τῶν τὰ μέγιστα ἐξημαρτηκότων, εἰ μόνον προσιὼν αἰτήσει τις ἔλεον, τοῦτό ἐστιν ἐκεῖνο ὅ με μᾶλλον ὑποθράττει καὶ δεδιέναι ποιεῖ, ὡς ἱκέτης σοι αὐτίκα ὁ πονηρὸς οὗτος γενήσεται. Οὐ τῶν σῶν λέγω χάριν οὐδ’ ὧν πρὸς αὐτὴν τὴν σὴν ἁγιωσύνην ἐξήμαρτεν, ἀλλὰ δι’ ἃ μᾶλλον μεγάλης τῆς βασιλικῆς ἐστι δίκαιος πειραθῆναι καὶ ὀργῆς καὶ κολάσεως. Εἶτα, τί; Σοῦ προβαλλομένου τὴν ὑπὲρ αὐτοῦ δέησιν, ὁ φιλάνθρωπος ἀκούσεται βασιλεύς, αὐτὸς τὲ διεκφυγὼν τὴν δίκην καὶ τὰς ἀξίας ἐκ τῆς δίκης εὐθύνας, αὖθις πονηρὸς ἔσεται. Ἡμεῖς τὲ τοσούτων στερησόμεθα χρημάτων, ὅσα ἂν ἑτοίμως οὗτος τοῖς βασιλικοῖς κατάθηται ταμείοις, εἰ μή, ὥσπερ ἔφθην εἰρηκώς, παρὰ τῇ σῇ ἁγιωσύνῃ βοηθείας τύχοι καὶ ἀντιλήψεως.