Θεολογικός Γ', Περί Υιού
Λόγος κθ΄. Θεολογικός Γ', Περὶ Υἱοῦ. Συγγραφέας: |
1. Ἃ μὲν οὖν εἴποι τις ἂν ἐπικόπτων τὴν περὶ τὸν λόγον αὐτῶν ἑτοιμότητα καὶ ταχύτητα, καὶ τὸ τοῦ τάχους ἐπισφαλὲς ἐν πᾶσι μὲν πράγμασι, μάλιστα δὲ ἐν τοῖς περὶ θεοῦ λόγοις, ταῦτά ἐστιν. ἐπεὶ δὲ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα· ῥᾷστον γὰρ καὶ τοῦ βουλομένου παντός· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην ἀνδρὸς εὐσεβοῦς καὶ νοῦν ἔχοντος· φέρε, τῷ ἁγίῳ θαρρήσαντες πνεύματι, τῷ παρ᾿ αὐτῶν μὲν ἀτιμαζομένῳ, παρ᾿ ἡμῶν δὲ προσκυνουμένῳ, τὰς ἡμετέρας περὶ τῆς θεότητος ὑπολήψεις, αἵ τινές ποτέ εἰσιν, ὥσπερ τινὰ τόκον εὐγενῆ τε καὶ ὥριμον εἰς φῶς προενέγκωμεν· οὐδὲ ἄλλοτε μὲν σιωπήσαντες, τοῦτο γὰρ μόνον ἡμεῖς νεανικοί τε καὶ μεγαλόφρονες, νῦν δὲ καὶ μᾶλλον παρρησιαζόμενοι τὴν ἀλήθειαν· ἵνα μὴ τῇ ὑποστολῇ, καθὼς γέγραπται, τὸ μὴ εὐδοκεῖσθαι κατακριθῶμεν. διττοῦ δὲ ὄντος λόγου παντός, τοῦ μὲν τὸ οἰκεῖον κατασκευάζοντος, τοῦ δὲ τὸ ἀντίπαλον ἀνατρέποντος, καὶ ἡμεῖς τὸν οἰκεῖον ἐκθέμενοι πρότερον, οὕτω τὰ τῶν ἐναντίων ἀνατρέψαι πειρασόμεθα· καὶ ἀμφότερα ὡς οἷόν τε διὰ βραχέων, ἵν᾿ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ὥσπερ ὃν αὐτοὶ λόγον εἰσαγωγικὸν ἐπενόησαν πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων ἢ εὐηθεστέρων, καὶ μὴ τῷ μήκει τοῦ λόγου διαχεθῇ τὰ νοούμενα, καθάπερ ὕδωρ οὐ σωλῆνι σφιγγόμενον, ἀλλὰ κατὰ πεδίου χεόμενον καὶ λυόμενον.
2. Τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ, ἀναρχία, καὶ πολυαρχία, καὶ μοναρχία. αἱ μὲν οὖν δύο παισὶν Ἑλλήνων ἐπαίχθησαν, καὶ παιζέσθωσαν. τό τε γὰρ ἄναρχον ἄτακτον· τό τε πολύαρχον στασιῶδες, καὶ οὕτως ἄναρχον, καὶ οὕτως ἄτακτον. εἰς ταὐτὸν γὰρ ἀμφότερα φέρει, τὴν ἀταξίαν, ἡ δὲ εἰς λύσιν· ἀταξία γὰρ μελέτη λύσεως. ἡμῖν δὲ μοναρχία τὸ τιμώμενον· μοναρχία δέ, οὐχ ἣν ἑν περιγράφει πρόσωπον· ἔστι γὰρ καὶ τὸ ἑν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι· ἀλλ᾿ ἣν φύσεως ὁμοτιμία συνίστησι, καὶ γνώμης σύμπνοια, καὶ ταὐτότης κινήσεως, καὶ πρὸς τὸ ἑν τῶν ἐξ αὐτοῦ σύννευσις, ὅπερ ἀμήχανον ἐπὶ τῆς γεννητῆς φύσεως, ὥστε κἂν ἀριθμῷ διαφέρῃ, τῇ γε οὐσίᾳ μὴ τέμνεσθαι. διὰ τοῦτο μονὰς ἀπ᾿ ἀρχῆς εἰς δυάδα κινηθεῖσα, μέχρι τριάδος ἔστη. καὶ τοῦτό ἐστιν ἡμῖν ὁ πατήρ, καὶ ὁ υἱός, καὶ τὸ ἅγιον πνεῦμα· ὁ μὲν γεννήτωρ καὶ προβολεύς, λέγω δὲ ἀπαθῶς, καὶ ἀχρόνως, καὶ ἀσωμάτως· τῶν δέ, τὸ μὲν γέννημα, τὸ δὲ πρόβλημα, ἢ οὐκ οἶδ᾿ ὅπως ἄν τις ταῦτα καλέσειεν, ἀφελὼν πάντῃ τῶν ὁρωμένων. οὐ γὰρ δὴ ὑπέρχυσιν ἀγαθότητος εἰπεῖν θαρρήσομεν, ὃ τῶν παρ᾿ Ἕλλησι φιλοσοφησάντων εἰπεῖν τις ἐτόλμησεν, οἷον κρατήρ τις ὑπερερρύῃ, σαφῶς οὑτωσὶ λέγων, ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου φιλοσοφεῖ· μή ποτε ἀκούσιον τὴν γέννησιν εἰσαγάγωμεν, καὶ οἷον περίττωμά τι φυσικὸν καὶ δυσκάθεκτον, ἥκιστα ταῖς περὶ θεότητος ὑπονοίαις πρέπον. διὰ τοῦτο ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι τὸ ἀγέννητον εἰσάγομεν, καὶ τὸ γεννητόν, καὶ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, ὥς πού φησιν αὐτὸς ὁ θεὸς καὶ λόγος.
3. Πότε οὖν ταῦτα; ὑπὲρ τὸ πότε ταῦτα. εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν, ὅτε ὁ πατήρ. πότε δὲ ὁ πατήρ; οὐκ ἦν ὅτε οὐκ ἦν. τοῦτο οὖν καὶ ὁ υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον. πάλιν ἐρώτα με, καὶ πάλιν ἀποκρινοῦμαί σοι. πότε ὁ υἱὸς γεγέννηται; ὅτε ὁ πατὴρ οὐ γεγέννηται. πότε δὲ τὸ πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ υἱὸς οὐκ ἐκπεπόρευται, ἀλλὰ γεγέννηται ἀχρόνως καὶ ὑπὲρ λόγον· εἰ καὶ μὴ δυνάμεθα τὸ ὑπὲρ χρόνον παραστῆσαι, θέλοντες χρονικὴν ἐκφυγεῖν ἔμφασιν· τὸ γὰρ ὅτε, καὶ πρὸ τοῦδε, καὶ μετὰ ταῦτα, καὶ ἀπ᾿ ἀρχῆς, οὐκ ἄχρονα, κἂν ὅτι μάλιστα βιαζώμεθα· πλὴν εἰ τὸ παρεκτεινόμενον τοῖς ἀιδίοις διάστημα τὸν αἰῶνα λαμβάνοιμεν, τὸ μὴ κινήσει τινὶ μηδὲ ἡλίου φορᾷ μεριζόμενον καὶ μετρούμενον, ὅπερ ὁ χρόνος. πῶς οὖν οὐ συνάναρχα, εἰ συναίδια; ὅτι ἐκεῖθεν, εἰ καὶ μὴ μετ᾿ ἐκεῖνον. τὸ μὲν γὰρ ἄναρχον, καὶ ἀΐδιον· τὸ ἀΐδιον δέ, οὐ πάντως ἄναρχον, ἕως ἂν εἰς ἀρχὴν ἀναφέρηται τὸν πατέρα. οὐκ ἄναρχα οὖν τῷ αἰτίῳ· δῆλον δὲ τὸ αἴτιον ὡς οὐ πάντως πρεσβύτερον τῶν ὧν ἐστιν αἴτιον· οὐδὲ γὰρ τοῦ φωτὸς ἥλιος. καὶ ἄναρχά πως τῷ χρόνῳ, κἂν σὺ μορμολύττῃ τοὺς ἁπλουστέρους· οὐ γὰρ ὑπὸ χρόνον τὰ ἐξ ὧν ὁ χρόνος.
4. Πῶς οὖν οὐκ ἐμπαθὴς ἡ γέννησις; ὅτι ἀσώματος. εἰ γὰρ ἡ ἐνσώματος ἐμπαθής, ἀπαθὴς ἡ ἀσώματος. ἐγὼ δέ σε ἀντερήσομαι· πῶς θεός, εἰ κτίσμα; οὐ γὰρ θεὸς τὸ κτιζόμενον· ἵνα μὴ λέγω, ὅτι κἀνταῦθα πάθος, ἂν σωματικῶς λαμβάνηται, οἷον χρόνος, ἔφεσις, ἀνατύπωσις, φροντίς, ἐλπίς, λύπη, κίνδυνος, ἀποτυχία, διόρθωσις· ἃ πάντα καὶ πλείω τούτων περὶ τὴν κτίσιν, ὡς πᾶσιν εὔδηλον. θαυμάζω δέ, ὅτι μὴ καὶ τοῦτο τολμᾷς, συνδυασμούς τινας ἐννοεῖν, καὶ χρόνους κυήσεως, καὶ κινδύνους ἀμβλώσεως, ὡς οὐδὲ γεννᾷν ἐγχωροῦν, εἰ μὴ οὕτω γεγέννηκεν· ἢ πάλιν πτηνῶν τινὰς καὶ χερσαίων καὶ ἐνύδρων γεννήσεις ἀπαριθμούμενος, τούτων τινὶ τῶν γεννήσεων ὑπάγειν τὴν θείαν καὶ ἀνεκλάλητον, ἢ καὶ τὸν υἱὸν ἀναιρεῖν ἐκ τῆς καινῆς ὑποθέσεως. καὶ οὐδ᾿ ἐκεῖνο δύνασαι συνιδεῖν, ὅτι ᾧ διάφορος ἡ κατὰ σάρκα γέννησις, ποῦ γὰρ ἐν τοῖς σοῖς ἔγνως θεοτόκον παρθένον; τούτῳ καὶ ἡ πνευματικὴ γέννησις ἐξαλλάττουσα· μᾶλλον δέ, ᾧ τὸ εἶναι μὴ ταὐτόν, τούτῳ καὶ τὸ γεννᾷν διάφορον.
5. Τίς οὖν ἐστὶ πατὴρ οὐκ ἠργμένος; ὅστις οὐδὲ τοῦ εἶναι ἤρξατο· ᾧ δὲ τὸ εἶναι ἤρξατο, τούτῳ καὶ τὸ εἶναι πατρί. οὔκουν πατὴρ ὕστερον, οὐ γὰρ ἤρξατο· καὶ πατὴρ κυρίως, ὅτι μὴ καὶ υἱός· ὥσπερ καὶ υἱὸς κυρίως, ὅτι μὴ καὶ πατήρ. τὰ γὰρ ἡμέτερα οὐ κυρίως, ὅτι καὶ ἄμφω· οὐ γὰρ τόδε μᾶλλον ἢ τόδε· καὶ ἐξ ἀμφοῖν ἡμεῖς, οὐχ ἑνός, ὥστε μερίζεσθαι, καὶ κατ᾿ ὀλίγον ἄνθρωποι, καὶ ἴσως οὐδὲ ἄνθρωποι, καὶ οἷοι μὴ τεθελήμεθα, καὶ ἀφιέντες καὶ ἀφιέμενοι, ὡς μόνας τὰς σχέσεις λείπεσθαι ὀρφανὰς τῶν πραγμάτων. ἀλλὰ τὸ ἐγέννησε, φησίν, αὐτό, καὶ τὸ γεγέννηται, τί ἄλλο, ἢ ἀρχὴν εἰσάγει γεννήσεως; τί οὖν ἂν μηδὲ τοῦτο λέγωμεν, ἀλλ᾿ ἦν ἀπ᾿ ἀρχῆς γεγεννημένος, ἵνα σου ῥᾳδίως φύγωμεν τὰς περιέργους ἐνστάσεις καὶ φιλοχρόνους; ἆρα γραφὴν ἀποίσεις καθ᾿ ἡμῶν, ὡς παραχαραττόντων τι τῆς γραφῆς καὶ τῆς ἀληθείας; ἢ πᾶσιν εὔδηλον, ὅτι πολλὰ τῶν χρονικῶς λεγομένων ἐνηλλαγμένως τοῖς χρόνοις προφέρεται, καὶ μάλιστα παρὰ τῇ συνηθείᾳ τῆς γραφῆς, οὐχ ὅσα τοῦ παρεληλυθότος χρόνου μόνον ἐστίν, ἢ τοῦ παρόντος, ἀλλὰ καὶ ὅσα τοῦ μέλλοντος; ὡς τό· Ἵνα τί ἐφρύαξαν ἔθνη; οὔπω γὰρ ἐφρυάξαντο· καί, Ἐν ποταμῷ διελεύσονται ποδί· ὅπερ ἐστί, διαβεβήκασι. καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τὰς τοιαύτας φωνάς, αἳ τοῖς φιλοπόνοις τετήρηνται.
6. Τοῦτο μὲν δὴ τοιοῦτον. οἷον δὲ αὐτῶν κἀκεῖνο, ὡς λίαν δύσερι καὶ ἀναίσχυντον· βουληθείς, φασι, γεγέννηκε τὸν υἱόν, ἢ μὴ βουλόμενος. εἶτα δεσμοῦσιν, ὡς οἴονται, ἀμφοτέρωθεν ἅμμασιν, οὐκ ἰσχυροῖς, ἀλλὰ καὶ λίαν σαθροῖς. εἰ μὲν γὰρ οὐ θέλων, φασί, τετυράννηται. καὶ τίς ὁ τυραννήσας; καὶ πῶς ὁ τυραννηθεὶς θεός; εἰ δὲ θέλων, θελήσεως υἱὸς ὁ υἱός· πῶς οὖν ἐκ τοῦ πατρός; καὶ καινήν τινα μητέρα τὴν θέλησιν ἀντὶ τοῦ πατρὸς ἀναπλάττουσιν. ἑν μὲν οὖν τοῦτο χαρίεν αὐτῶν, ἂν τοῦτο λέγωσιν, ὅτι τοῦ πάθους ἀποστάντες ἐπὶ τὴν βούλησιν καταφεύγουσιν· οὐ γὰρ πάθος ἡ βούλησις. δεύτερον δὲ ἴδωμεν τὸ ἰσχυρὸν αὐτῶν, ὅ τι λέγουσιν. ἄριστον δὲ αὐτοῖς συμπλακῆναι πρότερον ἐγγυτέρω. σὺ δὲ αὐτὸς ὁ λέγων εὐχερῶς ὅ τι ἂν θέλῃς, ἐκ θέλοντος ὑπέστης τοῦ σοῦ πατρός, ἢ μὴ θέλοντος; εἰ μὲν γὰρ ἐξ οὗ θέλοντος, τετυράννηται. τῆς βίας· καὶ τίς ὁ τυραννήσας αὐτόν; οὐ γὰρ δὴ τὴν φύσιν ἐρεῖς· ἐκείνη γὰρ ἔχει καὶ τὸ σωφρονεῖν. εἰ δὲ θέλοντος, ἀπόλωλέ σοι δι᾿ ὀλίγας συλλαβὰς ὁ πατήρ. θελήματος γὰρ υἱός, ἀλλ᾿ οὐ πατρὸς ἀναπέφηνας. ἀλλ᾿ ἐπὶ τὸν θεὸν μέτειμι καὶ τὰ κτίσματα, καὶ τὸ σὸν ἐρώτημα προσάγω τῇ σῇ σοφίᾳ. θέλων ὑπέστησε ὁ θεὸς τὰ πάντα, ἢ βιασθείς; εἰ μὲν βιασθείς, κἀνταῦθα ἡ τυραννίς, καὶ ὁ τυραννήσας. εἰ δὲ βουλόμενος, ἐστέρηται τοῦ θεοῦ καὶ τὰ κτίσματα, καὶ σὺ πρὸ τῶν ἄλλων, ὁ τοιούτους ἀνευρίσκων λογισμοὺς καὶ τοιαῦτα σοφιζόμενος. θελήσει γὰρ μέσῃ τοῦ κτίστου διατειχίζεται. ἀλλ᾿ ἕτερον, οἶμαι, θέλων ἐστὶ καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν. τὰ μὲν ὁ κινούμενος, τὰ δὲ οἷον ἡ κίνησις. οὔκουν θελήσεως τὸ θεληθέν· οὐδὲ γὰρ ἕπεται πάντως· οὐδὲ τὸ γεννηθὲν γεννήσεως, οὐδὲ τὸ ἀκουσθὲν ἐκφωνήσεως, ἀλλὰ τοῦ θέλοντος, καὶ τοῦ γεννῶντος, καὶ τοῦ λέγοντος. τὰ τοῦ θεοῦ δὲ καὶ ὑπὲρ πάντα ταῦτα, ᾧ γέννησίς ἐστιν ἴσως ἡ τοῦ γεννᾷν θέλησις, ἀλλ᾿ οὐδὲν μέσον, εἴ γε καὶ τοῦτο δεξόμεθα ὅλως, ἀλλὰ μὴ καὶ θελήσεως κρείττων ἡ γέννησις.
7. Βούλει τι προσπαίξω καὶ τὸν πατέρα; παρὰ σοῦ γὰρ ἔχω τὰ τοιαῦτα τολμᾷν. θέλων θεὸς ὁ πατήρ, ἢ μὴ θέλων. καὶ ὅπως ἀποφεύξῃ τὸ σὸν περιδέξιον, εἰ μὲν δὴ θέλων, πότε τοῦ θέλειν ἠργμένος; οὐ γὰρ πρὶν εἶναι· οὐδὲ γὰρ ἦν τι πρότερον. ἢ τὸ μὲν αὐτοῦ θελῆσαν, τὸ δὲ θεληθέν; μεριστὸς οὖν. πῶς δὲ οὐ θελήσεως καὶ οὗτος, κατὰ σέ, πρόβλημα; εἰ δὲ οὐ θέλων, τί τὸ βιασάμενον εἰς τὸ εἶναι; καὶ πῶς θεός, εἰ βεβίασται, καὶ ταῦτα οὐκ ἄλλο τι ἢ αὐτὸ τὸ εἶναι θεός; πῶς οὖν γεγέννηται; πῶς ἔκτισται, εἴπερ ἔκτισται κατὰ σέ; καὶ γὰρ καὶ τοῦτο τῆς αὐτῆς ἀπορίας. τάχα ἂν εἴποις, βουλήσει καὶ λόγῳ. ἀλλ᾿ οὔπω λέγεις τὸ πᾶν. πῶς γὰρ ἔργου δύναμιν ἔσχεν ἡ βούλησις καὶ ὁ λόγος; ἔτι λείπεται λέγειν. οὐ γὰρ οὕτως ἄνθρωπος.
8. Πῶς οὖν γεγέννηται; οὐκ ἂν ἦν μεγάλη ἡ γέννησις, εἰ σοὶ κατελαμβάνετο, ὃς οὐδὲ τὴν ἰδίαν ἐπίστῃ γέννησιν, ἢ μικρόν τι ταύτης κατείληφας, καὶ ὅσον αἰσχύνῃ λέγειν· ἔπειτα οἴει τὸ πᾶν γινώσκειν; πολλὰ ἂν κάμοις πρότερον, ἢ εὕροις λόγους συμπήξεως, μορφώσεως, φανερώσεως, ψυχῆς πρὸς σῶμα δεσμόν, νοῦ πρὸς ψυχήν, λόγου πρὸς νοῦν, κίνησιν, αὔξησιν, τροφῆς ἐξομοίωσιν, αἴσθησιν, μνήμην, ἀνάμνησιν, τἄλλα ἐξ ὧν συνέστηκας· καὶ τίνα μὲν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, τίνα δὲ τὰ μεμερισμένα, τίνα δὲ ἃ παρ᾿ ἀλλήλων λαμβάνουσιν· ὧν γὰρ ὕστερον ἡ τελείωσις, τούτων οἱ λόγοι μετὰ τῆς γεννήσεως. εἰπὲ τίνες· καὶ μηδὲ τότε φιλοσοφήσῃς θεοῦ γέννησιν· οὐ γὰρ ἀσφαλές. εἰ μὲν γὰρ τὴν σὴν γινώσκεις, οὐ πάντως καὶ τὴν τοῦ θεοῦ· εἰ δὲ μηδὲ τὴν σήν, πῶς τὴν τοῦ θεοῦ; ὅσῳ γὰρ θεὸς ἀνθρώπου δυστεκμαρτότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀληπτοτέρα ἡ ἄνω γέννησις. εἰ δὲ ὅτι μή σοι κατείληπται, διὰ τοῦτο οὐδὲ γεγέννηται, ὥρα σοι πολλὰ διαγράφειν τῶν ὄντων, ἃ μὴ κατείληφας, καὶ πρό γε ἁπάντων τὸν θεὸν αὐτόν· οὐδὲ γὰρ ὅ τι ποτέ ἐστιν εἰπεῖν ἔχεις, καὶ εἰ λίαν τολμηρὸς εἶ, καὶ τὰ περιττὰ μεγαλόψυχος. κατάβαλέ σου τὰς ῥεύσεις, καὶ τὰς διαιρέσεις, καὶ τὰς τομάς, καὶ τὸ ὡς περὶ σώματος διανοεῖσθαι τῆς ἀσωμάτου φύσεως· καὶ τάχα ἂν ἄξιόν τι διανοηθείης θεοῦ γεννήσεως. πῶς γεγέννηται; πάλιν γὰρ τὸ αὐτὸ φθέγξομαι δυσχεραίνων. θεοῦ γέννησις σιωπῇ τιμάσθω. μέγα σοι τὸ μαθεῖν, ὅτι γεγέννηται. τὸ δὲ πῶς, οὐδὲ ἀγγέλοις ἐννοεῖν, μὴ ὅτι γέ σοι νοεῖν συγχωρήσομεν. βούλει παραστήσω τὸ πῶς; ὡς οἶδεν ὁ γεννήσας πατήρ, καὶ ὁ γεννηθεὶς υἱός. τὸ δὲ ὑπὲρ ταῦτα νέφει κρύπτεται, τὴν σὴν διαφεῦγον ἀμβλυωπίαν.
9. Ὄντα οὖν γεγέννηκεν, ἢ οὐκ ὄντα; τῶν ληρημάτων· περὶ ἐμὲ καὶ σὲ ταῦτα, οἳ τὸ μέν τι ἦμεν, ὥσπερ ἐν τῇ ὀσφύι τοῦ Ἀβραὰμ ὁ Λευί, τὸ δὲ γεγόναμεν· ὥστε ἐξ ὄντων τρόπον τινὰ τὸ ἡμέτερον, καὶ οὐκ ὄντων· ἐναντίως περὶ τὴν ἀρχέγονον ὕλην ὑποστᾶσαν σαφῶς ἐξ οὐκ ὄντων, κἄν τινες ἀγένητον ἀναπλάττωσιν. ἐνταῦθα δὲ σύνδρομον τῷ εἶναι τὸ γεγεννῆσθαι, καὶ ἀπ᾿ ἀρχῆς· ὥστε ποῦ θήσεις τὸ ἀμφίκρημνον τοῦτο ἐρώτημα; τί γὰρ τοῦ ἀπ᾿ ἀρχῆς πρεσβύτερον, ἵν᾿ ἐκεῖ θῶμεν τὸ εἶναί ποτε τοῦ υἱοῦ, ἢ τὸ μὴ εἶναι; ἀμφοτέρως γὰρ τὸ ἀπ᾿ ἀρχῆς λυθήσεται. εἰ μή σοι καὶ ὁ πατήρ, πάλιν ἐρωτώντων ἡμῶν, ἐξ ὄντων, ἢ ἐξ οὐκ ὄντων, κινδυνεύσειεν ἢ δὶς εἶναι, ὃ μὲν προών, ὃ δὲ ὤν, ἢ ταὐτὸν τῷ υἱῷ παθεῖν, ἐξ οὐκ ὄντων εἶναι, διὰ τὰ σὰ τῶν ἐρωτημάτων παίγνια, καὶ τὰς ἐκ ψάμμων οἰκοδομάς, αἳ μηδὲ αὔραις ἵστανται. ἐγὼ μὲν οὖν οὐδέτερον τούτων δέχομαι, καὶ τὴν ἐρώτησίν φημι τὸ ἄτοπον ἔχειν, οὐχὶ τὸ ἄπορον τὴν ἀπάντησιν. εἰ δέ σοι φαίνεται ἀναγκαῖον εἶναι τὸ ἕτερον ἀληθεύειν ἐπὶ παντός, κατὰ τὰς σὰς διαλεκτικὰς ὑπολήψεις, δέξαι μού τι μικρὸν ἐρώτημα. ὁ χρόνος ἐν χρόνῳ, ἢ οὐκ ἐν χρόνῳ; εἰ μὲν οὖν ἐν χρόνῳ, τίνι τούτῳ; καὶ τί παρὰ τοῦτον ὄντι; καὶ πῶς περιέχοντι; εἰ δὲ οὐκ ἐν χρόνῳ, τίς ἡ περιττὴ σοφία χρόνον εἰσάγειν ἄχρονον; τοῦ δέ, Νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον, ἢ ἀληθεύεσθαι μόνον, ἢ ψεύδεσθαι· οὐ γὰρ ἀμφότερα δώσομεν. ἀλλ᾿ οὐκ ἐνδέχεται. ἢ γὰρ ψευδόμενος ἀληθεύσει, ἢ ἀληθεύων ψεύσεται· πᾶσα ἀνάγκη. τί οὖν θαυμαστόν, ὥσπερ ἐνταῦθα συμβαίνει τὰ ἐναντία, οὕτως ἐκεῖσε ἀμφότερα ψεύδεσθαι, καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναφανήσεται; ἑν ἔτι μοι λῦσον τῶν αἰνιγμάτων· σεαυτῷ δὲ γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον; εἰ μὲν γὰρ καὶ παρῆς, καὶ πάρει, ὡς τίς, καὶ τίνι; καὶ πῶς ὁ εἷς ἄμφω γεγόνατε; εἰ δὲ μηδέτερον τῶν εἰρημένων, πῶς σεαυτοῦ χωρίζῃ; καὶ τίς ἡ αἰτία τῆς διαζεύξεως; ἀλλ᾿ ἀπαίδευτον τὸ περὶ τοῦ ἑνός, εἰ ἑαυτῷ πάρεστιν, ἢ μή, πολυπραγμονεῖν. ταῦτα γὰρ ἐπ᾿ ἄλλων, οὐχ ἑαυτοῦ λέγεται. ἀπαιδευτότερον, εὖ ἴσθι, τὸ ἀπ᾿ ἀρχῆς γεγεννημένον, εἰ ἦν πρὸ τῆς γεννήσεως, ἢ οὐκ ἦν, διευθύνεσθαι. οὗτος γὰρ περὶ τῶν χρόνῳ διαιρετῶν ὁ λόγος.
10. Ἀλλ᾿ οὐ ταὐτόν, φησι, τὸ ἀγέννητον καὶ τὸ γεννητόν. εἰ δὲ τοῦτο, οὐδὲ ὁ υἱὸς τῷ πατρὶ ταὐτόν. ὅτι μὲν φανερῶς ὁ λόγος οὗτος ἐκβάλλει τὸν υἱὸν τῆς θεότητος, ἢ τὸν πατέρα, τί χρὴ λέγειν; εἰ γὰρ τὸ ἀγέννητον οὐσία θεοῦ, τὸ γεννητὸν οὐκ οὐσία· εἰ δὲ τοῦτο, οὐκ ἐκεῖνο. τίς ἀντερεῖ λόγος; ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει, ὦ κεινὲ θεολόγε, εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακας. ἔπειτα πῶς οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν τὸ μὴ ἐκτισμένον καὶ ἐκτισμένον, κἀγὼ δέχομαι. οὐ γὰρ ταὐτὸν τῇ φύσει τὸ ἄναρχον καὶ τὸ κτιζόμενον. εἰ δὲ τὸ γεγεννηκὸς καὶ τὸ γεγεννημένον οὐ ταυτὸν λέγεις, οὐκ ὀρθῶς λέγεται. ταὐτὸν γὰρ εἶναι πᾶσα ἀνάγκη. αὕτη γὰρ φύσις γεννήματος, ταὐτὸν εἶναι τῷ γεγεννηκότι κατὰ τὴν φύσιν. ἢ οὕτω πάλιν· πῶς λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; εἰ μὲν γὰρ τὴν ἀγεννησίαν αὐτὴν καὶ τὴν γέννησιν, οὐ ταὐτόν· εἰ δὲ οἷς ὑπάρχει ταῦτα, πῶς οὐ ταὐτόν; ἐπεὶ καὶ τὸ ἄσοφον καὶ τὸ σοφὸν ἀλλήλοις μὲν οὐ ταὐτά, περὶ ταὐτὸν δέ, τὸν ἄνθρωπον· καὶ οὐκ οὐσίας τέμνει, περὶ δὲ τὴν αὐτὴν οὐσίαν τέμνεται. ἢ καὶ τὸ ἀθάνατον, καὶ τὸ ἄκακον, καὶ τὸ ἀναλλοίωτον οὐσία θεοῦ. ἀλλ᾿ εἰ τοῦτο, πολλαὶ οὐσίαι θεοῦ, καὶ οὐ μία. ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον. οὐ γὰρ ἀσυνθέτως ταῦτα, εἴπερ οὐσίαι.
11. Ταῦτα μὲν οὔ φασι, κοινὰ γὰρ καὶ ἄλλων. ὃ δὲ μόνου θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία. οὐκ ἂν μὲν συγχωρήσαιεν εἶναι μόνου θεοῦ τὸ ἀγέννητον οἱ καὶ τὴν ὕλην καὶ τὴν ἰδέαν συνεισάγοντες ὡς ἀγέννητα. τὸ γὰρ Μανιχαίων πορρωτέρω ῥίψωμεν σκότος. πλὴν ἔστω μόνου θεοῦ. τί δὲ ὁ Ἀδάμ; οὐ μόνος πλάσμα θεοῦ; καὶ πάνυ, φήσεις. ἆρ᾿ οὖν καὶ μόνος ἄνθρωπος; οὐδαμῶς. τί δή ποτε; ὅτι μὴ ἀνθρωπότης ἡ πλάσις· καὶ γὰρ τὸ γεννηθὲν ἄνθρωπος. οὕτως οὐδὲ τὸ ἀγέννητον μόνον θεός, εἰ καὶ μόνου πατρός, ἀλλὰ δέξαι καὶ τὸ γεννητὸν εἶναι θεόν. ἐκ θεοῦ γάρ, εἰ καὶ λίαν εἶ φιλαγέννητος. ἔπειτα πῶς οὐσίαν θεοῦ λέγεις, οὐ τὴν τοῦ ὄντος θέσιν, ἀλλὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν; τὸ γὰρ μὴ ὑπάρχειν αὐτῷ γέννησιν ὁ λόγος δηλοῖ, οὐχ ὃ τὴν φύσιν ἐστὶ παρίστησιν, οὐδ᾿ ὃ ὑπάρχει τὸ μὴ ἔχον γέννησιν. τίς οὖν οὐσία θεοῦ; τῆς σῆς ἀπονοίας τοῦτο λέγειν, ὃς πολυπραγμονεῖς καὶ τὴν γέννησιν. ἡμῖν δὲ μέγα, κἂν εἴποτε καὶ εἰς ὕστερον τοῦτο μάθοιμεν, λυθέντος ἡμῖν τοῦ ζόφου καὶ τῆς παχύτητος, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. τοῦτο μὲν οὖν καὶ νοείσθω καὶ ἐλπιζέσθω τοῖς ἐπὶ τούτῳ καθαιρομένοις. ἡμεῖς δὲ τοσοῦτον εἰπεῖν θαρρήσωμεν, ὅτι εἰ καὶ μέγα τῷ πατρὶ τὸ μηδαμόθεν ὡρμῆσθαι, οὐκ ἔλαττον τῷ υἱῷ τὸ ἐκ τοιούτου πατρός. τῆς τε γὰρ τοῦ ἀναιτίου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀναιτίου, καὶ πρόσεστι τὸ τῆς γεννήσεως, πρᾶγμα τοσοῦτον καὶ οὕτω σεβάσμιον τοῖς μὴ πάντῃ χαμαιπετέσι καὶ ὑλικοῖς τὴν διάνοιαν.
12. Ἀλλ᾿ εἰ ταὐτὸν τῷ πατρί, φασιν, ὁ υἱὸς κατ᾿ οὐσίαν, ἀγέννητος δὲ ὁ πατήρ, ἔσται τοῦτο καὶ ὁ υἱός. καλῶς, εἴπερ οὐσία θεοῦ τὸ ἀγέννητον, ἵν᾿ ᾖ τις καινὴ μίξις, γεννητοαγέννητον. εἰ δὲ περὶ οὐσίαν ἡ διαφορά, τί τοῦτο ὡς ἰσχυρὸν λέγεις; ἢ καὶ σὺ πατὴρ τοῦ πατρός, ἵνα μηδενὶ λείπῃ τοῦ σοῦ πατρός, ἐπειδὴ ταὐτὸν εἶ κατ᾿ οὐσίαν; ἢ δῆλον ὅτι, τῆς ἰδιότητος ἀκινήτου μενούσης, ζητήσομεν οὐσίαν θεοῦ, ἥ τις ποτέ ἐστιν, εἴπερ ζητήσομεν; ὅτι δὲ οὐ ταὐτὸν ἀγέννητον καὶ θεός, ὧδε ἂν μάθοις. εἰ ταὐτὸν ἦν, ἔδει πάντως, ἐπειδὴ τινῶν θεὸς ὁ θεός, τινῶν εἶναι καὶ τὸ ἀγέννητον· ἢ ἐπεὶ μηδενὸς τὸ ἀγέννητον, μηδὲ τὸν θεὸν εἶναι τινῶν. τὰ γὰρ πάντῃ ταὐτὰ καὶ ὁμοίως ἐκφέρεται. ἀλλὰ μὴν οὐ τινῶν τὸ ἀγέννητον, τίνων γάρ; καὶ τινῶν θεὸς ὁ θεός, πάντων γάρ. πῶς οὖν ἂν εἴη ταὐτὸν θεὸς καὶ ἀγέννητον; καὶ πάλιν, ἐπειδὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἀντίκειται ἀλλήλοις, ὡς ἕξις καὶ στέρησις, ἀνάγκη καὶ οὐσίας εἰσαχθῆναι ἀντικειμένας ἀλλήλαις. ὅπερ οὐ δέδοται· ἢ ἐπειδὴ πάλιν αἱ ἕξεις τῶν στερήσεων πρότεραι, καὶ ἀναιρετικαὶ τῶν ἕξεων αἱ στερήσεις, μὴ μόνον πρεσβυτέραν εἶναι τῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ υἱοῦ, ἀλλὰ καὶ ἀναιρουμένην ὑπὸ τοῦ πατρός, ὅσον ἐπὶ ταῖς σαῖς ὑποθέσεσι.
13. Τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων; τάχα ἂν ἐπ᾿ ἐκεῖνο καταφύγοιεν τελευταῖον· ὡς εἰ μὲν οὐ πέπαυται τοῦ γεννᾷν ὁ θεός, ἀτελὴς ἡ γέννησις, καί ποτε παύσεται· εἰ πέπαυται δέ, πάντως καὶ ἤρξατο. πάλιν οἱ σωματικοὶ τὰ σωματικά. ἐγὼ δὲ εἰ μὲν ἀΐδιον αὐτῷ τὸ γεννᾶσθαι, ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ Πρὸ πάντων βουνῶν γεννᾷ με ἀκριβῶς ἐπισκέψωμαι. οὐχ ὁρῶ δὲ τίς ἡ ἀνάγκη τοῦ λόγου. εἰ γὰρ ἦρκται κατ᾿ αὐτοὺς τὸ παυσόμενον, οὐκ ἦρκται πάντως τὸ μὴ παυσόμενον. τί τοίνυν ἀποφανοῦνται περὶ ψυχῆς, ἢ τῆς ἀγγελικῆς φύσεως; εἰ μὲν ἦρκται, καὶ παύσεται· εἰ δὲ οὐ παύσεται, δῆλον ὅτι κατ᾿ αὐτοὺς οὐδὲ ἦρκται. ἀλλὰ μὴν καὶ ἦρκται, καὶ οὐ παύσεται. οὐκ ἄρα ἦρκται κατ᾿ αὐτοὺς τὸ παυσόμενον. ὁ μὲν οὖν ἡμέτερος λόγος· ὥσπερ ἵππου, καὶ βοός, καὶ ἀνθρώπου, καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος, εἷς λόγος ἐστί, καὶ ὃ μὲν ἂν μετέχῃ τοῦ λόγου, τοῦτο καὶ κυρίως λέγεσθαι, ὃ δ᾿ ἂν μὴ μετέχῃ, τοῦτο ἢ μὴ λέγεσθαι, ἢ μὴ κυρίως λέγεσθαι. οὕτω δὲ καὶ θεοῦ μίαν οὐσίαν εἶναι, καὶ φύσιν. καὶ κλῆσιν, κἂν ἐπινοίαις τισὶ διαιρουμέναις συνδιαιρῆται καὶ τὰ ὀνόματα· καὶ ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν· ὃ δ᾿ ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι· εἴπερ μὴ ἐν ὀνόμασιν, ἀλλ᾿ ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια. οἱ δέ, ὥσπερ δεδοικότες μὴ πάντα κινεῖν κατὰ τῆς ἀληθείας, θεὸν μὲν εἶναι τὸν υἱὸν ὁμολογοῦσιν, ὅταν βιασθῶσι τῷ λόγῳ καὶ ταῖς μαρτυρίαις, ὁμώνυμον δὲ καὶ μόνης κοινωνοῦντα τῆς κλήσεως.
14. Ὅταν δὲ ἀνθυποφέρωμεν αὐτοῖς· τί οὖν; οὐ κυρίως θεὸς ὁ υἱός, ὥσπερ οὐδὲ ζῷον τὸ γεγραμμένον; πῶς οὖν θεός, εἰ μὴ κυρίως θεός; τί γὰρ κωλύει, φασί, καὶ ὁμώνυμα ταῦτα εἶναι, καὶ κυρίως ἀμφότερα λέγεσθαι; καὶ προσοίσουσιν ἡμῖν τὸν κύνα, τὸν χερσαῖον, καὶ τὸν θαλάττιον, ὁμώνυμά τε ὄντα, καὶ κυρίως λεγόμενα, ἔστι γάρ τι καὶ τοιοῦτον εἶδος ἐν τοῖς ὁμωνύμοις, καὶ εἴτε τι ἄλλο τῇ αὐτῇ προσχρῆται προσηγορίᾳ, καὶ μετέχει ταύτης ἐπ᾿ ἴσης, τῇ φύσει διεστηκός. ἀλλ᾿ ἐκεῖ μέν, ὦ βέλτιστε, δύο φύσεις τιθεὶς ὑπὸ τὴν αὐτὴν προσηγορίαν, οὐδὲν ἀμείνω τὴν ἑτέραν τῆς ἑτέρας εἰσάγεις, οὐδὲ τὴν μὲν πρότερον, τὴν δὲ ὕστερον, οὐδὲ τὴν μὲν μᾶλλον, τὴν δὲ ἧττον οὖσαν τοῦθ᾿ ὅπερ λέγεται. οὐδὲ γάρ τι συνέζευκται τὸ ταύτην παρέχον αὐταῖς τὴν ἀνάγκην. οὐ γὰρ ὁ μὲν μᾶλλον κύων, ὁ δὲ ἧττον τοῦ ἑτέρου κυνός, οἷον ὁ θαλάττιος τοῦ χερσαίου, ἢ ὁ χερσαῖος ἔμπαλιν τοῦ θαλαττίου· διὰ τί γάρ, ἢ κατὰ τίνα λόγον; ἀλλ᾿ ἐν ὁμοτίμοις πράγμασι καὶ διαφόροις ἡ κοινωνία τῆς κλήσεως. ἐνταῦθα δὲ τῷ θεῷ παραζευγνὺς τὸ σεβάσμιον, καὶ τὸ ὑπὲρ πᾶσαν οὐσίαν εἶναι καὶ φύσιν. ὃ μόνου θεοῦ καὶ οἱονεὶ φύσις θεότητος, εἶτα τῷ πατρὶ μὲν τοῦτο διδούς, τὸν υἱὸν δὲ ἀποστερῶν καὶ ὑποτιθείς, καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι τὴν θεότητα περικόπτεις, καὶ μεταβαίνεις κακούργως ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ τὴν τὰ μὴ ἴσα συνδέουσαν· ὥστε ὁ γραπτός σοι καὶ ὁ ζῶν ἄνθρωπος μᾶλλον ἢ οἱ τοῦ ὑποδείγματος κύνες τῇ θεότητι πλησιάζουσιν. ἢ δὸς ἀμφοτέροις, ὥσπερ τὴν κοινωνίαν τῆς κλήσεως, οὕτω δὲ καὶ τὴν ὁμοτιμίαν τῶν φύσεων, εἰ καὶ διαφόρους ταύτας εἰσάγεις· καὶ καταλέλυκάς σου τοὺς κύνας, οὓς ἐξηῦρες κατὰ τῆς ἀνισότητος. τί γὰρ ὄφελος τῆς ὁμωνυμίας, εἰ τὸ ἰσότιμον μὴ ἔχοιεν οἱ παρά σου διαιρούμενοι; οὐ γὰρ ἵνα ἰσότιμα δείξῃς, ἀλλ᾿ ἵνα ἀνισότιμα, πρὸς τὴν ὁμωνυμίαν καὶ τοὺς κύνας κατέφυγες. πῶς ἄν τις ἐλεγχθείη μᾶλλον καὶ ἑαυτῷ μαχόμενος καὶ θεότητι;
15. Ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι τῷ αἰτίῳ μείζων ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν Τὸ δὲ αἴτιον φύσει πρότασιν, ἔπειτα τὸ Μεῖζον τῇ φύσει συνάγωσιν· οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται, ἢ τοὺς πρὸς οὓς ὁ λόγος. οὐ γὰρ ἁπλῶς ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος, καὶ τίνα. ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν ποιησάμενον τήν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, ἔπειτα προσλαβόντα τὸ Φύσει δὲ οὐ πάντως μείζων οὐδὲ πατήρ, ἐντεῦθεν συναγαγεῖν τὸ Μεῖζον οὐ πάντως μεῖζον· ἤ, Ὁ πατὴρ οὐ πάντως πατήρ. εἰ βούλει δὲ οὕτως· ὁ θεός, οὐσία· ἡ οὐσία δέ, οὐ πάντως θεός· τὸ ἑξῆς αὐτὸς συνάγαγε· ὁ θεός, οὐ πάντως θεός. ἀλλ᾿ οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος, ὡς τοῖς περὶ ταῦτα τεχνολογεῖν σύνηθες. ἡμῶν γὰρ τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ ἂν εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον.
16. Ἐκεῖνο δὲ πῶς παραδράμωμεν, οὐδενὸς ἧττον τῶν εἰρημένων ὂν ἀξιάγαστον; Ὁ πατήρ, φησιν, οὐσίας, ἢ ἐνεργείας ὄνομα; ὡς ἀμφοτέρωθεν ἡμᾶς δήσοντες, εἰ μὲν οὐσίας φήσομεν, συνθησομένους ἑτεροούσιον εἶναι τὸν υἱόν, ἐπειδὴ μία μὲν οὐσία θεοῦ, ταύτην δέ, ὡς οὗτοι, προκατείληφεν ὁ πατήρ· εἰ δὲ ἐνεργείας, ποίημα σαφῶς ὁμολογήσοντας, ἀλλ᾿ οὐ γέννημα. οὗ γὰρ ὁ ἐνεργῶν, ἐκεῖ πάντως καὶ τὸ ἐνεργούμενον. καὶ πῶς τῷ πεποιηκότι ταὐτὸν τὸ πεποιημένον, θαυμάζειν φήσουσι. σφόδρα ἂν ᾐδέσθην ὑμῶν καὶ αὐτὸς τὴν διαίρεσιν, εἰ τῶν δύο τὸ ἕτερον δέξασθαι ἦν ἀναγκαῖον, ἀλλὰ μὴ τὰ δύο διαφυγόντα τρίτον εἰπεῖν ἀληθέστερον· ὅτι οὔτε οὐσίας ὄνομα ὁ πατήρ, ὦ σοφώτατοι, οὔτε ἐνεργείας, σχέσεως δὲ καὶ τοῦ πῶς ἔχει πρὸς τὸν υἱὸν ὁ πατήρ, ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα. ὡς γὰρ παρ᾿ ἡμῖν αἱ κλήσεις αὗται τὸ γνήσιον καὶ οἰκεῖον γνωρίζουσιν, οὕτω κἀκεῖ τὴν τοῦ γεγεννημένου πρὸς τὸ γεγεννηκὸς ὁμοφυίαν σημαίνουσιν. ἔστω δέ, ὑμῶν χάριν, καὶ οὐσίας τις ὁ πατήρ· συνεισάξει τὸν υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς ἐννοίας καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν. ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ· οὐδὲ οὕτως ἡμᾶς αἱρήσετε. αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἢ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις. ὁρᾷς ὅπως ὑμῶν, καὶ κακομαχεῖν ἐθελόντων, τὰς στροφὰς διαφεύγομεν; ἐπεὶ δέ σου τὸ ἐν τοῖς λογισμοῖς καὶ ταῖς στροφαῖς ἄμαχον ἔγνωμεν, ἴδωμέν σου καὶ τὴν ἐκ τῶν θείων λογίων ἰσχύν, ἂν ἄρα δέξῃ κἀντεῦθεν πείθειν ἡμᾶς.
17. Ἡμεῖς μὲν γὰρ ἐκ μεγάλων καὶ ὑψηλῶν τῶν φωνῶν τοῦ υἱοῦ τὴν θεότητα καὶ κατειλήφαμεν, καὶ κηρύσσομεν. τίνων τούτων; τῆς θεός, τῆς λόγος, ὁ ἐν ἀρχῇ, ὁ μετὰ τῆς ἀρχῆς, ἡ ἀρχή· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· καί, Μετά σου ἡ ἀρχή· καί, Ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχήν. ἐπειδὴ υἱὸς μονογενής· Ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. ὁδός, ἀλήθεια, ζωή, φῶς· Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· καί, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. σοφία, δύναμις· Χριστὸς θεοῦ δύναμις, καὶ θεοῦ σοφία. ἀπαύγασμα, χαρακτήρ, εἰκών, σφραγίς· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί, Εἰκὼν τῆς ἀγαθότητος· καί, Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. κύριος, βασιλεύς, ὁ ὤν, ὁ παντοκράτωρ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου· καί, Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· καί, Ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ὁ παντοκράτωρ. σαφῶς περὶ τοῦ υἱοῦ λεγόμενα, καὶ ὅσα τῆς αὐτῆς τούτοις ἐστὶ δυνάμεως, ὧν οὐδὲν ἐπίκτητον, οὐδὲ ὕστερον τῷ υἱῷ προσγενόμενον, ἢ τῷ πνεύματι, ὥσπερ οὐδὲ αὐτῷ τῷ πατρί. οὐ γὰρ ἐκ προσθήκης τὸ τέλειον. οὐ γὰρ ἦν ὅτε ἄλογος ἦν, οὐδὲ ἦν ὅτε οὐ πατήρ, οὐδὲ ἦν ὅτε οὐκ ἀληθής, ἢ ἄσοφος, ἢ ἀδύνατος, ἢ ζωῆς ἐνδεής, ἢ λαμπρότητος, ἢ ἀγαθότητος.
18. Σὺ δέ μοι καταρίθμει πρὸς ταῦτα τὰ τῆς ἀγνωμοσύνης ῥήματα, τὸ θεός μου καὶ θεὸς ὑμῶν, τὸ μείζων, τὸ ἔκτισε, τὸ ἐποίησε, τὸ ἡγίασεν. εἰ βούλει δέ, καὶ τὸ δοῦλον, καὶ τὸ ὑπήκοον· τὸ δέδωκε, τὸ ἔμαθε, τὸ ἐντέταλται, τὸ ἀπέσταλται, τὸ μὴ δύνασθαι ἀφ᾿ ἑαυτοῦ τι ποιεῖν, ἢ λέγειν, ἢ κρίνειν, ἢ δωρεῖσθαι, ἢ βούλεσθαι. ἔτι δὲ καὶ ταῦτα, τὴν ἄγνοιαν, τὴν ὑποταγήν, τὴν εὐχήν, τὴν ἐρώτησιν, τὴν προκοπήν, τὴν τελείωσιν. πρόσθες, εἰ βούλει, καὶ ὅσα τούτων ταπεινότερα, τὸ ὑπνοῦν, τὸ πεινῆν, τὸ κοπιᾶν, τὸ δακρύειν, τὸ ἀγωνιᾶν, τὸ ὑποδύεσθαι. τάχα δ᾿ ἂν ὀνειδίσαις καὶ τὸν σταυρόν, καὶ τὸν θάνατον. τὴν γὰρ ἔγερσιν καὶ τὴν ἀνάληψιν παρήσειν μοι δοκεῖς, ἐπειδή τι καὶ πρὸς ἡμῶν ἐν τούτοις εὑρίσκεται. πολλὰ δ᾿ ἂν ἔτι πρὸς τούτοις σπερμολογήσαις, εἰ βούλοιο συντιθέναι τὸν ὁμώνυμόν σου θεὸν καὶ παρέγγραπτον, ἡμῖν δὲ ἀληθινὸν καὶ ὁμότιμον τῷ πατρί. τούτων γὰρ ἕκαστον οὐ χαλεπὸν μὲν καὶ κατὰ μέρος ἐπεξιόντα ἐξηγεῖσθαί σοι πρὸς τὸ εὐσεβέστατον, καὶ ἀνακαθαίρειν τὸ ἐν τοῖς γράμμασι πρόσκομμα, εἴ γε προσπταίεις ὄντως, ἀλλὰ μὴ ἑκὼν κακουργεῖς. ἑνὶ δὲ κεφαλαίῳ, τὰ μὲν ὑψηλότερα πρόσαγε τῇ θεότητι καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινότερα τῷ συνθέτῳ, καὶ τῷ διὰ σὲ κενωθέντι καὶ σαρκωθέντι, οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ ἀνθρωπισθέντι, εἶτα καὶ ὑψωθέντι, ἵνα σὺ τὸ τῶν δογμάτων σου σαρκικὸν καὶ χαμαιπετὲς καταλύσας μάθῃς ὑψηλότερος εἶναι, καὶ συνανιέναι θεότητι, καὶ μὴ τοῖς ὁρωμένοις ἐναπομένοις, ἀλλὰ συνεπαίρῃ τοῖς νοουμένοις, καὶ γινώσκῃς, τίς μὲν φύσεως λόγος, τίς δὲ λόγος οἰκονομίας.
19. Οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος, ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν· ὁ νῦν ἄνθρωπος καὶ ἀσύνθετος ἦν. ὃ μὲν ἦν, διέμεινεν· ὃ δὲ οὐκ ἦν, προσέλαβεν. ἐν ἀρχῇ ἦν ἀναιτίως· τίς γὰρ αἰτία θεοῦ; ἀλλὰ καὶ ὕστερον γέγονε δι᾿ αἰτίαν (ἡ δὲ ἦν τὸ σὲ σωθῆναι τὸν ὑβριστήν, ὃς διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατεδέξατ)ο διὰ μέσου νοὸς ὁμιλήσας σαρκί, καὶ γενόμενος ἄνθρωπος, ὁ κάτω θεός· ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος, ἵνα γένωμαι τοσοῦτον θεός, ὅσον ἐκεῖνος ἄνθρωπος. ἐγεννήθη μέν, ἀλλὰ καὶ ἐγεγέννητο· ἐκ γυναικὸς μέν, ἀλλὰ καὶ παρθένου. τοῦτο ἀνθρώπινον, ἐκεῖνο θεῖον. ἀπάτωρ ἐντεῦθεν, ἀλλὰ καὶ ἀμήτωρ ἐκεῖθεν. ὅλον τοῦτο θεότητος. ἐκυοφορήθη μέν, ἀλλ᾿ ἐγνώσθη προφήτῃ καὶ αὐτῷ κυοφορουμένῳ, καὶ προσκιρτῶντι τοῦ λόγου, δι᾿ ὃν ἐγένετο. ἐσπαργανώθη μέν, ἀλλ᾿ ἀποσπαργανοῦται τὰ τῆς ταφῆς ἀνιστάμενος. ἐν φάτνῃ μὲν ἀνελκίθη, ἀλλ᾿ ὑπ᾿ ἀγγέλων ἐδοξάσθη, καὶ ὑπ᾿ ἀστέρος ἐμηνύθη, καὶ ὑπὸ μάγων προσεκυνήθη. πῶς σὺ προσπταίεις τῷ βλεπομένῳ, μὴ σκοπῶν τὸ νοούμενον; ἐφυγαδεύθη μὲν εἰς Αἴγυπτον, ἀλλὰ φυγαδεύει τὰ Αἰγυπτίων. οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος παρὰ Ἰουδαίοις, ἀλλὰ τῷ Δαβὶδ ὡραῖος ἦν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ᾿ ἐπὶ τοῦ ὄρους ἀστράπτει, καὶ ἡλίου φωτοειδέστερος γίνεται, τὸ μέλλον μυσταγωγῶν.
20. Ἐβαπτίσθη μὲν ὡς ἄνθρωπος, ἀλλ᾿ ἁμαρτίας ἔλυσεν ὡς θεός· οὐ καθαρσίων αὐτὸς δεόμενος, ἀλλ᾿ ἵνα ἁγιάσῃ τὰ ὕδατα. ἐπειράσθη ὡς ἄνθρωπος, ἀλλ᾿ ἐνίκησεν ὡς θεός· ἀλλὰ Θαρρεῖν διακελεύεται, ὡς κόσμον νενικηκώς. ἐπείνησεν, ἀλλ᾿ ἔθρεψε χιλιάδας, ἀλλ᾿ ἄρτος ἐστὶ ζωτικὸς καὶ οὐράνιος. ἐδίψησεν, ἀλλ᾿ ἐβόησεν· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· ἀλλὰ καὶ πηγάζειν ὑπέσχετο τοὺς πιστεύοντας. ἐκοπίασεν, ἀλλὰ τῶν κοπιώντων καὶ πεφορτισμένων ἐστὶν ἀνάπαυσις. ἐβαρήθη μὲν ὕπνῳ, ἀλλ᾿ ἐπὶ πελάγους κουφίζεται, ἀλλ᾿ ἐπιτιμᾷ πνεύμασιν, ἀλλὰ Πέτρον κουφίζει βαπτιζόμενον. δίδωσι τέλος, ἀλλ᾿ ἐξ ἰχθύος, ἀλλὰ βασιλεύει τῶν ἀπαιτούντων. Σαμαρείτης ἀκούει καὶ δαιμονῶν, πλὴν σώζει τὸν ἀπὸ Ἱερουσαλὴμ καταβαίνοντα καὶ λῃσταῖς περιπεσόντα, πλὴν ὑπὸ δαιμόνων ἑπιγινώσκεται, καὶ ἀπελαύνει δαίμονας, καὶ λεγεῶνα πνευμάτων βυθίζει, καὶ ὡς ἀστραπὴν ὁρᾷ πίπτοντα τὸν ἀρχηγὸν τῶν δαιμόνων. λιθάζεται, ἀλλ᾿ οὐχ ἁλίσκεται. προσεύχεται, ἀλλ᾿ ἐπακούει. δακρύει, ἀλλὰ παύει δάκρυον. ἐρωτᾷ ποῦ τέθειται Λάζαρος, ἄνθρωπος γὰρ ἦν· ἀλλ᾿ ἐγείρει Λάζαρον, θεὸς γὰρ ἦν. πωλεῖται, καὶ λίαν εὐώνως, τριάκοντα γὰρ ἀργυρίων, ἀλλ᾿ ἐξαγοράζει κόσμον, καὶ μεγάλης τιμῆς, τοῦ ἰδίου γὰρ αἵματος. ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεται, ἀλλὰ ποιμαίνει τὸν Ἰσραήλ, νῦν δὲ καὶ πᾶσαν τὴν οἰκουμένην. ὡς ἀμνὸς ἄφωνος, ἀλλὰ λόγος ἐστί, φωνῇ βοῶντος ἐν τῇ ἐρήμῳ καταγγελλόμενος. μεμαλάκισται, καὶ τετραυμάτισται, ἀλλὰ θεραπεύει πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. ἐπὶ τὸ ξύλον ἀνάγεται, προσπήγνυται, ἀλλὰ τῷ ξύλῳ τῆς ζωῆς ἀποκαθίστησιν, ἀλλὰ σώζει καὶ λῃστὴν συσταυρούμενον, ἀλλὰ σκοτίζει πᾶν τὸ ὁρώμενον. ὄξος ποτίζεται, χολὴν βρωματίζεται· τίς; ὁ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ὁ τῆς πικρᾶς γεύσεως καταλυτής, ὁ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. παραδίδωσι τὴν ψυχήν, ἀλλ᾿ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν, ἀλλὰ καταπέτασμα ῥήγνυται, τὰ γὰρ ἄνω παραδείκνυται, ἀλλὰ πέτραι σχίζονται, ἀλλὰ νεκροὶ ἐγείρονται. ἀποθνήσκει, ζωοποιεῖ δέ, καὶ καταλύει τῷ θανάτῳ τὸν θάνατον. θάπτεται, ἀλλ᾿ ἀνίσταται. εἰς ᾅδου κάτεισιν, ἀλλ᾿ ἀνάγει ψυχάς, ἀλλ᾿ εἰς οὐρανοὺς ἄνεισιν, ἀλλ᾿ ἥξει κρῖναι ζῶντας καὶ νεκρούς, καὶ τοὺς τοιούτους βασανίσαι λόγους. εἰ ταῦτα ἐμποιεῖ σοι τῆς πλάνης τὴν ἀφορμήν, ἐκεῖνά σου λύει τὴν πλάνην.
21. Ταῦτα τοῖς αἰνιγματισταῖς παρ᾿ ἡμῶν, οὐχ ἑκόντων μέν· οὐ γὰρ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία καὶ λόγων ἀντίθεσις, ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος· πλὴν ἀναγκαίως διὰ τοὺς ἐμπίπτοντας, ἐπεὶ καὶ διὰ τὰς νόσους τὰ φάρμακα, ἵν᾿ εἰδῶσι μὴ πάντα ὄντες σοφοὶ μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα τὸ εὐαγγέλιον. ὅταν γὰρ τὸ τοῦ λόγου δυνατὸν προβαλλώμεθα, τὸ πιστεύειν ἀφέντες, καὶ τὸ τοῦ πνεύματος ἀξιόπιστον ταῖς ζητήσεσι λύσωμεν, εἶτα ἡττηθῇ τοῦ μεγέθους τῶν πραγμάτων ὁ λόγος, ἡττηθήσεται δὲ πάντως, ἀπὸ ἀσθενοῦς ὀργάνου τῆς ἡμετέρας διανοίας ὁρμώμενος, τί γίνεται; τὸ ἀσθενὲς τοῦ λόγου τοῦ μυστηρίου φαίνεται· καὶ οὕτω κένωσις τοῦ σταυροῦ τὸ τοῦ λόγου κομψὸν ἀναδείκνυται, ὡς καὶ Παύλῳ δοκεῖ. ἡ γὰρ πίστις τοῦ καθ᾿ ἡμᾶς λόγου πλήρωσις. ὁ δὲ ἀναγγέλλων συνδέσμους, καὶ λύων κρατούμενα, ὁ καὶ ἡμῖν ἐπὶ νοῦν ἀγαγὼν διαλῦσαι στραγγαλιὰς βιαίων δογμάτων, μάλιστα μὲν καὶ τούτους μεταβαλὼν ποιήσειεν πιστοὺς ἀντὶ τεχνολόγων, καὶ Χριστιανοὺς ἀνθ᾿ ὧν νῦν ὀνομάζονται. τοῦτο δὴ καὶ παρακαλοῦμεν· δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ θεῷ, καὶ τὸ πνεῦμα μὴ σβέννυτε· μᾶλλον δέ, καταλλαγείη Χριστὸς ὑμῖν, καὶ τὸ πνεῦμα ὀψὲ γοῦν ἀναλάμψειεν. εἰ δὲ λίαν ἔχοιτε φιλονείκως, ἀλλ᾿ ἡμεῖς γε σώζοιμεν ἡμῖν αὐτοῖς τὴν τριάδα, καὶ ὑπὸ τῆς τριάδος σωζοίμεθα, μένοντες εἰλικρινεῖς καὶ ἀπρόσκοποι, μέχρις ἀναδείξεως τελεωτέρας τῶν ποθουμένων, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· Ἀμήν.