Μετάβαση στο περιεχόμενο

Ηλέκτρα (Ευριπίδη)

Από Βικιθήκη
Ἠλέκτρα
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. ed. G. Murray, Oxford 1913



ΑΥΤΟΥΡΓΟΣ

  Ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,
  ὅθεν ποτ' ἄρας ναυσὶ χιλίαις Ἄρη
  ἐς γῆν ἔπλευσε Τρῳάδ' Ἀγαμέμνων ἄναξ.
  κτείνας δὲ τὸν κρατοῦντ' ἐν Ἰλιάδι χθονὶ
  Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,    5
  ἀφίκετ' ἐς τόδ' Ἄργος, ὑψηλῶν δ' ἐπὶ
  ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
  κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι
  θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ
  καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.    10
  χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
  ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,
  ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
  οὓς δ' ἐν δόμοισιν ἔλιφ' ὅτ' ἐς Τροίαν ἔπλει,
  ἄρσενά τ' Ὀρέστην θῆλύ τ' Ἠλέκτρας θάλος,    15
  τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
  μέλλοντ' Ὀρέστην χερὸς ὑπ' Αἰγίσθου θανεῖν
  Στροφίῳ τ' ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·
  ἣ δ' ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,
  ταύτην ἐπειδὴ θαλερὸς εἶχ' ἥβης χρόνος,    20
  μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.
  δείσας δὲ μή τῳ παῖδ' ἀριστέων τέκοι
  Ἀγαμέμνονος ποινάτορ', εἶχεν ἐν δόμοις
  Αἴγισθος οὐδ' ἥρμοζε νυμφίῳ τινί.
  ἐπεὶ δὲ καὶ τοῦτ' ἦν φόβου πολλοῦ πλέων,    25
  μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,
  κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως
  μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
  ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ' ὀλωλότα,
  παίδων δ' ἔδεισε μὴ φθονηθείη φόνῳ.    30
  ἐκ τῶνδε δὴ τοιόνδ' ἐμηχανήσατο
  Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
  Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ' ὃς ἂν κτάνῃ,
  ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
  δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο    35
  γεγῶσιν-οὐ δὴ τοῦτό γ' ἐξελέγχομαι·
  λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
  πένητες, ἔνθεν ηὑγένει' ἀπόλλυται-
  ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
  εἰ γάρ νιν ἔσχεν ἀξίωμ' ἔχων ἀνήρ,    40
  εὕδοντ' ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
  φόνον δίκη τ' ἂν ἦλθεν Αἰγίσθῳ τότε.
  ἣν οὔποθ' ἁνὴρ ὅδε-σύνοιδέ μοι Κύπρις-
  ᾔσχυνεν εὐνῇ· παρθένος δ' ἔτ' ἐστὶ δή.
  αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα    45
  λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.
  στένω δὲ τὸν λόγοισι κηδεύοντ' ἐμοὶ
  ἄθλιον Ὀρέστην, εἴ ποτ' εἰς Ἄργος μολὼν
  γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
  ὅστις δέ μ' εἶναί φησι μῶρον, εἰ λαβὼν    50
  νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,
  γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
  τὸ σῶφρον, ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.

ΗΛΕΚΤΡΑ

  ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,
  ἐν ᾗ τόδ' ἄγγος τῷδ' ἐφεδρεῦον κάρᾳ    55
  φέρουσα πηγὰς ποταμίας μετέρχομαι-
  οὐ δή τι χρείας ἐς τοσόνδ' ἀφιγμένη,
  ἀλλ' ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς-
  γόους τ' ἀφίημ' αἰθέρ' ἐς μέγαν πατρί.
  ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,    60
  ἐξέβαλέ μ' οἴκων, χάριτα τιθεμένη πόσει·
  τεκοῦσα δ' ἄλλους παῖδας Αἰγίσθῳ πάρα
  πάρεργ' Ὀρέστην κἀμὲ ποιεῖται δόμων . . .

Αυ. τί γὰρ τάδ', ὦ δύστην', ἐμὴν μοχθεῖς χάριν

  πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,    65
  καὶ ταῦτ' ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;

Ηλ. ἐγώ σ' ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·

  ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
  μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
  ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.    70
  δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
  μόχθου 'πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,
  συνεκκομίζειν σοι πόνους. ἅλις δ' ἔχεις
  τἄξωθεν ἔργα· τἀν δόμοις δ' ἡμᾶς χρεὼν
  ἐξευτρεπίζειν. εἰσιόντι δ' ἐργάτῃ    75
  θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.

Αυ. εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω

  πηγαὶ μελάθρων τῶνδ'. ἐγὼ δ' ἅμ' ἡμέρᾳ
  βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
  ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα    80
  βίον δύναιτ' ἂν ξυλλέγειν ἄνευ πόνου.

ΟΡΕΣΤΗΣ

  Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ    82/
  πιστὸν νομίζω καὶ φίλον ξένον τ' ἐμοί·
  μόνος δ' Ὀρέστην τόνδ' ἐθαύμαζες φίλων,
  πράσσονθ' ἃ πράσσω δείν' ὑπ' Αἰγίσθου παθών,    85
  ὅς μου κατέκτα πατέρα . . . χἡ πανώλεθρος
  μήτηρ. ἀφῖγμαι δ' ἐκ θεοῦ μυστηρίων
  Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
  φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
  νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς    90
  δάκρυά τ' ἔδωκα καὶ κόμης ἀπηρξάμην
  πυρᾷ τ' ἐπέσφαξ' αἷμα μηλείου φόνου,
  λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
  καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
  δυοῖν δ' ἅμιλλαν ξυντιθεὶς ἀφικόμην    95
  πρὸς τέρμονας γῆς τῆσδ', ἵν' ἐκβάλω ποδὶ
  ἄλλην ἐπ' αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
  ζητῶν τ' ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις
  ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·
  ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν    100
  λαβὼν τά γ' εἴσω τειχέων σαφῶς μάθω.
  νῦν οὖν-Ἕως γὰρ λευκὸν ὄμμ' ἀναίρεται-
  ἔξω τρίβου τοῦδ' ἴχνος ἀλλαξώμεθα.
  ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
  φανήσεται νῷν, ἥντιν' ἱστορήσομεν    105
  εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
  ἀλλ'-εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,
  πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ
  φέρουσαν-ἑζώμεσθα κἀκπυθώμεθα
  δούλης γυναικός, ἤν τι δεξώμεσθ' ἔπος    110
  ἐφ' οἷσι, Πυλάδη, τήνδ' ἀφίγμεθα χθόνα.
 

Ηλ. σύντειν'-ὥρα-ποδὸς ὁρμάν· ὤ, [στρ.    112

  ἔμβα, ἔμβα κατακλαίουσα·
  ἰώ μοί μοι.
  ἐγενόμαν Ἀγαμέμνονος    115
  καί μ' ἔτεκεν Κλυταιμήστρα
  στυγνὰ Τυνδάρεω κόρα,
  κικλήσκουσι δέ μ' ἀθλίαν
  Ἠλέκτραν πολιῆται.
  φεῦ φεῦ σχετλίων πόνων    120
  καὶ στυγερᾶς ζόας.
  ὦ πάτερ, σὺ δ' ἐν Ἀΐδα
  κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς
  Αἰγίσθου τ', Ἀγάμεμνον.
  ἴθι τὸν αὐτὸν ἔγειρε γόον,    125
  ἄναγε πολύδακρυν ἁδονάν.
 
  σύντειν'-ὥρα-ποδὸς ὁρμάν· ὤ,
[ἀντ.    127
  ἔμβα, ἔμβα, κατακλαίουσα·
  ἰώ μοί μοι.
  τίνα πόλιν, τίνα δ' οἶκον, ὦ    130
  τλᾶμον σύγγον', ἀλατεύεις
  οἰκτρὰν ἐν θαλάμοις λιπὼν
  πατρῴοις ἐπὶ συμφοραῖς
  ἀλγίσταισιν ἀδελφάν;
  ἔλθοις τῶνδε πόνων ἐμοὶ    135
  τᾷ μελέᾳ λυτήρ,
  ὦ Ζεῦ Ζεῦ, πατρί θ' αἱμάτων
  ἐχθίστων ἐπίκουρος, Ἄρ-
  γει κέλσας πόδ' ἀλάταν.
 
  θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- [στρ.    140
  λοῦσ', ἵνα πατρὶ γόους νυχίους    141
  ἐπορθροβοάσω,
  ἰαχάν, Ἀΐδα μέλος,
  Ἀΐδα, πάτερ, σοι
  κατὰ γᾶς ἐνέπω γόους
  οἷς ἀεὶ τὸ κατ' ἦμαρ    145
  διέπομαι, κατὰ μὲν φίλαν
  ὄνυχι τεμνομένα δέραν
  χέρα τε κρᾶτ' ἐπὶ κούριμον
  τιθεμένα θανάτῳ σῷ.
  αἶ αἶ, δρύπτε κάρα·    150
  οἷα δέ τις κύκνος ἀχέτας
  ποταμίοις παρὰ χεύμασιν
  πατέρα φίλτατον καλεῖ,
  ὀλόμενον δολίοις βρόχων
  ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,    155
  πάτερ, ἐγὼ κατακλαίομαι,
 
  λουτρὰ πανύσταθ' ὑδρανάμενον χροῒ [ἀντ.    157
  κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.
  ἰώ μοι, <ἰώ> μοι
  πικρᾶς μὲν πελέκεως τομᾶς    160
  σᾶς, πάτερ, πικρᾶς δ' ἐκ
  Τροΐας ὁδίου βουλᾶς·
  οὐ μίτραισι γυνή σε
  δέξατ' οὐδ' ἐπὶ στεφάνοις,
  ξίφεσι δ' ἀμφιτόμοις λυγρὰν
  Αἰγίσθου λώβαν θεμένα    165
  δόλιον ἔσχεν ἀκοίταν.
 

ΧΟΡΟΣ

  Ἀγαμέμνονος ὦ κόρα, [στρ.    167
  ἤλυθον, Ἠλέκτρα, ποτὶ
  σὰν ἀγρότειραν αὐλάν.
  ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
  Μυκηναῖος ὀρειβάτας·    170
  ἀγγέλλει δ' ὅτι νῦν τριταί-
  αν καρύσσουσιν θυσίαν
  Ἀργεῖοι, πᾶσαι δὲ παρ' Ἥ-
  ραν μέλλουσιν παρθενικαὶ στείχειν.

Ηλ. οὐκ ἐπ' ἀγλαΐαις, φίλαι,    175

  θυμὸν οὐδ' ἐπὶ χρυσέοις
  ὅρμοις ἐκπεπόταμαι
  τάλαιν', οὐδ' ἱστᾶσα χοροὺς
  Ἀργείαις ἅμα νύμφαις
  εἱλικτὸν κρούσω πόδ' ἐμόν.    180
  δάκρυσι νυχεύ-
  ω, δακρύων δέ μοι μέλει
  δειλαίᾳ τὸ κατ' ἦμαρ.
  σκέψαι μου πιναρὰν κόμαν
  καὶ τρύχη τάδ' ἐμῶν πέπλων,    185
  εἰ πρέποντ' Ἀγαμέμνονος
  κούρᾳ 'σται βασιλείᾳ
  τᾷ Τροίᾳ θ', ἃ 'μοῦ πατέρος
  μέμναταί ποθ' ἁλοῦσα.
 

Χο. μεγάλα θεός· ἀλλ' ἴθι, [ἀντ.    190

  καὶ παρ' ἐμοῦ χρῆσαι πολύ-    191
  πηνα φάρεα δῦναι,
  χρύσεά τε-χαρίσαι-προσθήματ' ἀγλαΐας.
  δοκεῖς τοῖσι σοῖς δακρύοις
  μὴ τιμῶσα θεούς, κρατή-
  σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,    195
  ἀλλ' εὐχαῖσι θεοὺς σεβί-
  ζουσ' ἕξεις εὐαμερίαν, ὦ παῖ.

Ηλ. οὐδεὶς θεῶν ἐνοπᾶς κλύει

  τᾶς δυσδαίμονος, οὐ παλαι-
  ῶν πατρὸς σφαγιασμῶν.    200
  οἴμοι τοῦ καταφθιμένου
  τοῦ τε ζῶντος ἀλάτα,
  ὅς που γᾶν ἄλλαν κατέχει,
  μέλεος ἀλαί-
  νων ποτὶ θῆσσαν ἑστίαν,    205
  τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
  αὐτὰ δ' ἐν χερνῆσι δόμοις
  ναίω ψυχὰν τακομένα
  δωμάτων πατρίων φυγάς,
  οὐρείας ἀν' ἐρίπνας.    210
  μάτηρ δ' ἐν λέκτροις φονίοις
  ἄλλῳ σύγγαμος οἰκεῖ.

Χο. πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει

  σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.

Ηλ. οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.    215

  ξένοι τινὲς παρ' οἶκον οἵδ' ἐφεστίους
  εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
  φυγῇ σὺ μὲν κατ' οἶμον, ἐς δόμους δ' ἐγὼ
  φῶτας κακούργους ἐξαλύξωμεν ποδί.

Ορ. μέν', ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.    220
Ηλ. ὦ Φοῖβ' Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.
Ορ. ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ηλ. ἄπελθε, μὴ ψαῦ' ὧν σε μὴ ψαύειν χρεών.
Ορ. οὐκ ἔσθ' ὅτου θίγοιμ' ἂν ἐνδικώτερον.
Ηλ. καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;    225
Ορ. μείνασ' ἄκουσον, καὶ τάχ' οὐκ ἄλλως ἐρεῖς.
Ηλ. ἕστηκα· πάντως δ' εἰμὶ σή· κρείσσων γὰρ εἶ.
Ορ. ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ηλ. ὦ φίλτατ', ἆρα ζῶντος ἢ τεθνηκότος;
Ορ. ζῇ· πρῶτα γάρ σοι τἀγάθ' ἀγγέλλειν θέλω.    230
Ηλ. εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
Ορ. κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
Ηλ. ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
Ορ. οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
Ηλ. οὔ που σπανίζων τοῦ καθ' ἡμέραν βίου;    235
Ορ. ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
Ηλ. λόγον δὲ δὴ τίν' ἦλθες ἐκ κείνου φέρων;
Ορ. εἰ ζῇς, ὅπου τε ζῶσα συμφορᾶς ἔχεις.
Ηλ. οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.
Ορ. λύπαις γε συντετηκός, ὥστε με στένειν.    240
Ηλ. καὶ κρᾶτα πλόκαμόν τ' ἐσκυθισμένον ξυρῷ.
Ορ. δάκνει σ' ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
Ηλ. οἴμοι, τί γάρ μοι τῶνδέ γ' ἐστὶ φίλτερον;
Ορ. φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
Ηλ. ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.    245
Ορ. ἐκ τοῦ δὲ ναίεις ἐνθάδ' ἄστεως ἑκάς;
Ηλ. ἐγημάμεσθ', ὦ ξεῖνε, θανάσιμον γάμον.
Ορ. ᾤμωξ' ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ηλ. οὐχ ᾧ πατήρ μ' ἤλπιζεν ἐκδώσειν ποτέ.
Ορ. εἴφ', ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.    250
Ηλ. ἐν τοῖσδ' ἐκείνου τηλορὸς ναίω δόμοις.
Ορ. σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
Ηλ. πένης ἀνὴρ γενναῖος ἔς τ' ἔμ' εὐσεβής.
Ορ. ἡ δ' εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
Ηλ. οὐπώποτ' εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.    255
Ορ. ἅγνευμ' ἔχων τι θεῖον ἤ σ' ἀπαξιῶν;
Ηλ. γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
Ορ. καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
Ηλ. οὐ κύριον τὸν δόντα μ' ἡγεῖται, ξένε.
Ορ. ξυνῆκ'· Ὀρέστῃ μή ποτ' ἐκτείσῃ δίκην.    260
Ηλ. τοῦτ' αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
Ορ. φεῦ·

  γενναῖον ἄνδρ' ἔλεξας, εὖ τε δραστέον.

Ηλ. εἰ δή ποθ' ἥξει γ' ἐς δόμους ὁ νῦν ἀπών.
Ορ. μήτηρ δέ σ' ἡ τεκοῦσα ταῦτ' ἠνέσχετο;
Ηλ. γυναῖκες ἀνδρῶν, ὦ ξέν', οὐ παίδων φίλαι.    265
Ορ. τίνος δέ σ' οὕνεχ' ὕβρισ' Αἴγισθος τάδε;
Ηλ. τεκεῖν μ' ἐβούλετ' ἀσθενῆ, τοιῷδε δούς.
Ορ. ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
Ηλ. τοιαῦτ' ἐβούλευσ'· ὧν ἐμοὶ δοίη δίκην.
Ορ. οἶδεν δέ σ' οὖσαν παρθένον μητρὸς πόσις;    270
Ηλ. οὐκ οἶδε· σιγῇ τοῦθ' ὑφαιρούμεσθά νιν.
Ορ. αἵδ' οὖν φίλαι σοι τούσδ' ἀκούουσιν λόγους;
Ηλ. ὥστε στέγειν γε τἀμὰ καὶ σ' ἔπη καλῶς.
Ορ. τί δῆτ' Ὀρέστης πρὸς τόδ', Ἄργος ἢν μόλῃ;
Ηλ. ἤρου τόδ'; αἰσχρόν γ' εἶπας· οὐ γὰρ νῦν ἀκμή;    275
Ορ. ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
Ηλ. τολμῶν ὑπ' ἐχθρῶν οἷ' ἐτολμήθη πατήρ.
Ορ. ἦ καὶ μετ' αὐτοῦ μητέρ' ἂν τλαίης κτανεῖν;
Ηλ. ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.
Ορ. λέγω τάδ' αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;    280
Ηλ. θάνοιμι μητρὸς αἷμ' ἐπισφάξασ' ἐμῆς.
Ορ. φεῦ·

  εἴθ' ἦν Ὀρέστης πλησίον κλύων τάδε.

Ηλ. ἀλλ', ὦ ξέν', οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
Ορ. νέα γάρ, οὐδὲν θαῦμ', ἀπεζεύχθης νέου.
Ηλ. εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.    285
Ορ. ἆρ' ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
Ηλ. πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
Ορ. ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
Ηλ. ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
Ορ. οἴμοι, τόδ' οἷον εἶπας· . . . αἴσθησις γὰρ οὖν    290

  κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
  λέξον δ', ἵν' εἰδὼς σῷ κασιγνήτῳ φέρω
  λόγους ἀτερπεῖς, ἀλλ' ἀναγκαίους κλύειν.
  ἔνεστι δ' οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
  σοφοῖσι δ' ἀνδρῶν· καὶ γὰρ οὐδ' ἀζήμιον    295
  γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.

Χο. κἀγὼ τὸν αὐτὸν τῷδ' ἔρον ψυχῆς ἔχω.

  πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
  οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.

Ηλ. λέγοιμ' ἄν, εἰ χρή-χρὴ δὲ πρὸς φίλον λέγειν-    300

  τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
  ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
  ἄγγελλ' Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
  πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
  πίνῳ θ' ὅσῳ βέβριθ', ὑπὸ στέγαισί τε    305
  οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
  αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,
  ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,
  αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,
  ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.    310
  ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
  ἀναίνομαι δὲ Κάστορ', ᾧ πρὶν ἐς θεοὺς
  ἐλθεῖν ἔμ' ἐμνήστευον, οὖσαν ἐγγενῆ.
  μήτηρ δ' ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
  θρόνῳ κάθηται, πρὸς δ' ἕδραισιν Ἀσίδες    315
  δμωαὶ στατίζουσ', ἃς ἔπερσ' ἐμὸς πατήρ,
  Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
  πόρπαισιν. αἷμα δ' ἔτι πατρὸς κατὰ στέγας
  μέλαν σέσηπεν, ὃς δ' ἐκεῖνον ἔκτανεν,
  ἐς ταὐτὰ βαίνων ἅρματ' ἐκφοιτᾷ πατρί,    320
  καὶ σκῆπτρ' ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
  μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
  Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
  οὔπω χοάς ποτ' οὐδὲ κλῶνα μυρσίνης
  ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.    325
  μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
  ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
  πέτροις τε λεύει μνῆμα λάινον πατρός,
  καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·
  Ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς    330
  παρὼν ἀμύνει; -ταῦτ' ἀπὼν ὑβρίζεται.
  ἀλλ', ὦ ξέν', ἱκετεύω σ', ἀπάγγειλον τάδε.
  πολλοὶ δ' ἐπιστέλλουσιν, ἑρμηνεὺς δ' ἐγώ,
  αἱ χεῖρες ἡ γλῶσσ' ἡ ταλαίπωρός τε φρήν,
  κάρα τ' ἐμὸν ξυρῆκες, ὅ τ' ἐκεῖνον τεκών.    335
  αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
  ὁ δ' ἄνδρ' ἕν' εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
  νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.

Χο. καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,

  λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.    340

Αυ. ἔα· τίνας τούσδ' ἐν πύλαις ὁρῶ ξένους;

  τίνος δ' ἕκατι τάσδ' ἐπ' ἀγραύλους πύλας
  προσῆλθον; ἦ 'μοῦ δεόμενοι; γυναικί τοι
  αἰσχρὸν μετ' ἀνδρῶν ἑστάναι νεανιῶν.

Ηλ. ὦ φίλτατ', εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·    345

  τὸν ὄντα δ' εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι
  ἥκουσ' Ὀρέστου πρός με κήρυκες λόγων.
  ἀλλ', ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.

Αυ. τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
Ηλ. ἔστιν λόγῳ γοῦν, φασὶ δ' οὐκ ἄπιστ' ἐμοί.    350
Αυ. ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
Ηλ. ἐν ἐλπίσιν ταῦτ'· ἀσθενὴς φεύγων ἀνήρ.
Αυ. ἦλθον δ' Ὀρέστου τίν' ἀγορεύοντες λόγον;
Ηλ. σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
Αυ. οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.    355
Ηλ. ἴσασιν, οὐδὲν τῶνδ' ἔχουσιν ἐνδεές.
Αυ. οὐκοῦν πάλαι χρῆν τοῖσδ' ἀνεπτύχθαι πύλας;

  χωρεῖτ' ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
  ξενίων κυρήσεθ', οἷ' ἐμὸς κεύθει δόμος.
  αἴρεσθ', ὀπαδοί, τῶνδ' ἔσω τεύχη δόμων.    360
  καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
  μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
  οὔτοι τό γ' ἦθος δυσγενὲς παρέξομαι.

Ορ. πρὸς θεῶν, ὅδ' ἁνὴρ ὃς συνεκκλέπτει γάμους

  τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;    365

Ηλ. οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
Ορ. φεῦ·    367

  οὐκ ἔστ' ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·    367
  ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
  ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
  τὸ μηδὲν ὄντα, χρηστά τ' ἐκ κακῶν τέκνα,    370
  λιμόν τ' ἐν ἀνδρὸς πλουσίου φρονήματι,
  γνώμην τε μεγάλην ἐν πένητι σώματι.
  πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
  πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
  ἢ τοῖς ἔχουσι μηδέν; ἀλλ' ἔχει νόσον    375
  πενία, διδάσκει δ' ἄνδρα τῇ χρείᾳ κακόν.
  ἀλλ' εἰς ὅπλ' ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
  μάρτυς γένοιτ' ἂν ὅστις ἐστὶν ἁγαθός;
  κράτιστον εἰκῇ ταῦτ' ἐᾶν ἀφειμένα.
  οὗτος γὰρ ἁνὴρ οὔτ' ἐν Ἀργείοις μέγας    380
  οὔτ' αὖ δοκήσει δωμάτων ὠγκωμένος,
  ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
  οὐ μὴ φρονήσεθ', οἳ κενῶν δοξασμάτων
  πλήρεις πλανᾶσθε, τῇ δ' ὁμιλίᾳ βροτοὺς
  κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;    385
  οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
  καὶ δώμαθ'· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
  ἀγάλματ' ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
  μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
  ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.    390
  ἀλλ'-ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ' οὐ παρὼν
  Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ' ἥκομεν-
  δεξώμεθ' οἴκων καταλύσεις. χωρεῖν χρεών,
  δμῶες, δόμων τῶνδ' ἐντός. ὡς ἐμοὶ πένης
  εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.    395
  αἰνῶ μὲν οὖν τοῦδ' ἀνδρὸς ἐσδοχὰς δόμων,
  ἐβουλόμην δ' ἄν, εἰ κασίγνητός με σὸς
  ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
  ἴσως δ' ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
  χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.    400

Χο. νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ

  θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
  μόλις προβαίνουσ' ἡ τύχη σταίη καλῶς.

Ηλ. ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν

  τί τούσδ' ἐδέξω μείζονας σαυτοῦ ξένους;    405

Αυ. τί δ'; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,

  οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσ' ὁμῶς;

Ηλ. ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,

  ἔλθ' ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,
  ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους    410
  τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
  ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
  κέλευε δ' αὐτὸν τῶνδ' ἐμοὐσαφιγμένων
  ἐλθεῖν, ξένων τ' ἐς δαῖτα πορσῦναί τινα.
  ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,    415
  ζῶντ' εἰσακούσας παῖδ' ὃν ἐκσῴζει ποτέ.
  οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
  λάβοιμεν ἄν τι· πικρὰ δ' ἀγγείλαιμεν ἄν,
  εἰ ζῶντ' Ὀρέστην ἡ τάλαιν' αἴσθοιτ' ἔτι.

Αυ. ἀλλ', εἰ δοκεῖ σοι, τούσδ' ἀπαγγελῶ λόγους    420

  γέροντι· χώρει δ' ἐς δόμους ὅσον τάχος
  καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
  χρῄζουσ' ἂν εὕροι δαιτὶ προσφορήματα.
  ἔστιν δὲ δὴ τοσαῦτά γ' ἐν δόμοις ἔτι,
  ὥσθ' ἕν γ' ἐπ' ἦμαρ τούσδε πληρῶσαι βορᾶς.    425
  ἐν τοῖς τοιούτοις δ' ἡνίκ' ἂν γνώμης πέσω,
  σκοπῶ τὰ χρήμαθ' ὡς ἔχει μέγα σθένος,
  ξένοις τε δοῦναι σῶμά τ' ἐς νόσους πεσὸν
  δαπάναισι σῷσαι· τῆς δ' ἐφ' ἡμέραν βορᾶς
  ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ    430
  ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.
 

Χο. κλειναὶ νᾶες, αἵ ποτ' ἔβατε Τροίαν [στρ.    432

  τοῖς ἀμετρήτοις ἐρετμοῖς
  πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,
  ἵν' ὁ φίλαυλος ἔπαλλε δελ-    435
  φὶς πρῴραις κυανεμβόλοι-
  σιν εἱλισσόμενος,
  πορεύων τὸν τᾶς Θέτιδος
  κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
  σὺν Ἀγαμέμνονι Τρωίας    440
  ἐπὶ Σιμουντίδας ἀκτάς.
 
  Νηρῇδες δ' Εὐβοῖδας ἄκρας λιποῦσαι [ἀντ.
  μόχθους ἀσπιστὰς ἀκμόνων
  Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
  ἀνά τε Πήλιον ἀνά τε πρυ-    445
  μνὰς Ὄσσας ἱερᾶς νάπας
  † Νυμφαίας σκοπιὰς
  κόρας μάτευσ', † ἔνθα πατὴρ
  ἱππότας τρέφεν Ἑλλάδι φῶς
  Θέτιδος εἰνάλιον γόνον    450
  ταχύπορον πόδ' Ἀτρείδαις.
 
  Ἰλιόθεν δ' ἔκλυόν τινος ἐν λιμέσιν [στρ.    452
  Ναυπλίοισι βεβῶτος
  τᾶς σᾶς, ὦ Θέτιδος παῖ,
  κλεινᾶς ἀσπίδος ἐν κύκλῳ    455
  τοιάδε σήματα, δείματα
  Φρύγια, τετύχθαι·
  περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ
  Περσέα λαιμοτόμαν ὑπὲρ
  ἁλὸς ποτανοῖσι πεδί-    460
  λοισι φυὰν Γοργόνος ἴ-
  σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ-
  μᾷ, τῷ Μαί-
  ας ἀγροτῆρι κούρῳ· }
 
  ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων [ἀντ.    464
  κύκλος ἀελίοιο    465
  ἵπποις ἂμ πτεροέσσαις
  ἄστρων τ' αἰθέριοι χοροί,
  Πλειάδες, Ὑάδες, Ἕκτορος
  ὄμμασι τροπαῖοι·
  ἐπὶ δὲ χρυσοτύπῳ κράνει    470
  Σφίγγες ὄνυξιν ἀοίδιμον
  ἄγραν φέρουσαι· περιπλεύ-
  ρῳ δὲ κύτει πύρπνοος ἔ-
  σπευδε δρόμῳ λέαινα χαλ-
  αῖς Πειρη-
  ναῖον ὁρῶσα πῶλον.    475
 
  ἄορι δ' ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-
  λον, κελαινὰ δ' ἀμφὶ νῶθ' ἵετο κόνις.
  τοιῶνδ' ἄνακτα δοριπόνων
  ἔκανεν ἀνδρῶν, Τυνδαρίς,    480
  σὰ λέχεα, κακόφρων κούρα.
  τοιγάρ σέ ποτ' οὐρανίδαι
  πέμψουσιν θανάτοις· ἦ σὰν
  ἔτ' ἔτι φόνιον ὑπὸ δέραν    485
  ὄψομαι αἷμα χυθὲν σιδάρῳ.

ΠΡΕΣΒΥΣ

  ποῦ ποῦ νεᾶνις πότνι' ἐμὴ δέσποινά τε,
  Ἀγαμέμνονος παῖς, ὅν ποτ' ἐξέθρεψ' ἐγώ;
  ὡς πρόσβασιν τῶνδ' ὀρθίαν οἴκων ἔχει
  ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.    490
  ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
  διπλῆν ἄκανθαν καὶ παλίῤῥοπον γόνυ.
  ὦ θύγατερ-ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ-
  ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
  ποίμνης νεογνὸν θρέμμ' ὑποσπάσας τόδε    495
  στεφάνους τε τευχέων τ' ἐξελὼν τυρεύματα,
  παλαιόν τε θησαύρισμα Διονύσου τόδε
  ὀσμῇ κατῆρες, μικρόν, ἀλλ' ἐπεσβαλεῖν
  ἡδὺ σκύφον τοῦδ' ἀσθενεστέρῳ ποτῷ.
  ἴτω φέρων τις τοῖς ξένοις τάδ' ἐς δόμους·    500
  ἐγὼ δὲ τρύχει τῷδ' ἐμῶν πέπλων κόρας
  δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.

Ηλ. τί δ', ὦ γεραιέ, διάβροχον τόδ' ὄμμ' ἔχεις;

  μῶν τἀμὰ διὰ χρόνου σ' ἀνέμνησεν κακά;
  ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις    505
  καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ' ἐν χεροῖν ἔχων
  ἀνόνητ' ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;

Πρ. ἀνόνηθ'· ὅμως δ' οὖν τοῦτό γ' οὐκ ἠνεσχόμην.

  ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ' ὁδοῦ
  καὶ προσπεσὼν ἔκλαυσ' ἐρημίας τυχών,    510
  σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
  ἔσπεισα, τύμβῳ δ' ἀμφέθηκα μυρσίνας.
  πυρᾶς δ' ἐπ' αὐτῆς οἶν μελάγχιμον πόκῳ
  σφάγιον ἐσεῖδον αἷμά τ' οὐ πάλαι χυθὲν
  ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.    515
  κἀθαύμασ', ὦ παῖ, τίς ποτ' ἀνθρώπων ἔτλη
  πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.
  ἀλλ' ἦλθ' ἴσως που σὸς κασίγνητος λάθρᾳ,
  μολὼν δ' ἐθαύμασ' ἄθλιον τύμβον πατρός.
  σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,    520
  εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·
  φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός,
  τὰ πόλλ' ὅμοια σώματος πεφυκέναι.

Ηλ. οὐκ ἄξι' ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,

  εἰ κρυπτὸν ἐς γῆν τήνδ' ἂν Αἰγίσθου φόβῳ    525
  δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
  ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
  ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
  ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλ' ἀμήχανον.
  πολλοῖς δ' ἂν εὕροις βοστρύχους ὁμοπτέρους    530
  καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.

Πρ. σὺ δ' εἰς ἴχνος βᾶσ' ἀρβύλης σκέψαι βάσιν

  εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.

Ηλ. πῶς δ' ἂν γένοιτ' ἂν ἐν κραταιλέῳ πέδῳ

  γαίας ποδῶν ἔκμακτρον; εἰ δ' ἔστιν τόδε,    535
  δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ' ἴσος
  ἀνδρός τε καὶ γυναικός, ἀλλ' ἅρσην κρατεῖ.

Πρ. οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,

  . . . . . . .   κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,    539

  ἐν ᾧ ποτ' αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;    540

Ηλ. οὐκ οἶσθ', Ὀρέστης ἡνίκ' ἐκπίπτει χθονός,

  νέαν μ' ἔτ' οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
  πῶς ἂν τότ' ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
  εἰ μὴ ξυναύξοινθ' οἱ πέπλοι τῷ σώματι;
  ἀλλ' ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος    545
  † ἐκείρατ', ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς † . . .

Πρ. οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν

  αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.

Ηλ. οἵδ' ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
Πρ. ἀλλ' εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·    550

  πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
  ὅμως δέ. -χαίρειν τοὺς ξένους προσεννέπω.

Ορ. χαῖρ', ὦ γεραιέ. -τοῦ ποτ', Ἠλέκτρα, τόδε

  παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;

Ηλ. οὗτος τὸν ἁμὸν πατέρ' ἔθρεψεν, ὦ ξένε.    555
Ορ. τί φῄς; ὅδ' ὃς σὸν ἐξέκλεψε σύγγονον;
Ηλ. ὅδ' ἔσθ' ὁ σώσας κεῖνον, εἴπερ ἔστ' ἔτι.
Ορ. ἔα·

  τί μ' ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
  λαμπρὸν χαρακτῆρ'; ἢ προσεικάζει μέ τῳ;

Ηλ. ἴσως Ὀρέστου σ' ἥλιχ' ἥδεται βλέπων.    560
Ορ. φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
Ηλ. καὐτὴ τόδ' εἰσορῶσα θαυμάζω, ξένε.
Πρ. ὦ πότνι', εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
Ηλ. τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;
Πρ. λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός    565
Ηλ. ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;
Πρ. βλέψον νυν ἐς τόνδ', ὦ τέκνον, τὸν φίλτατον.
Ηλ. πάλαι δέδορκα, μὴ σύ γ' οὐκέτ' εὖ φρονῇς.
Πρ. οὐκ εὖ φρονῶ 'γὼ σὸν κασίγνητον βλέπων;
Ηλ. πῶς εἶπας, ὦ γεραί', ἀνέλπιστον λόγον;    570
Πρ. ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
Ηλ. ποῖον χαρακτῆρ' εἰσιδών, ᾧ πείσομαι;
Πρ. οὐλὴν παρ' ὀφρύν, ἥν ποτ' ἐν πατρὸς δόμοις

  νεβρὸν διώκων σοῦ μέθ' ᾑμάχθη πεσών.

Ηλ. πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.    575
Πρ. ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
Ηλ. ἀλλ' οὐκέτ', ὦ γεραιέ· συμβόλοισι γὰρ

  τοῖς σοῖς πέπεισμαι θυμόν. -ὦ χρόνῳ φανείς,
  ἔχω σ' ἀέλπτως . . . Ορ. κἀξ ἐμοῦ γ' ἔχῃ χρόνῳ.

Ηλ. οὐδέποτε δόξασα. Ορ. οὐδ' ἐγὼ γὰρ ἤλπισα.    580
Ηλ. ἐκεῖνος εἶ σύ; Ορ. σύμμαχός γέ σοι μόνος.

  ἢν δ' ἀνσπάσωμαί γ' ὃν μετέρχομαι βόλον . . .
  πέποιθα δ'· ἢ χρὴ μηκέθ' ἡγεῖσθαι θεούς,
  εἰ τἄδικ' ἔσται τῆς δίκης ὑπέρτερα.

Χο. ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,    585

  κατέλαμψας, ἔδειξας ἐμφανῆ
  πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ
  πατρίων ἀπὸ δωμάτων τάλας
  ἀλαίνων ἔβα.
  θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει    590
  νίκαν, ὦ φίλα.
  ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς
  ἐς θεούς, τύχᾳ σοι τύχᾳ    594
  κασίγνητον ἐμβατεῦσαι πόλιν.    595

Ορ. εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων

  ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.
  σὺ δ', ὦ γεραιέ-καίριος γὰρ ἤλυθες-
  λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;
  [μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;]    600
  ἔστιν τί μοι κατ' Ἄργος εὐμενὲς φίλων;
  ἢ πάντ' ἀνεσκευάσμεθ', ὥσπερ αἱ τύχαι;
  τῷ ξυγγένωμαι; νύχιος ἢ καθ' ἡμέραν;
  ποίαν ὁδὸν τραπώμεθ' εἰς ἐχθροὺς ἐμούς;

Πρ. ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.    605

  εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
  κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
  σὺ δ'-ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις
  οὐδ' ἐλλέλοιπας ἐλπίδ'-ἴσθι μου κλύων,
  ἐν χειρὶ τῇ σῇ πάντ' ἔχεις καὶ τῇ τύχῃ,    610
  πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.

Ορ. τί δῆτα δρῶντες τοῦδ' ἂν ἐξικοίμεθα;
Πρ. κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
Ορ. ἥκω 'πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
Πρ. τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ' ἂν εἰ θέλοις.    615
Ορ. φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
Πρ. ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ορ. εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρ. κἀμοῦ γ' ἄκουσον· ἄρτι γάρ μ' ἐσῆλθέ τι.
Ορ. ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ' ἐγώ.    620
Πρ. Αἴγισθον εἶδον, ἡνίχ' εἷρπον ἐνθάδε.
Ορ. προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρ. ἀγρῶν πέλας τῶνδ' ἱπποφορβίων ἔπι.
Ορ. τί δρῶνθ'; ὁρῶ γὰρ ἐλπίδ' ἐξ ἀμηχάνων.
Πρ. Νύμφαις ἐπόρσυν' ἔροτιν, ὡς ἔδοξέ μοι.    625
Ορ. τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
Πρ. οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
Ορ. πόσων μετ' ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
Πρ. οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
Ορ. οὔ πού τις ὅστις γνωριεῖ μ' ἰδών, γέρον;    630
Πρ. δμῶες μέν εἰσιν, οἳ σέ γ' οὐκ εἶδόν ποτε.
Ορ. ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρ. δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ορ. πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;
Πρ. στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.    635
Ορ. ὁδὸν παρ' αὐτήν, ὡς ἔοικ', ἀγροὺς ἔχει;
Πρ. ὅθεν γ' ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
Ορ. πικρόν γε συνθοινάτορ', ἢν θεὸς θέλῃ.
Πρ. τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
Ορ. καλῶς ἔλεξας. -ἡ τεκοῦσα δ' ἐστὶ ποῦ;    640
Πρ. Ἄργει· παρέσται δ' οὖν πόσει θοίνην ἔπι.
Ορ. τί δ' οὐχ ἅμ' ἐξωρμᾶτ' ἐμὴ μήτηρ πόσει;

Πρ. ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.

Ορ. ξυνῆχ'· ὕποπτος οὖσα γιγνώσκει πόλει.
Πρ. τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.    645
Ορ. πῶς οὖν ἐκείνην τόνδε τ' ἐν ταὐτῷ κτενῶ;
Ηλ. ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
Ορ. καὶ μὴν ἐκεῖνά γ' ἡ τύχη θήσει καλῶς.
Ηλ. ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
Πρ. ἔσται τάδ'· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;    650
Ηλ. λέγ', ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·

  λεχώ μ' ἀπάγγελλ' οὖσαν ἄρσενος τόκῳ.

Πρ. πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;
Ηλ. δέχ' ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
Πρ. καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;    655
Ηλ. ἥξει κλύουσα λόχιά μου νοσήματα.
Πρ. πόθεν; τί δ' αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;
Ηλ. ναί· καὶ δακρύσει γ' ἀξίωμ' ἐμῶν τόκων.
Πρ. ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.
Ηλ. ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.    660
Πρ. καὶ μὴν ἐπ' αὐτάς γ' εἶσι σῶν δόμων πύλας.
Ηλ. οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;
Πρ. εἰ γὰρ θάνοιμι τοῦτ' ἰδὼν ἐγώ ποτε.
Ηλ. πρώτιστα μέν νυν τῷδ' ὑφήγησαι, γέρον . . .
Πρ. Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;    665
Ηλ. ἔπειτ' ἀπαντῶν μητρὶ τἀπ' ἐμοῦ φράσον.
Πρ. ὥστ' αὐτά γ' ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
Ηλ. σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
Ορ. στείχοιμ' ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ' ὁδοῦ.
Πρ. καὶ μὴν ἐγὼ πέμποιμ' ἂν οὐκ ἀκουσίως.    670
Ορ. ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖ' ἐχθρῶν γενοῦ . . .
Ηλ. οἴκτιρέ θ' ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν . . .
Πρ. οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.
Ηλ. Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς . . .
Ορ. νίκην δὸς ἡμῖν, εἰ δίκαι' αἰτούμεθα.    675
Πρ. δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.
Ορ. σύ τ', ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ . . .
Ηλ. καὶ Γαῖ' ἄνασσα, χεῖρας ᾗ δίδωμ' ἐμὰς . . .
Πρ. ἄμυν' ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
Ορ. νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.    680
Ηλ. οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ . . .
Πρ. χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.    683
Ηλ. ἤκουσας, ὦ δείν' ἐξ ἐμῆς μητρὸς παθών;    682
Πρ. πάντ', οἶδ', ἀκούει τάδε πατήρ· στείχειν δ' ἀκμή.
Ηλ. καί σοι προφωνῶ πρὸς τάδ' Αἴγισθον θανεῖν·    685

  ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,
  τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·
  παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.
  δόμων ἔσω βᾶσ' εὐτρεπὲς ποήσομαι.
  ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,    690
  ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου
  τἀναντί' ἔσται τῶνδε· ταῦτά σοι λέγω.

Ορ. πάντ' οἶδα. Ηλ. πρὸς τάδ' ἄνδρα γίγνεσθαί σε χρή.

  ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
  κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δ' ἐγὼ    695
  πρόχειρον ἔγχος χειρὶ βαστάζουσ' ἐμῇ.
  οὐ γάρ ποτ' ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
  δίκην ὑφέξω, σῶμ' ἐμὸν καθυβρίσαι.
 

Χο. ἀταλᾶς ὑπὸ ματρὸς <ἄρν'> [στρ.    699

  Ἀργείων
  ὀρέων ποτὲ κληδὼν ἐν    700
  πολιαῖσι μένει φήμαις
  εὐαρμόστοις ἐν καλάμοις
  Πᾶνα μοῦσαν ἡδύθροον
  πνέοντ', ἀγρῶν ταμίαν,
  χρυσέαν καλλιπλόκαμον    705
  πορεῦσαι. πετρίνοις δ' ἐπι-
  στὰς κᾶρυξ ἰάχει βάθροις·
  Ἀγορὰν ἀγοράν, Μυκη-
  ναῖοι, στείχετε μακαρίων
  ὀψόμενοι τυράννων    710
  φάσματα † δείματα. . . . χοροὶ δ' Ἀτρει-
  δᾶν † ἐγέραιρον οἴκους·
 
  θυμέλαι δ' ἐπίτναντο χρυ- [ἀντ.    713
  σήλατοι,
  σελαγεῖτο δ' ἀν' ἄστυ πῦρ
  ἐπιβώμιον Ἀργείων·    715
  λωτὸς δὲ φθόγγον κελάδει
  κάλλιστον, Μουσᾶν θεράπων·
  μολπαὶ δ' ηὔξοντ' ἐραταί,
  χρυσέας ἀρνὸς ἐπίλογοι,
  Θυέστου· κρυφίαις γὰρ εὐ-
  ναῖς πείσας ἄλοχον φίλαν    720
  Ἀτρέως, τέρας ἐκκομί-
  ζει πρὸς δώματα· νεόμενος δ'
  εἰς ἀγόρους ἀυτεῖ
  τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-
  λον κατὰ δῶμα ποίμναν.    725
 
  τότε δὴ τότε φαεν- [στρ.    726
  νὰς ἄστρων μετέβασ' ὁδοὺς
  Ζεὺς καὶ φέγγος ἀελίου
  λευκόν τε πρόσωπον ἀ-    730
  οῦς, τὰ δ' ἕσπερα νῶτ' ἐλαύ-
  νει θερμᾷ φλογὶ θεοπύρῳ,
  νεφέλαι δ' ἔνυδροι πρὸς ἄρ-
  κτον, ξηραί τ' Ἀμμωνίδες ἕ-
  δραι φθίνουσ' ἀπειρόδροσοι,    735
  καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
 
  λέγεται, τὰν δὲ πί- [ἀντ.    737
  στιν σμικρὰν παρ' ἔμοιγ' ἔχει,
  στρέψαι θερμὰν ἀέλιον
  χρυσωπὸν ἕδραν ἀλλά-    740
  ξαντα δυστυχίᾳ βροτεί-
  ῳ θνατᾶς ἕνεκεν δίκας.
  φοβεροὶ δὲ βροτοῖσι μῦ-
  θοι κέρδος πρὸς θεῶν θεραπεί-
  αν. ὧν οὐ μνασθεῖσα πόσιν    745
  κτείνεις, κλεινῶν συγγενέτειρ' ἀδελφῶν.
 

- ἔα ἔα·

  φίλαι, βοῆς ἠκούσατ'-ἢ δοκὼ κενὴ
  ὑπῆλθέ μ'; -ὥστε νερτέρα βροντὴ Διός;
  ἰδού, τάδ' οὐκ ἄσημα πνεύματ' αἴρεται·
  δέσποιν', ἄμειψον δώματ', Ἠλέκτρα, τάδε.    750

Ηλ. φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
Χο. οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
Ηλ. ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλ' ὅμως.
Χο. μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
Ηλ. Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν;    755
Χο. οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
Ηλ. σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;
Χο. ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.
Ηλ. οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
Χο. ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.    760
ΑΓΓΕΛΟΣ

  ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,    761
  νικῶντ' Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
  Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ
  Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.

Ηλ. τίς δ' εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;    765
Αγ. οὐκ οἶσθ' ἀδελφοῦ μ' εἰσορῶσα πρόσπολον;
Ηλ. ὦ φίλτατ', ἔκ τοι δείματος δυσγνωσίαν

  εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
  τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;

Αγ. τέθνηκε· δίς σοι ταὔθ', ἃ γοῦν βούλῃ, λέγω.    770
Ηλ. ὦ θεοί, Δίκη τε πάνθ' ὁρῶσ', ἦλθές ποτε.

  ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου
  κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.

Αγ. ἐπεὶ μελάθρων τῶνδ' ἀπήραμεν πόδα,

  ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν    775
  ἔνθ' ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.
  κυρεῖ δὲ κήποις ἐν καταῤῥύτοις βεβώς,
  δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·
  ἰδών τ' ἀυτεῖ· Χαίρετ', ὦ ξένοι· τίνες
  πόθεν πορεύεσθ'; ἔστε τ' ἐκ ποίας χθονός;    780
  ὁ δ' εἶπ' Ὀρέστης· Θεσσαλοί· πρὸς δ' Ἀλφεὸν
  θύσοντες ἐρχόμεσθ' Ὀλυμπίῳ Διί.
  κλύων δὲ ταῦτ' Αἴγισθος ἐννέπει τάδε·
  Νῦν μὲν παρ' ἡμῖν χρὴ συνεστίους ἐμοὶ
  θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν    785
  Νύμφαις· ἑῷοι δ' ἐξαναστάντες λέχους
  ἐς ταὐτὸν ἥξετ'. ἀλλ' ἴωμεν ἐς δόμους-
  καὶ ταῦθ' ἅμ' ἠγόρευε καὶ χερὸς λαβὼν
  παρῆγεν ἡμᾶς-οὐδ' ἀπαρνεῖσθαι χρεών·
  [ἐπεὶ δ' ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·]    790
  λούτρ' ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
  ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
  ἀλλ' εἶπ' Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
  λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
  εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,    795
  Αἴγισθ', ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ', ἄναξ.
  τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
  λόγχας δὲ θέντες δεσπότου φρουρήματα
  δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
  οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ' ᾖρον κανᾶ,    800
  ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ' ἐσχάρας
  λέβητας ὤρθουν· πᾶσα δ' ἐκτύπει στέγη.
  λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
  ἔβαλλε βωμούς, τοιάδ' ἐννέπων ἔπη·
  Νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν    805
  καὶ τὴν κατ' οἴκους Τυνδαρίδα δάμαρτ' ἐμὴν
  πράσσοντας ὡς νῦν, τοὺς δ' ἐμοὺς ἐχθροὺς κακῶς
  -λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ' ἐμὸς
  τἀναντί' ηὔχετ', οὐ γεγωνίσκων λόγους,
  λαβεῖν πατρῷα δώματ'. ἐκ κανοῦ δ' ἑλὼν    810
  Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
  τεμὼν ἐφ' ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
  κἄσφαξ' ἐπ' ὤμων μόσχον ὡς ἦραν χεροῖν
  δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·
  Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς    815
  εἶναι τόδ', ὅστις ταῦρον ἀρταμεῖ καλῶς
  ἵππους τ' ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
  δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
  ὁ δ' εὐκρότητον Δωρίδ' ἁρπάσας χεροῖν,
  ῥίψας ἀπ' ὤμων εὐπρεπῆ πορπάματα,    820
  Πυλάδην μὲν εἵλετ' ἐν πόνοις ὑπηρέτην,
  δμῶας δ' ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,
  λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
  θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
  δισσοὺς διαύλους ἵππιος διήνυσε,    825
  κἀνεῖτο λαγόνας. ἱερὰ δ' ἐς χεῖρας λαβὼν
  Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
  σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
  κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
  χὣ μὲν σκυθράζει, δεσπότης δ' ἀνιστορεῖ·    830
  Τί χρῆμ' ἀθυμεῖς; -Ὦ ξέν', ὀῤῥωδῶ τινα
  δόλον θυραῖον. ἔστι δ' ἔχθιστος βροτῶν
  Ἀγαμέμνονος παῖς πολέμιός τ' ἐμοῖς δόμοις·
  ὃ δ' εἶπε· Φυγάδος δῆτα δειμαίνεις δόλον,
  πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια    835
  θοινασόμεσθα, Φθιάδ' ἀντὶ Δωρικῆς
  οἴσει τις ἡμῖν κοπίδ', ἀποῤῥήξω χέλυν;
  λαβὼν δὲ κόπτει. σπλάγχνα δ' Αἴγισθος λαβὼν
  ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
  ὄνυχας ἐπ' ἄκρους στὰς κασίγνητος σέθεν    840
  ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
  ἔῤῥηξεν ἄρθρα· πᾶν δὲ σῶμ' ἄνω κάτω
  ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.
  δμῶες δ' ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,
  πολλοὶ μάχεσθαι πρὸς δύ'· ἀνδρείας δ' ὕπο    845
  ἔστησαν ἀντίπρῳρα σείοντες βέλη
  Πυλάδης Ὀρέστης τ'. εἶπε δ'· Οὐχὶ δυσμενὴς
  ἥκω πόλει τῇδ' οὐδ' ἐμοῖς ὀπάοσιν,
  φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
  τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,    850
  πατρὸς παλαιοὶ δμῶες. οἳ δ', ἐπεὶ λόγων
  ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δ' ὑπὸ
  γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
  στέφουσι δ' εὐθὺς σοῦ κασιγνήτου κάρα
  χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ    855
  κάρα 'πιδείξων οὐχὶ Γοργόνος φέρων,
  ἀλλ' ὃν στυγεῖς Αἴγισθον· αἷμα δ' αἵματος
  πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
 

Χο. θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, [στρ.    859

  ὡς νεβρὸς οὐράνιον    860
  πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.
  νικᾷ στεφαναφορίαν
  † κρείσσω τοῖς † παρ' Ἀλφειοῦ ῥεέθροισι τελέσσας
  κασίγνητος σέθεν· ἀλλ' ἐπάειδε
  καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.    865
 

Ηλ. ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,

  ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
  νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ' ἐλεύθεροι,
  ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
  φέρ', οἷα δὴ '´χω καὶ δόμοι κεύθουσί μου    870
  κόμης ἀγάλματ' ἐξενέγκωμαι, φίλαι,
  στέψω τ' ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
 

Χο. σὺ μέν νυν ἀγάλματ' ἄειρε [ἀντ.

  κρατί· τὸ δ' ἁμέτερον
  χωρήσεται Μούσαισι χόρευμα φίλον.    875
  νῦν οἱ πάρος ἁμέτεροι
  γαίας τυραννεύσουσι φίλοι βασιλῆες,
  δικαίως . . . τοὺς δ' ἀδίκως καθελόντες.
  ἀλλ' ἴτω ξύναυλος βοὰ χαρᾷ.

Ηλ. ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου    880

  γεγώς, Ὀρέστα, τῆς ὑπ' Ἰλίῳ μάχης,
  δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
  ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν
  ἀγῶν' ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν
  Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.    885
  σύ τ', ὦ παρασπίστ', ἀνδρὸς εὐσεβεστάτου
  παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
  δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδ' ἴσον μέρος
  ἀγῶνος· αἰεὶ δ' εὐτυχεῖς φαίνοισθέ μοι.

Ορ. θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης    890

  ἀρχηγέτας τῆσδ', εἶτα κἄμ' ἐπαίνεσον
  τὸν τῶν θεῶν τε τῆς τύχης θ' ὑπηρέτην.
  ἥκω γὰρ οὐ λόγοισιν ἀλλ' ἔργοις κτανὼν
  Αἴγισθον· ὡς δὲ τῷ σάφ' εἰδέναι τάδε
  προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,    895
  ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,
  ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
  πήξασ' ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν
  [δοῦλος, πάροιθε δεσπότης κεκλημένος.]

Ηλ. αἰσχύνομαι μέν, βούλομαι δ' εἰπεῖν ὅμως.    900
Ορ. τί χρῆμα; λέξον· ὡς φόβου γ' ἔξωθεν εἶ.
Ηλ. νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.
Ορ. οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
Ηλ. δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
Ορ. λέγ', εἴ τι χρῄζεις, σύγγον'· ἀσπόνδοισι γὰρ    905

  νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.

Ηλ. εἶἑν· τίν' ἀρχὴν πρῶτά σ' ἐξείπω κακῶν,

  ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
  καὶ μὴν δι' ὄρθρων γ' οὔποτ' ἐξελίμπανον
  θρυλοῦσ' ἅ γ' εἰπεῖν ἤθελον κατ' ὄμμα σόν,    910
  εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
  τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι
  ἐκεῖν' ἅ σε ζῶντ' ἤθελον λέξαι κακά.
  ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
  καὶ τόνδ' ἔθηκας, οὐδὲν ἠδικημένος,    915
  κἄγημας αἰσχρῶς μητέρ' ἄνδρα τ' ἔκτανες
  στρατηλατοῦνθ' Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
  ἐς τοῦτο δ' ἦλθες ἀμαθίας ὥστ' ἤλπισας
  ὡς ἐς σὲ ἐμὴν δὴ μητέρ' οὐχ ἕξοις κακὴν
  γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.    920
  ἴστω δ', ὅταν τις διολέσας δάμαρτά του
  κρυπταῖσιν εὐναῖς εἶτ' ἀναγκασθῇ λαβεῖν,
  δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
  ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ' οἷ δ' ἔχειν.
  ἄλγιστα δ' ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·    925
  ᾔδησθα γὰρ δῆτ' ἀνόσιον γήμας γάμον,
  μήτηρ δὲ σ' ἄνδρα δυσσεβῆ κεκτημένη.
  ἄμφω πονηρὼ δ' ὄντ' ἀφαιρεῖσθον τύχην
  † κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν. †
  πᾶσιν δ' ἐν Ἀργείοισιν ἤκουες τάδε·    930
  Ὁ τῆς γυναικός-οὐχὶ τἀνδρὸς ἡ γυνή.
  καίτοι τόδ' αἰσχρόν, προστατεῖν γε δωμάτων
  γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ
  τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
  οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.    935
  ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
  τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
  ὃ δ' ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
  ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·
  τὰ δ' οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.    940
  ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
  ἣ μὲν γὰρ αἰεὶ παραμένουσ' αἴρει κακά·
  ὁ δ' ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
  ἐξέπτατ' οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
  ἃ δ' ἐς γυναῖκας-παρθένῳ γὰρ οὐ καλὸν    945
  λέγειν-σιωπῶ, γνωρίμως δ' αἰνίξομαι.
  ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
  κάλλει τ' ἀραρώς. ἀλλ' ἔμοιγ' εἴη πόσις
  μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
  τὰ γὰρ τέκν' αὐτῶν Ἄρεος ἐκκρεμάννυται,    950
  τὰ δ' εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
  ἔῤῥ', οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ
  δίκην δέδωκας. -ὧδέ τις κακοῦργος ὢν
  μή μοι τὸ πρῶτον βῆμ' ἐὰν δράμῃ καλῶς,
  νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας    955
  γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.

Χο. ἔπραξε δεινά, δεινὰ δ' ἀντέδωκε σοὶ

  καὶ τῷδ'· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.

Ηλ. εἶἑν· κομίζειν τοῦδε σῶμ' ἔσω χρεὼν

  σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ    960
  μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.

Ορ. ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.
Ηλ. τί δ'; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;
Ορ. οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ' ἐγείνατο.    964
Ηλ. καλῶς ἄρ' ἄρκυν ἐς μέσην πορεύεται . . .    965

  καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.

Ορ. τί δῆτα δρῶμεν μητέρ'; ἦ φονεύσομεν;
Ηλ. μῶν σ' οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;
Ορ. φεῦ·

  πῶς γὰρ κτάνω νιν, ἥ μ' ἔθρεψε κἄτεκεν;    969

Ηλ. ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.    970
Ορ. ὦ Φοῖβε, πολλήν γ' ἀμαθίαν ἐθέσπισας . . .
Ηλ. ὅπου δ' Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;
Ορ. ὅστις μ' ἔχρησας μητέρ', ἣν οὐ χρῆν, κτανεῖν.
Ηλ. βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
Ορ. μητροκτόνος νῦν φεύξομαι, τόθ' ἁγνὸς ὤν.    975
Ηλ. καὶ μή γ' ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.
Ορ. ἐγὼ δὲ μητρὸς-; τῷ φόνου δώσω δίκας;
Ηλ. τῷ δ' ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;
Ορ. ἆρ' αὔτ' ἀλάστωρ εἶπ' ἀπεικασθεὶς θεῷ;
Ηλ. ἱερὸν καθίζων τρίποδ'; ἐγὼ μὲν οὐ δοκῶ.    980
Ορ. οὐδ' ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
Ηλ. οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.
Ορ. ἀλλ' ἦ τὸν αὐτὸν τῇδ' ὑποστήσω δόλον;
Ηλ. ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.
Ορ. ἔσειμι· δεινοῦ δ' ἄρχομαι προβλήματος    985

  καὶ δεινὰ δράσω γε-εἰ θεοῖς δοκεῖ τάδε,
  ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.
 

Χο. [ἰώ,]    988

  βασίλεια γύναι χθονὸς Ἀργείας,    989
  παῖ Τυνδάρεω,
  καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν    990
  Διός, οἳ φλογερὰν αἰθέρ' ἐν ἄστροις
  ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
  τιμὰς σωτῆρας ἔχοντες·
  χαῖρε, σεβίζω σ' ἴσα καὶ μάκαρας
  πλούτου μεγάλης τ' εὐδαιμονίας.    995
  τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
  καιρός. <χαῖρ',> ὦ βασίλεια.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ἔκβητ' ἀπήνης, Τρῳάδες, χειρὸς δ' ἐμῆς    998
  λάβεσθ', ἵν' ἔξω τοῦδ' ὄχου στήσω πόδα.
  σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι    1000
  Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς
  ἐξαίρετ', ἀντὶ παιδὸς ἣν ἀπώλεσα
  σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.

Ηλ. οὔκουν ἐγώ-δούλη γὰρ ἐκβεβλημένη

  δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους-    1005
  μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;

Κλ. δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.
Ηλ. τί δ'; αἰχμάλωτόν τοί μ' ἀπῴκισας δόμων,

  ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,
  ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.    1010

Κλ. τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα

  ἐς οὓς ἐχρῆν ἥκιστ' ἐβούλευσεν φίλων.
  λέξω δὲ . . . καίτοι δόξ' ὅταν λάβῃ κακὴ
  γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
  ὡς μὲν παρ' ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ    1015
  μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃς,
  στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
  ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,
  οὐχ ὥστε θνῄσκειν, οὐδ' ἃ γειναίμην ἐγώ.
  κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως    1020
  λέκτροισι πείσας ᾤχετ' ἐκ δόμων ἄγων
  πρυμνοῦχον Αὖλιν, ἔνθ' ὑπερτείνας πυρᾶς
  λευκὴν διήμησ' Ἰφιγόνης παρηΐδα.
  κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
  ἢ δῶμ' ὀνήσων τἄλλα τ' ἐκσῴζων τέκνα,    1025
  ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ' ἂν ἦν·
  νῦν δ' οὕνεχ' Ἑλένη μάργος ἦν ὅ τ' αὖ λαβὼν
  ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
  τούτων ἕκατι παῖδ' ἐμὴν διώλεσεν.
  ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη    1030
  οὐκ ἠγριώμην οὐδ' ἂν ἔκτανον πόσιν·
  ἀλλ' ἦλθ' ἔχων μοι μαινάδ' ἔνθεον κόρην
  λέκτροις τ' ἐπεισέφρηκε, καὶ νύμφα δύο
  ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
  μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·    1035
  ὅταν δ', ὑπόντος τοῦδ', ἁμαρτάνῃ πόσις
  τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
  γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.
  κἄπειτ' ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,
  οἱ δ' αἴτιοι τῶνδ' οὐ κλύουσ' ἄνδρες κακῶς.    1040
  εἰ δ' ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,
  κτανεῖν μ' Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
  Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
  ἠνέσχετ' ἂν ταῦτ'; εἶτα τὸν μὲν οὐ θανεῖν
  κτείνοντα χρῆν τἄμ', ἐμὲ δὲ πρὸς κείνου παθεῖν;    1045
  ἔκτειν', ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον
  πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν
  τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;
  λέγ', εἴ τι χρῄζεις, κἀντίθες παῤῥησίᾳ,
  ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.    1050

Χο. δίκαι' ἔλεξας· ἡ δίκη δ' αἰσχρῶς ἔχει.

  γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
  ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε,
  οὐδ' εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.

Ηλ. μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους    1055

  λόγους, διδοῦσα πρὸς σέ μοι παῤῥησίαν.

Κλ. καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
Ηλ. † ἆρα † κλύουσα, μῆτερ, εἶτ' ἔρξεις κακῶς;
Κλ. οὐκ ἔστι, τῇ σῇ δ' ἡδὺ προσθήσω φρενί.
Ηλ. λέγοιμ' ἄν· ἀρχὴ δ' ἥδε μοι προοιμίου·    1060

  εἴθ' εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.
  τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
  Ἑλένης τε καὶ σοῦ, δύο δ' ἔφυτε συγγόνω,
  ἄμφω ματαίω Κάστορός τ' οὐκ ἀξίω.
  ἣ μὲν γὰρ ἁρπασθεῖσ' ἑκοῦσ' ἀπώλετο,    1065
  σὺ δ' ἄνδρ' ἄριστον Ἑλλάδος διώλεσας,
  σκῆψιν προτείνουσ', ὡς ὑπὲρ τέκνου πόσιν
  ἔκτεινας· οὐ γάρ σ' ὡς ἔγωγ' ἴσασιν εὖ.
  ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
  νέον τ' ἀπ' οἴκων ἀνδρὸς ἐξωρμημένου,    1070
  ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
  γυνὴ δ', ἀπόντος ἀνδρός, ἥτις ἐκ δόμων
  ἐς κάλλος ἀσκεῖ, διάγραφ' ὡς οὖσαν κακήν.
  οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
  φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.    1075
  μόνη δὲ πασῶν οἶδ' ἐγὼ σ' Ἑλληνίδων,
  εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
  εἰ δ' ἥσσον' εἴη, συννεφοῦσαν ὄμματα,
  Ἀγαμέμνον' οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
  καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·    1080
  ἄνδρ' εἶχες οὐ κακίον' Αἰγίσθου πόσιν,
  ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·
  Ἑλένης δ' ἀδελφῆς τοιάδ' ἐξειργασμένης
  ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ
  παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ' ἔχει.    1085
  εἰ δ', ὡς λέγεις, σὴν θυγατέρ' ἔκτεινεν πατήρ,
  ἐγὼ τί σ' ἠδίκησ' ἐμός τε σύγγονος;
  πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους
  ἡμῖν προσῆψας, ἀλλ' ἐπηνέγκω λέχει
  τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;    1090
  κοὔτ' ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,
  οὔτ' ἀντ' ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
  κτείνας ἀδελφῆς ζῶσαν. εἰ δ' ἀμείψεται
  φόνον δικάζων φόνος, ἀποκτενῶ σ' ἐγὼ
  καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·    1095
  εἰ γὰρ δίκαι' ἐκεῖνα, καὶ τάδ' ἔνδικα.
  [ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν
  γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ
  μεγάλων ἀμείνω σώφρον' ἐν δόμοις λέχη.

Χο. τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,    1100

  τὰ δ' οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.]

Κλ. ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·

  ἔστιν δὲ καὶ τόδ'· οἳ μέν εἰσιν ἀρσένων,
  οἳ δ' αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
  συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν    1105
  χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
  σὺ δ' ὧδ' ἄλουτος καὶ δυσείματος χρόα
  λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
  οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
  ὡς μᾶλλον ἢ χρῆν ἤλασ' εἰς ὀργὴν πόσιν.    1110

Ηλ. ὀψὲ στενάζεις, ἡνίκ' οὐκ ἔχεις ἄκη.

  πατὴρ μὲν οὖν τέθνηκε· τὸν δ' ἔξω χθονὸς
  πῶς οὐ κομίζῃ παῖδ' ἀλητεύοντα σόν;

Κλ. δέδοικα· τοὐμὸν δ', οὐχὶ τοὐκείνου, σκοπῶ.

  πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.    1115

Ηλ. τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
Κλ. τρόποι τοιοῦτοι· καὶ σὺ δ' αὐθάδης ἔφυς.
Ηλ. ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.
Κλ. καὶ μὴν ἐκεῖνος οὐκέτ' ἔσται σοι βαρύς.
Ηλ. φρονεῖ μέγ'· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.    1120
Κλ. ὁρᾷς; ἀν' αὖ σὺ ζωπυρεῖς νείκη νέα.
Ηλ. σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικ' ἐγώ.
Κλ. παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ' ἐκάλεις, τέκνον;
Ηλ. ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·

  τούτων ὕπερ μοι θῦσον-οὐ γὰρ οἶδ' ἐγώ-    1125
  δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·
  τρίβων γὰρ οὐκ εἴμ', ἄτοκος οὖσ' ἐν τῷ πάρος.

Κλ. ἄλλης τόδ' ἔργον, ἥ σ' ἔλυσεν ἐκ τόκων.
Ηλ. αὐτὴ 'λόχευον κἄτεκον μόνη βρέφος.
Κλ. οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;    1130
Ηλ. πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
Κλ. ἀλλ' εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον

  θύσω θεοῖσι· σοὶ δ' ὅταν πράξω χάριν
  τήνδ', εἶμ' ἐπ' ἀγρὸν οὗ πόσις θυηπολεῖ
  Νύμφαισιν. ἀλλὰ τούσδ' ὄχους, ὀπάονες,    1135
  φάτναις ἄγοντες πρόσθεθ'· ἡνίκ' ἂν δέ με
  δοκῆτε θυσίας τῆσδ' ἀπηλλάχθαι θεοῖς,
  πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.

Ηλ. χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι

  μή σ' αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.    1140
  θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
  κανοῦν δ' ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
  ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ
  πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις
  ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδ' ἐγὼ    1145
  δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
 

Χο. ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου- [στρ.    1147

  σιν αὖραι δόμων. τότε μὲν <ἐν> λουτροῖς
  ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
  ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων,    1150
  τάδ' ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν
  πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντ' ἐμάν;

- . . . . . . . .

  . . . . . . . .
 
  παλίῤῥους δὲ τάνδ' ὑπάγεται δίκαν [ἀντ.    1155
  διαδρόμου λέχους μέλεον, ἃ πόσιν    1156
  χρόνιον ἱκόμενον εἰς οἴκους
  Κυκλώπειά τ' οὐράνια τείχε' ὀξυθήκτου βέλους
  ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσ'· ἆ τλάμων    1160
  πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν;    1161

- ὀρεία τις ὡς λέαιν' ὀργάδων

  δρύοχα νεμομένα, τάδε κατήνυσεν.
 

Κλ. <ἔσωθεν>

  ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.    1165

Χο. κλύεις ὑπώροφον βοάν;
Κλ. ἰώ μοί μοι.
Χο. ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.
- νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·

  σχέτλια μὲν ἔπαθες, ἀνόσια δ' εἰργάσω,    1170
  τάλαιν', εὐνέταν.
 

- ἀλλ' οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι

  πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,
  τροπαῖα δείγματ' ἀθλίων προσφθεγμάτων.
  οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος    1175
  τῶν Τανταλείων οὐδ' ἔφυ ποτ' ἐκγόνων.
 

Ορ. ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα [στρ.    1177

  βροτῶν, ἴδετε τάδ' ἔργα φόνι-
  α μυσαρά, δίγονα σώματ' ἐν
  χθονὶ κείμενα πλαγᾷ    1180
  χερὸς ὑπ' ἐμᾶς, ἄποιν' ἐμῶν
  πημάτων. . . .
  . . . . .

Ηλ. δακρύτ' ἄγαν, ὦ σύγγον', αἰτία δ' ἐγώ.

  διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδ',
  ἅ μ' ἔτικτε κούραν.

Χο. ἰὼ τύχας, σᾶς τύχας,    1185

  μᾶτερ τεκοῦσ' <ἄλαστα>,
  ἄλαστα μέλεα καὶ πέρα
  παθοῦσα σῶν τέκνων ὑπαί.
  πατρὸς δ' ἔτεισας φόνον δικαίως.    1189
 

Ορ. ἰὼ Φοῖβ', ἀνύμνησας δίκαι' [ἀντ.    1190

  ἄφαντα, φανερὰ δ' ἐξέπρα-    1191
  ξας ἄχεα, φόνια δ' ὤπασας
  λάχε' ἀπὸ γᾶς [τᾶς] Ἑλλανίδος.
  τίνα δ' ἑτέραν μόλω πόλιν;
  τίς ξένος, τίς εὐσεβὴς    1195
  ἐμὸν κάρα προσόψεται
  ματέρα κτανόντος;

Ηλ. ἰὼ ἰώ μοι. ποῖ δ' ἐγώ, τίν' ἐς χορόν,

  τίνα γάμον εἶμι; τίς πόσις με δέξεται
  νυμφικὰς ἐς εὐνάς;    1200

Χο. πάλιν, πάλιν φρόνημα σὸν

  μετεστάθη πρὸς αὔραν·
  φρονεῖς γὰρ ὅσια νῦν, τότ' οὐ
  φρονοῦσα, δεινὰ δ' εἰργάσω,
  φίλα, κασίγνητον οὐ θέλοντα.    1205
 

Ορ. κατεῖδες, οἷον ἁ τάλαιν' ἔξω πέπλων [στρ.    1206

  ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,
  ἰώ μοι, πρὸς πέδῳ
  τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δ' ἐγὼ . . .

Χο. σάφ' οἶδα, δι' ὀδύνας ἔβας,    1210

  ἰήιον κλύων γόον
  ματρός, ἅ σ' ἔτικτε.
 
  Ορ. βοὰν δ' ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν [ἀντ.    1214
  τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω·    1215
  παρῄδων τ' ἐξ ἐμᾶν
  ἐκρίμναθ', ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.

Χο. τάλαινα· πῶς ἔτλας φόνον

  δι' ὀμμάτων ἰδεῖν σέθεν
  ματρὸς ἐκπνεούσας;    1220

Ορ. ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς [στρ.    1221

  φασγάνῳ κατηρξάμαν
  ματέρος ἔσω δέρας μεθείς.

Ηλ. ἐγὼ δ' ἐπεγκέλευσά σοι

  ξίφους τ' ἐφηψάμαν ἅμα.    1225

Χο. δεινότατον παθέων ἔρεξας.

 

Ορ. λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις [ἀντ.    1227}

  <καὶ> καθάρμοσον σφαγάς.
  φονέας ἔτικτες ἆρά σοι.

Ηλ. ἰδού, φίλᾳ τε κοὐ φίλᾳ    1230

  φάρεα τάδ' ἀμφιβάλλομεν.

Χο. τέρμα κακῶν μεγάλων δόμοισιν.

 

- ἀλλ' οἵδε δόμων ὑπὲρ ἀκροτάτων

  φαίνουσι τίνες-δαίμονες ἢ θεῶν
  τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γ'    1235
  ἥδε κέλευθος· τί ποτ' ἐς φανερὰν
  ὄψιν βαίνουσι βροτοῖσιν;

ΔΙΟΣΚΟΥΡΟΙ

  Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε    1238
  καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
  Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.    1240
  δεινὸν δὲ ναὸς ἀρτίως πόντου σάλον
  παύσαντ' ἀφίγμεθ' Ἄργος, ὡς ἐσείδομεν
  σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
  δίκαια μέν νυν ἥδ' ἔχει, σὺ δ' οὐχὶ δρᾷς·
  Φοῖβός τε, Φοῖβος-ἀλλ' ἄναξ γάρ ἐστ' ἐμός,    1245
  σιγῶ· σοφὸς δ' ὢν οὐκ ἔχρησέ σοι σοφά.
  αἰνεῖν δ' ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ
  πράσσειν ἃ Μοῖρα Ζεύς τ' ἔκρανε σοῦ πέρι.
  Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
  σὺ δ' Ἄργος ἔκλιπ'· οὐ γὰρ ἔστι σοι πόλιν    1250
  τήνδ' ἐμβατεύειν, μητέρα κτείναντι σήν.
  δειναὶ δὲ κῆρές <σ'> αἱ κυνώπιδες θεαὶ
  τροχηλατήσουσ' ἐμμανῆ πλανώμενον.
  ἐλθὼν δ' Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
  πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας    1255
  δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
  γοργῶφ' ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.
  ἔστιν δ' Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
  ἕζοντ' ἐπὶ ψήφοισιν αἵματος πέρι,
  Ἁλιῤῥόθιον ὅτ' ἔκταν' ὠμόφρων Ἄρης,    1260
  μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
  πόντου κρέοντος παῖδ', ἵν' εὐσεβεστάτη
  ψῆφος βεβαία τ' ἐστὶν † ἔκ τε τοῦ † θεοῖς.
  ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
  ἴσαι δέ σ' ἐκσῴζουσι μὴ θανεῖν δίκῃ    1265
  ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν
  ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
  καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
  νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ' ἀεί.
  δειναὶ μὲν οὖν θεαὶ τῷδ' ἄχει πεπληγμέναι    1270
  πάγον παρ' αὐτὸν χάσμα δύσονται χθονός,
  σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·
  σὲ δ' Ἀρκάδων χρὴ πόλιν ἐπ' Ἀλφειοῦ ῥοαῖς
  οἰκεῖν Λυκαίου πλησίον σηκώματος·
  ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.    1275
  σοὶ μὲν τάδ' εἶπον· τόνδε δ' Αἰγίσθου νέκυν
  Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.
  μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
  Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,
  Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων    1280
  ἥκει λιποῦσ' Αἴγυπτον οὐδ' ἦλθεν Φρύγας·
  Ζεὺς δ', ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
  εἴδωλον Ἑλένης ἐξέπεμψ' ἐς Ἴλιον.
  Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ' ἔχων
  Ἀχαιίδος γῆς οἴκαδ' ἐσπορευέτω,    1285
  καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
  Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·
  σὺ δ' Ἰσθμίας γῆς αὐχέν' ἐμβαίνω ποδὶ
  χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
  πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου    1290
  εὐδαιμονήσεις τῶνδ' ἀπαλλαχθεὶς πόνων.
 

Χο. ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς

  τὰς ὑμετέρας ἡμῖν πελάθειν;

Δι. θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
Ηλ. κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;    1295
Δι. καὶ σοί· Φοίβῳ τήνδ' ἀναθήσω

  πρᾶξιν φονίαν.

Χο. πῶς ὄντε θεὼ τῆσδέ τ' ἀδελφὼ

  τῆς καπφθιμένης
  οὐκ ἠρκέσατον κῆρας μελάθροις;    1300

Δι. μοῖρά τ' ἀνάγκης ἦγ' ᾗ τὸ χρεών,

  Φοίβου τ' ἄσοφοι γλώσσης ἐνοπαί.

Ηλ. τίς δ' ἔμ' Ἀπόλλων, ποῖοι χρησμοὶ

  φονίαν ἔδοσαν μητρὶ γενέσθαι;

Δι. κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,    1305

  μία δ' ἀμφοτέρους
  ἄτη πατέρων διέκναισεν.

Ορ. ὦ σύγγονέ μοι, χρονίαν σ' ἐσιδὼν

  τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
  καὶ σ' ἀπολείψω σοῦ λειπόμενος.    1310

Δι. πόσις ἔστ' αὐτῇ καὶ δόμος· οὐχ ἥδ'

  οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
  πόλιν Ἀργείων.

Ηλ. καὶ τίνες ἄλλαι στοναχαὶ μείζους

  ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;    1315

Ορ. ἀλλ' ἐγὼ οἴκων ἔξειμι πατρὸς

  καὶ ἐπ' ἀλλοτρίαις ψήφοισι φόνον
  μητρὸς ὑφέξω.

Δι. θάρσει· Παλλάδος

  ὁσίαν ἥξεις πόλιν· ἀλλ' ἀνέχου.    1320

Ηλ. περί μοι στέρνοις στέρνα πρόσαψον,

  σύγγονε φίλτατε·
  διὰ γὰρ ζευγνῦσ' ἡμᾶς πατρίων
  μελάθρων μητρὸς φόνιοι κατάραι.

Ορ. βάλε, πρόσπτυξον σῶμα· θανόντος δ'    1325

  ὡς ἐπὶ τύμβῳ καταθρήνησον.

Δι. φεῦ φεῦ· δεινὸν τόδ' ἐγηρύσω

  καὶ θεοῖσι κλύειν.
  ἔνι γὰρ κἀμοὶ τοῖς τ' οὐρανίδαις
  οἶκτοι θνητῶν πολυμόχθων.    1330

Ορ. οὐκέτι σ' ὄψομαι.
Ηλ. οὐδ' ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ορ. τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ηλ. ὦ χαῖρε, πόλις·

  χαίρετε δ' ὑμεῖς πολλά, πολίτιδες.    1335

Ορ. ὦ πιστοτάτη, στείχεις ἤδη;
Ηλ. στείχω βλέφαρον τέγγουσ' ἁπαλόν.
Ορ. Πυλάδη, χαίρων ἴθι, νυμφεύου    1340

  δέμας Ἠλέκτρας.
 

Δι. τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας

  τάσδ' ὑποφεύγων στεῖχ' ἐπ' Ἀθηνῶν·
  δεινὸν γὰρ ἴχνος βάλλουσ' ἐπὶ σοὶ
  χειροδράκοντες χρῶτα κελαιναί,    1345
  δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
  νὼ δ' ἐπὶ πόντον Σικελὸν σπουδῇ
  σῴσοντε νεῶν πρῴρας ἐνάλους.
  διὰ δ' αἰθερίας στείχοντε πλακὸς
  τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,    1350
  οἷσιν δ' ὅσιον καὶ τὸ δίκαιον
  φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
  ἐκλύοντες μόχθων σῴζομεν.
  οὕτως ἀδικεῖν μηδεὶς θελέτω
  μηδ' ἐπιόρκων μέτα συμπλείτω·    1355
  θεὸς ὢν θνητοῖς ἀγορεύω.

Χο. χαίρετε· χαίρειν δ' ὅστις δύναται

  καὶ ξυντυχίᾳ μή τινι κάμνει
  θνητῶν, εὐδαίμονα πράσσει.