Μετάβαση στο περιεχόμενο

Εταιρικοί Διάλογοι/Κρωβύλη και Κόριννα

Από Βικιθήκη
Κρωβύλη καὶ Κόριννα
Συγγραφέας:
Εταιρικοὶ Διάλογοι
Luciani Samosatensis Opera. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896.


Wikipedia logo
Wikipedia logo
Η Βικιπαίδεια έχει άρθρο που έχει σχέση με το:
Κρωβύλη

[1] ὦ Κόριννα, ὡς μὲν οὐ πάνυ δεινὸν ἦν, ὅ ἐνόμιζες, τὸ γυναῖκα γενέσθαι ἐκ παρθένου, μεμάθηκας ἤδη, μετὰ μειρακίου μὲν ὡραίου γενομένη, μυᾶν δὲ τὸ πρῶτον μίσθωμα κομισαμένη, ἐξ ἧς ὅρμον αὐτίκα ὠνήσομαί σοι.

Κόριννα

ναί, Μαννάριον. ἐχέτω δὲ καὶ ψήφους τινὰς πυραυγεῖς οἷος ὁ Φιλαινίδος ἐστίν.

Κρωβύλη

ἔσται τοιοῦτος. ἄκουε δὲ καὶ τἆλλα παρ᾽ ἐμοῦ ἅ σε χρὴ ποιεῖν καὶ ὅπως προσφέρεσθαι τοῖς ἀνδράσιν· ἄλλη μὲν γὰρ ἡμῖν ἀποστροφὴ τοῦ βίου οὐκ [p. 293] ἔστιν, ὦ θύγατερ, ἀλλὰ δύο ἔτη ταῦτα ἐξ οὗ τέθνηκεν ὁ μακαρίτης σου πατήρ, οὐκ οἶσθα ὅπως ἀπεζήσαμεν; ὅτε δὲ ἐκεῖνος ἔζη, πάντα ἦν ἡμῖν ἱκανά· ἐχάλκευε γὰρ καὶ μέγα ἦν ὄνομα αὐτοῦ ἐν Πειραιεῖ, καὶ πάντων ἐστὶν ἀκοῦσαι διομνυμένων ἦ μὴν μετὰ Φιλῖνον μηκέτι ἔσεσθαι [p. 246] ἄλλον χαλκέα. μετὰ δὲ τὴν τελευτὴν τὸ μὲν πρῶτον ἀποδομένη τὰς πυράγρας καὶ τὸν ἄκμονα καὶ σφῦραν δύο μνῶν, ἀπὸ τούτων διετράφημεν· εἶτα νῦν μὲν ὑφαίνουσα, νῦν δὲ κρόκην κατάγουσα ἢ στήμονα κλώθουσα ἐποριζόμην τὰ σιτία μόλις· ἔβοσκον δὲ σέ, ὦ θύγατερ, τὴν ἐλπίδα περιμένουσα.

Κόριννα

[2] τὴν μνᾶν λέγεις;

Κρωβύλη

οὔκ, ἀλλὰ ἐλογιζόμην ὡς τηλικαύτη γενομένη θρέψεις μὲν ἐμέ, σεαυτὴν δὲ κατακοσμήσεις ῥᾳδίως καὶ πλουτήσεις καὶ ἐσθῆτας ἕξεις ἁλουργεῖς καὶ θεραπαίνας.

Κόριννα

πῶς ἔφης, μῆτερ, ἢ τί λέγεις;

Κρωβύλη

συνοῦσα μὲν τοῖς νεανίσκοις καὶ συμπίνουσα μετ᾽ αὐτῶν καὶ συγκαθεύδουσα ἐπὶ μισθῷ.

Κόριννα

καθάπερ ἡ Δαφνίδος θυγάτηρ Λύρα;

Κρωβύλη

ναί.

Κόριννα

ἀλλ᾽ ἐκείνη ἑταίρα ἐστίν.

Κρωβύλη

οὐδὲν τοῦτο δεινόν· καὶ σὺ γὰρ πλουτήσεις ὡς ἐκείνη καὶ πολλοὺς ἐραστὰς ἕξεις. τί ἐδάκρυσας, ὦ Κόριννα; οὐχ ὁρᾷς ὁπόσαι καὶ ὡς περισπούδαστοί εἰσιν αἱ ἑταῖραι καὶ ὅρα χρήματα λαμβάνουσι; τὴν Δαφνίδα γοῦν ἐγὼ οἶδα, ὦ φίλη Ἀδράστεια, ῥάκη, πρὶν αὐτὴν [p. 294] ἀκμάσαι τὴν ὥραν, περιβεβλημένην· ἀλλὰ νῦν ὁρᾷς οἵα πρόεισι, χρυσὸς καὶ ἐσθῆτες εὐανθεῖς καὶ θεράπαιναι τέτταρες.

Κόριννα

[3] πῶς δὲ ταῦτα ἐκτήσατο ἡ Λύρα;

Κρωβύλη

τὸ μὲν πρῶτον κατακοσμοῦσα ἑαυτὴν εὐπρεπῶς καὶ εὐσταλὴς οὖσα καὶ φαιδρὰ πρὸς ἅπαντας, οὐκ ἄχρι τοῦ καγχάζειν ῥᾳδίως καθάπερ σὺ εἴωθας, ἀλλὰ μειδιῶσα ἡδὺ καὶ ἐπαγωγόν, εἶτα προσομιλοῦσα δεξιῶς καὶ μήτε φενακίζουσα, εἴ τις προσέλθοι ἢ προπέμψειε, μήτε αὐτὴ ἐπιλαμβανομένη τῶν ἀνδρῶν. ἢν δέ ποτε καὶ [p. 247] ἀπέλθῃ ἐπὶ δεῖπνον λαβοῦσα μίσθωμα, οὔτε μεθύσκεται, — καταγέλαστον γὰρ καὶ μισοῦσιν οἱ ἄνδρες τὰς τοιαύτας — οὔτε ὑπερεμφορεῖται τοῦ ὄψου ἀπειροκάλως, ἀλλὰ προσάπτεται μὲν ἄκροις τοῖς δακτύλοις, σιωπῇ δὲ τὰς ἐνθέσεις οὐκ ἐπ᾽ ἀμφοτέρας παραβύεται τὰς γνάθους, πίνει δὲ ἠρέμα, οὐ χανδόν, ἀλλ᾽ ἀναπαυομένη.

Κόριννα

κἂν εἰ διψῶσα, ὦ μῆτερ, τύχοι;

Κρωβύλη

τότε μάλιστα, ὦ Κόριννα. καὶ οὔτε πλέον τοῦ δέοντος φθέγγεται οὔτε ἀποσκώπτει ἔς τινα τῶν παρόντων, ἐς μόνον δὲ τὸν μισθωσάμενον βλέπει· καὶ διὰ τοῦτο ἐκεῖνοι φιλοῦσιν αὐτήν. καὶ ἐπειδὰν κοιμᾶσθαι δέῃ, ἀσελγὲς οὐδὲν οὐδὲ ἀμελὲς ἐκείνη ἄν τι ἐργάσαιτο, ἀλλὰ ἐξ ἅπαντος ἓν τοῦτο θηρᾶται, ὡς ὑπαγάγοιτο καὶ ἐραστὴν ποιήσειεν ἐκεῖνον· ταῦτα γὰρ αὐτὴν ἅπαντες ἐπαινοῦσιν. εἰ δὴ καὶ σὺ ταῦτα ἐκμάθοις, μακάριαι καὶ ἡμεῖς ἐσόμεθα· ἐπεὶ τά γε ἄλλα παρὰ πολὺ αὐτῆς ... ἀλλ᾽ οὐδέν, ὦ φίλη Ἀδράστεια, φημί, ζώοις μόνον.[p. 295]

Κόριννα

[4] εἰπέ μοι, ὦ μῆτερ, οἱ μισθούμενοι παντες τοιοῦτοί εἰσιν οἷος ὁ Εὔκριτος, μεθ᾽ οὗ χθὲς ἐκάθευδον;

Κρωβύλη

οὐ πάντες, ἀλλ᾽ ἔνιοι μὲν ἀμείνους, οἱ δὲ καὶ ἤδη ἀνδρώδεις, οἱ δὲ καὶ οὐ πάνυ μορφῆς εὐφυῶς ἔχοντες.

Κόριννα

καὶ τοιούτοις συγκαθεύδειν δεήσει;

Κρωβύλη

μάλιστα, ὦ θύγατερ· οὗτοι μέν τοι καὶ πλείονα διδόασιν· οἱ καλοὶ δὲ αὐτὸ μόνον καλοὶ θέλουσιν εἶναι. καὶ σοὶ δὲ μελέτω ἀεὶ τοῦ πλείονος, εἰ θέλεις ἐν βραχεῖ λέγειν ἁπάσας ἐνδειξάσας σε τῷ δακτύλῳ, Οὐχ ὁρᾷς τὴν Κόρινναν τὴν τῆς Κρωβύλης θυγατέρα ὡς ὑπερπλουτεῖ καὶ τρισευδαίμονα πεποίηκε τὴν μητέρα; τί φής; ποιήσεις ταῦτα; ποιήσεις, οἶδα ἐγώ, καὶ προέξεις [p. 248] ἁπασῶν ῥᾳδίως. νῦν δ᾽ ἄπιθι λουσομένη, εἰ ἀφίκοιτο καὶ τήμερον τὸ μειράκιον ὁ Εὔκριτος· ὑπισχνεῖτο γάρ.