Ζεύ πάτερ

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Edmonds 69 Ζεῦ πάτερ
Συγγραφέας: Αλκαίος ο Μυτιληναίος



Ζεῦ πάτερ, Λύδοι μὲν ἐπα[σχάλαντες
συμφόραισι δισχελίοις στά[τηρας
ἄμμ' ἔδωκαν, αἴ κε δυνάμεθ' ἴρ[αν
     ἐς πόλιν ἔλθην,

οὐ πάθοντες οὐδάμα πὦσλον οὐ[δ' ἒ]ν
οὐδὲ γινώσκοντες· ὀ δ' ὠς ἀλώπα[
ποικ[ι]λόφρων εὐμάρεα προλέξα[ις
     ἤλπ[ε]το λάσην.