Μετάβαση στο περιεχόμενο

Εταιρικοί Διάλογοι/Δορκάς και Παννυχίς και Φιλόστρατος και Πολέμων

Από Βικιθήκη
Δορκὰς καὶ Παννυχὶς καὶ Φιλόστρατος καὶ Πολέμων
Συγγραφέας:
Εταιρικοὶ Διάλογοι
Luciani Samosatensis Opera. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896.


Δορκάς

[1] ἀπολώλαμεν, ὦ κεκτημένη, ἀπολώλαμεν, ὁ Πολέμων ἀπὸ τῆς στρατείας ἀνέστρεψε πλουτῶν, ὥς φασιν· ἑώρακα δὲ κἀγὼ αὐτὸν ἐφεστρίδα περιπόρφυρον ἐμπεπορπημένον καὶ ἀκολούθους ἅμα πολλούς. καὶ οἱ φίλοι ὡς εἶδον, συνέθεον ἐπ᾽ αὐτὸν ἀσπασόμενοι· ἐν τοσούτῳ δὲ τὸν θεράποντα ἰδοῦσα κατόπιν ἑπόμενον, ὃς συναποδεδημήκει μετ᾽ αὐτοῦ, ἠρόμην καὶ, Εἰπέ μοι, ἔφην, ὦ Παρμένων, ἀσπασαμένη πρότερον αὐτόν, πῶς ἡμῖν ἐπράξατε καὶ εἴ τι ἄξιον τῶν πολέμων ἔχοντες ἐπανεληλύθατε;

Παννυχίς

οὐκ ἔδει τοῦτο εὐθύς, ἀλλ᾽ ἐκεῖνα, ὅτι μὲν ἐσώθητε, πολλὴ χάρις τοῖς θεοῖς, καὶ μάλιστα τῷ ξενίῳ Διὶ καὶ Ἀθηνᾷ στρατίᾳ· ἡ δέσποινα δὲ ἐπυνθάνετο ἀεὶ [p. 302] τί πράττοιτε καὶ ἔνθα εἴητε; εἰ δὲ καὶ τοῦτο προσέθηκας, ὡς καὶ ἐδάκρυε καὶ ἀεὶ ἐμέμνητο Πολέμωνος, ἄμεινον ἦν παρὰ πολύ.

Δορκάς

[2] προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα· πρὸς δὲ σὲ οὐκ ἂν εἶπον, ἀλλὰ ἃ ἤκουσα ἐβουλόμην εἰπεῖν. ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην· ἦ που, ὦ Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν; ἀεὶ γὰρ ἐμέμνητο ἡ κεκτημένη [p. 253] μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην.

Παννυχίς

εὖ γε, ὦ Δορκάς, οὕτως ἐχρῆν.

Δορκάς

εἶτα ἑξῆς μετ᾽ οὐ πολὺ ἠρόμην ἐκεῖνα. ὁ δέ, Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν.

Παννυχίς

οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου ὁ Πολέμων ἢ ἐπόθει ἢ ηὔχετο ζῶσαν καταλαβεῖν;

Δορκάς

καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε. τὸ δ᾽ οὖν κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆτα, ἀκολούθους, ἐλέφαντα· τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμετρημένον πολλοὺς μεδίμνους. εἶχε δὲ καὶ αὐτὸς Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς. εἴασα δ᾽ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ ὡς διέπρεψεν ὁ Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ· ἀπέδραμον δέ σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο. εἰ γὰρ ἐλθὼν ὁ Πολέμων —ἥξει δὲ πάντως [p. 303] ἀποσεισάμενος τοὺς γνωρίμους— ἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ᾽ ἡμῖν, τί οἴει ποιήσειν αὐτόν;

Παννυχίς

[3] Ἐξευρίσκωμεν, ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον· οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὔτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι· προσέτι γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί οὐκ ἂν ἐκεῖνος ποιήσειεν; [p. 254]

Δορκάς

ἀλλὰ καὶ προσέρχεται.

Παννυχίς

Ἐκλύομαι, ὦ Δορκάς, ὑπὸ τῆς ἀπορίας καὶ τρέμω.

Δορκάς

ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.

Παννυχίς

τίς γένωμαι; πῶς ἄν με ἡ γῆ καταπίοι;

Φιλόστρατος

[4] τί οὐ πίνομεν, ὦ Παννυχί;

Παννυχίς

ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς.

Πολέμων

οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν; σιωπᾷς; εὖ γε, ὦ Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καί σοι χάριν ἔχω· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.

Φιλόστρατος

σὺ δὲ τίς εἶ, ὦ βέλτιστε;

Πολέμων

ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυγῆς, ἀκούεις; χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν.

Φιλόστρατος

ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, [p. 304] ἐπειδὰν τὰ φορτία διαθώμεθα. καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρ᾽ Ὀδρύσαις χιλιαρχεῖν ἔα.

Δορκάς

ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.

Παννυχίς

τί ποιῶ, Δορκάς;

Δορκάς

εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.

Παννυχίς

εἰ θέλεις, εἰσίωμεν.

Πολέμων

[5] ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμἕ̣̣̓ πάρειμι. τοὺς Θρᾷκας, ὦ Παρμένων· ὡπλισμένοι ῾̣̣̓ ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι· ἐπὶ [p. 255] μετώπου μὲν τὸ ὁπλιτικόν, παρ᾽ ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.

Φιλόστρατος

ὡς βρεφυλλίοις ταῦτα, ὦ μισθοφόρε, ἡμῖν λέγεις καὶ μορμολύττῃ· σὺ γὰρ ἀλεκτρυόνα πώποτε ἀπέκτεινας ἢ πόλεμον εἶδες; ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι.

Πολέμων

καὶ μὴν εἴσῃ μετ᾽ ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις.

Φιλόστρατος

ἥκετε μόνον συσκευασάμενοι. ἐγὼ δὲ καὶ Τίβιος οὗτος —μόνος γὰρ οὗτος ἕπεταί μοι— βάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχοισθε ἔχοιτε εἰδέναι.