Μετάβαση στο περιεχόμενο

Ευμενίδες

Από Βικιθήκη
Εὐμενίδες
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα, αντικείμενο wikidata. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Αισχύλος και διδάχθηκε το 458 π.Χ.
Eπιμέλεια Herbert Weir Smyth, Loeb Classical Library (1926)


ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ


ΕΥΜΕΝΙΔΗΣ


Πυθιας
Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο
μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ
5 λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
Φοίβη· δίδωσι δ᾽ ἣ γενέθλιον δόσιν
Φοίβῳ· τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
10 κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ ἕδρας.
πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
15 μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·
Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός.
20 τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται·
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·
Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
25 ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
λαγὼ δίκην Πενθεῖ καταῤῥάψας μόρον·
Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
30 καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
ἄριστα δοῖεν· κεἰ παρ᾽ Ἑλλήνων τινές,
ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.

ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,
35 πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν,
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·
40 ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
45 ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.
πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
50 εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν·
ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
55 καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας
οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος
τρέφουσ᾽ ἀνατεὶ μὴ μεταστένειν πόνον.
60 τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

Απολλων
οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ
65 ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·
ὕπνῳ πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
70 θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε.
κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
75 ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
βιβῶντ᾽ ἀν᾽ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιῤῥύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80 ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων·
καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.

Ορεστης
85 ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ᾽δικεῖν·
ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

Απολλων
μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
90 Ἑρμῆ, φύλασσε· κάρτα δ᾽ ὢν ἐπώνυμος
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτην—σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας—
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

Κλυταιμηστρας Ειδωλον
εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
95 ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δ᾽ ἀλῶμαι· προυννέπω δ᾽ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
100 παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105 ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν.
ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110 καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
115 ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί.
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.

Χορος
120 (μυγμός.)

Κλυταιμηστρα Ειδωλον
μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω·
φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.

Χορος
(μυγμός.)

Κλυταιμηστρα Ειδωλον
ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.

Χορος
(ὠγμός.)

Κλυταιμηστρα Ειδωλον
ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
125 τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;

Χορος
(ὠγμός.)

Κλυταιμηστρα Ειδωλον
ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.

Χορος
(μυγμὸς διπλοῦς ὀξύς.)
130 λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.

Κλυταιμηστρα Ειδωλον
ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ
κύων μέριμναν οὔποτ᾽ ἐκλείπων πόνου.
τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ.
135 ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ,
ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.

Χορος
140 ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ.
εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,
ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾷ.

[στρ. α.ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,—
ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—
145 ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
ἄφερτον κακόν·
ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ ὁ θήρ.—
ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.

[ἀντ. α.ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,—
150 νέος δὲ γραίας δαίμονας καθιππάσω,—
τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
τοκεῦσιν πικρόν·
τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.—
τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν;

[στρ. β.155 ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν
ἔτυψεν δίκαν διφρηλάτου
μεσολαβεῖ κέντρῳ
ὑπὸ φρένας, ὑπὸ λοβόν.—
160 πάρεστι μαστίκτορος δαΐου δαμίου
βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.

[ἀντ. β.τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,
κρατοῦντες τὸ πᾶν δίκας πλέον
φονολιβῆ θρόνον
165 περὶ πόδα, περὶ κάρα.—
πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.

[στρ. γ.ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι
170 μυχὸν ἐχράνατ᾽ αὐτόσσυτος, αὐτόκλητος,
παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
παλαιγενεῖς δὲ μοίρας φθίσας.

[ἀντ. γ.κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,
175 ὑπό τε γᾶν φυγὼν οὔ ποτ᾽ ἐλευθεροῦται.
ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάρᾳ
μιάστορ᾽ ἐκ γένους πάσεται.

Απολλων
ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
180 χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ ἀπ᾽ ἀνθρώπων ἀφρόν,
ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
185 οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·
ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθορᾷ
παίδων κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνία,
λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
190 ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε
οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς
στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος
μορφῆς. λέοντος ἄντρον αἱματοῤῥόφου
οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
195 ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι.
ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν.

Χορος
ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
200 ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.

Απολλων
πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.

Χορος
ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.

Απολλων
ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν;

Χορος
κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου.

Απολλων
205 καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους.

Χορος
καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;

Απολλων
οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.

Χορος
ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.

Απολλων
τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.

Χορος
210 τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.

Απολλων
τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;

Χορος
οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.

Απολλων
ἦ κάρτ᾽ ἄτιμα καὶ παρ᾽ οὐδὲν εἰργάσω
Ἥρας τελείας καὶ Διὸς πιστώματα.
215 Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέῤῥιπται λόγῳ,
ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
220 τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ,
οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν.
τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,
τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά.

Χορος
225 τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.

Απολλων
σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλείω τίθου.

Χορος
τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.

Απολλων
οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.

Χορος
μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.
230 ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.

Απολλων
ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·
δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.

Ορεστης
235 ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύμασιν
ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,
ἀλλ᾽ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς
ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
240 ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.

Χορος
245 εἶεν· τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.
ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
250 ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν
ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.
καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.
ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.

ὅρα ὅρα μάλ᾽ αὖ,
255 λεύσσετε πάντα, μὴ
λάθῃ φύγδα βὰς
[ὁ] ματροφόνος ἀτίτας.
ὁ δ᾽ αὖτέ γ᾽ [οὖν] ἀλκὰν ἔχων
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
260 ὑπόδικος θέλει γενέσθαι χρεῶν.
τὸ δ᾽ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ
δυσαγκόμιστον, παπαῖ,
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν
265 ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ
φεροίμαν βοσκὰν πώματος δυσπότου·
καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,
ἀντίποιν᾽ ὡς τίνῃς ματροφόνου δύας.
ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
270 ἢ θεὸν ἢ ξένον
τιν᾽ ἀσεβῶνᾳ† ἢ τοκέας φίλους,
ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.
μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
ἔνερθε χθονός,
275 δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί.

Ορεστης
ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
σιγᾶν θ᾽ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.
280 βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει·
ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος,
285 ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
[χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.]
καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ
χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ
μολεῖν ἀρωγόν· κτήσεται δ᾽ ἄνευ δορὸς
290 αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
295 φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα
θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—
ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος.

Χορος
οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος
300 ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον
ἔῤῥειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,
ἀναίματον βόσκημα δαιμόνων, σκιάν.
οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους,
ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
305 καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·
ὕμνον δ᾽ ἀκούσῃ τόνδε δέσμιον σέθεν.

ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
μοῦσαν στυγερὰν
ἀποφαίνεσθαι δεδόκηκεν,
310 λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους
ὡς ἐπινωμᾷ στάσις ἁμά.
εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι·
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽
οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,
315 ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ·
ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ
χεῖρας φονίας ἐπικρύπτει,
μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
παραγιγνόμεναι πράκτορες αἵματος
320 αὐτῷ τελέως ἐφάνημεν.

[στρ. α.  μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ
  Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν
  ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ-
  νίς μ᾽ ἄτιμον τίθησιν
325   τόνδ᾽ ἀφαιρούμενος
  πτῶκα, ματρῷον ἅ-
  γνισμα κύριον φόνου.

[ἐφυμν. α.  ἐπὶ δὲ τῷ τεθυμένῳ
  τόδε μέλος, παρακοπά,
330   παραφορὰ φρενοδαλής,
  ὕμνος ἐξ Ἐρινύων,
  δέσμιος φρενῶν, ἀφόρ-
  μικτος, αὐονὰ βροτοῖς.

[ἀντ. α.  τοῦτο γὰρ λάχος διανταία
335   Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν,
  θνατῶν τοῖσιν αὐτουργίαι
  ξυμπέσωσιν μάταιοι,
  τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν
  γᾶν ὑπέλθῃ· θανὼν δ᾽
340   οὐκ ἄγαν ἐλεύθερος.

[ἐφυμν. α.  ἐπὶ δὲ τῷ τεθυμένῳ
  τόδε μέλος, παρακοπά,
  παραφορὰ φρενοδαλής,
  ὕμνος ἐξ Ἐρινύων,
345   δέσμιος φρενῶν, ἀφόρ-
  μικτος, αὐονὰ βροτοῖς.

[στρ. β.γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη·
350 ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστί
συνδαίτωρ μετάκοινος·
παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην
–◡ –◡ –◡ –.

[ἐφυμν. β.  δωμάτων γὰρ εἱλόμαν
355   ἀνατροπάς, ὅταν Ἄρης
  τιθασὸς ὢν φίλον ἕλῃ.
  ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι
  κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-
  ροῦμεν ὑφ᾽ αἵματος νέου.

[ἀντ. β.360 σπεύδομεν αἵδ᾽ ἀφελεῖν τινὰ τάσδε μερίμνας,
θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν,
μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν·
365 Ζεὺς δ᾽ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας
ἇς ἀπηξιώσατο.

[ἐφυμν. β.  <δωμάτων γὰρ εἱλόμαν
  ἀνατροπάς, ὅταν Ἄρης
  τιθασὸς ὢν φίλον ἕλῃ.
  ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι
  κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-
  ροῦμεν ὑφ᾽ αἵματος νέου.>

[στρ. γ.δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ
τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
370 ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-
σμοῖς τ᾽ ἐπιφθόνοις ποδός.

[ἐφυμν. γ.  μάλα γὰρ οὖν ἁλομένα
  ἀνέκαθεν βαρυπεσῆ
  καταφέρω ποδὸς ἀκμάν,
375   σφαλερὰ <καὶ> τανυδρόμοις
  κῶλα, δύσφορον ἄταν.

[ἀντ. γ.πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ·
τοῖον [γὰρ] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
380 ται πολύστονος φάτις.

[ἐφυμν. γ.   <μάλα γὰρ οὖν ἁλομένα
  ἀνέκαθεν βαρυπεσῆ
  καταφέρω ποδὸς ἀκμάν,
  σφαλερὰ καὶ τανυδρόμοις
  κῶλα, δύσφορον ἄταν.>

[στρ. δ.  μένει γάρ. εὐμήχανοί
  τε καὶ τέλειοι, κακῶν
  τε μνήμονες σεμναὶ
  καὶ δυσπαρήγοροι βροτοῖς,
385   ἄτιμ᾽ ἀτίετα διόμεναι
  λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ
  λάμπᾳ, δυσοδοπαίπαλα
  δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.

[ἀντ. δ.  τίς οὖν τάδ᾽ οὐχ ἅζεταί
390   τε καὶ δέδοικεν βροτῶν,
  ἐμοῦ κλύων θεσμὸν
  τὸν μοιρόκραντον ἐκ θεῶν
  δοθέντα τέλεον; ἔτι δέ μοι
  <μένει> γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας
395   κύρω, καίπερ ὑπὸ χθόνα
  τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.

Αθηνα
πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
400 τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις·
ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
405 [πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον]
καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς
ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω·
βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
410 ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.

Χορος
415 πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.

Αθηνα
γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.

Χορος
τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.

Αθηνα
420 μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.

Χορος
βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.

Αθηνα
καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;

Χορος
ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.

Αθηνα
ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιῤῥοιζεῖς φυγάς;

Χορος
425 φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.

Αθηνα
ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;

Χορος
ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;

Αθηνα
δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.

Χορος
ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι.

Αθηνα
430 κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.

Χορος
πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.

Αθηνα
ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.

Χορος
ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.

Αθηνα
ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;

Χορος
435 πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων.

Αθηνα
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
440 ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας 440
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.

Ορεστης
ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
445 οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος
πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
450 σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
455 Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν
εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
460 μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
465 καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
σὺ δ᾽ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.

Αθηνα
470 τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·
475 οὕτως δ᾽ ἄμομφον ὄντα σ᾽ αἰδοῦμαι πόλει.
αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
480 τοιαῦτα μὲν τάδ᾽ ἐστίν· ἀμφότερα, μένειν
πέμπειν τε δυσπήμαντ᾽ ἀμηχάνως ἐμοί.
ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,
φόνων δικαστὰς ὁρκίους αἱρουμένη
θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον.
485 ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα·
κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως,
ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.

Χορος
[στρ. α.490 νῦν καταστροφαὶ νέων
θεσμίων, εἰ κρατή-
σει δίκα <τε> καὶ βλάβα
τοῦδε ματροκτόνου.
πάντας ἤδη τόδ᾽ ἔργον εὐχερεί-
495 ᾳ συναρμόσει βροτούς·
πολλὰ δ᾽ ἔτυμα παιδότρωτα
πάθεα προσμένει τοκεῦ-
σιν μεταῦθις ἐν χρόνῳ.

[ἀντ. α.οὐδὲ γὰρ βροτοσκόπων
500 μαινάδων τῶνδ᾽ ἐφέρ-
ψει κότος τις ἐργμάτων—
πάντ᾽ ἐφήσω μόρον.
πεύσεται δ᾽ ἄλλος ἄλλοθεν, προφω-
νῶν τὰ τῶν πέλας κακά,
505 λῆξιν ὑπόδοσίν τε μόχθων·
ἄκεά τ᾽ οὐ βέβαια τλά-
μων [δέ τις] μάταν παρηγορεῖ.

[στρ. β.μηδέ τις κικλῃσκέτω
ξυμφορᾷ τετυμμένος,
510 τοῦτ᾽ ἔπος θροούμενος,
ὦ δίκα,
ὦ θρόνοι τ᾽ Ἐρινύων.
ταῦτά τις τάχ᾽ ἂν πατὴρ
ἢ τεκοῦσα νεοπαθὴς
515 οἶκτον οἰκτίσαιτ᾽, ἐπει-
δὴ πίτνει δόμος δίκας.

[ἀντ. β.ἔσθ᾽ ὅπου τὸ δεινὸν εὖ,
καὶ φρενῶν ἐπίσκοπον
δεῖ μένειν καθήμενον.
520 ξυμφέρει
σωφρονεῖν ὑπὸ στένει.
τίς δὲ μηδὲν ἐν δέει
καρδίαν <ἂν> ἀνατρέφων
ἢ πόλις βροτός θ᾽ ὁμοί-
525 ως ἔτ᾽ ἂν σέβοι δίκαν;

[στρ. γ.μήτ᾽ ἀνάρχετον βίον
μήτε δεσποτούμενον
αἰνέσῃς.
παντὶ μέσῳ τὸ κράτος
530 θεὸς ὤπασεν, ἄλλ᾽
ἄλλᾳ δ᾽ ἐφορεύει.
ξύμμετρον δ᾽ ἔπος λέγω,
δυσσεβίας μὲν ὕβρις
τέκος ὡς ἐτύμως·
535 ἐκ δ᾽ ὑγιεί-
ας φρενῶν ὁ πάμφιλος
καὶ πολύευκτος ὄλβος.

[ἀντ. γ.ἐς τὸ πᾶν δέ σοι λέγω,
βωμὸν αἴδεσαι Δίκας·
540 μηδέ νιν
κέρδος ἰδὼν ἀθέῳ
ποδὶ λὰξ ἀτίσῃς·
ποινὰ γὰρ ἐπέσται.
κύριον μένει τέλος.
545 πρὸς τάδε τις τοκέων
σέβας εὖ προτίων
καὶ ξενοτί-
μους δόμων ἐπιστροφὰς
αἰδόμενός τις ἔστω.

[στρ. δ.550 ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν
οὐκ ἄνολβος ἔσται·
πανώλεθρος <δ᾽> οὔποτ᾽ ἂν γένοιτο.
τὸν ἀντίτολμον δέ φαμι παρβάταν
ἄγοντα πολλὰ παντόφυρτ᾽ ἄνευ δίκας
555 βιαίως ξὺν χρόνῳ καθήσειν
λαῖφος, ὅταν λάβῃ πόνος
θραυομένας κεραίας.

[ἀντ. δ.καλεῖ δ᾽ ἀκούοντας οὐδὲν <ἐν> μέσᾳ
δυσπαλεῖ τε δίνᾳ·
560 γελᾷ δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμῷ,
τὸν οὔποτ᾽ αὐχοῦντ᾽ ἰδὼν ἀμαχάνοις
δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν·
δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
ἕρματι προσβαλὼν δίκας
565 ὤλετ᾽ ἄκλαυτος, αἶστος.

Αθηνα
κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
ἥ τ᾽ οὖν διάτορος Τυρσηνικὴ
σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,
ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
570 πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον
καὶ τούσδ᾽ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.

Χορος
ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.
575 τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.

Απολλων
καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ
ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ δόμων ἐφέστιος
ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιος—
καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ᾽ ἔχω
580 τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴσαγε
ὅπως <τ᾽> ἐπίστᾳ τήνδε κύρωσον δίκην.

Αθηνα
ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην·
ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

Χορος
585 πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς
τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.

Ορεστης
ἔκτεινα· τούτου δ᾽ οὔτις ἄρνησις πέλει.

Χορος
ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων.

Ορεστης
590 οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.

Χορος
εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες.

Ορεστης
λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

Χορος
πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασιν;

Ορεστης
τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.

Χορος
595 ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;

Ορεστης
καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

Χορος
ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα.

Ορεστης
πέποιθ᾽. ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει πατήρ.

Χορος
νεκροῖσί νυν πέπισθι μητέρα κτανών.

Ορεστης
600 δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.

Χορος
πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

Ορεστης
ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανεν.

Χορος
τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ.

Ορεστης
τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

Χορος
605 οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.

Ορεστης
ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

Χορος
πῶς γάρ σ᾽ ἔθρεψ᾽ ἂν ἐντός, ὦ μιαιφόνε,
ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;

Ορεστης
ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι,
610 Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.
δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.
ἀλλ᾽ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ
δοκεῖ τόδ᾽ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.

Απολλων
λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν
615 θεσμὸν δικαίως,—μάντις ὢν δ᾽ οὐ ψεύσομαι.
οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.
τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν,
620 βουλῇ πιφαύσκω δ᾽ ὔμμ᾽ ἐπισπέσθαι πατρός·
ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.

Χορος
Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον
πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;

Απολλων
625 οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
διοσδότοις σκήπτροισι τιμαλφούμενον,
καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος,
ἀλλ᾽ ὡς ἀκούσῃ, Παλλὰς οἵ τ᾽ ἐφήμενοι
630 ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα
†τὰ πλεῖστ᾽ ἄμεινον εὔφροσιν δεδεγμένη,
δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι
φᾶρος περεσκήνωσεν†, ἐν δ᾽ ἀτέρμονι
635 κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ.
ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,
ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

Χορος
640 πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·
αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

Απολλων
ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
645 πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ᾽ ἄκος
καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·
ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις
ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.
τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
650 οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω
στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.

Χορος
πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα·
τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι
ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός;
655 ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;

Απολλων
καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ.
οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου
τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.
660 τίκτει δ᾽ ὁ θρῴσκων, ἡ δ᾽ ἅπερ ξένῳ ξένη
ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.
πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός· πέλας
μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
665 οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη,
ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.
ἐγὼ δέ, Παλλάς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι,
τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον,
670 ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου
καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά,
καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι
στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

Αθηνα
ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν
675 ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;

Χορος
ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.

Αθηνα
τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽, ἄμομφος ὦ;

Απολλων
ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ
680 ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.

Αθηνα
κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
685 πάγον δ᾽ Ἄρειον τόνδ᾽, Ἀμαζόνων ἕδραν
σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον
στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε,
Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος
690 πέτρα, πάγος τ᾽ Ἄρειος· ἐν δὲ τῷ σέβας
ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς,
αὐτῶν πολιτῶν μὴ ᾽πιχραινόντων νόμους
κακαῖς ἐπιῤῥοαῖσι· βορβόρῳ δ᾽ ὕδωρ
695 λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν.
τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον
ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
700 τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας
ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον
ἔχοιτ᾽ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
οὔτ᾽ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
705 αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν
ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ
καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
710 αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.

Χορος
καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς
ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

Απολλων
κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι.

Χορος
715 ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις,
μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσῃ νέμων.

Απολλων
ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

Χορος
λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
720 βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν.

Απολλων
ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ᾽ ἐγώ.

Χορος
τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

Απολλων
725 οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν,
ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;

Χορος
σύ τοι παλαιὰς διανομὰς καταφθίσας
οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

Απολλων
σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος
730 ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.

Χορος
ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,
ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.

Αθηνα
ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην.
735 ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι.
μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ᾽ ἐγείνατο,
τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
740 ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.
ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους,
ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος.

Ορεστης
ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

Χορος
745 ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾷς τάδε;

Ορεστης
νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν.

Χορος
ἡμῖν γὰρ ἔῤῥειν, ἢ πρόσω τιμὰς νέμειν.

Απολλων
πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
τὸ μὴ ᾽δικεῖν σέβοντες ἐν διαιρέσει.
750 γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα,
βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία.

Αθηνα
ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην·
ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

Ορεστης
ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους.
755 γαίας πατρῴας ἐστερημένον σύ τοι
κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,
“Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν
οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου
ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
760 σωτῆρος,” ὃς πατρῷον αἰδεσθεὶς μόρον
σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.
ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
765 μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.
αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
ἀμηχάνοισι πράξομεν δυσπραξίαις,
770 ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·
ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,
αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
775 καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·
πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
σωτήριόν τε καὶ δορὸς νικηφόρον.

Χορος
ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
780 ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος
ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ
μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
785 λειχὴν ἄφυλλος, ἄτεκνος,
ἰὼ δίκα, πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω· τί ῥέξω;
γελῶμαι πολίταις.
790 δύσοισθ᾽ ἅπαθον.
ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.

Αθηνα
ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
795 οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη
ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·
ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
αὐτός θ᾽ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
800 ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ
βαρὺν κότον σκήψητε, μηδ᾽ ἀκαρπίαν
τεύξητ᾽, ἀφεῖσαι “δαιμόνων σταλάγματα,
βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
805 ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις
ἕξειν ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας.

Χορος
[στρ. α.ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
810 ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος
ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ
μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
815 λειχὴν ἄφυλλος, ἄτεκνος,
ἰὼ δίκα, πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω· τί ῥέξω;
γελῶμαι πολίταις·
820 δύσοισθ᾽ ἅπαθον.
ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.

Αθηνα
οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν
825 θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,
ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·
ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ᾽ εὐπιθὴς ἐμοὶ
830 γλώσσης ματαίας μὴ ᾽κβάλῃς ἔπη χθονί,
καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς
κοίμα κελαινοῦ κύματος πικρὸν μένος
ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·
πολλῆς δὲ χώρας τῆσδ᾽ ἔτ᾽ ἀκροθίνια
835 θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον.

Χορος
[στρ. β.ἐμὲ παθεῖν τάδε, φεῦ,
ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
φεῦ, ἀτίετον μύσος.
840 πνέω τοι μένος ἅπαντά τε κότον.
οἶ οἶ δᾶ, φεῦ.
τίς μ᾽ ὑποδύεται, <τίς> ὀδύνα πλευράς;
θυμὸν ἄιε, μᾶτερ
845 Νύξ· ἀπὸ γάρ με τι-
μᾶν δαναιᾶν θεῶν
δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.

Αθηνα
ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
καὶ τῷ μὲν <εἶ> σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα·
850 φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
γῆς τῆσδ᾽ ἐρασθήσεσθε· προυννέπω τάδε.
οὑπιῤῥέων γὰρ τιμιώτερος χρόνος
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
855 ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
τεύξῃ παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,
ὅσων παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.
σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
860 νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
μήτ᾽, ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων,
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
865 ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·
ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην
τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.

Χορος
[ἀντ. β.870 ἐμὲ παθεῖν τάδε, φεῦ,
ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
φεῦ, ἀτίετον μύσος.
πνέω τοι μένος ἅπαντά τε κότον.
οἶ οἶ δᾶ, φεῦ.
875 τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς;
θυμὸν ἄιε, μᾶτερ
Νύξ· ἀπὸ γάρ με τι-
μᾶν δαναιᾶν θεῶν
δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.
880  
Αθηνα
οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
ἄτιμος ἔῤῥειν τοῦδ᾽ ἀπόξενος πέδου.
885 ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας;
γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,
σὺ δ᾽ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
οὔ τἂν δικαίως τῇδ᾽ ἐπιῤῥέποις πόλει
μῆνίν τιν᾽ ἢ κότον τιν᾽ ἢ βλάβην στρατῷ.
890 ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.

Χορος
ἄνασσ᾽ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;

Αθηνα
πάσης ἀπήμον᾽ οἰζύος· δέχου δὲ σύ.

Χορος
καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;

Αθηνα
895 ὡς μή τιν᾽ οἶκον εὐθενεῖν ἄνευ σέθεν.

Χορος
σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;

Αθηνα
τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.

Χορος
καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;

Αθηνα
ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.

Χορος
900 θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου.

Αθηνα
τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσῃ φίλους.

Χορος
τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί;

Αθηνα
ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου
905 ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα
εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα·
καρπόν τε γαίας καὶ βοτῶν ἐπίῤῥυτον
ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,
καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
910 τῶν εὐσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις.
στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,
τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος.
τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ᾽ ἐγὼ
πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
915 τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.

Χορος
[στρ. α.δέξομαι Παλλάδος ξυνοικίαν,
οὐδ᾽ ἀτιμάσω πόλιν,
τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
φρούριον θεῶν νέμει,
920 ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων·
τ᾽ ἐγὼ κατεύχομαι
θεσπίσασα πρευμενῶς
ἐπισσύτους βίου τύχας ὀνησίμους
925 γαίας ἐξαμβρῦσαι
φαιδρὸν ἁλίου σέλας.

Αθηνα
τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις
πράσσω, μεγάλας καὶ δυσαρέστους
δαίμονας αὐτοῦ κατανασσαμένη.
930 πάντα γὰρ αὗται τὰ κατ᾽ ἀνθρώπους
ἔλαχον διέπειν.
ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων
οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.
τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
935 πρὸς τάσδ᾽ ἀπάγει, σιγῶν <δ᾽> ὄλεθρος
καὶ μέγα φωνοῦντ᾽
ἐχθραῖς ὀργαῖς ἀμαθύνει.

Χορος
[ἀντ. α.δενδροπήμων δὲ μὴ πνέοι βλάβα,
τὰν ἐμὰν χάριν λέγω·
940 φλογμός τ᾽ ὀμματοστερὴς φυτῶν, τὸ
μὴ περᾶν ὅρον τόπων,
μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,
μῆλά τ᾽ εὐθενοῦντα γᾶ
945 ξὺν διπλοῖσιν ἐμβρύοις
τρέφοι χρόνῳ τεταγμένῳ· γόνος <δ᾽ ἀεὶ>
πλουτόχθων ἑρμαίαν
δαιμόνων δόσιν τίοι.

Αθηνα
ἦ τάδ᾽ ἀκούετε, πόλεως φρούριον,
950 οἷ᾽ ἐπικραίνει; μέγα γὰρ δύναται
πότνι᾽ Ἐρινὺς παρά τ᾽ ἀθανάτοις
τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων
φανερῶς τελέως διαπράσσουσιν,
τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὖ δακρύων
955 βίον ἀμβλωπὸν παρέχουσαι.

Χορος
[στρ. β.ἀνδροκμῆτας δ᾽ ἀώρ-
ους ἀπεννέπω τύχας,
νεανίδων τ᾽ ἐπηράτων
ἀνδροτυχεῖς βιότους
960 δότε, κύρι᾽ ἔχοντες,
θεαί τ᾽ ὦ Μοῖραι
ματροκασιγνῆται,
δαίμονες ὀρθονόμοι,
παντὶ δόμῳ μετάκοινοι,
965 παντὶ χρόνῳ δ᾽ ἐπιβριθεῖς
ἐνδίκοις ὁμιλίαις,
πάντᾳ τιμιώταται θεῶν.

Αθηνα
τάδε τοι χώρᾳ τἠμῇ προφρόνως
ἐπικραινομένων
970 γάνυμαι· στέργω δ᾽ ὄμματα Πειθοῦς,
ὅτι μοι γλῶσσαν καὶ στόμ᾽ ἐπωπᾷ
πρὸς τάσδ᾽ ἀγρίως ἀπανηναμένας·
ἀλλ᾽ ἐκράτησε Ζεὺς ἀγοραῖος·
νικᾷ δ᾽ ἀγαθῶν
975 ἔρις ἡμετέρα διὰ παντός.

Χορος
[ἀντ. β.τὰν δ᾽ ἄπληστον κακῶν
μήποτ᾽ ἐν πόλει στάσιν
τᾷδ᾽ ἐπεύχομαι βρέμειν.
μηδὲ πιοῦσα κόνις
980 μέλαν αἷμα πολιτᾶν
δι᾽ ὀργὰν ποινᾶς
ἀντιφόνους ἄτας
ἁρπαλίσαι πόλεως.
χάρματα δ᾽ ἀντιδιδοῖεν
985 κοινοφιλεῖ διανοίᾳ,
καὶ στυγεῖν μιᾷ φρενί·
πολλῶν γὰρ τόδ᾽ ἐν βροτοῖς ἄκος.

Αθηνα
ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς
ὁδὸν εὑρίσκειν;
990 ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·
τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ
μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
ὀρθοδίκαιον
995 πρέψετε πάντως διάγοντες.

Χορος
[στρ. γ.<χαίρετε> χαίρετ᾽ ἐν αἰσιμίαισι πλούτου.
χαίρετ᾽ ἀστικὸς λεώς,
ἴκταρ ἥμενοι Διός,
παρθένου φίλας φίλοι
1000 σωφρονοῦντες ἐν χρόνῳ.
Παλλάδος δ᾽ ὑπὸ πτεροῖς
ὄντας ἅζεται πατήρ.

Αθηνα
χαίρετε χὐμεῖς· προτέραν δ᾽ ἐμὲ χρὴ
στείχειν θαλάμους ἀποδείξουσαν
1005 πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.
ἴτε καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν
κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν
χώρας κατέχειν, τὸ δὲ κερδαλέον
πέμπειν πόλεως ἐπὶ νίκῃ.
1010 ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι
παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.
εἴη δ᾽ ἀγαθῶν
ἀγαθὴ διάνοια πολίταις.

Χορος
[ἀντ. γ.χαίρετε, χαίρετε δ᾽ αὖθις, ἐπανδιπλάζω,
1015 πάντες οἱ κατὰ πτόλιν,
δαίμονές τε καὶ βροτοί,
Παλλάδος πόλιν νέμον-
τες· μετοικίαν δ᾽ ἐμὴν
εὖ σέβοντες οὔτι μέμ-
1020 ψεσθε συμφορὰς βίου.

Αθηνα
αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων
πέμψω τε φέγγει λαμπάδων σελασφόρων
εἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους
ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας
1025 τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς
Θησῇδος ἐξίκοιτ᾽ ἂν εὐκλεὴς λόχος
παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων.
φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι
τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,
1030 ὅπως ἂν εὔφρων ἥδ᾽ ὁμιλία χθονὸς
τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.

Προπομποι
[στρ. α.βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι
Νυκτὸς παῖδες ἄπαιδες, ὑπ᾽ εὔφρονι πομπᾷ,
1035 εὐφαμεῖτε δέ, χωρῖται,

[ἀντ. α.γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,
[καὶ] τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι,
εὐφαμεῖτε δὲ πανδαμεί.

[στρ. β.1040 ἵλαοι δὲ καὶ σύμφρονες γᾷ
δεῦρ᾽ ἴτε, σεμναί, <ξὺν> πυριδάπτῳ
λαμπάδι τερπόμεναι καθ᾽ ὁδόν.
ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.

[ἀντ. β.σπονδαὶ δ᾽ ἐς τὸ πᾶν ἐκ μετοίκων
1045 Παλλάδος ἀστοῖς. Ζεὺς <ὁ> πανόπτας
οὕτω Μοῖρά τε συγκατέβα.
ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.