Συγγραφέας:Ζηνόδοτος ο Εφέσιος
Εμφάνιση
(Ανακατεύθυνση από Ζηνόδοτος)
←Συγγραφείς: | Ζηνόδοτος ο Εφέσιος |
- VII 315, Τρηχεῖαν κατ᾿ ἐμεῦ, ψαφαρὴ κόνι (ή Ριιανού)
- VII 117, ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον
- XVI 14 Τίς γλύψας τὸν Ἒρωτα παρά κρήνησιν ἔθηκεν
VII 117 Ζηνοδότου
[Επεξεργασία]- ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·
- ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ, αἵρεσιν, ἀτρέστου ματέρ' ἐλευθερίας·
- εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος κεῖνος, ἀφ' οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;
VII 315 Ριανού ή Ζηνοδότου
[Επεξεργασία]- Τρηχεῖαν κατ᾿ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου,
- ὡς ἐπ᾿ ἐμοὶ μηδ᾿ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι ἴχνος, ἐρημάζω δ᾿ ἥσυχα κεκλιμένος.
- ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ᾿ ἀστοῖσι φιλἠεὶς Τίμων οὐδ᾿ Ἀΐδῃ γνήσιος εἰμι νέκυς.
XVI 14 Ζηνοδότου / L.1 T.27 E.14
[Επεξεργασία]- Τίς γλύψας τὸν Ἒρωτα παρά κρήνησιν ἔθηκεν, οἰόμενος παύσειν τοῦτο τὸ πῦρ ὕδατι ;
μετάφραση
- Ποιος γλύπτης έστησεν εδώ τον Έρωτα στη βρύση, νομίζοντας πως το νερό τέτοια φωτιά θα σβήσει;