Μετάβαση στο περιεχόμενο

Ηρωικός (Φιλόστρατος)

Από Βικιθήκη
Ἡρωικός
Συγγραφέας:
Διάλογοι
Flavii Philostrati Opera, Vol 2. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1871.


Φοῖνιξ

Φοῖνιξ, ἀμπελουργέ, τῶν περὶ Σιδῶνα καὶ Τύρον. τὸ δὲ Ἰωνικὸν τῆς στολῆς ἐπιχώριον ἤδη καὶ ἡμῖν τοῖς ἐκ Φοινίκης.

ἀμπελουργός

πόθεν οὖν μετεσκεύασθε;

Φοῖνιξ

Σύβαρις Ἰωνικὴ τὴν Φοινίκην κατέσχεν ὁμοῦ πᾶσαν, καὶ γραφὴν ἐκεῖ ἄν τις, οἶμαι, φύγοι μὴ τρυφῶν.

ἀμπελουργός

βαδίζεις δὲ ποῖ μετέωρός τε καὶ ὑπὲρ πάντα τὰ ἐν ποσίν;

Φοῖνιξ

συμβόλου καὶ φήμης, ἀμπελουργέ, δέομαι περὶ εὐπλοίας, φασὶ γὰρ ἡμᾶς ἀφήσειν ἐς τὸν Αἰγαῖον αὐτόν· δεινὴ δέ, οἶμαι, ἡ θάλαττα καὶ οὐ ῥᾳδία πλεῦσαι. βαδίζω δὲ τὴν ἐναντίαν ὁδὸν τῷ ἀνέμῳ· καὶ γὰρ ὑπὲρ εὐπλοίας πρὸς τουτονὶ τὸν σκοπὸν θεωροῦσι Φοίνικες.

ἀμπελουργός

σοφοί γε, ὦ ξένε, τὰ ναυτικὰ ὄντες· ὑμεῖς γάρ που καὶ τὴν ἑτέραν ἄρκτον ἐνεσημήνασθε τῷ οὐρανῷ καὶ πρὸς αὐτὴν πλεῖτε. ὥσπερ δὲ τὰς ναυτιλίας τιλίας ἐπαινεῖσθε, οὕτω τὰς ἐμπορίας διαβέβλησθε ὡς φιλοχρήματοί τε καὶ τρῶκται. [p. 129]

Φοῖνιξ

σὺ δὲ οὐ φιλοχρήματος, ἀμπελουργέ, ζῶν ἐν ταύταις ταῖς ἀμπέλοις καὶ ζητῶν ἴσως ὅστις μὲν ὀπωριεῖ καταβαλών σοι δραχμὴν τῶν βοτρύων, ὅτῳ δὲ ἀποδώσῃ τὸ γλεῦκος ἢ ὅτῳ τὸν ἀνθοσμίαν; ὅν, οἶμαι, καὶ κατορωρυγμένον φῂς ἔχειν ὥσπερ ὁ Μάρων.

ἀμπελουργός

ξένε Φοῖνιξ, εἰ μὲν εἰσί που τῆς γῆς Κύκλωπες, οὓς λέγεται ἡ γῆ ἀργοὺς βόσκειν φυτεύοντας οὐδέν, οὐδὲ σπείροντας, ἀφύλακτα μὲν τὰ φυόμενα εἴη ἄν, καίτοι Δήμητρός γε καὶ Διονύσου ὄντα, πωλοῖτο δ᾽ ἂν οὐδὲν ἐκ τῆς γῆς, ἀλλ᾽ ἄτιμά τε καὶ κοινὰ φύοιτ᾽ ἄν, ὥσπερ ἐν Συῶν ἀγορᾷ· σπείρειν δὲ ὅπου χρὴ καὶ ἀροῦν καὶ φυτεύειν καὶ ἄλλο ἐπ᾽ ἄλλῳ ποιεῖν προσκείμενον τῇ γῇ ὑποκείμενον ταῖς ὥραις, ἐνταῦθα πωλεῖν τε χρὴ καὶ ὠνεῖσθαι. δεῖ γὰρ καὶ γεωργίᾳ χρημάτων, καὶ ἄνευ τούτων οὔτε ἀρότην θρέψεις οὔτε ἀμπελουργὸν οὔτε βουκόλον οὔτε αἰπόλον, οὐδὲ κρατὴρ ἔσται σοι πιεῖν ἢ σπεῖσαι, καὶ γὰρ τὸ ἥδιστον τῶν ἐν γεωργίᾳ, τὸ τρυγᾶν ἀμπέλους, μισθοῦ χρὴ πράττειν, εἰ δὲ μή, ἄοινοί τε καὶ ἀργοὶ ἑστήξουσιν, ὥσπερ γεγραμμέναι. ταυτὶ μὲν οὖν, ὦ ξένε, ὑπὲρ παντὸς εἴρηκα τοῦ τῶν γεωργῶν κύκλου, τοὐμὸν δὲ πολλῷ ἐπιεικέστερον· οὐ γὰρ ξυμβάλλω ἐμπόροις, οὐδὲ τὴν δραχμὴν ὅ τι ἐστί, γιγνώσκω, ἀλλὰ βοῦν σίτου καὶ οἴνου τράγον καὶ τοιαῦτα τοιούτων ἢ ὠνοῦμαι ἢ αὐτὸς ἀποδίδομαι σμικρὰ εἰπών τε καὶ ἀκούσας.

Φοῖνιξ

χρυσῆν ἀγορὰν λέγεις, ἀμπελουργέ, καὶ ἡρώων μᾶλλον ἢ ἀνθρώπων. ἀλλὰ καὶ ὁ κύων οὗτος τί ἐθέλει; περίεισι γὰρ με προσκνυζόμενος τοῖς ποσὶ καὶ παρέχων τὸ οὖς ἁπαλόν τε καὶ πρᾷον.

ἀμπελουργός

τοὐμὸν ἦθος ἑρμηνεύει σοι, ξένε, καὶ ὅτι [p. 130] πρὸς τοὺς δεῦρο ἀφικνουμένους οὕτω μετρίως καὶ χρηστῶς ἔχομεν, ὡς μηδὲ τῷ κυνὶ ξυγχωρεῖν ὑλακτεῖν αὐτούς, ἀλλὰ προσδέχεσθαί τε καὶ ὑποπίπτειν ἥκοντας.

Φοῖνιξ

ἔξεστιν οὖν ἀμπέλῳ προσβαλεῖν;

ἀμπελουργός

φθόνος οὐδείς· εἰσὶ γὰρ ἡμῖν ἱκανοί γε βότρυς.

Φοῖνιξ

τί δέ; καὶ συκάσαι;

ἀμπελουργός

καὶ τούτου ἄδεια, περίεστι γὰρ καὶ σύκων· καὶ κάρυα δοίην καὶ μῆλα δοίην καὶ μυρία ἀγαθὰ ἕτερα, φυτεύω δὲ αὐτὰ οἷον παροψήματα τῶν ἀμπέλων.

Φοῖνιξ

τί ἂν οὖν καταβάλοιμι;

ἀμπελουργός

τί δ᾽ ἄλλο γ᾽, ὦ Φοῖνιξ, ἢ φαγεῖν τε ἡδέως καὶ ἐπισιτίσασθαι καὶ ἀπελθεῖν χαίρων;

Φοῖνιξ

Ἀλλ᾽ ἦ φιλοσοφεῖς, ἀμπελουργέ;

ἀμπελουργός

καὶ σύν γε τῷ καλῷ Πρωτεσίλεῳ.

Φοῖνιξ

σοὶ δὲ τί καὶ τῷ Πρωτεσίλεῳ κοινόν, εἰ τὸν ἐκ Θετταλίας λέγεις;

ἀμπελουργός

ἐκεῖνον λέγω τὸν τῆς Λαοδαμείας, τουτὶ γὰρ χαίρει ἀκούων.

Φοῖνιξ

τί δὲ δὴ δεῦρο πράττει;

ἀμπελουργός

ζῇ καὶ γεωργοῦμεν.

Φοῖνιξ

Ἀναβεβιωκὼς ἢ τί;

ἀμπελουργός

οὐδὲ αὐτὸς λέγει, ὦ ξένε, τὰ ἑαυτοῦ πάθη, πλήν γε δὴ ὅτι ἀποθάνοι μὲν δι᾽ Ἑλένην ἐν Τροίᾳ, ἀναβιῴη δὲ ἐν Φθίᾳ Λαοδαμείας ἐρῶν.

Φοῖνιξ

καὶ μὴν ἀποθανεῖν γε μετὰ τὸ ἀναβιῶναι λέγεται, ἀναπεῖσαί τε τὴν γυναῖκα ἐπισπέσθαι οἱ.

ἀμπελουργός

λέγει καὶ αὐτὸς ταῦτα, ἀλλ᾽ ὅπως καὶ μετὰ τοῦτο ἀνῆλθε πάλαι μοι βουλομένῳ μαθεῖν οὐ λέγει, Μοιρῶν τι ἀπόρρητον, ὥς φησι, κρύπτων. καὶ οἱ [p. 131] συστρατιῶται δὲ αὐτοῦ οἱ ἐν τῇδε τῇ Τροίᾳ ἔτι ἐν τῷ πεδίῳ φαίνονται μάχιμοι τὸ σχῆμα καὶ σείοντες τοὺς λόφους.

Φοῖνιξ

ἀπιστῶ, νὴ τὴν Ἀθηνᾶν, ἀμπελουργέ, καίτοι οὕτω βουλόμενος ταῦτα ἔχειν. εἰ δὲ μὴ πρὸς τοῖς φυτοῖς εἶ, μηδὲ ὀχετηγεῖς, ἤδη δίελθέ μοι ταῦτά τε καὶ ὅσα τοῦ Πρωτεσίλεω γιγνώσκεις· καὶ γὰρ ἂν χαρίζοιο τοῖς ἥρωσιν, εἰ πιστεύων ἀπέλθοιμι.

ἀμπελουργός

Οὐκέτ᾽, ὦ ξένε, κατὰ μεσημβρίαν τὰ φυτὰ πίνει, μετόπωρον γὰρ ἤδη καὶ ἄρδει αὐτὰ ἡ ὥρα· σχολὴ οὖν μοι διελθεῖν πάντα. μηδὲ γὰρ λανθάνοι τοὺς χαρίεντας τῶν ἀνθρώπων θεῖα οὕτω καὶ μεγάλα ὄντα. βέλτιον δὲ καὶ ἐν καλῷ τοῦ χωρίου ἱζῆσαι.

Φοῖνιξ

ἡγοῦ δή, ὡς ἑψομένου καὶ ὑπὲρ τὰ μέσα τῆς Θρᾴκης.

ἀμπελουργός

παρέλθωμεν ἐς τὸν ἀμπελῶνα, ὦ Φοῖνιξ, καὶ γὰρ ἂν καὶ εὐφροσύνης τι ἐν αὐτῷ εὕροις.

Φοῖνιξ

παρέλθωμεν, ἡδὺ γάρ που ἀναπνεῖ τῶν

ἀμπελουργός

τί λέγεις ἡδύ; θεῖον· τῶν μὲν γὰρ ἀγρίων δένδρων αἱ ἄνθαι εὔοσμοι, τῶν δὲ ἡμέρων οἱ καρποί. εἰ δὲ ἐντύχοις ποτὲ φυτῷ ἡμέρῳ παρὰ τὴν ἄνθην εὐώδει, δρέπου τῶν φύλλων μᾶλλον, ἐκείνων γὰρ τὸ ὀδωδέναι.

Φοῖνιξ

ὡς ποικίλη σοι ἡ ὥρα τοῦ χωρίου, καὶ ὡς ἐκδεδώκασιν ἱλαροὶ οἱ βότρυς, τὰ δένδρα τε ὡς διάκειται πάντα καὶ ὡς ἀμβροσία ἡ ὀσμὴ τοῦ χωρίου. τοὺς δρόμους δέ, οὓς ἀνῆκας, χαρίεντας μὲν ἡγοῦμαι, τρυφᾶν δέ μοι δοκεῖς, ἀμπελουργέ, τοσαύτῃ γῇ ἀργῷ χρώμενος.

ἀμπελουργός

ἱεροί, ξένε, οἱ δρόμοι, γυμνάζεται γὰρ ἐν αὐτοῖς ὁ ἥρως. [p. 132]

Φοῖνιξ

ἐρεῖς ταῦτα, ἐπειδὰν ἱζήσωμεν οὗ ἄγεις. νυνὶ δέ μοι ἐκεῖνο εἰπέ· οἰκεῖα γεωργεῖς ταῦτα ἢ δεσπότης μὲν αὐτῶν ἕτερος, σὺ δὲ τρέφοντα τοῦτον τρέφεις, ὥσπερ τὸν τοῦ εὐριπίδου Οἰνέα;

ἀμπελουργός

ἓν τοῦτο ἐκ πολλῶν γήδιον λείπεταί μοι τρέφον οὔκ ἀνελευθέρως, τοὺς δὲ ἄλλους ἀγροὺς ἀφείλοντό με οἱ δυνατοὶ κομιδῇ ὀρφανόν. καὶ τουτὶ δὲ τὸ χωρίδιον ὑπὸ Ξείνιδος ἤδη τοῦ Χερρονησίτου κατεχόμενον ἐξείλετο ὁ Πρωτεσίλεως προσβαλών τι αὐτῷ ἑαυτοῦ φάμα, ὑφ᾽ οὗ τὰς ὄψεις ἀνακοπεὶς ἀπῆλθε τυφλός.

Φοῖνιξ

ἀγαθόν γε τοῦ ἀγροῦ φύλακα ἐκτήσω, καὶ οὐδὲ λύκου τινὸς ἔφοδον, οἶμαι, δέδιας ἐγρηγορότος οὑτωσὶ τοῦ φίλου.

ἀμπελουργός

ἀληθῆ λέγεις· οὐδὲ γὰρ θηρίῳ συγχωρεῖ ἐσφοιτᾶν οὐδενί, οὐδὲ ὄφις ἐνταῦθα, οὐδὲ φαλάγγιον, οὐδὲ συκοφάντης ἡμῖν περὶ τοῦ ἀγροῦ ἐπιτίθεται. τὸ δὲ θηρίον τοῦτο δεινῶς ἀναιδές, ἀπόλλυσι γοῦν ἐν ἀγορᾷ.

Φοῖνιξ

τὴν δὲ φωνήν, ἀμπελουργέ, πῶς ἐπαιδεύθης; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ.

ἀμπελουργός

ἐν ἄστει, ξένε, τὸ πρῶτον ἐτρίβομεν τοῦ βίου διδασκάλοις χρώμενοι καὶ φιλοσοφοῦντες. πονήρως οὖν τὰ ἐμὰ εἶχεν, ἐπὶ δούλοις γὰρ ἦν τὰ γεωργούμενα, οἱ δ᾽ ἀπέφερον ἡμῖν οὐδέν, ὅθεν δανείζεσθαί τε ἐπὶ τῷ ἀγρῷ ἔδει καὶ πεινῆν, καὶ δῆτ᾽ ἀφικόμενος ἐνταῦθα ξύμβουλον ἐποιούμην τὸν Πρωτεσίλεων, ὁ δ᾽ ὀργήν μοι δικαίαν ἔχων, ἐπειδὴ καταλιπὼν αὐτὸν ἐν ἄστει ἔζων, ἐσιώπα. λιπαροῦντος δέ μου καὶ ἀπολεῖσθαι φάσκοντος, εἰ ἀμεληθείην ‘μεταμφίασαι’ ἔφη. τοῦτ᾽ ἐπ᾽ ἐκείνης μὲν τῆς ἡμέρας ἀργῶς ἤκουσα, μετὰ ταῦτα μέντοι βασανίζων [p. 133] αὐτὸ ξυνῆκα, ὅτι μεταβαλεῖν κελεύει με τὸ τοῦ βίου σχῆμα. ὅθεν διφθέραν τε ἐναρμοσάμενος καὶ σμινύην φέρων καὶ οὐδὲ τὴν ἐς ἄστυ ὁδὸν ἔτι γιγνώσκων βρύει μοι τὰ ἐν τῷ ἀγρῷ πάντα, κἂν νοσήσῃ προβάτιον ἢ σμῆνος ἢ δένδρον, ἰατρῷ χρῶμαι τῷ Πρωτεσίλεῳ ξυνών τε αὐτῷ καὶ τῇ γῇ προσκείμενος, σοφώτερός τε ἐμαυτοῦ γίγνομαι, περίεστι γὰρ καὶ σοφίας αὐτῷ.

Φοῖνιξ

μακάριε τῆς ξυνουσίας καὶ τοῦ ἀγροῦ, εἰ μὴ μόνον ἐλάας καὶ βότρυς ἐν αὐτῷ τρυγᾷς, ἀλλὰ καὶ σοφίαν δρέπῃ θείαν τε καὶ ἀκήρατον. καὶ ἴσως ἀδικῶ τὴν ἐν σοὶ σοφίαν, καλῶν γε ἀμπελουργόν.

ἀμπελουργός

οὕτω κάλει, καὶ γὰρ ἂν χαρίζοιο τῷ Πρωτεσίλεῳ γεωργόν τε ἐμὲ καὶ κηπουρὸν καὶ τὰ τοιαῦτα ὀνομάζων.

Φοῖνιξ

ἐνταῦθα οὖν, ἀμπελουργέ, ξύνεστε ἀλλήλοις;

ἀμπελουργός

ἐνταῦθα, ξένε. πῶς δὲ ἐτεκμήρω;

Φοῖνιξ

ὅτι μοι δοκεῖ τὸ μέρος τοῦ ἀγροῦ τούτου ἥδιστόν τε εἶναι καὶ θεῖον, καὶ εἰ μὲν ἀναβιῴη ἄν τις ἐνταῦθα, οὐκ οἶδα, βιῴη δ᾽ ἂν ἥδιστά τε καὶ ἀλυπότατα ἐξελθὼν τοῦ ὁμίλου. δένδρα τε γὰρ ὑπερμήκη ταῦτα χρόνου αὐτὰ ἄραντος, ὕδωρ τε ἐκ πηγῶν τουτὶ ποικίλον, καὶ ἀρύεσθε, οἶμαι, αὐτὸ ὥσπερ ἄλλου καὶ ἄλλου ἀνθοσμίου πίνοντες. σὺ δὲ καὶ σκηνὰς φυτεύεις ξυμπλέκων τὰ δένδρα καὶ ξυναρμόττων, ὡς οὐδ᾽ ἂν στέφανόν τις ἐκ λειμῶνος ἀκηράτου ξυμβάλοι.

ἀμπελουργός

καὶ οὔπω, ξένε, τῶν ἀηδόνων ἤκουσας, οἷον τῷ χωρίῳ ἐναττικίζουσιν, ἐπειδὰν δείλη τε ἥκῃ καὶ ἡμέρα ἄρχηται.

Φοῖνιξ

δοκῶ μοι ἀκηκοέναι ξυντίθεσθαί τε μηδὲ [p. 134] θρηνεῖν αὐτάς, ἀλλὰ ᾄδειν μόνον. πλὴν εἰπὲ τὰ τῶν ἡρώων, ἥδιον γὰρ ἂν τούτων ἀκούοιμι. ξυγχωρεῖς δέ που καὶ ἱζῆσαι;

ἀμπελουργός

ξυγχωρεῖ ὁ ἥρως χρηστὸς ὢν ξενίζων τουτοισὶ τοῖς θάκοις.

Φοῖνιξ

ἰδοὺ ἀναπαύομαι, τὸ γὰρ ξένιον ἡδὺ τῷ γε ἀκροασομένῳ λόγου σπουδαιοτέρου.

ἀμπελουργός

ἐρώτα ξένε, ὅ τι βούλει, καὶ οὐ μάτην ἀφῖχθαι φήσεις. Ὀδυσσεῖ μὲν γάρ, ὁπότε πόρρω τῆς νεὼς ἤλυεν, ἐντυχὼν ὁ Ἑρμῆς ἤ τις τῶν παρ᾽ Ἑρμοῦ σοφῶν ἐς κοινωνίαν λόγου τε καὶ σπουδῆς ἀφίκετο, τουτὶ γὰρ ἡγεῖσθαι προσήκει τὸ μῶλυ, σὲ δὲ ὁ Πρωτεσίλεως ἱστορίας τε δι᾽ ἐμοῦ ἐμπλήσει καὶ ἡδίω ἀποφανεῖ καὶ σοφώτερον. τὸ γὰρ πολλὰ γιγνώσκειν πολλοῦ ἄξιον.

Φοῖνιξ

Ἀλλ᾽ οὐκ ἀλύω, βέλτιστε, κατὰ δὲ θεόν, νὴ τὴν Ἀθηνᾶν, ἥκω. ξυνίημι γὰρ λοιπὸν τοῦ ἐνυπνίου.

ἀμπελουργός

καὶ πῶς ἔχει σοι τὸ ἐνύπνιον; θεῖον γάρ τι ὑποδηλώσεις.

Φοῖνιξ

πλέω μὲν ἐξ Αἰγύπτου καὶ Φοινίκης πέμπτην καὶ τριακοστὴν ἤδη που ταύτην ἡμέραν, κατασχούσης δὲ τῆς νεὼς ἐς Ἐλεοῦντα τοῦτον ἔδοξα τὰ Ὁμήρου ἔπη ἀναγιγνώσκειν, ἐν οἷς τὸν κατάλογον τῶν Ἀχαιῶν φράζει, καὶ ξυνεκάλουν τοὺς Ἀχαιοὺς ἐμβῆναι τὴν ναῦν ὡς ἀποχρῶσαν ὁμοῦ πᾶσιν. ἐπεὶ δὲ ἐξέθορον τοῦ ἐνυπνίου, καὶ γάρ με καὶ φρίκης τι ὑπεληλύθει, ξυνεβαλόμην μὲν αὐτὸ ἐς βραδυτῆτα τοῦ πλοῦ καὶ μῆκος, αἱ γὰρ τῶν ἀποθανόντων ὄψεις ἀργοὶ τοῖς ἐσπουδακόσι, βουληθεὶς δὲ ξυμβόλῳ περὶ τοῦ ἐνυπνίου χρήσασθαι, οὐδὲ γὰρ τὸ πνεῦμα πω ξυνεχώρει πλεῖν, ἐξαλλάττω δεῦρο ἀπὸ [p. 135] τῆς νεώς, βαδίζων δέ, ὡς εἶδες, πρώτῳ ἐντετύχηκα σοὶ καὶ περὶ τοῦ Πρωτεσίλεω διαλεγόμεθα, διαλεξόμεθα δὲ καὶ περὶ τοῦ καταλόγου τῶν ἡρώων, φῂς γὰρ οὕτω ποιήσειν. καὶ τὸ καταλέγειν σφᾶς ἐς τὴν ναῦν εἴη ἂν τὸ συλλεξάμενον τὸν περὶ αὐτῶν λόγον εἶτα ἐμβῆναι.

ἀμπελουργός

κατὰ θεὸν ἥκεις ἀληθῶς, ξένε, καὶ ὑγιῶς ἐξηγῇ τὴν ὄψιν. περαίνωμεν οὖν τὸν λόγον, μὴ καὶ θρύπτεσθαι με φῇς διάγοντά ς1 ἀπ᾽ αὐτοῦ.

Φοῖνιξ

ἃ ποθῶ μαθεῖν, ξυνίης δή γε· αὐτὴν γὰρ τὴν ξυνουσίαν, ἥτις ἐστί σοι πρὸς τὸν Πρωτεσίλεων, καὶ ὁποῖος ἥκει καὶ εἴ τι παραπλήσιον τοῖς ποιηταῖς ἢ διηγνοημένον αὐτοῖς περὶ τῶν Τρωικῶν οἶδεν, ἀκοῦσαι δέομαι. Τρωικὰ δὲ λέγῳ τὰ τοιαῦτα· τήν τε ἐν Αὐλίδι ξυλλογὴν τοῦ στρατοῦ καὶ καθ᾽ ἕνα τοὺς ἥρως εἰ καλοί τε, ὡς ᾄδονται, καὶ ἀνδρεῖοι καὶ σοφοὶ ἦσαν. τὸν γὰρ πόλεμον, ὃς περὶ τῇ Τροίᾳ ἐγένετο, πῶς ἂν διηγοῖτο μήτε διαπολεμήσας αὐτὸν ἀποθανών τε πρῶτος τοῦ Ἑλληνικοῦ παντὸς ἐν αὐτῇ, φασί, τῇ ἀποβάσει;

ἀμπελουργός

εὔηθες τουτί σοι, ξένε, ψυχαῖς γὰρ θείαις οὕτω καὶ μακαρίαις ἀρχὴ βίου τὸ καθαρεῦσαι τοῦ σώματος· θεούς τε γάρ, ὧν ὀπαδοί εἰσι, γιγνώσκουσι τότε οὐκ ἀγάλματα θεραπεύουσαι καὶ ὑπονοίας, ἀλλὰ ξυνουσίας φανερὰς πρὸς αὐτοὺς ποιούμεναι, τά τε τῶν ἀνθρώπων ὁρῶσιν ἐλεύθεραι νόσων τε καὶ σώματος, ὅτε δὴ καὶ μαντικῆς σοφίας ἐμφοροῦνται καὶ τὸ χρησμῶδες αὐταῖς ἐμβακχεύει. τὰ γοῦν Ὁμήρου ποιήματα τίνα φήσεις οὕτως ἀνεγνωκέναι τῶν σφόδρα βασανιζόντων ὅμηρον, ὡς ἀνέγνωκέ τε ὁ Πρωτεσίλεως καὶ διορᾷ αὐτά; καίτοι, ξένε, πρὸ Πριάμου καὶ Τροίας οὐδὲ ῥαψῳδία τις ἦν, οὐδὲ ᾔδετο τὰ μήπω [p. 136] πραχθέντα, ποιητικὴ μὲν γὰρ ἦν περί τε τὰ μαντεῖα περί τε τὸν Ἀλκμήνης Ἡρακλέα, καθισταμένη τε ἄρτι καὶ οὔπω ἡβάσκουσα, Ὅμηρος δὲ οὔπω ᾖδεν, ἀλλ᾽ οἱ μὲν Τροίας ἁλούσης, οἱ δὲ ὀλίγαις, οἱ δ᾽ ὀκτὼ γενεαῖς ὕστερον ἐπιθέσθαι αὐτὸν τῇ ποιήσει λέγουσιν. ἀλλ᾽ ὅμως οἶδεν ὁ Πρωτεσίλεως τὰ Ὁμήρου πάντα, καὶ πολλὰ μὲν ᾄδει Τρωικὰ μεθ᾽ ἑαυτὸν γενόμενα, πολλὰ δὲ Ἑλληνικά τε καὶ Μηδικά, τήν τε γοῦν στρατείαν τὴν Ξέρξου τρίτην ὀνομάζει φθορὰν ἀνθρώπων μετὰ τὴν ἐπὶ Δευκαλίωνός τε καὶ Φαέθοντος ξυμβᾶσαν, ἐπειδὴ πλεῖστα ἔθνη ἐν αὐτῇ ἐφθάρη. φ. κέρας Ἀμαλθείας ἐμπλήσεις, ἀμπελουργέ, τοσαῦτα εἰδότος τοῦ ἑταίρου. ὑγιῶς γάρ που ἀπαγγελεῖς αὐτὰ καὶ ὡς ἤκουσας.

ἀμπελουργός

νὴ Δί᾽, ἢ ἀδικοίην ῾ἂν᾽ φιλόσοφόν τε καὶ φιλαλήθη ἥρωα μὴ τιμῶν ἀλήθειαν, ἣν ἐκεῖνος μητέρα ἀρετῆς ὀνομάζειν εἴωθεν.

Φοῖνιξ

δοκῶ μοι καὶ κατ᾽ ἀρχὰς τῶν λόγων ὡμολογηκέναι πρὸς σὲ τὸ ἐμαυτοῦ πάθος· φημὶ γὰρ ἀπίστως διακεῖσθαι πρὸς τὰ μυθώδη. τὸ δὲ αἴτιον· οὐδενί πω ἑωρακότι αὐτὰ ξυγγέγονα, ἀλλ᾽ ὁ μὲν ἑτέρου ἀκηκοέναι φησίν, ὁ δὲ οἴεσθαι, τὸν δὲ ποιητὴς ἐπαίρει. καὶ τὰ λεγόμενα δὲ περὶ τοῦ μεγέθους τῶν ἡρώων, ὡς δεκαπήχεις ἦσαν, χαρίεντα μὲν κατὰ μυθολογίαν ἡγοῦμαι, ψευδῆ δὲ καὶ ἀπίθανα τῷ γε θεωροῦντι αὐτὰ πρὸς τὴν φύσιν, ἧς μέτρα οἱ νῦν ἄνθρωποι.

ἀμπελουργός

ταυτὶ δὲ ἡγεῖσθαι ἀπίθανα πότε ἤρξω;

Φοῖνιξ

πάλαι, ἀμπελουργέ, κἂν μειρακίῳ ἔτι. παῖς μὲν γὰρ ὢν ἔτι ἐπίστευον τοῖς τοιούτοις, καὶ κατεμυθολόγει με ἡ τίτθη χαριέντως αὐτὰ ἐπᾴδουσα καί [p. 137] τι καὶ κλαίουσα ἐπ᾽ ἐνίοις αὐτῶν, μειράκιον δὲ γενόμενος οὐκ ἀβασανίστως ᾠήθην χρῆναι προσδέχεσθαι ταῦτα.

ἀμπελουργός

τὸ δὲ τοῦ Πρωτεσίλεω, καὶ ὅτι ἐνταῦθα φαίνοιτο, ἀκηκοώς ποτε ἔτυχες;

Φοῖνιξ

πῶς γε, ἀμπελουργέ; ὅς γε καὶ σοῦ τήμερον ἀκούων ἀπιστῶ;

ἀμπελουργός

οὐκοῦν ἀρχὴ τοῦ λόγου σοι γιγνέσθω τὰ πάλαι σοι. ἀπιστούμενα· φῂς δέ που ἀπιστεῖν, εἰ δεκαπήχεις ἐγένοντο ἄνθρωποι. ἐπειδὰν δὲ τούτου ἱκανῶς ἔχῃς, ἀπαίτει λοιπὸν τὸν περὶ τοῦ Πρωτεσίλεω λόγον καὶ ὁπόσα βούλει τῶν Τρωικῶν, οὐδενὶ γὰρ αὐτῶν ἀπιστήσεις.

Φοῖνιξ

καλῶς λέγεις καὶ οὕτω ποιῶμεν.

ἀμπελουργός

ἄκουε δή· πάππος ἦν μοι, ξένε, πολλὰ τῶν ἀπιστουμένων ὑπὸ σοῦ γιγνώσκων, ὃς ἔλεγε διαφθαρῆναι μέν ποτε τὸ τοῦ Αἴαντος σῆμα ὑπὸ τῆς θαλάσσης, πρὸς ᾗ κεῖται, ὀστᾶ δὲ ἐν αὐτῷ φανῆναι κατὰ ἑνδεκάπηχυν ἄνθρωπον, καὶ ἔφασκεν Ἀδριανὸν βασιλέα περιστεῖλαι αὐτὰ ἐς Τροίαν ἐλθόντα καὶ τὸν νυνὶ τάφον περιαρμόσαι τῷ Αἴαντι ἔστιν ἃ καὶ προσπτυξάμενον τῶν ὀστῶν καὶ φιλήσαντα.

Φοῖνιξ

οὐ μάτην ἀπιστεῖν ἔοικα τοῖς τοιούτοις, ἀμπελουργέ· καὶ σὺ γὰρ πάππου μέν τι ἀκηκοέναι φῂς καὶ ἴσως μητρὸς ἢ τίτθης, σεαυτοῦ δὲ ἀπαγγέλλεις οὐδέν, εἰ μὴ ἄρα περὶ τοῦ Πρωτεσίλεω εἴποις.

ἀμπελουργός

καὶ μήν, εἰ μυθολογικὸς ἦν, τόν τε τοῦ Ὀρέστου νεκρὸν διῄειν ῾ἂν᾽, ὃν ἑπτάπηχυν ἐν Νεμέᾳ Λακεδαιμόνιοι εὗρον, καὶ τὸν ἐν τῷ χαλκῷ ἵππῳ τῷ Λυδίῳ, ὃς κατωρώρυκτο μὲν ἐν Λυδίᾳ πρὸ Γύγου [p. 138] ἔτι, σεισμῷ δὲ τῆς γῆς διασχούσης θαῦμα τοῖς περὶ Λυδίαν ὤφθη ποιμέσιν, οἷς ἅμα ὁ Γύγης ἐθήτευσεν. ἐς γὰρ κοῖλον τὸν ἵππον θυρίδας ἐν ἑκατέρᾳ πλευρᾷ ἔχοντα νεκρὸς ἀπέκειτο μείζων ἢ ἀνθρώπου δόξαι. εἰ δὲ ταῦτα οἷα ἀπιστεῖσθαι διὰ τὸν χρόνον, ἀλλὰ τοῖς γε ἐφ᾽ ἡμῶν οὐκ οἶδ᾽ ὅ τι ἀντερεῖς. Ἀρυάδην γάρ, ὃν οἱ μὲν Αἰθίοπα, οἱ δὲ Ἰνδὸν ἔφασαν, τριακοντάπηχυν ἐν τῇ Ἀσσυρίων γῇ κείμενον οὐ πάλαι ἀνέφηνεν ἡ τοῦ Ὀρόντου ποταμοῦ ὄχθη σχισθεῖσα, τουτὶ δὲ τὸ Σίγειον πρὸ πεντήκοντα οὔπω ἐτῶν ἐν προβολῇ τοῦ ἀκρωτηρίου σῶμα ἀνέδειξε γίγαντος, ὃν αὐτὸς Ἀπόλλων ἀπεκτονέναι φησὶν ὑπὲρ Τροίας αὐτῷ μαχόμενον, καὶ εἶδον, ξένε, πλεύσας ἐς τὸ Σίγειον αὐτό τε τὸ πάθος τῆς γῆς καὶ τὸν γίγαντα, ὅσος ἦν. ἔπλεον δὲ καὶ Ἑλλησποντίων πολλοὶ καὶ Ἰώνων καὶ νησιῶται πάντες καὶ τὸ Αἰολικὸν ἅπαν, ἐπὶ γὰρ μῆνας δύο μέγας ἐν μεγάλῳ ἀκρωτηρίῳ προὔκειτο παρέχων ἄλλον ἄλλῳ λόγον οὔπω δηλοῦντος αὐτὸν τοῦ χρησμοῦ.

Φοῖνιξ

εἴποις ἂν οὖν ἔτι, ἀμπελουργέ, περί τε μεγέθους αὐτοῦ περί τε ὀστῶν ἁρμονίας περί τε τῶν λεγομένων ὄφεων ξυμπεφυκέναι τοῖς γίγασιν, οὓς ὑπογράφουσιν οἱ ζωγράφοι τῷ Ἐγκελάδῳ καὶ τοῖς ἀμφ᾽ αὐτόν;

ἀμπελουργός

εἰ μὲν τερατώδεις ἐγένοντο ἐκεῖνοι, ξένε, καὶ ξυμβεβλημένοι θηρίοις, οὐκ οἶδα, ὁ δὲ ἐν τῷ Σιγείῳ δύο μὲν καὶ εἴκοσι πήχεις ἐπεῖχεν, ἔκειτο δὲ ἐν πετρώδει σήραγγι, τὴν κεφαλὴν μὲν πρὸς τὴν ἤπειρον ἔχων, τοὺς δὲ πόδας συναπολήγων τῷ ἀκρωτηρίῳ, δρακόντων δὲ οὐδὲν σημεῖον περὶ αὐτὸν ἑωρῶμεν, οὐδὲ ἔστιν, ὅ τι τῶν ὀστῶν παρήλλαττεν ἀνθρώπου. καὶ μὴν καὶ Ὕμναιος ὁ Πεπαρήθιος [p. 139] ἐπιτηδείως μοι ἔχων ἔπεμψέ τινα τῶν ἑαυτοῦ υἱέων πρὸ ἐτῶν ἐνταῦθα τεττάρων ἐρησόμενον δι᾽ ἐμοῦ τὸν Πρωτεσίλεων περὶ ὁμοίου θαύματος· ἐν Κῷ γὰρ τῇ νήσῳ, κέκτηται δὲ αὐτὴν μόνος, ἔτυχε μὲν ὀρύττων ἀμπέλους, ἡ γῆ δὲ ὑπήχησε τοῖς ὀρύττουσιν οἷον κενή. διανοίξαντες οὖν δωδεκάπηχυς μὲν ὁ νεκρὸς ἔκειτο, τὸ δέ γε κράνιον ᾤκει δράκων. ὁ μὲν δὴ νεανίας ἀφίκετο ἐπερησόμενος ἡμᾶς, ὅ τι χρὴ ἐπ᾽ αὐτῷ πράττειν, ὁ δὲ Πρωτεσίλεως ‘τὸν ξένον’ ἔφη ‘συγκαλύπτωμεν’ κελεύων δήπου ἐπιθάπτειν τὸν νεκρὸν καὶ μὴ γυμνοῦν ἑκόντας. εἶπε δὲ καὶ ὡς γίγας εἴη τῶν βεβλημένων. ὁ δὲ ἐν Λήμνῳ φανείς, ὃν Μενεκράτης ὁ Στειριεὺς εὗρε, μέγιστός τε ἦν καὶ εἶδον αὐτὸν πέρυσιν ἐξ Ἴμβρου πλεύσας, δι᾽ ὀλίγου γὰρ ἦν ἐς τὴν Λῆμνον. τὰ μὲν οὖν ὀστᾶ οὐκέτι ἐν κόσμῳ ἑωρᾶτο, καὶ γὰρ οἱ σπόνδυλοι ἀπ᾽ ἀλλήλων ἔκειντο σεισμοῖς, οἶμαι, διενεχθέντες, καὶ τὰ πλευρὰ ἐξήρμοστο τῶν σπονδύλων, ἐνθυμουμένῳ δὲ αὐτὰ ὁμοῦ τε καὶ κατὰ ἕν, φρικῶδες ἐδόκει τὸ μέγεθος καὶ οὐ ῥᾴδιον ἀνατυποῦσθαι. τὸ γοῦν κράνιον ἐμφορησάντων ἡμῶν ἐς αὐτὸ οἶνον οὐδὲ ὑπὸ δυεῖν ἀμφορέοιν ἐνεπλήσθη τῶν ἐκ Κρήτης. ἔστι δέ τι κατὰ νότον ἄνεμον ἀκρωτήριον τῆς Ἴμβρου, Ναύλοχος, ᾧ πηγὴ ὑφώρμισται τὰ μὲν ἄρσενα τῶν ζῴων εὐνούχους ἐργαζομένη, τὰ δὲ θηλέα οὕτω μεθύσκουσα, ὡς καθεύδειν αὐτά. τρύφος οὖν ἐνταῦθα τῆς γῆς ἀπορραγὲν συνεπέσπαστο σῶμα μεγίστου γίγαντος· κἂν ἀπιστῇς, πλεύσωμεν· πρόκειται γὰρ γυμνὸς ἔτι καὶ ὁ ἐς Ναύλοχον πλοῦς βραχύς.

Φοῖνιξ

ἐβουλόμην μὲν ἂν καὶ ὑπὲρ τὸν Ὠκεανὸν ἐλθεῖν, ἀμπελουργέ, θαῦμα εἴ που τοιοῦτον εὕροιμι, ἡ δὲ ἐμπορία οὐ ξυγχωρεῖ τοσοῦτον ἀποφοιτᾶν [p. 140] ἑαυτῆς, ἀλλὰ δεῖ προσδεδέσθαι τῇ νηί, καθάπερ τὸν Ὀδυσσέα, εἰ δὲ μή, καὶ τὰ ἐκ πρῴρας, φασί, καὶ τὰ ἐκ πρύμνης ἀπολεῖται.

ἀμπελουργός

ἀλλὰ μήπω, ξένε, πιστὰ ἡγοῦ, ἃ εἶπον, πρὶν ἔς τε τὴν νῆσον τὴν Κῶ πλεύσῃς, ἐν ᾗ τὰ τῶν γηγενῶν ὀστᾶ ἀνάκειται, Μερόπων, φασί, τῶν πρώτων, ἐν Φρυγίᾳ δὲ τά τε Ὕλλου τοῦ Ἡρακλέους ἴδῃς, καὶ, νὴ Δἰ, ἐν Θετταλίᾳ τὰ τῶν Ἀλωαδῶν, ὡς ἐννεόργυιοι ἀτεχνῶς ἐγένοντο καὶ ὁποῖοι ᾄδονται. Νεαπολῖται δὲ οἱ Ἰταλίαν οἰκοῦντες θαῦμα πεποίηνται τὰ τοῦ Ἀλκυονέως ὀστᾶ. λέγουσι γὰρ δὴ πολλοὺς τῶν γιγάντων ἐκεῖ βεβλῆσθαι καὶ τὸ Βέσβιον ὄρος ἐπ᾽ αὐτοὺς τύφεσθαι. καὶ μὴν καὶ ἐν Παλλήνῃ, ἣν Φλέγραν οἱ ποιηταὶ ὀνομάζουσι, πολλὰ μὲν σώματα ἡ γῆ τοιαῦτα ἔχει γιγάντων στρατοπεδευσάντων ἐκεῖ, πολλὰ δὲ ὄμβροι τε καὶ σεισμοὶ ἀνακαλύπτουσιν. θαρσεῖ δὲ οὐδὲ ποιμὴν περὶ μεσημβρίαν ἐκεῖνο τὸ χωρίον ὑποπαταγούντων εἰδώλων, ἃ ἐν αὐτῷ μαίνεται. τὸ δὲ ἀπιστεῖν τοῖς τοιούτοις ἴσως που καὶ ἐπὶ τοῦ Ἡρακλέους ἦν, ὅθεν τὸν Γηρυόνην ἐν τῇ Ἐρυθείᾳ ἀποκτείνας καὶ μεγίστῳ αὐτῷ ἐντετυχηκέναι λεγόμενος ἀνέθηκε τὰ ὀστᾶ ἐς Ὀλυμπίαν, ὡς μὴ ἀπιστοῖτο τοῦ ἄθλου.

Φοῖνιξ

εὐδαιμονίζω σε τῆς ἱστορίας, ἀμπελουργέ. ἐγὼ δὲ μεγάλα μὲν ἠγνόουν, ἀνοήτως δὲ ἠπίστουν. ἀλλὰ τὰ τοῦ Πρωτεσίλεω πῶς ἔχει; καιρὸς γάρ που ἐπ᾽ ἐκεῖνα ἥκειν μηκέτ᾽ ἀπιστούμενα.

ἀμπελουργός

περὶ τῶν τοιούτων ἄκουε, ξένε. κεῖται μὲν οὐκ ἐν Τροίᾳ ὁ Πρωτεσίλεως, ἀλλ᾽ ἐν Χερρονήσῳ ταύτῃ, κολωνὸς δὲ αὐτὸν ἐπέχει μέγας οὑτοσὶ δήπου ὁ ἐν ἀριστερᾷ, πτελέας δὲ ταύτας αἱ νύμφαι περὶ τῷ κολωνῷ ἐφύτευσαν καὶ τοιόνδε ἐπὶ τοῖς [p. 141] δένδρεσι τούτοις ἔγραψάν που αὗται νόμον· τοὺς πρὸς τὸ Ἴλιον τετραμμένους τῶν ὄζων ἀνθεῖν μὲν πρωί, φυλλορροεῖν δὲ αὐτίκα καὶ προαπόλλυσθαι τῆς ὥρας — τοῦτο δὴ τὸ τοῦ Πρωτεσίλεω πάθος — τῷ δὲ ἑτέρῳ μέρει ζῆν τὰ δένδρα καὶ εὖ πράττειν. καὶ ὁπόσα δὲ τῶν δένδρων μὴ περὶ τὸ σῆμα ἕστηκεν, ὥσπερ καὶ ταυτὶ τὰ ἐν κήπῳ, πᾶσιν ἔρρωται τοῖς ὄζοις καὶ θαρσεῖ τὸ ἴδιον.

Φοῖνιξ

ὁρῶ, ἀμπελουργέ, καὶ θαυμάζειν ἔχων οὐ τεθαύμακα, σοφὸν γὰρ τὸ θεῖον.

ἀμπελουργός

τὸ δὲ ἱερόν, ἐν ᾧ κατὰ τοὺς πατέρας ὁ Μῆδος ὕβριζεν, ἐφ᾽ ᾧ καὶ τὸ τάριχος ἀναβιῶναί φασι, τοῦτο ἡγοῦ, ὦ ξένε, καταλείπεται δὲ αὐτοῦ ὁρᾶς, ὡς ὀλίγα. τότε δέ, οἶμαι, χαρίεν τε ἦν καὶ οὐ μικρόν, ὡς ἔστι τοῖς θεμελίοις ξυμβαλέσθαι. τὸ δὲ ἄγαλμα τοῦτο βέβηκε μὲν ἐπὶ νεώς, τὸ γὰρ τῆς βάσεως, σχῆμα πρῷρα, ἵδρυται δὲ ναύαρχος. περιτρίψας δὲ αὐτὸ ὁ χρόνος καὶ νὴ Δί᾽ οἱ ἀλείφοντές τε καὶ οἱ ἐπισφραγιζόμενοι τὰς εὐχὰς ἐξηλλάχασι τοῦ εἴδους. ἐμοὶ δὲ οὐδὲν τοῦτο, αὐτῷ γὰρ ξύνειμι καὶ αὐτὸν βλέπω καὶ οὐδὲν ἄν μοι γένοιτο ἄγαλμα ἐκείνου ἥδιον.

Φοῖνιξ

ἦ καὶ διαγράψεις μοι αὐτὸν καὶ κοινωνήσεις τοῦ εἴδους;

ἀμπελουργός

χαίρων γε, νὴ τὴν Ἀθηνᾶν, ὦ ξένε· γέγονε μὲν γὰρ ἀμφὶ τὰ εἴκοσί που μάλιστα ἔτη τηλικόσδε ἐλάσας ἐς Τροίαν, ἁβρῷ δ᾽ ἰούλῳ βρύει καὶ ἀπόζει αὐτοῦ ἥδιον ἢ τοῦ μετοπώρου τῶν μύρτων. φαιδρὰν δὲ ὀφρὺν περὶ τὸ ὄμμα βέβληται, τὸ γὰρ ἐπίχαρι αὐτῷ φίλον. βλέπει δὲ ἐν μὲν ταῖς σπουδαῖς σύντονον καὶ σφοδρόν, εἰ δὲ ἀνειμένου τύχοιμεν, φεῦ τῶν ὀφθαλμῶν ὡς ἐπαφρόδιτοί τε καὶ φιλικοὶ [p. 142] φαίνονται. καὶ μὴν καὶ κόμης ξανθῆς ἔχει τὸ μέτριον, ἔστι γὰρ ὡς ἐπικρέμασθαι τῷ μετώπῳ μᾶλλον ἢ κατ᾽ αὐτοῦ πίπτειν, καὶ τετράγωνος ἡ ἰδέα τῆς ῥινός, οἷον ἀγάλματος. φθέγγεται δὲ γεγωνότερον ἤ αἱ σάλπιγγες καὶ ἀπὸ μικροῦ γε τοῦ στόματος. γυμνῷ δὲ ἐντυχεῖν ἥδιστον, εὐπαγὴς γὰρ καὶ κοῦφος, ὥσπερ οἱ δρομικοὶ τῶν ἑρμῶν. τὸ δὲ μῆκος δεκάπηχυς τάχα. δοκεῖ δ᾽ ἄν μοι καὶ ὑπὲρ τοῦτο ἀναδραμεῖν, εἰ μὴ ἐν μειρακίῳ ἀπέθανεν.

Φοῖνιξ

εἶδον τὸν νεανίαν, ἀμπελουργέ, καὶ ἄγαμαί σε τοῦ ἑταίρου. ὥπλισται δὲ ἢ τί;

ἀμπελουργός

χλαμύδα ἐνῆπται, ξένε, τὸν Θετταλικὸν τρόπον, ὥσπερ τὸ ἄγαλμα τοῦτο. ἁλουργὴς δὲ ἡ χλαμύς, θείου ἄνθους. ἄρρητον γὰρ τὸ τῆς πορφύρας ἄνθος.

Φοῖνιξ

ὁ δὲ δὴ ἔρως, ὃν τῆς Λαοδαμείας ἤρα, πῶς ἔχει αὐτῷ νῦν;

ἀμπελουργός

ἐρᾷ, ξένε, καὶ ἐρᾶται καὶ διάκεινται πρὸς ἀλλήλους, ὥσπερ οἱ θερμοὶ τῶν νυμφίων.

Φοῖνιξ

περιβάλλεις δὲ ἥκοντα ἢ διαφεύγει σε καπνοῦ δίκην, ὥσπερ τοὺς ποιητάς;

ἀμπελουργός

χαίρει περιβάλλοντι καὶ ξυγχωρεῖ φιλεῖν τε αὐτὸν καὶ τῆς δέρης ἐμφορεῖσθαί γε.

Φοῖνιξ

Θαμίζει δὲ ἢ διὰ πολλοῦ ἥκει;

ἀμπελουργός

τετράκις τοῦ μηνὸς ἢ πεντάκις οἶμαι αὐτοῦ μετέχειν, ὁπότ᾽ ἢ φυτεῦσαί ποτε τουτωνὶ τῶν φυτῶν τι βούλοιτο ἢ τρυγῆσαι ἢ ἄνθη κεῖραι. φιλοστέφανος γάρ τις καὶ ἡδίω ἀποφαίνων τὰ ἄνθη, ὁπότε περὶ αὐτὰ εἴη.

Φοῖνιξ

ἱλαρόν γε τὸν ἥρω λέγεις καὶ ἀτεχνῶς νυμφίον.

ἀμπελουργός

καὶ σώφρονά γε, ὦ ξένε. φιλόγελως γὰρ [p. 143] ὢν ὑφ᾽ ἡλικίας ὕβρει οὐδὲν πράττει. καὶ σμινύης δὲ ἅπτεται πολλάκις, εἴ που ὀρύττων πέτρᾳ ἐντύχοιμι καὶ ξυλλαμβάνει μοι τῶν δυσέργων, κἂν ἀγνοήσω τι τῶν κατὰ γεωργίαν, διορθοῦταί με. τά τε δένδρα ἐγὼ μὲν παρακηκοὼς τοῦ Ὁμήρου μακρὰ ἐφύτευον μεῖον τοῦ ἄνω τὸ ἐς τὴν γῆν ἐμβιβάζων, καὶ ὁπότε ἐπελάβετό μου ὁ Πρωτεσίλεως, ἐχρώμην τοῖς τοῦ Ὁμήρου πρὸς αὐτόν, ὁ δὲ ὑπολαβὼν ‘αὐτὸς μέντοι Ὅμηρος τὸν ἐναντίον’ ἔφη ‘κελεύει τρόπον ἢ σὺ πράττεις· μακρὰ γὰρ ὑπὸ σοφίας τὰ βαθέα ’οἶδεν, ὥς που τὰ φρέατα μακρὰ ὀνομάζει, βαθέα ὄντα’, καὶ τὰ δένδρα δὲ εἶπεν ἐμβιώσεσθαι τῇ γῇ μᾶλλον, εἰ τῷ μὲν πλείονι ἑστήκοι, τῷ δὲ ὀλίγῳ κινοῖτο. ἐπιστὰς δέ μοί ποτε ἄνθη ποτίζοντι ‘τὸ μύρον’ εἶπεν ‘ὦν τᾶν, οὐ δεῖται ὕδατος,’ διδάσκων δήπου μὴ ἔκπλυτα ποιεῖν τὰ ἄνθη.

Φοῖνιξ

τὸν δὲ ἄλλον χρόνον, ὦ ἀμπελουργέ, ποῦ διαιτᾶται;

ἀμπελουργός

ποτὲ μὲν ἐν Ἅιδου, φησί, ποτὲ δὲ ἐν Φθίᾳ, ποτὲ δ᾽ αὖ ἐν Τροίᾳ, οὗ οἱ ἑταῖροι, καὶ πρὸς θήρᾳ συῶν τε καὶ ἐλάφων γενόμενος ἀφικνεῖται κατὰ μεσημβρίαν καὶ καθεύδει ἐκταθείς.

Φοῖνιξ

ποῦ δὲ τῇ Λαοδαμείᾳ ξύνεστιν;

ἀμπελουργός

ἐν Ἅιδου, ξένε. καὶ λέγει αὐτὴν εὐδοκιμώτατα γυναικῶν πράττειν ἀριθμουμένην ἐν αἷς Ἀλκηστίς τε ἡ Ἀδμήτου καὶ Εὐάδνη ἡ Καπανέως, καὶ αἱ ταύταις ἴσαι σώφρονές τε καὶ χρησταί.

Φοῖνιξ

Ξυσσιτοῦνται δὲ ἀλλήλοις ἢ οὐ θέμις;

ἀμπελουργός

οὔπω, ξένε, σιτουμένῳ ἐνέτυχον οὐδὲ πίνοντα ἔγνων. καίτοι σπένδω γε αὐτῷ κατὰ ἑσπέραν ἀπὸ τουτωνὶ τῶν Θασίων ἀμπέλων, ἃς φυτεύει αὐτός, καὶ τρωκτὰ δὲ ὡραῖα προτίθεμαι κατὰ μεσημβρίαν, [p. 144] ἐπειδὰν θέρος τε ἥκῃ καὶ μετόπωρον ἱστῆται, σελήνης τε ἰούσης ἐς κύκλον ἐν τῇ τοῦ ἦρος ὥρᾳ γάλα ἐγχέας ἐς τὸν ψυκτῆρα τοῦτον ‘ἰδού σοι’ λέγω ‘τὸ τῆς ὥρας νᾶμα, σὺ δὲ πῖνε’, κἀγὼ μὲν εἰπὼν ταῦτα ἀπαλλάττομαι, τὰ δὲ βέβρωταί τε καὶ πέποται θᾶττον ἢ καταμύσαι.

Φοῖνιξ

περὶ δὲ τῆς ἡλικίας, ἣν γεγονὼς ἀπέθανε, τί φησιν;

ἀμπελουργός

ἐλεεῖ, ξένε, τὸ ἑαυτοῦ πάθος καὶ τὸν δαίμονα, ἐφ᾽ ᾧ τότε ἦν, ἄδικόν τε ἡγεῖται καὶ βάσκανον μὴ ξυγχωρήσαντά οἱ τὸν γοῦν πόδα ἐς τὴν Τροίαν ἐρεῖσαι· μὴ γὰρ ἂν μήτε Διομήδους τι ἐλαττωθῆναι μαχόμενος μήτ᾽ ἂν Πατρόκλου μήτε τοῦ δευτέρου Αἴαντος· τῶν γὰρ Αἰακιδῶν λελεῖφθαι τὰ πολέμια δι᾽ ἡλικίαν φησίν, αὐτὸς μὲν γὰρ εἶναι μειράκιον, ἐκείνων δὲ τὸν μὲν Ἀχιλλέα εἶναι νεανίαν, τὸν δὲ Αἴαντα ἄνδρα. καὶ τὰ ἔπη τὰ ἐς αὐτὸν εἰρημένα Ὁμήρῳ ἐπαινεῖ καίτοι μὴ πάντα ἐπαινῶν τὰ Ὁμήρου, ὡς ἀμφίδρυφον μὲν αὐτῷ τὴν γυναῖκα εἶπεν, ἡμιτελῆ δὲ τὴν οἰκίαν, περιμάχητον δὲ τὴν ναῦν, ἐφ᾽ ἧς ἔπλευσε, πολεμικόν τε αὐτὸν καλεῖ. ἑαυτὸν δὲ ὀλοφύρεται μηδὲν ἐν Τροίᾳ ἐργασάμενον, ἀλλὰ πεσόντα ἐν γῇ, ἧς οὐδὲ ἐπέβη· καὶ τὴν οὐλὴν δὲ ἐντετύπωται τῷ μηρῷ, τὸ γὰρ τραῦμα συναπορρύψασθαί φησι τῷ σώματι.

Φοῖνιξ

γυμνάζεται δέ, ὦ ἀμπελουργέ, τίνα τρόπον; ἐπειδὴ ἔφασκες αὐτὸν καὶ τοῦτο ἐξασκεῖν.

ἀμπελουργός

γυμνάζεται, ξένε, τὰ πολεμικὰ πλὴν τοξικῆς, τὰ δὲ γυμναστικὰ πλὴν πάλης· τὸ μὲν γὰρ τοξεύειν δειλῶν ἡγεῖται, τὸ δὲ παλαίειν ἀργῶν.

Φοῖνιξ

Παγκρατιάζει δὲ πῶς ἢ πυκτεύει;

ἀμπελουργός

σκιᾶς, ὦ ξένε, τούτων γυμνάζεται, καὶ δισκεύει [p. 145] μεῖζον ἢ ἐφικέσθαι ἄνθρωπον. ἀνακρούει μὲν γὰρ ὑπὲρ τὰς νεφέλας τὸν δίσκον, ῥίπτει δὲ ὑπὲρ τοὺς ἑκατὸν πήχεις καὶ ταῦθ᾽, ὡς ὁρᾷς, διπλάσιον τοῦ Ὀλυμπικοῦ ὄντα. δραμόντος δὲ αὐτοῦ οὐκ ἂν εὕροις ἴχνος, οὐδ᾽ ἂν ἐνσημήναιτό τι τῇ γῇ ὁ πούς.

Φοῖνιξ

καὶ μὴν καὶ ἴχνη μεγάλα ἐντετύπωται τοῖς δρόμοις ἐς τὸ δεκάπηχυ μέγεθος τοῦ ἥρω.

ἀμπελουργός

βαδίζοντος, ξένε, τὰ ἴχνη ἐκεῖνα καὶ γυμναζομένου τι ἕτερον, δραμόντος δὲ ἄσημος ἡ γῆ, μετέωρος γάρ τις καὶ οἷον ἐπικυματίζων αἴρεται. φησὶ δὲ καὶ παραδραμεῖν ἐν Αὐλίδι τὸν Ἀχιλλέα ἐν ἄθλοις, γυμναζομένης ἐπὶ Τροίαν τῆς Ἑλλάδος καὶ ὑπὲρ τὸ πήδημα τὸ ἐκείνου ἀρθῆναι. τὰ δὲ πολέμια ξυγχωρεῖ, ὡς ἔφην, τῷ Ἀχιλλεῖ πλὴν τῆς ἐν Μυσοῖς μάχης· ἐκεῖ γὰρ πλείους ἀπεκτονέναι Μυσῶν ἢ ἐκεῖνος ἀριστεῖά τε ἀπενηνέχθαι, κεκρατηκέναι δὲ αὐτοῦ καὶ τὸν ἀγῶνα τὸν περὶ τῆς ἀσπίδος.

Φοῖνιξ

καὶ τί ἂν εἴη, ἀμπελουργέ, τὸ τῆς ἀσπίδος; οὔτε γὰρ ποιητῇ εἴρηταί πω, οὔτε ἐς λόγον τινὰ τῶν Τρωικῶν ἥκει.

ἀμπελουργός

περὶ πολλῶν, ξένε, τοῦτ᾽ ἐρεῖς· πολλὰ γὰρ περί τε ἀνδρῶν περί τε πολεμικῶν ἔργων ὁ ἥρως λέγει μήπω τοῖς πολλοῖς δῆλα ὄντα. τὸ δὲ αἴτιον· φησὶν αὐτοὺς κατὰ ἔκπληξιν τῶν Ὁμήρου ποιημάτων ἐς μόνους Ἀχιλλέα τε καὶ Ὀδυσσέα βλέψαντας ἀμελῆσαι καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. καὶ τῶν μὲν οὐδὲ ἐπιμνησθῆναι τοπαράπαν, τοῖς δὲ ἀναθεῖναι τριήρη τεττάρων ἐπῶν. τὸν μὲν δὴ Ἀχιλλέα φησὶν ἐπαξίως ὑμνῆσθαι, τὸν δὲ Ὀδυσσέα μειζόνως. καὶ ὁπόσα δὲ Σθενέλου τε καὶ Παλαμήδους καὶ τῶν τοιῶνδε ἀνδρῶν παραλέλειπται, δίειμί σοι μικρὸν ὕστερον, μὴ [p. 146] γὰρ ἀγνοήσας γε ἀπέλθοις τι τούτων. καὶ τὸν λόγον δὲ τὸν Μύσιον, ἐς ὅν ἐστιν ἡ ἀσπίς, αὐτίκα ἀποτελοῦμεν, ἐπειδὴ δὲ παγκρατίου καὶ πυγμῆς καὶ δίσκου μνημονεύοντες ἐς τὴν ἀσπίδα ἀπηνέχθημεν, ἄκουε τοῦ ἥρω θαύματα πρὸς ἀθλητάς, οἳ ἐχρήσαντο αὐτῷ συμβούλῳ· τὸν Κίλικα, οἶμαι, παγκρατιαστὴν ἀκούεις, ὃν Ἁλτῆρα ἐκάλουν οἱ πατέρες, ὡς μικρὸς ἦν καὶ τῶν ἀντιπάλων παραπολύ.

Φοῖνιξ

οἶδα τεκμαιρόμενος δήπου τοῖς ἀνδριᾶσι, χαλκοῦς γὰρ πολλαχοῦ ἕστηκεν.

ἀμπελουργός

τούτῳ, ξένε, περιῆν μὲν καὶ ἐπιστήμης, περιῆν δὲ καὶ θυμοῦ, καὶ μάλα ἐρρώννυ αὐτὸν ἡ εὐαρμοστία τοῦ σώματος. ἀφικόμενος οὖν ἐς τὸ ἱερὸν τοῦτο ὁ παῖς, ἔπλει δὲ εὐθὺ Δελφῶν ἀγωνιούμενος τὴν κρίσιν, ἠρώτα τὸν Πρωτεσίλεων, ὅ τι πράττων περιέσοιτο τῶν ἀντιπάλων, ὁ δὲ ‘πατούμενος’ ἔφη. ἀθυμία οὖν αὐτίκα τὸν ἀθλητὴν ἔσχεν ὡς καταβεβλημένον ὑπὸ τοῦ χρησμοῦ, τὸ δὲ ἀποπτερνίζειν ἐν ἀγωνίᾳ πρῶτος εὑρὼν ξυνῆκεν ὕστερον, ὅτι κελεύει αὐτὸν μὴ μεθίεσθαι τοῦ ποδός· τὸν γὰρ προσπαλαίοντα τῇ πτέρνῃ πατεῖσθαί τε ξυνεχῶς χρὴ καὶ ὑποκεῖσθαι τῷ ἀντιπάλῳ. καὶ τοῦτο πράττων ὁ ἀθλητὴς οὗτος ὀνόματος λαμπροῦ ἔτυχε καὶ ἡττήθη οὐδενός. ἀκούεις δέ που καὶ Πλούταρχον ἐκεῖνον τὸν δεξιόν;

Φοῖνιξ

ἀκούω. τὸν πύκτην γάρ, ὡς τὸ εἰκός, λέγεις.

ἀμπελουργός

οὗτος ἀνιὼν τὴν δευτέραν Ὀλυμπιάδα ἐπὶ τοὺς ἄνδρας ἱκετεύει τὸν ἥρω χρῆσαί οἱ περὶ τῆς νίκης· ὁ δὲ αὐτὸν κελεύει Ἀχελώῳ ἐναγωνίῳ εὔχεσθαι.

Φοῖνιξ

τί οὖν τὸ αἴνιγμα;

ἀμπελουργός

ἠγωνίζετο μὲν ἐν Ὀλυμπίᾳ πρὸς Ἑρμείαν [p. 147] τὸν Αἰγύπτιον τὴν περὶ τοῦ στεφάνου νίκην, ἀπειρηκότες δὲ ὁ μὲν ὑπὸ τραυμάτων, ὁ δὲ ὑπὸ δίψης, καὶ γὰρ ἀκμάζουσα μεσημβρία περὶ τὴν πυγμὴν εἱστήκει, νεφέλη ἐς τὸ στάδιον καταρρήγνυται καὶ διψῶν ὁ Πλούταρχος ἔσπασε τοῦ ὕδατος, ὅ ἀνειλήφει τὰ περὶ τοῖς πήχεσι κώδια· καὶ τὸν χρησμὸν ἐνθυμηθείς, ὡς μετὰ ταῦτα ἔφασκεν, ἐς θάρσος ὥρμησε καὶ ἔτυχε τῆς νίκης. εὐδαίμονα δὲ τὸν Αἰγύπτιον θαυμάζεις τῆς καρτερίας ἴσως, εἰ πυκτεύοντι που παρέτυχες. τούτῳ ἐρομένῳ, πῶς ἂν μὴ ἡττηθείη ‘θανάτου’ ἔφη ‘καταφρονῶν.’

Φοῖνιξ

καὶ πείθεταί γε, ὦ ἀμπελουργέ, τῷ χρησμῷ, παρασκευάζων γὰρ οὕτως ἑαυτὸν ἀδαμάντινος τοῖς πολλοῖς καὶ θεῖος δοκεῖ.

ἀμπελουργός

ἕλιξ δὲ ὁ ἀθλητὴς αὐτὸς μὲν οὔπω προσπέπλευκε τῷ ἱερῷ τούτῳ, πέμψας δέ τινα τῶν ἑαυτοῦ ἑταίρων ἤρετο, ποσάκις νικήσοι τὰ Ὀλύμπια, ὁ δὲ ‘δὶς’ ἔφη ‘νικήσεις, ἐὰν μὴ ἐθέλῃς τρίς.’

Φοῖνιξ

δαιμόνιον, ἀμπελουργέ, λέξεις γάρ που τὸ ἐν Ὀλυμπίᾳ πραχθέν· προυπαρχούσης γὰρ αὐτῷ νίκης μιᾶς, ὅτ᾽ ἀνὴρ ἐκ παίδων ἐνίκα πάλην, ἀπεδύσατο τὴν ἐπ᾽ ἐκείνῃ Ὀλυμπιάδα πάλην τε καὶ παγκράτιον, ἐφ᾽ ᾧ δυσχεράναντες οἱ Ἠλεῖοι διενοοῦντο μὲν ἀμφοῖν εἴργειν αὐτὸν ἐγκλήματα Ὀλυμπικὰ ξυντιθέντες ῾ἐπ̓ αὐτῷ, μόγις δ᾽ οὖν ἀνέδησαν τὸ παγκράτιον. καὶ τοῦτον ἄρα τὸν φθόνον ὁ Πρωτεσίλεως φυλάξασθαι προὔλεγεν εἰδὼς αὐτὸν ἀντίπαλον τοῖς ἐξῃρημένοις ὄντα.

ἀμπελουργός

ἄριστα, ξένε, τοῦ χρησμοῦ ἐτεκμήρω.

Φοῖνιξ

τῶν δὲ δὴ νόσων τίνας ἰᾶται; πολλοὺς γὰρ αὐτῷ φῂς εὔχεσθαι.

ἀμπελουργός

πάσας ἰᾶται, ὁπόσαι εἰσί, μάλιστα δὲ τὰς [p. 148] φθόας τε καὶ τοὺς ὑδέρους καὶ τὰς τῶν ὀφθαλμῶν νόσους καὶ τοὺς τεταρταίῳ πυρέσσοντας· ἔστι δὲ καὶ ἐρῶντι τυχεῖν αὐτοῦ ξυμβούλου. ξυναλγεῖ γὰρ σφόδρα τοῖς τὰ ἔρωτικὰ ἀτυχοῦσι καὶ ὑποτίθεται αὐτοῖς ἐπῳδὰς καὶ τέχνας, αἳ τὰ παιδικὰ θέλξουσι, μοιχοῖς δὲ οὔτε προσδιαλέγεται οὐδὲν οὔτε ὑποτίθεταί τι ἐρωτικόν· φησὶ γὰρ ἀπηχθῆσθαι αὐτοῖς, ἐπειδὴ τὸ ἐρᾶν διαβάλλουσιν. ἀφικομένου γοῦν ἐνταῦθα μοιχοῦ ποτε αὐτῇ γυναικί, ἣν ἐπείρα, καὶ ξυνομνύναι βουλομένων ἐπὶ τὸν ἄνδρα παρόντα μέν, ξυνιέντα δὲ οὔπω, ὁ μὲν γὰρ ἔτυχε καθεύδων μεσημβρίας ἐνταῦθα, οἱ δ᾽ ὤμνυσαν ἤδη προσεστηκότες τῷ βωμῷ —

Φοῖνιξ

τί οὖν ὁ Πρωτεσίλεως;

ἀμπελουργός

ἐξορμᾷ τοῦτον τὸν κύνα καίτοι χρηστόν, ὡς ὁρᾷς, ὄντα προσπεσεῖν τε αὐτοῖς κατόπιν καὶ δακεῖν ἔτι ὀμνύντας, καὶ τὸν ὅρκον οὑτωσὶ ξυγχέας ἐφίσταται τῷ ἀνδρὶ καὶ κελεύει αὐτὸν ἐκείνων μὲν ἀμελεῖν, τὸ γὰρ δῆγμα σφῶν ἀνίατον εἶναι, σώζειν δὲ νῦν γοῦν ἑαυτόν τε καὶ τὸν ἑαυτοῦ οἶκον, τοὺς μὲν γὰρ θεοὺς πάντα γιγνώσκειν, τοὺς δὲ ἥρωας θεῶν μὲν ἐλάττω, πλείω δὲ ἀνθρώπων. πολὺς ἐπιρρεῖ τῶν τοιούτων ὄχλος, εἰ πάντων ἀπομνημονεύοιμι ὄντων γε καὶ τῶν ἐν Φθίᾳ τε καὶ Φυλάκῃ φανερῶν πᾶσιν, ὅσοι Θετταλίαν οἰκοῦσιν· καὶ γὰρ τὸ ἐκείνῃ ἱερὸν ἐνεργὸν τῷ Πρωτεσίλεῳ, καὶ πολλὰ τοῖς Θετταλοῖς ἐπισημαίνει φιλάνθρωπά τε καὶ εὐμενῆ, καὶ ὀργίλα αὖ, εἰ ἀμελοῖτο.

Φοῖνιξ

πείθομαι, νὴ τὸν Πρωτεσίλεων, ἀμπελουργέ· καλὸν γάρ, ὡς ὁρῶ, καὶ ὀμνύναι τοιοῦτον ἥρω.

ἀμπελουργός

ἢ ἀδικήσεις γε ἀπιστῶν, ξένε. τὸν δὲ Ἀμφιάρεων, ὃν λέγεται ἡ γῆ ἐν σοφῷ ἀδύτῳ ἔχειν [p. 149] Ἀμφίλοχόν τε τὸν τούτου παῖδα πλείω ἴσως ἢ ἐγὼ γιγνώσκεις οὐ πολὺ ἀπέχων τῆς Κιλίκων ἠπείρου, καὶ Μάρωνα δὲ τὸν Εὐάνθους ἀδικοίης ἂν ἐπιφοιτῶντα ταῖς ἐν Ἰσμάρῳ ἀμπέλοις καὶ ἡδυοίνους αὐτὰς ἐργαζόμενον φυτεύοντά τε καὶ κυκλοῦντα, ὅτε δὴ ὁρᾶται τοῖς γεωργοῖς ὁ Μάρων καλός τε καὶ ἁβρὸς καὶ ἀναπνέων ποτιμόν τε καὶ οἰνῶδες. γιγνώσκειν δὲ χρὴ καὶ τὰ τοῦ Θρᾳκὸς Ῥήσου· Ῥῆσος γάρ, ὃν ἐν Τροίᾳ Διομήδης ἀπέκτεινε, λέγεται οἰκεῖν τὴν Ῥοδόπην καὶ πολλὰ αὐτοῦ θαύματα ᾄδουσιν· ἱπποτροφεῖν τε γάρ φασιν αὐτὸν καὶ ὁπλιτεύειν καὶ θήρας ἅπτεσθαι. σημεῖον δὲ εἶναι τοῦ θηρᾶν τὸν ἥρω τὸ τοὺς σῦς τοὺς ἀγρίους καὶ τὰς δορκάδας καὶ ὁπόσα ἐν τῷ ὄρει θηρία φοιτᾶν πρὸς τὸν βωμὸν τοῦ Ῥήσου κατὰ δύο ἢ τρία θύεσθαί τε οὐδενὶ δεσμῷ ξυνεχόμενα καὶ παρέχειν τῇ μαχαίρᾳ ἑαυτά. λέγεται δὲ ὁ ἥρως οὗτος καὶ λοιμὸν ἐρύκειν τοῦ ὄρους, πολυανθρωποτάτη δὲ ἡ Ῥοδόπη καὶ πολλαὶ περὶ τὸ ἱερὸν αἱ κῶμαι, ὅθεν μοι δοκεῖ καὶ βοήσεσθαι ὑπὲρ τῶν ἑαυτοῦ συστρατιωτῶν ὁ Διομήδης, εἰ τὸν μὲν Θρᾷκα τοῦτον, ὃν ἀπέκτεινεν αὐτὸς μηδὲν εὐδόκιμον ἐν Τροίᾳ ἐργασάμενον, μηδὲ δείξαντά τι ἐκεῖ λόγου ἄξιον πλὴν ἵππων λευκῶν, εἶναί τι ἡγοίμεθα καὶ θύοιμεν αὐτῷ διὰ Ῥοδόπης τε καὶ Θρᾴκης πορευόμενοι, τοὺς δὲ θεῖά τε καὶ λαμπρὰ εἰργασμένους ἔργα ἀτιμάζοιμεν μυθώδη τὴν περὶ αὐτοὺς δόξαν ἡγούμενοι καὶ κεκομπασμένην.

Φοῖνιξ

μετὰ σοῦ λοιπόν, ἀμπελουργέ, τάττω ἐμαυτὸν καὶ οὐδεὶς ἔτι τοῖς τοιούτοις ἀπιστήσει· οἱ δὲ ἐν τῷ πεδίῳ τῷ ἐν Ἰλίῳ, οὓς ἔφασκες δι᾽ αὐτοῦ τὸν μάχιμον τρόπον στείχειν, πότε ὤφθησαν;

ἀμπελουργός

ὁρῶνται, ὦ Φοῖνιξ, ὁρῶνται ἔτι βουκόλοις [p. 150] τε τοῖς ἐν τῷ πεδίῳ καὶ νομεῦσι μεγάλοι καὶ θεῖοι καὶ θεῶνταί ἐστιν ὅτε ἐπὶ κακῷ τῆς γῆς· εἰ μὲν γὰρ κεκονιμένοι φαίνοιντο, αὐχμοὺς ἐπισημαίνουσι τῇ χώρᾳ, εἰ δὲ ἱδρῶτος πλέοι, κατακλυσμούς τε καὶ ὄμβρους, εἰ δὲ αἷμα περὶ αὐτοῖς ἢ τοῖς ὅπλοις φαίνοιτο, νόσους τῷ Ἰλίῳ ἀναπέμπουσιν, εἰ δὲ μηδὲν τούτων περὶ τοῖς εἰδώλοις ὁρῷτο, ἀγαθὰς ἤδη ἄγουσι τὰς ὥρας καὶ σφάττουσιν αὐτοῖς τότε οἱ νομεῖς ὁ μὲν ἄρνα, ὁ δὲ ταῦρον, ὁ δὲ πῶλον, ὁ δ᾽ ἄλλο τι ὧν νέμει. φθορὰς δέ, ὁπόσαι περὶ τὰς ἀγέλας γίγνονται, πάσας ἐξ Αἴαντος ἥκειν φασίν, οἶμαι, διὰ τὸν ἐν τῇ μανίᾳ λόγον, ὅτε δὴ ὁ Αἴας λέγεται ταῖς ἀγέλαις ἐμπεσὼν διαφορῆσαι σφᾶς οἷον κτείνων τοὺς Ἀχαιοὺς ἐπὶ τῇ κρίσει, καὶ οὐδὲ νέμει περὶ τὸ σῆμα οὐδεὶς φόβῳ τῆς πόας, νοσώδης γὰρ δὴ ἀναδίδοται καὶ πονηρὰ βόσκειν. ἔστι δέ τις λόγος, ὡς Τρῶές ποτε ποιμένες ἐς τὸν Αἴαντα ὕβριζον νενοσηκότων αὐτοῖς τῶν προβάτων καὶ περιστάντες τὸ σῆμα πολέμιον μὲν Ἕκτορος τὸν ἥρωα ἐκάλουν, πολέμιον δὲ Τροίας τε καὶ ποιμνίων, καὶ ὁ μὲν μανῆναι αὐτόν, ὁ δὲ μαίνεσθαι, ὁ δ᾽ ἀσελγέστατος τῶν ποιμένων

Αἴας δ᾽ οὐκέτ᾽ ἔμιμνε

μέχρι τούτου τὸ ἔπος αὐτῷ ἐπερραψῴδει ὡς δειλῷ· ὁ δὲ ‘ἀλλὰ ἔμιμνον’ εἶπε βοήσας ἐκ τοῦ τάφου φρικῶδές τι καὶ ὄρθιον, λέγεται δὲ καὶ δουπῆσαι τοῖς ὅπλοις, οἷον ἐν ταῖς μάχαις εἰώθει. τὸ μὲν δὴ τῶν κακοδαιμόνων ἐκείνων πάθος οὐ χρὴ θαυμάζειν, εἰ Τρῶές τε καὶ νομεῖς ὄντες ἐξεπλάγησαν ὁρμὴν Αἴαντος, καὶ οἱ μὲν ἔπεσον αὐτῶν, οἱ δ᾽ ἔτρεσαν, οἱ δ᾽ ᾤχοντο φεύγοντες οὗ ἐποίμαινον, τὸν δὲ Αἴαντα θαυμάσαι ἄξιον, ἀπέκτεινε γὰρ οὐδένα αὐτῶν, ἀλλὰ [p. 151] τὴν παροινίαν, ᾗ ἐχρῶντο, ἐκαρτέρησε μόνον ἐνδειξάμενος αὐτοῖς τὸ ἀκούειν. ὁ δὲ Ἕκτωρ οὐκ ἐγίγνωσκεν, οἶμαι, τὴν ἀρετὴν ταύτην, ὑβρίσαντος γὰρ ἐς αὐτὸν πέρυσι μειρακίου τινός, ἦν δ᾽, ὥς φασι, κομιδῇ νέον καὶ ἀπαιδευτόν, ὥρμησεν ἐπὶ τὸ μειράκιον καὶ ἀπέκτεινεν αὐτὸ ἐν ὁδῷ, ποταμῷ τὸ ἔργον προσθείς.

Φοῖνιξ

ἀγνοοῦντι λέγεις, ἀμπελουργέ, καὶ σφόδρα ἐκπληττομένῳ τὸν λόγον, ᾤμην γὰρ μηδαμοῦ φαίνεσθαι τὸν ἥρω τοῦτον, καὶ ὁπότε μοι τὰ τῶν Ἑλλήνων ἀπήγγελλες, ὑπερήλγουν τοῦ Ἕκτορος, εἰ μήτε ἀρότης τι ὑπὲρ αὐτοῦ λέγει, μήτε αἰπόλος, ἀλλ᾽ ἀφανής ἐστι τοῖς ἀνθρώποις καὶ ἀτεχνῶς κεῖται. περὶ μὲν γὰρ τοῦ Πάριδος οὐδ᾽ ἀκούειν ἀξιῶ οὐδέν, δἰ ὃν τοιοίδε καὶ τοσοίδε ἔπεσον, περὶ δὲ τοῦ Ἕκτορος, ὃς ἔρεισμα μὲν τῆς Τροίας καὶ τοῦ ξυμμαχικοῦ παντὸς ἦν, ἵππους δὲ ξυνεῖχε τέτταρας, ὅ μηδεὶς τῶν ἡρώων ἕτερος, τὰς δὲ τῶν Ἀχαιῶν κατεπίμπρη ναῦς, ἐμάχετο δὲ πρὸς αὐτοὺς ὁμοῦ πάντας ἐφορμῶντάς τε καὶ ξυνταττομένους ἐπ᾽ αὐτὸν οὐκ ἂν ἐροίμην γέ τι, οὐδ᾽ ἂν ἀκούσαιμι χαίρων, εἰ μὴ διαπηδῴης αὐτά, μηδ᾽ ἀμελῶς λέγοις;

ἀμπελουργός

ἄκουε διὰ πλειόνων, ἐπειδὴ τοῦτο ἡγῇ τὸ μὴ ἀμελῶς φράζειν· τὸ ἐν Ἰλίῳ ἄγαλμα τοῦ Ἕκτορος ἡμιθέῳ ἀνθρώπῳ ἔοικε καὶ πολλὰ ἤθη ἐπιφαίνει τῷ θεωροῦντι αὐτὸ ξὺν ὀρθῷ λόγῳ· καὶ γὰρ φρονηματῶδες δοκεῖ καὶ γοργὸν καὶ φαιδρὸν καὶ ξὺν ἁβρότητι σφριγῶν καὶ ἡ ὥρα μετ᾽ οὐδεμιᾶς κόμης. ἔστι δ᾽ οὕτω τι ἔμπνουν, ὡς τὸν θεατὴν ἐπισπάσασθαι θιγεῖν. τοῦτο ἵδρυται μὲν ἐν περιβλέπτῳ τοῦ Ἰλίου, πολλὰ δὲ ἐργάζεται χρηστὰ κοινῇ τε καὶ ἐς ἕνα, ὅθεν εὔχονται αὐτῷ καὶ ἀγῶνα θύουσιν, [p. 152] ὅτε δὴ θερμὸν οὕτω καὶ ἐναγώνιον γίγνεται, ὡς καὶ ἱδρῶτα ἀπ᾽ αὐτοῦ λείβεσθαι· μειράκιον οὖν Ἀσσύριον ἧκον ἐς τὸ Ἴλιον ἐλοιδορεῖτο τῷ Ἕκτορι προφέρον αὐτῷ τάς τε ἕλξεις, αἳ ἐξ Ἀχιλλέως ποτὲ ἐς αὐτὸν ἐγένοντο, καὶ τὸν τοῦ Αἴαντος λίθον, ᾧ βληθεὶς ἀπέθανε πρὸς βραχύ, καὶ ὡς Πάτροκλον τὰ πρῶτα ἔφυγε, καὶ ὡς οὐδὲ ἀπέκτεινεν, ἀλλὰ ἕτεροι. μετεποίει δὲ τὸ ἄγαλμα τοῦ Ἕκτορος, Ἀχιλλέως γὰρ ἔφασκεν εἶναι αὐτὸ μετὰ τὴν κόμην, ἣν ἐκείρατο ἐπὶ τῷ Πατρόκλῳ· τούτων ἐμφορηθὲν ἐξήλασεν ἐκ τοῦ Ἰλίου, καὶ πρὶν ἢ δέκα πορευθῆναι σταδίους ποταμὸς οὕτω βραχύς, ὡς μηδὲ ὄνομα αὐτοῦ ἐν Τροίᾳ εἶναι, μέγας ἐκ μικροῦ αἴρεται καὶ ὡς ἀπήγγελλον οἱ διαφυγόντες τῶν ὀπαδῶν, ὁπλίτης ἡγεῖτο τοῦ ποταμοῦ μέγας παρακελευόμενος αὐτῷ βαρβάρῳ τῇ φωνῇ καὶ σφοδρᾷ ἐπιστρέφειν τὸ ὕδωρ ἐς τὴν ὁδόν, δι᾽ ἧς τὸ μειράκιον ἤλαυνεν ἐπὶ τεττάρων ἵππων οὐ μεγάλων, οὓς ὑπολαβὼν ὁ ποταμὸς ὁμοῦ τῷ μειρακίῳ βοῶντί τε καὶ ξυνιέντι λοιπὸν τοῦ Ἕκτορος ἀπήγαγεν ἐς τὰ ἑαυτοῦ ἤθη καὶ οὕτως ἀπώλεσεν, ὡς μηδὲ ἀνελέσθαι ξυγχωρῆσαι τὸ σῶμα, ᾤχετο γὰρ οὐκ οἶδ᾽ ὅποι ἀφανισθέν.

Φοῖνιξ

οὔτε τὸν Αἴαντα χρὴ θαυμάζειν, ἀμπελουργέ, καρτερήσαντα τὰ ἐκ τῶν ποιμένων, οὔτε τὸν Ἕκτορα ἡγεῖσθαι βάρβαρον μὴ ἀνασχόμενον τὰ ἐκ τοῦ μειρακίου· τοῖς μὲν γὰρ καὶ ξυγγνώμη ἴσως, οἳ Τρῶες ὄντες ἔτι καὶ πονήρως ἐχόντων σφίσι τῶν προβάτων ἐπεπήδων τῷ τάφῳ, μειρακίῳ δὲ Ἀσσυρίῳ πομπεύοντι ἐς τὸν τοῦ Ἰλίου ἥρω τίς ξυγγνώμη; οὐ γὰρ δὴ Ἀσσυρίοις ποτὲ καὶ Τρωσὶ πόλεμος ἐγένετο, οὐδὲ τὰς ἀγέλας σφῶν ὁ Ἕκτωρ ἐπόρθησεν, ὡς τὰς τῶν Τρώων ὁ Αἴας. [p. 153]

ἀμπελουργός

πεπονθέναι τι πρὸς τὸν Ἕκτορα, ὦ ξένε, δοκεῖς, καὶ οὐκ ἀξιῶ διαφέρεσθαι. ἀλλ᾽ ἐπανίωμεν ἐπὶ τὰ τοῦ Αἴαντος, ἐκεῖθεν γὰρ οἶμαι τὴν ἐκβολὴν τοῦ λόγου πεποιῆσθαι.

Φοῖνιξ

ἐκεῖθεν, ὦ ἀμπελουργέ, καὶ εἰ δοκεῖ, ἐπανίωμεν.

ἀμπελουργός

πρόσεχε οὖν, ὦ ξένε· νηός ποτε καθορμισαμένης ἐς τὸ Αἰάντειον δύο τῶν ξένων πρὸ τοῦ σήματος ἤλυόν τε καὶ πεττοῖς ἔπαιζον, ἐπιστὰς δὲ ὁ Αἴας ‘πρὸς θεῶν’ ἔφη ‘μετάθεσθε τὴν παιδιὰν ταύτην· ἀναμιμνήσκει γάρ με τῶν Παλαμήδους ἔργων σοφοῦ τε καὶ μαλ᾽ ἐπιτηδείου μοι ἀνδρός. ἀπολώλεκε δὲ κἀμὲ κἀκεῖνον ἐχθρὸς εἷς ἄδικον εὑρὼν ἐφ᾽ ἡμῖν κρίσιν.’

Φοῖνιξ

Δεδάκρυκα, νὴ τὸν Ἥλιον, ἀμπελουργέ, τὰ γὰρ ἀμφοῖν πάθη παραπλήσιά τε καὶ ἐοικότα ἐς εὔνοιαν· ἀγαθῶν μὲν γὰρ κοινωνία τίκτει ποτὲ καὶ φθόνον, ὅσοι δ᾽ ἂν κοινωνήσωσι συμφορῶν, ἀγαπῶσιν ἀλλήλους τὸν ἔλεον τοῦ ἐλέου ἀντιδιδόντες. Παλαμήδους δὲ εἴδωλον ἔχοις ἄν τινα εἰπεῖν ἑωρακότα ἐν Τροίᾳ;

ἀμπελουργός

τὰ μὲν ὁρώμενα εἴδωλα οὔπω δῆλα ὅτου ἕκαστον, πολλὰ γὰρ καὶ ἄλλοτε ἄλλα, διαλλάττει δὲ ἀλλήλων καὶ ἰδέᾳ καὶ ἡλικίᾳ καὶ ὅπλοις. ἀκούω δ᾽ ὁμῶς καὶ περὶ τοῦ Παλαμήδους ταῦτα· ἦν γεωργὸς ἐν Ἰλίῳ ταὐτόν ποτ᾽ ἐμοὶ πράττων· οὗτος ἐπεπόνθει τι πρὸς τὸ τοῦ Παλαμήδους πάθος καὶ ἐθρήνει αὐτὸν ἥκων ἐπὶ τὴν ἠιόνα, πρὸς ᾗ λέγεται ὑπὸ τῶν Ἀχαιῶν βεβλῆσθαι, καὶ ὁπόσα νομίζουσιν ἐπὶ σημάτων ἄνθρωποι, ἐπέφερε τῇ κόνει τάς τε ἡδίους τῶν ἀμπέλων ἐξαιρῶν αὐτῶ κρατῆρα ἐτρύγα, καὶ ξυμπίνειν τῷ Παλαμήδει ἔφασκεν, ὅτε ἀναπαύοιτο [p. 154] τῶν ἔργων. ἦν δὲ αὐτῷ καὶ κύων τέχνῃ αἰκάλλων καὶ ὑποκαθήμενος τοὺς ἀνθρώπους· τοῦτον Ὀδυσσέα ἐκάλει καὶ ἐπαίετο ὑπὲρ τοῦ Παλαμήδους ὁ Ὀδυσσεὺς οὗτος προσακούων κακὰ μυρία. δοκεῖ δὴ τῷ Παλαμήδει ἐπιφοιτῆσαί ποτε τῷ ἐραστῇ τούτῳ καὶ ἀγαθόν τι αὐτῷ δοῦναι, καὶ δῆτα ὁ μὲν πρὸς ἀμπέλῳ τινὶ ἦν γόνυ αὐτῆς ἰώμενος, ὁ δὲ ἐπιστὰς αὐτῷ ‘σὺ γιγνώσκεις με’ ἔφη ‘γεωργε’; ‘καὶ πῶς’, εἶπεν ‘ὃν οὔπω εἶδον’; ‘τί οὖν’ ἔφη ‘ἀγαπᾷς, ὃν μὴ γιγνώσκεις’; ξυνῆκεν ὁ γεωργός, ὅτι ὁ Παλαμήδης εἴη· καὶ τὸ εἶδος ἐς ἥρω ἔφερε μέγαν τε καὶ καλὸν καὶ ἀνδρεῖον οὔπω τριάκοντα ἔτη γεγονότα· καὶ περιβαλὼν αὐτὸν μειδιῶν ‘φιλῶ σε, ὦ Παλάμηδες’, εἶπεν ‘ὅτι μοι δοκεῖς φρονιμώτατος ἀνθρώπων γεγονέναι καὶ δικαιότατος ἀθλητὴς τῶν κατὰ σοφίαν πραγμάτων, πεπονθέναι τε ὑπὸ τῶν Ἀχαιῶν ἐλεεινὰ διὰ τὰς Ὀδυσσέως ἐπὶ σοὶ τέχνας, οὗ τάφος εἴ τις ἦν ἐνταῦθα, ἐξωρώρυκτ᾽ ἂν ὑπ᾽ ἐμοῦ πάλαι, μιαρὸς γὰρ καὶ κακίων τοῦ κυνός, ὃν ἐπ᾽ αὐτῷ τρέφω.’ ‘φειδώμεθα λοιπὸν τοῦ Ὀδυσσέως’, ὁ ἥρως ἔφη ‘τούτων γὰρ ἐπραξάμην αὐτὸν ἐγὼ δίκας ἐν Αἵδου· σὺ δέ, ἐπειδὴ φιλεῖς που τὰς ἀμπέλους, εἰπέ μοι, τί μάλιστα περὶ αὐταῖς δέδοικας’. ‘τί δ᾽ ἄλλο γε’ εἶπεν ‘ἢ τὰς χαλάζας; ὑφ᾽ ὧν ἐκτυφλοῦνταί τε καὶ ῥήγνυνται’. ‘ἱμάντα τοίνυν’ εἶπεν ὁ Παλαμήδης ‘περιάπτωμεν μιᾷ τῶν ἀμπέλων καὶ οὐ βεβλήσονται αἱ λοιπαί.’

Φοῖνιξ

σοφός γε ὁ ἥρως, ἀμπελουργέ, καὶ ἀεί τι εὑρίσκων ἀγαθὸν τοῖς ἀνθρώποις. Ἀχιλλέως δὲ πέρι τί ἂν εἴποις; τοῦτον γὰρ θειότατον τοῦ Ἑλληνικοῦ παντὸς ἡγούμεθα.

ἀμπελουργός

τὰ μὲν ἐν τῷ Πόντῳ, ξένε, εἰ μήπω ἐς [p. 155] αὐτὸν πέπλευκας καὶ ὅσα ἐν τῇ ἐκεῖ νήσῳ λέγεται πράττειν, ἐγώ σοι ἀπαγγελῶ ὕστερον ἐν τῷ περὶ αὐτοῦ λόγῳ μακροτέρῳ ὄντι, τὰ δὲ ἐν Ἰλίῳ παραπλήσια τοῖς ἄλλοις ἥρωσι, καὶ γὰρ προσδιαλέγεταί τισι καὶ ἐπιφοιτᾷ καὶ θηρία διώκει. ξυμβάλλονται δὲ αὐτὸν Ἀχιλλέα εἶναι τῇ τε ὥρᾳ τοῦ εἴδους καὶ τῷ μεγέθει καὶ τῇ ἀστραπῇ τῶν ὅπλων· κατόπιν δὲ αὐτοῦ ζάλη ἀνέμου εἱλεῖται πομπὸς τοῦ εἰδώλου. ἐπιλείψει με ἡ φωνή, ξένε, τῶν τοιούτων μνημονεύοντα· καὶ γάρ τι καὶ περὶ Ἀντιλόχου ᾄδουσιν, ὡς κόρη Ἰλιὰς φοιτῶσα ἐπὶ τὸν Σκάμανδρον εἰδώλῳ τοῦ Ἀντιλόχου ἐνέτυχε καὶ προσέκειτο τῷ σήματι ἐρῶσα τοῦ εἰδώλου, καὶ ὡς βουκόλοι μειράκια, περὶ τὸν τοῦ Ἀχιλλέως βωμὸν ἀστραγαλίζοντες ἀπέκτεινεν ἂν ὁ ἕτερος τῇ καλαύροπι τὸν ἕτερον πλήξας, εἰ μὴ ὁ Πάτροκλος αὐτοὺς διεπτόησεν ‘ἀρκεῖ μοι’ εἰπών ‘ὑπὲρ ἀστραγάλων αἷμα ἕν’. γιγνώσκειν δὲ ὑπάρχει ταῦτα καὶ παρὰ τῶν βουκόλων καὶ πάντων τῶν οἰκούντων τὸ Ἴλιον· ἐπιμίγνυμεν γὰρ ἅτε τὰς ὄχθας οἰκοῦντες τῶν τοῦ Ἑλλησπόντου ἐκβολῶν καὶ ποταμόν, ὡς ὁρᾷς, πεποιημένοι τὴν θάλατταν. ἄγε δή, ὦ ξένε, τὴν ἀσπίδα ἤδη ἀναλάβωμεν, ἣν ὁ Πρωτεσίλεως Ὁμήρῳ τε ἠγνοῆσθαί φησι καὶ ποιηταῖς πᾶσιν.

Φοῖνιξ

ποθοῦντι ἀποδίδως, ἀμπελουργέ, τὸν περὶ αὐτῆς λόγον, σπάνιον δὲ οἶμαι ἀκούσεσθαι.

ἀμπελουργός

σπανιώτατον· προσέχων δὲ ἀκροῶ.

Φοῖνιξ

προσέχων λέγεις; οὐδὲ τὰ θηρία ἐς τὸν Ὀρφέα οὕτως ἐκεχήνει ᾄδοντα, ὡς ἐγώ σου ἀκούων τά τε ὦτα ἵστημι καὶ τὸν νοῦν ἐγρήγορα καὶ ξυλλέγομαι ἐς τὴν μνήμην πάντα. ἡγοῦμαι δὲ καὶ τῶν [p. 156] ἐπὶ Τροίαν ἐστρατευκότων εἷς εἶναι, τοσοῦτον κατέσχημαι τοῖς ἡμιθέοις ὑπὲρ ὧν διαλεγόμεθα.

ἀμπελουργός

οὐκοῦν, ἐπειδὴ φρονεῖς οὕτως, αἴρωμεν ἐξ Αὐλίδος, ὦ ξένε. τὸ γὰρ ἐκεῖ ξυνειλέχθαι σφᾶς ἀληθές. τὰ δ᾽ ἐμβατήρια τοῦ λόγου τῷ Πρωτεσίλεῳ εὔχθω. ὡς μὲν δὴ τὴν Μυσίαν οἱ Ἀχαιοὶ πρὸ Τροίας ἐπόρθησαν ἐπὶ Τηλέφῳ τότε οὖσαν, καὶ ὡς ὁ Τήλεφος ὑπὲρ τῶν ἑαυτοῦ μαχόμενος ἐτρώθη ὑπὸ Ἀχιλλέως, ἔστι σοι καὶ ποιητῶν ἀκούειν — οὐ γὰρ ἐκλέλειπται αὐτοῖς ταῦτα — τὸ δὲ πιστεύειν, ὡς ἀγνοήσαντες οἱ Ἀχαιοὶ τὴν χώραν τὰ τοῦ Πριάμου ἄγειν τε καὶ φέρειν ᾤοντο, διαβάλλει τὸν Ὁμήρου λόγον, ὃν περὶ Κάλχαντος ᾄδει τοῦ μάντεως· εἰ γὰρ ἐπὶ μαντικῇ ἔπλεον καὶ τὴν τέχνην ἡγεμόνα ἐποιοῦντο, πῶς ἂν ἄκοντες ἐκεῖ καθωρμίσθησαν; πῶς δ᾽ ἂν καθορμισθέντες ἠγνόησαν, ὅτι μὴ ἐς Τροίαν ἥκουσι καὶ ταῦτα πολλοῖς μὲν βουκόλοις ἐντετυχηκότες, πολλοῖς δὲ ποιμέσι; νέμεταί τε γὰρ ἡ χώρα μέχρι θαλάττης καὶ τοὔνομα ἐρωτᾶν τῆς ξένης ξύνηθες, οἶμαι, τοῖς καταπλέουσιν. εἰ δὲ καὶ μηδενὶ τούτων ἐνέτυχον, μηδὲ ἤροντο τῶν τοιούτων οὐδέν, ἀλλ᾽ Ὀδυσσεὺς καὶ Μενέλεως ἐς Τροίαν ἤδη ἀφιγμένω τε καὶ πεπρεσβευκότε καὶ τὰ κρήδεμνα τοῦ Ἰλίου εἰδότε οὐκ ἄν μοι δοκοῦσι περιιδεῖν ταῦτα, οὐδ᾽ ἂν ξυγχωρῆσαι τῷ στρατῷ διαμαρτάνοντι τῆς πολεμίας. ἑκόντες μὲν δὴ οἱ Ἀχαιοὶ τοὺς Μυσοὺς ἐληίζοντο, λόγου ἐς αὐτοὺς ἥκοντος, ὡς ἄριστα ἠπειρωτῶν πράττοιεν, καί πη καὶ δεδιότες, μὴ πρόσοικοι τῷ Ἰλίῳ ὄντες ἐς κοινωνίαν τῶν κινδύνων μετακληθῶσι. Τηλέφῳ δὲ Ἡρακλείδῃ τε ὄντι καὶ ἄλλως γενναίῳ καὶ ὡπλισμένης γῆς ἄρχοντι οὐκ ἀνεκτὰ ταῦτα ἐφαίνετο, ὅθεν πολλὴν μὲν ἀσπίδα [p. 157] παρέταττε, πολλὴν δὲ ἵππον· ἦγε δὲ τοὺς μὲν ἐκ τῆς ὑπ᾽ αὐτῷ Μυσίας — ἦρχε δέ, οἶμαι, πάσης, ὁπόση ἐπὶ θαλάττῃ — οἱ δὲ ἐκ τῶν ἄνω Μυσῶν ξυνεμάχουν, οὓς Ἀβίους τε οἱ ποιηταὶ καλοῦσι καὶ ἵππων ποιμένας καὶ τὸ γάλα αὐτῶν πίνοντας, τῆς τε γὰρ τῶν Ἀχαιῶν διανοίας, καθ᾽ ἣν ἐποιοῦντο τοὺς περίπλους οὐκ οὔσης ἀδήλου, Τληπολέμου τε πέμψαντος ἐπὶ Ῥοδίας ὁλκάδος ἄγγελον ὡς ἀδελφὸν καὶ κελεύσαντος ἀπὸ γλώττης αὐτῷ σημαίνειν, ὁπόσα τῶν Ἀχαιῶν ἐν Αὐλίδι διῄσθετο — γράμματα γὰρ οὔπω εὕρητο — πᾶσα ἡ μεσογεία ἐς ξυμμαχίαν καταβεβήκει καὶ τῷ πεδίῳ ἐπεκύμαινε τὰ Μύσιά τε καὶ Σκυθικὰ ἔθνη. λέγει δὲ ὁ Πρωτεσίλεως, ὅτι καὶ μέγιστος αὐτοῖς ἀγώνων γένοιτο τῶν τε ἐν αὐτῇ τῇ Τροίᾳ καὶ ὁπόσοι πρὸς βαρβάρους ὕστερον διεπολεμήθησαν Ἕλλησι. καὶ γὰρ κατὰ πλῆθος εὐδόκιμοι καὶ κατ᾽ ἄνδρα ἦσαν ἡ ξυμμαχία τοῦ Τηλέφου, καὶ ὥσπερ ὑπὸ τῶν Ἀχαιῶν Αἰακίδαι τε ᾔδοντο καὶ Διομήδεις καὶ Πάτροκλοι, οὕτω Τηλέφου τε ὄνομα ἦν καὶ Αἵμου τοῦ Ἄρεος, ὀνομαστότατοι δὲ ἦσαν Ἕλωρός τε καὶ Ἀκταῖος ποταμοῦ παῖδες τοῦ κατὰ Σκυθίαν Ἴστρου. τὴν μὲν δὴ ἀπόβασιν οὐ ξυνεχώρουν οἱ Μυσοὶ ποιεῖσθαι τοξεύοντες ἀπὸ τῆς γῆς καὶ ἀκοντίζοντες, οἱ δὲ Ἀχαιοὶ καὶ μὴ ξυγχωρούντων ἐβιάζοντο, καί τινας καὶ ὤκελλον τῶν νεῶν οἱ Ἀρκάδες, ἅτε πρῶτον πλέοντες καὶ θαλάττης οὔπω γεγυμνασμένοι. φησὶ γάρ, ὥς που γιγνώσκεις, Ὅμηρος, ὅτι μήτε ναυτικοὶ ἦσαν πρὸ Ἰλίου Ἀρκάδες μήτε ἔργων θαλαττίων ἥπτοντο, ἀλλ᾽ ἐπὶ νεῶν ἑξήκοντα ὁ Ἀγαμέμνων ἐσηγάγετο αὐτοὺς ἐς τὴν θάλατταν αὐτὸς ἐπιδοὺς ναῦς οὔπω πεπλευκόσιν. ὅθεν ἐπιστήμην μέν, ὁπόση πολεμική, καὶ [p. 158] ῥώμην ἐς τὰ πεζὰ παρείχοντο, πλέοντες δὲ οὔτε ὁπλῖται ἀγαθοὶ ἦσαν οὔτε ἐρέται. τὰς μὲν δὴ ναῦς ἀπειρίᾳ τε καὶ τόλμῃ ὤκελλον καὶ πολλοὶ μὲν αὐτῶν ἐτρώθησαν ὑπὸ τῶν ἐπὶ τῇ ῥαχίᾳ τεταγμένων, ὀλίγοι δὲ ἀπέθανον· Ἀχιλλεὺς δὲ καὶ Πρωτεσίλεως δείσαντες ὑπὲρ τῶν Ἀρκάδων ὥσπερ ἀπὸ συνθήματος ἄμφω ἅμα ἐς τὴν γῆν ἐπεπήδησαν καὶ ἀπεώσαντο τοὺς Μυσοὺς εὐοπλοτάτω ὀφθέντε καὶ καλλίστω τοῦ Ἑλληνικοῦ, τοῖς δ᾽ ἄγαν βαρβάροις καὶ δαίμονες ἐδοξάτην. ἐπεὶ δὲ ὁ Τήλεφος ἐπανήγαγε τὴν στρατιὰν ἐς τὸ πεδίον καὶ προσέπλευσαν οἱ Ἀχαιοὶ καθ᾽ ἡσυχίαν, ἐξεπήδων αὐτίκα τῶν νεῶν, πλὴν κυβερνήτου καὶ περίνεω, πάντες, οὓς ἡ ναῦς ἦγεν, ἐτάττοντο δὲ ὡς ἐς μάχην κόσμον καὶ σιωπὴν ἐν θυμῷ ἔχοντες. ὀρθῶς γὰρ τοῦτο τὸν Ὅμηρον περὶ αὐτῶν εἰρηκέναι φησὶν ἐπαινοῦντα τὸ τῆς Ἑλληνικῆς μάχης ἦθος, ἧς ξύμβουλον γενέσθαι Αἴαντα τὸν Τελαμῶνος λέγει. Μενεσθέως γὰρ τοῦ Ἀθηναίου τακτικωτάτου τῶν βασιλέων ἐς Τροίαν ἐλθόντος καὶ διδάσκοντος ἐν Αὐλίδι τὴν στρατιὰν πᾶσαν, ὡς χρὴ συνηρμόσθαι, κραυγῇ τε χρωμένοις μὴ ἐπιπλήττοντος οὐ ξυνεχώρει ὁ Αἴας, ἀλλ᾽ ἐπετίμα γυναικεῖόν τε ἀποφαίνων καὶ ἄτακτον. ἔλεγε γάρ, ὅτι καὶ τὸν θυμὸν ἡ κραυγὴ κακῶς ἑρμηνεύει. ταχθῆναι δὲ πρὸς μὲν τοὺς Μυσοὺς ἑαυτόν τε καὶ τὸν Ἀχιλλέα φησὶν ὁμοῦ τῷ Πατρόκλῳ, πρὸς δὲ τὸν τοῦ Ἄρεος Αἷμον Διομήδην τε καὶ Παλαμήδην καὶ Σθένελον, πρὸς δὲ τοὺς ἀπὸ τοῦ Ἴστρου ἥκοντας οἱ Ἀτρεῖδαί τε καὶ ὁ Λοκρὸς καὶ οἱ λοιποὶ ἐτάχθησαν. Αἴας δὲ ὁ μέγας τοὺς μὲν τὰ πλήθη ἀποκτείνοντας θεριστὰς ἡγεῖτο μέγα οὐδὲν ἀμῶντας, τοὺς δὲ τῶν ἀρίστων κρατοῦντας δρυτόμους ἐκάλει [p. 159] καὶ ταύτης ἑαυτὸν τῆς μάχης ἠξίου μᾶλλον· ταῦτα τοι καὶ ἐπὶ τοὺς τοῦ ποταμοῦ παῖδας ᾖξεν οὔτε τοῖ μέρους ἑαυτοῦ ὄντας καὶ τὸν τοῦ Ἕκτορος τρόπον ἀπὸ τεττάρων μαχομένους ἵππων, βαίνων τε σοβαρὸν μετὰ τῆς αἰχμῆς πρὸς τὴν ἀσπίδα ἐδούπησε ταραχῆς ἕνεκα τῶν ἵππων· οἱ δὲ ἵπποι ἔκφρονές τε αὐτίκα ἐγένοντο καὶ ὀρθοὶ ἀνεσκίρτησαν, ὅθεν ἀπιστήσαντες οἱ Σκύθαι τῷ ἅρματι ἀπεπήδησάν τε αὐτοῦ ἀτακτοῦντος καὶ συνέπεσον τῷ Αἴαντι, λόγου τε ἀξίως μαχόμενοι ἄμφω ἀπέθανον. μνημονεύει ὁ Πρωτεσίλεως καὶ τῶν τοῦ Παλαμήδους ἔργων ὡς μεγάλων, οἷς αὐτός τε καὶ Διομήδης καὶ Σθένελος τὸν Αἷμον καὶ τοὺς ἀμφ᾽ αὐτὸν ἀποκτείναντες οὐδὲ ἀριστείων ὁ Παλαμήδης ἠξίου τυγχάνειν, ἀλλ᾽ ἐκεῖνα μὲν τῷ Διομήδει ξυνεχώρει ἔχειν, ἐπειδὴ πάνθ᾽ ὑπὲρ τῆς τῶν πολεμικῶν τιμῆς τε καὶ δόξης ἐγίγνωσκεν αὐτὸν πράττοντα, σοφίας δὲ εἴ τινα στέφανον προθείη τὸ Ἑλληνικόν, οὐκ ἂν ἐκστῆναι τούτου ἑτέρῳ σοφίας τε ἀπ᾽ ἀρχῆς ἐρῶν καὶ μελετῶν τοῦτο. Τηλέφῳ δὲ ὁ Πρωτεσίλεως αὐτὸς μὲν συμπλακῆναί φησι καὶ τὴν ἀσπίδα ζῶντος περισπάσαι, τὸν δὲ Ἀχιλλέα γυμνῷ προσπεσόντα τρῶσαι αὐτὸν εὐθὺ τοῦ μηροῦ καὶ ἰατρὸν μὲν ὕστερον ἐν Τροίᾳ γενέσθαι τοῦ τραύματος, τότε δὲ λιποθυμῆσαί τε ὑπ᾽ αὐτοῦ ὁ Τήλεφος καὶ ἀποθανεῖν ἄν, εἰ μὴ οἱ Μυσοὶ ξυνδραμόντες ἀνείλοντο αὐτὸν ἐκ τῆς μάχης, ὅτε δὴ λέγονται πολλοὶ τῶν Μυσῶν ἐπ᾽ αὐτῷ πεσεῖν, ὑφ᾽ ὧν ᾑματωμένον ῥυῆναι τὸν Κάικον. λέγει δὲ ὡς καὶ δικάσαιτο μὲν πρὸς αὐτὸν ὁ Ἀχιλλεὺς περὶ τῆς ἀσπίδος, ἐπειδὴ ἐτετρώκει τὸν Τήλεφον, οἱ δὲ Ἀχαιοὶ ψηφίσαιντο αὐτῷ μᾶλλον προσήκειν τὴν ἀσπίδα, ὡς οὐκ ἂν τοῦ Τηλέφου [p. 160] τρωθέντος, εἰ μὴ ἐκείνης ἐγυμνώθη. φησὶ δέ, ὅτι καὶ Μυσαὶ γυναῖκες ἀφ᾽ ἵππων συνεμάχοντο τοῖς ἀνδράσιν, ὥσπερ Ἀμαζόνες, καὶ ἦρχε τῆς ἵππου ταύτης Ἱερὰ γυνὴ Τηλέφου. ταύτην μὲν δὴ λέγεται Νιρεὺς ἀποκτεῖναι — τὸ γὰρ μειρακιῶδες τοῦ στρατοῦ καὶ οὔπω εὐδόκιμον πρὸς αὐτὰς ἔταξαν — πεσούσης δὲ ἀνέκραγον αἱ Μυσαὶ καὶ συνταράξασαι τὴν ἑαυτῶν ἵππον ἐς τὰ τοῦ Καίκου ἕλη ἀπηνέχθησαν. τὴν δὲ Ἱερὰν ταύτην ὁ Πρωτεσίλεως μεγίστην ὧν εἶδε γυναικῶν γενέσθαι λέγει καλλίστην τε ἁπασῶν, ὁπόσαι ὄνομα ἐπὶ κάλλει ἤραντο. Ἑλένην μὲν γὰρ τὴν Μενέλεω γυναῖκα ἰδεῖν οὔ φησιν ἐν Τροίᾳ, νυνὶ δὲ ὁρᾶν μὲν αὐτὴν τὴν Ἑλένην καὶ οὐ μέμφεσθαι τὸ ὑπὲρ αὐτῆς ἀποθανεῖν, εἰ δὲ ἐνθυμηθείη τὴν Ἱεράν, τοσοῦτον αὐτήν φησι πλεονεκτεῖν τῆς Ἑλένης, ὅσον κἀκείνη τῶν Τρωάδων. καὶ οὐδὲ αὕτη, ξένε, Ὁμήρου ἐπαινέτου ἔτυχεν, ἀλλὰ Ἑλένῃ χαριζόμενος οὐκ ἐσηγάγετο ἐς τὰ ἑαυτοῦ ποιήματα θείαν γυναῖκα, ἐφ᾽ ᾗ καὶ παθεῖν τι οἱ Ἀχαιοὶ καὶ πεσούσῃ λέγονται καὶ παρακελεύσασθαι πρεσβύτεροι νέοις μὴ σκυλεύειν Ἱεράν, μηδὲ προσάπτεσθαι κειμένης. ἐν ταύτῃ, ξένε, τῇ μάχῃ πολλοὶ τῶν Ἀχαιῶν ἐτρώθησαν, καὶ λουτρὰ τοῖς τετρωμένοις μαντευτὰ ἐγένετο, πηγαὶ θερμαὶ ἐν Ἰωνίᾳ, ἃς ἔτι καὶ νῦν Ἀγαμεμνονείους καλοῦσιν οἱ Σμύρναν οἰκοῦντες. ἀπέχουσι δέ, οἶμαι, τετταράκοντα στάδια τοῦ ἄστεος καὶ ἀνῆπτό ποτε αὐτοῖς αἰχμάλωτα κράνη Μύσια.

Φοῖνιξ

τί οὖν, ἀμπελουργέ, φῶμεν ἑκόντα τὸν Ὅμηρον ἤ ἄκοντα παραλιπεῖν ταῦτα οὕτως ἡδέα καὶ ποιητικὰ ὄντα;

ἀμπελουργός

ἑκόντα ἴσως, ξένε· βουληθεὶς γὰρ τὴν Ἑλένην ὡς ἀρίστην γυναικῶν ὑμνῆσαι ἐπὶ τῷ κάλλει [p. 161] καὶ τὰς Τρωικὰς μάχας ὡς μεγίστας τῶν ἀλλαχοῦ διαπολεμηθεισῶν ἐπαινέσαι Παλαμήδην τε τὸν θεῖον ἐξαιρῶν ἅπαντος λόγου δι᾽ Ὀδυσσέα Ἀχιλλεῖ τε μόνῳ τὰ μαχιμώτατα τῶν ἔργων οὕτως ἀνατιθείς, ὡς ἐκλανθάνεσθαι τῶν ἄλλων Ἀχαιῶν, ὅτε Ἀχιλλεὺς μάχοιτο, οὔτε Μύσια ἐποίησεν ἔπη, οὔτε ἐς μνήμην κατέστη τοῦ ἔργου τούτου, ἐν ᾧ καὶ γυνὴ καλλίων Ἑλένης εὕρητο ἂν καὶ ἄνδρες οὐ παραπολὺ Ἀχιλλέως τὴν ἀνδρίαν καὶ ἀγὼν εὐδοκιμώτατος. Παλαμήδους δὲ μνημονεύσας οὐκ ἂν εὗρεν, ὅτῳ ποτὲ κρύψοι τὸ τοῦ Ὀδυσσέως ἐπ᾽ αὐτῷ ὄνειδος.

Φοῖνιξ

πῶς οὖν ὁ Πρωτεσίλεως περὶ τοῦ Ὁμήρου φρονεῖ; βασανίζειν γάρ που αὐτὸν ἔφασκες τὰ τούτου ποιήματα.

ἀμπελουργός

τὸν Ὅμηρον φησί, ξένε, καθάπερ ἐν ἁρμονίᾳ μουσικῇ πάντας ψῆλαι τοὺς ποιητικοὺς τῶν τρόπων καὶ τοὺς ποιητάς, ἐφ᾽ οἷς ἐγένετο, ὑπερβεβλῆσθαι πάντας, ἐν ὅτῳ ἕκαστος αὐτῶν ἦν κράτιστος· μεγαλορρημοσύνην τε γὰρ ὑπὲρ τὸν Ὀρφέα ἀσκῆσαι ἡδονῇ τε ὑπερβαλέσθαι τὸν Ἡσίοδον καὶ ἄλλῳ ἄλλον, καὶ λόγον μὲν ὑποθέσθαι Τρωικόν, ἐς ὃν ἡ τύχη τὰς πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἀρετὰς ξυνήνεγκεν, ἐσαγαγέσθαι δὲ ἐς αὐτὸν πολέμους τοὺς μὲν πρὸς ἄνδρας, τοὺς δὲ πρὸς ἵππους καὶ τείχη, τοὺς δὲ πρὸς ποταμούς, τοὺς δὲ πρὸς θεοὺς καὶ θεάς, καὶ ὁπόσα κατ᾽ εἰρήνην εἰσὶ καὶ χοροὺς καὶ ᾠδὰς καὶ ἔρωτας καὶ δαῖτας ἔργα τε, ὧν γεωργία ἅπτεται, καὶ ὥρας, αἳ σημαίνουσιν, ὁπόσα ἐς τὴν γῆν δεῖ πράττειν, καὶ ναυτιλίας καὶ ὁπλοποιίας τὰς ἐν Ἡφαίστῳ, εἴδη τε ἀνδρῶν καὶ ἤθη ποικίλα. πάντα ταῦτα τὸν Ὅμηρον δαιμονίως ἐξειργάσθαι φησὶ καὶ τοὺς μὴ ἐρῶντας αὐτοῦ μαίνεσθαι. [p. 162] καλεῖ δὲ αὐτὸν καὶ οἰκιστὴν Τροίας, ἐπειδὴ εὐδοκίμησεν ἐκ τῶν Ὁμήρου ἐπ᾽ αὐτῇ θρήνων. θαυμάζει δὲ αὐτοῦ καὶ ὅσα ἐπιτιμᾷ τοῖς ὁμοτέχνοις, ὅτι μὴ τραχέως διορθοῦται σφᾶς, ἀλλ᾽ οἷον λανθάνων· Ἡσίοδον μὲν ἐν ἄλλοις τε καὶ οὐκ ὀλίγοις καὶ νὴ Δί᾽ ἐν τοῖς ἐκτυπώμασι τῶν ἀσπίδων· ἑρμηνεύων γὰρ οὗτός ποτε τὴν τοῦ Κύκνου ἀσπίδα τὸ τῆς Γοργοῦς εἷδος ὑπτίως τε καὶ οὐ ποιητικῶς ᾖσεν, ὅθεν ἐπιστρέφων αὐτὸν ὁ Ὅμηρος

τῇ δ᾽ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε,

οὑτωσὶ τὴν Γοργὼ ᾄδει. Ὀρφέα δὲ ἐν πολλοῖς τῶν κατὰ θεολογίαν ὑπερῆρε, Μουσαῖον δ᾽ ἐν ᾠδαῖς χρησμῶν, καὶ μὴν καὶ Παμφὼ σοφῶς μὲν ἐνθυμηθέντος, ὅτι. Ζεὺς εἴη τὸ ζῳογονοῦν καὶ δι᾽ οὗ ἀνίσταται τὰ ἐκ τῆς γῆς πάντα, εὐηθέστερον δὲ χρησαμένου τῷ λόγῳ καὶ καταβεβλημένα ἔπη ἐς τὸν Δία ᾄσαντος — ἔστι γὰρ τὰ τοῦ Παμφὼ ἔπη·

Ζεῦ κύδιστε, μέγιστε θεῶν, εἰλυμένε κόπρῳ
μηλείῃ τε καὶ ἱππείῃ καὶ ἡμιονείῃ

τὸν Ὅμηρον ὁ Πρωτεσίλεώς φησιν ἐπάξιον τοῦ Διὸς ᾆσαι ὕμνον·

Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων

ὡς οἰκοῦντος μὲν αὐτοῦ τὸ καθαρώτατον, ἐργαζομένου δὲ ἔμβια τὰ ὑπὸ τῷ αἰθέρι. καὶ τὰς μάχας δέ, ὁπόσαι Ποσειδῶνι μὲν πρὸς Ἀπόλλω, Λητοῖ δὲ πρὸς Ἑρμῆν ἐγένοντο, καὶ ὡς ἐμάχοντο ἡ Ἀθηνᾶ τῷ Ἄρει καὶ ὁ Ἥφαιστος τῷ ὕδατι, ταῦτα τὸν Ὀρφέως τρόπον πεφιλοσοφῆσθαι τῷ Ὁμήρῳ φησὶ καὶ οὐ μεμπτὰ εἶναι πρὸς ἔκπληξιν καὶ θεῖα, ὥσπερ τὸ [p. 163] καὶ ῾ὡσ᾽ ‘ἀνεπήδησεν Ἀιδωνεὺς τοῦ θρόνου τινασσομένης τῆς γῆς ἐκ Ποσειδῶνος.’ μέμφεται δὲ τοῦ Ὁμήρου ἐκεῖνα· πρῶτα μὲν ὅτι θεοὺς ἐγκαταμίξας ἀνθρώποις περὶ μὲν τῶν ἀνθρώπων μεγάλα εἴρηκε, περὶ δὲ τῶν θεῶν μικρὰ καὶ φαῦλα, εἶτα ὅτι σαφῶς γιγνώσκων, ὡς ἐν Αἰγύπτῳ ἡ Ἑλένη ἐγένετο ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ὁμοῦ τῷ Πάριδι, ὁ δὲ ἄγει αὐτὴν ἐπὶ τὸ τοῦ Ἰλίου τεῖχος ὀψομένην τὰ ἐν τῷ πεδίῳ κακά, ἣν εἰκός, εἰ καὶ δι᾽ ἑτέραν γυναῖκα ταῦτα ἐγίγνετο, ξυγκαλύπτεσθαί τε καὶ μὴ ὁρᾶν αὐτὰ διαβεβλημένου τοῦ γένους. ἐπαινουμένου δὲ οὐδὲ ἐν αὐτῇ τῇ Τροίᾳ Πάριδος ἐπὶ τῇ ἁρπαγῇ τῆς Ἑλένης οὔτ᾽ ἂν Ἕκτορα τὸν σωφρονέστατον καρτερῆσαί φησι τὸ μὴ οὐκ ἀποδοῦναι αὐτὴν τῷ Μενέλεῳ ἐν Ἰλίῳ οὖσαν, οὔτ᾽ ἂν Πρίαμον ξυγχωρῆσαι τῷ Πάριδι τρυφᾶν, πολλῶν ἤδη ἀπολωλότων αὐτῷ παίδων, οὔτ᾽ ἂν τὴν Ἑλένην διαφυγεῖν τὸ μὴ οὐκ ἀποθανεῖν ὑπὸ τῶν Τρωάδων, ὁπόσων ἤδη ἄνδρες ἀπωλώλεισαν καὶ ἀδελφοὶ καὶ παῖδες, ἴσως δ᾽ ἂν καὶ ἀποδρᾶναι αὐτὴν παρὰ τὸν Μενέλεων διὰ τὸ ἐν Τροίᾳ μῖσος. ἐξῃρήσθω δὴ ὁ ἀγών, ὅν φησιν Ὅμηρος ἀγωνίσασθαι τῷ Μενέλεῳ τὸν Πάριν ἐπὶ σπονδαῖς τοῦ πολέμου· κατ᾽ Αἴγυπτόν τε γὰρ τὴν Ἑλένην εἶναι καὶ τοὺς Ἀχαιοὺς πάλαι τοῦτο γιγνώσκοντας ἐκείνῃ μὲν ἐρρῶσθαι φράζειν, μάχεσθαι δὲ ὑπὲρ τοῦ ἐν Τροίᾳ πλούτου. οὐδὲ ἐκεῖνα ὁ Πρωτεσίλεως ἐπαινεῖ τοῦ Ὁμήρου, ὅτι λόγον ὑποθέμενος Τρωικὸν ἀποπηδᾷ τοῦ λόγου μετὰ τὸν Ἕκτορα, καθάπερ σπεύδων ἐπὶ τὸν ἕτερον τῶν λόγων, ᾧ τὸν Ὀδυσσέα ἐπιγράφει, καὶ ᾄδει μὲν ἐν ᾠδαῖς Δημοδόκου τε καὶ Φημίου τήν τε τοῦ Ἰλίου πόρθησιν καὶ τὸν Ἐπειοῦ καὶ Ἀθηνᾶς ἵππον, δίεισι δὲ [p. 164] αὐτὰ ἀποτεμὼν τοῦ λόγου καὶ ἀνατιθεὶς Ὀδυσσεῖ μᾶλλον, δι᾽ ὃν Κυκλώπων τε αὐτῷ ἐπενοήθη γένος οὐδαμοῦ τῆς γῆς φύντες Λαιστρυγόνες τε ἀνετυπώθησαν, οὓς οὐδεὶς οἶδεν, ὅπου γενόμενοι, Κίρκη τε δαίμων ἐξ ἐποιήθη ῾ἠ̔ σοφὴ ἐπὶ φαρμάκοις καὶ θεαὶ ἕτεραι ἐρᾶν αὐτοῦ καίτοι προήκοντος ἤδη ἐς ὠμὸν γῆρας, ὅτε καὶ τὰς ὑακινθίνας κόμας, αἳ ἐπὶ τὴν Ναυσικάαν αὐτῷ ἤνθησαν, φαίνεται ἔχων. ὅθεν ὁ Πρωτεσίλεως παίγνιον τὸν Ὀδυσσέα καλεῖ τοῦ Ὁμήρου· οὐδὲ γὰρ τῆς λεγομένης αὐτοῦ σοφίας ἤρα ἡ κόρη· τί γὰρ σοφὸν ἢ εἶπε πρὸς τὴν Ναυσικάαν ἢ ἔπραξε; καλεῖ δὲ αὐτὸν Ὁμήρου παίγνιον καὶ ἐν τῆ ἄλῃ· καθεύδων τε γὰρ πολλαχοῦ ἀπόλλυται καὶ ἐκφέρεται τῆς νεὼς τῶν Φαιάκων ὥσπερ ἀποθανὼν ἐν τῇ Εὐπλοίᾳ, τὴν δὲ τοῦ Ποσειδῶνος μῆνιν, δι᾽ ἣν οὔτε ναῦς ὑπελείφθη τῷ Ὀδυσσεῖ οὐδεμία καὶ οἱ ἄνδρες οἱ πληροῦντες αὐτὰς ἀπώλοντο, οὐχ ὑπὲρ τοῦ Πολυφήμου γενέσθαι φησίν· οὔτε γὰρ ἀφικέσθαι τὸν Ὀδυσσέα ἐς ἤθη τοιαῦτα, οὔτ᾽ ἄν, εἰ Ποσειδῶνι Κύκλωψ παῖς ἐγένετο, μηνῖσαι τὸν Ποσειδῶ ποτε ὑπὲρ τοῦ τοιούτου παιδός, ὃς λέοντος ὠμοῦ δίκην τοὺς ἀνθρώπους ἤσθιεν, ἀλλ᾽ ὑπὲρ Παλαμήδους υἱωνοῦ ὄντος ἄπλουν μὲν τὴν θάλατταν τῷ Ὀδυσσεῖ ἐποίει, διαφυγόντα δὲ αὐτὸν τὰ ἐκεῖ πάθη ἀπώλεσεν ῾ἐν᾽ αὐτῇ ῾τᾖ Ἰθάκῃ ὕστερον θαλαττίαν, οἶμαι, αἰχμὴν ἐπ᾽ αὐτὸν δούς. λέγει δὲ καὶ τὴν Ἀχιλλέως μῆνιν οὐχ ὑπὲρ τῆς τοῦ Βρισέως θυγατρὸς ἐμπεσεῖν τοῖς Ἕλλησιν, ἀλλὰ κἀκεῖνον ὑπὲρ Παλαμήδους μηνῖσαι. καὶ ἀποκείσθω μοι ὁ λόγος οὗτος ἐς τὰ τοῦ Ἀχιλλέως ἔργα· δίειμι γὰρ καὶ κατὰ ἕνα τοὺς ἥρως ἀπαγγέλλων, ὅσα τοῦ Πρωτεσίλεως περὶ αὐτῶν ἤκουσα. [p. 165]

Φοῖνιξ

ἥκεις ἐπὶ τὸν ἥδιστον ἐμοὶ τῶν λόγων· ἵππων γὰρ ἤδη δή με καὶ ἀνδρῶν

ἀμφὶ κτύπος οὔατα βάλλει

καὶ μαντεύομαί τι ἀγαθὸν ἀκούσεσθαι μέγα.

ἀμπελουργός

ἄκουε, ξένε· παρέλθοι δέ με, ὧ Πρωτεσίλεω, μηδέν, μηδὲ ἐκλαθοίμην ὧν ἤκουσά τινος. πρεσβύτατον μὲν τοίνυν τοῦ Ἑλληνικοῦ φησιν ἐλθεῖν ἐς Τροίαν τὸν Νηλέως Νέστορα πολέμων τε πολλῶν γεγυμνασμένον, οἳ ἐφ᾽ ἡλικίας αὐτῷ ἐπολεμήθησαν, ἀγώνων τε γυμνικῶν, ἐν οἷς πύγμης καὶ πάλης ἆθλα ἐτίθετο, τακτικήν τε, ὁπόση ὁπλιτῶν τε καὶ ἵππων, ἄριστα δὴ ἀνθρώπων γιγνώσκοντα δημαγωγίᾳ τε ἐκ μειρακίου ξυμβεβηκότα, μὰ Δί᾽ οὐ τῇ κολακευούσῃ τοὺς δήμους, ἀλλὰ τῇ σωφρονιζούσῃ· πράττειν δὲ αὐτὸ ξὺν ὥρᾳ τε καὶ ἡδονῇ τῶν λόγων, ὅθεν καὶ τὰς ἐπιπλήξεις, ἃς ἐποιεῖτο, μὴ ἀγροίκους, μηδὲ ἀηδεῖς φαίνεσθαι, καὶ ὁπόσα Ὁμήρῳ περὶ αὐτοῦ εἴρηται, ξὺν ἀληθείᾳ φησὶν εἰρῆσθαι. καὶ μὴν καὶ ὁπόσα ἕτεροι περὶ τῶν τοῦ Γηρυόνου βοῶν εἶπον, ὡς ἀφείλοντο αὐτὰς τὸν Ἡρακλέα Νηλεύς τε καὶ οἱ Νηλεῖδαι πλὴν Νέστορος, ἐπαινεῖ ὁ Πρωτεσίλεως ὡς ἀληθῆ καὶ μὴ παρευρημένα· τὸν γάρ τοι Ἡρακλέα δικαιοσύνης μισθὸν τῷ Νέστορι δοῦναι τὴν Μεσσήνην, ἐπειδὴ μηδὲν ὧν οἱ ἀδελφοὶ περὶ τὰς βοῦς ἥμαρτεν. λέγεται δὲ καὶ ἁλῶναι αὐτοῦ ὁ Ἡρακλῆς σωφρονεστάτου τε ὄντος καὶ καλλίστου ἀγαπῆσαί τε αὐτὸν μᾶλλον ἢ τὸν Ὕλλαν τε καὶ τὸν Ἄβδηρον· οἱ μὲν γὰρ παιδάρια ἦσαν καὶ κομιδῇ νέοι, Νέστορι δὲ ἐφήβῳ ἤδη ἐντυχεῖν αὐτὸν καὶ ἀρετὴν ἀσκοῦντι, ὁπόση ψυχῆς τε καὶ σώματος, ὅθεν ἀγαπῆσαί τε καὶ ἀγαπηθῆναι. τό τοι διομνύναι τὸν Ἡρακλέα οὔπω ξύνηθες τοῖς ἀνθρώποις [p. 166] ὂν πρῶτόν γε νομίσαι φησὶ τὸν Νέστορα καὶ παραδοῦναι τοῖς ἐν Τροίᾳ. γενέσθαι δὲ αὐτῷ καὶ παῖδα Ἀντίλοχον, ὃν μεσοῦντος ἤδη τοῦ πολέμου ἐλθεῖν. νέον μὲν γὰρ εἶναι τὸν Ἀντίλοχον καὶ οὐκ ἐν ὥρᾳ τῶν πολεμικῶν, ὁπότε ξυνελέγοντο ἐς Αὐλίδα, βουλομένῳ δὲ αὐτῷ στρατεύειν οὐ ξυγχωρῆσαι τὸν πατέρα, τὸν δ᾽, ἐπειδὴ πέμπτον ἔτος ἤδη προβεβήκει τῷ πολέμῳ, νεώς τε ἐπιβάντα ἀφικέσθαι καὶ παρελθόντα ἐς τὴν τοῦ Ἀχιλλέως σκηνήν, ἐπειδὴ τοῦτον ἐπιτηδειότατον εἶναι τῷ πατρὶ ἤκουεν, ἱκετεῦσαι τὸν Ἀχιλλέα παραιτήσασθαι αὐτὸν τοῦ πατρός, εἴ πως ἀπειθήσαντι μὴ ἄχθοιτο. ὁ δὲ ἡσθεὶς τῇ τοῦ Ἀντιλόχου ὥρᾳ καὶ τῆς προθυμίας ἀγασθεὶς αὐτὸν ‘οὔπω τὸν πατέρα’, εἶπεν ‘ὦ μειράκιον, τὸν σεαυτοῦ γιγνώσκεις, εἰ μὴ ὑπ᾽ αὐτοῦ ἐπαινεθήσεσθαι μᾶλλον οἴει ἔργον φιλότιμόν τε καὶ νεανικὸν εἰργασμένος,’ καὶ ὀρθῶς εἶπεν ὁ Ἀχιλλεὺς ταῦτα· ὑπερησθεὶς γὰρ τῷ παιδὶ ὁ Νέστωρ καὶ ἐπ᾽ αὐτῷ φρονήσας ἄγει αὐτὸν παρὰ τὸν Ἀγαμέμνονα, ὁ δὲ αὐτίκα ξυγκαλεῖ τοὺς Ἀχαιοὺς καὶ λέγεται ἄριστα ἑαυτοῦ διαλεχθῆναι τότε ὁ Νέστωρ. ξυνελθεῖν μὲν γὰρ αὐτοὺς χαίροντας ἐπὶ τῷ παῖδα ὄψεσθαι Νέστορος — οὐδὲ γὰρ εἶναι αὐτῷ ἐν Τροίᾳ υἱόν, οὔτε Θρασυμήδη τινὰ οὔτε ἕτερον — ἑστάναι δὲ τὸν Ἀντίλοχον ἐρυθριῶντά τε καὶ ἐς τὴν γῆν βλέποντα καὶ θαυμαστὰς κτήσασθαι τοῦ κάλλους οὐκ ἐλάττους ἢ Ἀχιλλεὺς ἐκέκτητο. τὸ μὲν γὰρ ἐκείνου εἶδος ἐκπληκτικόν τε φαίνεσθαι καὶ θεῖον, τὸ δὲ τοῦ Ἀντιλόχου τερπνόν τε καὶ ἥμερον δοκεῖν πᾶσι, καὶ τοὺς Ἀχαιοὺς ὁ Πρωτεσίλεως οὐδὲ ἄλλως ἐκλελησμένους τότε δὴ μάλιστα ἐς ἔννοιαν ἑαυτοῦ ἀφικέσθαι λέγει, ξυμβαίνοντος ἑαυτῷ τοῦ [p. 167] Ἀντιλόχου τὴν ἡλικίαν τε καὶ τὸ μέγεθος, πολλοῖς δὲ αὐτῶν καὶ δάκρυα ἐπελθεῖν φησιν οἴκτῳ τῆς ἀμφοῖν ἡλικίας, εὐφημίαις τε χρήσασθαι τοὺς Ἀχαιοὺς ἐς τὸν Νέστορα ἐφ᾽ οἷς εἶπε, διέκειντο γὰρ ὡς παῖδες πρὸς πατέρα. ἔστι σοι καὶ ἄγαλμα παραγαγεῖν τοῦ Νέστορος· ὁ γὰρ Πρωτεσίλεως αὐτὸν ὧδε ἑρμηνεύει, ὡς φαιδρὸς μὲν ἀεὶ φαίνοιτο καὶ ἐν ὁρμῇ μειδιάματος, γενειῶν δὲ σεμνῶς τε καὶ ξυμμέτρως, τὰ δὲ ἀμφὶ παλαίστραν αὐτῷ πεπονημένα τὰ ὦτα κατηγοροίη καὶ ὁ αὐχὴν ὑπονεάζων ἔτι· καὶ γὰρ δὴ καὶ ὀρθὸν εἶναι τὸν Νέστορα καὶ μὴ ἡττώμενον ὑπὸ τοῦ γήρως, εἶναι δὲ καὶ μελανόφθαλμον καὶ μὴ ἀποκρεμάμενον τὴν ῥῖνα, ταυτὶ δὲ ἐν γήρᾳ μόνοι ἴσχουσιν, οὓς μὴ ἐπιλείπει τὸ ἐρρῶσθαι. τὸν δὲ Ἀντίλοχον τὰ μὲν ἄλλα ὅμοιόν φησι γενέσθαι τῷ Νέστορι, δρομικώτερον δὲ καὶ περιεπτισμένον τὸ εἶδος καὶ μὴ φρονοῦντα ἐπὶ τῇ κόμῃ. κἀκεῖνά μοι Ἀντιλόχου ἑρμηνεύει· φιλιππότατόν τε γενέσθαι αὐτὸν καὶ κυνηγετικώτατον καὶ ταῖς τῶν πολέμων ἀνοχαῖς ἐπὶ τὰ θηρία χρώμενον· ἀναφοιτᾶν γοῦν ἐς τὴν Ἴδην τὸν Ἀντίλοχον ξὺν Ἀχιλλεῖ καὶ Μυρμιδόσι καὶ ἐφ᾽ ἑαυτοῦ μετὰ Πυλίων τε καὶ Ἀρκάδων, οἳ θηρίων ἀγορὰν παρεῖχον τῷ στρατῷ διὰ πλῆθος τῶν ἁλισκομένων, τὰ δὲ πολέμια γενναῖόν τε εἶναι καὶ πτηνὸν τὼ πόδε καὶ ταχὺν τὴν ἐν τοῖς ὅπλοις κίνησιν, εὐξύνετόν τε τοῖς παραγγελλομένοις χρήσασθαι καὶ τὸ ἐπίχαρι μηδὲ ἐν ταῖς μάχαις ἀπολείποντα. ἀποθανεῖν δὲ οὐχ, ὡς οἱ πολλοὶ ᾄδουσιν, ὐπὸ Μέμνονος ἐξ Αἰθιοπίας ἥκοντος· Αἰθίοπα μὲν γὰρ γενέσθαι Μέμνονα δυναστεύσαντα ἐπὶ τῶν Τρωικῶν ἐν Αἰθιοπίᾳ, ἐφ᾽ οὗ καὶ τὸ ψάμμινον ὄρος ἀναχωσθῆναι λέγεται ὑπὸ τοῦ Νείλου, καὶ θύουσιν αὐτῷ κατὰ [p. 168] Μερόην καὶ Μέμφιν Αἰγύπτιοι καὶ Αἰθίοπες, ἐπειδὰν ἀκτῖνα πρώτην ὁ ἥλιος ἐκβάλλῃ, παρ᾽ ἧς τὸ ἄγαλμα φωνὴν ἐκρήγνυσιν, ᾗ τοὺς θεραπεύοντας ἀσπάζεται, Τρῶα δὲ ἕτερον γενέσθαι Μέμνονα νεώτατον τοῦ Τρωικοῦ, ὃν ζῶντος μὲν Ἕκτορος οὐδὲν βελτίω δόξαι τῶν ἀμφὶ Δηίφοβόν τε καὶ Εὔφορβον, ἀποθανόντος δὲ προθυμότατόν τε καὶ ἀνδρειότατον νομισθῆναι, καὶ τὴν Τροίαν ἐς αὐτὸν βλέψαι κακῶς ἤδη πράττουσαν· οὗτος, ξένε, τὸν καλόν τε καὶ χρηστὸν Ἀντίλοχον ἀποκτεῖναι λέγεται προασπίζοντα τοῦ πατρὸς Νέστορος, ὅτε δὴ τὸν Ἀχιλλέα πυράν τε νῆσαι τῷ Ἀντιλόχῳ καὶ πολλὰ ἐς αὐτὴν σφάξαι τά τε ὅπλα καὶ τὴν κεφαλὴν τοῦ Μέμνονος ἐπικαῦσαι αὐτῷ· τὸ γὰρ τοῦ ἀγῶνος, ὃν ἐπὶ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ ὁ Ἀχιλλεὺς ἔθηκεν, ἐπὶ πλέον καὶ τοῖς ἀρίστοις νενομίσθαι φησίν, ὅθεν τεθῆναι μὲν ἐφ᾽ ἑαυτῷ ἐνταῦθα, τεθῆναι δὲ ἐπ᾽ Ἀχιλλεῖ τε καὶ Πατρόκλῳ καὶ Ἀντιλόχῳ ἐν Ἰλίῳ. λέγεται δὲ καὶ ἐπὶ τῷ Ἕκτορι τεθῆναι ἀγῶνα δρόμου καὶ τόξου καὶ αἰχμῆς, πάλην δὲ καὶ πυγμὴν μηδένα ἀποδύσασθαι Τρώων, τὸ μὲν γὰρ οὔπω ἐγίγνωσκον, τὸ δέ, οἶμαι, ἐφοβοῦντο. Διομήδης καὶ Σθένελος ἡλικίας μὲν ταὐτὸν εἶχον, ἤστην δὲ ὁ μὲν Καπανέως, ὁ δὲ Τυδέως, οἳ λέγονται τειχομαχοῦντες ἀποθανεῖν ὁ μὲν ὑπὸ Θηβαίων, ὁ δέ, οἶμαι, κεραυνωθείς. κειμένων δὲ ἀτάφων τῶν νεκρῶν τὸν μὲν ὑπὲρ τῶν σωμάτων ἀγῶνα Ἀθηναῖοι ἤραντο καὶ ἔθαψαν αὐτοὺς νικῶντες, τὸν δὲ περὶ τῶν ψυχῶν οἱ παῖδες ὑπὲρ τῶν πατέρων ἐνίκησαν, ὅτε ἥβησαν, καὶ τὸ κράτος τῆς μάχης ἐς Διομήδην τε καὶ Σθένελον ἦλθεν ὡς ἀρίστω τε καὶ ὁμοίω ἄνδρε. Ὅμηρος δὲ οὐκ ἀξιοῖ [p. 169] σφᾶς τῶν ἴσων· τὸν μὲν γὰρ λέοντί τε εἰκάζει καὶ ποταμῷ γεφύρας ἀπάγοντι καὶ ἀνθρώπων ἔργα, καὶ γὰρ οὕτως ἐμάχετο, ὁ δ᾽ οἷον θεατὴς τοῦ Διομήδους ἕστηκε φυγῆς τε ξύμβουλος αὐτῷ γιγνόμενος καὶ ἄρχων φόβου· καίτοι φησὶν ὁ Πρωτεσίλεως μὴ ἐλάττω τοῦ Διομήδους ἔργα τὸν Σθένελον μηδὲ ἐκεῖ δρᾶσαι, φιλίαν μὲν γάρ σφισιν εἶναι οὐ μείω ἢ Ἀχιλλεῖ τε καὶ Πατρόκλῳ ἐγένετο, φιλοτιμεῖσθαι δὲ οὕτω πρὸς ἀλλήλους ὡς ξὺν ἀθυμίᾳ ἐπανήκειν ἐκ τῆς μάχης τὸν ἀπολειφθέντα τοῦ ἑτέρου. καὶ τὸ ἔργον δὲ τὸ ἐς Αἰνείαν τε καὶ Πάνδαρον πεπρᾶχθαι αὐτοῖς φησιν ὁμοῦ, τὸν μὲν γὰρ τῷ Αἰνείᾳ προσπεσεῖν μεγίστῳ τοῦ Τρωικοῦ ὄντι, τὸν Σθένελον δὲ τῷ Πανδάρῳ προσαγωνίσασθαι καὶ κρατῆσαι αὐτοῦ, ἀλλὰ τὸν Ὅμηρον Διομήδει μόνῳ ἐξῃρηκέναι ταῦτα ὥσπερ ἐπιλαθόμενον ὧν πρὸς τὸν Ἀγαμέμνονα ὑπὲρ τοῦ Σθενέλου εἶπε· τὸ γὰρ

ἡμεῖς τοι πατέρων μέγ᾽ ἀμείνονες εὐχόμεθ᾽ εἶναι,
ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν

ἀνδρός πού ἐστι παραπλήσια τούτοις καὶ ἐν Ἰλίῳ πράττοντος· ἔστω σοι κἀκεῖνα περὶ Σθενέλου εἰδέναι, ὡς τεῖχος μὲν οὐδὲν τοῖς Ἀχαιοῖς ἐξεποιήθη ἐν Τροίᾳ, οὐδὲ ἔστιν, ᾧ ἐφράξαντο ἢ τὰς ναῦς ἢ τὴν λείαν, ἀλλὰ τειχομαχίας ᾠδαὶ ταῦτα Ὁμήρῳ ἐπενοήθησαν, δἰ ἃς καὶ τὸ τεῖχος αὐτῷ ξυνετέθη. ὁρμὴ μέντοι τειχοποιίας ὁμολογεῖται τὸν Ἀγαμέμνονα ἐσελθεῖν μηνίοντος Ἀχιλλέως, ᾗ πρῶτον ἀντειρηκέναι τὸν Σθένελον εἰπόντα ‘ἐγὼ μέντοι ἐπιτηδειότερος τείχη καθαιρεῖν ἢ ἐγείρειν’, ἀντειρηκέναι δὲ καὶ τὸν Διομήδην τῷ τείχει φήσαντα μεγάλων ἀξιοῦσθαι τὸν Ἀχιλλέα, ‘εἰ ξυγκλείσαιμεν ἑαυτοὺς λοιπόν, ἐπειδὴ ἐκεῖνος μηνίει.’ Αἴας δὲ λέγεται [p. 170] ταυρηδὸν ὑποβλέψας τὸν βασιλέα ‘δείλαιε’, εἰπεῖν ‘τί οὖν αἱ ἀσπίδες’; καὶ τὸν ἵππον δὲ τὸν κοῖλον παρῃτεῖτο Σθένελος οὐ τειχομαχίαν τοῦτο φάσκων εἶναι, ἀλλὰ κλοπὴν τῆς μάχης. τὰ μὲν δὴ μάχιμα ὁμοίω ἤστην καὶ ἴσου τοῖς Τρωσὶ φόβου ἄξιοι, ἐλείπετο δὲ τοῦ Διομήδους ὁ Σθένελος ξύνεσίν τε καὶ λόγου ἰσχὺν καὶ καρτερήσεις, ὁπόσαι ψυχῆς τέ εἰσι καὶ σώματος, ὀργῆς τε γὰρ ἥττων ἦν καὶ ὑπέρφρων τοῦ ὁμίλου καὶ τραχὺς ἐπιπλήττεσθαι καὶ τὰ ἐς τὴν δίαιταν ἁβρότερον ἢ ἐπὶ στρατοπέδου ἐχρῆν, κατεσκεύαστο, Διομήδει δὲ τἀναντία τούτων ἐπράττετο· μετρίως τε γὰρ πρὸς τὰς ἐπιπλήξεις εἶχε καὶ ἐκόλαζε τὸ ἐξοιδοῦν τῆς ὀργῆς, ὑβρίζειν τε οὐ ξυνεχώρει τοῖς πλήθεσιν, οὐδὲ ἀθυμεῖν, αὐτός τε αὐχμῶν φαίνεσθαι στρατιωτικὸν ἡγεῖτο καὶ τό, ὡς ἔτυχε, καθεύδειν ἐπῄνει σιτία τε ἦν αὐτῷ ἐπιτυχόντα, καὶ οὐδὲ οἴνῳ ἔχαιρεν, εἰ μὴ καθίκοιντο αὐτοῦ οἱ πόνοι. τὸν δὲ Ἀχιλλέα ἐπῄνει μέν, οὐ μὴν ἐξεπέπληκτό γε, οὐδὲ ἐθεράπευεν, ὥσπερ οἱ πολλοί· καὶ ἀνέκραγέ ποτε ὁ Πρωτεσίλεως ἐπ᾽ ἐκείνοις τοῖς ἔπεσιν, οἷς ὁ Διομήδης πεποίηται λέγων

μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα
μυρία δῶρα διδούς· ὁ δ᾽ ἀγήνωρ ἐστὶ καὶ ἄλλως.

ταῦτα γὰρ τὸν Ὅμηρον ὡς συστρατιώτην ἔφη εἰρηκέναι καὶ οὐχ ὡς ὑποτιθέμενον, ἀππ᾽ αὐτὸν ξυγγεγονότα τοῖς Ἀχαιοῖς ἐν Τροίᾳ· τὸν γὰρ Διομήδην καθάπτεσθαι τοῦ Ἀχιλλέως παρὰ τὴν μῆνιν τρυφῶντος ἐς τοὺς Ἕλληνας. τὰ δὲ εἴδη ἀμφοῖν τὸν μὲν Σθένελον εὐμήκη ὁ Πρωτεσίλεως οἶδε καὶ ἀνεστηκότα γλαυκόν τε καὶ γρυπὸν καὶ οἷον κομῶντα ὑπέρυθρόν τε καὶ ἕτοιμον τὸ αἷμα, τὸν Διομήδην δὲ βεβηκότα τε ἀναγράφει καὶ χαροπὸν καὶ οὔπω [p. 171] μέλανα καὶ ὀρθὸν τὴν ῥῖνα, καὶ οὔλη δὲ ἡ κόμη καὶ ξὺν αὐχμῷ. Φιλοκτήτης δὲ ὁ Ποίαντος ἐστράτευσε μὲν ὀψὲ τῶν Τρωικῶν, ἄριστα δὲ ἀνθρώπων ἐτόξευεν, Ἡρακλέους, φασί, τοῦ Ἀλκμήνης μαθὼν αὐτό, καὶ κληρονομῆσαι λέγεται τῶν τόξων, ὁπότε Ἡρακλῆς ἀπιὼν τῆς ἀνθρωπείας φύσεως αὐτόν τε παρεστήσατο καὶ τὸ ἐν τῇ Οἴτῃ πῦρ. τοῦτον ἐν Λήμνῳ καταλειφθῆναί φασιν ἄτιμον τοῖς Ἀχαιοῖς ὕδρου ἐνσκήψαντος αὐτῷ ἐς τὸν πόδα, ὑφ᾽ οὗ νοσεῖν αὐτὸν ἐπὶ ἀκτῆς ὑψηλῆς ἐν πέτρᾳ κείμενον καὶ μαντευτὸν τοῖς Ἀχαιοῖς ἐλθεῖν ὕστερον ἐπὶ τὸν Πάριν, ὃν ἀποκτείνας τὴν μὲν Τροίαν ἑλεῖν τοῖς Ἡρακλέους αὖθις τόξοις, ἰαθῆναι δὲ ὑπὸ τῶν Ἀσκληπιαδῶν αὐτός. ταῦτα φησὶν ὁ Πρωτεσίλεως οὐ παραπολὺ τῆς ἀληθείας εἰρῆσθαι· τά τε γὰρ τόξα τοῦ Ἡρακλέους εἶναι ὁποῖα ὕμνηται, καὶ τὸν Φιλοκτήτην ξυλλαβεῖν αὐτῷ τοῦ ἐν τῇ Οἴτῃ ἄθλου, τὰ τόξα τε ἀπελθεῖν ἔχοντα καὶ μόνον ἀνθρώπων γιγνώσκειν, ὡς χρὴ ἕλκειν αὐτά, τυχεῖν τε ἀριστείων λαμπρῶν ἐπὶ τῇ ἁλώσει τοῦ Ἰλίου· τὰ δὲ τῆς νόσου καὶ τῶν ἰασαμένων αὐτὸν ἑτέρως λέγει· καταλειφθῆναι μὲν γὰρ ἐν Λήμνῳ τὸν Φιλοκτήτην, οὐ μὴν ἔρημον τῶν θεραπευσόντων οὐδὲ ἀπερριμμένον τοῦ Ἑλληνικοῦ· πολλούς τε γὰρ τῶν Μελίβοιαν οἰκούντων ξυγκαταμεῖναι — στρατηγὸς δὲ τούτων ἦν — τοῖς τε Ἀχαιοῖς δάκρυα ἐπελθεῖν, ὅτε ἀπέλιπε σφᾶς ἀνὴρ πολεμικὸς καὶ πολλῶν ἀντάξιος, ἰαθῆναι δὲ αὐτὸν αὐτίκα ὑπὸ τῆς βώλου τῆς Λημνίας, ἐς ἣν λέγεται πεσεῖν ὁ Ἥφαιστος· ἡ δὲ ἐλαύνει μὲν τὰς μανικὰς νόσους, ἐκραγὲν δὲ αἷμα ἴσχει, ὕδρου δὲ ἰᾶται μόνου δῆγμα ἑρπετῶν. ὃν δὲ ἐτρίβοντο οἱ Ἀχαιοὶ [p. 172] χρόνον ἐν τῷ Ἰλίῳ, τοῦτον ὁ Φιλοκτήτης Εὐνέῳ τῷ Ἰάσονος συνεξῄρει τὰς μικρὰς τῶν νήσων Κᾶρας ἐξελαύνων, ὑφ᾽ ὧν κατείχοντο, καὶ μισθὸς τῆς συμμαχίας αὐτῷ μοῖρα τῆς Λήμνου ἐγένετο, ἣν Ἄκεσαν ὁ Φιλοκτήτης ἐκάλεσεν, ἐπειδὴ ἐν Λήμνῳ ἰάθη. ἐκεῖθεν αὐτὸν Διομήδης καὶ Νεοπτόλεμος ἑκόντα ἐς Τροίαν ἤγαγον ἱκετεύσαντες ὑπὲρ τοῦ Ἑλληνικοῦ καὶ ἀναγνόντες αὐτῷ τὸν ὑπὲρ τῶν τόξων χρησμόν, ἐκ Λέσβου, ὥς φασιν, ἥκοντα· χρῆσθαι μὲν γὰρ καὶ τοῖς οἴκοι μαντείοις τοὺς Ἀχαιοὺς τῷ τε Δωδωναίῳ καὶ τῷ Πυθικῷ καὶ ὁπόσα μαντεῖα εὐδόκιμα Βοιώτιά τε ἦν καὶ Φωκικά, Λέσβου δὲ ὀλίγον ἀπεχούσης τοῦ Ἰλίου στέλλειν ἐς τὸ ἐκεῖ μαντεῖον τοὺς Ἕλληνας. ἔχρα δέ, οἶμαι, ἐξ Ὀρφέως, ἡ κεφαλὴ γὰρ μετὰ τὸ τῶν γυναικῶν ἔργον ἐς Λέσβον κατασχοῦσα ῥῆγμα τῆς Λέσβου ᾤκησε καὶ ἐν κοίλῃ τῇ γῇ ἐχρησμῴδει. ὅθεν ἐχρῶντό τε αὐτῇ τὰ μαντικὰ Λέσβιοι τε καὶ τὸ ἄλλο πᾶν Αἰολικὸν καὶ Ἴωνες Αἰολεῦσι πρόσοικοι, χρησμοὶ δὲ τοῦ μαντείου τούτου καὶ ἐς Βαβυλῶνα ἀνεπέμποντο, πολλὰ γὰρ καὶ ἐς τὸν ἄνω βασιλέα ἡ κεφαλὴ ᾖδε, Κύρῳ τε τῷ ἀρχαίῳ χρησμὸν ἐντεῦθεν ἐκδοθῆναι λέγεται· ‘τὰ ἐμά, ὦ Κῦρε, σά’, καὶ ὁ μὲν οὕτως ἐγίγνωσκεν, ὡς Ὀδρύσας τε καὶ τὴν Εὐρώπην καθέξων, ἐπειδὴ Ὀρφεύς ποτε μετὰ τοῦ σοφοῦ καὶ δυνατὸς γενόμενος ἀνά τε Ὀδρύσας ἴσχυσεν ἀνά τε Ἕλληνας, ὁπόσοι τελεταῖς ἐθείαζον, ὁ δ᾽, οἶμαι, τὰ ἑαυτοῦ πείσεσθαι ἐδήλου τὸν Κῦρον· ἐλάσας γὰρ Κῦρος ὑπὲρ ποταμὸν Ἴστρον ἐπὶ Μασσαγέτας τε καὶ Ἰσσηδόνας — τὰ δὲ ἔθνη ταῦτα Σκύθαι — ἀπέθανέ τε ὑπὸ γυναικός, ἣ τούτων ἦρχε τῶν βαρβάρων καὶ ἀπέτεμεν ἡ γυνὴ τὴν Κύρου κεφαλήν, καθάπερ αἱ [p. 173] Θρᾷτται τὴν Ὀρφέως. τοσαῦτα, ξένε, περὶ τοῦ μαντείου τούτου Πρωτεσίλεώ τε καὶ Λεσβίων ἤκουσα. ἐλθεῖν δὲ ἐς Τροίαν τὸν Φιλοκτήτην οὔτε νοσοῦντα, οὔτε νενοσηκότι ὅμοιον, ἀλλὰ πολιὸν μὲν ὑφ᾽ ἡλικίας, ἑξήκοντα γάρ που ἔτη γεγονέναι, σφριγῶντα δὲ παρὰ πολλοὺς τῶν νέων βλέπειν δεινότατα ἀνθρώπων καὶ φθέγγεσθαι βραχυλογώτατα καὶ ὀλίγοις τῶν βουλευμάτων ξυντίθεσθαι. Ἀγαμέμνονα δὲ καὶ Μενέλεων οὔτε τὸ εἶδος ὁμοίω γενέσθαι φησὶν οὔτε τὴν ῥώμην· τὸν μὲν γὰρ ἐν αὐτουργίᾳ τῶν πολεμικῶν εἶναι μαχόμενόν τε οὐδενὸς τῶν ἀρίστων ἧττον καὶ ὁπόσα ἐς βασιλέα ἥκει, πράττοντα, γιγνώσκειν τε αὐτόν, ἃ χρὴ τὸν ἄρχοντα, καὶ ὅ τι ἕτερος γνοίη πείθεσθαι, πρέπειν τε τῇ τῶν Ἑλλήνων ἀρχῇ καὶ δι᾽ αὐτὸ τὸ εἶδος, σεμνὸν γὰρ καὶ μεγαλοπρεπῆ φαίνεσθαι καὶ οἷον ταῖς Χάρισι θύοντα, τὸν δὲ Μενέλεων μάχεσθαι μὲν μετὰ πολλοὺς τῶν Ἑλλήνων, ἀποχρῆσθαι δὲ τῷ ἀδελφῷ πάντα καὶ τυγχάνοντα προθύμου τε καὶ εὔνου τοῦ Ἀγαμέμνονος ὅμως βασκαίνειν αὐτῷ καὶ ὧν ὑπὲρ αὐτοῦ ἔπραττεν ὑπὸ τοῦ ἄρχειν μὲν ἐθέλειν αὐτός, μὴ ἀξιοῦσθαι δέ. τὸν γοῦν Ὀρέστην Ἀθήνησι μὲν παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῦντα, ἐπειδὴ τῷ πατρὶ ἐτιμώρησεν, ἐν δὲ τῷ Ἄργει κινδυνεύοντα, βληθέντα ἂν περιεῖδεν ὑπὸ τῶν Ἀργείων, εἰ μὴ Ὀρέστης ἐμπεσὼν τούτοις μετὰ ξυμμάχων Φωκέων τοὺς μὲν ἐτρέψατο, τὴν δὲ ἀρχὴν τοῦ πατρὸς καὶ ἄκοντος τοῦ Μενέλεω κατεκτήσατο. κομᾶν τε τὸν Μενέλεων μειρακιωδῶς φησιν, ἐπεὶ δὲ ἡ Σπάρτη ἐκόμα, ξυγγιγνώσκειν αὐτῷ τοὺς Ἀχαιοὺς ἐπιχωριάζοντι. οὐδὲ γὰρ τοὺς ἀπ᾽ Εὐβοίας ἥκοντας ἐτώθαζον καίτοι γελοίως κομῶντας. διαλεχθῆναι δὲ [p. 174] αὐτὸν ῥᾷστα ἀνθρώπων φησὶ καὶ βραχυλογώτατα ξυγκεραννύοντα ἡδονὴν τῷ λόγῳ. Κρῆτα Ἰδομενέα ὁ Πρωτεσίλεως οὐκ εἶδεν ἐν Ἰλίῳ, ἀλλ᾽ ἐν Αὐλίδι ὄντων πρεσβείαν ἀφικέσθαι παρ᾽ Ἰδομενέως φησὶν ὑπισχνουμένου τὸ Κρητῶν ξυμμαχικόν, εἰ συμμετέχοι τῆς ἀρχῆς τῷ Ἀγαμέμνονι. τὸν μὲν δὴ Ἀγαμέμνονα σωφρόνως ἀκοῦσαι ταῦτα καὶ παραγαγεῖν τὸν ἥκοντα, τὸν δὲ λαμπρᾷ τῇ φωνῇ καὶ φρονιμώδει ‘ὦ Ἀχαιοί’, φάναι ‘ἀνὴρ τὴν Μίνω τοῦ Κρητὸς ἀρχὴν ἔχων δίδωσιν ὑμῖν ξυμμάχους ἑκατὸν πόλεις καὶ ὡς τὴν Τροίαν ἑλεῖν παίζοντας, ἀξιοῖ δὲ ξυντετάχθαι τῷ Ἀγαμέμνονι καὶ ἄρχειν ὑμῶν, ὥσπερ οὗτος.’ πρὸς ταῦτα εἰπόντος τοῦ Ἀγαμέμνονος ‘ἐγὼ δὲ καὶ πάσης τῆς ἀρχῆς παραχωρεῖν ἕτοιμος, εἰ βελτίων ἐμοῦ φαίνοιτο’ παρελθεῖν φησι τὸν Τελαμῶνος Αἴαντα καὶ διαλεχθῆναι ὧδε· ‘ἡμεῖς, Ἀγάμεμνον, ἐδώκαμέν σοι τὴν ἡγεμονίαν ὑπὲρ εὐταξίας τοῦ στρατοῦ καὶ τοῦ μὴ πολλοὺς ἄρχειν, στρατεύομεν δὲ οὐχ ὑπὲρ τοῦ δουλεύειν ἢ σοὶ ἢ ἑτέρῳ, ἀλλ᾽ ὑπὲρ τοῦ καταδουλώσασθαι Τροίαν, ἣν λάβοιμεν, ὦ θεοί, λαμπρὰ καὶ καλὰ ἐργασάμενοι. τοιοῦτοι γὰρ ἐσμὲν τὰς ἀρετάς, οἷοι Τροίαν μὲν ἐσπουδακότες λαβεῖν, Κρήτην δὲ παίζοντες.’ Αἴαντα δὲ τὸν Λοκρὸν τὰ μὲν πολέμιά φησι κατὰ Διομήδην τε καὶ Σθένελον γεγονέναι, ξυνετὸν δὲ ἧττον δόξαι, προσέχειν δὲ οὐδὲν τῷ Ἀγαμέμνονι — πατρός τε γὰρ εἶναι Λοκρῶν δυνατωτάτου στρατιάν τε οὐκ ἀφανῆ ἄγειν — οὐδὲ δουλεύσειν ποτὲ ἑκὼν οὔτ᾽ Ἀτρείδαις οὔτε ἄλλῳ οὐδενί, ‘ἔστ᾽ ἂν ἥδε ἀστράπτῃ’ τὴν αἰχμὴν δεικνὺς ταῦτα ἔλεγε γοργὸν βλέπων καὶ ἀναχαιτίζων τὴν κόμην ὑπὸ τοῦ [p. 175] τῆς γνώμης ἑτοίμου. καὶ τοὺς μὲν ἄλλους ἔφασκεν, ὅσοι προσεῖχον τῷ Ἀγαμέμνονι, ὑπὲρ τῆς Ἑλένης ἥκειν, ἑαυτὸν δὲ ὑπὲρ τῆς Εὐρώπης, δεῖν γὰρ δὴ Ἕλληνας ὄντας κρατεῖν βαρβάρων. εἶναι δὲ αὐτῷ καὶ χειροήθη δράκοντα πεντάπηχυν τὸ μέγεθος, ὃν ξυμπίνειν τε καὶ ξυνεῖναι τῷ Αἴαντι καὶ ὁδῶν ἡγεῖσθαι καὶ ξυνομαρτεῖν, οἷον κύνα. τὴν δὲ Κασάνδραν ἀποσπάσαι μὲν ἀπὸ τοῦ τῆς Ἀθηνᾶς ἕδους προσκειμένην τῇ θεῷ καὶ ἱκετεύουσαν, οὐ μὴν βιάσασθαί γε, οὐδ᾽ ὑβρίσαι ἐς αὐτήν, ὁπόσα οἱ μῦθοι ἐς αὐτὸν ψεύδονται, ἀλλ᾽ ἀπαγαγεῖν μὲν ἐς τὴν ἑαυτοῦ σκηνήν, τὸν δὲ Ἀγαμέμνονα ἰδόντα τὴν Κασάνδραν, πρὸς γὰρ τῇ ὥρᾳ καὶ κατέστεπτο παρὰ τῆς τέχνης, ἁλῶναί τε αὐτίκα τῆς κόρης καὶ ἀφελέσθαι αὐτὴν τὸν Αἴαντα, ἔριδός τε αὐτοῖς ἐν τῷ δασμῷ γενομένης ὁ μὲν ἠξίου ἑαυτοῦ εἶναι, ἃ εἷλεν, ὁ δὲ οὔτε ἀπεδίδου καὶ ἀσεβῆσαι αὐτὸν ἐς τὴν Ἀθηνᾶν ἔφασκε. καθεῖντο δὲ τῷ Ἀγαμέμνονι λογοποιοὶ ἐς τὸ Ἑλληνικὸν διὰ τὸ ἀεὶ πρὸς τὸν Αἴαντα ἔχθος, τὴν θεὸν πολλὰ καὶ ἄτοπα ἐπισημαίνειν ὑπὲρ τῆς κόρης καὶ ἀπολεῖσθαι τὴν στρατιάν, εἰ μὴ ἀπολέσειεν αὐτόν. ὁ δὲ ἐνθυμηθείς, ὅπως Αἴαντα μὲν ἀπώλεσεν ἄδικος κρίσις, Παλαμήδη δὲ οὐδὲν ἡ σοφία ὤνησε τὸ μὴ οὐκ ἀποθανεῖν διαβληθέντα, ἀποδρᾶναι νύκτωρ ἐν πορθμείῳ οὐ μεγάλῳ χειμῶνός τε καὶ ὡς ἔτυχεν, ὅτε δὴ πλέων εὐθὺ Τήνου τε καὶ Ἄνδρου πρὸς Γυραῖς ἀπέθανεν. ἀγγελίας δὲ τοῦ πάθους ἐς τοὺς Ἀχαιοὺς ἐλθούσης ὀλίγους μὲν αὐτῶν σίτου ἅψασθαι, πάντας δὲ ὡς ἐπ᾽ ἀνδρὶ ἀγαθῷ χεῖρας ἄρασθαι, προσεσχηκότας τε τῇ θαλάττῃ ἀνακαλεῖν αὐτὸν καὶ ὀλοφύρεσθαι καὶ τὸν Ἀγαμέμνονα ἐν ὀργῇ ἔχειν μονονοὺ χερσὶ πράξαντα [p. 176] τὴν ἀπώλειαν τοῦ Αἴαντος, ἐναγισμάτων τε αὐτὸν τυχεῖν, ἃ μήπω ἐπηνέχθη πρότερον μήτε μὴν ὕστερον ἀνθρώπῳ τινί, μηδὲ ὁπόσους ναυμαχίαι ἀφανεῖς ἔσχον· ἐς γὰρ Λοκρίδα ναῦν, ἣ τὸν Αἴαντα ἦγε, ξύλα νήσαντες, ὥσπερ ἐς πυράν, ἔσφαξαν μέλανα πάντα καὶ στείλαντες αὐτὴν ἱστίοις μέλασι καὶ τοῖς ἄλλοις, ὁπόσα ἐς τὸ πλεῖν εὕρηται, ξυνεῖχον πείσμασιν ἔς τε πνεῦσαι τὸν ἀπὸ τῆς γῆς ἄνεμον, ὃν περὶ ὀρθρὸν μάλιστα ἡ Ἴδη ἀποστέλλει, ἐπεὶ δὲ ἡμέρα διεφαίνετο καὶ κατῄει τὸ πνεῦμα, πῦρ ἐς κοίλην τὴν ναῦν ἐνῆκαν. ἔπλει τε δὴ μετεωρίζουσα ἐς τὸ πέλαγος, καὶ οὔπω ἡλίου ἀνίσχοντος αὐτή τε κατεφλέχθη καὶ ὁπόσα τῷ Αἴαντι ἔφερεν. Χείρωνα δὲ τὸν ἐν Πηλίῳ γενέσθαι μέν φησιν ἀνθρώπῳ ὅμοιον, σοφὸν δὲ καὶ λόγους καὶ ἔργα — θήρας τε γὰρ ποικίλης ἥπτετο καὶ τὰ πολεμικὰ ἐπαίδευε καὶ ἰατροὺς ἀπέφαινε καὶ μουσικοὺς ἥρμοττε καὶ δικαίους ἐποίει — βιῶναί τε ἐπὶ μήκιστον, φοιτῆσαι δὲ αὐτῷ Ἀσκληπιὸν Τελαμῶνά τε καὶ Πηλέα καὶ Θησέα, θαμίζειν τε καὶ Ἡρακλέα τῷ Χείρωνι, ὅτε μὴ ἀπάγοιεν αὐτὸν οἱ ἆθλοι. μετασχεῖν δὲ τῆς τοῦ Χείρωνος ὁμιλίας καὶ αὐτός φησι Παλαμήδει ἅμα καὶ Ἀχιλλεῖ καὶ Αἴαντι. καὶ τὰ τοῦ Παλαμήδους ὧδε ἀπαγγέλλει· αὐτομαθῆ ἀφικέσθαι αὐτὸν καὶ σοφίας ἤδη γεγυμνασμένον καὶ πλείω γιγνώσκοντα ἢ ὁ Χείρων· πρὸ γὰρ δὴ Παλαμήδους ὧραι μὲν οὔπω ἦσαν οὖσαι, μηνῶν δὲ οὔπω κύκλος, ἐνιαυτὸς δὲ οὔπω ὄνομα ἦν τῷ χρόνῳ, οὐδὲ νόμισμα ἦν, οὐδὲ σταθμὰ καὶ μέτρα, οὐδὲ ἀριθμεῖν, σοφίας δὲ οὔπω ἔρως, ἐπεὶ μήπω ἦν γράμματα. βουλομένου δὲ Χείρωνος ἰατρικὴν διδάσκειν αὐτὸν ‘ἐγώ’, ἔφη ‘ὦ Χείρων, [p. 177] ἰατρικὴν μὲν ἡδέως οὐκ οὖσαν ἂν εὗρον, εὑρημένην δὲ οὐκ ἀξιῶ μανθάνειν, καὶ ἄλλως τὸ ὑπέρσοφόν σου τῆς τέχνης ἀπήχθηται μὲν Διί, ἀπήχθηται δὲ Μοίραις, καὶ διῄειν ἂν τὰ Ἀσκληπιοῦ, εἰ μὴ ἐνταῦθα ἐβέβλητο.’ ὄντων δὲ τῶν Ἀχαιῶν ἐν Αὐλίδι πεττοὺς εὗρεν οὐ ῥᾴθυμον παιδιάν, ἀλλ᾽ ἀγχίνουν τε καὶ ἔσω σπουδῆς. τὸν δὲ λόγον, ὃς πολλοῖς τῶν ποιητῶν εἴρηται, ὡς στρατεύοι μὲν ἐπὶ Τροίαν ἡ Ἑλλάς, Ὀδυσσεὺς δὲ ἐν Ἰθάκῃ μανίαν πλάττοιτο καὶ πρὸς ἀρότρῳ εἴη βοῦν ἵππῳ ξυμβαλὼν Παλαμήδης τε αὐτὸν ἐλέγξειε τῷ Τηλεμάχῳ οὔ φησιν ὑγιᾶ εἶναι, προθυμότατα γὰρ δὴ τὸν Ὀδυσσέα ἐς Αὐλίδα ἐλθεῖν καὶ ὄνομα ἤδη αὐτοῦ παραδεδόσθαι τοῖς Ἕλλησιν ἐπὶ δεινότητι, διενεχθῆναι δὲ αὐτὸν τῷ Παλαμήδει ἐντεῦθεν· ἔκλειψις ἡλίου ἐν Τροίᾳ ἐγένετο καὶ ὁ στρατὸς ἄθυμοι ἦσαν λαμβάνοντες τὴν διοσημίαν ἐς τὰ μέλλοντα. παρελθὼν οὖν ὁ Παλαμήδης αὐτὸ τὸ πάθος τοῦ ἡλίου διεξῆλθε καὶ ὅτι τῆς σελήνης ὑποτρεχούσης αὐτὸν ἐξαμαυροῦται καὶ ἀχλὺν ἕλκει, ‘κακῶν δὲ εἴ τινα σημαίνοι, ταῦτα δήπου’ ἔφη ‘οἱ Τρῶες πείσονται, οἱ μὲν γὰρ ἀδίκων ἦρξαν, ἡμεῖς δὲ ἀδικούμενοι ἥκομεν. προσήκει δὲ καὶ ἀνίσχοντι τῷ Ἡλίῳ εὔχεσθαι πῶλον αὐτῷ καταθύσαντας λευκόν τε καὶ ἄνετον.’ ταῦτα τῶν Ἀχαιῶν ἐπαινεσάντων, καὶ γὰρ ἥττηντο τῶν τοῦ Παλαμήδους λόγων, παρελθὼν ὁ Ὀδυσσεύς ‘ἃ μὲν χρὴ θύειν’ ἔφη ‘ἢ ὅ τι εὔχεσθαι ἢ ὅτῳ, Κάλχας ἐρεῖ, μαντικῆς γὰρ τὰ τοιαῦτα, τὰ δὲ ἐν τῷ οὐρανῷ καὶ εἴ τις τῶν ἄστρων ἀταξία τε καὶ τάξις, Ζεὺς οἶδεν, ὑφ᾽ οὗ ταῦτα κεκόσμηταί τε καὶ εὕρηται, σὺ δέ, Παλάμηδες, ἧττον ληρήσεις προσέχων τῇ γῇ μᾶλλον ἢ τὰ ἐν τῷ οὐρανῷ σοφιζόμενος.’ ὑπολαβὼν [p. 178] οὖν ὁ Παλαμήδης ‘εἰ σοφὸς ἦσθα, ὦ Ὀδυσσεῦ’, εἶπεν ‘ξυνῆκας ἄν, ὅτι μηδεὶς ἂν δύναιτο λέγειν σοφόν τι περὶ τῶν οὐρανίων μὴ πλείω περὶ τῆς γῆς γιγνώσκων. σὲ δὲ ἀπολελεῖφθαι τούτων οὐκ ἀπιστῶ, φασὶ γὰρ ὑμῖν τοῖς Ἰθακησίοις μήτε ὥρας μήτε γῆν εἶναι.’ ἐκ τούτων ὁ μὲν Ὀδυσσεὺς ἀπῆλθεν ὀργῆς πλέως, Παλαμήδης δὲ ὡς πρὸς βασκαίνοντα ἤδη παρασκευάζων ἑαυτόν. ἐν ἐκκλησίᾳ δέ ποτε τῶν Ἀχαιῶν ὄντων γέρανοι μὲν ἔτυχον πετόμεναι τὸν εἰωθότα αὐταῖς τρόπον, ὁ δὲ Ὀδυσσεὺς ἐς τὸν Παλαμήδην βλέψας ‘αἱ γέρανοι’ ἔφη ‘μαρτύρονται τοὺς Ἀχαιούς, ὅτι αὐταὶ γράμματα εὗρον, οὐχὶ σύ.’ καὶ ὁ Παλαμήδης ‘ἐγὼ γράμματα οὐχ εὗρον’ εἶπεν, ‘ἀλλ᾽ ὑπ᾽ αὐτῶν εὑρέθην· πάλαι γὰρ ταῦτα ἐν Μουσῶν οἴκῳ κείμενα ἐδεῖτο ἀνδρὸς τοιούτου, θεοὶ δὲ τὰ τοιαῦτα δι᾽ ἀνδρῶν σοφῶν ἀναφαίνουσι. γέρανοι μὲν οὖν οὐ μεταποιοῦνται γραμμάτων, ἀλλὰ τάξιν ἐπαινοῦσαι πέτονται, πορεύονται γὰρ ἐς Λιβύην ξυνάψουσαι πόλεμον σμικροῖς ἀνθρώποις, σὺ δ᾽ οὐδὲν ἂν περὶ τάξεως εἴποις, ἀτακτεῖς γὰρ τὰς μάχας.’ αἰτίαν δέ, οἶμαι, ξένε, Ὀδυσσεὺς εἶχεν, ὡς, εἴ που Ἕκτορα ἢ Σαρπηδόνα ἢ Αἰνείαν ἴδοι, καταλείπων τὴν τάξιν καὶ μεθιστάμενος πρὸς τὰ ῥᾳστώνην ἔχοντα τοῦ πολέμου. μειρακιώδης δὲ ἐπὶ τῆς ἐκκλησίας δόξας καὶ πρεσβύτερος νέου τοῦ Παλαμήδους ἡττηθεὶς ἐπετείχιζεν αὐτῷ τὸν Ἀγαμέμνονα ὡς πρὸς τὸν Ἀχιλλέα τοὺς Ἀχαιοὺς μεθιστάντι. διενεχθῆναι δὲ πάλιν αὐτοὺς ἐκ τοιούτου φησί· λύκοι καταβαίνοντες ἐκ τῆς Ἴδης ἐσίνοντο τὰ σκευοφόρα παιδάρια καὶ τῶν ὑποζυγίων τὰ περὶ τὰς σκηνάς· ὁ μὲν δὴ Ὀδυσσεὺς ἐκέλευσεν ἀραμένους τόξα καὶ ἀκόντια φοιτᾶν ἐς τὴν Ἴδην ἐπὶ τοὺς λύκους, ὁ δὲ [p. 179] Παλαμήδης ‘ὦ Ὀδυσσεῦ’, ἔφη ‘τοὺς λύκους ὁ Ἀπόλλων προοίμιον λοιμοῦ ποιεῖται καὶ τοξεύει μὲν αὐτούς, καθάπερ τοὺς ὀρέας τε καὶ τοὺς κύνας ἐνταῦθα, πέμπει δὲ πρότερον παρὰ τοὺς νοσήσοντας εὐνοίας ἕνεκα τῶν ἀνθρώπων καὶ τοῦ φυλάξασθαι. εὐχώμεθα οὖν Ἀπόλλωνι Λυκίῳ τε καὶ Φυξίῳ, τὰ μὲν θηρία ταῦτα τοῖς ἑαυτοῦ τόξοις ἐξελεῖν, τὴν νόσον δὲ ἐς αἶγας, φασί, τρέψαι. καὶ ἡμεῖς δέ, ὦ ἄνδρες Ἕλληνες, ἐπιμελώμεθα ἡμῶν αὐτῶν, δεῖ δὲ τοῖς φυλαττομένοις τὰ λοιμώδη διαίτης λεπτῆς καὶ κινήσεων συντόνων. ἰατρικῆς μὲν γὰρ οὐχ ἡψάμην, σοφίᾳ δὲ καταληπτὰ ἅπαντα.’ καὶ εἰπὼν ταῦτα τὴν μὲν τῶν κρεῶν ἀγορὰν ἐπέσχε καὶ τὰ στρατιωτικὰ τῶν σιτίων ἐκέλευσε παραιτήσασθαι, τραγήμασι δὲ καὶ λαχάνοις ἀγρίοις διῆγε τὸν στρατὸν πειθομένους αὐτῷ καὶ πᾶν τὸ ἐκ Παλαμήδους θεῖόν τε ἡγουμένους καὶ χρησμῶδες· καὶ γὰρ δὴ ὁ λοιμός, ὃν προὔλεγεν, ἐνέσκηψε μὲν ἐς τὰς Ἑλλησποντικὰς πόλεις ἀρξάμενος, φασίν, ἐκ τοῦ Πόντου, προσέπεσε δὲ καὶ τῷ Ἰλίῳ, τῶν δὲ Ἑλλήνων οὐδενὸς ἥψατο καίτοι στρατοπεδευόντων ἐν γῇ νοσούσῃ. πρὸς γὰρ τῇ διαίτῃ καὶ τὰς κινήσεις αὐτῶν ὧδε ἐσοφίσατο· καθελκύσας ἑκατὸν ναῦς ἐνεβίβαζε τὸν στρατὸν κατὰ μέρος ἐρέττοντάς τε καὶ ἁμιλλωμένους ἀλλήλοις ἢ ἀκρωτήριον περιβαλεῖν ἢ σκοπέλου ἅψασθαι ἢ προκατᾶραι τῶν πέλας ἐς λιμένα τινὰ ἢ ἀκτήν, ἔπεισε δὲ καὶ τὸν Ἀγαμέμνονα προθεῖναί σφισι τοῦ ταχυναυτεῖν ἆθλα. χαίροντες οὖν ἐγυμνάζοντο καὶ ξυνιέντες τοῦ ὑγιαίνειν· καὶ γὰρ ἐδίδασκεν αὐτούς, ὅτι τῆς γῆς παρεφθορυίας τε καὶ οὕτως ἐχούσης ἡδίων ἡ θάλαττα καὶ ἀσφαλεστέρα ἀναπνεῖν. ἐπὶ τούτοις ὁ μὲν σοφίας ἀριστεῖα ἐστεφανοῦτο [p. 180] ὑπὸ τῶν Ἑλλήνων, ὁ δὲ Ὀδυσσεὺς ἀτίμως τε ἡγεῖτο πράττειν καὶ πανουργίας ὅ τι εἶχεν, ἐπὶ τὸν Παλαμήδην ἔστρεφεν. ἐπὶ τούτοις ὁ Πρωτεσίλεως τοιαῦτα ἀπαγγέλλει· τὸν Ἀχιλλέα στρατεύοντα ἐπὶ τὰς νήσους καὶ τὰς ἀκταίας πόλεις αἰτῆσαι τοὺς Ἀχαιοὺς ξὺν Παλαμήδει στρατεῦσαι. ἐμάχοντο δὲ ὁ μὲν Παλαμήδης γενναίως καὶ σωφρόνως, ὁ δὲ Ἀχιλλεὺς οὐ καθεκτῶς, ὁ γὰρ θυμὸς ἐξαίρων αὐτὸν ἐς ἀταξίαν ἦγεν· ὅθεν ἔχαιρε τῷ Παλαμήδει ξυνασπίζοντι καὶ ἀπάγοντι μὲν αὐτὸν τῆς φορᾶς, ὑποτιθεμένῳ δέ, ὡς χρὴ μάχεσθαι. καὶ γὰρ δὴ καὶ ἐῴκει λεοντοκόμῳ λέοντα γενναῖον πραύνοντι καὶ ἐγείροντι, καὶ οὐδὲ ἐκκλίνων ταῦτα ἔπραττεν, ἀλλὰ καὶ βάλλων καὶ φυλαττόμενος βέλη καὶ ἀσπίδα ἀντερείδων καὶ διώκων στῖφος. ἐξέπλευσαν μὲν δὴ χαίροντες ἀλλήλοις, εἵποντο δὲ αὐτοῖς Μυρμιδόνες τε καὶ οἱ ἐκ Φυλακῆς Θετταλοί. Ταχθ̣̣̔̓ναι γὰρ μετὰ ταῦτα τὴν ἑαυτοῦ δύναμίν φησιν ὁ Πρωτεσίλεως ὑπ᾽ Ἀχιλλέως καὶ Μυρμιδόνας οὕτως ὀνομασθῆναι πάντας Θετταλούς. αἱ μὲν οὖν πόλεις ἡλίσκοντο καὶ εὐδόκιμα τοῦ Παλαμήδους ἔργα ἀπηγγέλλετο ἰσθμῶν διορυχαὶ καὶ ποταμοὶ ἐς τὰς πόλεις ἐπιστρεφόμενοι καὶ σταυροὶ λιμένων καὶ ἐπιτειχίσματα νυκτομαχία τε ἡ περὶ Ἄβυδον, ὁπότε τρωθέντες ὁ μὲν Ἀχιλλεὺς ἀνεχώρησεν, ὁ Παλαμήδης δὲ οὐκ ἀπεῖπεν, ἀλλὰ πρὶν μέσην ἑστάναι νύκτα, εἷλε τὸ χωρίον. ὁ δὲ Ὀδυσσεὺς ἐν Τροίᾳ ξυνετίθει λόγους πρὸς τὸν Ἀγαμέμνονα ψευδεῖς μέν, πιθανοὺς δὲ πρὸς τὸν εὐήθως ἀκούοντα, ὡς ἐρῴη μὲν Ἀχιλλεὺς τῆς τῶν Ἑλλήνων ἀρχῆς, μαστροπῷ δὲ τῷ Παλαμήδει χρῷτο ‘καὶ ἀφίξονται μὲν’ ἔφη ‘μικρὸν ὕστερον σοὶ μὲν βοῦς τε ἀπάγοντες καὶ ἵππους καὶ ἀνδράποδα, ἑαυτοῖς δὲ χρήματα, [p. 181] οἷς ὑποποιήσονται δήπου τοὺς δυνατοὺς τῶν Ἑλλήνων ἐπὶ σέ· Ἀχιλλέως μὲν οὖν ἀπέχεσθαι χρὴ καὶ γιγνώσκοντας αὐτὸν φυλάττεσθαι, τὸν σοφιστὴν δὲ ἀποκτεῖναι τοῦτον. εὕρηται δέ μοι κατ᾽ αὐτοῦ τέχνη, δἰ ἧς μισηθήσεταί τε ὑπὸ τῶν Ἑλλήνων καὶ ἀπολεῖται ὑπ᾽ αὐτῶν.’ καὶ διεξῆλθεν, ὡς ἡτοίμασται αὐτῷ τὰ περὶ τὸν Φρύγα καὶ τὸ χρυσίον τὸ ληφθὲν ὑπὸ τῷ Φρυγί, σοφῶς δὲ τούτων ἐπινενοῆσθαι δοκούντων καὶ ξυντιθεμένου τῇ ἐπιβουλῇ τοῦ Ἀγαμέμνονος ‘ἄγε δή, ὦ βασιλεῦ,’ ἔφη ‘τὸν μὲν Ἀχιλλέα φύλαττέ μοι περὶ τὰς πόλεις, ἐν αἷς ἐστι νῦν, τὸν Παλαμήδην δὲ ὡς τειχομαχήσοντα τῷ Ἰλίῳ καὶ μηχανὰς εὑρήσοντα μεταπέμπου ἐνταῦθα· ἄνευ γὰρ τοῦ Ἀχιλλέως ἥκων οὐκ ἐμοὶ μόνῳ ἔσται ἁλωτός, ἀλλὰ καὶ ἄλλῳ ἧττον σοφῷ.’ ἔδοξε ταῦτα καὶ ἔπλεον οἱ κήρυκες ἐς Λέσβον, ἑαλώκει δὲ οὔπω πᾶσα, ἀλλ᾽ ὧδε τὰ περὶ αὐτὴν εἶχεν· πόλις Αἰολὶς Λυρνησσὸς ᾠκεῖτο τειχήρης τὴν φύσιν καὶ οὐδὲ ἀτείχιστος, ᾗ φασι τὴν Ὀρφέως προσενεχθῆναι λύραν καὶ δοῦναί τινα ἠχὴν ταῖς πέτραις, καὶ μεμούσωται ἔτι καὶ νῦν τῆς Λυρνησσοῦ τὰ περὶ τὴν θάλατταν ὑπ᾽ ᾠδῆς τῶν πετρῶν· ἐνταῦθα προσκαθημένων δεκάτην ἡμέραν, χαλεπὸν γὰρ ἦν ἁλῶναι τὸ χωρίον, ἀπήγγειλαν μὲν οἱ κήρυκες τὰ τοῦ Ἀγαμέμνονος, ἐδόκει δὲ πείθεσθαι καὶ τὸν μὲν καταμένειν, τὸν Παλαμήδην δὲ ἀπιέναι, καὶ ἀπῆλθον ἀλλήλων δακρύοις ἅμα. ἐπεὶ δὲ κατέπλευσεν ἐς τὸ στρατόπεδον καὶ τὰ τῆς στρατιᾶς ἀπήγγειλεν ἀνατιθεὶς ἅπαντα Ἀχιλλεῖ, ‘ὦ βασιλεῦ’, ἔφη ‘κελεύεις με τειχομαχεῖν τῇ Τροίᾳ; ἐγὼ δὲ μηχανήματα μὲν γενναῖα ἡγοῦμαι τοὺς Αἰακίδας καὶ τὸν Καπανέως τε καὶ Τυδέως καὶ τοὺς Λοκροὺς Πάτροκλόν τε δήπου καὶ [p. 182] Αἴαντα, εἰ δὲ καὶ ἀψύχων μηχανημάτων δεῖσθε, ἤδη ἡγεῖσθε τὴν Τροίαν τό γε ἐπ᾽ ἐμοὶ κεῖσθαι.’ ἀλλ᾽ ἔφθησαν αὐτὸν αἱ Ὀδυσσέως μηχαναὶ σοφῶς ξυντεθεῖσαι καὶ χρυσοῦ μὲν ἥττων ἔδοξε προδότης τε εἶναι κατεψεύσθη, περιαχθεὶς δὲ τὼ χεῖρε κατελιθώθη βαλλόντων αὐτὸν Πελοποννησίων τε καὶ Ἰθακησίων, ἡ δὲ ἄλλη Ἑλλὰς οὐδὲ ἑώρα ταῦτα, ἀλλὰ καὶ δοκοῦντα ἀδικεῖν ἠγάπα. ὠμὸν καὶ τὸ ἐπ᾽ αὐτῷ κήρυγμα· μὴ γὰρ θάπτειν τὸν Παλαμήδην μηδὲ ὁσιοῦν τῇ γῇ, ἀποθνήσκειν δὲ τὸν ἀνελόμενόν τε καὶ θάψαντα. κηρύττοντος δὲ ταῦτα τοῦ Ἀγαμέμνονος Αἴας ὁ μέγας ἐπιρρίψας ἑαυτὸν τῷ νεκρῷ πολλὰ μὲν δάκρυα περὶ αὐτῷ ἀφῆκεν, ἀναθέμενος δὲ αὐτὸν διεξέπαισε τοῦ ὁμίλου γυμνῷ τῷ ξίφει καὶ ἑτοίμῳ· θάψας οὖν, ὡς εἰκὸς ἦν, τὸν εἰργόμενον οὐ προσῄει τῷ κοινῷ τῶν Ἑλλήνων, οὐδὲ βουλῆς ἢ γνώμης ἥπτετο, οὐδὲ ἐξῄει ἔτι ἐς τὰς μάχας Ἀχιλλέως τε ἀφικομένου μετὰ τὴν τῆς Χερρονήσου ἅλωσιν ἄμφω ἐπὶ τῷ Παλαμήδει ἐμήνισαν· ὁ μὲν Αἴας οὐκ ἐπὶ πολύ, ὡς γὰρ ᾔσθετο τῶν ξυμμάχων κακῶς πραττόντων, ἤλγησέ τε καὶ τὴν ὀργὴν μετέθηκεν, ὁ δὲ Ἀχιλλεὺς ἀπεμήκυνε τὴν μῆνιν, ᾠδήν τε γὰρ τῆς λύρας τὸν Παλαμήδην ἐπεποίητο καὶ ᾖδεν αὐτόν, ὅσα τοὺς προτέρους τῶν ἡρώων, ἐδεῖτό τε ὄναρ ἐφίστασθαί οἱ σπένδων ἀπὸ κρατῆρος, οὗ Ἑρμῆς ὑπὲρ ὀνείρων πίνει. ἔοικέ τε ὁ ἥρως οὗτος οὐκ Ἀχιλλεῖ μόνον, ἀλλὰ καὶ πᾶσιν, οἷς ῥώμης τε καὶ σοφίας ἔρως, παρέχειν ἑαυτὸν ζήλου τε καὶ ᾠδῆς ἄξιον, ὅ τε Πρωτεσίλεως, ἐπειδὰν ἐς μνήμην αὐτοῦ ἀφικώμεθα, ἀστακτὶ δακρύει τήν τε ἄλλην ἀνδρείαν τοῦ ἥρω ἐπαινῶν καὶ τὴν ἐν τῷ θανάτῳ· οὐ γὰρ δὴ ἱκετεῦσαι τὸν Παλαμήδην, οὐδὲ οἰκτρόν τι εἰπεῖν [p. 183] οὐδὲ ὀδύρασθαι, ἀλλ᾽ εἰπὼν ‘ἐλεῶ σε, ἀλήθεια, σὺ γὰρ ἐμοῦ προαπόλωλας’ ὑπέσχε τὴν κεφαλὴν τοῖς λίθοις οἷον ξυνιείς, ὅτι ἡ δίκη πρὸς αὐτοῦ ἔσται.

Φοῖνιξ

ἔστι καὶ τὸν Παλαμήδην ἰδεῖν, ἀμπελουργέ, καθάπερ καὶ τὸν Νέστορα εἶδον καὶ τὸν Σθένελον ἢ οὐδὲν περὶ τῆς ἰδέας αὐτοῦ ὁ Πρωτεσίλεως ἑρμηνεύει;

ἀμπελουργός

ὑπάρχει, ξένε, καὶ ὅρα· μέγεθος μὲν τοίνυν αὐτὸν κατὰ Αἴαντα τὸν μείζω γενέσθαι, κάλλος δὲ Ἀχιλλεῖ τε ἁμιλλᾶσθαι καὶ Ἀντιλόχῳ καὶ ἑαυτῷ φησιν ὁ Πρωτεσίλεως καὶ Εὐφόρβῳ τῷ Τρωί, γένεια μὲν γὰρ αὐτῷ ἁπαλὰ ἐκφύεσθαι καὶ ξὺν ἐπαγγελίᾳ βοστρύχων, τὴν κόμην δὲ ἐν χρῷ εἶναι, τὰς δὲ ὀφρῦς ἐλευθέρας τε καὶ ὀρθὰς καὶ ξυμβαλλούσας πρὸς τὴν ῥῖνα τετράγωνόν τε οὖσαν καὶ εὖ βεβηκυῖαν. τὸν δὲ τῶν ὀφθαλμῶν νοῦν ἐν μὲν ταῖς μάχαις ἄτρεπτόν τε φαίνεσθαι καὶ γοργόν, ἐν δὲ τῇ ἡσυχίᾳ φιλέταιρόν τε καὶ εὐπροσήγορον τὰς βολάς, λέγεται δὲ καὶ μεγίστοις ἀνθρώπων ὀφθαλμοῖς χρήσασθαι. καὶ μὴν καὶ γυμνόν φησι τὸν Παλαμήδην μέσα φέρεσθαι βαρέος ἀθλητοῦ καὶ κούφου καὶ αὐχμὸν περὶ τῷ προσώπῳ ἔχειν πολὺν ἡδίω τῶν Εὐφόρβου πλοκάμων τῶν χρυσῶν· αὐχμοῦ δὲ ἐπεμεμέλητο ὑπὸ τοῦ καθεύδειν τε, ὡς ἔτυχεν, αὐλίζεσθαί τε πολλάκις ἐν τῇ ἀκρωνυχίᾳ τῆς Ἴδης ἐν σχολῇ τῶν πολεμικῶν· τὴν γὰρ κατάληψιν τῶν μετεώρων ἐντεῦθεν ἀπὸ τῶν ὑψηλοτάτων οἱ σοφοὶ ποιοῦνται. ἦγε δὲ ἐς Ἴλιον οὔτε ναῦν οὔτε ἄνδρα, ἀλλ᾽ ἐν πορθμείῳ ξὺν Οἴακι τῷ ἀδελφῷ ἔπλευσε πολλῶν, φασί, βραχιόνων ἀντάξιον ἑαυτὸν ἡγούμενος. οὐδὲ ἀκόλουθος ἦν αὐτῷ οὐδὲ θεράπων οὐδὲ Τέκμησσά τις ἢ Ἶφις λούουσά τε καὶ στρωννῦσα τὸ λέχος, ἀλλ᾽ αὐτουργὸς βίος καὶ ἔξω τοῦ [p. 184] κατεσκευάσθαι. εἰπόντος γοῦν ποτε πρὸς αὐτὸν Ἀχλλέως ‘ὦ Παλάμηδες, ἀγροικότερος φαίνῃ τοῖς πολλοῖς, ὅτι μὴ πέπασαι τὸν θεραπεύσοντα’ ‘τί οὖν, ὦ Ἀχιλλεῦ, ταῦτα;’ ἔφη τὼ χεῖρε προτείνας ἄμφω. διδόντων δὲ αὐτῷ τῶν Ἀχαιῶν ἐκ δασμοῦ χρήματα καὶ κελευόντων αὐτὸν πλουτεῖν ‘οὐ λαμβάνω’, ἔφη ‘κἀγὼ γὰρ ὑμᾶς κελεύω πένεσθαι καὶ οὐ πείθεσθε’. ἐρομένου δέ ποτε αὐτὸν Ὀδυσσέως ἐξ ἀστρονομίας ἥκοντα ‘τί πλέον ἡμῶν ὁρᾷς ἐν τῷ οὐρανῷ;’ ‘τοὺς κακοὺς’ εἶπεν. ἀμείνων δ᾽ ἂν ἦν τοὺς Ἀχαιοὺς ἐκδιδάξας, ὅτῳ ποτὲ τῶν τρόπων φανεροὶ οἱ κακοί· οὐ γὰρ ἂν προσήκαντο τὸν Ὀδυσσέα ἐπαντλοῦντα αὐτῷ ψευδεῖς οὕτω καὶ πανούργους τέχνας. τὸ δὲ λεγόμενον πῦρ ὑπὸ Ναυπλίου περὶ κοίλην Εὔβοιαν ἐπὶ τοὺς Ἀχαιοὺς ἀρθῆναι ἀληθές τέ φησιν εἶναι καὶ ὑπὲρ Παλαμήδους ἐκ Μοιρῶν πεπρᾶχθαι καὶ Ποσειδῶνος, ἴσως, ξένε, μηδὲ βουλομένης τῆς Παλαμήδους ταῦτα ψυχῆς, σοφὸς γὰρ ὢν ξυνεγίγνωσκέ που αὐτοῖς τῆς ἀπάτης. ἔθαψαν δὲ αὐτὸν Ἀχιλλεύς τε καὶ Αἴας ἐς τὴν ὅμορον τῇ Τροίᾳ τῶν Αἰολέων ἤπειρον, ὑφ᾽ ὧν καὶ ἱερὸν αὐτῷ τι ἐξῳκοδόμηται μάλα ἀρχαῖον καὶ ἄγαλμα Παλαμήδους ἵδρυται γενναῖόν τε καὶ εὔοπλον, καὶ θύουσιν αὐτῷ ξυνιόντες οἱ τὰς ἀκταίας οἰκοῦντες πόλεις. μαστεύειν δὲ χρὴ τὸ ἱερὸν κατὰ Μήθυμνάν τε καὶ Λεπέτυμνον, ὄρος δὲ τοῦτο ὑψηλὸν ὑπερφαίνεται τῆς Λέσβου. τὰ δὲ Ὀδυσσέως οὑτωσὶ φράζει· γενέσθαι μὲν αὐτὸν ῥητορικώτατον καὶ δεινόν, εἴρωνα δὲ καὶ ἐραστὴν φθόνου καὶ τὸ κακόηθες ἐπαινοῦντα κατηφῆ τε ἀεὶ καὶ οἷον ἐπεσκεμμένον, τὰ πολέμιά τε δοκοῦντα μᾶλλον γενναῖον ἢ ὄντα, οὐ μὴν ἐπιστήμονα [p. 185] ὁπλίσεως ἢ τοῦ τάξαι ναυμαχίας τε καὶ τειχομαχίας καὶ αἰχμῆς καὶ τόξων ἕλξεως. τὰ δὲ ἔργα αὐτοῦ εἶναι πολλὰ μέν, οὐ μὴν θαυμάσαι ἄξια πλὴν ἑνός, τοῦ ἐς τὸν ἵππον τὸν κοῖλον, οὗ τέκτων μὲν Ἐπειὸς σὺν Ἀθηνᾷ ἐγένετο, Ὀδυσσεὺς δὲ εὑρετής, καὶ ἐν αὐτῷ δὲ λέγεται τῷ λόχῳ θαρσαλεώτερος ὀφθῆναι τοῦ πλήρωματος. ἐς Ἴλιον μὲν οὖν παρηβηκὼς ἦλθεν, ἐς Ἰθάκην δὲ γεγηρακώς· μακροτέρᾳ γὰρ ἐχρήσατο τῇ ἄλῃ διὰ τὸν πόλεμον, ὃς πρὸς τοὺς Κίκονας αὐτῷ διεπολεμήθη κατατρέχοντι τὰ ἐπὶ θαλάττῃ τοῦ Ἰσμάρου. τὰ γὰρ Πολυφήμου καὶ Ἀντιφάτου καὶ Σκύλλης καὶ τὰ ἐν Αἵδου καὶ ὁπόσα αἱ Σειρῆνες ᾖδον, οὐδὲ ἀκούειν ξυγχωρεῖ ὁ Πρωτεσίλεως, ἀλλ᾽ ἐπαλείφειν ἡμᾶς κηρὸν τοῖς ὠσὶ καὶ παραιτεῖσθαι αὐτὰ οὐχ ὡς οὐ πλέα ἡδονῆς καὶ ψυχαγωγῆσαι ἱκανά, ἀλλ᾽ ὡς ἀπίθανά τε καὶ παρευρημένα, καὶ τὴν νῆσον δὲ τὴν Ὠγυγίαν καὶ τὴν Αἰαίαν καὶ ὡς ἤρων αὐτοῦ αἱ θεαί, παραπλεῖν κελεύει καὶ μὴ προσορμίζεσθαι τοῖς μύθοις· ἔξωρόν τε γὰρ τῶν ἐρωτικῶν εἶναι τὸν Ὀδυσσέα καὶ ὑπόσιμον καὶ οὐ μέγαν καὶ πεπλανημένον τοὺς ὀφθαλμοὺς διὰ τὰς ἐννοίας τε καὶ ὑπονοίας. ἐνθυμουμένῳ γὰρ ἐῴκει, τοῦτο δὲ ἄχαρι ἐς τὰ ἐρωτικά. οἷος μὲν δὴ οἷον καὶ ὡς σοφώτερόν τε καὶ ἀνδρειότερον ἑαυτοῦ τὸν Παλαμήδην ὁ Ὀδυσσεὺς ἀπέκτεινεν, ἱκανῶς ἐκ τούτου διδάσκει ὁ Πρωτεσίλεως, ὅθεν καὶ τὸν θρῆνον τὸν παρ᾽ Εὐριπίδῃ ἐπαινεῖ, ὁπότε Εὐριπίδης ἐν Παλαμήδους μέλεσιν

ἐκάνετε, φησίν, ἐκάνετε τὸν πάνσοφον, ὦ Δαναοί,
τὰν οὐδέν᾽ ἀλγύνουσαν ἀηδόνα Μουσᾶν

καὶ τὰ ἐφεξῆς μᾶλλον, ἐν οἷς φησι καὶ ὅτι πεισθέντες ἀνθρώπῳ δεινῷ καὶ ἀναιδεῖ ταῦτα δράσειαν. [p. 186] Αἴαντα δὲ τὸν Τελαμῶνος ἐκάλουν οἱ Ἀχαιοὶ μέγαν οὐκ ἀπὸ τοῦ μεγέθους, οὐδ᾽ ἐπειδὴ μείων ὁ ἕτερος, ἀλλ᾽ ἀφ᾽ ὧν ἔπραττε, καὶ ἐποιοῦντο αὐτὸν ξύμβολον τοῦ πολέμου ἀγαθὸν ἐκ πατρῴου ἔργου· τὸν γὰρ Λαομέδοντα τὸν Ἡρακλέα ἀπατήσαντα μετῆλθε ξὺν Ἡρακλεῖ ὁ Τελαμὼν καὶ αὐτῷ Ἰλίῳ εἷλεν. ἔχαιρον μὲν οὖν αὐτῷ καὶ ἀόπλῳ, πελώριος γάρ τις ἦν καὶ ὑπὲρ τὴν στρατιὰν πᾶσαν καὶ φρόνημα αἴρων εὐήνιόν τε καὶ σῶφρον, ὡπλισμένου δὲ ἐξεκρέμαντο μετέωρόν τε βαίνοντος ἐπὶ τοὺς Τρῶας καὶ τὴν ἀσπίδα εὖ μεταχειριζομένου τοσαύτην οὖσαν βλέποντός τε χαροποῖς τοῖς ὀφθαλμοῖς ὑπὸ τὴν κόρυν, οἷον οἱ λέοντες ἐν ἀναβολῇ τοῦ ὁρμῆσαι, τὰς μάχας δὲ πρὸς τοὺς ἀρίστους ἐποιεῖτο Λυκίους μὲν καὶ Μυσοὺς καὶ Παίονας ἀριθμοῦ φάσκων ἕνεκα ἐς Τροίαν ἥκειν, τοὺς δὲ τούτων ἡγεμόνας ἀξιομάχους τε ἡγούμενος καὶ οἵους ἀποκτείναντι μὲν ὄνομα δοῦναι, τρωθέντι δὲ οὐκ ἄδοξον τραῦμα, πολέμιόν τε ἑλὼν ἀπείχετο τῶν ὅπλων· τὸ μὲν γὰρ ἀποκτείνειν ἀνδρὸς εἶναι, τὸ δὲ σκυλεύειν λωποδύτου μᾶλλον. ἀκόλαστον δὲ οὐδὲν οὐδὲ ὑβριστικὸν ἐφθέγξατο ἂν οὐδεὶς ἐν ἐπηκόῳ τοῦ Αἴαντος, οὐδὲ ὁπόσοις ἦν διαφορὰ πρὸς ἀλλήλους, ἀλλὰ καὶ θάκων ὑπανίσταντο αὐτῷ καὶ ὁδῶν ὑπεξίσταντο οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ καὶ οἱ τῆς εὐδοκίμου μοίρας. πρὸς δὲ Ἀχιλλέα φιλία ἦν αὐτῷ καὶ βασκαίνειν ἀλλήλοις οὔτε ἐβούλοντο οὔτε ἐπεφύκεσαν, τάς τε λύπας, ὁπόσαι περὶ τὸν Ἀχιλλέα, εἰ καὶ μὴ μικρῶν ἕνεκεν ἐγίγνοντο, πάσας ἐπράυνε τὰς μὲν ὡς ἂν ξυναλγῶν τις, τὰς δ᾽ οἷον ἐπιπλήττων, καθημένων τε ὁμοῦ καὶ βαδιζόντων ἐπεστρέφετο ἡ Ἑλλὰς ἐς ἄνδρε ὁρῶσα, οἵω μετὰ Ἡρακλέα οὔπω ἐγενέσθην. [p. 187] τὸν μέν γε Αἴαντα καὶ τρόφιμον τοῦ Ἡρακλέους εἶναι ἔφασαν καὶ βρέφος ὄντα ἐνειληθῆναι τῇ λεοντῇ τοῦ ἥρωος, ὅτε ἀνασχὼν αὐτὸν τῷ Διὶ ἀνάλωτον ᾔτει γενέσθαι κατὰ τὴν δορὰν τοῦ λέοντος, ἀετός τε εὐξαμένῳ ἀφίκετο φέρων ἐκ Διὸς τῷ μὲν παιδὶ ὄνομα, ταῖς δὲ εὐχαῖς νεῦμα. δῆλόν τε ἦν καὶ ἁπλῶς βλέψαντι μὴ ἀθεεὶ φῦναι διά τε τὴν ὥραν διά τε τὴν ῥώμην τοῦ εἴδους, ὅθεν ὁ Πρωτεσίλεως ἄγαλμα πολέμου καλεῖ αὐτόν. ἐμοῦ δὲ εἰπόντος ‘καὶ μὴν κατεπαλαίσθη ὑπὸ τοῦ Ὀδυσσέως ὁ μέγας οὗτος καὶ θεῖος’ ‘εἰ Κύκλωπες’ ἔφη ‘ἐγεγόνεισαν καὶ ἀληθὴς ἦν ὁ περὶ αὐτῶν μῦθος, μᾶλλον ἂν τῷ Πολυφήμῳ διεπάλαισεν Ὀδυσσεὺς ἢ τῷ Αἴαντι.’ ἤκουσα τοῦ Πρωτεσίλεω, ξένε, κἀκεῖνα περὶ τοῦ ἥρω τούτου, ὡς ἄρ᾽ ἐκόμα ποταμῷ Ἰλισσῷ τῷ Ἀθήνησι καὶ ἠγάπων αὐτὸν οἱ ἐν Τροίᾳ Ἀθηναῖοι καὶ ἡγεμόνα ἡγοῦντο καὶ ὅ τι εἴποι, ἔπραττον ἠττίκιζέ τε, ἅτε, οἶμαι, Σαλαμῖνα οἰκῶν, ἣν Ἀθηναῖοι δῆμον πεποίηνται, παῖδά τε αὐτῷ γενόμενον, ὃν Εὐρυσάκην οἱ Ἀχαιοὶ ἐκάλουν, τήν τε ἄλλην ἔτρεφε τροφὴν, ἣν Ἀθηναῖοι ἐπαινοῦσι καὶ ὅτε Ἀθήνησιν οἱ παῖδες ἐν μηνὶ ἀνθεστηριῶνι στεφανοῦνται τῶν ἀνθέων τρίτῳ ἀπὸ γενεᾶς ἔτει, κρατῆράς τε τοὺς ἐκεῖθεν ἐστήσατο καὶ ἔθυσεν, ὅσα Ἀθηναίοις ἐν νόμῳ, μεμνῆσθαι δὲ καὶ αὐτὸν ἔφασκε τουτωνὶ τῶν Διονυσίων κατὰ Θησέα. ὁ δὲ τοῦ θανάτου λόγος, ὃν ὑφ᾽ ἑαυτοῦ ἀποσφαγεὶς ἀπέθανεν, ἀληθὴς μέν, ἐλεεινὸς δὲ καὶ Ὀδυσσεῖ τάχα, τά τε ἐν Ἅιδου

μὴ ὄφελον νικᾶν τοιῷδ᾽ ἐπ᾽ ἀέθλῳ·
τοίην γὰρ κεφαλὴν ἕνεκ᾽ αὐτῶν γαῖα κατέσχεν

ἐκεῖ μὲν οὔ φησιν εἰρῆσθαι τῷ Ὀδυσσεῖ, μὴ γὰρ καταβῆναι αὐτὸν ζῶντα, πάντως δὲ εἰρῆσθαί που. [p. 188] πιθανὸν γὰρ που παθεῖν τι καὶ τὸν Ὀδυσσέα καὶ ἀπεύξασθαι τὴν ἑαυτοῦ νίκην ἐλέῳ τοιοῦδε ἀνδρὸς ἐπ᾽ αὐτῇ ἀποθανόντος. ἐπαινῶν δὲ ὁ Πρωτεσίλεως τοῦ Ὁμήρου ταῦτα πολὺ μᾶλλον ἐπαινεῖ τὸ ἐπ᾽ αὐτῷ ἔπος, ἐν ᾧ φησι

παῖδες δὲ Τρώων δίκασαν

καὶ γὰρ τῶν. Ἀχαιῶν ἀφεῖλε τὴν ἄδικον κρίσιν καὶ δικαστὰς ἐκάθισεν, οὓς εἰκὸς ἦν καταψηφίσασθαι τοῦ Αἴαντος, συγγενὲς γὰρ φόβῳ μῖσος. μανέντα δὲ αὐτὸν οἱ μὲν Τρῶες ἔδεισαν πλείω ἢ εἰώθεσαν, μὴ προσβαλὼν τῷ τείχει ῥήξῃ αὐτό, καὶ ηὔχοντο Ποσειδῶνί τε καὶ Ἀπόλλωνι, ἐπειδὴ ἐς τὸ τεῖχος ἐθήτευσαν, προβεβλῆσθαι τῶν περγάμων τοῦ ἄστεος καὶ σχεῖν τὸν Αἴαντα, εἰ τῶν ἐπάλξεων ἅπτοιτο, οἱ δὲ Ἕλληνες οὐκ ἐπαύοντο ἀγαπῶντες αὐτόν, ἀλλὰ πένθος τε τὴν τοῦ Αἴαντος μανίαν ἐποιοῦντο καὶ τὰ μαντεῖα δὲ ἱκέτευον χρῆσαι, πῶς ἂν μεταβάλοιτο καὶ ἐς νοῦν ἔλθοι, ἐπεὶ δὲ ἀποθανόντα εἶδον καὶ περὶ τῷ ξίφει κείμενον, ᾤμωξαν μὲν οὕτως ἀθρόον, ὡς ἀνήκοοι γενέσθαι μηδὲ τῷ Ἰλίῳ, προὔθεντο δὲ Ἀθηναῖοι τὸ σῶμα καὶ Μενεσθεὺς ἐπ᾽ αὐτῷ λόγον ἠγόρευσεν, ᾧ νομίζουσι τιμᾶν Ἀθήνησι τοὺς ἐκ τῶν πολεμίων τελευτῶντας. ἔργον ἐνταῦθα εὐδόκιμον τοῦ Ὀδυσσέως ὁ Πρωτεσίλεως οἶδε· προκειμένῳ γὰρ τῷ Αἴαντι τὰ ὅπλα ἐπενεγκὼν τοῦ Ἀχιλλέως καὶ δακρύσας ‘θάπτου τοι’ ἔφη ‘ἐν οἷς ἠγάπησας καὶ τὴν νίκην τὴν ἐπ᾽ αὐτοῖς ἔχε μηδὲν ἐς μῆνιν βαλόμενος.’ ἐπαινούντων δὲ τῶν Ἀχαιῶν τὸν Ὀδυσσέα ἐπῄνει μὲν καὶ ὁ Τεῦκρος, τὰ δὲ ὅπλα παρῃτεῖτο, μὴ γὰρ ὅσια εἶναι ἐντάφια τὰ τοῦ θανάτου αἴτια. ἔθαψαν δὲ αὐτὸν καταθέμενοι ἐς τὴν γῆν τὸ σῶμα ἐξηγουμένου Κάλχαντος, ὡς οὐχ ὅσιοι πυρὶ θάπτεσθαι οἱ ἑαυτοὺς ἀποκτείναντες. [p. 189] Τὸν δὲ Τεῦκρον νέον μὲν ἡγοῦ, μέγεθος δὲ καὶ εἶδος καὶ ῥώμην ἐν τοῖς μέσοις τῶν Ἀχαιῶν ἔχειν.

Φοῖνιξ

τὰ δὲ τῶν Τρώων γιγνώσκει ὁ Πρωτεσίλεως, ἀμπελουργέ, ἢ οὐκ ἀξιοῖ μνημονεύειν αὐτῶν, ὡς μὴ ἄξιοι σπουδῆς φαίνοιντο;

ἀμπελουργός

οὐκ ἔστι, ξένε, τὸ τοῦ Πρωτεσίλεω τοιοῦτον, ἄπεστι γὰρ αὐτοῦ φθόνος. ἀπαγγέλλει δὲ δὴ καὶ τὰ τῶν Τρώων ἐσπουδακυίᾳ τῇ γνώμῃ, φησὶ γὰρ κἀκείνους πολὺν πεποιῆσθαι λόγον ἀρετῆς. δίειμι δέ σοι πρὸ τοῦ Ἀχιλλείου λόγου ταῦτα, εἰ γὰρ μετ᾽ ἐκεῖνον λέγοιτο, οὐ θαυμαστὰ εἶναι δόξει. ἐπαινῶν τοίνυν τὸν Ἕκτορα ὁ Πρωτεσίλεως ἐπαινεῖ καὶ τὸν Ὁμήρου ἐπ᾽ αὐτῷ λόγον· ἄριστα γὰρ τὸν Ὅμηρον τάς τε ἡνιοχήσεις αὐτοῦ διελθεῖν καὶ τὰς μάχας καὶ τὰς βουλὰς καὶ τὸ μὴ ἐπ᾽ ἄλλῳ, ἀλλ᾽ ἐπ᾽ αὐτῷ εἶναι τὴν Τροίαν, καὶ ὁπόσα δὲ κομπάζει ὲν τῇ τοῦ Ὁμήρου ποιήσει ὁ Ἕκτωρ ἀπειλῶν τοῖς Ἀχαιοῖς τὸ ἐπὶ τὰς ναῦς πῦρ, πάνυ φησὶν ἐοικέναι τῇ φορᾷ τοῦ ἥρω, πολλὰ γὰρ τοιαῦτα λέγειν αὐτὸν ἐν ταῖς μάχαις, ἐκπληκτικώτατα δὲ ἀνθρώπων βλέψαι καὶ φθέγξασθαι μέγα. εἶναι δὲ τοῦ μὲν Τελαμωνίου μείω, κακίω δὲ οὐδὲν τὰς μάχας, ἐν αἷς ἐνδείκνυσθαί τι αὐτὸν καὶ τῆς τοῦ Ἀχιλλέως θερμότητος. διεβέβλητο δὲ πρὸς τὸν Πάριν ὡς δειλὸν καὶ ἥττω τοῦ κοσμεῖσθαι· τό τοι κομᾶν καίτοι σπουδαζόμενον βασιλεῦσί τε καὶ βασιλέων παισὶν ἀνάξιον ἑαυτοῦ δἰ ἐκεῖνον ἡγεῖτο. τὰ δὲ ὦτα κατεαγὼς ἦν οὐχ ὑπὸ πάλης, τουτὶ γάρ, ὡς ἔφην, οὔτ᾽ αὐτὸς ἐγίγνωσκεν οὔθ᾽ οἱ βάρβαροι, ἀλλὰ ταύροις ἀντήριζε καὶ τὸ συμπλέκεσθαι τοῖς θηρίοις τούτοις πολεμικὸν ἡγεῖτο· παλαίοντος μὲν γὰρ καὶ ταῦτα ἦν, ὁ δὲ τοῦτο μὲν ἠγνόει πράττων, τὸ δὲ ὑφίστασθαι μυκωμένους καὶ [p. 190] θαρσεῖν τὰς αἰχμὰς τῶν κεράτων καὶ ἀπαυχενίσαι ταῦρον καὶ τρωθεὶς ὑπ᾽ αὐτοῦ μὴ ἀπειπεῖν ὑπὲρ μελέτης τῶν πολεμικῶν ἤσκει. τὸ μὲν δὴ ἄγαλμα τὸ ἐν Ἰλίῳ νέον τὸν Ἕκτορα καὶ μειρακιώδη φέρει, ὁ Πρωτεσίλεως δὲ γενέσθαι μὲν αὐτὸν κἀκείνου ἡδίω φησὶ καὶ μείζω, ἀποθανεῖν δὲ τριακοντούτην ἴσως, οὐ μὴν φεύγοντα ἢ παρεικότα τὰς χεῖρας, ταυτὶ γὰρ συκοφαντεῖσθαι τὸν Ἕκτορα ὑπὸ τοῦ Ὁμήρου, ἀλλὰ καρτερῶς ἀγωνισάμενον καὶ μόνον τῶν Τρώων καταμείναντα ἔξω τοῦ τείχους πεσεῖν ὀψὲ τῆς μάχης, ἀποθανόντα δὲ ἑλχθῆναι μὲν ἀνηρτημένον τοῦ ἅρματος, ἀποδοθῆναι δέ, ὡς Ὁμήρῳ εἴρηται. Αἰνείαν δὲ μάχεσθαι μὲν τούτου ἧττον, συνέσει δὲ περιεῖναι τῶν Τρώων, ἀξιοῦσθαι δὲ τῶν αὐτῶν Ἕκτορι, τὰ δὲ τῶν θεῶν εὖ εἰδέναι, ἃ δὴ ἐπέπρωτο αὐτῷ Τροίας ἁλούσης, ἐκπλήττεσθαι δὲ ὑπ᾽ οὐδενὸς φόβου, τὸ γὰρ ἔννουν τε καὶ λελογισμένον ἐν αὐτοῖς μάλιστα τοῖς φοβεροῖς ἔχειν. ἐκάλουν δὲ οἱ Ἀχαιοὶ τὸν μὲν Ἕκτορα χεῖρα τῶν Τρώων, τὸν δὲ Αἰνείαν νοῦν, καὶ πλείω παρέχειν αὐτοῖς πράγματα Αἰνείαν σωφρονοῦντα ἢ μεμηνότα Ἕκτορα. ἤστην δὲ ἰσήλικές τε καὶ ἰσομήκεις. τὸ δὲ εἶδος τοῦ Αἰνείου φαιδρὸν μὲν ἧττον ἐφαίνετο, καθεστηκότι δὲ ἐῴκει μᾶλλον ἐκόμα τε ἀνεπαχθῶς, οὐ γὰρ ἤσκει τὴν κόμην οὐδὲ ὑπέκειτο αὐτῇ, ἀλλὰ μόνην τὴν ἀρετὴν ἐποιεῖτο κόσμημα. σφοδρὸν δὲ οὕτω τι ἔβλεπεν, ὥστε ἀποχρῶν εἶναί οἱ πρὸς τοὺς ἀτακτοῦντας καὶ αὐτὸ τὸ βλέψαι. Σαρπηδόνα δὲ Λυκία μὲν ἤνεγκε, Τροία δὲ ἦρεν, ἦν μὲν γὰρ κατὰ τὸν Αἰνείαν τὰς μάχας, ἦγε δὲ Λυκίους ξύμπαντας καὶ ἀρίστω ἄνδρε Γλαῦκόν τε καὶ Πάνδαρον, ἦν δὲ αὐτοῖν ὁ μὲν ὁπλιτεύειν [p. 191] εὐδόκιμος, ὁ δὲ Πάνδαρος τὸν Ἀπόλλω τὸν Λύκιον ἐπιστάντα οἱ μειρακίῳ ἔτι κοινωνῆσαι ἔφη τοῦ τοξεύειν, καὶ ηὔχετο ἀεὶ τῷ Ἀπόλλωνι, ὅτε τοῦ τόξου ἐπὶ μεγάλῳ ἅπτοιτο καὶ πανστρατιᾷ δὲ ὁ Πρωτεσίλεως ἀπαντῆσαί φησι τῷ Σαρπηδόνι τοὺς Τρῶας, πρὸς γὰρ τῇ ἀνδρείᾳ καὶ τῷ εἴδει θείῳ τε καὶ γενναίῳ ὄντι ἀνήρτητο τοὺς Τρῶας καὶ τῷ λόγῳ τῷ περὶ τοῦ γένους· ἀπὸ Διὸς μὲν γὰρ Αἰακίδας τε ᾄδεσθαι καὶ Δαρδανίδας καὶ τοὺς Ταντάλου, τὸ δὲ αὐτοῦ Διὸς γεγονέναι μόνῳ τῶν ὑπὲρ Τροίας τε καὶ ἐπὶ Τροίαν ἐλθόντων ἐκείνῳ ὑπάρξαι, τουτὶ δὲ καὶ τὸν Ἡρακλέα μείζω ποιῆσαι καὶ θαυμασιώτερον τοῖς ἀνθρώποις. ἀποθανεῖν δέ, ὡς Ὁμήρῳ εἴρηται, καὶ εἷναι ἀμφὶ τὰ τετταράκοντα ἔτη καὶ τάφου ἐν Λυκίᾳ τυχεῖν, ἐς ὃν παρέπεμψαν οἱ Λύκιοι δεικνύντες τὸν νεκρὸν τοῖς ἔθνεσι, δι᾽ ὧν ἤγετο. ἐσκεύαστο δὲ ἀρώμασι καὶ ἐῴκει καθεύδοντι, ὅθεν οἱ ποιηταὶ πομπῷ φασιν αὐτὸν τῷ Ὕπνῳ χρήσασθαι.

ἀμπελουργός

ἄκουε καὶ τὰ τοῦ Ἀλεξάνδρου τοῦ Πάριδος, εἰ μὴ ἄχθῃ αὐτῷ σφόδρα.

Φοῖνιξ

ἄχθομαι μέν, οὐ χεῖρον δὲ ἀκοῦσαι.

ἀμπελουργός

φησὶ τοίνυν τὸν Ἀλέξανδρον Τρωσὶ μὲν ἀπηχθῆσθαι πᾶσι, κακὸν δ᾽ οὐκ εἶναι τὰ πολέμια, τὸ δὲ εἶδος ἥδιστον ἐπίχαρίν τε τὴν φωνὴν καὶ τὸ ἦθος, ἅτε τῇ Πελοποννήσῳ ἐπιμίξαντα, μάχεσθαι δὲ πάντας τρόπους καὶ τὴν ἐπιστήμην, ὁπόση τόξων, μὴ λείπεσθαι τοῦ Πανδάρου. καὶ πλεῦσαι μὲν ἐς τὴν Ἑλλάδα ἔφηβον, ὅτε δὴ ξένον τοῦ Μενέλεω γενέσθαι αὐτὸν καὶ τὴν Ἑλένην ἑλεῖν τῷ εἴδει, ἀποθανεῖν δὲ οὔπω τριακοντούτην. γάνυσθαι δὲ τῷ ἑαυτοῦ κάλλει καὶ περιβλέπεσθαι μὲν ὑφ᾽ ἑτέρων, περιβλέπειν δὲ καὶ ἑαυτόν, ὅθεν χαριέστατα ὁ ἥρως ἐς αὐτὸν παίζει· [p. 192] τοῦτον γὰρ τὸν ταώ, χαίρει δὲ ὁ Πρωτεσίλεως τῇ ἄνθῃ καὶ τῇ ὥρᾳ τοῦ ὄρνιθος, ἰδών ποτε ὑπερανεστηκότα καὶ περιβεβλημένον τὰ πτερὰ περιβλέποντά τε αὐτὰ καὶ καθαίροντα, ἔστι δ᾽ ἃ καὶ διατιθέντα, ἵν᾽, ὥσπερ οἱ τῶν λίθων ὅρμοι, κεκοσμημένα φαίνοιτο, ‘ἰδού’, ἔφη ‘οὗ πρῴην ἐμνημονεύομεν, Πάρις ὁ τοῦ Πριάμου’. ἐμοῦ δὲ ἐρομένου αὐτὸν ‘τί ἔοικεν ὁ ταὼς τῷ Πάριδι;’ ‘τὸ φίλαυτον’ εἶπεν. καὶ γὰρ δὴ κἀκεῖνος κόσμου ἕνεκεν περιήθρει μὲν ἑαυτόν, περιεσκόπει δὲ τὰ ὅπλα. δορὰς δὲ παρδάλεων ἐνῆπτο τοῖς ὤμοις, αὐχμὸν δὲ προσιζάνειν ταῖς κόμαις οὐδὲ ὁπότε μάχοιτο, ἠνείχετο, ἔστιλβε δὲ καὶ τοὺς ὄνυχας τῶν χειρῶν, καὶ ὑπόγρυπος ἦν καὶ λευκὸς καὶ τὸ ὄμμα ἐγέγραπτο, ἡ δὲ ἑτέρα ὀφρὺς ὑπερῆρε τοῦ ὄμματος. Ἕλενος δὲ καὶ Δηίφοβος καὶ Πολυδάμας ξυνέβαινον μὲν ἀλλήλοις τὰς μάχας καὶ ταὐτὸν ἐφέροντο τῆς ῥώμης, εὐδόκιμοι δὲ τὰς ξυμβουλίας ἦσαν, ὁ δὲ Ἕλενος καὶ μαντικῆς ἥπτετο ἴσα τῷ Κάλχαντι. περὶ δὲ Εὐφόρβου τοῦ Πάνθου καὶ ὡς γένοιτό τις ἐν Τροίᾳ Εὔφορβος καὶ ἀποθάνοι ὑπὸ τοῦ Μενέλεω, τὸν Πυθαγόρου, οἶμαι, τοῦ Σαμίου λόγον ἤκουσας· ἔλεγε γὰρ δὴ ὁ Πυθαγόρας Εὔφορβος γεγονέναι μεταφῦναί τε Ἴων μὲν ἐκ Τρωός, σοφὸς δὲ ἐκ πολεμικοῦ, κεκολασμένος δὲ ἐκ τρυφῶντος, τήν τε κόμην, ἣν σοφὸς γενόμενος ἐκόσμει τῷ αὐχμῷ, χρυσῆν ἐν Τροίᾳ ἐποιεῖτο, ὁπότ᾽ ἦν Εὔφορβος. ὁ δὲ Πρωτεσίλεως τὸν Εὔφορβον ἥλικα ἑαυτοῦ ἡγεῖται καὶ ἐλεεῖ καὶ ὁμολογεῖ τὸν Πάτροκλον ὑπ᾽ αὐτοῦ τρωθέντα παραδοθῆναι τῷ Ἕκτορι, εἰ δὲ ἐς ἄνδρας ἦλθεν, οὐδὲν ἄν φησιν αὐτὸν κακίω νομισθῆναι τοῦ Ἕκτορος. τὴν μέν γε ὥραν αὐτοῦ καὶ τοὺς [p. 193] Ἀχαιούς φησι θέλγειν· ἐοικέναι γὰρ αὐτὸν ἀγάλματι, ὁπότε μάλιστα ἑαυτοῦ ὁ Ἀπόλλων ἀκερσεκόμης τε καὶ ἁβρὸς φαίνοιτο. ταῦτα, ξένε, περὶ τῶν Τρώων δίεισιν ὁ θεῖός τε καὶ ἀγαθὸς ἥρως. λοιπὸν δ᾽ ἡμῖν ἴσως τὸν τοῦ Ἀχιλλέως ἀποτελέσαι λόγον, εἰ μὴ ἀπείρηκας πρὸς τὸ μῆκος.

Φοῖνιξ

εἰ οἱ τοῦ λωτοῦ παρ᾽ Ὁμήρῳ φαγόντες, ὦ ἀμπελουργέ, προθύμως οὕτως προσέκειντο τῇ πόᾳ, ὡς ἐκλελῆσθαι τῶν οἴκοι, μὴ ἀπίστει κἀμὲ προσκεῖσθαι τῷ λόγῳ, καθάπερ τῷ λωτῷ, καὶ μήτ᾽ ἂν ἑκόντα ἀπελθεῖν ἐνθένδε, ἀπαχθηναί τε μόγις ἂν ἐπὶ τὴν ναῦν καὶ δεθῆναι δ᾽ αὖ ἐν αὐτῇ κλάοντα καὶ ὀλοφυρόμενον ἐπὶ τῷ μὴ ἐμπίπλασθαι τοῦ λόγου. καὶ γάρ με καὶ πρὸς τὰ τοῦ Ὁμήρου ποιήματα οὕτω διατέθεικας, ὡς θεῖά τε αὐτὰ ἡγούμενον καὶ ῾οἷἀ πέρα ἀνθρώπου δόξαι νῦν ἐκπεπλῆχθαι μᾶλλον οὐκ ἐπὶ τῇ ἐποποιίᾳ μόνον, οὐδ᾽ εἴ τις ἡδονὴ διήκει σφῶν, ἀλλὰ πολλῷ μᾶλλον ἐπί τε τοῖς ὀνόμασι τῶν ἡρώων ἐπί τε τοῖς γένεσι καί, νὴ Δί᾽, ὡς ἕκαστος αὐτῶν ἔλαχε τοῦ κτεῖναί τινα ἢ ἀποθανεῖν ὑφ᾽ ἑτέρου. τὸν μὲν γὰρ Πρωτεσίλεων δαίμονα ἤδη ὄντα οὐδὲν οἶμαι θαυμαστὸν εἰδέναι ταῦτα, Ὁμήρῳ δὲ πόθεν μὲν Εὔφορβος, πόθεν δὲ Ἕλενοί τε καὶ Δηίφοβοι καί, νὴ Δί᾽, ἐκ τῆς ἀντικειμένης στρατιᾶς οἱ πολλοὶ ἄνδρες, οὓς ἐν καταλόγῳ φράζει; τὸ γὰρ μὴ ὑποτεθεῖσθαι ταῦτα τὸν Ὅμηρον, ἀλλὰ γεγονότων τε καὶ ἀληθινῶν ἔργων ἀπαγγελίαν ποιεῖσθαι μαρτυρεῖ ὁ Πρωτεσίλεως, πλὴν ὀλίγων, ἃ δοκεῖ μᾶλλον ἑκὼν μετασκευάσαι ἐπὶ τῷ ποικίλην τε καὶ ἡδίω ἀποφῆναι τὴν ποίησιν, ὅθεν τὸ ὑπὸ ἐνίων λεγόμενον, ὡς Ἀπόλλων αὐτὰ ποιήσας τὸν Ὅμηρον ἐπέγραψε τῇ ποιήσει [p. 194] σφόδρα μοι δοκεῖ ἐρρῶσθαι· τὸ γὰρ γιγνώσκειν ταῦτα θεῷ μᾶλλον ἢ ἀνθρώπῳ ἔοικεν.

ἀμπελουργός

τὸ μὲν θεοὺς ἡγεμόνας εἶναι τοῖς ποιηταῖς, ξένε, πάσης ᾠδῆς, αὐτοί που οἱ ποιηταὶ ὁμολογοῦσιν οἱ μὲν τὴν Καλλιόπην, οἱ δὲ πάσας, οἱ δὲ καὶ τὸν Ἀπόλλω πρὸς ταῖς ἐννέα παρατυχεῖν αἰτούμενοι τῷ λόγῳ, τὰ δὲ Ὁμήρου ταῦτα οὐκ ἀθεεὶ μὲν εἴρηται, οὐ μὴν Ἀπόλλωνί γε αὐτῷ ἢ Μούσαις αὐταῖς ᾖσται. γέγονε γάρ, ξένε, γέγονε ποιητὴς Ὅμηρος καὶ ᾖδεν, ὡς μέν φασιν ἕτεροι μετὰ τέτταρα καὶ εἴκοσιν ἔτη τῶν Τρωικῶν, οἱ δὲ μετὰ ἑπτὰ καὶ εἴκοσι πρὸς ταῖς ἑκατόν, ὅτε τὴν ἀποικίαν οἱ Ἀθηναῖοι ἐς Ἰωνίαν ἔστειλαν, οἱ δὲ ἑξήκοντα καὶ ἑκατὸν ἔτη γεγονέναι μετὰ τὴν Τροίαν ἐπὶ Ὅμηρόν τέ φασι καὶ Ἡσίοδον, ὅτε δὴ ᾆσαι ἄμφω ἐν Χαλκίδι τὸν μὲν τὰ ἑπτὰ ἔπη τὰ περὶ τοῖν Αἰάντοιν καὶ ὡς αἱ φάλαγγες αὐτοῖς ἀραρυῖαί τε ἦσαν καὶ καρτεραί, τὸν δὲ τὰ πρὸς τὸν ἀδελφὸν τὸν ἑαυτοῦ Πέρσην, ἐν οἷς αὐτὸν ἔργων τε ἐκέλευσεν ἅπτεσθαι καὶ γεωργίᾳ προσκεῖσθαι, ὡς μὴ δέοιτο ἑτέρων, μηδὲ πεινῴη. καὶ ἀληθέστερα, ξένε, περὶ τῶν Ὁμήρου χρόνων ταῦτα, ξυντίθεται γὰρ αὐτοῖς ὁ Πρωτεσίλεως. δύο γοῦν ποιητῶν ὕμνον ποτὲ εἰπόντων ἐς αὐτὸν ἐνταυθοῖ καὶ ἀπελθόντων ἤρετό με ὁ ἥρως ἀφικόμενος, ὅτῳ αὐτῶν ψηφιζοίμην, ἐμοῦ δὲ τὸν φαυλότερον ἐπαινέσαντος, καὶ γὰρ μᾶλλον ἔτυχέ με ᾑρηκώς, γελάσας ὁ Πρωτεσίλεως ‘καὶ Πανίδης’, εἶπεν ‘ἀμπελουργέ, ταὐτόν σοι πέπονθεν· Χαλκίδος γὰρ τῆς ἐπ᾽ Εὐρίπῳ βασιλεὺς ὢν ἐκεῖνος Ἡσιόδῳ κατὰ Ὁμήρου ἐψηφίσατο καὶ ταῦτα τὸ γένειον μεῖζον ἔχων ἢ σύ.’ γέγονε μὲν δή, ξένε, ποιητὴς Ὅμηρος καὶ τὰ ποιήματα ἀνθρώπου ταῦτα καὶ τὰ ὀνόματα ᾔδει καὶ τὰ ἔργα ξυνελέξατο [p. 195] μὲν ἐκ τῶν πόλεων, ἃς ἕκαστοι ἦγον, ἐπῆλθε μὲν γὰρ περὶ τὴν Ἑλλάδα μετὰ χρόνον τῶν Τρωικῶν οὔπω ἱκανὸν ἐξαμαυρῶσαι τὰ ἐν τῇ Τροίᾳ, ἔμαθε δὲ αὐτὰ καὶ τρόπον ἕτερον δαιμόνιόν τε καὶ σοφίας πρόσω· ἐς Ἰθάκην γάρ ποτε τὸν Ὅμηρον πλεῦσαί φασιν ἀκούσαντα, ὡς πέπνυται ἔτι ἡ ψυχὴ τοῦ Ὀδυσσέως καὶ ψυχαγωγίᾳ ἐπ᾽ αὐτὸν χρήσασθαι, ἐπεὶ δὲ ἀνελθεῖν τὸν Ὀδυσσέα, ὁ μὲν ἠρώτα αὐτὸν τὰ ἐν Ἰλίῳ, ὁ δὲ εἰδέναι μὲν πάντα ἔλεγε καὶ μεμνῆσθαι αὐτῶν, εἰπεῖν δ᾽ ἂν οὐδὲν ὧν οἶδεν, εἰ μὴ μισθὸς αὐτῷ παρ᾽ Ὁμήρου γένοιτο εὐφημίαι τε ἐν τῇ ποιήσει καὶ ὕμνος ἐπὶ σοφίᾳ τε καὶ ἀνδρείᾳ. ὁμολογήσαντος δὲ τοῦ Ὁμήρου ταῦτα καὶ ὅ τι δύναιτο, χαριεῖσθαι αὐτῷ ἐν τῇ ποιήσει φήσαντος, διῄει Ὀδυσσεὺς πάντα ξὺν ἀληθείᾳ τε καὶ ὡς ἐγένετο, ἥκιστα γὰρ πρὸς αἵματι καὶ βόθροις αἱ ψυχαὶ ψεύδονται. ἀπιόντος δὲ ἤδη τοῦ Ὁμήρου βοήσας ὁ Ὀδυσσεὺς ‘Παλαμήδης με’ ἔφη ‘δίκας ἀπαιτεῖ τοῦ ἑαυτοῦ φόνου καὶ οἶδα ἀδικῶν καὶ πάντως μὲν πείσομαί τι, οἱ γὰρ θεμιστεύοντες ἐνταῦθα δεινοί, Ὅμηρε, καὶ τὰ ἐκ Ποινῶν ἐγγύς, εἰ δὲ τοῖς ἄνω ἀνθρώποις μὴ δόξω εἰργάσθαι τὸν Παλαμήδην ταῦτα, ἧττόν με ἀπολεῖ τὰ ἐνταῦθα· μὴ δὴ ἄγε τὸν Παλαμήδην ἐς Ἴλιον, μηδὲ στρατιώτῃ χρῶ, μηδέ, ὅτι σοφὸς ἦν, εἴπῃς. ἐροῦσι μὲν γὰρ ἕτεροι ποηταί, πιθανὰ δὲ οὐ δόξει μὴ σοὶ εἰρημένα’. αὕτη, ξένε, ἡ Ὀδυσσέως τε καὶ Ὁμήρου ξυνουσία, καὶ οὕτως Ὅμηρος τὰ ἀληθῆ μὲν ἔμαθε, μετεκόσμησε δὲ πολλὰ ἐς τὸ συμφέρον τοῦ λόγου, ὃν ὑπέθετο.

Φοῖνιξ

πατρίδα δὲ Ὁμήρου, ὦ ἀμπελουργέ, καὶ τίνων ἐγένετο, ἤρου ποτὲ τὸν Πρωτεσίλεων;

ἀμπελουργός

καὶ πολλάκις, ξένε. [p. 196]

Φοῖνιξ

ὁ δὲ τί;

ἀμπελουργός

φησὶ μὲν εἰδέναι, Ὁμήρου δὲ παραλιπόντος αὐτά, ἵνα αἱ σπουδαῖαι τῶν πόλεων πολίτην αὐτὸν σφῶν αὐτῶν ποιοῖντο, ἴσως δὲ καὶ θεσμοῦ Μοιρῶν ἐπὶ Ὁμήρῳ ὄντος, ἄπολιν αὐτὸν δοκεῖν, οὔτ᾽ ἂν ταῖς Μοίραις οὔτ᾽ ἂν ταῖς Μούσαις φίλα γε ἔφη αὐτὸν πράττειν, εἰ τοῦτ᾽ ἐκφέροι περιεστηκὸς λοιπὸν ἐς ἔπαινον τῷ Ὁμήρῳ. προστίθενται μὲν γὰρ αὐτῷ πᾶσαι μὲν πόλεις, πάντα δὲ ἔθνη, καὶ δικάσαιντο δ᾽ ἂν περὶ αὐτοῦ πρὸς ἀλλήλας ἐγγράφουσαι τῷ Ὁμήρῳ ἑαυτὰς οἷον πολίτῃ. τοῦ δὲ μηδ᾽ ἂν τοῦτον σιωπῆσαι τὸν λόγον πρὸς σέ, ὦ Φοῖνιξ, μηδ᾽ ἂν κρύψαι, εἴπερ ἐγίγνωσκον αὐτόν, τεκμήριά σοι ἔστω, ἃ εἴρηκα, ἀφθόνως γὰρ οἶμαι διεληλυθέναι σοι, ὁπόσα οἶδα.

Φοῖνιξ

πιστεύω, ἀμπελουργέ, καὶ ἑπώμεθα τῷ λόγῳ, δι᾽ ὃν σιωπᾶται ταῦτα. τὸν δὲ Ἀχιλλέα ὥρα σοι ἀναφαίνειν, εἰ μὴ καὶ ἡμᾶς ἐκπλήξει, ὥσπερ τοὺς Τρῶας, ὅτε ἔλαμψεν ἐπ᾽ αὐτοὺς ἀπὸ τῆς τάφρου.

ἀμπελουργός

μὴ δέδιθι τὸν Ἀχιλλέα, ὦ ξένε, παιδὶ γὰρ ἐντεύξῃ αὐτῷ παρὰ τὴν πρώτην τοῦ λόγου.

Φοῖνιξ

μεγάλα δώσεις διεξελθὼν αὐτὸν ἐκ νηπίου· μετὰ ταῦτα γὰρ ὁπλιζομένῳ που ἐντευξόμεθα καὶ μαχομένῳ.

ἀμπελουργός

οὕτως ἔσται καὶ πάντα φήσεις τὰ Ἀχιλλέως εἰδέναι. ἤκουσα δὲ περὶ αὐτοῦ τοιαῦτα· Πηλεῖ φάσμα ἐφοίτα θαλαττίας δαίμονος καὶ ἐρῶσα αὐτοῦ, οἶμαι, ἡ δαίμων ξυνῆν τῷ Πηλεῖ ἐν Πηλίῳ, αἰδοῖ τοῦ ὁμίλου οὔπω τὰ ἑαυτῆς λέγουσα, οὐδὲ ὁπόθεν ἥκοι· γαλήνης δὲ ἐπεχούσης τὴν θάλατταν ἡ μὲν ἔτυχεν ἐπὶ δελφίνων τε καὶ ἱπποκάμπων ἀθύρουσα, ὁ δὲ ἐκ περιωπῆς τοῦ Πηλίου ὁρῶν ταῦτα ξυνῆκε [p. 197] τῆς θεοῦ καὶ ἔδεισεν ἥκουσαν· ἡ δὲ ἐς θάρσος ἦγε τὸν Πηλέα Ἠοῦς τε μνημονεύουσα, ὡς Τιθωνοῦ ἤρα, καὶ Ἀφροδίτης, ὡς ἥττητο τοῦ Ἀγχίσου, καὶ σελήνης, ὡς Ἐνδυμίωνι ἐπεφοίτα καθεύδοντι. ‘ἐγὼ δέ σοι καὶ παῖδα’ εἶπεν ‘ὦ Πηλεῦ, δώσω κρείττω ἀνθρώπου’· ἐπεὶ δὲ ὁ Ἀχιλλεὺς ἐγένετο, ποιοῦνται αὐτοῦ τροφέα τὸν Χείρωνα, ὁ δὲ ἔτρεφεν αὐτὸν κηρίοις τε καὶ μυελοῖς νεβρῶν ἐς ἡλικίαν τε ἥκοντα, ἐν ᾗ οἱ παῖδες ἁμαξίδων καὶ ἀστραγάλων δέονται, εἶργε μὲν οὐδὲ τῶν τοιούτων, ἀκοντίοις δὲ εἴθιζε καὶ παλτοῖς καὶ δρόμοις, ἦν δὲ αὐτῷ καὶ μελία μικρὰ τετμημένη ὑπὸ τοῦ Χείρωνος καὶ ἐῴκει ψελλιζομένῳ ἐς τὰ πολεμικά. ἐφήβου δὲ ἁπτόμενος ἀκτῖνα μὲν ἀπὸ τοῦ προσώπου ἔπεμπεν, ὑπερφυὴς δὲ τὸ σῶμα ἐφαίνετο, αὐξηθείς τε ῥᾷον ἢ τὰ πρὸς ταῖς πηγαῖς δένδρα πολὺς μὲν ἐν συμποσίοις ᾔδετο, πολὺς δὲ ἐν σπουδαῖς. ἐπεὶ δὲ θυμοῦ ἥττων ἐφαίνετο, μουσικὴν αὐτὸν ὁ Χείρων ἐδιδάξατο, μουσικὴ γὰρ ἱκανὴ πραύνειν τὸ ἕτοιμόν τε καὶ ἀνεστηκὸς τῆς γνώμης, ὁ δὲ οὐδενὶ πόνῳ τάς τε ἁρμονίας ἐξέμαθε καὶ πρὸς λύραν ᾖσεν. ᾖδε δὲ τοὺς ἀρχαίους ἥλικας τὸν Ὑάκινθον καὶ τὸν Νάρκισσον καὶ εἴ τι Ἀδώνιδος. προσφάτων δὲ ὄντων τῶν περὶ Ὕλλᾳ τε καὶ Ἀβδήρῳ θρήνων, ἐπειδὴ ἄμφω ἐφήβω ὄντε ὁ μὲν ἐς πηγὴν ᾤχετο ἀφανισθείς, τὸν δὲ αἱ τοῦ Διομήδους ἵπποι ἐδαίσαντο, οὐκ ἀδακρυτὶ ταῦτα ᾖδεν. ἤκουσα δὲ κἀκεῖνα, θύειν μὲν αὐτὸν τῇ Καλλιόπῃ μουσικὴν αἰτοῦντα καὶ τὸ ἐν ποιήσει κράτος, τὴν θεὸν δὲ ἐπιστῆναι καθεύδοντι καὶ ‘ὦ παῖ’, φάναι ‘μουσικῆς μὲν καὶ ποιητικῆς δίδωμί σοι τὸ ἀποχρῶν, ὡς ἡδίους μὲν τὰς δαῖτας ἐργάζοιο, κοιμίζοις δὲ τὰς λύπας, ἐπειδὴ δὲ ἐμοί τε καὶ Ἀθηνᾷ [p. 198] δοκεῖ πολεμικὸν εἶναί σε καὶ δεινὸν ἐν στρατοπέδοις, Μοῖραί τε οὕτω κελεύουσι, σὺ μὲν ἐκεῖνα γυμνάζου κἀκείνων ἔρα· ποιητὴς δὲ ἔσται χρόνοις ὕστερον, ὃν ἐγὼ ἀνήσω τὰ σὰ ἔργα ὑμνεῖν.’ ταυτὶ μὲν αὐτῷ περὶ Ὁμήρου ἐχρήσθη. μειράκιον δὲ γενόμενος οὐχ, ὥσπερ οἱ πολλοί φασιν, ἀπόθετος ἐν Σκύρῳ ἐτρέφετο, τοῦτο δὴ τὸ ἐν ταῖς παρθένοις· οὔτε γὰρ τὸν Πηλέα εἰκὸς ἄριστον τῶν ἡρώων γενόμενον ὑπεκπέμψαι ποι τὸν υἱὸν πολέμους τε καὶ κινδύνους ἀποδράντα καὶ ταῦτα τοῦ Τελαμῶνος ἐξορμῶντος τὸν Αἴαντα, οὔτ᾽ ἂν Ἀχιλλεὺς ἠνέσχετο ἐς γυναικωνῖτιν ἐσβεβλῆσθαι παρεὶς ἑτέροις τὸ θαυμάζεσθαί τε καὶ εὐδοκιμεῖν ἐν Τροίᾳ. τὸ γὰρ φιλότιμον πλεῖστον δὴ καὶ ἐν αὐτῷ ἦν.

Φοῖνιξ

τί οὖν δὴ ὁ Πρωτεσίλεως, ἀμπελουργέ, περὶ τούτων οἶδεν;

ἀμπελουργός

πιθανώτερα, ξένε, καὶ ἀληθέστερα· φησὶ γὰρ Θησέα ἐξ Ἀθηνῶν φεύγοντα ἐπὶ τῇ ἀρᾷ τῇ ἐς τὸν υἱὸν ἀποθανεῖν ὑπὸ Λυκομήδους ἐν Σκύρῳ, Θησεῖ δὲ ξένον ὄντα τὸν Πηλέα καὶ κοινωνὸν τοῦ Καλυδωνίου ἔργου στεῖλαι τὸν Ἀχιλλέα ἐς τὴν Σκῦρον τιμωρὸν τῷ Θησεῖ, τὸν δὲ ἐκπλεύσαντα ὁμοῦ τῷ Φοίνικι μόνα ὑπὸ γήρως τὰ ξυμβουλευτικὰ εἰδότι κατασεῖσαι τὴν Σκῦρον ἐκ προσβολῆς μετέωρον οὖσαν καὶ ἀνῳκισμένην ἐπ᾽ ὄχθου πετραίου, τὸν Λυκομήδην δὲ σχεῖν μέν, οὐ μὴν ἀποκτεῖναι, ἀλλ᾽ ἐρέσθαι, τί παθὼν ἄνδρα ἑαυτοῦ βελτίω φεύγοντα ἀπέκτεινεν, εἰπόντα δὲ ‘ὅτι ἐπ᾽ ἀδίκοις, ὦ Ἀχιλλεῦ, ἥκοντα καὶ πειρῶντα τὴν ἀρχὴν τὴν ἐμήν’, ἀφῆκεν ὡς ἐν δίκῃ ἀποκτείναντα καὶ ἀπολογήσεσθαι ὑπὲρ αὐτοῦ ἔφη πρὸς τὸν Πηλέα, Δηιδάμειαν δὲ θυγατέρα τοῦ Λυκομήδους ἔγημε καὶ γίγνεται αὐτοῖς Νεοπτόλεμος [p. 199] ὀνομασθεὶς τοῦτο διὰ νεότητα τοῦ Ἀχιλλέως, καθ᾽ ἣν ἐς τὸ πολεμεῖν ὥρμησεν. ἐνταῦθα τῷ Ἀχιλλεῖ διαιτωμένῳ παρεγίγνετο ἡ Θέτις καὶ ἐθεράπευε τὸν υἱόν, ὥσπερ αἱ θνηταὶ τῶν μητέρων, ξυλλεγομένου δὲ ἐς τὴν Αὐλίδα τοῦ στρατοῦ διεπόρθμευσεν αὐτὸν ἐς τὴν Φθίαν διὰ τὰ ἐπ᾽ αὐτῷ κεκλωσμένα τὸν Πηλέα ποιουμένη κύριον τοῦ παιδός, λέγεται δὲ καὶ ὅπλα ἐκποιῆσαι αὐτῷ, οἷα μήπω τις ἤνεγκε, ξὺν οἷς ἐς τὴν Αὐλίδα ἀφικόμενος ἐλπίδος τε ὑπέπλησε τὸν στρατὸν θεοῦ τε οὕτω τι ἐνομίσθη παῖς, ὡς θύειν αὐτοὺς τῇ Θέτιδι ἐπὶ θαλάττῃ καὶ προσκυνεῖν τὸν Ἀχιλλέα ᾄττοντα ἐν τοῖς ὅπλοις. ἠρόμην τὸν Πρωτεσίλεων καὶ περὶ τῆς μελίας, ὅ τι ἦν τὸ περὶ αὐτὴν θαῦμα, καί φησι μῆκος μὲν εἶναι τῇ μελίᾳ, ὃ μὴ ἄλλῃ αἰχμῇ, εὐθὺ δὲ τὸ ξύλον καὶ οὕτω τι ἐρρωμένον, ὡς μὴ ἂν κλασθῆναι, τὸ δὲ στόμα τῆς αἰχμῆς ἀδάμαντός τε εἶναι καὶ παντὸς διεκπαίειν, τὸν δὲ στύρακα ἐκ τοῦ ἐπὶ θάτερα ὀρειχάλκου ἐμβεβλῆσθαι, ἵνα πᾶσα δὴ ἀστράπτουσα ἐμπίπτοι.

Φοῖνιξ

τὰ δὲ ὅπλα, ὦ ἀμπελουργέ, πῶς φησιν αὐτῷ κεκοσμῆσθαι;

ἀμπελουργός

οὐ τὸν Ὁμήρου τρόπον, ὦ ξένε· θεῖα μὲν γὰρ κἀκεῖνα ἐξευρῆσθαι τῷ Ὁμήρῳ πόλεις τε ἀναγράφοντι καὶ ἄστρα καὶ πολέμους καὶ γεωργίας καὶ γάμους καὶ ᾠδάς, ἀλλ᾽ ἐκεῖνα περὶ αὐτῶν φησιν· Ἀχιλλεῖ ὅπλα μὴ γεγονέναι ἄλλα ἢ ἃ ἐς Τροίαν ἤνεγκε, μηδὲ ἀπολωλέναι ποτὲ Ἀχιλλεῖ ὅπλα, μηδὲ τὸν Πάτροκλον ἐνδῦναι αὐτὰ παρὰ τὴν μῆνιν, ἀποθανεῖν μὲν γὰρ ἐν τοῖς ἑαυτοῦ ὅπλοις εὐδοκιμοῦντα τῇ μάχῃ καὶ ἁπτόμενον ἤδη τοῦ τείχους, τὰ δὲ τοῦ Ἀχιλλέως ἄσυλα μεῖναι καὶ ἀνάλωτα, οὐδὲ γὰρ ἐν τοῖς ὅπλοις τελευτῆσαι αὐτὸν, ἀλλὰ ἐς γάμον ἥκειν [p. 200] δοκοῦντα γυμνὸν ἀποθανεῖν ἐστεφανωμένον, ὥσπερ οἱ νυμφίοι, τὰ δὲ ὅπλα κατεσκευάσθαι μὲν ἄσημα καὶ σώφρονα, συγκεκρᾶσθαι δὲ αὐτοῖς ποίκιλμα ὕλης μεθιστάμενον ἐς αὐγὰς ἄλλοτε ἄλλας, ὅσας ἡ ἶρις, ὅθεν δοκεῖν αὐτὰ πέρα τέχνης καὶ Ἡφαίστου ᾄδεσθαι.

Φοῖνιξ

ἦ καὶ δείξεις αὐτόν, ἀμπελουργέ, καὶ ἀναγράψεις ἀπὸ τοῦ εἴδους; ἀ Τί δὲ οὐ μέλλω φιληκόου γέ σου τυγχάνων; τὴν μὲν δὴ κόμην ἀμφιλαφῆ αὐτῷ φησιν εἶναι καὶ χρυσοῦ ἡδίω καὶ εὐσχήμονα, ὅπη καὶ ὅπως κινοίη αὐτὴν ἢ ἄνεμος ἢ αὐτός, τὴν δὲ ῥῖνα οὔπω γρυπήν, ἀλλ᾽ οἷον μέλλουσαν, τὴν δὲ ὀφρὺν μηνοειδῆ, τὸν θυμὸν δὲ τὸν ἐν τοῖς ὄμμασι χαροποῖς οὖσιν ἡσυχάζοντος μὲν ἀναβάλλεσθαί τινα ὁρμήν, ὁρμήσαντος δὲ συνεκπηδᾶν τῇ γνώμῃ τοῖς τε ὁρῶσιν ἡδίω αὐτὸν σαίνεσθαι· πεπονθέναι γάρ τι τοὺς Ἀχαιοὺς πρὸς αὐτόν, οἷόν τι πρὸς τοὺς ἀλκίμους τῶν λεόντων, ἀσπαζόμενοι γὰρ αὐτοὺς ἐν ἡσυχίᾳ μᾶλλον αὐτοῖς χαίρομεν, ἐπὰν θυμοῦ ὑποπλησθέντες ἐπὶ σῦν ὁρμήσωσιν ἢ ταῦρον ἤ τι τῶν μαχίμων θηρίων. τὸ δὲ λῆμα τοῦ Ἀχιλλέως δηλοῦσθαί φησι καὶ παρὰ τοῦ αὐχένος, εἶναι γὰρ δὴ ὀρθὸν καὶ ἀνεστηκότα. δικαιότατον δ᾽ αὐτὸν ἡρώων γενέσθαι φύσει τε καὶ ξυνουσίᾳ τοῦ Χείρωνος. τό τοι διαβεβλῆσθαι πρὸς χρήματα ἐκεῖθεν τῷ Ἀχιλλεῖ φοιτῆσαι, διεβέβλητο γὰρ οὕτω πρὸς αὐτά, ὡς ἐκ τριῶν καὶ εἴκοσι πόλεων, ἃς αὐτὸς εἷλε, λαβεῖν μὲν πλεῖστα αἰχμάλωτα, μηδενὸς δὲ αὐτῶν ἡττηθῆναι πλὴν κόρης, ἣν οὐδὲ αὐτὸς ἑαυτῷ ἔδωκεν, ἀλλὰ τοὺς Ἀχαιοὺς ᾔτησεν, ἀδικίαν δὲ τοῖς Ἀχαιοῖς ἐπικαλοῦντος τοῦ Νέστορος, εἰ μὴ τὰ πλείω Ἀχιλλεὺς [p. 201] λήψοιτο ‘ἐμὸν ἔστω’ ἔφη ‘τὸ πλέον τῶν ἔργων, χρήμασι δὲ πλεονεκτείτω ὁ βουλόμενος’. ἐπ᾽ ἐκείνης τῆς ἐκκλησίας, ὦ ξένε, καὶ ἡ πρὸς τὸν Ἀγαμέμνονα τῷ Ἀχιλλεῖ μῆνις ὑπὲρ τοῦ Παλαμήδους ἤρξατο, μνημονεύων γὰρ τῶν πόλεων, ἃς ἄμφω ἐξεῖλον, ‘τοιαύτη μὲν’ εἶπεν ‘ἡ τοῦ Παλαμήδους προδοσία, κἀμὲ δὲ κρινέτω ὁ βουλόμενος, ἀπὸ γὰρ τῶν αὐτῶν ἥκω.’ δεξαμένου δὲ ἐς ἑαυτὸν ταῦτα τοῦ Ἀγαμέμνονος καὶ λοιδορουμένου τῷ Ἀχιλλεῖ τοῦ τε Ὀδυσσέως εἰπόντος, ὡς εἴη προδοσία καὶ τὸ ὑπὲρ προδότου λέγειν, ἐκεῖνον μὲν ἀπήλασε τῆς ἐκκλησίας οὐδὲ τοῖς Ἀχαιοῖς φίλα εἰπόντα, καθικόμενος δὲ τοῦ Ἀγαμέμνονος λοιδορίαις πλείοσιν ἔξω βελῶν διῃτήσατο μήτε ἔργον τι πράττων ἐς τὸ κοινὸν φέρον μήτε φοιτῶν ἐς τὰ βουλεύματα, ὅτε δὴ ἀφίκοντο αὐτῷ λιταὶ παρὰ τοῦ Ἀγαμέμνονος ἐν παντὶ ἤδη τῶν Ἀχαιῶν ὄντων, ἐπρέσβευον δὲ αὐτὰς Αἴας τε καὶ Νέστωρ, ὁ μὲν διὰ τὸ ξυγγενές τε καὶ τὸ διηλλάχθαι ἤδη σφίσι μηνίσας ἐφ᾽ οἷς περ ὁ Ἀχιλλεὺς ἐμήνισεν, ὁ δὲ σοφίας τε ἕνεκα καὶ ἡλικίας, ἣν ἐτίμων οἱ Ἀχαιοὶ πάντες. ἐπεὶ δὲ τὸν γοῦν Πάτροκλον ξυμμαχῆσαί σφισι παρ᾽ αὐτοῦ εὕροντο, ὁ μὲν δράσας τε καὶ παθών, ὁπόσα Ὅμηρός φησιν, ἀπέθανε μαχόμενος τῇ Τροίᾳ ὑπὲρ τοῦ τείχους, ὁ δ᾽ ἔπραξε μὲν οὐδὲν ἀγεννὲς ἐπ᾽ αὐτῷ, οὐδὲ εἶπεν, ἀπολοφυράμενος δὲ αὐτὸν ἐρρωμένως καὶ θάψας, ὡς αὐτός τε ἐβούλετο κἀκείνῳ χαριεῖσθαι ᾤετο, ἐχώρει ἐπὶ τὸν Ἕκτορα. τὰς μὲν δὴ ὑπερβολάς, αἷς κέχρηται Ὅμηρος περί τε τοὺς ἀπολλυμένους αὐτοῖς ἅρμασιν, ὁπότε Ἀχιλλεὺς ἐφάνη, περί τε τοὺς ἐν τῷ ποταμῷ σφαττομένους, τήν τε τοῦ ποταμοῦ κίνησιν, ὅτ᾽ ἐπανίστη τῷ Ἀχιλλεῖ τὸ [p. 202] ἑαυτοῦ κῦμα, ἐπαινεῖ μὲν καὶ ὁ Πρωτεσίλεως ὡς ποιητικά, διαγράφει δὲ ὡς κεχαρισμένα, μήτε γὰρ τῷ Ἀχιλλεῖ τηλικούτῳ ὄντι ἄπορον ἂν γενέσθαι τὸν Σκάμανδρον καὶ ταῦτα ἥττω ἢ οἱ μεγάλοι τῶν ποταμῶν ὄντα, μήτ᾽ ἂν Ἀχιλλέα ἐς μάχην τῷ ποταμῷ ὁρμῆσαι, εἰ γὰρ καὶ σφόδρα ἐπ᾽ αὐτὸν ἐμόρμυρεν, ἤλυξεν ἂν ἐκκλίνων καὶ μὴ ὁμόσε χωρῶν τῷ ὕδατι. πιθανώτερα δὲ τούτων ἐκεῖνα, οἶμαι, δίεισι· ξυνελαθῆναι μὲν ἐς τὸν ποταμὸν τοὺς Τρῶας καὶ πλείους ἀπολέσθαι σφῶν ἢ ἐν ἅπαντι τῷ πολέμῳ ἀπώλοντο, οὐ μὴν μόνῳ γε Ἀχιλλεῖ πεπρᾶχθαι ταῦτα, ἀλλὰ θαρσήσαντας ἤδη παρ᾽ αὐτοῦ τοὺς Ἕλληνας ἐπικαταβαίνειν καὶ τοὺς ἐν τῷ ποταμῷ σφάττειν, Ἀχιλλέα δὲ τούτων μὲν ἀμελεῖν, ἀγωνίσασθαι δὲ ἀγῶνα τοιόνδε· ἦν ἀνὴρ ἐκ Παιονίας ἥκων, οὗ καὶ Ὅμηρος ἐπεμνήσθη, Ἀστεροπαῖον δὲ αὐτὸν καλεῖ καὶ Ἀξιοῦ τοῦ ποταμοῦ υἱωνὸν καὶ δεξιὸν ἄμφω τὼ χεῖρε, μέγιστον δὲ Ἀχαιῶν τε καὶ Τρώων ὄντα τὸν Παίονα καὶ θηρίου δίκην ὁμόσε χωροῦντα ταῖς αἰχμαῖς παρῆκεν Ὅμηρος τουτουί τοῦ λόγου, ἦγε δὲ καὶ ἀκραιφνῆ δύναμιν Παίονας ἱππέας ἄρτι ἐς Τροίαν ἥκων, οὓς ἐτρέψατο μὲν ὁ Ἀχιλλεὺς ἐκπλήξας, δαίμονα γὰρ ἐμπεπτωκέναι σφίσιν ᾤοντο οὔπω ἀνδρὶ τοιῷδε ἐντετυχηκότες, ὑποστάντος δὲ Ἀστεροπαίου μόνου πλείω περὶ ἑαυτοῦ ἔδεισεν ἢ ὁπότε τῷ Ἕκτορι ἐμάχετο, καὶ οὐδὲ ἄτρωτος εἷλε τὸν Παίονα, ὅθεν τῶν συμμάχων ἀπαγορευόντων αὐτῷ μὴ μάχεσθαι τὴν ἡμέραν ἐκείνην τῷ Ἕκτορι οὐκ ἠνέσχετο τῶν λόγων τούτων, ἀλλὰ εἰπὼν ‘ἰδέτω με κρείττω καὶ τραυμάτων’ ὥρμησεν ἐπὶ τὸν Ἕκτορα προτεταγμένον τοῦ τείχους. ἀποκτείνας δ᾽ αὐτὸν γενόμενον οἷον ἐν τῷ περὶ αὐτοῦ λόγῳ εἴρηκα, [p. 203] περιεῖλξε τῷ τείχει βάρβαρον μέν τινα καὶ ἀηδῆ τρόπον, ξυγγνωστὸν δέ, ἐπειδὴ τῷ Πατρόκλῳ ἐτιμώρει. δαιμονίᾳ γὰρ δή τινι τὸν Ἀχιλλέα φύσει χρώμενον ἀεί τι μέγα ὑπὲρ τῶν φίλων πράττειν, ὅθεν μηνῖσαι μὲν ὑπὲρ Παλαμήδους ὁμοῦ πᾶσιν Ἕλλησι, τιμωρῆσαι δὲ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ. τά τοι πρὸς τὸν Τελαμῶνος Αἴαντα περὶ φίλων αὐτῷ εἰρῆσθαι λεγόμενα σφόδρα χρὴ γιγνώσκειν· ἐρομένου γὰρ αὐτὸν μετὰ ταῦτα τοῦ Αἴαντος, ποῖα τῶν ἔργων ἐπικινδυνότατα αὐτῷ γένοιτο, ‘τὰ ὑπὲρ τῶν φίλων’ ὁ Ἀχιλλεὺς ἔφη. πάλιν δὲ ἐπερομένου, ποῖα ἡδίω τε καὶ ἀπονώτερα, ταὐτὸν ἀπεκρίνατο· θαυμάσαντος δὲ τοῦ Αἴαντος, πῶς ἂν ταὐτὸ ἔργον χαλεπόν τε γένοιτο καὶ ῥᾴδιον, ‘ὅτι’ ἔφη ‘τὰ ὑπὲρ τῶν φίλων κινδυνεύματα μεγάλα ὄντα προθύμως πράττων τῆς ἐπ᾽ αὐτοῖς λύπης παύομαι’. ‘τραῦμα δέ, ὦ Ἀχιλλεῦ, ποῖον μάλιστά σε ἐλύπησεν’; ἦ δ᾽ ὅς. ‘ὃ ἐτρώθην ὑπὸ τοῦ Ἕκτορος’. ‘καὶ μὴν ὑπ᾽ αὐτοῦ γε οὐκ ἐτρώθης’ ὁ Αἴας ἔφη. ‘νὴ Δία κεφαλὴν’ ὁ Ἀχιλλεὺς εἶπε ‘τάς τε χεῖρας, δὲ μὲν γὰρ κεφαλὴν ἐμαυτοῦ ἡγοῦμαι, Πάτροκλος δέ μοι χεῖρες ἦν’. τὸν δὲ Πάτροκλον ὁ Πρωτεσίλεως, ὦ ξένε, πρεσβύτερον μὲν τοῦ Ἀχιλλέως οὐ πολὺ γενέσθαι φησί, θεῖον δὲ ἄνδρα καὶ σώφρονα τῷ τε Ἀχιλλεῖ ἐπιτηδειότατον τῶν ἑταίρων, χαίρειν τε γάρ, ὁπότε καὶ ὁ Ἀχιλλεὺς ἔχαιρε, λυπεῖσθαί τε τὸν αὐτὸν τρόπον καὶ ξυμβουλεύειν ἀεί τι καὶ ἀκούειν ᾄδοντος, καὶ οἱ ἵπποι δὲ αὐτὸν ἔφερον χαίροντες, ὥσπερ καὶ τὸν Ἀχιλλέα. ἦν δὲ καὶ τὸ μέγεθος καὶ τὴν ἀνδρείαν μεταξὺ τοῖν Αἰάντοιν, τοῦ μὲν γὰρ Τελαμωνίου πάντα ἐλείπετο, ἐκράτει δὲ ἄμφω τοῦ Λοκροῦ, καὶ [p. 204] μελίχλωρος ἦν ὁ Πάτροκλος καὶ τὼ ὀφθαλμὼ μέλας καὶ ἱκανῶς εὔοφρυς καὶ μέτρα ἐπαινῶν κόμης, ἡ κεφαλὴ δὲ ἐβεβήκει ἐπ᾽ αὐχένος, οἵου αἱ παλαῖστραι ἀσκοῦσιν, ἡ δὲ ῥὶς ὀρθή τε ἦν καὶ τοὺς μυκτῆρας ἀνευρύνετο, καθάπερ οἱ πρόθυμοι τῶν ἵππων.

Φοῖνιξ

ἐς καλόν με τῶν τοῦ Ἀχιλλέως ἵππων ἀνέμνησας, ὦ ἀμπελουργέ, σφόδρα γὰρ δέομαι μαθεῖν, τί βελτίους ὄντες ἑτέρων ἵππων θεῖοι ἐνομίσθησαν.

ἀμπελουργός

ἠρόμην κἀγώ, ξένε, τὸν ἥρω αὐτὸ τοῦτο καί φησι τὴν μὲν λεγομένην ἀθανασίαν περὶ αὐτοὺς εἶναι μεμυθολογῆσθαι τῷ Ὁμήρῳ, τὴν Θετταλίαν δὲ εὔιππόν τε οὖσαν καὶ ἀγαθὴν δύο ἵππους λευκόν τε καὶ ξανθὸν δαιμονίους τὴν ταχυτῆτα καὶ τὸ ἦθος λαμπροὺς ἱπποτροφῆσαι κατὰ θεὸν δή τινα, ὁπότε ὁ Ἀχιλλεὺς ἤνθει, καὶ πάντων, ὅσα θείως ἐπὶ τῷ Ἀχιλλεῖ ἐλέγετο, πιστευομένων ἤδη ἐδόκει καὶ τὸ τῶν ἵππων θεῖόν τε εἶναι καὶ ἐπέκεινα τοῦ θνητοῦ φαίνεσθαι. τελευτὴ δὲ τῷ Ἀχιλλεῖ ἐγένετο, ἣν καὶ Ὅμηρος ἐπιγιγνώσκει· φησὶ γὰρ αὐτὸν ἐκ Πάριδός τε καὶ Ἀπόλλωνος ἀποθανεῖν εἰδώς που τὰ ἐν τῷ Θυμβραίῳ καὶ ὅπως πρὸς ἱεροῖς τε καὶ ὅρκοις, ὧν μάρτυρα τὸν Ἀπόλλω ἐποιεῖτο, δολοφονηθεὶς ἔπεσεν. ἡ θυσία δὲ τῆς Πολυξένης ἡ ἐπὶ τῷ σήματι καὶ ὅσα περὶ τοῦ ἔρωτος ἐκείνου ποιητῶν ἀκούεις, ὧδε ἔχει· Πολυξένης ὁ Ἀχιλλεὺς ἤρα καὶ τὸν γάμον τοῦτον ἑαυτῷ ἔπραττεν ἐπὶ τῷ τοὺς Ἀχαιοὺς ἀναστῆσαι τοῦ Ἰλίου, ἤρα δὲ καὶ ἡ Πολυξένη τοῦ Ἀχιλλέως. εἶδον δὲ ἀλλήλους ἐν λύτροις Ἕκτορος, ὁ γὰρ Πρίαμος ἥκων παρὰ τὸν Ἀχιλλέα χειραγωγὸν ἑαυτοῦ τὴν παῖδα ἐποιεῖτο νεωτάτην οὖσαν ὧν ἡ Ἑκάβη αὐτῷ ἔτεκεν, ἐθεράπευον δὲ ἀεὶ τὸ βάδισμα τῶν [p. 205] πατέρων οἱ νεώτατοι τῶν παίδων, καὶ οὕτω δή τι ὁ Ἀχιλλεὺς ἐσωφρόνει ὑπὸ δικαιοσύνης καὶ τὰ ἐρωτικά, ὡς μήτε ἀφελέσθαι τὴν κόρην ἐφ᾽ ἑαυτῷ οὖσαν γάμον τε αὐτῆς ὁμολογῆσαι τῷ Πριάμῳ πιστεῦσαί τε ἀναβαλομένῳ τὸν γάμον. ἐπεὶ δὲ ἀπέθανε γυμνὸς ἐν τοῖς περὶ τούτων ὅρκοις λέγεται ἡ Πολυξένη φευγουσῶν ἐκ τοῦ ἱεροῦ τῶν Τρωάδων καὶ τῶν Τρώων ἐσκεδασμένων, οὐδὲ γὰρ τὸ πτῶμα τοῦ Ἀχιλλέως ἀδεῶς ἤνεγκαν, αὐτομολίᾳ χρήσασθαι καὶ φυγεῖν ἐς τὸ Ἑλληνικὸν ἀναχθεῖσά τε τῷ Ἀγαμέμνονι ζῆν μὲν ἐν κομιδῇ λαμπρᾷ τε καὶ σώφρονι, καθάπερ ἐν πατρὸς οἰκίᾳ, τριταίου δὲ ἤδη κειμένου τοῦ νεκροῦ δραμεῖν ἐπὶ τὸ σῆμα ἐν νυκτὶ ξίφει τε αὑτὴν ἐπικλῖναι πολλὰ εἰποῦσαν ἐλεεινὰ καὶ γαμικά, ὅτε δὴ καὶ δεῖσθαι τοῦ Ἀχιλλέως ἐραστήν τε μεῖναι καὶ ἀγαγέσθαι αὐτὴν μή ψευσάμενον τὸν γάμον. ἃ δὲ τῷ Ὁμήρῳ ἐν δευτέρᾳ Ψυχοστασίᾳ εἴρηται, εἰ δὴ Ὁμήρου ἐκεῖνα, ὡς ἀποθανόντα Ἀχιλλέα Μοῦσαι μὲν ᾠδαῖς ἐθρήνησαν, Νηρηίδες δὲ πληγαῖς τῶν στέρνων, οὐ παραπολύ φησι κεκομπάσθαι, Μούσας μὲν γὰρ οὔτε ἀφικέσθαι οὔτε ᾆσαι, οὐδὲ Νηρηίδων τινὰ ὀφθῆναι τῷ στρατῷ καίτοι γιγνωσκομένας, ὅτι ἥκουσι, θαυμαστὰ δὲ ξυμβῆναι ἕτερα καὶ οὐ πόρρω τῶν Ὁμήρῳ εἰρημένων· ἐκ γὰρ τοῦ κόλπου τοῦ Μέλανος ἡ θάλαττα ἀνοιδήσασα τὰ μὲν πρῶτα ἐμυκᾶτο, μετ᾽ οὐ πολὺ δὲ ἀρθεῖσα λόφῳ μεγάλῳ ἴση ἐχώρει ἐς τὸ Ῥοιτεῖον ἐκπεπληγμένων τῶν Ἀχαιῶν καὶ ἀπορούντων, ὅ τι αὐτοί τε καὶ ἡ γῆ πείσονται, ἐπεὶ δὲ πλησίον ἐγίγνετο καὶ προσεκύμαινε τῷ στρατοπέδῳ, θρῆνον ἤχησεν ὀξύν τε καὶ ἀθρόον, καθάπερ γυναικῶν ὅμιλος, ὃν ἐς τὰ κήδη ἀναφθέγγονται. τούτου δὲ [p. 206] θείου τε καὶ δαιμονίου φανέντος καὶ πάντων ὁμολογούντων, ὅτι Νηρηίδας ἦγε τὸ κῦμα, οὐδὲ γὰρ ἐπέκλυσεν οὐδέν, ἀλλὰ πρᾷόν τε καὶ λεῖον τῇ γῇ προσευνάσθη, πολλῷ θειότερα τὰ ἐφεξῆς ἔδοξεν· ἐπειδὴ γὰρ νὺξ ὑπέλαβεν, οἰμωγὴ τῆς Θέτιδος διεφοίτα τὸν στρατὸν ἀνευφημούσης τε καὶ τὸν υἱὸν βοώσης. ἐβόα δὲ τορὸν μέγα τε καὶ ἔναυλον, καθάπερ ἡ ἐν τοῖς ὄρεσιν ἠχώ, καὶ τότε μάλιστα οἱ Ἀχαιοὶ ξυνῆκαν, ὅτι τέκοι τὸν Ἀχιλλέα ἡ Θέτις, οὐδὲ ἄλλως ἀπιστοῦντες. τὸν μὲν δὴ κολωνὸν τοῦτον, ξένε, ὃν ἐπὶ τοῦ μετώπου τῆς ἀκτῆς ὁρᾷς ἀνεστηκότα, ἤγειραν οἱ Ἀχαιοὶ ξυνελθόντες, ὅτε τῷ Πατρόκλῳ ξυνεμίχθη ἐς τὸν τάφον, κάλλιστον ἐντάφιον ἑαυτῷ τε κἀκείνῳ διδούς, ὅθεν ᾄδουσιν αὐτὸν οἱ τὰ φιλικὰ ἐπαινοῦντες. ἐτάφη δὲ ἐκδηλότατα ἀνθρώπων πᾶσιν οἷς ἐπήνεγκεν αὐτῷ ἡ Ἑλλὰς οὐδὲ κομᾶν ἔτι μετὰ τὸν Ἀχιλλέα καλὸν ἡγούμενοι χρυσόν τε καὶ ὅ τι ἕκαστος εἶχεν ἢ ἀπάγων ἐς Τροίαν ἢ ἐκ δασμοῦ λαβών, νήσαντες ἐς τὴν πυρὰν ἀθρόα παραχρῆμά τε καὶ ὅτε ὁ Νεοπτόλεμος ἐς Τροίαν ἦλθε, λαμπρῶν γὰρ δὴ ἔτυχε πάλιν παρά τε τοῦ παιδὸς παρά τε τῶν Ἀχαιῶν ἀντιχαρίζεσθαι αὐτῷ πειρωμένων, οἵ γε καὶ τὸν ἀπὸ τῆς Τροίας ποιούμενοι πλοῦν περιέπιπτον τῷ τάφῳ καὶ τὸν Ἀχιλλέα ᾤοντο περιβάλλειν.

Φοῖνιξ

τὸν Νεοπτόλεμον δέ, ὦ ἀμπελουργέ, ποῖόν τινα γενέσθαι φησί;

ἀμπελουργός

γενναῖον, ὦ ξένε, καὶ τοῦ μὲν πατρὸς ἥττω, φαυλότερον δὲ οὐδὲν τοῦ Τελαμωνίου, ταὐτὸ δὲ καὶ περὶ τοῦ εἴδους φησί, καλὸν μὲν γὰρ εἶναι καὶ προσεοικότα τῷ πατρί, λείπεσθαι δὲ αὐτοῦ τοσοῦτον, ὅσον τῶν ἀγαλμάτων οἱ καλοὶ λείπονται. [p. 207] καὶ μὴν καὶ ὕμνων ἐκ Θετταλίας ὁ Ἀχιλλεὺς ἔτυχεν, οὓς ἀνὰ πᾶν ἔτος ἐπὶ τό σῆμα φοιτῶντες ᾖδον ἐν νυκτὶ τελετῆς τι ἐγκαταμιγνύντες τοῖς ἐναγίσμασιν, ὡς Λήμνιοί τε νομίζουσιν καὶ Πελοποννησίων οἱ ἀπὸ Σισύφου.

Φοῖνιξ

ἄλλος αὖ λόγος ἥκει, ἀμπελουργέ, οὗ, μὰ τὸν Ἡρακλέα, οὐκ ἂν μεθείμην οὐδ᾽ εἰ πάνθ᾽ ὑπὲρ τοῦ παραπτῆναι αὐτὸν πράττοις.

ἀμπελουργός

ἀλλὰ τὰς ἐκβολὰς τῶν λόγων ἀδολεσχίας ἔνιοι, ξένε, ἡγοῦνται καὶ λῆρον πρὸς τοὺς μὴ σχολὴν ἄγοντας. σὲ δὲ ὁρῶ δοῦλον μὲν τῆς νεώς, ἧς ἄρχεις, δοῦλον δὲ τῶν ἀνέμων, ὧν εἰ καὶ μικρὰ αὔρα κατὰ πρύμναν σταίη, δεῖ τὰ ἱστία ἀνασείειν καὶ συνεξαίρεσθαι τῇ νηὶ πάντα δεύτερα ἡγουμένους τοῦ πλεῖν.

Φοῖνιξ

Ἐρρώσθω λοιπὸν ἡ ναῦς καὶ τὰ ἐν αὐτῇ, τὰ γὰρ τῆς ψυχῆς ἀγώγιμα ἡδίω τέ μοι καὶ κερδαλεώτερα, τὰς δὲ ἐκβολὰς τῶν λόγων μὴ λῆρον, ἀλλ᾽ ἐπικέρδειαν ἡγώμεθα τῆς ἐμπορίας ταύτης.

ἀμπελουργός

ὑγιαίνεις, ξένε, οὑτωσὶ γιγνώσκων, καὶ ἐπειδὴ βούλει, ἄκουε· τὰ μὲν δὴ Κορινθίων ἐπὶ Μελικέρτῃ, τούτους γὰρ δὴ τοὺς ἀπὸ Σισύφου εἶπον, καὶ ὁπόσα οἱ αὐτοὶ δρῶσιν ἐπὶ τοῖς τῆς Μηδείας παισίν, οὓς ὑπὲρ τῆς Γλαύκης ἀπέκτειναν, θρήνῳ εἴκασται τελεστικῷ τε καὶ ἐνθέῳ, τοὺς μὲν γὰρ μειλίσσονται, τὸν δὲ ὑμνοῦσιν. ἐπὶ δὲ τῷ ἔργῳ τῷ περὶ τοὺς ἄνδρας ὑπὸ τῶν ἐν Λήμνῳ γυναικῶν ἐξ Ἀφροδίτης ποτὲ πραχθέντι καθαίρεται μὲν ἡ Λῆμνος καὶ καθ᾽ ἕνα τοῦ ἔτους καὶ σβέννυται τὸ ἐν αὐτῇ πῦρ ἐς ἡμέρας ἐννέα, θεωρὶς δὲ ναῦς ἐκ Δήλου πυρφορεῖ, κἂν ἀφίκηται πρὸ τῶν ἐναγισμάτων, οὐδαμοῦ τῆς Λήμνου καθορμίζεται, μετέωρος δὲ [p. 208] ἐπισαλεύει τοῖς ἀκρωτηρίοις, ἔς τε ὅσιον τὸ ἐσπλεῦσαι γένηται. θεοὺς γὰρ χθονίους καὶ ἀπορρήτους καλοῦντες τότε καθαρόν, οἶμαι, τὸ πῦρ τὸ ἐν τῇ θαλάττῃ φυλάττουσιν, ἐπειδὰν δὲ ἡ θεωρὶς ἐσπλεύσῃ καὶ νείμωνται τὸ πῦρ ἔς τε τὴν ἄλλην δίαιταν ἔς τε τὰς ἐμπύρους τῶν τεχνῶν, καινοῦ τὸ ἐντεῦθεν βίου φασὶν ἄρχεσθαι. τὰ δὲ Θετταλικὰ ἐναγίσματα φοιτῶντα τῷ Ἀχιλλεῖ ἐκ Θετταλίας ἐχρήσθη Θετταλοῖς ἐκ Δωδώνης· ἐκέλευσε γὰρ δὴ τὸ μαντεῖον Θετταλοὺς ἐς Τροίαν πλέοντας θύειν ὅσα ἔτη τῷ Ἀχιλλεῖ καὶ σφάττειν τὰ μὲν ὡς θεῷ, τὰ δὲ ὡς ἐν μοίρᾳ τῶν κειμένων. καταρχὰς μὲν δὴ τοιάδε ἐγίγνετο· ναῦς ἐκ Θετταλίας μέλανα ἱστία ἠρμένη ἐς Τροίαν ἔπλει θεωροὺς μὲν δὶς ἑπτὰ ἀπάγουσα, ταύρους δὲ λευκόν τε καὶ μέλανα χειροήθεις ἄμφω καὶ ὕλην ἐκ Πηλίου, ὡς μηδὲν τῆς πόλεως δέοιντο καὶ πῦρ ἐκ Θετταλίας ἦγον καὶ σπονδὰς καὶ ὕδωρ τοῦ Σπερχειοῦ ἀρυσάμενοι, ὅθεν καὶ στεφάνους ἀμαραντίνους ἐς τὰ κήδη πρῶτοι Θετταλοὶ ἐνόμισαν, ἵνα, κἂν ἄνεμοι τὴν ναῦν ἀπολάβωσι, μὴ σαπροὺς ἐπιφέρωσι μηδ᾽ ἐξώρους. νυκτὸς μὲν δὴ καθορμίζεσθαι ἔδει καὶ πρὶν ἅψασθαι τῆς γῆς ὕμνον ἀπὸ τῆς νεὼς ᾄδειν ἐς τὴν Θέτιν ὧδε ξυγκείμενον·

Θέτι κυανέα, Θέτι Πηλεία,
ἃ τὸν μέγαν τέκες υἱόν,
Ἀχιλλέα, τοῦ θνατὰ μὲν ὅσον
φύσις ἤνεγκεν,
Τροία λάχε, σᾶς δ᾽ ὅσον ἀθανάτου
γενεᾶς παῖς ἔσπασε, πόντος ἔχει.
βαῖνε πρὸς αἰπὺν τόνδε κολωνὸν
μετ᾽ Ἀχιλλέως ἔμπυρα...
βαῖν᾽ ἀδάκρυτος μετὰ Θεσσαλίας,
Θέτι κυανέα, Θέτι Πηλεία.

[p. 209] προσελθόντων δὲ τῷ σήματι μετὰ τὸν ὕμνον ἀσπὶς μὲν ὥσπερ ἐν πολέμῳ ἐδουπεῖτο, δρόμοις δὲ ἐρρυθμισμένοις συνηλάλαζον ἀνακαλοῦντες τὸν Ἀχιλλέα, στεφανώσαντες δὲ τὴν κορυφὴν τοῦ κολωνοῦ καὶ βόθρους ἐπ᾽ αὐτῇ ὀρύξαντες τὸν ταῦρον τὸν μέλανα ὡς τεθνεῶτι ἔσφαττον. ἐκάλουν δὲ καὶ τὸν Πάτροκλον ἐπὶ τὴν δαῖτα, ὡς καὶ τοῦτο ἐς χάριν τῷ Ἀχιλλεῖ πράττοντες, ἐντεμόντες δὲ καὶ ἐναγίσαντες κατέβαινον ἐπὶ τὴν ναῦν ἤδη καὶ θύσαντες ἐπὶ τοῦ αἰγιαλοῦ τὸν ἕτερον τῶν ταύρων Ἀχιλλεῖ πάλιν κανοῦ τε ἐναρξάμενοι καὶ σπλάγχνων ἐπ᾽ ἐκείνῃ τῇ θυσίᾳ — ἔθυον γὰρ τὴν θυσίαν ταύτην ὡς θεῷ — περὶ ὄρθρον ἀπέπλεον ἀπάγοντες τὸ ἱερεῖον, ὡς μὴ ἐν τῇ πολεμίᾳ εὐωχοῖντο. ταῦτα, ξένε, τὰ οὕτω σεμνὰ καὶ ἀρχαῖα καταλυθῆναι μὲν ὑπὸ τῶν τυράννων φασίν, οἳ λέγονται μετὰ τοὺς Αἰακίδας ἄρξαι Θετταλῶν, ἀμεληθῆναι δὲ καὶ ὑπὸ τῆς Θετταλίας· αἱ μὲν γὰρ ἔπεμπον τῶν πόλεων, αἱ δ᾽ οὐκ ἠξίουν, αἱ δὲ ἐς νέωτα πέμψειν ἔφασαν, αἱ δὲ κατέβαλλον τὸ πρᾶγμα. αὐχμῷ δὲ πιεσθείσης τῆς γῆς καὶ κελευούσης τῆς μαντείας τιμᾶν τὸν Ἀχιλλέα ὡς θέμις, ἃ μὲν ὡς θεῷ ἐνόμιζον, ἀφεῖλον τῶν δρωμένων ἐξηγούμενοι ταύτῃ τὸ ὡς θέμις, ἐνήγιζον δὲ ὡς τεθνεῶτι καὶ ἐνέτεμνον τὰ ἐπιτυχόντα, ἔς τε ἡ Ξέρξου ἔλασις ἐπὶ τὴν Ἑλλάδα ἐγένετο, ἐν ᾗ Θετταλοὶ μηδίσαντες ἐξέλιπον πάλιν τὰ ἐς τὸν Ἀχιλλέα νόμιμα, ἐπειδὴ ναῦς ἐς Σαλαμῖνα ἐξ Αἰγίνης ἔπλευσεν ἄγουσα ἐπὶ ξυμμαχίᾳ τοῦ Ἑλληνικοῦ τὸν τῶν Αἰακιδῶν οἶκον. ἐπεὶ δὲ Ἀλέξανδρος ὁ Φιλίππου χρόνοις ὕστερον τὴν μὲν ἄλλην Θετταλίαν ἐδουλώσατο, τὴν δὲ Φθίαν τῷ Ἀχιλλεῖ ἀνῆκεν ἐπί τε Δαρεῖον στρατεύων ξύμμαχον τὸν Ἀχιλλέα ἐν [p. 210] Τροίᾳ ἐποιήσατο, ἐπεστράφησαν οἱ Θετταλοὶ τοῦ Ἀχιλλέως καὶ ἵππον τε, ὁπόσην Ἀλέξανδρος ἐκ Θετταλίας ἦγε, περιήλασαν τῷ τάφῳ ξυνέπεσόν τε ἀλλήλοις, ὥσπερ ἱππομαχοῦντες, καὶ ἀπῆλθον εὐξάμενοί τε καὶ θύσαντες, ἐκάλουν δὲ αὐτὸν ἐπὶ Δαρεῖον αὐτῷ Βαλίῳ τε καὶ Ξάνθῳ, βοῶντες ταῦτα ἀπὸ τῶν ἵππων. ἐπεὶ δὲ Δαρεῖος ἥλω καὶ πρὸς τοῖς Ἰνδικοῖς Ἀλέξανδρος ἦν, ξυνέστειλαν οἱ Θετταλοὶ τὰ ἐναγίσματα καὶ ἔπεμπον ἄρνα μέλανα. τῶν δὲ ἐναγιζόντων οὔτε ἀφικνουμένων ἐς Τροίαν, εἴ τε ἀφίκοιντο, μεθ᾽ ἡμέραν ἕκαστα καὶ οὐκ ἐν κόσμῳ πραττόντων, ἐμήνισεν ὁ Ἀχιλλεύς, καὶ ὁπόσα τῇ Θετταλίᾳ ἐνέσκηψεν εἰ διεξίοιμι, ἀδολεσχίας πλέως ὁ λόγος ἔσται. πρὸ ἐτῶν δέ που τεττάρων ἐντυχὼν ἐνταῦθά μοι ὁ Πρωτεσίλεως ἐκ Πόντου μὲν ἥκειν ἔφη, νεὼς γὰρ ἐπιτυχὼν πλεῦσαι παρὰ τὸν Ἀχιλλέα ξένῳ εἰκασθείς, τουτὶ δὲ θαμὰ πράττειν, ἐμοῦ δὲ εἰπόντος, ὡς φιλέταιρός τε καὶ χρηστὸς εἴη φιλῶν τὸν Ἀχιλλέα ‘ἀλλὰ νῦν’ ἔφη ‘διενεχθεὶς αὐτῷ ἥκω, Θετταλοῖς γὰρ ὑπὲρ τῶν ἐναγισμάτων μηνίοντα αἰσθόμενος ‘ἐμοί’, ἔφην ‘ὦ Ἀχιλλεῦ, πάρες τοῦτο’. ὁ δ᾽ οὐ πείθεται, φησὶ δ᾽ αὐτοῖς κακόν τι ἐκ θαλάττης δώσειν. καὶ δέδια, μὴ παρὰ τῆς Θέτιδος εὕρηταί τι αὐτοῖς ὁ δεινὸς ἐκεῖνος καὶ ἀμείλικτος.’ κἀγὼ μέν, ξένε, ταῦτα ἀκούσας τοῦ Πρωτεσίλεω ἐρυσίβας τε ᾤμην καὶ ὁμίχλας προσβεβλήσεσθαι τοῖς Θετταλῶν ληίοις ὑπὸ τοῦ Ἀχιλλέως ἐπὶ φθορᾷ τοῦ καρποῦ, ταυτὶ γὰρ τὰ πάθη δοκεῖ πως ἐκ θαλάττης ἐπὶ τὰς εὐκάρπους τῶν ἠπείρων ἱζάνειν, ᾤμην δὲ καὶ ἐπικλυσθήσεσθαί τινας τῶν ἐν Θετταλίᾳ πόλεων, οἷα Βοῦρά τε καὶ Ἑλίκη καὶ ἡ περὶ Λοκροὺς Ἀταλάντη ἔπαθεν, τὴν μὲν γὰρ καταδῦναί φασι, τὰς [p. 211] δὲ αὖ ῥαγῆναι. ἐδόκει δ᾽ ἄλλα τῷ Ἀχιλλεῖ καὶ τῇ Θέτιδι, ὑφ᾽ ὧν ἀπολώλασι Θετταλοί· μεγάλων γὰρ δὴ ἐπιτιμίων ὄντων ἐπὶ τῇ κόχλῳ, παρ᾽ ἧς οἱ ἄνθρωποι σοφίζονται τὴν πορφύραν, αἰτίαν ἔσχον οἱ Θετταλοὶ παρανομῆσαί τι ἐς τὴν βαφὴν ταύτην, εἰ μὲν ἀληθῆ, οὐκ οἶδα, λίθοι οὖν ἐπικρέμανταί σφισιν, ὑφ᾽ ὧν ἀποδίδονται μὲν τοὺς ἀγρούς, ἀποδίδονται δὲ τὰς οἰκίας, τῶν δὲ ἀνδραπόδων τὰ μὲν ἀποδέδρακε σφᾶς, τὰ δὲ πέπραται, καὶ οὐδὲ τοῖς γονεῦσιν οἱ πολλοὶ ἐναγίζουσιν, ἀπέδοντο γὰρ καὶ τοὺς τάφους· ὥστε τὸ κακόν, ὃ ἠπείλει τοῖς Θετταλοῖς ἐκ θαλάττης ὁ Ἀχιλλεὺς δώσειν, ξένε, τοῦτο ἡγώμεθα.

Φοῖνιξ

οὐλομένην, ἀμπελουργέ, μῆνιν λέγεις καὶ δυσίατον. ἀλλά μοι εἰπέ, τί περὶ τῆς ἐν τῷ Πόντῳ νήσου θαυμάσιον ὁ Πρωτεσίλεως οἶδεν· ἐκεῖ γάρ που αὐτῷ ξυγγίγνεται.

ἀμπελουργός

ἐκεῖ, ξένε, καὶ λέγει περὶ αὐτῆς τοιαῦτα, ὡς νῆσος μὲν εἴη μία τῶν ἐν τῷ Πόντῳ πρὸς τῇ ἀξένῳ πλευρᾷ μᾶλλον, ἣν τίθενται ἀριστερὰν οἱ τὸ στόμα τοῦ Πόντου ἐσπλέοντες, ἐπέχοι δὲ στάδια μῆκος μὲν τριάκοντα, εὖρος δὲ οὐ πλείω τεττάρων, δένδρα τε ἐν αὐτῇ πεφύκοι λεῦκαί τε καὶ πτελέαι, τὰ μὲν ἄλλα ὡς ἔτυχε, τὰ δὲ περὶ τὸ ἱερὸν ἐν κόσμῳ ἤδη. τὸ δὲ ἱερὸν ἵδρυται μὲν πρὸς τῇ Μαιώτιδι — ἡ δὲ ἴση τῷ Πόντῳ ἐς αὐτὸν βάλλει — τὰ δὲ ἐν αὐτῷ ἀγάλματα Ἀχιλλεύς τε καὶ Ἑλένη ὑπὸ Μοιρῶν ξυναρμοσθέντες. κειμένου γὰρ δὴ ἐν ὀφθαλμοῖς τοῦ ἐρᾶν καὶ ποιητῶν τὸν ἔρωτα ἀπὸ τούτου ᾀδόντων πρῶτοι Ἀχιλλεύς τε καὶ Ἑλένη μηδὲ ὀφθέντες ἀλλήλοις, ἀλλ᾽ ἡ μὲν κατ᾽ Αἴγυπτον, ὁ δὲ ἐν Ἰλίῳ ὄντες ἐρᾶν ἀλλήλων ὥρμησαν γένεσιν ἱμέρου σώματος ὦτα εὑρόντες. πεπρωμένης δὲ αὐτοῖς ἐς τὸ [p. 212] ἀθάνατον τῆς διαίτης οὐδεμιᾶς γῆς τῶν ὑπὸ Ἰλίῳ, Ἐχινάδων τε τῶν κατ᾽ Οἰνιάδας καὶ Ἀκαρνανίαν ἤδη μεμιασμένων, ὅτε δὴ Ἀλκμαίων ἀποκτείνας τὴν μητέρα τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ᾤκησεν ἐν γῇ νεωτέρᾳ τοῦ ἔργου, ἱκετεύει τὸν Ποσειδῶνα ἡ Θέτις ἀναδοῦναί τινα ἐκ τῆς θαλάττης νῆσον, ἐν ᾗ οἰκήσουσιν, ὁ δὲ ἐνθυμηθεὶς τὸ μῆκος τοῦ Πόντου καὶ ὅτι νήσου οὐδεμιᾶς ἐν αὐτῷ κειμένης ἀοίκητος πλεῖται, τὴν Λευκὴν νῆσον, ὁπόσην εἶπον, ἀνέφηνεν Ἀχιλλεῖ μὲν καὶ Ἑλένῃ οἰκεῖν, ναύταις δὲ ἵστασθαι καὶ τῷ πελάγει ἐγκαθορμίζεσθαι. ξυμπάσης δὲ ἄρχων, ὁπόση ὑγρὰ οὐσία καὶ τοὺς ποταμοὺς ἐννοήσας τὸν Θερμώδοντα καὶ τὸν Βορυσθένην καὶ τὸν Ἴστρον, ὡς ἀμηχάνοις τε καὶ ἀενάοις ῥεύμασιν ἐς τὸν Πόντον ἐκφέρονται, προὔχωσε τὴν ἰλὺν τῶν ποταμῶν,ἣν ἀπὸ Σκυθῶν ἀρξάμενοι σύρουσιν ἐς τὸ πέλαγος νῆσόν τε ὁπόσην εἶπον, ἀπετόρνευσε συστησάμενος αὐτὴν ἐν τῷ πυθμένι τοῦ Πόντου. ἐνταῦθα εἶδόν τε πρῶτον καὶ περιέβαλον ἀλλήλους Ἀχιλλεύς τε καὶ Ἑλένη καὶ γάμον ἐδαίσαντο σφῶν Ποσειδῶν τε αὐτὸς καὶ Ἀμφιτρίτη Νηρηίδες τε ξύμπασαι καὶ ὁπόσοι ποταμοὶ καὶ δαίμονες ἔρχονται τὴν Μαιῶτίν τε καὶ τὸν Πόντον. οἰκεῖν μὲν δὴ λευκοὺς ὄρνιθας ἐν αὐτῇ φασιν, εἶναι δὲ τούτους ὑγρούς τε καὶ τῆς θαλάττης ἀπόζοντας, οὓς τὸν Ἀχιλλέα θεράποντας ἑαυτοῦ πεποιῆσθαι κοσμοῦντας αὐτῷ τὸ ἄλσος τῷ τε ἀνέμῳ τῶν πτερῶν καὶ ταῖς ἀπ᾽ αὐτῶν ῥανίσι, πράττειν δὲ τοῦτο χαμαὶ πετομένους καὶ μικρὸν τῆς γῆς ὑπεραίροντας. ἀνθρώποις δὲ πλέουσι μὲν τὸ τοῦ πελάγους χάσμα ὁσία ἡ νῆσος ἐσβαίνειν, κεῖται γὰρ ὥσπερ εὔξεινος νεῶν ἑστία, οἶκον δὲ μὴ ποιεῖσθαι αὐτὴν πᾶσί τε [p. 213] ἀπείρηται τοῖς πλέουσι καὶ τοῖς περὶ τὸν Πόντον Ἕλλησί τε καὶ βαρβάροις. δεῖ γὰρ προσορμισαμένους τε καὶ θύσαντας ἡλίου δυομένου ἐσβαίνειν μὴ ἐννυχεύοντας τῇ γῇ, κἄν μὲν τὸ πνεῦμα ἕπηται, πλεῖν, εἰ δὲ μή, ἀναψαμένους τὸ πλοῖον ἐν κοίλῳ ἀναπαύεσθαι. ξυμπίνειν γὰρ δὴ λέγονται τότε ὁ Ἀχιλλεύς τε καὶ ἡ Ἑλένη καὶ ἐν ᾠδαῖς εἶναι τὸν ἔρωτά τε τὸν ἀλλήλων ᾄδειν καὶ Ὁμήρου τὰ ἔπη τὰ ἐπὶ τῇ Τροίᾳ καὶ τὸν Ὅμηρον αὐτόν. τὸ γὰρ τῆς ποιητικῆς δῶρον, ὃ παρὰ τῆς Καλλιόπης τῷ Ἀχιλλεῖ ἐφοίτησεν, ἐπαινεῖ ὁ Ἀχιλλεὺς ἔτι καὶ σπουδάζει μᾶλλον, ἐπειδὴ πέπαυται τῶν πολεμικῶν. τὸ γοῦν ᾆσμα τὸ ἐπὶ τῷ Ὁμήρῳ θείως αὐτῷ, ξένε, καὶ ποιητικῶς ξύγκειται, καὶ γὰρ ἐκεῖνο γιγνώσκει τε καὶ ᾄδει ὁ Πρωτεσίλεως.

Φοῖνιξ

ἐμοὶ δ᾽ ἂν γένοιτο, ἀμπελουργέ, ἀκοῦσαι τοῦ ᾄσματος, ἢ οὐ θέμις ἐκφέρειν αὐτό;

ἀμπελουργός

καὶ μήν, ξένε, πολλοὶ τῶν προσελθόντων τῇ νήσῳ καὶ ἄλλα τοῦ Ἀχιλλέως ᾄδοντος ἀκούειν φασί, τουτὶ δὲ πέρυσιν, οἶμαι, τὸ ᾆσμα ἡρμόσατο χαριέστατα τῆς γνώμης καὶ τῶν διανοιῶν ἔχον. ξύγκειται δὲ ὧδε·

ἀχώ, παρὰ μυρίον ὕδωρ
μεγάλου ναίοισα πλευρὰ Πόντου
ψάλλει σε λύρα διὰ χειρὸς ἐμᾶς,
σὺ δὲ θεῖον Ὅμηρον ἄειδέ μοι
κλέος ἀνέρων, κλέος ἁμετέρων πόνων,
δἰ ὃν οὐ θάνον, δι᾽ ὃν ἐστί μοι
Πάτροκλος, δι᾽ ὃν ἀθανάτοις ἴσος Αἴας ἐμός,
δἰ ὃν ἁ δορίληπτος ἀειδομένα σοφοῖς
κλέος ἤρατο κοὐ πέσε Τροία.
Φοῖνιξ

δαιμονίως γε ὁ Ἀχιλλεύς, ἀμπελουργέ, [p. 214] καὶ ἐπαξίως ἑαυτοῦ τε καὶ τοῦ Ὁμήρου. καὶ ἄλλως σοφὸν ἐν τοῖς λυρικοῖς ᾄσμασι τὸ μὴ ἀποτείνειν αὐτά, μηδὲ σχοινοτενῆ ἐργάζεσθαι. καὶ ἐκ παλαιοῦ ἄρα εὐδόκιμόν τε καὶ σοφὸν ἦν ἡ ποίησις.

ἀμπελουργός

ἐκ παλαιοῦ, ξένε. καὶ γὰρ τὸν Ἡρακλέα φασὶν ἀνασταυρώσαντα τὸ Ἀσβόλου τοῦ κενταύρου σῶμα ἐπιγράψαι αὐτῷ τόδε τὸ ἐπίγραμμα·

ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτ᾽ ἀνθρώπων
ὀξυκόμοιο κρεμαστὸς ἀπ᾽ εὐλιπέος κατὰ πεύκης
ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν.
Φοῖνιξ

ἀθλητής γε καὶ τούτων ὁ Ἡρακλῆς ἐγένετο μεγαληγορίαν ἐπαινῶν, ἀμπελουργέ, παρ᾽ ἧς δεῖ δήπου τὸν ποιητὴν φθέγγεσθαι. ἀλλ᾽ ἐπανίωμεν ἐπὶ τὴν νῆσον· ῥεῦμα γὰρ δὴ ὑπολαβὸν ἡμᾶς, οἷα πολλὰ περὶ τὸν Πόντον εἱλεῖται, παρέπλαγξε τοῦ λόγου.

ἀμπελουργός

ἐπανίωμεν, ὦ ξένε· τὰ μὲν γὰρ ᾄσματα τὰ ἐν αὐτῇ τοιαῦτα, καὶ ἡ φωνὴ δὲ, ἣν ᾄδουσι, θεῖά τε ἠχεῖ καὶ λαμπρά· διήκει γοῦν τοσαύτη ἐς τὸ πέλαγος, ὡς φρίκην ἀνίστασθαι τοῖς ναύταις ὑπὸ ἐκπλήξεως. φασὶ δ᾽ οἱ προσορμισάμενοι καὶ κτύπου ἀκούειν ἵππων καὶ ἤχου ὅπλων καὶ βοῆς, οἷον ἐν πολέμῳ ἀναφθέγγονται. εἰ δ᾽ ὁρμισαμένων ἐς τὰ βόρεια ἢ τὰ νότια τῆς νῆσου μέλλοι τις ἄνεμος ἐναντίος τῷ ὅρμῳ πνεῖν, κηρύττει ὁ Ἀχιλλεὺς κατὰ πρύμναν τοῦτο καὶ κελεύει μεθορμισαμένους ἐκστῆναι τῷ ἀνέμῳ. πολλοὶ δὲ καὶ τῶν ἐκπλεόντων τοῦ Πόντου προσπλέουσί τέ μοι καὶ ἀπαγγέλλουσι ταῦτα, καὶ νὴ Δί᾽ , ὡς, ἐπειδὰν προίδωσι τὴν νῆσον ἅτε ἐν ἀπείρῳ πελάγει ἐμφερόμενοι περιβάλλουσί τε ἀλλήλους καὶ ἐς δάκρυα ὑφ᾽ ἡδονῆς ἔρχονται, καταπλεύσαντες δὲ καὶ τὴν γῆν ἀσπασάμενοι βαδίζουσιν [p. 215] ἐπὶ τὸ ἱερὸν προσευξόμενοί τε τῷ Ἀχιλλεῖ καὶ θύσοντες. τὸ δὲ ἱερεῖον αὐτόματον τῷ βωμῷ προσέστηκε κατὰ τὴν ναῦν τε καὶ τοὺς ἐμπλέοντας. τὸ μὲν δὴ περὶ τὴν κάλπιν τὴν χρυσῆν τὴν ἐν Χίῳ ποτὲ φανεῖσαν τῇ νήσῳ εἴρηται, ξένε, σοφοῖς ἀνδράσι καὶ τί ἄν τις ἀριζήλως εἰρημένων αὖθις ἅπτοιτο; ἐμπόρῳ δὲ λέγεται θαμίζοντί ποτε ἐς τὴν νῆσον φαίνεσθαι μὲν ὁ Ἀχιλλεὺς αὐτός, διηγεῖσθαι δὲ αὐτῷ τὰ ἐν Τροίᾳ, ξενίσαι δ᾽ αὐτὸν καὶ ποτῷ κελεῦσαί τε ἐκπλεύσαντα ἐς Ἴλιον ἀναγαγεῖν οἱ κόρην Τρωάδα, τὴν δεῖνα εἰπὼν δουλεύουσαν τῷ δεῖνι ἐν Ἰλίῳ. θαυμάσαντος δὲ τοῦ ξένου τὸν λόγον καὶ διὰ τὸ θαρρεῖν ἤδη ἐρομένου αὐτόν, τί δέοιτο δούλης Ἰλιάδος, ‘ὅτι’, ἔφη ‘ξένε, γέγονεν ὅθεν περ ὁ Ἕκτωρ καὶ οἱ πρὸ αὐτοῦ ἄνω, λοιπὴ δ᾽ ἐστὶ τοῦ Πριαμιδῶν τε καὶ Δαρδανιδῶν αἵματος.’ ὁ μὲν δὴ ἔμπορος ἐρᾶν τὸν Ἀχιλλέα ᾤετο καὶ πριάμενος τὴν κόρην ἐς τὴν νῆσον ἀνέπλευσεν, ὁ δὲ Ἀχιλλεὺς ἐπαινέσας αὐτὸν ἥκοντα τὴν μὲν προσέταξε φυλάττειν ἑαυτῷ ἐν τῇ νηὶ δἰ, οἶμαι, τὸ μὴ ἐσβατὸν εἶναι γυναιξὶ τὴν νῆσον, αὑτὸν δὲ ἑσπέρας ἥκειν ἐς τὸ ἱερὸν καὶ εὐωχεῖσθαι μετ᾽ αὐτοῦ τε καὶ Ἑλένης, ἀφικομένῳ δὲ πολλὰ μὲν χρήματα ἔδωκεν, ὧν ἥττους ἔμποροι, ξένον δ᾽ αὐτὸν ποιεῖσθαι ἔφη διδόναι τέ οἱ τὴν ἐμπορίαν ἐνεργὸν καὶ τὴν ναῦν εὐπλοεῖν. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ‘σὺ μὲν πλεῖ’ ἔφη ‘ταῦτ᾽ ἔχων, τὴν δὲ κόρην ἐπὶ τοῦ αἰγιαλοῦ λίπε μοι’. οὔπω στάδιον ἀπεῖχον τῆς γῆς καὶ οἰμωγὴ προσέβαλλεν αὐτοὺς τῆς κόρης διασπωμένου αὐτὴν τοῦ Ἀχιλλέως καὶ μελειστὶ ξαίνοντος· Ἀμαζόνας δέ, ἃς ἔνιοι τῶν ποιητῶν φασιν ἐλθεῖν ἐς Τροίαν Ἀχιλλεῖ μαχουμένας οὐκ ἀπέκτεινεν ὁ Ἀχιλλεὺς ἐν Τροίᾳ, πιθανὸν γὰρ οὐκ οἶδ᾽ [p. 216] ὅπως Πριάμου πολεμήσαντος αὐταῖς ὑπὲρ Φρυγῶν κατὰ Μυγδόνα ξυμμάχους Ἀμαζόνας ὕστερον ἐλθεῖν Ἰλίῳ, ἀλλ᾽ οἶμαι κατὰ τὴν Ὀλυμπιάδα, ἣν τὸ πρῶτον ἐνίκα στάδιον Λεωνίδας ὁ Ῥόδιος, ἀπώλεσεν αὐτῶν ὁ Ἀχιλλεὺς τὸ μαχιμώτατον ἐν αὐτῇ, φασι, τῇ νήσῳ.

Φοῖνιξ

μεγάλου, ὦ ἀμπελουργέ, ἥψω λόγου, καὶ τὰ ὦτά μοι ἤγειρας καὶ ἄλλως ἑστηκότα πρὸς τοὺς σοὺς λόγους· ἥκειν δέ σοι καὶ ταῦτα εἰκὸς παρὰ τοῦ Πρωτεσίλεω.

ἀμπελουργός

παρὰ τούτου, ξένε, τοῦ χρηστοῦ διδασκάλου, πολλοῖς δὲ καὶ τῶν ἐς τὸν Πόντον ἐσπεπλευκότων δῆλα δὴ ταῦτα. κατὰ γὰρ τὴν ἄξενον τοῦ Πόντου πλευράν, ᾗ τὰ ὄρη τὰ Ταυρικὰ τέταται, λέγονταί τινες οἰκεῖν Ἀμαζόνες, ἣν Θερμώδων τε καὶ Φᾶσις ἐξερχόμενοι τῶν ὀρῶν περιβάλλουσιν ἤπειρον, ἃς ὁ πατήρ τε καὶ φυτουργὸς αὐτῶν Ἄρης ἐπαίδευσεν ἐν ὁμιλίᾳ τῶν πολεμικῶν εἶναι καὶ ζῆν ἔνοπλόν τε καὶ ἔφιππον βίον, βουκολεῖσθαι δὲ αὐταῖς ἵππον ἐν τοῖς ἕλεσιν ἀποχρῶσαν τῷ στρατῷ. ἀνδράσι μὲν δὴ ἐνομιλεῖν οὐ παρέχειν σφᾶς τὴν ἑαυτῶν χώραν, αὐτὰς δ᾽, ἐπειδὰν δέωνται τέκνων, κατιούσας ἐπὶ ποταμὸν Ἅλυν ἀγοράζειν τε καὶ ξυγγίνεσθαι τοῖς ἀνδράσιν, ἔνθα ἔτυχεν, ἀπελθούσας τε ἐς ἤθη καὶ οἴκους, ἃ μὲν ἂν τέκωσιν ἄρρενα, φέρειν ἐπὶ τὰ ὅρια τῆς χώρας, ὅπως ἀνέλοιεν αὐτὰ οἱ φύσατες, τοὺς δὲ ἀναιρεῖσθαί τε, ὧν ἕκαστος ἔτυχε, καὶ ποιεῖσθαι δούλους, ἃ δ᾽ ἂν ἀποτέκωσι θηλέα, φιλεῖν τε ἤδη λέγονται καὶ ὁμόφυλα ἡγεῖσθαι, θεραπεύειν τε, ᾗ φύσις μητέρων, πλὴν τοῦ ἐπισχεῖν γάλα, τουτὶ δὲ πράττουσι διὰ τὰς μάχας, ὡς μήτε αὐτὰ θηλύνοιντο, μήτε τοὺς μαζοὺς ἀποκρεμῷντο. τὸ μὲν δὴ ὄνομα ταῖς Ἀμαζόσιν ἐκ τοῦ μὴ μαζῷ [p. 217] τρέφεσθαι κεῖσθαι ἡγώμεθα, τρέφουσι δὲ τὰ βρέφη γάλακτί τε φορβάδων ἵππων καὶ δρόσου κηρίοις, ἡ μέλιτος δίκην ἐπὶ τοὺς δόνακας τῶν ποταμῶν ἱζάνει. τὰ δὲ ποιηταῖς τε καὶ μυθολόγοις περὶ τῶν Ἀμαζόνων τούτων εἰρημένα παραιτησώμεθα τοῦ λόγου, πρόσφορα γὰρ οὐκ ἂν τῇ παρούσῃ σπουδῇ γένοιτο, τὸ δὲ περὶ τὴν νῆσον ἔργον, ὁποῖόν τι αὐταῖς ἐπράχθη καὶ ἐς ὅ τι ἐτελεύτησε, λεγέσθω μᾶλλον, ἐπειδὴ τῶν τοῦ Πρωτεσίλεω λόγων ἐστί· ναῦται γὰρ ἐπὶ νεῶν ποτε πλειόνων καὶ ναυπηγοὶ τῶν ἐς Ἑλλής2ποντον ἀπαγόντων ἐκ τοῦ Πόντου ὤνια κατηνέχθησαν ἐς τὴν ἀριστερὰν τοῦ πελάγους ὄχθην, περὶ ἣν αἱ γυναῖκες οἰκεῖν λέγονται, ληφθέντες δὲ ὑπ᾽ αὐτῶν χρόνον μέν τινα ἐδέδεντο σιτούμενοι πρὸς φάτναις, ἵνα ἀποδῶνται σφᾶς ὑπὲρ τὸν ποταμὸν ἄγουσαι τοῖς ἀνδροφάγοις Σκύθαις· ἐπεὶ δὲ μειράκιον ξὺν αὐτοῖς ληφθὲν μία τῶν Ἀμαζόνων ἐπὶ τῇ ὥρᾳ ἠλέησε καί τις ἔρως ἐκ τούτου ἐγένετο, παραιτεῖται τὴν δυναστεύουσαν ἀδελφὴν οὖσαν μὴ ἀποδόσθαι τοὺς ξένους, λυθέντες δὲ καὶ πρὸς αὐτὰς συγκραθέντες ἐφθέγγοντο ἤδη τὸν ἐκείνων τρόπον, τόν τε χειμῶνα καὶ τὰ ἐν τῇ θαλάττῃ διηγούμενοι παρῆλθον ἐς μνήμην τοῦ ἱεροῦ προσπεπλευκότες οὐ πάλαι τῇ νήσῳ καὶ διῄεσαν τὸν ἐν αὐτῷ πλοῦτον, αἱ δ᾽ εὕρημα ποιησάμεναι τοὺς ξένους ἐπειδὴ ναῦταί τε ἦσαν καὶ νεῶν τέκτονες οὔσης καὶ ἄλλως ναυπηγησίμου σφίσι τῆς χώρας ποιοῦνται ναῦς τὸν ἱππαγωγῶν τρόπον, ὡς τὸν Ἀχιλλέα σχήσουσαι ταῖς ἵπποις, καταβᾶσαι γὰρ ἵππων Ἀμαζόνες θῆλύ τέ εἰσι γένος καὶ ἀτεχνῶς γυναῖκες. εἰρεσίας μὲν δὴ πρῶτον ἥψαντο καὶ πλεῖν ἐμελέτησαν, ὡς δ᾽ ἐπιστήμην τοῦ πλεῖν ξυνελέξαντο, ἄρασαι περὶ ἔαρ [p. 218] ἀπὸ τῶν ἐκβολῶν τοῦ Θερμώδοντος ἀφῆκαν ἐς τὸ ἱερὸν σταδίους μάλιστα δισχιλίους ἐπὶ νεῶν, οἶμαι, πεντήκοντα, καὶ προσορμισάμεναι τῇ νήσῳ πρῶτον μὲν ἐκέλευσαν τοὺς Ἑλλησποντίους ξένους ἐκκόπτειν τὰ δένδρα, οἷς κεκόσμηται κύκλῳ τὸ ἱερόν, ἐπεὶ δὲ οἱ πελέκεις ἐς αὐτοὺς ἀνακοπέντες τοῖς μὲν ἐς κεφαλὴν ἐχώρησαν, τοῖς δὲ ἐς αὐχένα πάντες τε πρὸς τοῖς δένδρεσιν ἔπεσον, ἐπεχύθησαν αἱ Ἀμαζόνες τῷ ἱερῷ βοῶσαί τε καὶ τὰς ἵππους ἐλαύνουσαι· ὁ δὲ θερμόν τε καὶ δεινὸν ἐς αὐτὰς ἰδὼν καὶ πηδήσας οἷον ἐπὶ Σκαμάνδρῳ τε καὶ Ἰλίῳ πτοίαν μὲν χαλινοῦ κρείττω ταῖς ἵπποις ἐνέβαλεν, ὑφ᾽ ἧς ἀνεσκίρτησαν ἀλλότριόν τε καὶ περιττὸν ἄχθος ἡγούμεναι τὰς γυναῖκας, ἐς δὲ θηρίων ἤθη μετέστησαν καὶ κειμέναις ἐμπεσοῦσαι ταῖς Ἀμαζόσι τάς τε ὁπλὰς ἐνήρειδον καὶ τὰς χαίτας ἔφριττον καὶ τὰ ὦτα ἐπ᾽ αὐτὰς ἵστασαν, καθάπερ τῶν λεόντων οἱ ὠμοί, κειμένων τε γυμνὰς ὠλένας ἤσθιον καὶ τὰ στέρνα ῥηγνῦσαι προσέκειντο τοῖς σπλάγχνοις καὶ ἐλάφυσσον, ἐμφορηθεῖσαι δὲ ἀνθρωπείου βρώσεως ἐκρόαινον περὶ τὴν νῆσον καὶ ἐμαίνοντο μεσταὶ λύθρου, στᾶσαι δὲ ἐπὶ τῶν ἀκρωτηρίων καὶ τὰ νῶτα τοῦ πελάγους ἰδοῦσαι πεδίῳ τε ᾤοντο ἐντετυχηκέναι καὶ κατὰ τῆς θαλάττης ἑαυτὰς ἧκαν. ἀπώλοντο δὲ καὶ αἱ νῆες τῶν Ἀμαζόνων ἀνέμου σφοδροῦ ἐς αὐτὰς πνεύσαντος, ἅτε γὰρ κεναὶ καὶ οὐδενὶ κόσμῳ ὡρμισμέναι προσέπιπτον ἀλλήλαις καὶ ξυνηράττοντο ναῦς τε ὥσπερ ἐν ναυμαχίᾳ κατέδυε ναῦν καὶ ἀνερρήγνυ, καὶ ὁπόσας ἐγκαρσίους τε καὶ ἀντιπρώρους ἐμβολὰς ποιοῦνται κυβερνῆται ναύμαχοι, πᾶσαι ξυνέπεσον ἐν ναυσὶ κεναῖς καὶ οὐκ ἐκ προνοίας πλεούσαις. πολλῶν δὲ ναυαγίων τῷ ἱερῷ προσενεχθέντων [p. 219] καὶ ἀνθρώπων ἐν αὐτῷ κειμένων ἐμπνεόντων ἔτι καὶ ἡμιβρώτων μελῶν τε ἀνθρωπείων ἐσπαρμένων καὶ σαρκῶν, ἃς διέπτυσαν αἱ ἵπποι, κάθαρσιν ὁ Ἀχιλλεὺς ποιεῖται τῆς νήσου ῥᾳδίαν· κορυφὴν γὰρ τοῦ πόντου ἐπισπασάμενος ἀπένιψέ τε καὶ ἀπέκλυσε ταῦτα.

Φοῖνιξ

ὅστις, ἀμπελουργέ, μὴ θεοφιλῆ σε ἡγεῖται σφόδρα, αὐτὸς ἀπήχθηται τοῖς θεοῖς· τὸ γὰρ τοιούτους τε καὶ θείους λόγους εἰδέναι οὕτω, παρ᾽ ἐκείνων οἶμαί σοι ἥκειν, οἳ καὶ Πρωτεσίλεω φίλον τέ σε καὶ ἐπιτήδειον ἐποίησαν. ἀλλ᾽ ἐπεὶ τῶν ἡρωικῶν ἡμᾶς λόγων ἐμπέπληκας, τὸ μὲν ὅπως αὐτὸς ἀναβεβίωκεν, οὐκέτ᾽ ἂν ἐροίμην, ἐπειδὴ ἀβεβήλῳ τε καὶ ἀπορρήτῳ φῂς αὐτὸν χρῆσθαι τούτῳ τῷ λόγῳ, τοὺς δὲ Κωκυτούς τε καὶ Πυριφλεγέθοντας καὶ τὴν Ἀχερουσιάδα καὶ τὰ τοιαῦτα τῶν ποταμῶν τε καὶ τῶν λιμνῶν ὀνόματα καί, νὴ, Δία, τοὺς Αἰακοὺς καὶ τὰ τούτων δικαστήριά τε καὶ δικαιωτήρια αὐτός τε ἴσως ἀπαγγελεῖς καὶ ξυγχωρεῖ διηγεῖσθαι.

ἀμπελουργός

ξυγχωρεῖ μέν, ἑσπέρα δὲ ἤδη καὶ βοῦς πρὸς ἀναπαύλῃ· τὰ γοῦν ζευγάρια ὁρᾷς, ὡς ἐκ βουλυτοῦ ἥκει καὶ χρή με αὐτὰ ὑποδέξασθαι καὶ ὁ λόγος πλείων τοῦ καιροῦ· νῦν μὲν δὴ ἐπὶ τὴν ναῦν χαίρων ἴθι πάντα ἔχων, ὁπόσα ὁ κῆπος φέρει, κἂν μὲν τὸ πνεῦμα ὑμέτερον ᾖ, πλεῖ, ξένε, σπείσας ἀπὸ τῆς νεὼς τῷ Πρωτεσίλεῳ, τουτὶ γὰρ τοὺς ἐνθένδε λύοντας νενόμισται πράττειν, εἰ δ᾽ ἐναντίον εἴη τὸ πνεῦμα, χώρει δεῦρο ἅμα ἡλίῳ ἀνίσχοντι καὶ τεύξει οὗ βούλει.

Φοῖνιξ

πείθομαί σοι, ἀμπελουργέ, καὶ οὕτως ἔσται· πλεύσαιμι δὲ μήπω, Πόσειδον, πρὶν ἢ καὶ τοῦδε ἀκροάσασθαι τοῦ λόγου.