Ηλακάτη
Ηλακάτη Συγγραφέας: |
Ηλακάτη, Θεοκρίτου. Μεταφράσεις:
|
Γλαυκᾶς, ὦ φιλέριθ᾽ ἀλακάτα, δῶρον Ἀθανάας
γυναιξίν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος,
θαρσεῦσ᾽ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεω ἀγλαάν,
ὅππᾳ Κύπριδος ἱρὸν καλάμω χλωρὸν ὑπ᾽ ἀπαλῶ.
[5] Τυίδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Διός,
ὅππως ξεῖνον ἐμὸν τέρψομ᾽ ἰδών, κἀντιφιλήσομαι,
Νικίαν, Χαρίτων ἱμεροφώνων ἱερὸν φυτόν,
καὶ σέ, τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν,
δῶρον Νικιάας εἰς ἀλόχω χέῤῥας ὀπάσσομεν,
[10] σὺν τᾷ πολλὰ μὲν ἔργ᾽ ἐκτελέσεις, ἀνδρεΐοις πέπλοις,
πολλὰ δ᾽ οἷα γυναῖκες φορέοισ᾽ ὑδάτινα βράκη.
Δὶς γὰρ ματέρες ἀρνῶν μαλακοῖς ἐν βοτάνᾳ πόκοις
πέξαιντ᾽ αὐτοενεί, Θευγενίδος γ᾽ ἕννεκ᾽ ἐϋσφύρω·
οὕτως ἀνυσιεργός, φιλέει δ᾽ ὅσσα σαόφρονες.
[15] Οὐ γὰρ εἰς ἀκίρας οὐδ᾽ ἐς ἀέργῳ κεν ἐβολλόμαν
ὀπάσαι σὲ δόμοις, ἀμμετέρας ἔοισαν ἀπὸ χθονός.
Καὶ γάρ σοι πατρίς, ἃν ὡξ Ἐφύρας κτίσσε ποτ᾽ Ἀρχίας
νάσω Τρινακρίας μυελόν, ἀνδρῶν δοκίμων πόλιν.
Νῦν μὰν οἶκον ἔχοισ᾽ ἀνέρος, ὃς πόλλ᾽ ἐδάη σοφὰ
[20] ἀνθρώποισι νόσοις φάρμακα λυγραῖς ἀπαλαλκέμεν,
οἰκήσεις κατὰ Μίλλατον ἐραννὰν μετ᾽ Ἰαόνων.
ὡς εὐαλάκατος Θευγενὶς ἐν δαμότισιν πέλῃ,
καί οἱ μνᾶστιν ἀεὶ τῶ φιλαοίδω παρέχῃς ξένω.
Κεῖνο γάρ τις ἐρεῖ τὦπος ἰδών σ᾽· “Ἦ μεγάλα χάρις
[25] δώρῳ ξὺν ὀλίγῳ, πάντα δὲ τιματὰ τὰ πὰρ φίλω.”