Εταιρικοί Διάλογοι/Μύρτιον και Πάμφιλος και Δώρις
←Γλυκέρα καὶ Θαίς | Μύρτιον καὶ Πάμφιλος καὶ Δῶρις Συγγραφέας: Εταιρικοὶ Διάλογοι |
Μήτηρ καὶ Φίλιννα→ |
Luciani Samosatensis Opera. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896. |
- Μύρτιον
[1] γαμεῖς, ὦ Πάμφιλε, τὴν Φείδωνος τοῦ ναυκλήρου θυγατέρα καὶ ἤδη σε γεγαμηκέναι φασίν· οἱ τοσοῦτοι δὲ ὅρκοι οὓς ὤμοσας καὶ τὰ δάκρυα ἐν ἀκαρεῖ πάντα οἴχεται, καὶ ἐπιλέλησαι Μυρτίου νῦν, καὶ ταῦτα, ὦ Πάμφιλε, ὁπότε κύω μῆνα ὄγδοον ἤδη. τοῦτο γοῦν καὶ μόνον ἐπριάμην τοῦ σοῦ ἔρωτος, ὅτι μου τηλικαύτην πεποίηκας τὴν γαστέρα καὶ μετὰ μικρὸν παιδοτροφεῖν δεήσει, πρᾶγμα ἑταίρᾳ βαρύτατον· οὐ γὰρ ἐκθήσω [p. 282] τὸ τεχθέν, καὶ μάλιστα εἰ ἄρρεν γένοιτο, ἀλλὰ Πάμφιλον ὀνομάσασα ἐγὼ μὲν ἕξω παραμύθιον τοῦ ἔρωτος, σοὶ δὲ ὀνειδιεῖ ποτε προσελθὼν ἐκεῖνος, ὡς ἄπιστος γεγένησαι περὶ τὴν ἀθλίαν αὐτοῦ μητέρα. γαμεῖς δ᾽ οὐ καλὴν παρθένον· εἶδον γὰρ αὐτὴν ἔναγχος ἐν τοῖς Θεσμοφορίοις μετὰ τῆς μητρός, οὐδέπω εἰδυῖα ὅτι δι᾽ αὐτὴν οὐκέτι ὄψομαι Πάμφιλον. καὶ σὺ δ᾽ οὖν πρότερον ἰδοῦ αὐτὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἰδέ, μή σε ἀνιάτω, εἰ πάνυ γλαυκοῦς ἔχει αὐτοὺς μηδὲ ὅτι διάστροφοί εἰσι καὶ ἐς ἀλλήλους ὁρῶσι· μᾶλλον δὲ τὸν Φείδωνα ἑώρακας τὸν πατέρα τῆς νύμφης, τὸ πρόσωπον αὐτοῦ οἶσθα, ὥστε οὐδὲν ἔτι δεήσει τὴν θυγατέρα ἰδεῖν.
- Πάμφιλος
[2] ἔτι σου ληρούσης, ὦ Μύρτιον, ἀκούσομαι παρθένους καὶ γάμους ναυκληρικοὺς διεξιούσης; ἐγὼ [p. 237] δὲ ἢ σιμήν τινα ἢ καλὴν νύμφην οἶδα; ἢ ὅτι Φείδων ὁ Ἀλωπεκῆθεν—οἶμαι γὰρ ἐκεῖνον λέγειν σε—θυγατέρα ὅλως εἶχεν ὡραίαν ἤδη γάμου; ἀλλ᾽ οὐδὲ φίλος ἐστὶν οὗτος τῷ πατρί· μέμνημαι γὰρ ὡς πρῴην ἐδικάσατο περὶ συμβολαίου ναυτικοῦ· τάλαντον, οἶμαι, ὀφείλων γὰρ τῷ πατρὶ οὐκ ἤθελεν ἐκτίνειν, ὁ δὲ παρὰ τοὺς ναυτοδίκας ἀπήγαγεν αὐτόν, καὶ μόλις ἐξέτισεν αὐτό, οὐδ᾽ ὅλον, ὡς ὁ πατὴρ ἔφασκεν. εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, τὴν Δημέου θυγατέρα τὴν τοῦ πέρυσιν ἐστρατηγηκότος ἀφείς, καὶ ταῦτα πρὸς μητρὸς ἀνεψιὰν οὖσαν, τὴν Φείδωνος ἐγάμουν ἄν; σὺ δὲ πόθεν ταῦτα ἤκουσας; ἢ τινὰς σεαυτῇ, ὦ Μύρτιον, κενὰς ζηλοτυπίας σκιαμαχοῦσα ἐξεῦρες;
- Μύρτιον
[3] οὔκουν γαμεῖς, ὦ Πάμφιλε;
- Πάμφιλος
μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς; καίτοι χθὲς οὐ πάνυ ἐμεθύσθημεν.
- Μύρτιον
ἡ Δωρὶς αὕτη ἐλύπησέ με· πεμφθεῖσα γὰρ [p. 283] ὡς ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ ... μᾶλλον δὲ σὺ αὐτή, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ γε μὴ ἐπλάσω ταῦτα.
- Δῶρις
ἀλλ᾽ ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην· ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος γαμεῖ τὴν Φείδωνος θυγατέρα· εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας.
- Πάμφιλος
τί οὖν; παρέκυψας, ὦ Δωρί;
- Δῶρις
καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.
- Πάμφιλος
[4] μανθάνω τὴν ἀπάτην· οὔτε πάντα ἡ Λεσβία, Δωρί, πρὸς σὲ ἐψεύσατο καὶ σὺ τἀληθῆ ἀπήγγελκας Μυρτίῳ. πλὴν μάτην γε ἐταράχθητε οὔτε γα χρ παρ᾽ [p. 238] ἡμῖν οἱ γάμοι, ἀλλὰ νῦν ἀνεμνήσθην ἀκούσας τῆς μητρός, ὁπότε χθὲς ἀνέστρεψα παρ᾽ ὑμῶν· ἔφη γάρ, Ὦ Πάμφιλε, ὁ μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Αρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει; τοιαῦτα παρακούων αὐτῆς ἐς ὕπνον κατηνέχθην· εἶτα ἕωθεν προῆλθον ἀπὸ τῆς οἰκίας, ὥστε οὐδὲν εἶδον ὧν ἡ Δωρὶς ὕστερον εἶδεν. εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, ὦ Δωρί, ἀκριβῶς ἰδὲ μὴ τὸν στενωπόν, ἀλλὰ τὴν θύραν, ποτέρα ἐστὶν ἡ κατεστεφανωμένη· εὑρήσεις γὰρ τὴν τῶν γειτόνων.
- Μύρτιον
Ἀπέσωσας, ὦ Πάμφιλε· ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο.
- Πάμφιλος
ἀλλ᾽ οὐκ ἂν ἐγένετο, μηδ᾽ οὕτω μανείην, ὡς ἐκλαθέσθαι Μυρτίου, καὶ ταῦτα ἤδη μοι κυούσης παιδίον.