Ζωές των Αποστόλων
Πέτρος καὶ Ἀνδρέας ἀδελφοί, ἐκ πατρὸς Ἰωάννου, μητρὸς δὲ Ἰωανά, ἀπὸ Βηθσαϊδὰ τῆς πόλεως, ἁλιεῖς τὴν τέχνην. καὶ ὁ μὲν Πέτρος γενόμενος πρῶτος ἐπίσκοπος ἐν Ἀντιοχείᾳ, ἔπειτα καὶ ἐν Ῥώμῃ, τελειοῦται ἐπὶ Νέρωνος σταυρωθεὶς ἐπὶ κεφαλῆς. Ἀνδρέας καὶ Ἰωάννης μαθηταὶ τοῦ προδρόμου. Ἀνδρέας ὁ ἀδελφὸς Πέτρου κηρύξας ἐν τῇ Ἑλλάδι ἐν Πάτραις σταυροῦται ὑπὸ τοῦ Αἰγεάτου.
Ἰάκωβος καὶ Ἰωάννης ἀδελφοὶ ἐκ πατρὸς Ζεβεδαίου, μητρὸς Ἰεροκλείας ἀπὸ Βηθσαϊδά, ἁλιεῖς καὶ ὁ μὲν Ἰάκωβος ἐν Ἱεροσολύμοις ὑπὸ Ἡρωδότου (l. Ηρώδου) τελειοῦται ξίφει· Ἰωάννης ὁ εὐαγγελιστὴς ὁ αδελφὸς αὐτοῦ ἐν Ἐφέσῳ μεταστέλλεται ἑξήκοντα ὀκτὼ ἔτη τῆς ἀναλήψεως τοῦ κυρίου.
Φίλιππος ἐκ πατρὸς Φιλιψάνου, μητρὸς δὲ Σοφίας, ἀπὸ Βηθσαϊδά, ἡνίοχος τὸ ἐπιτήδευμα, ἐν Ἱεραπόλει μαρτυρεῖ.
Θωμᾶς [ὁ] καὶ Ἰοῦδας, δίδυμος ὢν μετὰ ἀδελφῆς λεγομένης (λιγωμένης) Λισίας ἐκ πατρὸς Διοφάνους, μητρὸς δὲ Ῥώας, ἀπὸ Ἀντιοχείας, ἐν Ἰνδίᾳ τῇ Καλαμιτίδι τελειοῦται περιδαρείς.
Παρθολομαῖος (l. Βαρθολομαῖος) ἐκ πατρὸς Σωσθένου (Σωσοσθένου), μητρὸς Οὐρανίας, πολιαρίτης εἴτοι (l. ἤτοι) λάχανα φυτεύων ἐν Ἀρβανῷ πόλει τῆς Ἀρμενίας σταυροῦται.
Θαδδαῖος ὁ καὶ Λευέως ὁ αυτὸς καὶ Ἰούδας Ἰακώβου λέγεται ἐκ πατρὸς Νεκροφάνους, μητρὸς δὲ Σελήνης, Ἰταλικὸς ἐν Ῥεβεντῇ (l. Ῥαβεννῇ) Βλεμμίῳ ἀναρτηθεὶς καὶ τοξευθεὶς τελειοῦται.
Ἰάκωβος ὁ τοῦ Αλφαίου ἐκ πατρὸς Ἄνδρονος, μητρὸς δὲ Εὐτυχίας ἀπὸ Ἱερᾶς πόλεως λαοξός (l. λαοξόος) τὴν τέχνην ἐν Ἰνδίᾳ τῆς βαρβαρικῆς τελειοῦται συεληλαστός.
Ματθαῖος, ὁ καὶ Λεϋί, τελώνης τὸ ἐπιτήδευμα, ὁ αὐτὸς καὶ Εὐαγγελιστής, ἐκ πατρὸς Ῥούκου, μητρὸς δὲ Χεροχίας, ἀπὸ τῆς Γαλιλαίας ἐν Ἤρῃ τῆς Παρθείας τελειοῦται λίθοις.
Σίμων ὁ Κανανίτης ὃς καὶ Ζηλωτὴς λέγεται, άριστοκλήτου τοῦ κυρίου εἰς τοὺς γάμους, ἐκ πατρὸς Καλλίωνος, μητρὸς δὲ Ἀκμίας ἀπὸ Σαλήμ, σταύρῳ προσηλωθείς.
Ἰουδὰς Ἰσκαριώτης ἀπελθὼν ἀπήξατο καὶ ἀντ’ αύτοῦ εἰσῆλθε Ματθίας.
Παῦλος καὶ Μάρκος καὶ Λουκᾶς ἐκ τῶν ο'· καὶ ὁ μὲν Παῦλος ἀπὸ Τάρσου της Κιλικίας, άναστραφεὶς ἐν Ἱεροσολύμοις ὑπὸ Γαμαλιήλ (Γαμαλλήλ), ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ κηρίξας, ἐν Ῥώμῃ τελειοῦται ὑπὸ Νέρωνος ξίφει· ὁ δὲ Μάρκος ἐν Ἀλεξανδρείᾳ τελειοῦται.
*Πηγή: J. Rendel Harris, The Origin of the Leicester Codex of the New Testament (London, 1887), p. 63