Ερωταποκρίσεις προς Θαλάσσιον περί διαφόρων απόρων της Θείας Γραφής
Ερωταποκρίσεις προς Θαλάσσιον περί διαφόρων απόρων της Θείας Γραφής Συγγραφέας: |
ΕΡΩΤΗΣΙΣ Α´.
[Επεξεργασία]Τὰ πάθη αὐτὰ καθ᾿ ἑαυτὰ κακά, ἢ παρὰ τὴν χρῆσιν κακά; Λέγω δὲ ἡδονὴν καὶ λύπην, ἐπιθυμίαν καὶ φόβον, καὶ τὰ τούτοις ἑπόμενα.
Ἀπόκρισις. (269)
Τὰ πάθη αὐτά, ὥσπερ καὶ τὰ λοιπά, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθη· ἐπεὶ καὶ εἰς τὸν ὅρον ἂν συνετέλουν τῆς φύσεως. Λέγω δέ, παρὰ τοῦ Νυσσαέως μεγάλου Γρηγορίου μαθών, ὅτι διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν, ἐπεισήχθη αὐτὰ τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως· δι᾿ ὧν, ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος, εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν, ἡ τῶν ἀλόγων ζώων ὁμοίωσις. Ἔδει γὰρ τῆς ἀξίας τοῦ λόγου καλυφθείσης, ὑφ᾿ ὧν γνωμικῶς ἐπεσπάσατο τῆς ἀλογίας γνωρισμάτων, ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι· σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ Θεοῦ τὸν ἄνθρωπον.
Πλὴν καλὰ γίνεται καὶ τὰ πάθη ἐν τοῖς σπουδαίοις· ὁπηνίκα σοφῶς αὐτὰ τῶν σωματικῶν ἀποστήσαντες, πρὸς τὴν τῶν οὐρανίων μεταχειρίζονται κτῆσιν· οἷον, τὴν ἐπιθυμίαν, τῆς νοερᾶς τῶν θείων ἐφέσεως ὀρεκτικὴν ἐργάζονται κίνησιν· τὴν ἡδονὴν δέ, τῆς ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελητικῆς ἐνεργείας εὐφροσύνην ἀπήμονα· τὸν δὲ φόβον, τῆς μελλούσης ἐπὶ πλημμελήμασι τιμωρίας προφυλακτικὴν ἐπιμέλειαν· τὴν δὲ λύπη, διορθωτικὴν ἐπὶ παρόντι κακῷ μεταμέλειαν. Καὶ συντόμως εἰπεῖν, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, σώματι φθαρτικοῦ θηρὸς τῆς ἐχίδνης τὴν οὖσαν ἠμελετωμένην ἀφαιρουμένους λώβωσιν, τοῖς πάθεσιν τούτοις πρὸς ἀναίρεσιν χρώμενοι παρούσης κακίας ἢ προσδοκωμένης, καὶ κτῆσιν καὶ φυλακὴν ἀρετῆς τε καὶ γνώσεως. Καλὰ οὖν, ὡς ἔφην, ταῦτα τυγχάνει διὰ τὴν χρῆσιν, ἐν τοῖς πᾶν νόημα αἰχμαλωτίζουσιν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
Εἰ δὲ καὶ ἐπὶ Θεοῦ τι τούτων εἴρηται τῇ Γραφῇ, ἢ ἐφ᾿ ἁγίων· ἐπὶ μὲν Θεοῦ, δι᾿ ἡμᾶς, καὶ ὡς ἡμῖν προσφυῶς διὰ τῶν ἡμετέρων παθῶν τὰς σωστικὰς ἡμῶν καὶ ἀγαθουργοὺς τῆς προνοίας προόδους ἐκφανούσης, ἐπὶ δὲ τῶν ἁγίων, ὡς οὐκ ἄλλως δυναμένων τὰς περὶ Θεὸν νοερὰς αὐτῶν σχέσεις καὶ διαθέσεις διὰ φωνῆς προενέγκαι σωματικῆς, χωρὶς τῶν ἐγνωσμένων τῇ φύσει παθῶν.
ΣΧΟΛΙΑ.
α´. Πῶς καὶ πότε καλὰ ταῦτα τὰ πάθη γίνεται.
β´. Ὅτι τοὺς δαφόρους περὶ ἡμᾶς τῆς Προνοίας τρόπους τοῖς ἡμῖν ἐγνωσμένοις πάθεσιν ἡ Γραφὴ διαπλάττει.
γ´. Ὅτι τὴν περὶ Θεὸν ποιάν σχέσιν τῶν ἁγίων τοῖς ὀνόμασι τούτοις τούτοις ἡ Γραφὴ διασημαίνει.
ΕΡΩΤΗΣΙΣ Β´.
(272) Εἰ πάντα τὰ εἴδη τὰ συμπληροῦντα τὸ κόσμον, ἐν ταῖς ἑξ ἡμέραις ὁ Δημιουργὸς ἐποίησεν, τί μετὰ ταῦτα ὁ Πατὴρ ἐργάζεται; Ἔφη γὰρ ὁ Κύριος· «Ὁ Πατὴρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι». Μὴ τι ἄρα τῶν ἅπαξ γεγονότων εἰδῶν συντήρησιν λέγει;
Ἀπόκρισις.
Τοὺς μὲν πρώτους τῶν γεγονότων λόγους Θεός, καὶ τὰς καθ᾿ ὅλου τῶν ὄντων οὐσίας ἅπαξ, ὡς οἶδεν αὐτός, συμπληρώσας, ἕως ἔτι ἐργάζεται, οὐ μόνον τὴν τούτων αὐτῶν πρὸς τὸ εἶναι συντήρησιν, ἀλλὰ καὶ τὴν κατ᾿ ἐνέργειαν τῶν ἐν αὐτοῖς δυνάμει μερῶν δημιουργίαν, πρόοδόν τε καὶ σύστασιν· ἔτι μὴν καὶ τὴν διὰ τῆς προνοίας πρὸς τὰ καθ᾿ ὅλου τῶν μερικῶν ἐξομοίωσιν· ἕως ἂν τῷ κατὰ φύσιν γενικωτέρῳ λόγῳ τῆς λογικῆς οὐσίας, διὰ τῆς πρὸς τὸ εὖ εἶναι κινήσεως τῶν μερικῶν, τὴν αὐθαίρετον ἑνώσας ὁρμήν, ποιήσειεν ἀλλήλοις τε καὶ τῷ ὅλῳ σύμφωνα καὶ ταὐτοκίνητα, μὴ ἐχόντων τὴν γνωμικὴν πρὸς τὰ καθ᾿ ὅλου τῶν ἐπὶ μέρους διαφοράν· ἀλλ᾿ εἷς καὶ ὁ αὐτὸς ἐφ᾿ ὅλων θεωρηθήσεται λόγος, μὴ διαιρούμενος τοῖς τῶν καθ᾿ ὧν ἴσως κατηγορεῖται τρόποις· καὶ οὕτως ἐνεργουμένην τὴν ἐκθεωτικὴν τῶν ὅλων ἐπιδείξηται χάριν· δι᾿ ἣν γενόμενος ἄνθρωπος ὁ Θεὸς καὶ Λόγος φησίν· Ὁ Πατήρ μου ἕως ἄρτοι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὁ μέν, εὐδοκῶν· ὁ δέ, αὐτουργῶν, καὶ τοῦ ἁγίου Πνεύματος οὐσιωδῶς τήν τε τοῦ Πατρὸς ἐπὶ πᾶσιν εὐδοκίαν καὶ τὴν αὐτουργίαν τοῦ Υἱοῦ συμπληροῦντος, ἵνα γένηται διὰ πάντων καὶ ἐν πᾶσι εἷς ὁ ἐν Τριάδι Θεός, ἀναλόγως ἑκάστῳ κατὰ χάριν τῶν ἀξιουμένων, καὶ ὅλοις ἐνθεωρούμενος, ὡς ὅλῳ καὶ ἑκάστῳ μέλει τοῦ σώματος δίχα μειώσεως ἐνυπάρχει φυσικῶς ἡ ψυχή.
ΣΧΟΛΙΑ.
α´. Ἐν τῇ ὕλῃ· τουτέστι, τῇ καθόλου τῶν ὄντων οὐσίᾳ δυνάμει τυγχάνουσι, τὰ κατὰ μέρος ἐκ τῆς ὕλης φαινόμενα μερικά, ὧν τὴν γένεσὶν φησιν ὁ Θεὸς προδήλως ἐργάζεται.
β´. Τὴν πρὸς τὰ καθόλου τῶν μερικῶν ἐξομοίωσιν λέγει, τὴν πάντων τῶν ἀνθρώπων κατὰ μίαν τῆς γνώμης κίνησιν πρὸς τὸν λόγον τῆς φύσεως ἕνωσιν, ἣν ἐργάζεται διὰ τῆς προνοίας ὁ Θεός, ἵνα γένηται πάντων ὥσπερ μία φύσις, οὕτω καὶ γνώμη, πάντων Θεῷ τε καὶ ἀλλήλοις συναφθέντων διὰ τοῦ Πνεύματος.
γ´. Τὸ ἴσως, ἄνθ᾿ ὁμοίως.
ΕΡΩΤΗΣΙΣ Γ´.
Τίς ἐστι κατὰ τὸ Εὐαγγέλιον ὁ ἐν πόλει τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, ᾧ οἱ ὑπὸ Χριστοῦ πεμπόμενοι μαθηταὶ ἀπαντῶσι, καὶ κελεύονται ἀκολουθεῖν; Τίς τε ὁ οἰκοδεσπότης; πῶς τοῖς (καὶ διὰ τί παρὰ τοῖς) εὐαγγελισταῖς σιωπᾶται τὸ ὄνομα; καὶ τί τὸ ἀνώγεων τὸ μέγα καὶ ἐστρωμένον, ἐν ᾧ τὸ φρικτὸν τοῦ θείου δείπνου τελεῖται μυστήριον;
Ἀπόκρισις. (273)
Η Γραφὴ παρεσιώπησε τοῦ ἀνθρώπου τὸ ὄνομα, πρὸς ὃν ἀπέστειλεν ὁ Σωτὴρ τοὺς δύο μαθητὰς εἰς τὴν τοῦ Πάσχα παρασκευή· ἀλλὰ καὶ τῆς πόλεως εἰς ἣν ἀπεστάλησαν. Ὅθεν κατὰ πρώτην ἐπιβολήν, ὑπονοῶ τοῦτον δηλοῦσθαι διὰ τῆς πόλεως τὸν αἰσθητὸν κόσμον· τὸν ἄνθρωπον δέ, τὴν καθόλου φύσιν τῶν ἀνθρώπων, πρὸς ἣν ἀποστέλλονται ὡς μαθηταὶ τοῦ Θεοῦ καὶ Λόγου, καὶ πρόδρομοι τῆς αὐτοῦ πρὸς τὴν φύσιν τῶν ἀνθρώπων μυστικοῖς εὐωχίας ἑτοιμασταί, ὁ τῆς πρώτης διαθήκης νόμος, καὶ ὁ τῆς καινῆς· ὁ μέν, διὰ τῆς πρακτικῆς φιλοσοφίας παντὸς μολυσμοῦ τὴν φύσιν ἀποκαθαίρων· ὁ δέ, διὰ τῆς θεωρητικῆς μυσταγωγίας, ἀπὸ τῶν σωματικῶν πρὸς τὰ συγγενῆ τῶν νοητῶν θεάματα τὸν νοῦν γνωστικῶς ἀναβιβάζων· καὶ τούτου τεκμήριον, τὸ τοὺς πεμφθέντας μαθητὰς εἶναι Πέτρον καὶ Ἰωάννην. Ἔστι γὰρ ὁ μὲν Πέτρος, πράξεως, ὁ δὲ Ἰωάννης, θεωρίας σύμβολον.
Διὸ προσφόρως ὑπαντᾷ πρῶτος αὐτοῖς ὁ τὸ κεράμιον βαστάζων τοῦ ὕδατος· σημαίνων δι᾿ αὐτοῦ πάντας τοὺς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τοῖς ὤμοις τῶν ἀρετῶν, ὡς ἐν κεραμίῳ τῇ νεκρώσει τῶν ἐπὶ γῆς μελῶν τοῦ σώματος, φρουρουμένην βαστάζοντας τὴν διὰ τῆς πίστεως τῶν μολυσμῶν αὐτοὺς ἐκκαθαίρουσαν χάριν τοῦ Πνεύματος. Εἶτα μετὰ τοῦτον δεύτερος, ὁ τὸ ἀνώγεω ἐστρωμένον δεικνὺς οἰκοδεσπότης· διδάσκων ὡσαύτως δι᾿ αὐτοῦ, πάντας τοὺς κατὰ θεωρίαν τὸ ὕψος τῆς ἑαυτῶν καθαρᾶς καὶ μεγαλοφυοῦς διανοίας, ὥσπερ ἀνώγεων πρὸς ὑποδοχὴν τοῦ μεγάλου Λόγου θεοπρεπῶς, γνωστικοῖς νοήμασί τε καὶ δόγμασι καταστρώσαντας. Ἡ δὲ οἰκία ἐστὶν ἡ κατ᾿ εὐσέβειαν ἕξις· πρὸς ἣν μὲν πρακτικὸς ὁδεύει νοῦς τὴν ἀρετὴν διέπων· δεσπόζει δὲ ταύτης, ὡς ἰδίαν φύσει λοιπὸν κτησάμενος, ὁ τῷ θείῳ φωτὶ τῆς μυστικῆς γνώσεως καταλαμπόμενος νοῦς· καὶ διὰ τοῦτο σὺν τῷ πρακτικῷ, τῆς ὑπερφυοῦς τοῦ Σωτῆρος Λόγου παρουσίας τε καὶ εὐωχίας ἀξιούμενος.
Εἷς μὲν οὖν ὁ ἄνθρωπος εἴρηται, καὶ δύο· εἴπερ ὁ μέν, κεράμιον βαστάζων γέγραπται, ὁ δέ, οἰκοδεσπότης ἀναγορεύεται. Εἷς μέν, ὡς ἔφην, τυχόν, διὰ τὴν μίαν φύσιν· δύο δέ, διὰ τὸ ταύτην τὴν φύσιν τοῖς πρακτικοῖς κατ᾿ εὐσέβειαν διῃρῆσθαι, καὶ θεωρητικοῖς· οὓς πάλιν διὰ τοῦ πνεύματος μιγνὺς ὁ λόγος, ἕνα καλεῖ τε καὶ ποιεῖ.
Εἰ δὲ καὶ εἰς τὸν καθέκαστον ἄνθρωπον θέλοι τις τὰ εἰρημένα θεωρῆσαι, τῆς ἀληθείας οὐκ ἐκβέβηκε. Πόλις γάρ ἐστιν ἡ τοῦ καθέκαστον ψυχή, εἰς ἣν διαπαντὸς ἀποστέλλονται ὡς μαθηταὶ τοῦ Λόγου καὶ Θεοῦ, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Ὁ δὲ τὸ κεράμιον βαστάζων τοῦ ὕδατός ἐστιν ὁ ἀνέχων τοῖς ὤμοις τῆς ἐγκρατείας ἀκαθαίρετον τὴν ἐν βαπτίσματι δοθεῖσαν χάριν τῆς πίστεως καρτερικὸς τρόπος τε καὶ λογισμός. Ἡ δὲ οἰκία ἐστὶν ἡ ἐκ πολλῶν καὶ διαφόρων, ὥσπερ λίθων στεῤῥῶν τε καὶ ἀνδρικῶν ἠθῶν τε καὶ λογισμῶν οἰκοδομηθεῖσα κατάστασίς τε (276) καὶ ἕξις τῶν ἀρετῶν. Τὸ δὲ ἀνώγεων, ἡ πλατεία καὶ εὐρύχωρός ἐστι διάνοιά τε καὶ ἀπόῤῥήτων δογμάτων κατακοσμηθεῖσα θεάμασιν. Ὁ δὲ οἰκοδεσπότης ἐστὶν ὁ νοῦς, ὁ τῷ λαμπρῷ τῆς κατ᾿ ἀρετὴν οἰκίας, καὶ τῷ ὕψει, κάλλει τε καὶ μεγέθει τῆς γνώσεως ἐμπλατυνόμενος· πρὸς ὃν μετὰ τῶν αὐτοῦ μαθητῶν, τουτέστι τῶν περὶ φύσεως καὶ χρόνου πρώτων καὶ πνευματικῶν νοσημάτων, ἐνδημῶν ὁ Λόγος, ἑαυτὸν μεταδίδωσι. Πάσχα γὰρ ἀληθῶς ἐστιν ἡ πρὸς τὸν ἀνθρώπινον νοῦν τοῦ Λόγου διάβασις, καθ᾿ ἣν τὸ πλῆρες ἅπασι χαρίζεται τοῖς ἀξίοις διὰ τῆς τῶν οἰκείων ἀγαθῶν μετοχῆς, παραγενόμενος μυστικῶς ὁ τοῦ Θεοῦ Λόγος.
ΣΧΟΛΙΟΝ.
Ἐν οἷς κρυπτόμενος φαίνεται. Ἐκ γὰρ τῶν ὄντων, τὸν τῶν ὄντων γινώσκομεν Ποιητήν, ὄντα κυρίως οἱ λόγοι τῶν γεγονότων. Χρόνον δὲ καὶ φύσιν, οἷς περιέχεται τὸ ὑπὸ χρόνον καὶ φύσιν φησί, καὶ ὑφ᾿ ἃ πᾶν κτιστόν, νοητόν τε καὶ αἰσθητόν· μεθ᾿ ὧν ὁ Λόγος καὶ Θεὸς τοῖς ἀξίοις ἐπιδημῶν. Ἐκ γὰρ τῶν περὶ αὐτὸν γινώσκεται, ὅλον τε αὐτὸν ἐμπαρέχει, κατ᾿ ἀναλογίαν ἑκάστῳ συμμορφαζόμενος. Πνευματικὰ δὲ νοήματα περὶ χρόνου καὶ φύσεως, τὸ τοὺς λόγους τούτων εἰδέναι, διὰ τοῦ ἔξω ὕλης καὶ εἴδους γενέσθαι, ἤτοι σαρκὸς καὶ κόσμου, διὰ τὸν ταῦτα δι᾿ ἡμᾶς γενόμενον.
ΕΡΩΤΗΣΙΣ Δ´.
Πῶς τοις μαθηταῖς ἐνετείλατο ὁ Κύριος, μὴ κτήσασθαι δύο χιτῶνας, αὐτὸς πέντε κεκτημένος, κατὰ τὸν ἅγιον εὐαγγελιστὴν Ἰωάννην, ὡς ἐκ τῶν μερισαμένων αὐτὰ δῆλόν ἐστι· καὶ τίνα ταῦτα τὰ ἱμάτια;
Ἀπόκρισις
Ὁ Σωτὴρ οὐκ ἔσχε πέντε χιτῶνας, ἀλλ᾿ ἕνα τὸν ἐπὶ τοῦ σώματος, καὶ τὴν ἔξω περιβολήν· ὧν τὸ μὲν ἐντὸς ἐπὶ τοῦ σώματος, καλοῦσι χιτώνιον· τὴν ἔξω δὲ περιβολήν, προσαγορεύουσιν ἱμάτιον. Ἀλλὰ μυστικῶς τῷ ῥητῷ τῆς ἱστορίας τὸ τῆς θεωρίας ἄῤῥητον ὁ μέγας ἐξέδωκεν διὰ τοῦ Πνεύματος εὐαγγελιστὴς Ἰωάννης, ἵνα τὸν ἡμέτερον νοῦν διὰ τῶν ἱστορουμένων, ἐπὶ τὴν ἀλήθειαν ὁδηγήσῃ τῶν νοουμένων. Ὁ μὲν οὖν ἄνωθεν ὑφανθεὶς διόλου χιτὼν τοῦ Σωτῆρος, ὃν οὐκ ἔσχισαν οἱ σταυρώσαντες, κἂν ἐκδύσαι συνεχωρήθησαν, ἡ διάλληλος τῶν ἀρετῶν καὶ ἀδιάστατός ἐστι συνοχή τε καὶ συμπλοκή· καὶ ἡ παρ᾿ ἡμῶν τῷ Λόγῳ κατάλληλὸς τε καὶ πρέπουσα σκέψις· ἢ ἡ ἄνωθεν τοῦ νέου κατ᾿ αὐτὸν ἀνθρώπου διὰ τοῦ Πνεύματος ὑφασμένη χάρις. Ἡ ἔξω δὲ περιβολὴ ὁ αἰσθητός ἐστι κόσμος, στοιχείοις τέσσαρσι διαιρούμενος, ὃν ὡς τέσσαρα ἱμάτια μερίζονται οἱ νοητῶς ἐν ἡμῖν σταυροῦντες τὸν Κύριον.
Μερίζονται τοίνυν οἱ δαίμονες τὴν φαινομένην (277) κτίσιν τῶν τεσσάρων στοιχείων, πρὸς πάθος ὁρᾷν κατ᾿ αἴσθησιν ἡμᾶς παρασκευάζοντες, τοὺς ἐν αὐτῇ θείους ἀγνοήσαντας λόγους· τόον δὲ χιτῶνα τῶν ἀρετῶν κἂν ἐπαίρωσιν ἐξ ἡμῶν διὰ τῆς τῶν καλῶν ἀπραξίας· ἀλλὰ τὴν ἀρετὴν κακίαν εἶναι πεῖσαι οὐ δύνανται. Μὴ τοίνυν πλεονεξίας ἀφορμὴν ποιήσωμεν τὰ πέντε τοῦ Σωτῆρος ἱμάτια, ἀλλὰ γνῶμεν τί τῆς Γραφῆς ὑπάρχει τὸ βούλημα, καὶ πῶς ἐν ἡμῖν ἀμελοῦσι τῶν καλῶν, ὁ Κύριος σταυροῦται, καὶ γυμνοῦται διὰ τῆς ἡμῶν ἐν τοῖς καλοῖς ἀργίας· καὶ πρὸς ὑπηρεσίαν παθῶν δι᾿ ἡμῶν, ὥσπερ ἱμάτια μερίζονται τὴν αὐτοῦ κτίσιν οἱ δαίμονες· καὶ ἀσφαλεῖς γενώμεθα φύλακες τῶν ἐκ Θεοῦ χαρισθέντων ἡμῖν ἀγαθῶν· καὶ τὴν κτίσιν, καλῶς πρὸς μόνην τὴν αὐτοῦ θεασώμεθα δόξαν· καὶ τὸν χιτῶνα τοῦ λόγου τῆς γνώσεως, φημὶ δὲ τὰς ἀρετάς, διὰ τῆς σπουδῆς τῶν ἀγαθῶν ἔργων ἀναφαίρετον τηρήσωμεν.
Εἰ δὲ βούλεσθε πρὸς τοῖς εἰρημένοις χιτῶνα μὲν νοεῖν ἄνωθεν ὑφαντόν, τὸν τῶν ἀσωμάτων καὶ νοητῶν οὐσιῶν κόσμον, τὴν ἐξω δὲ περιβολήν, ἣν εἰς τέσσαρα μέρη ὡς στοιχεῖα διεῖλεν ὁ λόγος, εἰς τὴν σωματικὴν φύσιν νοεῖν, οὐχ ἁμαρτήσεσθε τῆς ἀληθείας· ὧν τὸ μὲν σῶμα τῇ φθορᾷ διέλυσαν, ἰσχὺν λαβόντες καθ᾿ ἡμῶν τοῦ νόμου τῆς ἐντολῆς τὴν παράβασιν· τὴν δὲ ψυχήν, ὡς τῆς ἄνωθεν συγγενείας ὑπάρχουσαν, οὐ κατέσχισαν.
ΕΡΩΤΗΣΙΣ Ε´.
Τὶς ἡ κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ κατὰ τὴν ἀναγωγήν, καὶ τί τὸ ἐν λύπαις αὐτὴν φαγεῖν· καὶ τί τό, μετὰ τὸ ἀνατεῖλαι ἀκάνθας καὶ τριβόλους, τὸν χόρτον ἐσθίειν· καὶ τί τὸ τελευταῖον, ἐν ἱδρῶτι τοῦ προσώπου αὐτοῦ τὸν ἄρτον φαγεῖν; Καὶ μέν τοι οὐδέποτε ὤφθη ἄνθρωπος γῆν ἐσθίων, οὐδὲ χόρτον· οὐδὲ οἱ τὸν ἄρτον ἐσθίοντες, κατὰ τὴν ἀπόφασιν τῆς ἱστορίας, ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίουσιν.
Ἀπόκρισις.
Ἡ καταραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ ἐστιν ἡ σὰρξ τοῦ Ἀδάμ, ἀεὶ γινομένη διὰ τῶν ἔργων τοῦ Ἀδάμ, λέγω δὲ τῶν παθῶν τοῦ γεωθέντος νοῦ, κατηραμένη τῇ τῶν ἀρετῶν, ὡς ἔργων Θεοῦ, ἀκαρπίᾳ· ἣν μετ᾿ ὀδύνης πολλῆς καὶ λύπης ἐσθίει, τῆς κατ᾿ αὐτὴν μικρᾶς ἡδονῆς ἀπολαύων. Ἥτις σὰρξ ὑπὲρ ταύτης τῆς φθαρτῆς ἀπολαύσεως, ἀνατέλλει αὐτῷ μερίμνας καὶ φροντίδας, καθάπερ ἀκάνθας· καὶ μεγάλους πειρασμοὺς καὶ κινδύνους ὥσπερ τριβόλους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν, ἀλγεινῶς αὐτὸν πανταχόθεν κατακεντοῦντας, ἵνα μόλις δυνηθῇ τὴν ταύτης ὑγείαν τε καὶ εὐεξίαν, ὡς χόρτον μαραινόμενον περιποιήσασθαι καὶ φαγεῖν, τουτέστι, τυχεῖν· καὶ τότε μετὰ πολλὴν τῶν ὀδυνῶν ἐπανακύκλησιν, ἐν ἱδρῶτι τοῦ προσώπου, τουτέστιν, ἐν τῷ κατ᾿ αἴσθησιν καμάτῳ τε καὶ κόπῳ τῆς περιέργου κατασκοπῆς τῶν αἰσθητῶν· ὥσπερ ἄρτον τὴν πρὸς σύστασιν ἔχειν τῆς παρούσης ζωῆς ἀφορμήν, ἢ διὰ (280) τέχνης, ἢ δι᾿ ἄλλης τινὸς περινενοημένης τῷ βίῳ μεθοδείας.
Ἢ μᾶλλον γῆ, τοῦ Ἀδάμ ἐστιν ἡ καρδία, κατάραν λαβοῦσα διὰ τῆς παραβάσεως, τὴν τῶν οὐρανίων ἀγαθῶν ἀφαίρεσιν. Ἥντινα γῆν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν διὰ πολλῶν θλίψεως ἐσθίει, καθαρθεῖσαν τῆς κατὰ συνείδησιν κατάρας τῶν ἔργων αἰσχύνης. Καὶ πάλιν τοὺς ἀνατέλλοντας ἐν αὐτῇ δίκην ἀκανθῶν λογισμοὺς περὶ τῆς τῶν σωμάτων γενέσεως, καὶ ὥσπερ τριβόλους τοὺς περὶ τῆς τῶν ἀσωμάτων προνοίας τε καὶ κρίσεως περισκελεῖς λογισμοὺς ἀποκαθαίρων τῷ λόγῳ, τὴν φυσικὴν ὥσπερ χόρτον δρέπεται θεωρίαν πνευματικήν· καὶ οὕτως, ὡς ἐν ἱδρῶτι τοῦ προσώπου, τῷ ἐπιστημονικῷ τῆς διανοίας κατὰ τὴν γνῶσιν τρόπῳ, τὸν ἄφθαρτον τῆς θεολογίας ἄρτον ἐσθίει, τὸν μόνον ὄντως ζῶντα [Fr.ζωτικὸν], καὶ ἐσθιόντων συντηροῦντα πρὸς ἀφθαρσίαν τὴν γένεσιν. Γῆ τοίνυν ἐστὶ καλῶς ἐσθιομένη, ἡ διὰ πρακτικῆς (πράξεως) τῆς καρδίας κάθαρσις· χόρτος δέ, ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐπιστήμη τῶν γεγονότων· ἄρτος δέ, ἡ κατὰ τὴν θεολογίαν ἀληθὴς μυσταγωγία.
ΣΧΟΛΙΟΝ.
α´. Ἔργα λέγει τοῦ Ἀδὰμ τὰ πάθη τῆς ἀτιμίας· τὰς γὰρ ἀρετὰς ἐργάζεται μόνος ὁ Θεὸς ἐν τοῖς βουλομένοις· πρὸς τὴν τῶν ἀρετῶν φενέρωσιν, μόνην καθάπερ ὄργανον λαμβάνων, τῶν βουλομένων τὴν πρόθεσιν.
ΕΡΩΤΗΣΙΣ Στ´.
Εἰ κατὰ τὸν ἅγιον Ἰωάννην, «Ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν»· ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ Πνεύματος, οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται· πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι ἡμεῖς δυνάμεθα ἁμαρτάνειν;
Ἀπόκρισις.
Διττὸς ἐν ἡμῖν τῆς ἐκ Θεοῦ γεννήσεως ὁ τρόπος· ὁ μὲν πᾶσαν δυνάμει παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας· ὁ δέ, κατ᾿ ἐνέργειαν ὅλην παροῦσαν καὶ τὴν τοῦ γεννωμένου πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν, γνωμικῶς μεταπλάττουσαν εἰσάγων· καὶ ὁ μέν, κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων· ὁ δὲ πρὸς τῇ πίστει, καὶ τὴν κατ᾿ ἐπίγνωσιν ἐνεργοῦσαν, ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν. Οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι διόλου τῷ Πνεύματι, κατ᾿ αὐτὴν τῶν ἐγνωσμένων θείως μυστηρίων δι᾿ ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτὲ βουλομένοις οὐκ ἄπεστιν. Οὐ γὰρ γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν, ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν, ἧς ὁ κατ᾿ ἐπίγνωσιν πείρᾳ μεταλαβών, οὐ δύναται τοῦ κυρίως κατ᾿ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος, πρὸς ἄλλο(281) τι παρ᾿ ἐκεῖνο, κἀκεῖνο εἶναι προσποιούμενον, μεταπεσεῖν· ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος, εἰς τὴν σελήνην, ἢ τινας ἄλλους τῶν κατ᾿ οὐρανὸν ἀστέρων παραγνωρίσαι. Ὧν δὲ κατὰ τὴν γέννησιν, τὴν ὅλην προαίρεσιν λαβὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς δι᾿ ὅλου μετέθηκε, καὶ διὰ τῆς κατ᾿ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως, ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι θεὸν νομισθῆναι παρόντα τὰ κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος· ὅπερ οὐ πάσχων, ἀλλ᾿ ὑπάρχων κατ᾿ οὐσίαν ἐστὶν ὁ Θεός· τούτων σαφῶς ἀναμάρτητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονεν, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτῆς κατ᾿ ἐνέργειαν διεγνωσμένον. Κἂν οὖν ἔχομεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπερ ἐστὶ σπέρμα πρὸς τὴν τοῦ σπείραντος εἰδοποιοῦν τοὺς γεννωμένους ὁμοίωσιν· ἀλλ᾿ οὐ παρέχομεν αὐτῷ τὴν γνώμην τῆς ἐπ᾿ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθαράν· καὶ διὰ τοῦτο καὶ μετὰ τὸ γεννηθῆναι δι᾿ ὕδατος λέγω καὶ Πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρεσκευάζομεν, ἄραγε διὰ [Fr. ἆρα ἂν διὰ) τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τῆς συνειδήσεως κάθαρσιν· καὶ τὸ ζωοποιὸν Πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐν πείρᾳ γνώσεως ἐνήργει τελείωσιν. Λείπει τοιγαροῦν ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων, τὸ καθαρῶς ἑαυτοὺς ὅλους κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ Πνεύματι.
ΣΧΟΛΙΑ.
α´. Πρὸς τοὺς ἐρωτῶντας, πότερον ὁ Ἀδὰμ θνητὸς ἢ ἀθάνατος διεπλάσθη, πρόσφορος ὁμοῦ καὶ λίαν κατάλληλος ἡ ἀπόκρισις.
β´. Ἀργὴ πίστις, φησί, δυνάμει τὴν χάριν ἔχει τῆς υἱοθεσίας, ὡς διὰ τῶν ἐντολῶν μὴ κινουμένη ὑπὸ τῶν ἐχόντων αὐτήν.
γ´. Δύο τινὰς ἀποφαίνεται τρόπους γεννήσεως· τὸν μὲν κατ᾿ οὐσίαν, ἵν᾿ οὕτως εἴπωμεν, τοῦ ὅλου ἀνθρώπου· καθ᾿ ὃν ἡ τῆς υἱοθεσίας τελείωσις δυνάμει τῇ ψυχῇ ἐγγίνεται· τὸ δὲ κατὰ γνώμην καὶ προαίρεσιν, καθ᾿ ὃν τὸ Πνεῦμα τὸ ἅγιον παραλαβὸν θέλουσαν γνώμην τε καὶ προαίρεσιν, μεταπλάττει πρὸς θέωσιν, ὅλην αὐτὴν ἐνοῦν τῷ Θεῷ. Κατὰ μὲν οὖν τὸν πρῶτον τῆς γεννήσεως τρόπον, οἷόν τε τοὺς γεγεννημένους ῥέψαι πρὸς ἁμαρτίαν, μὴ βουλομένους εἰς ἔργον ἄγειν τὴν ἑνοῦσαν αὐτοῖς τῆς υἱοθεσίας δύναμιν, τῇ πρὸς τὴν σάρκα προσπαθείᾳ. Ἡ γὰρ προαίρεσίς ἐστι τὸ χρώμενον· ἡ δὲ τῆς υἱοθεσίας δύναμις, οἰονεὶ τὸ ὄργανον, ἢ τις δὴ ἀνενέργητος μένει, τῆς προαιρέσεως μὴ ταύτης χρῆσθαι προαιρουμένης. Κατὰ μὲν οὖν τοῦτον τῆς γεννήσεως τὸν τρόπον, οἷὸν τὲ φησι τοὺς γεγεννημένους ἐξαμαρτῆσαι· κατὰ δὲ τὸν δεύτερον, ἀμήχανον, ἅπαξ θεωθείσης τῆς γνώμης(284) καὶ προαιρέσεως. Τὸν οὖν Ἀπόστολον, κατὰ τοῦτον τῆς γεννήσεως τὸν τρόπον φάναι, τὸν γεγεννημένον ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν μὴ ποιεῖν.
ΕΡΩΤΗΣΙΣ Ζ´.
Τί ἐστίν, "Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἄνθρωπον σαρκί, ζῶσι δὲ κατὰ θεὸν πνεύματι·" Πῶς οἱ νεκροὶ σαρκὶ κρίνονται;
Ἀπόκρισις.
Ἔθος ἐστὶ τῇ Γραφῇ τοὺς χρόνους μεταλλάσσειν, καὶ εἰς ἀλλήλους μεταλαμβάνειν· καὶ τὸν μέλλοντα ὡς παρῳχηκότα, καὶ τὸν παρῳχηκότα ὡς μέλλοντα· καὶ τὸν ἐνεστῶτα, εἰς τὸν πρὸ αὐτοῦ καὶ μετ᾿ αὐτὸν χρόνον ἐκφωνεῖν, ὡς ἔστι δῆλον τοῖς αὐτῆς πεπειραμένοις. Φασὶν οὖν τινες, νεκροὺς λέγειν ἐνταῦθα τὴν Γραφήν, τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους· οἷον, τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργοποιίας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους, τὴν πολύτροπον δίκην, καὶ τὰς ἐξαισίας ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους. Οἵτινες οὐχ ὑπὲρ ἀγνοίας Θεοῦ τοσοῦτον, ὅσον τῆς εἰς ἀλλήλους παροινίας τὴν δίκην ἔτισαν· οἷς εὐηγγελίσθαι λέγει τὸ μέγα τῆς σωτηρίας κήρυγμα, κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον· τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην, διὰ τῆς ἐν σαρκὶ ζωῆς, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τουτέστι ψυχῇ· δεχόμενοι κατὰ τὸν ᾅδην ὄντες τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος εἰς ᾅδην Σωτῆρος πιστεύσαντας. Ὑπὲρ δὲ τοῦ νοηθῆναι τὸν τόπον, οὕτως ἐκλάβωμεν· Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, κριθεῖσι κατὰ ἄνθρωπον σαρκί, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι.
Ἢ πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρυμμένως, τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, οἷς εἰκότως κατὰ ἀλήθειαν, δι᾿ αὐτῶν τῶν ἔργων δέδοται τὸ θεῖον Εὐαγγέλιον· εἴπερ τὸ Εὐαγγέλιον σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν· τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὲ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωήν, ἀποθνήσκοντας, ζῶντας δὲ κατὰ Θεὸν μόνῳ τῷ πνεύματι, κατὰ τὸν θεῖον Ἀπόστολον καὶ τοὺς ἀμφ᾿ αὐτόν· τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωήν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς, κατὰ μόνην ἔχοντας τὴν ψυχήν. Οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροί, σαρκὶ κρίνονται, θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες καὶ διωγμούς, καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες.
ΕΡΩΤΗΣΙΣ Η´.
Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης· " Ὁ Θεὸς φῶς ἐστι·" καὶ μετ᾿ ὀλίγα πάλιν· " Ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί· " πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλῳ;
Ἀπόκρισις.
(285) Ὁ κατ᾿ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεός, ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσὶν ἐστιν ἀληθῶς φῶς γενόμενος. Ὣσπερ οὖν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες, διὰ φιλοθεΐας ἐν τῷ κατ᾿ οὐσίαν γίνονται φωτί, οὕτω τὸ κατ᾿ οὐσίαν ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. Ἐὰν οὖν ἐσμὲν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν φωτὶ τῷ Θεῷ, καὶ αὐτὸς ὁ Θεὸς ἐν τῷ μιμήσει γίνεται φωτί, ὡς ἐν εἰκόνι ἀρχέτυπον· ἢ μᾶλλον φῶς ἐστὶν ὁ Θεὸς καὶ Πατήρ, ἐν φωτὶ δηλαδὴ τῷ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, οὐκ ἄλλο καὶ ἄλλο, καὶ ἄλλο φῶς ὑπάρχων· ἀλλὰ κατ᾿ οὐσίαν ἓν καὶ τὸ αὐτό, κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές.
ΕΡΩΤΗΣΙΣ Θ´.
Τί λέγει πάλιν ὁ ἅγιος Ἰωάννης· «Ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα;» Πῶς ὁ ἅγιος Παῦλος λέγει· " Ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ." Πῶς δὲ καὶ τὰ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ, τί ἐσόμεθα;
Ἀπόκρισις.
Ὁ μὲν οὖν ἅγιος εὐαγγελιστὴς Ἰωάννης, τὸν τρόπον τῆς μελλούσης τῶν γενομένων ἐνταῦθα τέκνων τοῦ Θεοῦ διὰ τῶν κατὰ τὴν πίστιν ἀρετῶν θεώσεως, ἠγνοηκέναι λέγει, μήπω φανερωθείσης τῆς αὐθυπάρκτου κατὰ τὸ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως. Διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν, οὐ διὰ εἴδους. Ὁ δὲ ἅγιος Παῦλος, τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει, δι᾿ ἀποκαλύψεως εἰληφέναι· οὐ μὴν αὐτὸν ἐπεγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθεώσεως τρόπον. Διὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων· Κατὰ σκοπὸν διώκω, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως· γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τὸν τρόπον τῆς κατ᾿ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου, καὶ αὐτῷ δι᾿ ἀποκαλύψεως ἐνταῦθα γνωσθέντος σκοποῦ, τῆς ἐκ θεωτικῆς τῶν ἀξιουμένων δυνάμεως. Συνᾴδουσιν οὖν οἱ ἀπόστολοι, διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ᾿ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι Πνεύματος. Ὁ μὲν γάρ, τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν ἄγνοιαν· ὁ δέ, τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν. Ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ ἅγιος Ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκεν· ποτὲ μέν, πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν· ποτὲ δέ, οὔπω λογιζόμενος ἑαυτὸν κατειληφέναι· ποτὲ δέ, δι᾿ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν λέγων τὰ μέλλοντα· καὶ εἶναι καιρόν, ὅτι τῷ προσώπῳ πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης(288) καὶ ὑπὲρ νόησιν ἀπολαύσει χάριτος· ποτὲ δὲ ἀκ μέρους γινώσκειν ὁμολογῶν, καὶ ἐκ μέρους προφητεύειν· ποτὲ δέ, χρῆναι αὐτὸν γνώσεσθαι, καθὼς καὶ ἐπεγνώσθη, διαῤῥήδην βοῶν· ὡς οὔπω δηλονότι γνοὺς τὸ γνωσθησόμενον· καὶ συντόμως εἰπεῖν τό, Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται, τῷ Ἀποστόλῳ εἰρημένον, ταυτὸν εἶναί μοι φαίνεται τῷ, Οὔπω ἐφανερώθη τί ἐσόμεθα, λεχθέντι τῷ Θεολόγῳ·
ΕΡΩΤΗΣΙΣ Ι´.
Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται· πῶς οὖν ὁ φοβούμενος οὐ τετελείωται;
Ἀπόκρισις.
Ἡ καλὴ τῶν θείων Γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ Πνεύματος θεσμόν, τῶν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομενους, καὶ ἐπὶ τὰ πρόπυλὰ που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν, φοβουμένους ἐκάλεσε· τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τε καὶ τρόπων, οἶδεν ὀνομάζειν προσκόπτοντας· τοὺς δὲ κατὰ αὐτὴν γνωστικῶς ἤδη γεγενημένους, τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας κορυφήν, προσαγορεύει τελείους. Οὔτε οὖν ὁ φοβούμενος τὸν Κύριον, ἀπεστραμμένος διόλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφήν, καὶ πᾶσαν ἑαυτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις προστάγμασιν, ὑστερεῖ τινος καλοῦ τῶν εἰσαγομένοις πρεπόντων· κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος· ἀλλ᾿ οὐδὲ ὁ προκόπτων, τῶν ἐπιβεβλημένων αὐτῷ τῷ βαθμῷ καλῶν τινος ὑστερεῖ· κἂν τὴν αὐτὴν οὔπω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν.
Καὶ πάλιν, οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαιωτηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι· μηδενὸς μέν, κατὰ τὸν μακάριον Δαβίδ, ὑστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως· ὅμως δ᾿ οὖν ἔτι λειπόμενοι τῆς κατὰ νοῦν τῶν τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως. Οἱ δὲ τῆς θεωρητικῆς ἤδη μυστικῶς ἀξιωθέντες θεολογίας, καὶ πάσης φαντασίας ὑλικῆς τὸν νοῦν καθαρὸν καταστήσαντες, καὶ εἰκόνα τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν ἐκμίμησιν, ἔστωσαν ἡμῖν οἱ ἀγαπῶντες.
Οὐκ ἔστιν οὖν ὑστέρημα τοῖς φοβουμένοις, κατὰ τὸν μακάριον Δαβίδ, ὡς φοβουμένοις, κἂν οὐκ ἔχῃ τὸ πλῆρες καὶ τέλειον τῆς ἀμέσου πρὸς τὸν λόγον (288) ἑνώσεως κατὰ τὸ ἴσον τοῖς ἀγαπῶσι τὸν Κύριον, ὁ φοβούμενος. Ἕκαστος γὰρ ἐν τῷ ἰδίῳ τάγματι, κατὰ τὴν ἠφωρισμένην αὐτῷ μονήν, ἔχει τὸ τέλειον· κἂν ἄλλος ἄλλου κατὰ ποιόν ἢ ποσὸν τῆς πνευματικῆς ἡλικίας ἐστὶν ὑψηλότερος. Ἐπειδὴ δὲ διττός ἐστιν ὁ φόβος, κατὰ τό· Φοβήθητε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· καὶ κατὰ τό· Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· καί· Μέγας, καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ· ζητητέον, πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη, εἴπερ εἰς αἰῶνα αἰῶνος διαμένει· πῶς δὲ φοβερός ἐστι διαμένων ὁ Θεός, εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ; Ἢ μᾶλλον, ἐπειδή, καθὼς ἔφην, διττός ἐστιν ὁ φόβος, ὁ μὲν ἁγνός, ὁ δὲ οὐχ ἁγνός· οἷον, ὁ μὲν ἐπὶ πλημμελήμασι κατ᾿ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γενέσεως τὴν ἁμαρτίαν, ὡς οὐχ ἁγνός, οὐκ ἔσται διαπαντός· τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος· ὁ δὲ ἁγνὸς φόβος, ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστώς, οὐκ ἀπογεννήσεταὶ ποτε· διότιπερ οὐσιωδῶς. Ἐμπέφυκὲ πως τῷ Θεῷ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσι τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς. Ὁ τοίνυν μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτήν, ἀλλ᾿ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχήν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ᾿ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμότητος ἀγαπῶν τὸν Θεόν· καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος, καὶ οὐκ ἔσται αὐτῷ ὑστέρημα τὸ παράπαν οὐδέν.
Συνᾴδουσιν οὖν ἀλλήλοις ὅ τε προφήτης καὶ ὁ εὐαγγελιστής· ὁ μέν, λέγων μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν Κύριον φοβουμένοις ὑστέρημα· ὁ δέ, τὸν φοβούμενον, ὡς κριτήν, διὰ τὴν ἐῤῥυπωμένην συνείδησιν, μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ· κατὰ ταύτην τὴν ἐκδοχὴν λοιπόν, καὶ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ Θεός· ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτόν, καὶ περὶ αὐτὸν γενησομένων, ἀγάπην. Φόβου γὰρ καθ᾿ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη, εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν· μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παῤῥησίας· τί δὲ βούλεται τό, περικύκλῳ αὐτοῦ, λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν.
Ὁ γὰρ κυκλούμενος καὶ ἔμπροσθεν, καὶ ὄπισθεν, καὶ ἐκ δεξιῶν, καὶ ἐξ ἀριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. Ἐπειδὴ τοίνυν καὶ ὁ Κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω, τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν (292) ἀμέπτως ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευθέντας τοὺς ἐξ ἀριστερῶν δέ, τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας. Φησὶ γὰρ περὶ τῆς Σοφίας ἡ τῶν Παροιμιῶν βίβλος· Ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς, πλοῦτος καὶ δόξα· τοὺς ἐκ δεξιῶν δέ, τοὺς καθαρὰν αἰσθητῆς φαντασίας δεξαμένους τὴν ἄϋλον γνῶσιν τῶν νοητῶν· ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς, φησίν, ἔτη ζωῆς· τοὺς δὲ ἔμπροσθεν τοὺς δι᾿ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοοῦν ἐφέσεως ζέσιν, ἀξιωθέντας τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως. Εἰ δὲ καὶ ἄλλος ἐστὶ περὶ τούτου μείζων λόγος καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς καθ᾿ ὑμᾶς θείοις ἀνδράσιν ἐστὶ ληπτός.
ΣΧΟΛΙΟΝ.
α´. Διττὸν εἶναὶ φησι τὸν φόβον, τὸν μὲν ἁγνόν, τὸν δὲ οὐχ ἁγνόν· ἐπειδὴ τῶν ἀνθρώπων, οἱ μὲν εἰσὶν ἁμαρτωλοί, οἱ δὲ δίκαιοι· ὧν οἱ μὲν δίκαιοι, διὰ τὸ καθαρὸν καὶ ἄῤῥυπον τῆς συνειδήσεως τὸν πρῶτον ἐν ἑαυτοῖς φυλάττουσι πρὸς τὸ Θεῖον φόβον, αἰδούμενοι τοῦτον διὰ τὴν ὑπερβάλλουσαν ὑπεροχὴν τῆς αὐτοῦ ἀπείρου, δυνάμεως· οἱ δὲ ἁμαρτωλοί, κατὰ τὸν δεύτερον φόβον, ἀπεκδεχόμενοι παρ᾿ αὐτοῦ τὰς ἐπὶ πλημμελήμασι τιμωρίας. Καὶ τὸν μὲν ἁγνὸν φόβον διαμένειν ἀεὶ καὶ ἀνεξάλειπτον εἶναι, κατὰ τό, Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὸν δὲ οὐχ ἁγνόν, ἐξίτηλον εἶναι καὶ ἀνεπίμονον, διὰ τῆς μετανοίας ἀφανιζόμενον. Τὸν μὲν οὖν Ἀπόστολον, μὴ τέλειον εἶναι φάναι τὸν φοβούμενον ἐν τῇ ἀγάπῇ, κατὰ τὸν οὐχ ἁγνὸν φόβον· τὸν δὲ Προφήτην, μὴ εἶναι, ὑστέρημα τοῖς φοβουμένοις τὸν Κύριον, κατὰ τὸν ἁγνὸν φόβον.
ΕΡΩΤΗΣΙΣ ΙΑ´.
Τὶς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων, καὶ τί τὸ οἰκητήριον ὃ ἀπέλιπον; καὶ τίνες οἱ ἀΐδιοι δεσμοί; καὶ τὶς ὁ ζόφος, ὑφ᾿ ὃν τετήρηνται; καὶ τί ἐν τῇ κρίσει τῆς μεγάλης ἡμέρας πείσονται;
Ἀπόκρισις.
Ὁ μὲν ἀκριβὴς περὶ τούτων λόγος, τοῖς ἀποστολικοῖς τὴν διάνοιαν μόνοις ἔστω τετηρημένος, τοῖς ἀμέσως παρὰ τοῦ Λόγου διδαχθεῖσι, τήν τε τῶν ὄντων γνῶσιν ἀψευδῆ, καὶ τῆς ἐπὶ τοῖς οὖσι σαφῶς (σοφῆς) προνοίας τὴν ἀγαθὴν καὶ δικαίαν διεξαγωγήν· οἷα μηδὲν ἑαυτῶν καὶ τοῦ Λόγου κατὰ νοῦν ἀφεῖσι κωλυτικὸν διατείχισμα. Ὅσον δ᾿ οὖν εἰς ἐμὲ φθάνει τὸν κάτω, καὶ πολλὰ ἔχοντα τῆς τοῦ Λόγου πρὸς μὲ κωλύματα διαβάσεως, ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων ἐστίν, ὀ λόγος τυχόν, καθ᾿ ὃν ἐκτίσθησαν· ἢ ἡ δοθεῖσα πρὸς ἐκθέωσιν αὐτοῖς κατὰ χάριν φυσικὴ δυναστεία· ἢ πάλιν, ἡ κατὰ τὴν ἀξίαν τῆς χάριτος τάξις τῆς στάσεως· τὸ δὲ οἰκητήριον ἐστιν, ἢ ὁ οὐρανός, ἢ ἡ κατὰ τὴν ἕξιν τῶν ὑπὲρ ἔννοιαν ἀγαθῶν σοφία, ἣν οἰκεῖν ἐδημιουργήθησαν· οἶδε γὰρ καὶ σοφίαν οἶκον ὀνομάζειν ὁ λόγος· ἢ ἡ φρουρητικὴ τῶν δοθέντων αὐτοῖς φυσικῶν τε καὶ (293) ἐπικτήτων ἀγαθῶν ἐπισκοπὴ τῆς ἀχράντου θεότητος, ἣν ἀπέλιπον τυραννήσαντες· ἀΐδιοι δὲ δεσμοὶ εἰσιν, ἡ κατὰ γνώμην αὐτῶν παντελής τε καὶ διηνεκὴς περὶ τὸ καλὸν ἀκινησία, καθ᾿ ἣν οὐδαμῶς οὐδὲ ποτε θείας ἀνέσεως ἀπολαύουσιν· ἢ πάλιν, ἡ διὰ τὴν ἡμῶν σωτηρίαν τῆς καθ᾿ ἡμῶν μανίας αὐτοὺς ἐπέχουσα προβῆναι τῆς αὐτῶν πονηρίας τὰ καθ᾿ ἡμῶν μηχανήματα· ζόφος δέ ἐστιν, ἡ παντελὴς καὶ ὁλόκληρος τῆς θείας ἄγνοια χάριτος· καθ᾿ ἣν διόλου γνωμικῶς ποιωθέντες, τῆς μακαρίας καὶ παμφαοῦς τοῦ ἀκηράτου φωτὸς ἐστέρηνται διαδόσεως· περὶ τὸ μὴ ὄν, πᾶσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ φύσιν νοερὰν δύναμιν ἀναλώσαντες. Τί δὲ πείσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, μόνος οἶδεν ὁ δίκαιος Κριτής, ὁ κατ᾿ ἀξίαν ἑκάστῳ δικαίαν ἀφορίζων τὴν ἀμοιβήν, καὶ τῷ μέτρῳ τῆς κακίας ἴσον πρεπόντως τὸ εἶδος διανέμων τῆς κρίσεως· καὶ πρόσφορον τὴν ἐπ᾿ αἰῶσιν ἀτελευτήτοις ψῆφον συνεκφέρων μετὰ δικαιοσύνης, τοῖς αγαθοῖς αὐτοῦ δόγμασιν.
ΕΡΩΤΗΣΙΣ ΙΒ´.
Τὶς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών.
Ἀπόκρισις.
Ὁ πολλοῖς πλημμελήμασι τῶν ἐκ τῆς σαρκὸς παθῶν (παθημάτων) κεκηλιδωμένος βίος, χιτών ἐστιν ἐσπιλωμένος. Ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος, εἴτε ἄδικος· ὁ μέν, χιτῶνα καθαρὸν ἔχων, τὸν ἐνάρετον βίον· ὁ δέ, πονηροῖς ἐσπιλωμένην ἔργοις τὴν ζωὴν κεκτημένος. Ἢ μᾶλλον, ἐσπιλωμένος ἀπὸ τῆς σαρκός ἐστι χιτών, ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τε καὶ ἐνεργημάτων τὴν ψυχὴν ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διὰ παντὸς καθάπερ χιτῶνὰ τινα περὶ ἑαυτήν, δυσωδίας πληροῦται παθῶν. Ὡς γὰρ ἀπὸ τοῦ πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων, ἀφθαρσίας γίνεται καλὴ καὶ ἐπίδοξος· οὕτω καὶ ἀπὸ τῆς σαρκός, τῶν παθῶν ἀλλήλοις κατὰ τὴν ἀναλογίαν συνυφαινομένων, γίνεταὶ τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ ἑαυτοῦ δεικνὺς γνώριμον τὴν ψυχήν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα παρὰ τὴν θείαν ἐνθέμενος.
ΕΡΩΤΗΣΙΣ ΙΓ´.
Τί ἐστι, "Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης; "Τίνα τὰ ἀόρατα τοῦ Θεοῦ, καὶ τὶς ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης;
Ἀπόκρισις.
Οἱ τῶν ὄντων λόγοι προκαταρτισθέντες τῶν αἰώνων (296) Θεῷ, καθὼς οἶδεν αὐτός, ἀόρατοι ὄντες· οὓς καὶ ἀγαθὰ θελήματα καλεῖν τοῖς θείοις ἔθος ἐστὶν ἀνδράσιν· ἀπὸ τῶν ποιημάτων νοούμενοι καθορῶνται. Πάντα γὰρ τὰ ποιήματα τοῦ Θεοῦ κατὰ φύσιν μετὰ τῆς δεούσης ἐπιστήμης γνωστικῶς ὑφ᾿ ἡμῶν θεωρούμενα, τοὺς καθ᾿ οὓς γεγένηνται λόγους κρυφίως ἡμῖν ἀπαγγέλλουσι, καὶ τὸν ἐφ᾿ ἑκάστῳ ποιήματι θεῖον σκοπὸν ἑαυτοῖς συνεκφαίνουσι· καθ᾿ ὃ καὶ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ τὸ στερέωμα τὴν τῶν χειρῶν ἀναγγέλλει ποίησιν. Ἀΐδιος δὲ δύναμίς ἐστι καὶ θειότης, ἡ συνεκτικὴ τῶν ὄντων πρόνοια, καὶ ἡ κατὰ ταύτην ἐκθεωτικὴ τῶν προνοουμένων ἐνέργεια.
Ἢ τάχα τὰ ἀόρατα τοῦ Θεοῦ εἰσιν οὐκ ἄλλο τι παρὰ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα, ἔχουσαν διαπρυσίως κήρυκας τὰς τῶν γεγονότων ὑπερφυεῖς μεγαλοπρεπείας. Ὡς γὰρ ἐκ τῶν ὄντων τὸν κυρίως ὄντα Θεὸν ὅτι ἔστι πιστεύομεν· οὕτως καὶ ἐκ τῆς τῶν ὄντων οὐσιώδους κατ᾿ εἶδος διαφορᾶς, τὴν κατ᾿ οὐσίαν ἔμφυτον αὐτοῦ σοφίαν ὑφεστῶσαν, καὶ τῶν ὄντων συνεκτικὴν διδασκόμεθα. Καὶ πάλιν, ἐκ τῆς οὐσιώδους κατ᾿ εἶδος τῶν ὄντων κινήσεως, τὴν κατ᾿ οὐσίαν ἔμφυτον αὐτοῦ ζωὴν ὑφεστῶσαν, καὶ τῶν ὄντων συμπληρωτικὴν μανθάνομεν· ἐκ τῆς κατὰ τὴν κτίσιν σοφῆς θεωρίας, τὸν περὶ τῆς ἁγίας Τριάδος, Πατρὸς λέγω, καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, λόγον λαμβάνοντες· Θεοῦ γὰρ ἀΐδιος ἐστιν ὡς ὁμοούσιος δύναμις ὁ Λόγος, καὶ θειότης ἀΐδιος τὸ Πνεῦμα ἅγιον. Κατάκριτοι τοιγαροῦν οἱ μὴ συνδιδαχθέντες ἐκ τῆς τῶν ὄντων θεωρίας, τὴν αἰτίαν τῶν ὄντων, καὶ τὰ κατὰ φύσιν τῆς αἰτίας ἴδια, τὴν δύναμιν λέγω, καὶ τὴν θειότητα. Βοᾷ τοίνυν ἡ κτίσις διὰ τῶν ἐν αὐτῇ ποιημάτων, καὶ οἷον ἀπαγγέλλει τοῖς νοερῶς δυναμένοις ἀκούειν, τὴν ἰδίαν αἰτίαν τριαδικῶς ὑμνουμένην· λέγω δὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν καὶ τὴν θειότητα, ἤγουν τὸν μονογενῆ Λόγον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα γάρ ἐστι τὰ ἀόρατα τοῦ Θεοῦ τὰ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου νοήσει καθορώμενα.
ΣΧΟΛΙΟΝ.
α´. Ὅτι ἐκ τῶν ὄντων, φησί, τῶν ὄντων γινώσκομεν αἴτιον· καὶ ἐκ τῆς διαφορᾶς τῶν ὄντων τὴν ἐνυπόστατον τοῦ ὄντος διδασκόμεθα σοφίαν· καὶ ἐκ τῆς τῶν ὄντων φυσικῶς κινήσεως, τὴν ἐνυπόστατον τοῦ ὄντος μανθάνομεν ζωήν, τὴν τῶν ὄντων ζωοποιὸν δύναμιν, τὸ Πνεῦμα τὸ ἅγιον.
ΕΡΩΤΗΣΙΣ ΙΔ´.
Τί ἐστι, "Καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα;" Τί ἐστι σέβας, καὶ τί ἐστι λατρεία;
Ἀπόκρισις.
Σέβας ἐστὶν ἡ μετὰ πίστεως προσκύνησις τοῦ Θείου· λατρεία δέ, ἡ διὰ τῶν ἔργων θεραπεία. Τοῦτο δὲ τὸ σέβας, ἤγουν τὴν πίστιν, ἐπὶ τὴν κτίσιν μεταβιβάσαντες οἱ ἄνθρωποι, παρὰ τὸν Κτίσαντα (297) προσκύνησαν [Fr. προσεκύνουν], πιστεύοντες δαιμονίοις· καὶ ἐλάτρευον, τὴν διὰ τῶν πονηρῶν ἔργων αὐτοῖς θεραπείαν προσάγοντες. Ἡμεῖς δὲ τὸν Θεὸν σέβοντες, διὰ τῆς εἰς αὐτὸν Πίστεως, σπουδάσωμεν καὶ λατρείαν αὐτῷ προσάγειν καθαράν, τὴν διὰ τῶν ἀρετῶν τετελειωμένην πολιτείαν.
ΕΡΩΤΗΣΙΣ ΙΕ´.
Τί ἐστι, "Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμα ἐστιν ἐν πᾶσι· διὸ τοὺς παραπίπτοντας, κατὰ μικρὸν ἐλέγχεις." Εἰ περὶ τοῦ ἁγίου Πνεύματος λέγει, πῶς εἰς ἀσύνετον καρδίαν σοφία οὐκ εἰσελεύσεται, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις; ἐσημειωσάμεθα (Fr. ἐσημειωσάμην) δὲ τοῦτο, διὰ τὸ ἁπλῶς εἰπεῖν, " Ἐν πᾶσιν."
Ἀπόκρισις.
Τὸ Πνεῦμα τὸ ἅγιον, οὐδενὸς ἄπεστι τῶν ὄντων· καὶ μάλιστα τῶν λόγου καθοτιοῦν μετειληφότων· Συνεκτικὸν γὰρ ὑπάρχει τῆς ἑκάστου γενέσεως, ὅτι Θεὸς καὶ Θεοῦ Πνεῦμα κατὰ δύναμιν προνοητικὴν διὰ πάντων χωροῦν, καὶ τὸν ἐν ἑκάστῳ κατὰ φύσιν λόγον ἀνακινοῦν, καὶ δι᾿ αὐτοῦ πρὸς συναίσθησιν τῶν πλημμελῶς παρὰ τὸν θεσμὸν τῆς φύσεως πεπραγμένων ἄγον τὸ αἰσθανόμενον· τὸν τὴν προαίρεσιν (Fr. καὶ τὴν προαίρ.) εὔεικτον ἔχοντα πρὸς ὑποδοχὴν τῶν ἐκ φύσεως ὀρθῶν λογισμῶν. Ἀμέλει τοι πολλοὺς εὑρίσκομεν καὶ τῶν ἄγαν βαρβάρων καὶ νομάδων ἀνθρώπων, καλοκἀγαθίας μεταποιουμένους, καὶ τοὺς ἀνέκαθεν κρατήσαντας τοὺς ἐν αὐτοῖς θηριώδεις ἀθετοῦντας νόμους. Οὕτω μὲν οὖν ἐν πᾶσιν ἁπλῶς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον.
Προσδιωρισμένως δὲ καὶ κατ᾿ ἄλλην ἐπίνοιάν ἐστιν ἐν πᾶσι τοῖς κατὰ νόμον ὡς νομοθετικόν, καὶ προαγορευτικὸν μελλόντων μυστηρίων, ἐμποιοῦν αὐτοῖς, αἴσθησιν μὲν τῆς τῶν ἐντολῶν παραβάσεως, ἐπιστήμην δέ, τῆς προαγορευθείσης (Reg. et Fr. προσαγορ.) κατὰ Χριστὸν τελειότητος· ὅθεν κἀκ τούτων πολλοὺς εὑρίσκομεν, τοὺς μὲν παλαιὰν καὶ ἐν σκιαῖς κειμένην καταλιμπάνοντας λατρείαν, πρὸς δὲ τὴν νέαν καὶ μυστικὴν προθύμως μεταβαλλομένους.
Ἔστι δὲ πρὸς τοῖς εἰρημένοις τρόποις, καὶ ἐν πᾶσι τοῖς τὸ θεῖον καὶ θεοποιὸν ὄντως ὄνομα τοῦ Χριστοῦ κληρωσαμένοις διὰ τῆς πίστεως, οὐ μόνον ὡς φρουρητικόν, καὶ προνοητικῶς λόγου τοῦ κατὰ φύσιν ἀνακινητικόν· καὶ ὡς δεικτικὸν τῆς τῶν ἐντολῶν παραβάσεως καὶ φυλακῆς, καὶ τῆς κατὰ Χριστὸν ἐξαγγελτικὸν προαγορεύεσεως. Ἀλλὰ καὶ ὡς δημιουργὸν τῆς κατὰ χάριν διὰ τῆς πίστεως δοθείσης υἱοθεσίας. Ὡς γὰρ σοφίας ποιητικὸν ἐν μόνοις ἐκείνοις γίνεται, τοῖς κατὰ ψυχὴν καὶ σῶμα καθαρθεῖσι διὰ τῆς τῶν ἐντολῶν ἀκριβοῦς συνασκήσεως, ὡς οἰκείοις προσομιλοῦν, διὰ τῆς ἁπλῆς καὶ ἀΰλου γνώσεως (Fr. Ὅρα τὶς ἡ ἁπλῆ καὶ ἄϋλος γνῶσις), καὶ τὸν νοῦν αὐτῶν ταῖς ἀχράντοις τῶν ἀῤῥήτων νοήσεσι πρὸς ἐκθέωσιν ἐκτυποῦν.
Ἔστι οὖν ἐν πᾶσι μὲν ἁπλῶς, καθ᾿ ὃ πάντων ἐστὶ συνεκτικὸν καὶ προνοητικόν, καὶ τῶν φυσικῶν σπερμάτων ἀνακινητικόν· προσδιωρισμένως δέ, καὶ ἐν (300) πᾶσι τοῖς ἐν νόμῳ, καθότι τῆς τῶν ἐντολῶν ἐστιν ὑποδεικτικὸν παραβάσεως, καὶ τῆς κατὰ Χριστὸν προαγορευθείσης ἐπαγγελίας φωτιστικόν· Ἐν δὲ πᾶσι τοῖς κατὰ Χριστόν, πρὸς τοῖς εἰρημένοις, ὡς υἱοθετικόν· ὡς δὲ σοφίας ποιητικόν, ἐν οὐδενὶ τῶν εἰρημένων ἐστὶν ἁπλῶς, πλὴν τῶν συνιέντων, καὶ ἑαυτοὺς διὰ τῆς ἐνθέου πολιτείας ἀξίους ποιησαμένων τῆς αὐτοῦ θεωτικῆς ἐνοικήσεως. Πᾶς γὰρ μὴ ποιῶν τὰ θεῖα θελήματα, κἂν πιστός ἐστιν, ἀσύνετον ἔχει τὴν καρδίαν, ὡς πονηρῶν λογισμῶν ἐργαστήριον, καὶ τὸ σῶμα κατάχρεων ἁμαρτίαις, ὡς διαπαντὸς μολυσμοῖς παθῶν συνεχόμενον.
ΕΡΩΤΗΣΙΣ ΙΣΤ´.
Τὶς ὁ χωνευτὸς μόσχος, καὶ διὰ τί μόσχον ἑνικὸς λέγει· τὸ δέ, "Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ" πληθυντικῶς. Καὶ τί τό, λεπτυνθῆναι καὶ διασπαρῆναι ὑπὸ τὸ ὕδωρ· καὶ τίνα τὰ ἐνώτια, καὶ τὰ ἑξῆς κόσμια;
Ἀπόκρισις.
Ὁ κατὰ τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου τῆς ἁμαρτίας ἐξερχόμενος νοῦς, καὶ συνεξιοῦσαν ἔχων ἑαυτῷ τῆς καθ᾿ ἁμαρτίαν πλάνης, καθάπερ ἐκτυπώματα κακίας ἐν τῇ διανοίᾳ τὴν φαντασίαν, ἐπὰν μικρὸν ἀμελήσας ἀπολειφθῇ τῆς λογικῆς διακρισίας, ὡς πάλαι τοῦ Μωϋσέως ὁ Ἰσραήλ, τὴν ἀλόγιστον καθάπερ μόσχον, καὶ πάντων μητέρα τῶν παθῶν ἕξιν ὑφίστησιν· ὡς μὲν ἐνώτια, τοὺς λόγους οὓς εἴληφε φυσικῶς περὶ θεολογίας ἐκ τῆς τῶν ὄντων εὐσεβοῦς κατανοήσεως· ὡς δὲ περιτραχηλίους κόσμους, τὰς ἐκ τῆς φυσικῆς θεωρίας ἐγγινομένας αὐτῷ θεοπρεπεῖς περὶ τῶν ὄντων δόξας· ὡς δὲ ψέλλια χειρῶν, τὰς κατὰ τὴν πρακτικὴν τῶν ἀρετῶν φυσικὰς ἐνεργείας χωνεύων ἐν καμίνῳ, τῇ διαπύρῳ ζέσει τῆς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἐμπαθοῦς διαθέσεως· καὶ κατὰ τὴν προαποκειμένην τῇ διανοίᾳ τοῦ κακοῦ φαντασίαν τε καὶ μορφήν, δι᾿ ἐνεργείας αὐτῆς τὴν ἀεὶ σκεδαστήν, καὶ συνδιασκεδάζουσαν ἑαυτῇ τὸν αὐτὴν διαπραττόμενον νοῦν, καὶ τῆς περὶ τὴν ἀλήθειαν ἑνικῆς ταυτότητος, αὐτὸν διατέμνουσαν· καὶ περὶ πολλὰς καὶ ἀπαγεῖς διαχέουσαν τῶν οὐκ ὄντων φαντασίας τε καὶ δόξας, ἀλόγιστον ἕξιν συνίστησιν, ἣν λεαίνει καὶ σπείρει ὑπὸ τὸ ὕδωρ ἡ τοῦ θείου Λόγου παρουσία, τῇ λεπτότητι τῆς θεωρίας τὸ πρὸς αἴσθησιν κατ᾿ ἐπιφάνειαν ἐν τοῖς πάθεσι πάχος τῇ διανοίᾳ λεαίνουσα, καὶ τὴν εἰς ἀλλήλας τῶν φυσικῶν δυνάμεων γενομένην κατὰ τὸ πάθος μεταβολήν τε καὶ σύγχυσιν, εὐκρινῶς διαστέλλουσα, καὶ πρὸς τὴν οἰκείαν πάλιν ἀρχὴν τῆς γνώσεως ἐπανάγουσα. Τοῦτο γὰρ τὸ ὑπὸ τὸ ὕδωρ σπεῖραὶ μοι νοεῖται (al. νενόηται)· πᾶσαν μὲν οὖν τὴν τῶν ἱστορουμένων κατὰ τὸν τόπον (Fr. τύπον) ἐν τούτοις συντέμων, παρέθετο τὴν θεωρίαν ὁ λόγος. Ἵνα δὲ σαφέστερον γένηται τὸ χωρίον, ὁριστικῶς ἕκαστον, εἰ δοκεῖ, θεωρήσωμεν.
Μόσχος οὖν ἐστι χωνευτός, ἡ τῶν κατὰ φύσιν δυνάμεων εἰς ἀλλήλας φύρσις καὶ σύγχυσις· ἢ μᾶλλον (301) σύνοδος ἐμπαθὴς καὶ ἀλόγιστος, καὶ τῆς ἀλογίστου τῶν παρὰ φύσιν παθῶν ἐνεργείας ἀποτελεστική. Εἷς δὲ μόσχος, ὅτι μία κακίας ἕξις, εἰς πολλὰ κακίας εἴδη διασκεδαζομένη· μόσχος δέ, διὰ τὸ καρτερικὸν καὶ φιλόπονον, καὶ γεωργικόν, καὶ οἷον ἀναδοτικὸν καὶ ἐπινοητικόν, ὡς ἐν μηρυκισμῷ τῆς περὶ τὰ πάθη κακῆς διαθέσεως· χωνευτὸς δέ, ὅτι κατ᾿ εἶδος τῆς προαποκειμένης τῇ διανοίᾳ κακῆς φαντασίας, ἡ τῶν παθῶν ἕξις ἀποτελεῖται καὶ ἐνέργεια. Τὸ δέ· Οὗτοι οἱ θεοί σου, πληθυντικῶς εἰρημένον, ἐπειδὴ σκεδαστὸν φύσει τὸ κακὸν ὑπάρχει καὶ ἄστατον, καὶ πολύμορφον καὶ διαιρετικόν. Εἰ γὰρ φύσει τὸ καλόν ἐστιν ἑνοποιητικὸν τῶν διῃρημένων καὶ συνεκτικόν, τὸ κακὸν δηλονότι τῶν ἡνωμένων ἐστὶ διαιρετικόν τε καὶ φθαρτικόν. Ἐνώτια δέ, οἱ περὶ θεολογίας φυσικῶς τῷ νῷ ἐνυπάρχοντες ἐκ τῆς τῶν ὄντων εὐσεβοῦς κατανοήσεως τυγχάνουσι λόγοι. Οἱ δὲ περὶ τὸν τράχηλον κόσμοι εἰσί, τὰ κατὰ τὴν φυσικὴν θεωρίαν ὀρθὰ περὶ τῶν ὄντων δόγματα· τὰ ψέλλια, ἡ κατὰ τὴν πρᾶξίν ἐστιν ἐνέργεια τῶν ἀρετῶν.
Ἢ πάλιν ἐνώτιά ἐστιν ὁ ἔμφυτος λόγος. Λόγου γὰρ τὸ οὖς σύμβολον. Περιτραχήλιος δὲ κόσμος ἐστὶ τὸ θυμικόν· ἀναστήματος γὰρ καὶ τυραννίδος τύπος ὁ τράχηλος. Ψέλλια δὲ χειρῶν, ἡ ἐπιθυμία, διὰ τῆς καθ᾿ ἡδονὰς μηνυομένη πράξεως. Ἅπερ πάντα κατὰ τὴν περὶ ἑκάστου δοθεῖσαν ἔννοιαν ἅπτων ὁ νοῦς εἰς τὸ πῦρ τῶν παθῶν, ἀποτελεῖ τὴν ἄλογον καὶ ἀνόητον τῆς ἀγνοίας ἕξιν, τὴν πάντων μητέρα τῶν κακῶν. Λεπτύνει δὲ αὐτήν, ὁπηνίκα τὸ τοῦ πάθους κατὰ τὴν ἐπιφάνειαν πρὸς αἴσθησιν πάχος τῇ διανοίᾳ διασκοπήσας ὁ νοῦς, τῶν ποιούντων τοῦ πάθους τὴν σύνθεσιν, πρὸς τὴν οἰκείαν ἀρχὴν ἕκαστον διελὼν ἀναγάγῃ, καὶ οὕτως σπείρῃ ὑπὸ τὸ ὕδωρ· λέγω δὲ τὴν γνῶσιν τῆς ἀληθείας, ἄγων τὰ διευκρινηθέντα, καὶ τῆς πρὸς ἄλληλα κακῆς ἀπαλλαγέντα συμπλοκῆς καὶ συνθέσεως.
Οἷον τι λέγω, πᾶν πάθος κατὰ συμπλοκὴν πάντως αἰσθητοῦ τινος, καὶ αἰσθήσεως καὶ φυσικῆς δυνάμεως· θυμοῦ λέγω τυχόν, ἢ ἐπιθυμίας, ἢ λόγου παρατραπέντος τοῦ κατὰ φύσιν, συνίσταται. Ἐὰν οὖν τὸ πρὸς ἄλληλα κατὰ σύνθεσιν τέλος, τοῦ τε αἰσθητοῦ καὶ τῆς αἰσθήσεως, καὶ τῆς ἐπ᾿ αὐτῇ φυσικῆς δυνάμεως θεωρήσας ὁ νοῦς, δυνηθῇ πρὸς τὸν οἰκεῖον φύσει λόγον τούτων ἕκαστον διακρίνας ἐπαναγαγεῖν, καὶ θεωρῆσαι καθ᾿ ἑαυτὸν τὸ αἰσθητόν, ἄνευ τῆς πρὸς αὐτὸ τῆς αἰσθήσεως σχέσεως, καὶ τὴν αἴσθησιν δίχα τῆς τοῦ αἰσθητοῦ πρὸς αὐτὴν οἰκειότητος, καὶ τὴν ἐπιθυμίαν, φέρε εἰπεῖν, ἢ ἄλλην τινὰ τῶν κατὰ φύσιν δυνάμεων, χωρὶς τῆς ἐμπαθοῦς ἐπ᾿ αἰσθήσει τε καὶ αἰσθητῷ διαθέσεως, ὡς ἡ τοῦ πάθους ποιά παρασκευάζει τὴν θεωρίαν γίνεσθαι κίνησις, ἐλέπτυνε λεάνας τοῦ μόσχου, τουτέστι τοῦ οἱουδήποτε πάθους συμβαίνοντος τὴν σύστασιν, καὶ ὑπὸ τὸ ὕδωρ τῆς γνώσεως ἔσπειρεν· ἀφανίσας παντελῶς καὶ αὐτὴν τῶν παθῶν τὴν ψιλὴν φαντασίαν, διὰ τῆς πρὸς ἑαυτὰ τῶν ἀποτελούντων αὐτὰ κατὰ φύσιν πραγμάτων ἀποκαταστάσεως. Γένοιτο δὲ καὶ ἡμᾶς τὸν χωνευτὸν μόσχον λεπτύναντας τῆς (304) ψυχῆς ἀφανίσαι, μόνην ἐχούσης ἀκίβδηλον τὴν θείαν εἰκόνα, μηδενὶ καθάπαξ τῶν ἐκτὸς μολυνομένην. Τὸ δὲ φερόμενον, Καὶ ἐπότισεν αὐτὸ Μωϋσῆς τοὺς υἱοὺς Ἰσραήλ, τὸν τρόπον σημαίνει τῆς τῶν παθῶν καθαιρετικῆς διδασκαλίας, τοῖς μανθάνουσι παρὰ τῶν διδασκόντων διδόμενον.
ΕΡΩΤΗΣΙΣ ΙΖ´.
Εἰ ὁ Θεὸς τὸν Μωϋσῆν ἀπέστειλεν εἰς Αἴγυπτον, τίνι τῷ λόγῳ τὸν ὑπὸ τοῦ Θεοῦ ἀπεσταλμένον ὁ τοῦ Θεοῦ ἄγγελος ἀποκτεῖναι ἐζήτει, καὶ ἂν ἀπέκτεινεν, εἰ μὴ σπεύσασα ἡ γυνὴ τὸ παιδίον περιέτεμεν, καὶ δι᾿ ἑαυτῆς τὴν τοῦ ἀγγέλου ὁρμὴν ἔστησε; Καὶ εἰ ἀναγκαία ἦν ἡ περιτομὴ τοῦ παιδίου, διὰ τί πρὸ τοῦ αὐτὸν τὸν Θεὸν ἀποστεῖλαι, μετὰ ἡμερότητος οὐκ ἐνετείλατο αὐτῷ περιτεμεῖν τὸ παιδίον; Διὰ τί δὲ καὶ ὅτι πταῖσμα ἦν, ὁ ἀγαθὸς ἄγγελος τὸν ὑπὸ τοῦ Θεοῦ εἰς τοιαύτην διακονίαν ἀποστελλόμενον, ἡμέρως οὐκ ἐνουθέτησεν;
Ἀπόκρισις.
Ὁ τῶν γραφικῶν αἰνιγμάτων φόβῳ Θεοῦ τὸν νοῦν διερευνώμενος, καὶ μόνης τῆς θείας ἕνεκεν δόξης, οἷον ὡς προκάλυμμα, περιαιρῶν τὸ γράμμα τοῦ πνεύματος, Εὑρήσει πάντα, κατὰ τὸν τῆς Σοφίας λόγον, ἐνώπια, μηδενὸς εὑρισκομένου κωλύμματος πρὸς τὴν ἄμεμπτον ἐπὶ τὰ θεῖα τῆς διανοίας κίνησιν. Τὴν μὲν οὖν ἱστορίαν ἤδη πληρωθεῖσαν σωματικῶς ἐν τοῖς κατὰ Μωσέα καιροῖς, παρήσομεν· τὴν δὲ τῆς ἱστορίας ἐν πνεύματι δύναμιν, νοεροῖς κατανοήσομεν ὄμμασιν, ἀεὶ γινομένην, καὶ τῷ γίνεσθαι, πλέον ἀκμάζουσαν.
Ἔρημος τοίνυν ἀφ᾿ ἧς πέμπεται Μωσῆς εἰς Αἴγυπτον ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραήλ, ἐστὶν ἢ ἡ ἀνθρωπεία φύσις, ἢ ὁ κόσμος οὗτος, ἢ ἡ παθῶν ἐστερημένη ἕξις· καθ᾿ ἣν καὶ ἐν ᾧ τὴν διὰ τῆς θεωρίας τῶν ὄντων παιδευθεὶς γνῶσιν ὁ νοῦς, ἐπιτροπὴν δέχεται παρὰ Θεοῦ κρυφίαν τε καὶ μυστικήν, κατὰ τὸ ἀφανὲς τῆς καρδίας, ἐξαγαγεῖν τῆς Αἰγύπτου, λέγω δὴ τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, καθάπερ Ἰσραηλίτας, τὰ θεῖα τῶν ὄντων νοήματα· περὶ τὸν πηλόν, τὰ πάθη λέγω τῆς σαρκός, ἀνοήτως πονούμενα. Ταύτην δὲ τὴν θείαν ὁ νοῦς πιστευόμενος διακονίαν μετὰ τῆς συνημμένης αὐτῷ συμβίου δίκην κατὰ τὴν γνῶσιν σοφίας, καὶ τοῦ ἐξ αὐτῆς γεννηθέντος εὐγενοῦς τρόπου τε καὶ λογισμοῦ, τῆς κατὰ τὸν βίον σεμνῆς πολιτείας, τὴν ὁδὸν πάντως ὁδεύει τῶν ἀρετῶν, τὴν μηδαμῶς ἐπιδεχομένην τῶν ἐν αὐτῇ βαδιζόντων στάσιν· ἀλλ᾿ ἀεικίνητον καὶ ὀξὺν ἐχόντων κατὰ σκοπὸν τῆς ψυχῆς, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τὸν δρόμον. Ἐπειδὴ τῆς ἀρετῆς ἡ στάσις, κακίας ἐστὶν ἀρχή, τοῦ νοῦ περὶ τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ παρακειμένων ὑλικῶν ἐμπαθῶς ἀσχοληθέντος· καὶ τὸν καθαρόν, καὶ διόλου περιτετμημένον τρόπον τε καὶ λογισμὸν τῆς εὐσεβοῦς ἀγωγῆς, ἀκρόβυστον ποιουμένου καὶ βέβηλον. Διὸ τὸν ἐλέγχοντα λόγον εὐθὺς ὡς ἄγγελον κατὰ συνείδησιν θάνατον ἀπειλοῦντα θεωρεῖ, καὶ τῆς ἀπειλῆς αἰτίαν εἶναι τὴν κατ᾿ ἀρετὴν στάσιν (305) διαμαρτυρόμενον, τὴν τῆς ἀκροβυστίας· τοῦ λογισμοῦ περιποιητικήν· ὃν ἡ σύνοικος τῷ νῷ δυσωπεῖ σοφία, ψήφῳ τῷ λόγῳ τῆς πίστεως, ὡς ἡ Σεπφόρα τὴν ἐγγενομένην ὑλικὴν τῷ λογισμῷ παιδὶ φαντασίαν περιτέμνουσα, καὶ πᾶσαν αἰσθητῆς ζωῆς ἔννοιαν ἀποξηραίνουσα. Φησὶ γάρ· " Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου·" τουτέστιν, ἔληξεν ἡ ἐμπαθὴς ζωὴ καὶ φαντασία καὶ κίνησις, καθαρθέντος διὰ τῆς σοφίας κατὰ τὴν πίστιν τοῦ μολυνθέντος λογισμοῦ μεθ᾿ ἣν κάθαρσιν, παύεται καθάπερ τις ἄγγελος ὁ διὰ τῆς συνειδήσεως πλήττων τὸν ἁμαρτάνοντα νοῦν, καὶ ἐνδιαβάλλων αὐτοῦ πᾶν νόημα παρὰ τὸ προσῆκον κινούμενον λόγος. Πολλῶν γὰρ ἐπ᾿ ἀληθείᾳ πεπλήρωται τῶν ἀρετῶν ἡ ὁδὸς ἁγίων ἀγγέλων, τῶν ἑκάστης ἀρετῆς κατ᾿ εἶδος ἐνεργητικῶν, φημί, λόγων τε καὶ τρόπων, καὶ τῶν ἀοράτων πρὸς τὰ καλὰ συνεργούντων ἡμῖν ἀγγέλων· καὶ τοὺς τοιούτους ἡμῖν ἀνακινούντων λογισμοὺς [λόγους ambo Seguierani].
Καλῶς οὖν ἔχει καὶ μεγαλοφυῶς τῆς ἁγίας Γραφῆς ὁ λόγος, παριστῶν ἀεὶ τὰ νοούμενα πρὸ τῶν ἱστορουμένων, ἐν τοῖς ὑγιῆ κεκτημένοις τῆς ψυχῆς τὰ ὄμματα καὶ μηδεμίαν ἔχων διαβολὴν ἢ τοῦ Θεοῦ ἢ τῶν ἁγίων αὐτοῦ ἀγγέλων. Οὐ γὰρ εἶχε Μωϋσῆς ἀποστελλόμενος παρὰ τοῦ Θεοῦ, κατὰ τὸν νοούμενον τῆς Γραφῆς, ἀκρόβυστον υἱόν, ἤτοι λογισμόν. Ἐπεὶ ἄρα προστάξας αὐτῷ πρότερον περιτεμεῖν, ἀπέστελλεν· οὔτε μὴν ὁ θεῖος ἄγγελον ἀπηνὴς ἦν, μηνύων τῷ Μωϋσῇ τὸν ἐκ τῆς ἐσφαλμένης αὐτῷ κατὰ τὴν τῶν ἀρετῶν ὁδὸν στάσεως συμβάντα θάνατον, ὃν ἡ περὶ τὸν δρόμον τυχὸν ἀτονία τῶν ἀρετῶν ὑπέστησεν ἐπισκήπτοντες γὰρ καὶ ὑμεῖς ἀκριβέστερον τῇ ἱστορίᾳ, σαφῶς εὑρήσετε ὡς οὐ κατὰ τὴν ἀρχήν, οὔτε κατὰ τὸ μέσον, οὔτε κατὰ τὸ τῆς ὁδοῦ τέλος, ἀλλ᾿ ἐν τῷ καταλύματι ὑπαντήσας ὁ ἄγγελος, τὸν ὑπὲρ τοῦ συμβάντος λεληθότως κατὰ διάνοιαν πάθους ἠπείλησε θάνατον· ὡς, εἴγε μὴ ἔστη τοῦ δρόμου καὶ κατέλυσε τῆς ὁδοιπορίας, οὐκ ἂν διεβλήθη, δεξάμενος διὰ τοῦ ἀγγέλου τὴν ἀγανάκτησιν ἐπὶ τῇ τοῦ παιδὸς ἀκροβυστίᾳ. Παρακαλέσωμεν δὲ τὸν Θεόν, εἴπερ ἐσμὲν ἐν τῇ ὁδῷ τῶν ἐντολῶν, κατὰ πᾶσαν ἡμῶν παράβασιν τοῦ ἐξ αὐτῆς θανάτου μὴ παύσασθαι καθάπερ ἄγγελὸν τινα τὸν μηνυτὴν κατὰ συνείδησιν ἀποστέλλοντα λόγον [Fr.Mὴ παύσασθαι ἀποστέλλοντα μηνυτὴν τοῦ ἐκ τῆς παραβάσεως θανάτου ἄγγελον λόγον], ὅπως λαβόντες αἴσθησιν, μάθωμεν διὰ τῆς ἐμφύτου φρονήσεως περιτέμνειν καθάπερ ἀκροβυσίαν τὴν κατὰ τὸν δρόμον τοῦ βίου λεληθότως συμβαίνουσαν ἡμῖν τῶν παθῶν ἀκαθαρσίαν.
ΕΡΩΤΗΣΙΣ ΙΗ´.
Εἰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, κατὰ τὸν Ἀπόστολον, πῶς πάλιν λέγει· " Ὅσοι ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε;"
Ἀπόκρισις.
Οὐχ ἁπλῶς οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, ἀλλ᾿ οἱ τοῦ πνευματικοῦ νόμου, καὶ νοουμένου πνευματικῶς, καὶ κατὰ τὸν ἔσω ἄνθρωπον ἐν πνεύματι ποιοῦντες τὸν κατὰ πνεῦμα νόμον, δικαιωθήσονται μὴ ἐκπίπτοντες τῆς χάριτος, διὰ τὴν εἰς τὸ βάθος (308)τῆς ψυχῆς κατὰ τὴν κάθαρσιν τοῦ λόγου διάβασιν· οἱ δὲ κατὰ τὸ φαινόμενον τοῦ νόμου σωματικῶς λατρεύοντες, τῆς θείας πάντως ἐκπίπτουσι χάριτος, ἀγνοοῦντες τὴν τὸν νοῦν πάσης καθαίρουσαν κηλῖδος ἐν χάριτι τοῦ πνευματικοῦ νόμου τελείωσιν, καὶ τὸ τέλος, Χριστόν.
ΕΡΩΤΗΣΙΣ ΙΘ´.
Τί ἐστιν· " Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται;" Καὶ πῶς ὁ αὐτὸς λέγει πάλιν· " Ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ; " Εἰ διὰ νόμου κριθήσονται, πῶς διὰ Ἰησοῦ Χριστοῦ;
Ἀπόκρισις.
Ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς Χριστός, ὡς μὲν πάντων δημιουργός, καὶ νόμου τοῦ κατὰ φύσιν ἐστὶ ποιητής. Ὡς δὲ προνοητὴς καὶ νομοθέτης, καὶ τοῦ ἐν τῷ γράμματι σαφῶς, καὶ τοῦ ἐν πνεύματι, τουτέστιν ἐν χάριτι, νόμου ἐστὶ δοτήρ· Τέλος γὰρ νόμου Χριστός, δηλονότι τοῦ γραπτοῦ νοουμένου πνευματικῶς. Εἰ τοίνυν εἰς Χριστὸν ὡς δημιουργόν, προνοητήν τε καὶ νομοθέτην, καὶ ἱλασμόν, ὅ τε κατὰ φύσιν, καὶ ὁ γραπτός, καὶ ὁ τῆς χάριτος συνάγεται νόμος, ἀληθεύει φάσκων ὁ θεῖος Ἀπόστολος, ὅτι ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων μέλλει κρίνειν κατὰ τὸ Εὐαγγέλιον αὐτοῦ, τουτέστι, καθ᾿ ὃ εὐαγγελίζεται· διὰ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς κατ᾿ οὐσίαν οἰκείου Λόγου, χωρῶν διὰ πάντων· καὶ τοὺς μὲν ἐλέγχων, τοὺς δὲ προσφόρως ἀποδεχόμενος· καὶ τοῖς κατὰ φύσιν καὶ νόμον καὶ χάριν, διὰ τοῦ συνόντος αὐτῷ κατ᾿ οὐσίαν μονογενοῦς ἀφράστου Λόγου, τὰ κατ᾿ ἀξίαν ἀπονέμων· πάσης γὰρ φύσεως καὶ παντὸς νόμου, καὶ θεσμοῦ, καὶ τάξεως, ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ ποιητής, καὶ τῶν ἐν φύσει καὶ νόμῳ καὶ θεσμῷ καὶ τάξει κριτής· τοῦ γὰρ διαγορεύοντος λόγου χωρίς, νόμος οὐκ ἔστιν. Εἴτε οὖν ἐν νόμῳ τις κρίνεται, ὡς ἐν Χριστῷ κριθήσεται· εἴτε χωρὶς νόμου, πάλιν ἐν αὐτῷ πάντως κριθήσεται· πάντων γὰρ τῶν ὄντων, καὶ νοουμένων καὶ λεγομένων, ἐστὶ καὶ ἀρχή, καὶ μεσότης, καὶ τέλος, ὡς δημιουργὸς ὁ Λόγος.
ΕΡΩΤΗΣΙΣ Κ´.
Τὶς ἡ ἐν τῷ Εὐαγγελίῳ παραλόγως, ὅσον πρὸς τὸ φαινόμενον, ξηρανθεῖσα συκῆ; Τὶς ἡ ἀκρασία τῆς πείνης, παρὰ καιρὸν ἐπιζητούσης καρπόν; Καὶ τὶς ἡ τοῦ ἀναισθήτου κατάρα;
Ἀπόκρισις.
Ὁ πάντα σωτηρίας ἕνεκεν τῶν ἀνθρώπων μετὰ σοφίας οἰκονομῶν Θεὸς Λόγος, πρότερον διὰ νόμου σωματικωτέραν ἔχοντος λατρείαν παιδαγωγήσας τὴν φύσιν· οὐ γὰρ ἠδύνατο γυμνὴν τυπικῶν προκαλυμμάτων δέξασθαι τὴν ἀλήθειαν, διὰ τὴν ἐγγενομένην αὐτῇ πρὸς τὴν ἀρχετυπίαν τῶν θείων πράγματων ἄγνοιάν τε καὶ ἀλλοτρίωσιν ὕστερον ἐμφανῶς δι᾿ ἑαυτοῦ γενόμενος ἄνθρωπος, κατὰ πρόσληψιν σαρκὸς (309) νοεράν τε καὶ λογικὴν ἐχούσης ψυχὴν παραγενόμενος, πρὸς τὴν ἄϋλον γνωστικὴν ἐν πνεύματι λατρείαν, ὡς Λόγος τὴν φύσιν μεταγαγών, οὐκ ἠβούλετο τῆς ἀληθείας τῷ βίῳ διαφανείσης, τὴν σκιὰν ἔχειν τὴν δυναστείαν, ἧς τύπος ὑπῆρχεν ἡ συκῆ. Διὰ τοῦτο φησιν· Ἐπανιὼν ἐκ Βηθανίας εἰς Ἱεροσόλυμα, τουτέστι, μετὰ τὴν τυπικὴν καὶ σκιώδη κατὰ τὸν νόμον λανθάνουσαν αὐτοῦ παρουσίαν, αὖθις τῇ φύσει τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιδημῶν. Οὕτω γὰρ ληπτέον τό· Ἐπανιών, εἶδε συκῆν ἐν τῇ ὁδῷ φύλλα μόνα ἔχουσαν, τὴν ἐν σκιαῖς ὑπάρχουσαν καὶ τύποις, σωματικὴν δηλαδὴ τοῦ νόμου λατρείαν, κατὰ τὴν ἄστατον καὶ τὴν παροδικήν, ὡς ἐν ὁδῷ κειμένην, παράδοσιν, καὶ μόνων οὖσαν τῶν παρερχομενων τύπων τε καὶ θεσμῶν· ἣν θεασάμενος ὁ Λόγος, κομψῶς τε καὶ ἀμφιλαφῶς, καθάπερ συκῆν τοῖς ἐκτὸς ὥσπερ φύλλοις, περιειλήμασι τῶν σωματικῶν τοῦ νόμου προτερημάτων κεκοσμημένην· καὶ μὴ εὑρηκὼς καρπόν, δηλονότι δικαιοσύνης, ὡς Λόγον μὴ τρέφουσαν, κατηράσατο· μᾶλλον δὲ προσέταξε, μηκέτι τοῖς κατὰ νόμον τύποις καταδυναστευομένην καλύπτεσθαι τὴν ἀλήθειαν. Ὃ δὴ προβάν, ἐδείχθη διὰ τῶν ἔργων, καταξηρανθείσης παντελῶς τῆς ἐν μόνοις σχήμασιν ἐχούσης τὸ εἶναι νομικῆς ὡραιότητος, καὶ τοῦ ἐπ᾿ αὐτῇ τύφου τῶν Ἰουδαίων ἀποσβεσθέντος. Οὐ γὰρ ἦν εὔλογον, οὔτε μὴν εὔκαιρον, τῆς ἀληθείας τῶν τῆς δικαιοσύνης καρπῶν ἐμφανῶς δειχθείσης, ἀπατωμένην παραπείθεσθαι φύλλοις τὴν ὄρεξιν, τῶν τὴν παρούσαν ζωὴν ὡς ὁδὸν παρατρεχόντων, ἀφέντων τοῦ Λόγου τὴν ἐδώδιμον εὐκαρπίαν. Διὸ φησιν· Οὐκ ἦν ὁ καιρὸς σύκων· ὁ χρόνος δηλαδὴ καθ᾿ ὃν ἐκράτει τῆς ἀνθρωπίνης φύσεως ὁ νόμος, οὐκ ἦν δικαιοσύνης καρπῶν, ἀλλ᾿ εἰκονιστικὸς τῶν ἐν δικαιοσύνῃ καρπῶν· καὶ οἷον τῆς μελλούσης πάντων σωστικῆς θείας καὶ ἀποῤήτου χάριτος μηνυτικός· εἰς ἣν μὴ φθάσας ὁ παλαιὸς διὰ τῆς ἀπιστίας ἀπώλετο λαός. Ἰσραὴλ γάρ, φησὶν ὁ θεῖος Ἀπόστολος, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιᾷ δηλονότι καὶ τύποις, εἰς νόμον διακαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν πνεύματι κατὰ Χριστὸν δηλαδὴ τελειούμενον.
Ἢ πάλιν, ἐπειδὴ τῶν ἱερέων καὶ γραμματέων, καὶ νομικῶν καὶ Φαρισαίων ἡ πληθὺς τὴν κενὴν νοσήσασα δόξαν, διὰ τῆς τῶν εὐσεβῶς δῆθεν πεπλασμένων ἠθῶν ἐπιδείξεως, τῷ δοκεῖν μετιέναι δικαιοσύνην, τὸν ἐκ τῆς οἰήσεως διέτρεφε τῦφον· συκῆν ἄκαρπον, μόνοις κομῶσαν τοῖς φύλλοις εἶναὶ φησι τῶν εἰρημένων τὴν οἴησιν ὁ λόγος· ἣν ὁ τῆς σωτηρίας ὀρεγόμενος πάντων ἀνθρώπων, καὶ πεινῶν αὐτῶν τὴν ἐκθέωσιν, ὡς ἄκαρπον καταρώμενος ἀποξηραίνει· ὅπως τοῦ δοκεῖν εἶναι δίκαιοι, τὸ εἶναι μᾶλλον προκρίναντες, τὸν μὲν καθ᾿ ὑπόκρισιν τῆς ἠθικῆς ἐπιδείξεως ἐκδυσάμενοι χιτῶνα, τὸν ἐνάρετον δὲ καθὼς ὁ θεῖος βούλεται λόγος, ἀνοθεύτως μετελθόντες, εὐσεβῶς τὴν ζωὴν διενέγκωσι· Θεῷ μᾶλλον τῆς ψυχῆς τὴν διάθεσιν, ἢ τοῖς ἀνθρώποις τὸν ἐκτὸς ἐπιδεικνύμενοι περὶ τὰ ἤθη σχηματισμόν.
(312) Εἰ δὲ καὶ τῶν Χριστιανῶν ἐσμὲν τοιοῦτοὶ τινες, τὴν εὐλάβειαν διὰ τῶν τρόπων σχηματιζόμενοι δίχα τῆς ἐπ᾿ ἔργοις δικαιοσύνης, ἐκδεξώμεθα τὸν λόγον ὡς φιλάνθρωπον, ἡμῶν πεινῶντα τὴν σωτηρίαν, ἀποξηραίνοντα τῆς ψυχῆς τὸ τῆς κακίας σπέρμα τὴν οἴησιν, μηκέτι φθορᾶς καρπὸν φέρουσαν τὴν ἀνθρωπαρέσκειαν [Fr.ἀνθρωπαρεσκίαν]. Ἔχετε κατὰ τὴν ἐμὴν πενιχρὰν δύναμιν, τοῦ λόγου τὴν δύναμιν· κατὰ τὴν ἐκδοθεῖσαν ἀφήγησιν καλῶς πεινῶντα τὸν Κύριον, χρησίμως τε τὴν συκῆν καταρώμενον, καὶ εὐκαίρως ξηραίνοντα δείξασαν, ὡς ἐμποδιστικὴν τῆς ἀληθείας, εἴτε κατὰ τὴν παλαιὰν κατὰ τὸν νόμον τῶν σωματικῶν τύπων παράδοσιν, εἴτε τῶν Φαρισαίων καὶ ἡμῶν ἐπὶ τοῖς ἤθεσιν οἴησιν.
ΕΡΩΤΗΣΙΣ ΚΑ´.
Τί ἐστιν, «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας,» καὶ τὰ ἑξῆς; Πῶς δὲ καὶ ἦν αὐτὰς ὅλως ἐνδυσάμενος, ἁμαρτίας χωρὶς γεγενημένος;
Ἀπόκρισις.
Ὁ κατὰ πάντα τρόπον ὅμοιος ἡμῖν, δίχα μόνης ἁμαρτίας, ἀτρέπτως ὑποδὺς τὴν ἡμετέραν φύσιν θεαρχικὸς Λόγος, τέλειος γενόμενος ἄνθρωπος, τὸν πρῶτον Ἀδὰμ εἶχε, τοῖς κατὰ γένεσίν τε καὶ γέννησιν τρόποις φαινόμενον· οἷον ὁ ἄνθρωπος, ἐκ Θεοῦ τὸ εἶναι λαβών, καὶ γενόμενος κατ᾿ αὐτὴν τοῦ εἶναι τὴν γέννησιν, φθορᾶς ἦν καὶ ἁμαρτίας ἐλεύθερος. Οὐ γὰρ συνεκτίσθη αὐτῷ φθορὰ καὶ ἁμαρτία. Ὅτε δὲ τὴν ἐντολὴν παραβὰς ἥμαρτε, γέννησιν καταδικάζεται, διὰ πάθους καὶ ἁμαρτίας συνιστάμενην, ἐν τῷ δι᾿ αὐτὴν παθητῷ, τῆς ἁμαρτίας ἐχούσης ὡς ἐν νόμῳ λοιπὸν κατὰ τὴν φύσιν τὴν γένεσιν· καθ᾿ ὃν οὐδείς ἐστιν ἀναμάρτητος, ὑποκείμενος (313) φύσει τῷ νόμῳ τῆς μετὰ τὴν γένεσιν διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης γεννήσεως.
Ἐπειδὴ τοίνυν διὰ τὴν παράβασιν ἡ ἁμαρτία, διὰ δὲ τὴν ἁμαρτίαν τὸ παθητὸν κατὰ τὴν γέννησιν τῇ φύσει τῶν ἀνθρώπων ἐπεισῆλθε, καὶ συνήκμαζεν ἀεὶ τῷ παθητῷ τῆς γεννήσεως διὰ τῆς ἁμαρτίας ἡ πρώτη παράβασις, οὐκ ἦν ἐλπὶς ἐλευθερίας, δεσμῷ πονηρῷ δεθείσης ἀλύτως κατὰ γνώμην τῆς φύσεως. Ὅσον γὰρ πρὸς τὴν οἰκείαν ἔσπευδε διὰ τῆς γεννήσεως σύστασιν ἡ φύσις, τοσούτῳ πλέον ἑαυτὴν τῷ νόμῳ τῆς ἁμαρτίας ἐπέσφιγγεν, ἐνεργουμένην ἔχουσα κατὰ τὸ παθητὸν τὴν παράβασιν. Ἐν αὐτῷ γὰρ τῷ παθητῷ διὰ τὴν φυσικὴν περίστασιν ἔχουσα τῆς ἁμαρτίας τὴν αὔξησιν, πασῶν εἶχε τῶν οὐρανίων Δυνάμεων, Ἀρχῶν τε καὶ Ἐξουσιῶν, κατὰ τὴν ἐν τῷ παθητῷ γενικὴν ἁμαρτίαν, διὰ τῶν παρὰ φύσιν παθῶν, ἐγκεκρυμμένας τοῖς κατὰ φύσιν πάθεσι τὰς ἐνεργείας. Δι᾿ ὧν πᾶσα πονηρὰ δύναμις ἐνήργει, κατὰ τὸ παθητὸν τῆς φύσεως, εἰς τὴν [Fr.καὶ τὴν] φθορὰν τῶν παρὰ φύσιν παθῶν, τὴν γνώμην διὰ τῶν κατὰ φύσιν ἐλαύνουσα.
Γενόμενος γὰρ οὖν ὑπὲρ φιλανθρωπίας ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος, τέλειος ἄνθρωπος, διὰ τὸ ταύτης τῆς πονηρᾶς ἐξελέσθαι τὴν τῶν ἀνθρώπων φύσιν ἀμηχανίας, ἐκ μὲν τῆς κατὰ τὴν γένεσιν τοῦ Ἀδὰμ πρώτης συστάσεως, λαβὼν εἶχε δίχα τῆς ἀφθαρσίας τὸ ἀναμάρτητον· ἐκ δὲ τῆς ὕστερον διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης τῇ φύσει γεννήσεως, μόνον εἴληφε δίχα τῆς ἁμαρτίας τὸ παθητόν. Ἐπεὶ τοίνυν ἐν τῷ παθητῷ τῷ κατὰ τὸν Ἀδάμ, ὡς ἔφην, διὰ τὴν ἁμαρτίαν, αἱ πονηραὶ Δυνάμεις ἔσχον τὰς ἐνεργείας ἀφανῶς ἐγκεκρυμμένας τῷ περιστατικῷ νόμῳ τῆς φύσεως· εἰκότως ἐν τῷ Σωτῆρι Θεῷ τοῦ Ἀδὰμ θεωροῦσαι κατὰ φύσιν διὰ τὴν σάρκα τὸ παθητόν, καὶ δοκοῦσαι πρὸς ἀνάγκης περιστατικῶς ὡς ψιλὸν ἄνθρωπον, καὶ τὸν Κύριον κεκτῆσθαι τὸν νόμον τῆς φύσεως, ἀλλ᾿ οὐχὶ κατὰ θέλησιν γνώμῃ κινούμενον, προσέβαλον, ἐλπίζουσαι κἀκεῖνον διὰ τοῦ κατὰ φύσιν πάθους τὸ παρὰ φύσιν πείθειν φαντάζεσθαι πάθος, καὶ τι δρᾷν αὐταῖς ἐοικός. Ὃς διὰ τῆς πρώτης πείρας τῶν καθ᾿ ἡδονὴν πειρασμῶν, τοῖς οἰκείοις συγχωρήσας ἐμπαίζεσθαι αὐτὰς δόλοις, ἐξεδύσατο ταύτας ἐξωσθείσας τῆς φύσεως, ἀπρόσιτος μείνας αὐταῖς καὶ ἀνέπαφος· ἡμῖν προδήλως, ἀλλ᾿ οὐχ ἑαυτῷ τὴν νίκην ποιούμενος· οἷς καὶ γέγονεν ἄνθρωπος, προσάγων ὡς ἀγαθὸς ὅλον τὸ κατορθούμενον. Οὐ γὰρ αὐτὸς ἐδεῖτο πείρας, Θεὸς ὢν καὶ Δεσπότης, καὶ παντὸς πάθους κατὰ φύσιν ἐλεύθερος· ἀλλ᾿ ἵνα τοῖς ἡμετέροις πειρασμοῖς τὴν πονηρὰν προσκαλούμενος δύναμιν, ἕληται τῇ προσβολῇ νεκρώσεως, τὴν ἑλεῖν αὐτὸν ὡς ἐν ἀρχῇ τὸν Ἀδὰμ προσδοκήσασαν.
Οὕτω μὲν οὖν κατὰ τὴν πρώτην πεῖραν προσβαλούσας τὰς Ἀρχὰς καὶ τὰς ἐξουσίας ἐξεδύσατο, πόῤῥω ποιήσας τῆς φύσεως, καὶ τὸ καθ᾿ ἡδονὴν παθητὸν ἰασάμενος, καὶ τὸ χειρόγραφον ἐν ἑαυτῷ τοῦ Ἀδὰμ τῆς τῶν καθ᾿ ἡδονὴν παθῶν γνωμικῆς (316) συγκαταθέσεως ἀπαλείψας. Δι᾿ οὗ τὴν γνώμην ὁ ἄνθρωπος ῥέουσαν ἔχων πρὸς ἡδονήν, τὴν πονηρὰν καθ᾿ ἑαυτοῦ, καὶ σιγῶν διὰ τῶν ἔργων ἀνεκήρυττε δεσποτείαν, τῷ τοῦ θανάτου φόβῳ τῆς καθ᾿ ἡδονὴν ἐνοχῆς οὐκ ἐλευθερούμενος.
Ἐπειδὴ τοίνυν διὰ τῆς καθ᾿ ἡδονὴν πρώτης πείρας ἡττήσας, τὰς πονηρὰς ἐματαίωσε Δυνάμεις, Ἀρχάς τε καὶ Ἐξουσίας ὁ Κύριος, καὶ δευτέραν αὐταῖς συγχωρεῖ ποιεῖσθαι προσβολήν, καὶ τὴν λειπομένην δι᾿ ὀδύνης καὶ πόνων πεῖραν τῶν πειρασμῶν προσαγαγεῖν· ἵνα τελείως κενώσας ἐν ἑαυτῷ τὸν φθαρτικὸν ἰὸν τῆς αὐτῶν πονηρίας, ὡς πῦρ δαπανήσῃ, παντελῶς ἐξαφανίσας τῆς φύσεως, ἀπεκδυσάμενος κατὰ τὸν τοῦ θανάτου καιρὸν ἐν τῷ σταυρῷ τὰς Ἀρχὰς καὶ τὰς Ἐξουσίας, μείνας τοῖς πόνοις ἀνάλωτος· μᾶλλον δὲ φοβερὸς φανεὶς κατὰ τοῦ θανάτου, τὸ κατ᾿ ὀδύνην παθητὸν ἐξηλώσας τῆς φύσεως· ἧς ἀποῤῥέπουσαν διὰ τῆς δειλίας τὴν γνώμην ἔχων ὁ ἄνθρωπος, διὰ παντὸς φόβῳ θανάτου καὶ παρὰ γνώμην τυραννούμενος, διὰ τὸ ζῆν, τῆς καθ᾿ ἡδονὴν ἀντείχετο δουλείας.
Ἐξεδύσατο μὲν οὖν ὁ Κύριος τὰς Ἀρχὰς καὶ τὰς Ἐξουσίας κατὰ τὴν πρώτην ἐν τῇ ἐρήμῳ πεῖραν τῶν πειρασμῶν, τὸ καθ᾿ ἡδονὴν παθητὸν τῆς ὅλης φύσεως ἰασάμενος. Ἀπεξεδύσατο δὲ ταύτας πάλιν κατὰ τὸν καιρὸν τοῦ θανάτου, τῆς φύσεως ὁμοίως ἐξηλώσας τὸ κατ᾿ ὀδύνην παθητόν, τὸ ἡμῖν κατορθούμενον, ἑαυτοῦ διὰ τὴν φιλανθρωπίαν ὡς ὑπευθύνου ποιούμενος· μᾶλλον δὲ τῶν κατορθουμένων τὸ κλέος, ἡμῖν ὡς ἀγαθὸς λογιζόμενος. Ἐπειδὴ γὰρ ὁμοίως ἡμῖν λαβὼν χωρὶς ἁμαρτίας τὸ τῆς φύσεως παθητόν, δι᾿ οὗ πέφυκεν ἐνεργεῖν τὰ ἑαυτῆς πᾶσα πονηρὰ καὶ ὀλέθριος δύναμις, ἐν τῷ καιρῷ τοῦ θανάτου, καὶ ἐπ᾿ αὐτὸν ἐλθούσας ἐρεύνης χάριν ἀπεξεδύσατο, θριαμβεύσας τε καὶ παραδειγματίσας αὐτὰς ἐν τῷ σταυρῷ κατὰ τὴν ἔξοδον τῆς ψυχῆς, μηδὲν τὸ σύνολον εὑρούσας ἐν τῷ κατ᾿ αὐτὸν παθητῷ τῆς φύσεως ἴδιον· ὅτε μάλιστα προσεδόκων διὰ τὸ φύσει κατὰ σάρκα παθητόν, εὑρεῖν τι πάντως ἀνθρώπινον· εἰκότως τῇ ἑαυτοῦ δυνάμει, καὶ πᾶσαν ὡς διά τινος ἀπαρχῆς τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκός, τὴν φύσιν τῶν ἀνθρώπων τῆς ἐμφυρείσης αὐτῇ κατὰ τὸ παθητὸν κακίας ἠλευθέρωσεν, ὑποτάξας αὐτῷ τῷ τῆς φύσεως παθητῷ τὴν ἐν αὐτῷ ποτε, φημὶ δὲ τῷ παθητῷ, βασιλεύσασαν τῆς φύσεως πονηρὰν δυναστείαν.
Ἦν μὲν καὶ ἄλλως τὸν περὶ τούτου λόγον μυστικώτερόν τε καὶ ὑψηλότερον θεωρῆσαι δυνατόν· ἀλλ᾿ ἐπειδή, καθὼς ἴστε, τὰ τῶν θείων δογμάτων ἀποῤῥητότερα διὰ γραφῆς οὐ δεῖ κατατίθεσθαι, ἀρκεσθῶμεν τοῖς εἰρημένοις δυσωποῦσι φιλοπραγμονοῦσαν περὶ τούτου τὴν ἔννοιαν. Θεοῦ δὲ χαριζομένου, καὶ τὸ κατ᾿ ὀφθαλμοὺς ὑμῶν ἀξιωθῆναι, τὴν ἀποστολικὴν διάνοιαν ἅμα φιλομαθῶς ἐξετάζομεν.
ΣΧΟΛΙΑ.
α´. Γένεσιν λέγει τὴν ἐκ Θεοῦ πρώτην τοῦ ἀνθρώπου διάπλασιν· γέννησιν δέ, τὴν ἐκ καταδίκης (317) ὕστερον διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχήν.
β´. Τὴν ἡμῶν καθ᾿ ἡδονήν, οἰκειοῦσαι πεῖραν εἰς πρόκλησιν τοῦ πειράζοντος, φύσει καθ᾿ ἡδονὴν καὶ ὡς ἄνθρωπος, ἀπαθὴς ὑπάρχων· παθητὸς γὰρ ἦν σαρκὶ κατὰ φύσιν, ὡς ἄνθρωπος, διὰ τὸ θνητόν, ἀλλ᾿ οὐκ ἐμπαθὴς κατὰ γνώμην ὡς ἀναμάρτητος.
γ´. Φύσεως ἴδιον κέκληκε, τὸ κατὰ γνώμην μετὰ παράβασιν πρὸς ἁμαρτίαν ἐξ ἀσθενείας ὀλισθηρόν· ὅπερ οὔτε κατὰ σάρκα φυσικῶς εἶχεν ὁ Κύριος, καὶ σαρκὶ κατ᾿ οὐσίαν ἀναμάρτητος ὤν.
ΕΡΩΤΗΣΙΣ ΚΒ´.
Εἰ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις δείξει τὸν πλοῦτο αὐτοῦ ὁ Θεός, πῶς εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων κατήντησεν;
Ἀπόκρισις.
Ὁ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου κατὰ μόνην τοῦ θελήματος τὴν ῥοπὴν ὑποστήσας τὴν γένεσιν, πρὸ πάντων τῶν αἰώνων, καὶ αὐτῆς τῆς τῶν γεγονότων γενέσεως, τὴν ἐπ᾿ αὐτοῖς ἀφράστως ὑπεράγαθον εἶχε βουλήν· ἡ δὲ ἦν αὐτὸν μὲν ἀτρέπτως ἐγκραθῆναι τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς καθ᾿ ὑπόστασιν ἀληθοῦς ἑνώσεως· ἑαυτῷ δὲ τὴν φύσιν ἀναλλοιώτως ἑνῶσαι τὴν ἀνθρωπίνην· ἵνα αὐτὸς μὲν ἄνθρωπος γένηται, καθὼς οἶδεν αὐτός, Θεὸν δὲ ποιήσειε τῇ πρὸς ἑαυτὸν ἑνώσει τὸν ἄνθρωπον, μερίσας δηλονότι σοφῶς τοὺς αἰῶνας καὶ διορίσας· τοὺς μέν, ἐπ᾿ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον· τοὺς δέ, ἐπ᾿ ἐνεργείᾳ τοῦ τὸν ἄνθρωπον ποιῆσαι Θεόν. Τῶν οὖν ἐπ᾿ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον προωρισμένων αἰώνων, εἰς ἡμᾶς τὰ τέλη κατήντησε, τῆς θείας προθέσεως κατὰ τὴν σάρκωσιν δι᾿ αὐτῶν τῶν πραγμάτων λαβούσης τὴν ἔκβασιν. Ὅπερ ὁ θεῖος διασκοπήσας Ἀπόστολος, τῆς κατὰ πρόθεσιν τῶν αἰώνων πρὸς τὸ γενέσθαι τὸν Θεὸν ἄνθρωπον βουλῆς ἐνιδὼν τὸ τέλος, δι᾿ αὐτῆς τοῦ Θεοῦ καὶ Λόγου σαρκώσεως, φησίν, εἰς ἡμᾶς κατηντηκέναι τὰ τέλη τῶν αἰώνων· οὐχ ἁπλῶς παρ᾿ ἡμῶν νοουμένων τῶν αἰώνων, ἀλλὰ τῶν, ἐπ᾿ ἐνεργείᾳ δηλονότι τοῦ τῆς ἐνσωματώσεως μυστηρίου, τὸ οἰκεῖον κατὰ πρόθεσιν τοῦ Θεοῦ πέρας εἰληφότων.
Ἐπεὶ οὖν οἱ κατὰ πρόθεσιν ἐπ᾿ ἐνεργείᾳ τοῦ γενέσθαι τὸν Θεὸν ἄνθρωπον προορισθέντες αἰῶνες εἰς ἡμᾶς τὸ τέλος εἰλήφασιν, ἐνεργήσαντος κατ᾿ ἀλήθειαν τοῦ Θεοῦ τὴν ἑαυτοῦ τελείαν ἐνανθρώπησιν καὶ πληρώσαντος· τοὺς ἄλλους ἐκδέχεσθαι χρὴ λοιπὸν αἰῶνας ἐλευσομένους, ἐπ᾿ ἐνεργείᾳ τῆς τῶν ἀνθρώπων μυστικῆς καὶ ἀποῤῥήτου θεώσεως· καθ᾿ οὓς τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ εἰς ἡμᾶς δείξει ὁ Θεός, ἐνεργήσας τελείως ἐν τοῖς ἀξίοις τὴν θέωσιν. Εἰ γὰρ αὐτὸς τῆς ἐπὶ τῷ (320) ἀνθρωπισθῆναι μυστικῆς ἐνεργείας εἴληφε πέρας, κατὰ πάντα τρόπον χωρὶς μόνης ἁμαρτίας ἡμῖν ὁμοιωθείς, καὶ εἰς τὰ κατώτερα μέρη τῆς γῆς καταβάς, ἔνθα τὸν ἄνθρωπον ἀπεώσατο τῆς ἁμαρτίας ἡ τυραννίς· πάντως καὶ τῆς ἐπὶ τῷ θεωθῆναι τὸν ἄνθρωπον μυστικῆς ἐνεργείας λήψεται πέρας, κατὰ πάντα τρόπον, χωρὶς μόνης δηλονότι τῆς πρὸς αὐτὸν κατ᾿ οὐσίαν ταυτότητος, ὁμοιώσας ἑαυτῷ τὸν ἄνθρωπον, καὶ ὑπεράνω πάντων τῶν οὐρανῶν ἀναβιβάσας· ἔνθα τὸ τῆς χάριτος φύσει μέγεθος ὑπάρχον προκαλεῖται διὰ τὴν ἀπειρίαν τῆς ἀγαθότητος τὸν κάτω κείμενον ἄνθρωπον. Ὅπερ μυστικῶς διδάσκων ὁ μέγας Ἀπόστολος φησὶν ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὴν ἐν ἡμῖν [Fr. εἰς ἡμᾶς] ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος δειχθήσεσθαι.
Διέλωμεν οὖν καὶ ἡμεῖς τῇ ἐπινοίᾳ τοὺς αἰῶνας, καὶ ἀφορίσωμεν, τοὺς μέν, τῷ μυστηρίῳ τῆς θείας ἐνανθρωπήσεως, τοὺς δέ, τῇ χάριτι τῆς ἀνθρωπίνης θεώσεως· καὶ εὑρήσομεν τοὺς μὲν περὶ τὸ οἰκεῖον ὄντας τέλος, τοὺς δέ, οὔπω πραγενομένους. Καὶ συντόμως εἰπεῖν, τῶν αἰώνων οἱ μὲν τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους εἰσὶ καταβάσεως, οἱ δὲ τῆς τῶν ἀνθρώπων πρὸς Θεὸν ὑπάρχουσιν ἀναβάσεως. Οὕτω νοοῦντες, οὐκ ἐνσκάζομεν τῇ ἀσαφείᾳ τῶν θείων λόγων, τὴν εἰς ταυτὸν περίπτωσιν νομίζοντες παθεῖν τὸν θεῖον Ἀπόστολον.
Ἢ μᾶλλον, ἐπειδὴ καὶ ἀρχή, καὶ μεστότης, καὶ τέλος πάντων ἐστὶ τῶν αἰώνων, τῶν τε παρελθόντων, καὶ ὄντων καὶ ἐσομένων, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, εἰκότως εἰς ἡμᾶς κατήντησε δυνάμει τῆς πίστεως, τὸ κατ᾿ εἶδος ἐνεργείᾳ κατὰ τὴν χάριν ἐσόμενον ἐπὶ θεώσει τῶν ἀξίων τέλος τῶν αἰώνων.
Ἢ πάλιν, ἐπειδὴ ἕτερος ὁ τοῦ ποιεῖν, καὶ ἕτερος ὁ τοῦ πάσχειν λόγος· μυστικῶς ἄρα καὶ σοφῶς διεῖλε παρελθοῦσιν αἰῶσι καὶ μέλλουσι, τὸν τοῦ ποιεῖν καὶ τὸν τοῦ πάσχειν λόγον ὁ θεῖος Ἀπόστολος· οἷον οἱ τῆς σαρκὸς αἰῶνες, ἐν οἷς νῦν ζῶμεν. Οἶδε γὰρ ἡ Γραφὴ καὶ χρονικοὺς αἰῶνας, καὶ τό, Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος, τῆς τοῦ ποιεῖν εἰσὶν ἰδιότητος· οἱ δὲ μέλλοντες εἶναι τοῦ πνεύματος μετὰ τὴν παροῦσαν ζωήν, τῆς τοῦ πάσχειν εἰσὶν μεταποιήσεως. Ἐνταῦθα τοίνυν ὄντες ὡς ποιοῦντες, εἰς αἰώνων τέλος καταντῶμεν, πέρας λαμβανούσης ἡμῶν κατὰ τὸ ποιεῖν τῆς δυνάμεὼς τε καὶ τῆς ἐνεργείας· ἐν δὲ τοῖς αἰῶσι τοῖς ἐπερχομένοις πάσχοντες τὴν πρὸς τὸ θεοῦσθαι χάριτι μεταποίησιν, οὐ ποιοῦμεν, ἀλλὰ πάσχομεν· καὶ διὰ τοῦτο οὐ λήγομεν θεουργούμενοι. Ὑπὲρ φύσιν γὰρ τότε τὸ πάθος ἐστί, καὶ μηδένα λόγον ἔχον ὁριστικὸν τῆς ἐπ᾿ ἄπειρον τῶν τοῦτο πασχόντων θεουργίας. Ποιοῦμεν γὰρ ἡμεῖς, ἐφ᾿ ὅσον τήν τε τῶν ἀρετῶν ποιητικὴν φύσει λογικὴν ἔχομεν δύναμιν ἐνεργουμένην, καὶ τὴν πάσης γνώσεως δεκτικὴν νοερὰν ἀσχέτως δύναμιν πᾶσαν τῶν ὄντων καὶ γινωσκομένων φύσιν διαβαίνουσαν, καὶ πάντας κατόπιν ἑαυτῆς τοὺς αἰῶνας ποιουμένην· καὶ πάσχομεν ἡνίκα τῶν ἐξ οὐκ ὄντων τελείως τοὺς λόγους περάσαντες, εἰς τὴν τῶν (321) ὄντων ἀγνώστως ἔλθωμεν αἰτίαν, καὶ συγκαταπαύσωμεν τοῖς φύσει πεπερασμένοις τὰς οἰκείας δυνάμεις, ἐκεῖνο γινόμενοι, ὅπερ τῆς κατὰ φύσιν δυνάμεως οὐδαμῶς ὑπάρχει κατόρθωμα· ἐπειδὴ τοῦ ὑπὲρ φύσιν ἡ φύσις καταληπτικὴν οὐ κέκτηται δύναμιν. Θεώσεως γὰρ οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν, ἐπειδὴ μηδὲ Θεοῦ καταληπτικόν· μόνης γὰρ τῆς θείας χάριτος ἴδιον πέφυκεν εἶναι, τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, καὶ λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτί, καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης.
Οὐκοῦν τὰ τέλη τῶν αἰώνων εἰς ἡμᾶς εἰκότως κατήντησαν (Fr. κατήντησε), τοὺς ὅσον οὐδέπω διὰ τῆς ἐν Χριστῷ χάριτος ληψομένους τῶν ὑπὲρ αἰῶνας καὶ φύσιν ἀγαθῶν τὴν δωρεάν· ὧν τύποι καὶ προχαράγματι καθεστήκασιν, οἱ τρόποι τῶν ἀρετῶν, καὶ τῶν γνωσθῆναι φύσει δυναμένων οἱ λόγοι· δι᾿ ὧν ὁ Θεὸς ἀεὶ θέλων ἐν τοῖς ἀξίοις ἄνθρωπος γίνεται. Μακάριος οὖν ὁ μεταποιήσας διὰ σοφίας ἐν ἑαυτῷ τὸν Θεὸν ἄνθρωπον, καὶ τοῦ τοιούτου μυστηρίου πληρώσας τὴν γένεσιν, πάσχων τῷ γενέσθαι τῇ χάριτι Θεός, ὅτι τοῦ ἀεὶ τοῦτο γένεσθαι πέρας οὐ λήψεται. Ὁ γὰρ ταύτην τοῖς ἀξίοις ποιῶν, ἀόριστος ὑπάρχων κατ᾿ οὐσίαν, ἀόριστον ἔχει, καὶ πάσης ἀοριστίας ἐπέκεινα, τὴν τοῦτο ποιοῦσαν δύναμιν, καὶ μηδέποτε συγκαταλήγουσαν τοῖς ὑπ᾿ αὐτῆς γινομένοις, καθάπερ ἡμεῖς· ἀεὶ δὲ μᾶλλον ἑαυτῇ συγκρατοῦσαν τοὺς ἐξ αὐτῆς τὸ εἶναι λαβόντας, ἄνευ αὐτῆς εἶναι μὴ δυναμένους. Ὅθεν καὶ πλοῦτον εἶπε χρηστότητος, ὡς μὴ παυομένης ποτὲ τῆς ἐφ᾿ ἡμῖν ἐν χρηστότητι κατα τὴν πρὸς θέωσιν μεταποίησιν, θείας καὶ παμφαοῦς διαθέσεως.
ΣΧΟΛΙΑ.
α´. Ἡ πρὸς τὴν σάρκα τοῦ Λόγου καθ᾿ ὑπόστασιν ἕνωσις, τὸν ἀπόῤῥητον τῆς θείας βουλῆς ἐφανέρωσε σκοπόν, ἐν τῷ μὴ φῦραι τῇ ἑνώσει τῆς σαρκὸς τὴν οὐσίαν· μίαν δὲ δεῖξαι, κἀν τῇ σαρκώσει τοῦ Λόγου τὴν ὑπόστασιν· ἵνα καὶ μείνῃ σὰρξ κατὰ τὴν οὐσίαν ἡ σάρξ, καὶ γένηται θεία κατὰ τὴν ὑπόστασιν.
β´. Τῶν αἰώνων, φησίν, οἱ μὲν ἐκφαντικοὶ γεγόνασιν ἐνανθρωπήσεως, ὧν εἰς ἡμᾶς τὰ τέλη κατήντησεν· οἱ δὲ τῆς ἡμῶν ἀποδεικτικοὶ τυγχάνουσιν ἐκθεώσεως· ὧν οὔπω τῆς δόξης ὁ πλοῦτος ἐφανερώθη.
γ´. Βεβαία πίστωσίς ἐστι, φησί, τῆς πρὸς ἐκθέωσιν ἐλπίδος τῇ φύσει τῶν ἀνθρώπων, ἡ τοῦ Θεοῦ ἐνανθρώπησις· τοσοῦτον Θεὸν ποιοῦσα τὸν ἄνθρωπον, ὅσον αὐτὸς γέγονεν ἄνθρωπος. Ὁ γὰρ χωρὶς ἁμαρτίας γενόμενος ἄνθρωπος, δῆλον ὅτι χωρὶς τῆς εἰς Θεὸν μεταβολῆς, τὴν φύσιν θεοποιήσει· καὶ τοσοῦτον ἀναβιβάσει δι᾿ ἑαυτόν, ὅσον διὰ τὸν ἄνθρωπον ἑαυτὸν κατεβίβασε.
δ´. Ἄλλη θεωρία, δι᾿ ἧς ἐν Χριστῷ κατὰ περιγραφὴν εἶναι δείκνυσιν ἀδιαστάτως, τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὸ (324) τέλος τῶν αἰώνων. Ὃς εἰς ἡμᾶς κατήντησεν ὡς αἰώνων τέλος διὰ σαρκώσεως, ἔχων φυσικῶς τὸ πλήρωμα τῆς πατρικῆς ἀγαθότητος, οὗπερ ἐν ἑαυτῷ κατὰ χάριν ἡμᾶς μετόχους κατέστησε, πίστεως ἡμῖν θέμενος τὴν ἐλπίδα βεβαίωσιν.
ε´. Ἄλλη θεωρία. Ὁ τοῦ ποιεῖν λόγος ἐστὶν ἡ φυσικὴ πρὸς ἀρετῶν ἐνέργειαν δύναμις· ὁ δὲ τοῦ πάσχειν λόγος ἐστὶν ἡ χάρις τῶν ὑπὲρ φύσιν, ἢ σύμβασις τῶν παρὰ φύσιν. Ὡς γὰρ τοῦ ὑπερόντος φυσικὴν οὐκ ἔχομεν δύναμιν, οὕτως οὔτε τοῦ μὴ ὄντος ἔχομεν φύσει τὴν δύναμιν. Πάσχομεν οὖν ὡς ὑπὲρ φύσιν οὖσαν κατὰ χάριν, ἀλλ᾿ οὐ ποιοῦμεν τὴν θέωσιν. Οὐ γὰρ ἔχομεν πρὸς γένεσιν κακίας φυσικὴν δύναμιν. Ποιοῦμεν οὖν ἐνταῦθα, φησίν, ὄντες, τὰς ἀρετὰς πρὸς τὸ ποιεῖν ταύτας ἔχοντες φύσει τὴν δύναμιν· πάσχομεν δὲ κατὰ τὸ μέλλον τὴν θέωσιν, τὴν πρὸς τὸ παθεῖν ταύτην κατὰ δωρεὰν χάριν δεχόμενοι.
στ´. Τὰς μὲν ἀρετὰς ποιοῦντες μετὰ τήνδε, φησί, παυόμεθα τὴν ζωήν· τὴν δὲ κατὰ χάριν ὑπὲρ φύσιν πάθος, ἀόριστον, ὅτι καὶ δραστικόν· τὸ δὲ παρὰ φύσιν, ἀνύπαρκτον, ὅτι καὶ ἀδρανές.
ζ´. Τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας ἐπιστατῶν ὁ λόγος, φησί, ποιεῖ τὰς ἀρετάς· ὁ δὲ νοῦς τοῖς λόγοις ἐπιβάλλων τῶν γεγονότων τὴν ἄπταιστον τῶν γεγονότων συλλέγεται γνῶσιν. Ὅταν οὖν ὁ λόγος μετὰ τὴν τῶν ἀντικειμένων ἀποβολὴν εὕρῃ τὸ κατὰ φύσιν ἐραστόν· καὶ ὁ νοῦς μετὰ τὴν τῶν γινωσκομένων διάβασιν λάβηται τῆς ὑπὲρ οὐσίαν καὶ γνῶσιν τῶν ὄντων αἰτίας, τηνικαῦτα τὸ τῆς θεώσεως κατὰ χάριν ἐπιγίνεται πάθος, τὸν μὲν λόγον ἀπάγον τῆς φυσικῆς διακρίσεως, ἔνθα διακρινόμενον οὐκ ἔστι· τὸν δὲ νοῦν καταπαῦον τῆς κατὰ φύσιν νοήσεως, ἔνθα μή ἐστι τὸ γινωσκόμενον, καταποιοῦν τῇ κατὰ τὴν στάσιν ταυτότητι Θεόν, τὸν ἀξιούμενον τῆς θείας μεθέξεως.
η´. Τῶν θείων φησὶν ἀγαθῶν τύπους εἶναι τούς τε κατ᾿ ἀρετὴν τρόπους, καὶ τοὺς τῶν ὄντων λόγους· τοὺς τρόπους ἔχων τῶν ἀρετῶν ὡς σῶμα· ὡς δὲ ψυχήν, τοὺς ἐν πνεύματι λόγους τῆς γνώσεως, οἷς τοὺς ἀξίους θεοποιεῖ, χαρακτῆρα διδοὺς ἀρετῆς ἐνυπόστατον, καὶ ἀπλανοῦς γνώσεως ἐνούσιον χαριζόμενος ὕπαρξιν.
θ´. Πλοῦτον ἑρμήνευσεν εἶναι χρηστότητος, τὴν εἰς ἡμᾶς τοῦ Θεοῦ διάθεσιν τῆς ἀγαθότητος.
ΕΡΩΤΗΣΙΣ ΚΒ´.
Εἰ Δαβὶδ τοῦ κατὰ σάρκα μόνον Ἰσραὴλ ἐβασίλευσεν· ὁ δὲ κατὰ σάρκα Ἰσραὴλ τὴν τοῦ Χριστοῦ ἀπώσατο βασιλείαν, διὸ καὶ μετῆλθεν ἐπὶ τὰ ἔθνη· πῶς κατὰ τὴν φωνὴν τοῦ Ἀρχαγγέλου (325) σταθήσεται, τό· "Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς αἰῶνας;"
Ἀπόκρισις.
Τοῦτο πάνυ φαίνεται τὸ ἄπορον, δήλην ἔχον καὶ φανερὰν τὴν διασάφησιν. Εἰ γὰρ οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδ᾿ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντα τέκνα· ἀλλὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται ὁ Θεὸς εἰς σπέρμα. Καί, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται, δῆλον ὡς ὁ πιστὸς λαός, καὶ δι᾿ ἔργων δικαιοσύνης καὶ ἀληθοῦς τῆς κατὰ τὴν πίστιν γνώσεως ὀρῶν τὸν Θεόν, ἐστὶν Ἰσραήλ· εἴτε κατὰ σάρκα φέρει τὸ γένος ἐξ Ἰσραήλ, εἴτε τῆς ἐθνικῆς ὑπάρχει μερίδος. Ὁ γὰρ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰαώβ, ἐν ἑαυτῷ φέρων τρανὸν καὶ ἄχραντον τὸν χαρακτῆρα τῆς πίστεως, τῆς τοῦ ἀληθινοῦ Ἰσραὴλ οὐκ ἀπηλλωτρίωται κλήσεώς τε καὶ χάριτος.
Ἀλλὰ καὶ Δαβὶδ αὐτὸς ὁ μακάριος τῶν ἐν Ἰσραὴλ πιστῶν εἶχε τὴν βασιλείαν· ὅθεν ἅμα τῆς πίστεως κατέσβεσεν ἑαυτοῦ τὸ φέγγος ὁ Ἰσραήλ, ἅμα καὶ τῆς τοῦ Δαβὶδ εὐθέως ἀπέστη βασιλείας. Ἄρ᾿ οὖν τὸν τοῦ Δαβὶδ πνευματικὸν θρόνον, καὶ τὴν νοητὴν τῶν λογικῶν ψυχῶν βασιλείαν, καὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακώβ, καὶ τὸ ἅγιον μέγα ἔθνος, ἐφ᾿ ὃν ἀντὶ τοῦ σωματικοῦ καὶ παραπικραίνοντος Ἰσραήλ, προφητικῶς χρηματίζων ὁ Θεὸς τῷ Μωϋσῆ καταστήσειν αὐτόν· ἤτοι τὸν δι᾿ αὐτοῦ τυπικῶς νοούμενον ἐπηγγείλατο, εἰπών· Ἄφες με, καὶ ἐξαλείψω τὸ ἔθνος τοῦτο εἰσάπαξ, καὶ καταστήσω σε εἰς ἔθνος μέγα καὶ φοβερόν, ἢ τοῦτο· ἀλλ᾿ οὐ τὸν ἄπιστον οἶκον τοῦ Ἰακώβ, καὶ παραπικραίνοντα, καὶ τὸ ἁμαρτωλὸν ἔθνος, καὶ τὸ πονηρὸν σπέρμα, καὶ τοὺς ἀνόμους υἱούς, καὶ τοὺς ἄρχοντας Σοδόμων, καὶ τὸν λαὸν Γομόῤῥας, καὶ τοὺς ἀποστραφέντας ἀποστροφὴν πονηράν, καὶ τὸν Κύριον ἐγκαταλίποντας, καὶ τὸν Ἅγιον Ἰσραὴλ παροξύναντας, καὶ τὸν Θεὸν οὐκ ἐπεγνωκότας, οὐδὲ συνιέντας, καὶ πληγέντας πληγὴν ἀπιστίας ἀνίατον, καὶ μηδεμίαν δεχομένην λογικῆς ἰατρείας μέθοδον, ἀπιστίαν ψυχῆς θεραπεύουσαν. Οὐαὶ γάρ, φησίν, ἔθνος ἁμαρτωλόν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελείπατε τὸν Κύριον, καὶ παρωξύνατε τὸν Ἅγιον τοῦ Ἰσραήλ· τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Οὐ τοὺς χωλάναντας ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις, καὶ τὴν ἀλήθειαν ἀπεστραμμένους, καὶ ἐκβεβλημένους τῆς θείας κληρονομίας κατὰ τὸν Κάϊν καὶ Ἰσμαὴλ καὶ Ἡσαῦ καὶ Ῥουβὶμ καὶ Ἢρ καὶ Αὐνὰν καὶ Μανασσῆν καὶ Ἐλιὰφ καὶ Ἀμνών, τοὺς τῶν πατριαρχῶν τε καὶ προφητῶν πρωτοτόκους καὶ ἐκβεβλημένους καὶ ἀποδεδοκιμασμένους. Φησὶ γάρ· Υἱός μου πρωτότοκος Ἰσραήλ· οὐ γὰρ μονογενής· ἐπείπερ ἐπεισαγωγὴ πρὸς υἱοθεσίαν θεσπεσίου λαοῦ (328) καὶ εὐσεβοῦς ἠλπίζετο, κατὰ Θεὸν κτιζομένου, καὶ εἰς υἱοθεσίαν προσαγομένου τὴν ἐν χάριτι, διὰ τῆς ἐκβολῆς τοῦ πρωτοτόκου καὶ ἀπίστου λαοῦ Ἰσραὴλ (Fr. ἀπίστου Ἰσραὴλ) ἐπαναστάντος τῷ νοητῷ Ἄβελ διὰ φθόνον, καὶ ἀποκτείναντος κατὰ τὸν Κάϊν, καὶ ἐμπαίξαντος τῷ θείῳ τρόπῳ τοῦ νοητοῦ Ἰσαὰκ κατὰ τὸν Ἰσμαήλ· καὶ μανέντος κατὰ τοῦ νοητοῦ Ἰακώβ, ὡς Ἡσαῦ· καὶ τὸ σπέρμα τῆς πίστεως, καὶ τῆς κατ᾿ αὐτὴν δικαιοσύνης εἰς τὴν γῆν τῆς πλάνης καὶ τῶν παθῶν ἐκχέαντος κατὰ τὸν Ἢρ καὶ Ἀμνών· καὶ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ὡς ἐκεῖνοι τὴν Θάμαρ, ἀρνησαμένου· καὶ τὴν λήθην οἰκειωσαμένου τῶν ἀρετῶν, κατὰ τὸν Μανασσῆν· καὶ ἐπὶ τῷ νοητῷ Δαβὶδ λαβόντι τὴν βασιλείαν ἐξ ὑπερηφανίας διαπονηθέντος, καὶ διὰ τοῦτο ἐξουδενωθέντος κατὰ τὸν Ἐλιάφ, καὶ γενομένου ξένης παρανομίας δημιουργοῦ κατὰ τὸν Ἀμών. Οὐ τούτους τοὺς ἀλλοτρίους υἱούς, καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὐτῶν· τοὺς μανίας καὶ φόνου πνέοντας (al. γέμοντας), τοὺς σαρκικοὺς ὄντως, κατὰ σαρκῶν μόνων υἱούς, τοὺς ξένους τῆς χάριτος, ὧν Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· ὧν τῆς ἀπιστίας ἀπώλετο τὸ μνημόσυνον μετ᾿ ἤχου· ἀλλ᾿, ὡς ἔφην, τὸν πιστὸν καὶ πνευματικὸν Ἰσραήλ, καὶ ὁρῶντα Θεὸν διὰ τῆς πίστεως· τὸν ἐκ πάντων τῶν ἐθνῶν συνειλεγμένον, κατ᾿ ἐκλογὴν χάριτος, εἰς περιποίησιν, λαόν, καὶ ἅγιον ἔθνος, καὶ βασιλικὸν ἱεράτευμα, ἐπηγγείλατο δώσειν διὰ τοῦ ἀγγέλου πρὸς τὴν Παρθένον χρηματίζων ὁ Θεός, τῷ ἐξ αὐτῆς τεχθησομένῳ Σωτῆρι Θεῷ τῶν ὅλων. Ὅπερ δι᾿ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως τὴν οἰκείαν ἐδέξατο πίστωσιν· τοῦ Κυρίου τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας πληρώσαντος, καὶ πάντα τὰ ἔθνη ἐν τῷ νοητῷ Ἀβράαμ εὐλογήσαντός τε καὶ υἱοθετήσαντος, καὶ πάντων τῶν ἐθνῶν καταστήσαντος ἐν πνεύματι διὰ τῆς πίστεως αὐτὸν πατέρα τὸν Ἀβράαμ· καὶ καθεσθέντος ἐν τῷ πνευματικῷ θρόνῳ τοῦ Δαβίδ, καὶ βασιλεύοντος ἐπὶ τὸν πιστὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, βασιλείαν πέρας οὐκ ἔχουσαν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ἐπὶ τοῦ Ἱεροβὰμ ἀπέστη ὁ Ἰσραὴλ τοῦ οἴκου Δαβὶδ ἀπιστήσας τῷ Θεῷ.
β´. Ἀπαρίθμησις τῶν ἀπὸ τοῦ αἰῶνος ἐκβεβλημένων πρωτοτόκων, οἷς εἰκαζόμενος καὶ ὁ Ἰσραηλίτης λαός· καὶ δῶμεν περὶ αὐτοῦ συμπεριφορικῶς εἰρῆσθαι τό· Υἱός μου πρωτότοκος Ἰσραήλ, ὡς πρωτότοκος ἀποβέβληται διὰ τὴν τοῦ μετ᾿ αὐτὸν εἰσποιηθέντος λαοῦ τῶν ἐντεῦθεν διὰ πίστεως κλῆσιν.
γ´. Τοὺς ὑποβουλευθέντας ὑπὸ τῶν πρωτοτόκων ἀδελφούς, φέρειν τύπον φησὶ τοῦ Κυρίου καὶ τοῦ κατὰ πίστιν νέου λαοῦ.
ΕΡΩΤΗΣΙΣ ΚΔ´.
[Επεξεργασία]Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι περὶ τοῦ Πέτρου κείμενον· " Διελθόντες πρώτην φυλακὴν καὶ δευτέραν, ἤλθομεν (ἦλθον) ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν;"
Ἀπόκρισις.
[Επεξεργασία]Ὁ πιστός, κατὰ Πέτρον τὸν ἅγιον, καὶ πρακτικὸς (329) νοῦς, ὑπὸ Ἡρώδου κρατούμενος, τοῦ δερματίνου νόμου (δερμάτινος γὰρ ὁ Ἡρώδης ἑρμηνεύεται· Ὅπερ ἐστί, τὸ φρόνημα τῆς σαρκός, ὑπὸ δύο συγκλείεται φύλακε [Fr.φυλακὰς] καὶ μίαν πύλην σιδηρᾶν), πολεμούμενος ἔκ τε τῆς τῶν παθῶν ἐνεργείας, καὶ τῆς κατὰ διάνοιαν ἐπὶ τοῖς πάθεσι συγκαταθέσεως· ἅστινας καθάπερ φυλακάς, ἤτοι εἱρκτὰς διὰ τοῦ λόγου τῆς πρακτικῆς φιλοσοφίας, ὡς δι᾿ ἀγγέλου διαπεράσας, ἔρχεται ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν· τὴν πρὸς τὰ αἰσθητὰ λέγω τῶν αἰσθήσεων στεῤῥὰν καὶ ἀπότομον καὶ δυσκαταμάχητον σχέσιν· ἣν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας διανοίγων λόγος, αὐτομάτην πρὸς τὰ συγγενῆ νοητὰ λοιπὸν ἀφόβως τὸν νοῦν παραπέμπει, τῆς Ἡρώδου μανίας ἐλεύθερον.
ΣΧΟΛΙΟΝ.
[Επεξεργασία]α´. Φυλακὰς εἶπεν τὴν ἕξιν τῆς κακίας καὶ τὴν ἐνέργειαν· χαρακτὴρ γὰρ τῆς ἕξεως ἡ συγκατάθεσις· ἐφ᾿ ἃς ὁ πονηρὸς ποιεῖν ἀγωνίζεται τοὺς ἁγίους. Πύλην δὲ σιδηρᾶν τὴν πρὸς τὰ αἰσθητὰ φυσικὴν τῶν αἰσθήσεων σχέσιν, ὧν καθάπερ ἄγγελος ἐξαιρεῖται τὸν ἀληθῶς πιστόν, ὁ τῆς πρακτικῆς γνώσεως λόγος.
ΕΡΩΤΗΣΙΣ ΚΕ´.
[Επεξεργασία]Τί ἐστι, "Θέλω ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός· καὶ πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γὰρ καίτὸ αὐτό ἐστι τῇ ἐξυρημένη;" Καὶ τί πάλιν ἐστὶ τό· "Διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους;"
Ἀπόκρισις.
[Επεξεργασία]Ἰστέον, ὅτι παντὸς ἀνδρὸς εἰπὼν ὁ θεῖος Ἀπόστολος εἶναι κεφαλὴν τὸν Χριστόν, πιστοῦ δηλονότι κατὰ τὴν πρᾶξιν τῶν θείων ἐντολῶν, καὶ τὴν θεωρίαν τῶν εὐσεβῶν δογμάτων, ἀνδρὸς ἀπεφήνατο τὴν κεφαλὴν τὸν Χριστὸν εἶναι, τῆς περιεκτικῆς σημασίας οὐ συμπερικλειούσης τῷ λόγῳ καὶ τοὺς ἀπίστους ἄνδρας. Πῶς γὰρ καὶ εἴη κεφαλὴ τῶν μὴ πιστευόντων Χριστός; Οὐκοῦν κατὰ μίαν ἐπιβολήν, τῷ τῆς ἀναγωγῆς προσβαίνοντες λόγῳ, φαμὲν ἄνδρα εἶναι τὸν πρακτικὸν νοῦν, κεφαλὴν ἔχοντα τὸν λόγον τῆς πίστεως· πρὸς ὃν ὡς Χριστὸν ἀφορῶν, ταῖς τῶν ἐντολῶν χάρισιν ᾠκοδομημένον διὰ τῆς πράξεως, τὸν οἰκεῖον συνίστησι βίον ὁ νοῦς, μὴ καταισχύνων τὴν κεφαλὴν αὐτοῦ, τουτέστι τὴν πίστιν, τινὶ τῶν ἐκτὸς κατὰ τὴν ὕλην ἐπικαλυμμάτων· ἐκ τοῦ μηδὲν ὑπεράνων τῆς πίστεως τιθέναι τῶν προσκαίρων καὶ λυομένων. Γυναῖκα δὲ τοῦ (332) τοιούτου νοὸς εἶναὶ φαμεν, αὐτὴν τὴν ἕξιν τῆς πράξεως, πολλοῖς τε καὶ διαφόροις κομῶσάν τε καὶ κατακεκαλυμμένην πρακτικοῖς τε λογισμοῖς καὶ ἤθεσι· μᾶλλον δὲ αὐτὸν τὸν νοῦν, ὡς κεφαλὴν ἰδίαν κατὰ τὴν τῶν τοιούτων λογισμῶν τε καὶ τρόπων πύκνωσιν καὶ εὐπρέπειαν ἔχουσαν [ἔχοντα] κεκαλυμμένην. Χριστὸν δὲ φαμεν εἶναι τὴν ἐνυπόστατον πίστιν, ἧς κεφαλή ἐστι σαφῶς ὁ Θεός, πρὸς ὃν ἄγει τῆς πίστεως ὁ λόγος, δεικνὺς τῷ ἀναγομένῳ τὸν ἐν ᾧ κατὰ φύσιν ὑπάρχει Θεόν.
Καὶ πάλιν, ἀνήρ ἐστιν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας ἐπιμελούμενος νοῦς, κεφαλὴν ἔχων τὸν κατὰ πίστιν ἐκ τῆς τῶν ὁρωμένων διακοσμήσεως γενεσιουργὸν τοῦ παντὸς Λόγον διαδεικνύμενον, ὃν οὐ καταισχύνει καλύπτων, καὶ οἷον ὑποτιθεὶς τινι τῶν ὁρωμένων ὁ νοῦς, καὶ ἄλλο [al. ἄλλα] τὸ παράπαν αὐτοῦ ποιούμενος ὑψηλότερον. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ σύνοικος αἴσθησις, δι᾿ ἧς ἐπιβατεύει τῇ φύσει τῶν αἰσθητῶν, καὶ τοὺς ἐν αὐτῇ θειοτέρους ἀναλέγεται λόγους, μὴ συγχωρῶν τῶν λογικῶν αὐτὴν ἀποκαλυφθεῖσαν ἐπιβλημάτων, ἀλογίας γενέσθαι καὶ ἁμαρτίας ὑπουργόν· τοῦ νοὸς εἰς κεφαλήν, διὰ τῆς τῶν θειοτέρων λόγων, ὡς ἐπικαλυμμάτων ἀποβολῆς, ἀνταλλαξαμένην τῆς ἀλογίας τὸ πάθος· κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ κατὰ πίστιν διὰ τῆς κατὰ φύσιν τῶν γεγονότων θεωρίας ἀναλόγως τοῖς οὖσι διαφαινομένου δημιουργικοῦ Λόγου ἐστίν, ὁ κατ᾿ οὐσίαν αὐτὸν γεννῶν ἀπόῤῥητος Νοῦς· πρὸς ὃν ὁ Λόγος δι᾿ ἑαυτοῦ τὸν ἀναγόμενον διὰ τῆς τῶν ὄντων εὐσεβοῦς θεωρίας καθίστησι νοῦν, χορηγῶν αὐτῷ συμμέτρους κατὰ τὴν γνῶσιν τῶν ὁρατῶν τὰς νοητὰς τῶν θείων ἐμφάσεις.
Καὶ αὖθις ἀνήρ ἐστιν ὁ τῆς μυστικῆς θεολογίας ἐντὸς γενόμενος νοῦς, κεφαλὴν ἔχων ἀκατακάλυπτον τὸν Χριστόν· τουτέστι, τὸν ταῖς ἀναποδείκτοις μυσταγωγίαις ἀγνώστως νοούμενον, ἢ κυριώτερον εἰπεῖν, ἀνοήτως γινωσκόμενον λόγον τῆς πίστεως· ὑπὲρ ὃν οὐδὲν τίθεται τῶν ὄντων, οὐκ αἴσθητιν, οὐ λόγον, οὐ νοῦν, οὐ νόησιν, οὐ γνῶσιν, οὐ γινωσκόμενον, οὐ νοούμενον, οὐ λεγόμενον, οὐκ αἰσθητόν, οὐκ αἰσθανόμενον· ὁ τὴν ἐπαινετὴν καὶ ὑπερέχουσαν ἑαυτοῦ τε καὶ τῶν ὄντων παντελῶς καὶ διαφερόντως θεοποιὸν στέρησιν συνασκούμενος νοῦς. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν, ἡ πάσης αἰσθητῆς φαντασίας καθαρεύουσα διάνοια, καθάπερ κεφαλὴν ἔχουσα τὸν νοῦν, ταῖς ἀνάρχοις καὶ ὑπὲρ νόησιν τῶν ἀῤῥήτων καὶ ἀγνώστων δογμάτων ἐπιβολαῖς πεπυκασμένον. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ καθ᾿ ὑπεροχὴν μυστικῶς ἀποπεφασμένου [Fr. νοουμένου] Λόγου, ἐστὶν ὁ πάντων ἀπολύτως κατὰ πάντα τρόπον ἀπείρως ἐξῳκισμένος Νοῦς· ὃν ὡς φύσει Νοῦ Λόγος ὑπάρχων ὁ Χριστὸς νοούμενος, ποιεῖ γνωστὸν τοῖς ἀξίοις. Ὁ γὰρ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ ἀληθῶς ἡ τοῦ Λόγου νόησις, ἀρίδηλος τοῦ γεννήσαντος αὐτὸν Νοῦν καθέστηκε γνῶσις, ὡς ἐν ἑαυτῷ δεικνύντος ὑφιστάμενον κατ᾿ οὐσίαν τὸν Νοῦν, πρὸς ὃν ἀνάγει τὸν ἐφιέμενον τῆς πρὸς Θεὸν (333) κατὰ χάριν ταυτότητος νοῦν, ἀπολυθέντα τῆς ἐν πλήθει τῶν ὄντων κατὰ τὴν νόησιν διαφορᾶς καὶ ταυτότητί τε καὶ ἁπλότητι τῆς περὶ Θεὸν ἐπιστατικῆς ἀεικινησίας.
Πᾶς τοιγαροῦν πρακτικὸς νοῦς προσευχόμενος ἢ προφητεύων, τουτέστι τοὺς τῶν ἀρετῶν ἐξαιτούμενος λόγους (οὕτω γὰρν νοητέον τό, προσευχόμενος), ἢ τοὺς αὐτῶν τοῖς ἔργοις ἐκφαίνων τρόπους (οὕτω γὰρ ἐκληπτέον τό, προφητεύων), μόνον ὁρᾷν ὤφειλε γυμνὸν τὸν τῆς πίστεως λόγον, μηδὲν νοῶν ἢ λογιζόμενος, ἢ ποιῶν κατὰ πρόσκλισιν ἐπικαλύπτων τὴν κεφαλήν, ὑπὲρ αὐτὴν ἄλλο τι τιθέμενος. Καὶ πᾶσα γυνή, τουτέστι πρακτικοῦ νοὸς ἕξις, προσευχομένη ἢ προφητεύουσα, ἤτοι κατὰ διάθεσιν ἀφανῶς κινουμένη, ἢ τοῖς ἐκτὸς ἤθεσι διαπλάττουσα τὴν ἀρετήν, ἄνευ λογικῆς διακρίσεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς· πρὸς πάθος μετερχομένη τὸ ἀγαθόν, οἷα τοῦ καλλωπίζοντος, ὡς ἐπιβλήματος, ἐστερημένη λόγου. Καὶ πᾶς νοῦς τὴν φυσικὴν ἀσκούμενος θεωρίαν, προσευχόμεος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, τουτέστι, γνωστικῶς τοὺς τῶν ὄντων λόγους ἐπιζητῶν, ἢ τούτους διδασκαλικῶς ἄλλοις παραδιδούς, μετὰ τῆς πρὸς ἄλλο τι καθ᾿ οἷον δήποτε τρόπον ῥοπῆς, ἄνευ τοῦ κατ᾿ εὐσέβειαν σκοποῦ, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὡς ὑπερθέμενὸς τι τῶν παρερχομένων τῆς ὀρθῆς κατ᾿ εὐσέβειαν γνώσεως. Καὶ πᾶσα γυνή, τουτέστιν αἴσθησις, φυσικῶς τοῖς αἰσθητοῖς προσβάλλουσα, κατὰ κεφαλῆς μὴ ἔχουσα τοὺς νοεροὺς τῶν εἰρημένων λόγους αὐτὴν περικαλύπτοντας, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, πρὸς πάθος διὰ τὴν φυσικὴν σχέσιν, τῶν ὁρωμένων ἐπερχομένη θεωρίαν. Καὶ πᾶς νοῦς μυστικῆς γενόμενος ἐραστὴς θεολογίας, προσευχόμενος ἢ προφητεύεων, κατὰ κεφαλῆς ἔχων, τουτέστι ταῖς ἀδύτοις ἐμβατεύων ἀγνώστως θεωρίαις, ἢ διδάσκων καὶ μυσταγωγῶν ἄλλους πρὸς θεολογίαν, εἲ τινα μορφὴν σχοίη νοήσεως, τὸν ὑπὲρ νόησιν Λόγον μυσταγωγούμενος ἢ μυσταγωγῶν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· τὸν ἁπλοῦν καὶ ὑπὲρ ἐπέκεινα πάσης νοήσεως, ὑποθεὶς τινι τῶν ὄντων καὶ γινωσκομένων· δέον πάσης αὐτὸν γυμνὸν ἐννοίας καὶ γνώσεως ἀνομμάτως ὁρᾷν τὸν ληθινὸν Θεὸν Λόγον, γινώσκοντα σαφῶς, ὡς ἐπὶ Θεοῦ μᾶλλον αἱ καθ᾿ ὑπεροχὴν στερήσεις ἀληθεύουσι, ποσῶς μηνύουσαι τὴν θείαν θέσιν, διὰ τῆς τῶν ὄντων παντελῶς ἀφαιρέσεως. Καὶ πᾶσα γυνή, διάνοια τοῦ τοιούτου νοός, προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ κεφαλῇ, τουτέστιν, ἄφετος τῆς ἐπ᾿ αὐτῇ τοῖς πολλοῖς πεπυκνωμένης μυστικοῖς θεωρήμασι νοερᾶς δυνάμεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἀποβαλλομένη τὴν ὡς κεφαλὴν καλύπτουσαν τὸν νοῦν, θείαν καὶ ἀπόῤῥητον γνῶσιν.
Πᾶς οὖν ἀνήρ, ἤγουν νοῦς πρακτικός, ἢ φυσικός, (336) ἢ θεολογικός, προσευχόμενος ἢ προφητεύων, τουτέστι διδασκόμενος, ἢ διδάσκων, ἀκατακάλυπτον ἐχέτω τὴν κεφαλήν, τὸν Χριστόν· ὁ μἐν πρακτικός, μηδὲν πίστεως καὶ ἀρετῆς προκρίνων· ὁ δὲ φυσικός, μηδένα τοῦ πρώτου λόγου ποιούμενος ἄλλον ἀνώτερον· ὁ δὲ θεολογικός, τὸν ὑπὲρ νόησιν καὶ γνῶσιν καθοτιοῦν μὴ σχηματίζων ταῖς διὰ τῶν ὄντων νοήσεσι. Καὶ πᾶσα γυνή, τουτέστιν ἕξις πρακτικοῦ, ἢ αἴσθησις φυσικοῦ, ἢ σοφὴ διάνοια θεολογικοῦ νοός, κατακαλυπτέσθω τὴν κεφαλήν· ἡ μὲν πρακτικὴ ἕξις, τῶν ποιητέων καὶ οὐ ποιητέων ἐπικειμένην ἔχουσα τὴν τοῦ λόγου διάκρισιν· ἡ δὲ αἴσθησις, τὴν ἐπὶ τοῖς ὁρωμένοις ἐπιστημονικὴν τοῦ λόγου δύναμιν· ἡ δὲ διάνοια, τὴν παντελῶς ἀναπόδεικτον τῶν ὑπὲρ νόησιν γνῶσιν. Πᾶσα γὰρ ἕξις, ἢ αἴσθησις, ἢ διάνοια, μὴ καλυπτομένη κατὰ τὸν ἀποδοθέντα τρόπον, οὐδὲν διαφέρει τῆς ἐξυρημένης, τουτέστι, τῆς μηδένα λόγον ἐχούσης ἀρετῆς, ἢ θεοσεβείας, ἢ γνώσεως μυστικῆς καὶ θείας ἀγάπης.
Ὀφείλει οὖν ἔχειν, καὶ διὰ τὸ εἰκός, πᾶσα τοιαύτη γυνή, τὴν ἐξουσίαν τοῦ λόγου διὰ παντὸς ἐπὶ τῆς κεφαλῆς, λέγω δὲ τὴν λογικὴν ἐπιστασίαν, καὶ μάλιστα διὰ τοὺς ἀγγέλους, τοὺς θεωμένους ἡμῶν τά τε φανερὰ καὶ ἀφανῆ κινήματα, καὶ ἀπογραφομένους πᾶν νόημα καὶ ποίημα πρὸς ἔπαινον ἢ ἔλεγχον ἡμῶν, ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως· καὶ διὰ τοὺς κατὰ συνείδησιν λογισμούς, καὶ αὐτοὺς ἀγγέλους τροπικῶς νοουμένους, ἐπὶ τοῖς γινομένοις παρ᾿ ἡμῶν κατηγοροῦντας, ἢ καὶ ἀπολογουμένους νῦν τε καὶ ὕστερον κατὰ τὴν ἡμέραν τῆς κρίσεως· καὶ διὰ τοὺς πονηροὺς ἀγγέλους, τοὺς φυλαττομέους ἡμῶν καὶ ἕξιν καὶ αἴσθησιν καὶ διάνοιαν· ἵνα ἐπὰν εἴδωσι γυμνωθέντας τῆς λογικῆς τε καὶ νοερᾶς διακρίσεώς τε καὶ εὐσεβείας καὶ γνώσεως, ἐπιθῶνται, τὴν τῶν ἐναντίων αὐταῖς δημιουργοῦντες γένεσιν· ἀδιακρισίαν λέγω, καὶ ἀσέβειαν καὶ ἄγνοιαν· δι᾿ ὧν κακίαν καὶ πλάνην καὶ ἀθεΐαν ἐνεργεῖν οἱ πονηροὶ πεφύκασι δαίμονες. Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεὸς εἴρηται, ὡς Λόγου φύσει νοῦς κατ᾿ αἰτίαν ἀρχή.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ἀνήρ ἐστι καὶ ὁ πρακτικὴν φιλοσοφίαν μετερχόμενος.
β´. Κεφαλὴν εἶπεν τὸν Χριστόν, ὡς ὑπόστασιν τῶν μελλόντων ἀγαθῶν. Ἡ γὰρ πίστις, κατὰ τὸν θεῖον Ἀπόστολον, μελλόντων ἐστὶν ὑπόστασις, καὶ πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ὅπερ ἐστὶν αὐτός, ἐν ᾧπερ εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι, καὶ τῆς γνώσεως.
γ´. Ἐνυπόστατος πίσις ἐστίν, ἡ ἐνεργὴς καὶ ἔμπρακτος, καθ᾿ ἣν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς πρακτικοῖς δείκνυται ταῖς ἐντολαῖς σωματούμενος· δι᾿ ὧν ὡς Λόγος πρὸς τὸν ἐν ᾧ κατὰ φύσιν ἐστὶν ἀνάγει Πατέρα τοὺς πράττοντας.
(337) δ´. Ὅτι ἀνήρ ἐστιν καὶ ὁ τὴν φυσικὴν θεωρίαν εὐσεβῶς ἀσκούμενος νοῦς, τὸν κατὰ πίστιν τῇ διανοίᾳ θεωρητὸν τοῦ Θεοῦ Λόγον κεφαλὴν ἔχων, ὡς αἰτίαν τῆς τῶν ὁρωμένων γενέσεως.
ε´. Τὴν κτίσιν εἲ τις ἐθέλει καλῶς ὁρᾷν (ἔχει γὰρ δύναμιν ἄνθρωπος φυσικὴν τοῦ καλῶς ὁρᾷν, καὶ διακρίνειν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος), πρὸς τὸ τῆς ζωῆς χειραγωγηθήσεται ξύλον, ὅπερ ἐστίν, ὁ παντὸς ξύλου δημιουργὸς Θεός· Ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰ δὲ τῇ φυσικῇ δυνάμει παραχρησάμενος, κακῶς ὁρᾷν τὴν κτίσιν βουληθῇ, πόῤῥω τε στήσεται τῆς ζωῆς, καὶ τὸ ξύλον φάγεται τὸ διάκρισιν ἔχον καλοῦ καὶ κακοῦ· τῇ αἰσθήσει καὶ ἀλογίᾳ τὸν νοῦν ὑποτάξας ἀλόγως καὶ τὸν λόγον. Καὶ καλὸν μὲν τὴν ἡδονὴν διὰ τὴν τοῦ σώματος ἡγούμενος σύστασιν· κακὸν δέ, τὴν ὀδύνην, διὰ τὴν αὐτὴν αἰτίαν, καὶ τοὺς πόνους τοῦ σώματος, καὶ εἰς Θεὸν τὴν κτίσιν παραγνωρίζων, ὡς δι᾿ αὐτῆς τὰς ἀφορμὰς τῆς σωματικῆς ἡδονῆς ποριζόμενος.
στ´. Ἐπειδή, φησίν, συνεπινοεῖται πάντως τῷ γενεσιουργῷ τῶν ὄντων Λόγῳ καὶ ὁ Νοῦς, πρὸς ὃν ἔχει κατ᾿ αἰτίαν τὴν ἀναφορὰν ὁ Λόγος· κεφαλὴν τοῦ Χριστοῦ τὸν Πατέρα κέκληκεν ὡς Νοῦν Λόγου κατὰ φύσιν γεννήτορα.
ζ´. Fr. Ἐκ γὰρ τῆς οὐσίας τῶν ὁρατῶν καὶ τῆς κινήσεως καὶ τῆς διαφορᾶς, τὴν τρισυπόστατον ἁγίαν μονάδα γινώσκομεν. Ὡς ἀλλαχοῦ ἐν τῷ. . . . . . .ᾧ τινι μὲν ἐξάγεται, φησὶν ὁ διδάσκαλος.
η´. Ὅτι ἀνήρ ἐστι, καὶ ὁ τὴν μυστικὴν διδασκόμενος θεολογίαν.
θ´. Καθ᾿ ὑπεροχὴν ἐκδέχου τὸ ἀνοήτως. Ὑπὲρ νόησιν γὰρ τὸ πιστευόμενον, ὅπερ ἐστὶν ὁ Θεός.
ι´. Ὁ τὴν ἄμεσον τῇ καθ᾿ ὑπεροχὴν στερήσει τῶν γενητῶν πρὸς τὸν ἐπέκεινα παντὸς λόγου Λόγον ἀγνώστως λαβών, φησίν, αὐτοψίαν, αὐτὸν ἔχει κεφαλὴν τὸν πάντη μονώτατον Λόγον· ὑπὲρ ὃν ἢ μεθ᾿ οὗ, ἢ μεθ᾿ ὃν ἕτερος φύσει καθάπαξ οὐχ ὑφέστηκε λόγος, οὗ ὁ εἷς φύσει Νοῦς ὑπάρχει γεννήτωρ· πρὸς ὃν ὡς κεφαλὴν ἀνάγων διὰ τοῦ συμφυοῦς κατ᾿ οὐσίαν Πνεύματος τὸν ἑπόμενον συνίστησι νοῦν.
ια´. Τοῦ μὲν πρακτικοῦ γυναῖκὰ φησιν εἶναι τὴν ἕξιν, ὡς τῶν κατ᾿ ἀρετὴν τρόπων γεννητικήν· τοῦ δὲ φυσικοῦ, τὴν ἐξευγενισθεῖσαν τοῖς λόγοις τοῦ πνεύματος αἴσθησιν, ὡς τίκτουσαν τὰς τῶν ὄντων ἀπαθεῖς φαντασίας· τοῦ δὲ θεολογικοῦ τὴν καθαρὰν διάνοιαν τοῦ ἑνὸς τρισφαοῦς φωτὸς μοναδικῶς δεκτικήν.
ιβ´. Χριστὸν λέγει τὸν ὑπερούσιον, καὶ ὑπερουσίως σαρκωθέντα Λόγον, ὅτι μηδὲ τὴν σάρκωσιν αὐτοῦ λόγῳ φυσικῷ κατέλαβε νοῦς. Τούτου δὲ κεφαλὴν (340) φησι, τὸν κατὰ φύσιν ἀναίτιον Νοῦν, κατ᾿ αἰτίαν φύσει τῷ Λόγῳ συνεπινοούμενον. Ὁ γὰρ πίστει τὸν Λόγον ἑωρακώς, ἀχρόνως αὐτῷ Λόγῳ τὸν τοῦ Λόγου γεννήτορα Νοῦν, ὡς ἐν αὐτῷ κατ᾿ οὐσίαν ὄντα, μυστικῶς συνεώρακεν. Φασὶ δὲ τινες Χριστὸν μὲν λέγεσθαι τοῦ Χριστοῦ τὸν ἀνθρώπινον, ὡς τοῦ παντός, ἤγουν τῆς ὅλης φύσεως κεφαλήν. Οὗπερ ἀνθρωπίνου δῆλον, ἡ τοῦ Χριστοῦ θεότης καθέστηκε κεφαλή. Τῇ γὰρ ὀνομασίᾳ τοῦ ὅλου τὰ μέλη καλέσαντες, ὀρθὴν ἐκδεδώκασιν ἔννοιαν.
ιγ´. Πρὸς τὸν Θεὸν τοῦ τελειωθέντος νοῦς κατὰ χάριν ταυτότης, ἐστὶν ἡ περὶ τὸ φύσει ταυτὸν ἁπλῆ καὶ ἀδιαίρετος κίνησις, περὶ ἣν νοητῶν ἀνάληψις οὐκ ἔστι, ποσῷ τε τῷ κατ᾿ οὐσίαν καὶ τῷ κατὰ δύναμιν ποιῷ διαφερόντων· ἀλλ᾿ ἀπόλαυσις ἄῤῥητος αἴσθησιν ἔχουσα τὴν ὑπὲρ ἔννοιαν.
ιδ´. Προσευχὴν λέγει τοῦ μὲν πρακτικοῦ, τὴν τῶν ἀρετῶν αἴτησιν· προφητείαν δέ, τῶν ἐν αὐταῖς λόγων τὴν ἀληθῆ διδασκαλίαν· τοῦ δὲ φυσικοῦ προσευχὴν φησιν εἶναι, τῆς περὶ τῶν ὄντων ἐπιστημονικῆς γνώσεως αἴτησιν· προφητείαν δέ, τὴν ταύτης κατὰ τὴν ἀληθῆ διδασκαλίαν εἰς ἀλλήλους μετάδοσιν· τοῦ δὲ θεολογικοῦ προσευχὴν εἶναι λέγει, τὴν ἀπόῤῥητον σιγήν· καθ᾿ ἣν ὁ νοῦς ὑπεροχικῶς τῇ στερήσει τῶν ὄντων ἄξιος γίνεται τῆς ὑπὲρ νόησιν καὶ γνῶσιν ἑνώσεως· προφητείαν δέ, τὴν ἄλλων περὶ τούτων μυσταγωγίαν. Ἡ γὰρ προσευχὴ πρὸς Θεὸν ποιεῖται τοῦ προσευχομένου τὴν ἕνωσιν· ἡ δὲ προφητεία διὰ Θεὸν τοῖς ἀνθρώποις κοινωνῆσαι τῶν δοθέντων καλῶν πείθει τὸν προφητεύοντα.
ιε´. Ὅταν τὸ Θεῖον καταφάσκωμεν τῶν ὄντων, φησί, συνεπινοοῦμεν αὐτὸ τοῖς οὖσιν· ἀλλ᾿ ὡς αἰτίαν ποιητικήν. Ὅταν δὲ τῶν ὄντων αὐτὸ παντελῶς ἀποφάσκωμεν, οὔτε κατ᾿ αἰτίαν αὐτὸ συνεπινοοῦμεν τοῖς οὖσιν· ὅτι μηδεμίαν, ἀληθῶς εἰπεῖν, ἔχει πρὸς τὰ ὄντα σχέσιν· καθ᾿ ἣν τὴν ἐπ᾿ ἀμφοῖν ὧν ἐστι σχέσις ἔννοιαν ἅμα συναναφέρειν πεφύκαμεν. Οὐκοῦν ὁ καλὸς θεολόγος τὴν καθ᾿ ὑπεροχὴν ἀγνωσίαν θέσιν γνώσεως ἀληθοῦς ποιεῖται, τοῦ Θεοῦ τὸ παντελῶς ἀνεννόητον.
ΕΡΩΤΗΣΙΣ Κστ´.
[Επεξεργασία]Εἰ ὁ βασιλεὺς Βαβυλῶνος ἀλληγορεῖται εἰς τὸν διάβολον, τὶς ὁ λόγος ὃν διὰ [Gist. ᾧδιὰ] τοῦ, προφήτου Ἱερεμίου ἀπειλεῖ τοῖς βασιλεῦσι τῶν ἐθνῶν, καὶ τῷ βασιλεῖ Ἰούδα· κλοιοὺς καὶ δεσμούς, καὶ λιμόν, καὶ θάνατον, καὶ μάχαιραν, καὶ αἰχμαλωσίαν, ἐὰν μὴ αὐτῷ δουλεύσωσι; Τοῖς δὲ ἑκουσίως δουλεύουσι, μετὰ ἀνέσεως εἶναι ἐπὶ τῆς γῆς αὐτῶν· καὶ ὅτι δοῦλον αὐτὸν προσαγορεύει, λέγων· " Ἐγὼ ἔδωκα πᾶσαν τὴν γῆν (341) Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος, τῷ δούλῳ μου, καὶ τὰ θηρία τοῦ ἀγροῦ δέδωκα δουλεύειν αὐτῷ." Τὶς οὖν ἐστιν ἡ τοῦ διαβόλου δουλεία, καὶ τίνα τὰ θηρία, καὶ τίνα τὰ ἓξ εἴδη τῆς ἀπειλῆς, καὶ τίνες οἱ βασιλεῖς τῶν ἐθνῶν, καὶ ὁ βασιλεὺς Ἰούδα;
Ἀπόκρισις.
[Επεξεργασία]Ὁ διάβολος καὶ ἐχθρός ἐστι τοῦ Θεοῦ, καὶ ἐκδικητής· ἐχθρὸς μέν, ὅταν ὡς μισῶν αὐτόν, δοκῇ πως τὴν ὀλέθριον κεκτῆσθαι πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἀγάπην, τοῖς τῶν ἑκουσίων παθῶν τρόποις διὰ τῆς ἡδονῆς πείθων ἡμῶν τὴν προαίρεσιν τῶν αἰωνίων ἀγαθῶν προκρίνειν τὰ πρόσκαιρα· δι᾿ ὧν κλέπτων ὅλης τῆς ψυχῆς τὴν ἔφεσιν, τῆς θείας ἡμᾶς παντελῶς ἀγάπης ἀφίστησιν, ἑκουσίους ἐχθροὺς ποιῶν τοῦ ποιήσαντος· ἐκδικητὴς δέ, ὅταν γυμνώσας τὸ πρὸς ἡμᾶς μῖσος, ὡς ἤδη γενομένους αὐτῷ διὰ τὴν ἁμαρτίαν ὑποχειρίους, ἐξαιτεῖται τὴν καθ᾿ ἡμῶν τιμωρίαν. Οὐδὲν γὰρ οὕτω φίλον τῷ διαβόλῳ καθέστηκεν, ὡς ἄνθρωπος τιμωρούμενος. Τοῦτο δὲ συγχωρηθείς, τὰς ἐπαλλήλους ἐπινοῶν τῶν ἀκουσίων παθῶν ἐπαγωγάς, λαίλαπος δίκην ἀπηνῶς ἐπιφέρεται, τοῖς καθ᾿ ὧν ἐκομίσατο συγχωρήσει Θεοῦ τὴν ἐξουσίαν· οὐ τὸ πρόσταγμα τὸ θεῖον ἐκπληρῶσαι βουλόμενος, ἀλλὰ τὸ οἰκεῖον τοῦ καθ᾿ ἡμῶν μίσους διαθρέψαι πάθος ἐπιθυμῶν· ἵνα τῷ πολλῷ μέτρῳ τῶν ὀδυνηρῶν συμφορῶν ἡ ψυχὴ δι᾿ ἀτονίαν ὀκλάσασα, τῆς θείας ἐλπίδος ἑαυτῆς περικόψῃ τὴν δύναμιν· ἀντὶ νουθεσίας, ἀθεΐας αἰτίαν ποιουμένη τὴν τῶν ἀλγεινῶς συμβαινόντων ἐπαγωγήν.
Ἀγαθὸς γὰρ ὑπάρχων ὁ Θεός, καὶ θέλων ἡμῶν ἐκτῖλαι παντελῶς τὸ τῆς κακίας σπέρμα, τὴν ἡδονὴν τὴν τὸν νοῦν τῆς θείας ἀποσυλῶσαν ἀγάπης, συγχωρεῖ τῷ διαβόλῳ πόνους ἡμῖν καὶ τιμωρίας ἐπαγαγεῖν· κατὰ ταυτὸν καὶ τῆς προλαβούσης ἡδονῆς τὸν ἰόν, διὰ τῶν πόνων τῆς ψυχῆς ἀποξέων, καὶ πρὸς τὰ παρόντα καὶ μόνην τὴν αἴσθησιν σαίνοντα, μῖσος ἡμῖν καὶ τελείαν ἀποδιάθεσιν, ὡς μηδὲν τιμωρίας πλέον εἰς κέρδος κεκτημένα κατὰ τὴν χρῆσιν, ἐμποιῆσαι βουλόμενος· καὶ τὴν ἐκείνου τιμωρὸν δύναμιν καὶ μισανθρωπίαν, τῆς πρὸς ἀρετὴν ἐπαγαγωγῆς περιστατικὴν αἰτίαν ποιήσασθαι, τῶν αὐτῆς ἑκουσίως ἀπολισθησάντων.
Ὡς οὖν κατὰ συγχώρησιν τιμωρούμενος τοὺς ἁμαρτάνοντας ὁ διάβολος τοῦ Θεοῦ κέκληται δοῦλος, ἀποστάτης ὢν καὶ λῃστὴς πονηρός, καὶ τοῖς ἑκουσίως διὰ τῆς ἡδονῆς ἀφισταμένοις τοῦ Θεοῦ, τὴν γνώμην ἔχων πάνυ κατάλληλον. Πρέπον γάρ ἐστιν ὑπὸ τοῦ διαβόλου κολάζεσθαι τοὺς τὰς αὐτοῦ πονηρὰς ὑποθήκας τῶν ἑκουσίων ἁμαρτημάτων ἡδέως δεξαμένους· οὕτω μὲν οὖν καὶ ἡδονῆς ἐστι διὰ τῶν ἑκουσίων παθῶν σπορεὺς ὁ διάβολος, καὶ ὀδύνης διὰ τῶν ἀκουσίων ἐπαγωγεύς.
(344) Ὅταν οὖν οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ οἰκοῦντες, τουτέστι, τὴν πρακτικὴν ἕξιν, ἢ τὴν θεωρητικὴν ἀπειληφότες ἐπιστήμην, πρὸς τὴν τῶν ἀνθρώπων ταύτας μετέρχονται δόξαν· ἤθη μὲν ἀρετῶν τῷ φαινομένῳ τρόπῳ σκιαγραφοῦντες· λόγους δὲ σοφίας καὶ γνώσεως μόνους λαλοῦντες, δίχα τῶν κατὰ δικαιοσύνην ἔργων, καὶ τὸν ἐπ᾿ ἀρετῇ καὶ γνώσει τοῖς ἄλλοις ἐπιδείκνυνται τῦφον· εἰκότως τοῖς πρέπουσι παραδίδονται πόνοις, διὰ τοῦ πάσχειν τὴν ἀγνοηθεῖσαν αὐτοῖς ἐκ τῆς ματαίας οἰήσεως ταπεινοφροσύνην μεταμανθάνοντες· ὅπερ εἰδὼς καὶ ὁ θαυμάσιος Ἀπόστολος, παρέδωκε τῷ Σατανᾷ τὸν παρανομήσαντα Κορίνθιον, εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Διὰ τοῦτο τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ὁ βασιλεὺς παραδίδοται τῷ βασιλεῖ τῶν Ἀσσυρίων, τουτέστιν, ὁ θεωρητικὸς νοῦς καὶ γνωστικὸς πρὸς τιμωρίαν ἐκδίδοται τῷ διαβόλῳ, πόνους αὐτῷ δικαίως ἐπάγοντι καὶ συμφοράς· ἵνα μάθῃ πάσχων, περὶ καρτερίας μᾶλλον, καὶ πόνων ὑπομονῆς φιλοσοφεῖν, ἢ διακενῆς τοῖς οὐκ οὖσιν ὑπερηφάνως ἐμματαιάζειν.
Πᾶς οὖν ἀνεχόμενος ἑκουσίως ἐκ τῆς τῶν αὐτῷ πεπραγμένων συναισθήσεως, δέξασθαι τὰς ἐπιπόνους τῶν ἀκουσίων ἐπιφορὰς πειρασμῶν, μετὰ τῆς δεούσης εὐχαριστίας, οὐκ ἐξοικίζεται τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν ἕξεώς τε καὶ χάριτος· καθάπερ οἱ πάλαι τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ· ὡς ὑπελθὼν ἑκουσίως τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, καὶ ὡς χρέος ἀποτιννύς, τὰς τῶν βασάνων ἐπιφορὰς καταδεχόμενος· καὶ ἐν αὐταῖς μένων, τελεῖ τῷ μὲν βασιλεῖ Βαβυλῶνος τοὺς ἐκ τοῦ παθητοῦ τῆς φύσεως βιαίους πόνους, καὶ τὴν ἐπ᾿ αὐτοῖς κατὰ τὴν διάνοιαν ὡς ὀφειλέτης αὐτοῦ διὰ τὰς προλαβούσας πλημμελείας συγκατάθεσιν· τῷ δὲ Θεῷ προσφέρει διὰ λατρείας ἀληθοῦς, τῆς ταπεινῆς λέγω διαθέσεως, τὴν τῶν πεπλημμελημένων διόρθωσιν.
Ὁ δὲ τὴν κατὰ συγχώρησιν Θεοῦ πρὸς διόρθωσιν ἐπαγομένην αὐτῷ διὰ τῶν ἀκουσίων πειρασμῶν συμφορὰν εὐχαρίστως μὴ καταδεχόμενος, καὶ τὴν ἐπὶ τῷ δοκεῖν δίκαιον εἶναι ματαγνοὺς οὐκ ἀποτιθέμενος οἴησιν, ὡς τοῖς θείοις τῶν δικαίων κριμάτων ἐμπίπτων θεσπίσμασι, κατὰ τοὺς πάλαι τῆς Ἰουδαίας οἰκήτορας, καὶ μὴ καταδεχόμενος ἑκουσίως ὑπὸ τὸν ζυγὸν γενέσθαι τοῦ βασιλέως Βαβυλῶνος, κατὰ τὴν θείαν διαταγήν, εἰς αἰχμαλωσίαν παραδίδοται τῷ βασιλεῖ Βαβυλῶνος, καὶ κλοιούς, καὶ δεσμά, καὶ θάνατον, καὶ λιμόν, καὶ μάχαιραν, καὶ τῆς ἰδίας παντελῶς ἀποικίζεται γῆς· τουτέστι, τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν εἶναι δοκούσης ἕξεως· διὰ μὲν τῆς αἰχμαλωσίας, τὴν τῶν θείων ἀπόστασιν κατακρινόμενος· διὰ δὲ τῶν κλοιῶν, τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν· διὰ δὲ τῶν δεσμῶν, τὴν παντελῆ τῶν καλῶν ἀπραξίαν· διὰ τοῦ λιμοῦ, τὴν τῶν θείων στέρησιν διδαγμάτων· διὰ δὲ τοῦ θανάτου, τὴν τελείαν πρὸς τὰ καλὰ πώρωσίν τε καὶ ἀναισθησίαν· διὰ δὲ τῆς μαχαίρας, τοὺς τῶν θείων μνημῶν ἀναιρετικοὺς ἐμπαθεῖς καὶ ἀκολάστους λογισμούς.
(345) Πάντα γὰρ ταῦτα, καὶ τούτων πλείονα, ὁ τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν ὡς ἰδίας γῆς ἐξοικιζόμενος ἕξεως, πάσχει· διὰ τὸ μὴ θέλειν αὐτὸν ἐξ ὑπερηφανίας καὶ ματαίας οἰήσεως, τὰς ἐφ᾿ οἷς ἐπλημμέλησεν ἐκτιννὺς δίκας, ἐν θλίψεσιν εὐδοκῆσαι καὶ ἀνάγκαις καὶ στενοχωρίαις κατὰ τὸν θεῖον Ἀπόστολον, καίτοι πάσης τῆς ἐπὶ τούτοις ὀφειλῆς ὄντα διὰ τὴν δικαιοσύνην ἐλεύθερον. ᾜδει γὰρ ὁ μέγας Ἀπόστολος, φυλακτικὴν τῶν θείων κατὰ ψυχὴν θησαυρῶν ὑπάρχουσαν, τὴν ἐκτὸς περὶ τὸ σῶμα συνισταμένην διὰ τῶν πόνων ταπείνωσιν· καὶ διὰ τοῦτο, στέργων ὑπέμενε, καὶ δι᾿ ἑαυτόν, καὶ τούς, οἷς ἀρετῆς καὶ πίστεως προέκειτο τύπος· ἵνα κἂν ὡς ὑπεύθυνοι πάσχωσι κατὰ τὸν ἐπιτιμηθέντα Κορίνθιον, εἰς παρηγορίαν ἔχωσι καὶ ὑπομονῆς μίμησιν [Fr. et. Reg. ὑπομονὴν καὶ μίμησιν], τὸν ἀνευθύνως πάσχοντα.
Τοὺς δὲ βασιλεῖς τῶν ἐθνῶν εἶναι νομίζω κατὰ τοῦτον τῆς Γραφῆς τὸν τόπον, τοὺς τῶν λοιπῶν τῆς ἀτιμίας παθῶν ἐπάρχοντας ἀνθρώπους [ἴσ. λογισμοὺς], καὶ αὐτοὺς ὑποκειμένους ἐνδίκως τῇ τιμωρίᾳ τῶν οἰκείων ὀφλημάτων· καὶ διὰ τοῦτο τῷ βασιλεῖ Βαβυλῶνος παραδιδομένους ὡς τιμωρῷ δυνάμει, καὶ χαιρούσῃ τῇ βασάνῳ τῆς φύσεως. Ἔστιν οὖν ὁ μὲν Αἰγύπτιος βασιλεύς, ὁ φιλήδονος νοῦς καὶ ἀκόλαστος· ὁ δὲ Μωαβίτης, ὁ τρυφητὴς καὶ βέβηλος νοῦς· ὁ δὲ Ἀμμανίτης, ὁ πλεονεκτικὸς νοῦς· ὁ δὲ Σύρος, ὁ δεισιδαίμων καὶ διαλεκτικὸς νοῦς· μόνος γὰρ ἀντικεῖσθαι γέγραπται τῷ Σαλομῶν ὁ Σύρος, τουτέστι, τῇ εἰρήνῃ καὶ σοφίᾳ· ὁ δὲ Τύριος, ὁ φιλόκοσμος νοῦς καὶ φιλόζωος· καὶ οἱ λοιποὶ πάντες βασιλεῖς, οὓς γνώσεται διὰ τῆς οἰκείας σημασίας ὁ γνωστικὸς ἐκ τῆς ὀνομάτων ἑρμηνείας, ἢ τῆς τῶν τόπων θέσεως, ἢ τῆς κρατούσης ἐν αὐτοῖς γενικῆς παραδόσεως, ἢ τῆς ἐν ἀλλήλοις ἐπιτηδεύσεως, ἢ τῆς πρὸς Ἰσραὴλ ποιᾶς ἀντιπαθείας. Οὐ γὰρ πάντοτε καὶ πάντες ὡσαύτως καὶ καθ᾿ ἓν σημαινόμενον λαμβάνονται· ἀλλὰ πρὸς τὴν προκειμένην χρείαν, καὶ τῆς προφητείας τὴν δύναμιν.
Ἐπείτοι γε καὶ εἰς τὸν διάβολον οἶδεν ἡ Γραφὴ λαμβάνειν τὸν Φαραώ, ὅταν ἀναιρέτης γίνηται τοῦ Ἰσραήλ· καὶ πάλιν εἰς τὸν τῆς φύσεως νόμον, ὅταν αὐτῷ δουλεύῃ κατ᾿ οἰκονομίαν ὁ Ἰωσήφ, προφητικῶς δι᾿ ἑαυτοῦ σημάνας τὸν φύσει καὶ πάθεσιν ἡμετέροις ἑκουσίως δουλεύοντα Θεὸν Λόγον, δίχα μόνης ἁμαρτίας. Ὁμοίως καὶ ὁ βασιλεὺς Τύρου νοεῖται εἰς τὸν διάβολον, ὅταν τὸν Ἰσραὴλ διὰ τοῦ Σισάρα πολεμῇ· καὶ πάλιν εἰς τὸν φυσικὸν νόμον, ὅταν σπένδηται τῷ Δαβίδ, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ θείου ναοῦ τῷ Σολομῶν πλεῖστα συμβάλλεται· καὶ εἰς ἄλλα πολλὰ σημαινόμενα, ἕκαστος τῶν ἀπηριθμημένων τῇ Γραφῇ βασιλέων, παραλαμβάνεται [Fr.λαμβάνεται]· κατὰ μέντοι τὴν ὑποκεμένην τῇ προφητείᾳ δύναμιν.
Τὰ δὲ θηρία ἅπερ δίδωσιν ὁ Θεὸς τῷ βασιλεῖ Βαβυλῶνος, εἰσὶν οἱ δαίμονες, ἕκαστος κατὰ τὴν ἐνδιαθέτως ἐπικειμένην ἐπιτηδειότητα πρὸς τήνδε ἢ τήνδε (348) τῶν πειρασμῶν ἐπαγωγὴν λειτουργῶν. Ἄλλος γὰρ ἄλλης ἐμποιητικὸς κακίας, καὶ ἄλλος ἄλλους σαφῶς ἐστι μιαρώτερος· καὶ πρὸς τόδε μᾶλλον τὸ εἶδος τῆς κακίας ἐπιτηδειότερος. Οὔτε γὰρ αὐτοὶ οἱ δαίμονες ἄνευ θείας συγχωρήσεως κατ᾿ οὐδὲν ὑπουργεῖν δύνανται τῷ ἀρχεκάκῳ διαβόλῳ· ἵνα καθὼς οἶδεν αὐτὸς ὁ Θεός, μετὰ τῆς δεούσης καὶ φιλανθρώπου καὶ ἀγαθοῦ προνοίας, συγχωρῇ τῷ διαβόλῳ διὰ τῶν αὐτοῦ ὑπουργῶν, τὰς ἐφ᾿ οἷς ἡμάρτομεν διαφόρους ποιεῖσθαι τιμωρίας. Καὶ δηλοῖ τοῦτο σαφῶς ἡ περὶ τοῦ Ἰὼβ συγγραφή, μὴ δυνάμενον τῷ Ἰὼβ προσπελάσαι τὸν διάβολον ἀναγραφομένη δίχα τῆς θείας συγχωρήσεως.
Ἀλλὰ καὶ Ναβουχοδονόσορ αὐτὸς ὁ τῆς Βαβυλωνίας βασιλεύς, λαμβάνεται πολλάκις εἰς τὸν φυσικὸν νόμον. Καὶ τοῦτο δηλοῦσι γράφοντες τοῖς ἐν Ἱερουσολύμοις, οἱ τὸν πνευματικὸν νόμον στέρξαι μὴ δυνηθέντες, καὶ διὰ τοῦτο πρὸς τὴν Βαβυλωνίαν κατασυρέντες γῆν· λέγω δὲ τὴν ἕξιν τῆς κατὰ τὴν ὕλην συγχύσεως· εὔξασθαι ὑπὲρ τῆς ζωῆς Ναβουχονόσορ βασιλέως Βαβυλῶνος, καὶ τῆς ζωῆς Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ· τοῦ φυσικοῦ νόμου δηλαδή, καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως· ὑφ᾿ οὓς τότε γεγόνασιν, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ. Διὰ τούτων παρακαλοῦντες εὔξασθαι τοὺς ἐν τῇ ἀπαθείᾳ τῆς ἀρετῆς, καὶ τῇ ἀληθείᾳ τῆς γνώσεως μείναντας, ἵνα ὦσι τὰ νοήματα τοῦ κατὰ φύσιν νόμου, καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ἐν ᾧ, τὸν πνευματικὸν ἀπολιπόντες νόμον, γεγόνασιν· ὡς τὰ θεῖα νοήματα τοῦ νόμου τοῦ πνεύματος· ἡμέρας καλέσαντες τὰ νοήματα· οὐρανὸν δέ, τὸν πνευματικὸν νόμον· ἐζήτουν γὰρ μὴ ἀπᾴδειν τοῦ πνευματικοῦ νόμου, τὸν ὑφ᾿ ὃν γεγόνασι φυσικὸν καὶ ἐπίμοχθον νόμον.
Τούτοις συμφωνεῖ καὶ τὸ πρὸς αὐτὸν κατὰ τὴν θείαν ἀπειλὴν μυστικῶς εἰρημένον ὑπὸ τοῦ μεγάλου Δανιήλ, τὸ θεαθὲν ὄναρ ἑρμηνεύοντος· Καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία [Seg. 1, κατοίκησίς] σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ· καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν θέλει δώσει αὐτήν· καὶ ὅτι εἶπεν· Ἐάσατε τὴν φυὴν τοῦ δένδρου τῶν ῥιζῶν ἐν τῇ γῇ, ἡ βασιλεία σου σοὶ μενεῖ, ἀφ᾿ ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν ἐπουράνιον. Ἐκδίωξιν μὲν λέγων τάχα τὴν εἰς τὸν κόσμον τοῦτον διὰ τὴν παράβασιν ἐκ τοῦ παραδείσου ἐκβολήν, καὶ τῆς μετὰ τῶν ἁγίων ἀγγέλων διαίτης ἀλλοτρίωσιν· ἤγουν τὴν ἐκ τῶν νοητῶν θεαμάτων πρὸς τὴν κατ᾿ αἴσθησιν τοῦ νόμου τῆς φύσεως σχέσιν· τὴν δὲ μετὰ τῶν ἀγρίων θηρίων κατοικίαν, τὴν μετὰ τῶν παθῶν καὶ τῶν ἐνεργούντων αὐτὰ δαιμόνων καταμονήν, ἤγουν κατοικίαν καὶ συναναστροφὴν σημαίνων. Ὁ δὲ χόρτους ὃν ἐψώμισαν αὐτόν, [οἱ ἄνθρωποι Gisl. ἄγγελοι, ita etiam Fr. Ad marg.] δῆλον, ἀλλ᾿ οὐχὶ τὰ θηρία, μεθ᾿ ὧν ἔσχε τὴν κατοικίαν· ἐκεῖνα γὰρ οὐ ψωμιοῦσιν, (349) ἀλλὰ σπαράττουσιν), ἡ κατ᾿ αἴσθησίν ἐστι τῶν φαινομένων φυσικὴ κατανόησις, καὶ κατ᾿ ἀρετὴν ἐπίπονος πρᾶξις. Ἅπερ ὡς χόρτον χορηγοῦσι τοῖς ἀνθρώποις οἱ ἄγγελοι.
Τὸ δὲ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθῆναι, τὸ διὰ τῆς θείας προνοίας ἐσχηκέναι τὴν ἐν τούτοις οὖσαν δύναμιν. Δρόσον γὰρ οὐρανοῦ, τὴν πρόνοιαν ἐκάλεσεν ὁ λόγος, δι᾿ ἧς ἐν τῷ αἰῶνι τούτῳ μετὰ τὴν τῶν ἀπηριθμημένων τὴν συντήρησιν ἔσχεν ὁ ἄνθρωπος· ἤτοι ὁ κατὰ φύσιν νόμος, παντελῶς μὴ διαφθει ῥόμενος· ἢ τυχὸν ἡ διὰ τῶν φαινομένων γινομένη κατὰ χάριν Θεοῦ περὶ τῶν νοουμένων σύμμετρος γνῶσις· δι᾿ ἥν ἐστιν ὁ ἄνθρωπος ἐνταῦθα τῇ ἐλπίδι τῶν μελλόντων κρατούμενος.
Τὸ δέ, Ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, τὴν κατὰ τὸν αἰῶνα τοῦτον ἑβδοματικὴν τοῦ χρόνου παράτασιν δηλοῖ, ὑφ᾿ ἣν γέγονε, τὴν φυλακὴν τῆς οἰκείας ἕξεως καὶ ἐνεργείας ἐάσας ὁ κατὰ φύσιν νόμος, καὶ μεθ᾿ ἣν συντελουμένην κατὰ τὴν προσδοκωμένην ἀνάστασιν, διὰ τῆς ἀποβολῆς τῶν ἰδιωμάτων τῶν ἀλόγων, πρὸς ἑαυτὸν ἐπανελεύσεται πάλιν, τὴν ἐξ ἀρχῆς εὐκληρίαν τῆς βασιλείας ἀπολαμβάνων· ἐπιγνοὺς διὰ τῆς κατὰ τὸν αἰῶνα τοῦτον προνοητικῆς οἰκονομίας, τὸ κράτος τῆς ἀληθοῦς βασιλείας. Τὸ γάρ, Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ, φάναι, τὸ μὴ τῆς φύσεως ἀναιρεθῆναι τελείως διὰ παράβασιν τὸ σπέρμα, καὶ τὰς δυνάμεις τῆς ἀγαθότητος, δηλοῖ· καθ᾿ ἃς καὶ πάλιν λαμβάνουσα τὴν αὔξησιν, εἰς τὸ πρώην φυσικὸν διὰ τῆς ᾶναστάσεως ἐπανάγεται μέγεθός τε καὶ κάλλος.
Ἀλλ᾿ ἡμῖν γε κρεῖττον τῷ νόμῳ στοιχοῦντας τῶν ἐντολῶν, ἑαυτοὺς πρὸς ἀναίρεσιν τοῦ φρονήματος τῆς σαρκὸς ἑκουσίοις ἐμπαιδεύειν πόνοις· καὶ οὐ νόμον κρεῖττον, ἀλλὰ καὶ πάνυ φιλόσοφον καὶ πρέπον τοῖς τὸν ἔμφυτον λόγον ἡγεμόνα τῶν παθῶν καταστήσασιν· εἰ δὲ μὴ τοῦτο, τόγε τούτου δεύτερον· ἀκουσίως παιδευόμενοι, στέρξωμεν τοῦ παιδεύοντος ἡμᾶς τὴν βουλήν, μετὰ τῆς πρεπούσης εὐχαριστίας, καθάπερ ζυγὸν βασιλέως Βαβυλῶνος καταδεχόμενοι, ἐφ᾿ οἷς ἡμάρτομεν κόλασιν· καὶ τῆς ἡμετέρας γῆς τουτέστι τῆς πίστεως καὶ τῆς ἐλπίδος, καὶ τῆς κατ᾿ ἀρετὴν ἕξεως· οὐ μεταφέρει τὸν ἡμέτερον νοῦν ὁ νοητὸς βασιλεὺς Βαβυλῶνος. Κατὰ τοῦτον οὖν τὸν προαποδοθέντα τρόπον, καὶ Θεοῦ δοῦλος ὁ διάβολος λέγεται, καὶ παραδίδονται αὐτῷ οἱ βασιλεῖς τῶν ἐθνῶν, καὶ ὁ βασιλεὺς Ἰούδα, καὶ τὰ θηρία τοῦ ἀγροῦ.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Κατὰ ποῖον τρόπον, φησίν, ἐχθρός ἐστι Θεοῦ καὶ ἐκδικητὴς ὁ διάβολος.
β´. Ὅτι κατιωθεῖσαν ψυχὴν τῷ ῥύπῳ τῆς ἡδονῆς φησίν, ἀποκαθαίρει πόνος, καὶ ἀφαιρεῖ παντελῶς αὐτῆς τὴν σχέσιν τῶν ὑλικῶν, τῆς πρὸς αὐτὰ φιλίας τὴν ζημίαν μεταμαθοῦσαν· δι᾿ ἣν αἰτίαν ὁ Θεὸς συγχωρεῖ τῷ διαβόλῳ κατὰ κρίσιν δικαίαν τοὺς ἀνθρώπους βασάνοις καταπιέζειν.
γ´. Ὁ πάσχων φησίν, ὑπὲρ χάριτος Θεοῦ παραβαθείσης, ἐὰν ἐπιγνῷ τῆς ἰωμένης αὐτὸν θείας προνοίας τὸν λόγον, τήν τε συμφορὰν εὐχαρίστως (352) δέχεται χαίρων, καὶ τὴν ὑπὲρ ἧς παιδεύεται διορθοῦται πλημμέλειαν· ὁ δὲ ταύτης ἀναισθητῶν τῆς ἰατρείας τῆς δοθείσης, ἐνδίκως ἀπάγεται χάριτος, καὶ τῇ συγχύσει τῶν παθῶν παραδίδοται· πρὸς τὴν πρᾶξιν ἐλθεῖν καταλιμπανόμενος, ὧν ἐνδιάθετον εἶχε τὴν ἔφεσιν.
δ´. Τὴν μὲν εἰρήνην κατὰ προσηγορίαν εἶχεν τοῦ ὀνόματος· τὴν δὲ σοφίαν κατὰ θείαν δωρεὰν ὡς προσευχῆς καρπὸν εἶχεν ὁ Σολομῶν.
ε´. Εἰς τὸν φυσικὸν νόμον ἐνταῦθα λαμβάνει τὸν Ναβουχοδονόσορ, καὶ εἰς τὴν ἕξιν αὐτοῦ τοῦ φυσικοῦ νόμου τὸν υἱὸν αὐτοῦ Βαλτάσαρ.
στ´. Ἐκ τῆς εὐχῆς δῆλόν ἐστι, φησίν, ὅτι τὸν φυσικὸν νόμον, καὶ τὴν ἐξ αὐτοῦ τικτομένην ἕξιν ἐνταῦθα σημαίνουσι Ναβουχοδονόσορ καὶ Βαλτάσαρ, ἀλλ᾿ οὐ τὸν διάβολον· οὐδεὶς γὰρ εὐχὴν ὑπὲρ τοῦ διαβόλου γίνεσθαι παντελῶς ἐξηγεῖται· ἣν γὰρ οὐ διέβαλεν εὐχὴν ὁ τῆς προφητείας λόγος, οὐ χρὴ νομίζειν ὑπὲρ τοῦ διαβόλου ταύτην τῷ Θεῷ προσενηνέχθαι.
ζ´. Fr. Ἐπανελεύσεται πρὸς ἑαυτὴν ἡ φύσις, τὴν ἀναμαρτησίαν καὶ τὴν ἀφθαρσίαν ἀπολαμβάνουσα. Ἀπολοῦνται γὰρ οἱ ἁμαρτωλοί, ἤγουν τῆς ἁμαρτίας τὰ αἴτια, καὶ πάντες ἔσονται ἀναμάρτητοι, καὶ διὰ τοῦτο, καὶ ἄφθαρτοι· ἐξ ἀλλήλων δὲ καὶ ταῦτα καὶ πάντες τὴν ἀληθινὴν ἐπιγνώσονται βασιλείαν· οἱ μὲν τῇ ἐλλάμψει, οἱ δὲ τῇ κολάσει· οὐ πάντες δὲ τῶν ἀγαθῶν, οὐδ᾿ ὁμοίως οἱ ἀπολαύοντες ἀπολαύσουσι.
ΕΡΩΤΗΣΙΣ ΚΖ´.
[Επεξεργασία]Τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη, πῶς ἐδεῖτο ὁ Πέτρος ἐπὶ τοῦ Κορνηλίου ἀποκαλύψεως διὰ τὰ ἔθνη; ἢ πῶς οἱ ἐν Ἱερουσαλὴμ ἀκούσαντες ἀπόστολοι τὰ κατὰ τὸν Κορνήλιον, διεκρίνοντος πρὸς τὸν Πέτρον;
Ἀπόκρισις.
[Επεξεργασία]Πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος· οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν· οὔτε μὴν ᾔδει σαφῶς, ὅτι δίχα τῆς κατὰ νόμον φαινομένης λατρείας, μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀποῤῥήτου βουλῆς αὐτοῦ δι᾿ ἀποκαλύψεως ἐφανέρωσε τὸ μυστήριον, διά τε τοῦ κατὰ τὴν σινδόνα παραδείγματος πείσας, διά τε τῆς ἴσως αὐτῷ κατὰ μόνην τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ ἁγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες ἀπόστολοι, διεκρίνοντο πρὸς αὐτόν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας χρηστότητος. Θείας γὰρ ζωῆς καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν ἐπεισαγωγή, καὶ ψυχῆς ἑκουσίως σώματος αὐτὴν ἀπολυούσης κατὰ τὴν γνώμην ὑπῆρχε διδαχή, καὶ ἄλλης ἀρχῆς θειοτέρας γενέσεως ὑποτύπωσις, ἡ τοῦ κηρύγματος χάρις. Καὶ διὰ τοῦτο, (353) τῆς τοῦ προστάξαντος ἔχρῃζον, ἐφ᾿ ἑκάστῳ λόγῳ διδαχῆς, οἱ ταύτην πιστευθέντες τὴν διακονίαν. Εἰ δὲ τῷ μὴ δοκῷ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος χρῄζει θείας ἐντολῆς πάντως, τοῦ ἐπ᾿ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου, διδαχῆς καὶ ἀποκαλύψεως. Οὐ γὰρ ἔστι τὸ παράπαν ὁ διαγινώσκων τόν τινος λόγου τρόπον, χωρὶς τῆς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως. Ὅπερ εἰδὼς καὶ ὁ πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν, ἀναμένων διδαχθῆναι παρὰ τοῦ δόντος τὸν λόγον, τοῦ λόγου τὸν τρόπον.
Τάχα δὲ καὶ ἕτερα πρὸς τούτοις ἦν, ἅπερ διὰ τῆς καθιεμένης οὐρανόθεν ὀθόνης, καὶ τῶν ἐν αὐτῇ διαφόρων ζώων, ὁ μέγας ἐδιδάσκετο Πέτρος. Μᾶλλον δέ, τὸ πᾶν γένος τῶν ἀνθρώπων· ἢ ὁ κατ᾿ αὐτὸν τὸν Πέτρον, ἐπειλημμένος τῆς κατὰ τὴν πίστιν θείας ἀκρότητος, μανθάνων διαῤῥήδην πᾶσαν ἑαυτοῦ παντελῶς ἀποσβέσαι τὴν αἴσθησιν· καθ᾿ ἣν ἕως ὁρᾷ τὰ φαινόμενα, φθαρτικὴν ἑαυτῆς τὴν τοῦ Θεοῦ κτίσιν ἐπίσταται, μὴ δυναμένην φθορᾶς εἶναι καθαρὰν καὶ συγχύσεως. Διὰ μὲν οὖν τῆς ὀθόνης, καὶ τῶν ἐν αὐτῇ ζώων, τὸν φαινόμενον προεδείκνυε διὰ τοῦ ἀοράτου κόσμον τοῖς λόγοις νοούμενον, ἢ τὸν ἀόρατον, τοῖς τῶν αἰσθητῶν τύποις φαινόμενον, ὁ πρὸς αὐτὸν χρηματίζων, καὶ ὡς πρὸς ἐδωδὴν πνευματικὴν ἐπιτήδειον. Διὸ φησιν· Ἀναστάς, Πέτρε, θῦσον, καὶ φάγε. Πόθεν ἀναστῆναι κελεύεται; Πόθεν ἄλλοθεν, ἢ τῆς κατ᾿ αἴσθησιν ἕξεώς τε καὶ σχέσεως, καὶ τῆς περὶ τῶν ὄντων χθαμαλωτέρας προλήψεως, ἢ τῆς νομιζομένης κατὰ νόμον δικαιοσύνης; ἵνα κατὰ μόνον τὸν νοῦν ἀπολελυμένον τῆς κατ᾿ αἴσθησιν φαντασίας, δυνηθεὶς σχημάτων γυμνοὺς θεάσασθαι τοὺς λόγους τῶν αἰσθητῶν, ἐπιγνῷ τοὺς τύπους τῶν νοητῶν, καὶ μάθῃ μηδὲν τῶν ὑπὸ Θεοῦ γεγονότων ἀκάθαρτον εἶναι. Ὁ γὰρ θεωρήσας ἐκ τοῦ νοητοῦ κόσμου προφαινομένην τοῖς λόγοις τὴν ὁρωμένην κτίσιν, ἢ τοὺς τύπους τῶν νοητῶν ἐκ τῆς τῶν φαινομένων διακοσμήσεως, καθάπερ οὐρανόθεν ὀθόνην διαφαινομένην, οὐδὲν ἀκάθαρτον εἶναι πιστεύσειε τῶν ὁρατῶν· μηδεμίαν τοῖς τῶν ὄντων λόγοις ἐμφαινομένην θεωρῶν ἀντιπάθειαν. Ἡ φθορὰ γὰρ ἐν τῇ αἰσθήσει καθέστηκε, καὶ ὁ τῶν γεγονότων πρὸς ἄλληλα πόλεμος· ἐν δὲ τοῖς λόγοις οὐδὲν ὑπάρχει καθάπαξ ἐναντίον.
Ἔστι μὲν οὖν ἡ ὀθόνη, ὁ αἰσθητὸς κόσμος ἐκ τεσσάρων ἀρχῶν, καθάπερ στοιχείων, καὶ αὐτὸν κρατούμενος· τὰ δὲ ἑρπετὰ καὶ τὰ θηρία καὶ τὰ πετεινά, οἱ διάφοροι λόγοι τῶν γεγονότων εἰσί, πρὸς μὲν αἴσθησιν ὄντες ἀκάθαρτοι, πρὸς δὲ νοῦν, καθαροί τε καὶ τρόφιμοι, καὶ τῆς νοουμένης συστατικοὶ τυγχάνοτες ζωῆς. Ἡ δὲ ἐκ τρίτου γενομένη φωνή, πρακτικὴν καὶ φυσικὴν καὶ θεολογικὴν διδάσκει φιλοσοφίαν. Δεῖ γὰρ οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς, καὶ τρὶς ἀναστάντα θῦσαι τὴν κτίσιν τῶν φαινομένων, καὶ φαγεῖν αὐτὴν γνωστικῶς, τὸν τῷ Θεῷ διόλου (356) ἑψόμενον γνησίως. Ὁ γὰρ ἀναστὰς τῆς ἐμπαθοῦς περὶ τὰ φαινόμενα διαθέσεως, τὴν τῶν φαινομένων ἔθυσε κίνησιν, καὶ τὴν πρακτικὴν κατορθώσας ἔφαγεν ἀρετήν. Ὁ δὲ τῆς ψευδοῦς περὶ τῶν ὄντων δόξης ἀναστάς, τὰ μὲν τῶν φαινομένων ἔθυσε σχήματα· τοὺς δὲ μὴ φαινομένους λόγους φαγών, τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν κατώρθωσεν· ὁ δὲ τῆς πολυθέου πλάνης ἀναστάς, αὐτὴν μὲν τῶν ὄντων τὴν οὐσίαν κατέθυσε· τὴν δὲ τῶν ὄντων αἰτίαν κατὰ πίστιν φαγών, θεολογικῆς ἐνεφορήθη δυνάμεως.
Πᾶς οὖν θεωρητικὸς νοῦς ἔχων τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἐν ἑαυτῷ τῆς φαινομένης κτίσεως ἀποκτείνας τὴν κίνησιν, κατώρθωσεν ἀρετήν· καὶ τῶν αἰσθητῶν σχημάτων ἑαυτοῦ τὴν φαντασίαν ἀποτεμών, τὴν ἐν τοῖς λόγοις τῶν ὄντων εὗρεν ἀλήθειαν· καθ᾿ ἣν ἡ φυσικὴ θεωρία συνέστηκε· καὶ τῆς οὐσίας τῶν ὄντων ὑπεράνω γενόμενος, τὸν τῆς θείας καὶ ἀμάχου μονάδος δέχεται φωτισμόν, καθ᾿ ὃν τῆς ἀληθοῦς θεολογίας συνέστηκε τὸ μυστήριον.
Ἢ τυχὸν ἐκελεύετο θεόθεν ἡ τῶν ἀποστόλων ἀκρότης, Πέτρος ὁ πανένδοξος, ἀναστὰς τῆς συμ[με]μετρημένης τῇ φύσει δυνάμεως, ἐπὶ τὴν κατὰ χάριν θείαν εὐκληρίαν, μετὰ Θεοῦ καταθῦσαι τῇ μαχαίρᾳ τοῦ λόγου τὰ ἐν ἀνθρώποις πάθη τῆς μοχθηρίας, καὶ ποιῆσαι βρῶμα καλόν, καὶ τῷ Λόγῳ πρόσφορον, καὶ εἰς πέψιν πνευματικὴν ἀναδιδόμενον, τῇ ἀποθέσει τῆς προτέρας ἐμπαθοῦς καὶ θηριώδους ζωῆς. Φασὶ γὰρ ζωῆς σύμβολον εἶναι τὸ αἷμα, ὅπερ παντὸς ἀποῤῥεῖν σφαττομένου ζώου πέφυκεν. Καὶ δηλοῖ τάχα τῶν δειχθέντων ζώων ἡ διαφορά, τὴν ἐν ἀνθρώποις τῶν παθῶν ποικιλίαν σημαίνουσα. Τὰ μὲν γὰρ ἑρπετά, τοὺς ἅπαν τὸ ἐπιθυμητικὸν τοῖς γηΐνοις ἐπισυρόμενον ἔχοντας προδείκνυσι· τὰ δὲ θηρία, τοὺς ὅλον τὸ θυμικὸν εἰς τὴν ἀλλήλων φθορὰν ἐκμανῶς διεγείροντας· τὰ δὲ πετεινά, τοὺς ὅλον τὸ λογικὸν πρὸς τὴν ὕβριν τῆς ὑπερηφανίας ἀνώσαντας, καὶ τὴν ἐξ αὐτῆς ὑψηλοφροσύνην, καὶ ἀδικίαν λαλοῦντας εἰς ὕψος, καὶ θεμένους εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἅπερ οἷα Θεῷ συνεργὸς ὁ μέγας Πέτρος καταθύσας τῷ λόγῳ τοῦ πνεύματος, τοὺς μὲν ἐποίησε τῶν οὐρανίων ἐπιθυμητάς, τοὺς δὲ ἡμέρους καὶ φιλανθρώπους, καὶ ἀλλήλων ἀνθεκτικούς· τοὺς δὲ φιλοθέους καὶ ταπεινόφρονας.
Τί δὲ καὶ Ἰόππη βούλεται δηλοῦν διὰ τῆς ἑρμηνείας τοῦ οἰκείου ὀνόματος, ἐν ᾗ ταύτην εἶδε τὴν ὀπτασίαν ἡ μεγάλη τῆς Ἐκκλησίας κρηπίς, Πέτρος ὁ πανάγιος, κατίδωμεν. Ἰόππη κατασκοπὴ ἑρμηνεύεται, (357) τὴν πρακτικὴν πρέπουσαν φυλακὴν σημαίνουσα. Παρ᾿ αὐτὴν γὰρ κειμένη τῆς θαλάσσης τὴν ὄχθην, πολλοῖς ἀνεβάλλετο κύμασιν, εἰ μὴ ἐφ᾿ ὕψος εἶχε τὴν θέσιν ἡ πόλις. Ὅθεν μοι φαίνεται δηλοῦν τὸν ἐπὶ τὸ ὕψος τῆς γνώσεως, καθάπερ πόλιν οἰκοδομοῦντα τὴν ἀρετήν· οὐ μακρὰν δὲ τῶν ἀκουσίων ὄντα πειρασμῶν, ἔχοντα παρακειμένην ἐγγύθεν καθάπερ θάλασσαν, τὴν μήπω τελείως ἀποῤῥαπισθεῖσαν σχέσιν τῶν αἰσθητῶν, καὶ διὰ τοῦτο κατασκοπῆς δεόμενον, μήπως λαθόντες διὰ τῶν ἀκουσίων πειρασμῶν, ποιήσωνται τὴν τῶν ἑκουσίων παθῶν ἐπιδρομὴν οἱ ἀκάθαρτοι δαίμονες· ἀλλὰ καὶ τῆς μερίδος τυγχάνουσα τῆς φυλῆς [al. φυλακῆς]. Ἰσσάχαρ Ἰόππη· μισθὸς δὲ καὶ κάματος οὗτος ἑρμηνεύεται· δίδωσι πλέον νοεῖν, ὅτι πρακτικῆς ἐστιν ἕξις φυλακτικὴ Ἰόππη, τὰς ἀοράτους ἐφόδους φυλαττομένη τῶν πνευμάτων τῆς πονηρίας. Ταύτης οὖν ἀναστάντα πρὸς τὴν τῶν ὑψηλῶν γνῶσιν μεταθεῖναι τὸν νοῦν ἴσως ἐκελεύετο ὁ μέγας ἀπόστολος.
Ὁ τοίνυν τῆς πρακτικῆς φιλοσοφίας οἰκῶν τὸ τῆς κατασκοπῆς ὕψος, ἐν Ἰόππῃ λεγέσθω εἶναι· ὁ δὲ τὴν ἐν Ἱεροσολύμοις Σιὼν κατοικῶν, τουτέστι τὸ σκοπευτήριον, τὸ κατα τὴν ὄρασιν τῆς εἰρήνης ἱδρυμένον· τοῦτο γὰρ Ἱερουσαλὴμ ἑρμηνεύεται, πάσης μακρὰν γέγονε τῆς κατ᾿ αἴσθησιν σχέσεως, ὅσον ἱστορικῶς, τοῦ τόπου τῆς Σιὼν κατὰ τὴν θέσιν, ἡ θάλασσα· καὶ σκοπεύει μόνον κατὰ τὸ ὕψος τυγχάνων τῆς γνώσεως, τὰ νοητὰ τῶν ὄντων θεάματα· τῇ κατὰ νοῦν περιαιρέσει τῶν φαινομένων ἐν τοῖς οὖσι σχημάτων· καὶ δέχεται τὰς τῶν θείων ἐμφάσεις κατὰ τὸ θεμιτὸν ἐκφανεῖς, τυπούσας αὐτοῦ τὸ ἡγεμονικὸν πρὸς τὸ θειότερον. Ὁ γοῦν οἰκῶν Ἰόππην πρακτικός ἐστι, καταθεωρῶν τῶν ἐναντίων τὰ θήρατρα· ὁ δὲ κατοικῶν ἐν Σιών, γνωστικός ἐστι μόνην κατὰ νοῦν τῶν θείων θεωρῶν τὴν εὐπρέπειαν.
Εἰ δὲ πάλιν εἰς οὐρανὸν ἀνασπασθῇ τὸ σκεῦος τῆς ὀθόνης, νοήσωμεν ὅτι μετὰ τὸ δειχθῆναι τῷ μεγάλῳ Πέτρῳ τοὺς τῶν αἰσθητῶν πνευματικοὺς λόγους τοῖς νοητοῖς συνυπάρχοντας, πάλιν ἀνέλκει πρὸς ἑαυτὸν τούτους ὁ Θεός· διδάσκων, ὡς οὐδὲν ὧν οἱ λόγοι παρ᾿ αὐτῷ μένουσιν, ἐστὶν καθάπαξ ἀκάθαρτον. Διὸ γνοὺς τῶν ὁραθέντων τὴν δύναμιν ὁ μέγας Ἀπόστολος, ἔμαθε μηδένα λέγειν ἀκάθαρτον ἄνθρωπον, μηδὲ προσωποληψίαν εἶναι παρὰ τῷ Θεῷ, ποιουμένην ἄδικον τὴν τῶν ὄντων διαίρεσιν. Ὅθεν μηδὲν μελλήσας, τὸ θεῖον ἐπλήρωσε πρόσταγμα, θύσας πρὸς ζωὴν πνευματικὴν τοὺς τὴν καρδίαν ἑκουσίως περιτεμνομένους τῷ λόγῳ τῆς χάριτος, καὶ πᾶσαν ἀπιστίας, κακίας τε καὶ ἀγνωσίας ἀκαθαρσίαν καθάπερ ἀκροβυστίαν ἀποβαλλομένους [Fr. ἀποβαλλομένους]· τῆς δὲ σαρκός, μηδὲν τῶν προσόντων αὐτῇ φυσικῶς περιτέμνοντας· ὧν οὐκ ἐξ ἐμπαθοῦς γνώμης ἡ σύστασις, ἀλλ᾿ ἐκ θείας δημιουργίας ἡ γένεσις. Οὐδὲν γὰρ (360) τῶν κατὰ φύσιν ἀκάθαρτον, ὅτι Θεὸν ἔχει τῆς ὑπάρξεως αἴτιον.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ζωῆς μετάθεσὶν φησι καὶ λατρείαν ἀγγελικήν, καὶ πρὸς σῶμα ψυχῆς ἑκούσιον ἀλλοτρίωσιν· καὶ ἐν πνεύματι θείας μεταποιήσεως γένεσιν, τὸ τῆς νέας Διαθήκης καταγγέλλει μυστήριον.
β´. Ἕτερος, φησίν, ὁ τῆς ἐντολῆς ἐστι λόγος, καὶ ἕτερος ὁ τοῦ γίνεσθαι τῆς ἐντολῆς ὁ τρόπος. Λαβὼν οὖν ὁ μέγας Πέτρος περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος ἐντολήν, ἀγνοῶν διὰ τῆς ὀθόνης τῆς ἐντολῆς ἐδιδάσκετο τὸν τρόπον· ὅτι δίχα περιτομῆς, καὶ τῶν λοιπῶν τοῦ νόμου σωματικωτέρων, τῶν ἐθνῶν χρὴ γίνεσθαι τὴν κλῆσιν· πνευματικὴν γὰρ οἶδεν ὁ λόγος περιτομήν, ἐμπαθοῦς σχέσεως πρὸς σῶμα τῆς ψυχῆς ἐκτομήν.
γ´. Fr. Πᾶς λόγος θείας ἐντολῆς χρῄζει πάντως διδαχῆς τοῦ πῶς ὀφείλει πραχθῆναι· ὅπερ ὁ μέγας Ἀπόστολος ἱκανότητα λέγει.
δ´. Ὁ μὴ τοῖς σχήμασι τῶν ὁρατῶν ἐναπομένων διὰ τὴν αἴσθησιν, ἀλλὰ κατὰ νοῦν τοὺς λόγους αὐτῶν ἀναζητων, ὡς νοητῶν τύπους, ἢ λόγους αἰσθητῶν θεώμενος κτισμάτων, οὐδὲν ἀκάθαρτον εἶναι τῶν ὁρωμένων διδάσκεται. Πάντα γὰρ φύσει καλὰ λίαν καθέστηκεν.
ε´. Ὁ τῇ κινήσει φησὶ τῶν αἰσθητῶν μὴ συναλλοιούμενος, ἀκίβδηλον τὴν τῶν ἀρετῶν μετέρχεται πρᾶξιν. Ὁ δὲ τοῖς αὐτῶν σχήμασι μὴ διατυπώσας τὸν νοῦν, τὴν ἀληθῆ περὶ τῶν ὄντων ἀπείληφε δόξαν. Ὁ δὲ καὶ αὐτὴν τὴν οὐσίαν τῶν ὄντων τῇ διανοίᾳ παρέδραμεν, ὡς ἄριστος θεολόγος μετὰ ταύτην ἀγνώστως τῇ μονάδι προσέβαλεν. Οὐκοῦν ὁ τρίτον ἐν ἑαυτῷ καταθύσας τὴν κτίσιν τῶν ὁρωμένων, τῆς τῶν τελείων ἄξιος γέγονε τάξεως.
στ´. Ἰόππη μὲν ἕξις ἐστὶν ἀρετῆς, φησίν, τὴν ἐκ τῶν παρακειμένων αἰσθητῶν φυλαττομένη βλάβην. Ἡ δὲ Σιὼν ἕξις ἐστὶ γνωστική, τὴν τῶν νοητῶν σκοπεύουσα χαρισμάτων ὑποδοχήν.
ΕΡΩΤΗΣΙΣ ΚΗ´.
[Επεξεργασία]Τό· "Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας," πρὸς τίνας ἔλεγεν ὁ Θεός;
Ἀπόκρισις.
[Επεξεργασία]Πρὸς τὴν ὑποκειμένην τῶν προνοουμένων διάθεσιν εὑρίσκομεν τὴν ἁγίαν Γραφὴν τὸν Θεὸν διαπλάττουσαν· ὅθεν καὶ λέοντα, καὶ ἄρκτον, καὶ πάρδαλιν, καὶ πάνθηρα, καὶ ἄνθρωπον, καὶ βοῦν, καὶ πρόβατον, καὶ ἥλιον, καὶ ἀστέρα, καὶ πῦρ, καὶ πνεῦμα, καὶ ἄλλα μυρία, ἅπερ μηδαμῶς ὑπάρχων λέγεται, κατὰ τὴν ἑκάστης φωνῆς ἐπίνοιαν θεωρούμενος. Τῷ γοῦν Ἀβραὰμ φανεὶς ὁ Θεὸς ὄντι τελείῳ κατὰ τὴν γνῶσιν, ἐν τῷ περὶ μονάδος λόγῳ τὸν ἄϋλον περὶ Τριάδος εἶναι λόγον ἐδίδασκεν, ἤδη τὸν νοῦν ἔχοντι τῆς ὕλης παντελῶς, καὶ τῶν κατ᾿ αὐτὴν τύπων ἐκβεβηκότα. Καὶ διὰ τοῦτο καὶ ὡς τρεῖς ἐφαίνετο, καὶ ὡς εἷς διελέγετο· τῷ δὲ Λώτ, μήπω (361) τῆς τῶν σωμάτων καθαρὸν τὸν νοοῦν ποιησαμένῳ συνθέσεως, ἀλλ᾿ ἔτι τῆς ἐξ ὕλης καὶ εἴδους τῶν σωμάτων γενέσεως ἐξηρτημένῳ, καὶ μόνης δημιουργὸν εἶναι πιστεύοντι τὸν Θεὸν τῆς ὁρατῆς κτίσεως, ἐμφανιζόμενος ὁ Θεός, δυϊκῶς, ἀλλ᾿ οὐ τριαδικῶς ἐφάνη· δεικνὺς δι᾿ ὧν αὐτὸς ἑαυτὸν ἐσχηματίζε, μήπω τῆς ὕλης καὶ τοῦ εἴδους ἐκβεβηκέναι τὸν ἀναγόμενον νοῦν. Οὕτως ἐφ᾿ ἑκάστῳ τόπῳ τῆς τὸν Θεὸν πολυτρόπως διαπλαττούσης Γραφῆς, τοὺς λόγους μετ᾿ ἐπιστήμης διασκοπούμενος, εὑρήσεις αἰτίαν εἶναι τῆς πολλῆς τῶν θείων πλασμάτων ἐξαλλαγῆς, τὴν τῶν προνοουμένω διάθεσιν.
Ἐπειδὴ τοίνυν καὶ οἱ τὸν πύργον οἰκοδομήσαντες, πρότερον τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς περὶ Θεὸν γνώσεως, ἦλθον εἰς γῆν Σενναάρ, τὴν ἑρμηνευομένην βλασφήμους ὀδόντας, καὶ εἰς πολλὰς περὶ Θεότητος δόξας κατέπεσαν, καὶ τὸν ἑκάστης δόξης λόγον, οἱονεὶ πλίνθους τινὰς συνθήσαντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν· εἰκότως ὁ τῆς κακῆς συμφωνίας τῶν πλανηθέντων ἀνθρώπων διασκεδάζων τὴν ὁμολογίαν Θεός, ἐκ τῆς τῶν προνοουμένων διαθέσεως εἰς ἀπείρους δόξας διασκεδασθείσης καὶ διασπαρθείσης, πληθυντικῶς ἑαυτὸν ὀνομάζει· δεικνὺς εἷς ὅτι ὤν, εἰς πολλοὺς ἐν ἐκείνοις ἐμερίσθη· ὥσπερ καὶ ἐπὶ τοῦ Ἀδὰμ φαίνεται λέγων· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Πρὸς οὖν τὸ ὑποκείμενον αἴτιον, ἢ πληθύνεται ταῖς τῶν Γραφῶν ἐκφωνήσεσιν ὁ Θεός, ἢ συνάγεται.
Τὸ δέ, πρὸς τίνας ὁ Θεὸς διαλέγεται, ἔθος ἐστὶ τῇ Γραφῇ τὰς ἀλαλήτους καὶ κρυφίας βουλὰς τοῦ Θεοῦ σωματικῶς διαπλάττειν, ἵν᾿ ἡμεῖς ἐκ τῶν συγγενῶν ῥημάτων τε καὶ φωνῶν, νοῆσαι τὰ θεῖα δυνηθῶμεν· ἐπεὶ ὁ Θεὸς νοῦς ἐστιν ἄγνωστος, καὶ λόγος ἄῤῥητος, καὶ ζωὴ ἀκατάληπτος, καὶ οὔτε λαλεῖ οὔτε λαλεῖται, αὐτόλογος ὤν, καὶ αὐτοβουλὴ κατ᾿ οὐσίαν ὑπάρχων. Καὶ εἰ οὕτω νοήσομεν τὰς τῶν θείων λόγων φωνάς, οὐδενὶ τῶν γεγραμμέων ἐκ τῆς ἀσαφείας προσκόψομεν.
Εἰ δὲ τις φαίη, μὴ πάντως ἐπὶ διαβολῆς κεῖσθαι τῇ Γραφῇ τὴν περὶ Θεοῦ πληθυντικὴν σημασίαν, καὶ προφέρει πρὸς τὴν τοῦ οἰκείου λόγου βεβαίωσιν τό· Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν, καὶ καθ᾿ ὁμοίωσιν, καὶ οὐ δήπου διὰ ταύτης, εἴποι, τῆς φωνῆς, πολυθεΐας ὑπόνοιαν εἰσηγεῖσθαι νοοῦμεν τὸν λόγον· φαμέν, ὡς ὁπόταν μὲν πρὸς τοὺς εὐσεβεῖς εὐσεβῶς ἡ ἁγία Γραφὴ τῷ πληθυντικῷ περὶ Θεοῦ κέχρηται λόγῳ, τὴν δήλωσιν ποιεῖται τῶν παναγίων τριῶν ὑποστάσεων· μυστικῶς τὸν τῆς ὑπάρξεως σημαίνουσα τρόπον τῆς παναγίας καὶ ἀνάρχου καὶ ὁμοουσίας Τριάδος· ἐπειδὴ μονὰς κατ᾿ οὐσίαν ἐστὶν ἡ πάνσεπτος καὶ προσκυνητὴ καὶ πανεύφημος Τριὰς τῶν ὑποστάσεων. Μονὰς γὰρ ἐν Τριάδι καὶ ἐν μονάδι Τριάς ἐστιν ὁ Θεὸς ἡμῶν. Ἡνίκα δὲ πρὸς τοὺς ἀσεβεῖς πληθυντικὸν περὶ Θεοῦ ποιεῖται τὸν λόγον, τὴν ψεκτὴν (364) ἐκείνων, ὡς οἶμαι, διελέγει περὶ Θεότητος ἔννοιαν, φυσικήν, ἀλλ᾿ οὐχὶ ὑποστατικὴν εἶναι τὴν ἐν τοῖς ἰδιώμασιν ὑπειληφότων διαφοράν· ὅπερ σαφῶς τὴν πολύθεον εἰσηγεῖται πλάνην τοῖς οὕτως περὶ Θεότητος ἔχουσιν.
Εἰ δὲ μὴ τοῦτο λέγοντες πείθομεν, ἐπειδὴ φίλον τῷ Πνεύματι, καὶ τοῖς Πνεῦμα φιλοῦσιν ἀγαπητόν, τὸ μὴ μάχεσθαι, δεξώμεθα συμφώνως ἀλλήλοις τὴν ἁγίαν Γραφήν· τὴν ἐν μονάδι παναγίαν Τριάδα, ποτὲ μέν, ὡς δημιουργὸν εἰσηγουμένην, ὡς τό· Ποιήσωμεν ἄνθρωπον· Πατρὸς γὰρ καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἔργον ἐστὶν ἡ τῶν ὄντων ὑπόστασις· ποτὲ δέ, ὡς ἀποδεκτικὴν τῶν τοῖς αὐτῆς εὐσεβῶς νόμοις πολιτευσαμένων· ὡς προνοητικὴν τῶν ὑπ᾿ αὐτῆς εἰληφότων τοῦ εἶναι τὴν γένεσιν· ὡς τῷ Ἀβραὰμ τριαδικῶς φαινομένην, καὶ μοναδικῶς διαλεγομένην· ποτὲ δέ, ὡς τιμωρητικήν, ἤγουν κριτικὴν τῶν τοὺς νόμους παραφθειρόντων τῆς φύσεως· ὡς τό· Καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Οὐ γὰρ δημιουργικὴ μόνον ὑπάρχει τῶν ὄντων ἡ ἁγία καὶ ὁμοούσιος Τριάς· ἀλλὰ καὶ συνεκτική, καὶ πρὸς ἀξίαν ἑκάστου διανεμητική· οἷα δὴ Θεὸς εἷς ὑπάρχουσα κατὰ φύσιν δημιουργός, προνοητική τε καὶ κριτικὴ τῶν ὑπ᾿ αὐτοῦ πεποιημένων· κοινὸν γὰρ Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, ὥσπερ τὸ δημιουργεῖν, οὕτω δὲ καὶ τὸ κρίνειν, καὶ τῶν πεποιημένων σοφῶς προνοεῖν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ἑκάστῳ φησί, κατὰ τὴν ὑποκειμένην αὐτῷ περὶ Θεοῦ δόξαν ὁ Θεὸς ἐμφανίζεται. Τοῖς μὲν κατ᾿ ἔφεσιν τὴν ὑλικὴν περάσασι σύνθεσιν, καὶ τὰς δυνάμεις τῆς ψυχῆς ἰσονομούσας ἀλλήλαις κατὰ μίαν καὶ τὴν αὐτὴν περὶ Θεὸν ἀεικινησίαν κεκτημένοις, ὡς μονὰς ἐμφαίνεται καὶ Τριάς· ἵνα τὴν οἰκείαν ὕπαρξιν παραδείξειεν, καὶ τὸν αὐτῆς τρόπον μυστικῶς ἐκδιδάξειεν. Τοῖς δὲ περὶ μόνην τὴν ὑλικὴν διάθεσιν ἔχουσι κινουμένην τὴν ἔφεσιν, καὶ ἀλλήλαις ἀσυνδέτους τὰς τῆς ψυχῆς δυνάμεις κεκτημένοι, οὐχ ὡς ἔστιν, ἀλλ᾿ ὡς εἰσὶν ἐμφανίζεται· δεικνὺς ὅτι τῆς ἡμῶν δυάδος ἀμφοῖν ἐπελάβοντο ταῖν χεροῖν, καθ᾿ ἣν ὁ σωματικὸς ἐξ ὕλης καὶ εἴδους συνέστηκε κόσμος.
β´. Ὁ φυσικὴν εἶναι λέγων, φησίν, ἐπὶ Θεοῦ τὴν τῶν ἰδιωμάτων, ἀλλ᾿ οὐχ ὑποστατικὴν διαφοράν, οὐκ ἔνθεος ὁ τοιοῦτος, ἀλλὰ πολύθεος, οὐσιῶν ἰδιότησιν, ἀλλ᾿ οὐχ ὑποστάσεων ἐπιδέχεσθαι φάσκων τὸ Θεῖον τὴν ἐξαρίθμησιν.
ΕΡΩΤΗΣΙΣ ΚΘ´.
[Επεξεργασία]Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι κείμενον· "Οἵτινες διὰ τοῦ Πνεύματος ἔλεγον τῷ Παύλῳ, μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα;" Διὰ τί παρήκουσε τοῦ Πνεύματος καὶ ἀνέβη;
Ἀπόκρισις. (365)
[Επεξεργασία]Ὁ μὲν ἅγιος Ἡσαΐας ὁ προφήτης, ἐν τῇ κατ᾿ αὐτὸν προφητείᾳ ἑπτὰ πνεύματα τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνατείλαντι Σωτῆρι λέγει ἐπαναπαύεσθαι· οὐχ ἑπτὰ πνεύματα Θεοῦ γινώσκων, καὶ οὕτω τοὺς ἄλλους ἐκδέχεσθαι διδάσκων, ἀλλὰ τὰς ἐνεργείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος, πνεύματα καλέσας, διὰ τὸ πάσῃ ἐνεργείᾳ ὅλον ἀνελλιπῶς ὑπάρχειν ἀναλόγως τὸ ἐνεργοῦν ἅγιον Πνεῦμα. Ὁ δὲ θεῖος Ἀπόστολος τὰς διαφόρους ἐνεργείας αὐτοῦ τοῦ ἑνὸς ἁγίου Πνεύματος χαρίσματα λέγει διάφορα· ὑφ᾿ ἑνὸς δηλονότι καὶ τοῦ αὐτοῦ ἐνεργούμενα Πνεύματος. Εἰ τοίνυν κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος, ἐν τῇ μετοχῇ τοῦ τοιοῦδε χαρίσματος· ἕκαστος τῶν πιστῶν δηλονότι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, καὶ τῆς ὑποκειμένης αὐτῷ κατὰ τὴν ψυχὴν διαθέσεως, συμμεμετρημένην δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν, χαριζομένην αὐτῷ τῆσδε ἢ τῆσδε τῆς ἐντολῆς τὴν ἁρμόζουσαν πρὸς ἐνέργειαν ἕξιν.
Οὐκοῦν ὥσπερ ὁ μὲν λαμβάνει λόγον σοφίας, ὁ δὲ λόγον γνώσεως, ἕτερος δὲ πίστεως, καὶ ἄλλος ἄλλο τι τῶν ἀπηριθμημένων τῷ μεγάλῳ Ἀποστόλῳ χαρισμάτων τοῦ Πνεύματος· οὕτως ὁ μὲν δέχεσθαι διὰ τοῦ Πνεύματος χάρισμα τῆς τελείας καὶ ἀμέσου πρὸς Θεόν, καὶ μηδὲν ἐχούσης ὑλικὸν ἀγάπης, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· ἕτερος δὲ διὰ τοῦ αὐτοῦ Πνεύματος, τῆς τελείας πρὸς τὸν πλησίον ἀγάπης χάρισμα, καὶ ἄλλος ἄλλο τι κατα τὸ αὐτὸ Πνεῦμα, ὡς ἔφην, ἔχοντος ἑκάστου ἐνεργούμενον τὸ οἰκεῖον χάρισμα. Ταῦτα δὲ τὰ χαρίσματα κατὰ τὸν ἅγιον Ἡσαΐαν, πνεύματα καλέσας τις, ὡς οἶμαι, τῆς ἀληθείας οὐ διαπίπτει· παντὶ γὰρ χαρίσματι ὅλον ὡς ἐνεργοῦν ἀναλόγως ἐνυπάρχει τὸ Πνεῦμα τὸ ἅγιον, εἴτε μείζονι, εἴτε ἥττονι.
Οὐκοῦν ὁ μέγας ὄντως, καὶ τῶν ὑπὲρ ἄνθρωπον μυστηρίων γενόμενος διάκονος Παῦλος, ἀμέσως τῆς ἐν ἀγάπῃ Θεοῦ τελείας χάριτος τὸ πνεῦμα δεξάμενος κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως, τῶν εἰληφότων τὸ χάρισμα τῆς τελείας εἰς αὐτὸν ἀγάπης, λεγόντων αὐτῷ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα· διὰ τοῦ Πνεύματος, τουτέστι τοῦ ἐνεργουμένου αὐτοῖς ὑπὸ τοῦ Πνεύματος τῆς εἰς αὐτὸν ἀγάπης χαρίσματος· ταυτὸν γὰρ τῷ χαρίσματι τὸ πνεῦμα, καθὰ ἔφην ἐκ τοῦ προφήτου λαβών, παρήκουσεν· ἀσυγκρίτως τῆς ἐξ ἄλλων εἰς αὐτὸν πνευματικῆς ἀγάπης, προκρίνων τὴν θείαν καὶ ὑπὲρ νόησιν. Μᾶλλον δὲ οὐδὲ παρακούσας ἀνῆλθεν, ἀλλ᾿ ἐκείνους διὰ τῆς συμμέτρως αὐτοῖς κατὰ τὸ χάρισμα δοθείσης ἐνεργείας τοῦ Πνεύματος προφητεύοντας, τῷ κατ᾿ αὐτὸν τύπῳ πρὸς τὸν τοῦ παντὸς ὑπερεπέκεινα πόθον κατὰ τὴν ἔφεσιν ἕλκων. Οὐκοῦν οὐ παρήκουσεν ὁ μέγας Παῦλος τοῦ Πνεύματος, ἀλλ᾿ ἐδίδαξεν ἐπὶ τὸ ὑψηλότερον ἀπὸ τοῦ ἥττονος μετενεχθῆναι Πνεύματος τουτέστι χαρίσματος, τοὺς περὶ αὐτοῦ κατὰ τὸ χάρισμα τῆς ἀγάπης προφητεύοντας.
Καὶ πάλιν, εἰ τὸ προφητικὸν χάρισμα πολὺ τοῦ ἀποστολικοῦ ὑπάρχει δεύτερον, οὐκ ἦν λόγου τοῦ τὸ (368) πᾶν διευθύνοντος, καὶ τὴν ἑκάστου διορίζοντος τάξιν, τὸ κρεῖττον εἴκειν τῷ ἥττονι· ἀλλὰ μᾶλλον ἕπεσθαι τὸ ἧττον τῷ κρείττονι. Οἱ μὲν γὰρ τότε προφητεύοντες διὰ τοῦ ἐν αὐτοῖς προφητικοῦ πνεύματος, ἀλλ᾿ οὐκ ἀποστολικοῦ, τὸν τρόπον τῆς τῷ ἁγίῳ Παύλῳ συμβησομένης ὑπὲρ τοῦ λόγου κακοπαθείας ἐμήνυον· ὁ δὲ πρὸς μόνον ἀφορῶν τὸν θεῖον σκοπόν, εἰς οὐδὲν ἡγεῖτο τὰ μέσα πάντα, σπουδὴν ἔχων οὐχ ὅπως διενέγκῃ τὰ συμβησόμενα, ἀλλ᾿ ὅπως ἄλλος γένηται Χριστός· μιμήσει τοῦ Χριστοῦ πάντα κατορθώσας τά, δι᾿ ἃ Χριστὸς τὴν ἐν σαρκὶ φιλανθρώπως κατ᾿ οἰκονομίαν εἵλατο ζωήν. Οὐκοῦν εὐταξίας ἐστὶ φυλακή, τῆς πάντα διεπούσης τὰ θεῖα καὶ διευθυνούσης, καὶ τῆς οἰκείας ἀνέκπτωτον μονῆς καὶ ἱδρύσεως ἕκαστον διαφυλαττούσης, ἡ δοκοῦσα τοῦ μεγάλου Ἀποστόλου παρακοή, καὶ σαφὴς διδασκαλία τοῦ μηδαμῶς ἀλλήλοις φύρεσθαι τοὺς καλῶς ὑπὸ τοῦ Πνεύματος διωρισμένους τῆς Ἐκκλησίας βαθμούς.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Τὸ διαφόρως ἐνεργοῦν, ἐν ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ διαφόρως ἐνεργουμένων, ὅλον ἐστίν, καὶ ἐν ὅλοις ἅμα μὴ διαιρούμενον. Ἀμιγῶς γάρ, φησίν, ἐν ὅλοις καὶ τῷ καθ᾿ ἕκαστον ἀδιαιρέτως κατὰ μίαν καὶ τὴν αὐτὴν ἐκφαίνεται δύναμιν ἐνεργοῦν τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι καὶ πάντων ἐστὶ τῶν ὄντων πληρωτικόν· Θεὸς γάρ, καὶ πᾶσιν ἀχώρητον τοῖς οὖσιν, ὑπερούσιον.
β´. Πᾶσαν ἐντολῆς ἕξιν ἐνεργουμένην, Πνεύματος εἶναι χάρισμα λέγει.
γ´. Ὁ τὸν Θεὸν ἀγαπῶν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ δυνάμεως, τοῦ τὸν πλησίον ἀγαπῶντος,φησί, μείζων ἐστίν. Οὐκ ἔστιν οὖν λόγου νομοθετεῖσθαι τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος· ἀλλὰ γενέσθαι μᾶλλον τὸ ἧττον ὑπὸ τοῦ μείζονος. Διὸ τὴν ἀποστολικὴν ἀξίαν τε καὶ τάξιν, ὑπ᾿ ἐκείνων ὧν ἄρχει βαθμῶν ἄρχεσθαι δικαίως οὐ συνεχώρησεν ὁ θεῖος Ἀπόστολος, μήπως ἡ πάντων τῶν ὄντων εὐκοσμία, καὶ μάλιστα τῶν θείων τάξις, λυθῇ.
δ´. Μέσα φησὶν τὰ εἴδη τῶν πειρασμῶν, ἅπερ προγνωστικῶς ἐθεώρουν διὰ τοῦ Πνεύματος οἱ προφητεύοντες τῷ ἁγίῳ Παύλῳ τὴν ὑπὲρ ἀληθείας ἄθλησιν· ὧν παντελῶς οὐκ ἐφρόντιζεν ἑνωθῆναι σπεύδων τῷ Χριστῷ, κατὰ τὴν ἐν εἴδει τῶν ἀγαθῶν ὑπόστασιν, μετὰ τὴν ἐν πίστει τῶν ὄντων διάβασιν.
ΕΡΩΤΗΣΙΣ Λ´.
[Επεξεργασία]Τί ἐστι τό· "Δύνασθε τὸ ποτήριον, ὃ ἐγὼ πίνω, ποεῖν, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι;" Τὶς ἡ διαφορὰ τοῦ ποτηρίου καὶ τοῦ βαπτίσματος;
Ἀπόκρισις.
[Επεξεργασία]Τὸ τοῦ Κυρίου βάπτισμα τῶν ὑπὲρ ἀρετῆς κατὰ πρόθεσιν ἑκουσίων καὶ ἡμετέρων πόνων τύπος ὑπάρχει· δι᾿ ὧν τὰς κατὰ συνείδησιν ἀποῤῥύπτοντες κηλῖδας, τὸν πρὸς τὰ φαινόμενα τῆς προαιρέσεως (369) ἑκούσιον καταδεχόμεθα θάνατον· τὸ δὲ ποτήριον, τῶν ἐκ περιστάσεως παρὰ προαίρεσιν ἐπανισταμένων ἡμῖν ὑπὲρ τῆς ἀληθείας ἀκουσίων πειρασμῶν τύπος ἐστί· δι᾿ ὧν καὶ αὐτῆς προκρίνοντες τὸν θεῖον πόθον τῆς φύσεως, ἑκόντες τὸν περιστατικὸν ὑπερχόμεθα τῆς φύσεως θάνατον. Ταύτην οὖν ἔχει τὴν διαφορὰν τὸ βάπτισμα πρὸς τὸ ποτήριον, ὅτι τὸ μὲν βάπτισμα ὑπὲρ ἀρετῆς πρὸς τὰ ἡδέα τοῦ βίου, νεκρὰν ἐργάζεται τὴν προαίρεσιν· τὸ δὲ ποτήριον, τὴν ἀλήθειαν καὶ αὐτῆς προκρίνει πείθει τῆς φύσεως τοὺς εὐσεβεῖς. Πρότερον δὲ τοῦ βαπτίσματος ἔθετο τὸ ποτήριον, ὅτι διὰ τὴν ἀλήθειὰν ἐστιν ἡ ἀρετή· ἀλλ᾿ οὐ διὰ τὴν ἀρετὴν ἡ ἀλήθεια. Ὅθεν ὁ διὰ τὴν ἀλήθειαν πράττων τὴν ἀρετήν, κενοδοξίας οὐ τιτρώσκεται βέλεσιν· ὁ δὲ τὴν ἀλήθειαν ἀρετῆς ἕνεκεν ἐπιτηδεύων, σύνοικον ἔχει τῆς κενοδοξίας τὴν οἴησιν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Τὸ τοῦ Κυρίου βάπτισμα, φησίν, ἐστὶν ἡ παντελὴς πρὸς τὸν αἰσθητὸν κόσμον τῆς ἡμετέρας προαιρέσεως νέκρωσις· τὸ δὲ ποτήριον, καὶ αὐτῆς ἡμῶν τῆς παρούσης ζωῆς ὑπὲρ ἀληθείας καθέστηκεν ἄρνησις.
β´. Ἀλήθειαν μὲν εἶναι λέγει τὴν θείαν γνῶσιν· ἀρετὴν δέ, τοὺς ὑπὲρ αὐτῆς τῶν αὐτῆς ἐφιεμένων ἀγῶνας. Ὁ τοίνυν γνώσεως ἕνεκεν ἀρετῆς ὑπομένων πόνους, οὐ κενοδοξεῖ, γινώσκων ἀπερίληπτον εἶναι φύσει τοῖς πόνοις τὴν ἀλήθειαν. Τοῖς δευτέροις γὰρ οὐ περιγράφεται φύσει τὸ πρῶτον. Ὁ δὲ τὴν γνῶσιν διὰ τοὺς ὑπὲρ ἀγῶνας ἐπιτηδεύων, πάντως κενοδοξεῖ, ὡς εἰληφέναι δοκῶν τοὺς στεφάνους πρὸ τῶν ἱδρώτων· οὐ εἰδώς, ὅτι διὰ τοὺς στεφάνους οἱ πόνοι, ἀλλ᾿ οὐ διὰ τοὺς πόνους οἱ στέφανοι. Φύσει γὰρ ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος, τοῦ δι᾿ ὃ πέφυκεν ἐπιτηδεύεσθαι ἐξανυσθέντος, ἢ ἐξανυσθῆναι δόξαντος.
ΕΡΩΤΗΣΙΣ ΛΑ´.
[Επεξεργασία]Εἰ οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ, πῶς κατῴκει ἐν τῷ ναῷ τῶν Ἰουδαίων;
Ἀπόκρισις.
[Επεξεργασία]Ὁ τῆς ἀναλογίας σοφῶς τῶν προνοουμένων φροντίζων ὁ Θεός, πρότερον διὰ τῶν τύπων συμφυῶς τοῖς δι᾿ αἴσθησιν οἰκονομουμένοις πρὸς τὴν ἀλήθειαν ποδηγῶν, πᾶσιν ἑαυτὸν τοῖς δοθεῖσι τῷ παλαιῷ λαῷ τύποις ἀφανῶς ἐγκατέμιξεν, ἐνεργῶν τὴν τῶν παιδαγωγουμένων ἀνάβασιν. ᾪκει τοίνυν ἐν τῷ ναῷ τῶν Ἰουδαίων ὁ Θεός, τυπικῶς, ἀλλ᾿ οὐκ ἀληθῶς, περιγράφων τῇ τοιᾷδε περὶ τὸν ναὸν οἰκήσει [Fr. κατ᾿ αὐτὸν οἰκήσει], πάσης τῆς μυσταγωγίας τὴν ἄῤῥητον βουλήν. Ἐπιτηδειότατος γὰρ πρὸς κατοικητήριον Θεοῦ μόνος ὁ καθαρὸς ὑπάρχει νοῦς· δι᾿ ὃν τὸν τυπικὸν οἰκοδομηθῆναι ναὸν συνεχώρησε, διὰ τῶν ἄγαν παχυτέρων συμβόλων, τὸν πολὺ πλέον τῶν ἀναισθήτων τόπων [Fr. τύπων] παχυθέντα νοῦν τῶν Ἰουδαίων, ἀνασπάσαι τῆς ὕλης βουλόμενος, συνιδόντα τὸ πρὸς (372) κατοίκησιν Θεοῦ ἀνεπιτήδειον ἐκ τοῦ προσύλου καὶ ἀπεμφαίνονος· κἀκ τούτου, τῆς τῶν προσόντων αὐτῷ φυσικῶς γενέσθαι διόλου συναισθήσεως. Ὅπερ μὴ διαγνούς, ὁ μόνον τὸν κατ᾿ εὐσέβειαν τῦφον ἐξ ὑπερηφανίας διατρέφειν εἰδὼς Ἰουδαῖος, καὶ τοῦ τύπου καλῶς ἐστερήθη, καὶ τῆς ἀληθείας ἑαυτὸν κακῶς ἀπεξένωσεν.
ΣΧΟΛΙΟΝ.
[Επεξεργασία]α'. Ὁ μόνην τῆς γνώσεως τὴν μορφήν, ὅπερ ἐστὶν ὁ ψιλὸς λόγος· καὶ ὁ τὴν εἰκόνα τῆς ἀρετῆς, ὅπερ ἐστί, τὸ ψιλὸν ἦθος ἐπιτηδεύων, Ἰουδαῖός ἐστι, φησί, καὶ αὐτὸς ἀληθείας τύποις φυσιούμενος.
ΕΡΩΤΗΣΙΣ ΛΒ´.
[Επεξεργασία]Τί ἐστιν, "Εἰ ἀρὰ ψηλαφήσειεν, καὶ εὕροιεν Θεόν;" Πῶς τις ψηλαφῶν εὑρίσκει Θεόν;
Ἀπόκρισις.
[Επεξεργασία]Ὁ πᾶσαν τὴν φαινομένην τοῦ νόμου σωματικὴν λατρείαν μὴ κατ᾿ αἴσθησιν ὁρῶν, ἀλλὰ ταῖς κατὰ νοῦν ἐφόδοις ἕκαστον τῶν ὁρωμένων συμβόλων διασκοπήσας, τὸν ἐν ἑκάστῳ κεκρυμμένον θεοτελῆ λόγον ἐκδιδασκόμενος, ἐν τῷ λόγῳ τὸν Θεὸν εὑρίσκει· καλῶς ψηλαφῶν διὰ τῆς νοερᾶς δυνάμεως, ὡς ἐν φορυτῷ τῇ ὕλῃ τῶν νομικῶν διατάξεως, εἴπου κεκρυμμένον εὕροι τῇ σαρκὶ τοῦ νόμου, τὸν τὴν αἴσθησιν παντελῶς διαφεύγοντα μαργαρίτην λόγον. Ὡσαύτως δὲ καὶ ὁ τὴν φύσιν τῶν ὁρωμένων μὴ τῇ αἰσθήσει μόνῃ περιγράφων, ἀλλὰ κατὰ νοῦν σοφῶς τὸν ἐν ἑκάστῳ κτίσματι λόγον διερευνώμενος, εὑρίσκει Θεόν, ἀπὸ τῆς προβεβλημένης τῶν ὄντων μεγαλουργίας, τὴν αὐτῶν τῶν ὄντων διδασκόμενος αἰτίαν.
Ἐπειδὴ τοίνυν ἴδιον τοῦ ψηλαφῶντος ἡ διάκρισίς ἐστιν, ὁ τὰ νομικὰ σύμβολα γνωστικῶς ἐπερχόμενος, καὶ τὴν φαινομένην τῶν ὄντων φύσιν ἐπιστημονικῶς θεώμενος, διακρίνων τὴν Γραφήν, καὶ τὴν κτίσιν, καὶ ἑαυτόν· τὴν μὲν Γραφήν, εἰς γράμμα καὶ πνεῦμα· τὴν δὲ κτίσιν, εἰς λόγον καὶ ἐπιφάνειαν· ἑαυτὸν δέ, εἰς νοῦν καὶ αἴσθησιν· καὶ τῆς μὲν Γραφῆς, τὸ πνεῦμα· τῆς δὲ κτίσεως, τὸν λόγον· ἑαυτοῦ δὲ τὸν νοῦν λαβὼν καὶ ἀλλήλοις ἀλύτως ἑνώσας, εὗρε Θεόν, ὡς ἐπιγνούς, καθὼς δεῖ καὶ δυνατόν ἐστι τὸν Θεόν, τὸν ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι· πάντων τῶν πλανώντων, καὶ εἰς μυρίας δόξας κατασυρόντων ἀπαλλαγείς· λέγω δὴ γράμματος καὶ ἐπιφανείας καὶ αἰσθήσεως, ἐν οἷς ἡ διάφορος ὑπάρχει ποσότης, καὶ τῆς μονάδος ἀντίθετος· εἰ δὲ τὸ γράμμα τοῦ νόμου, καὶ τὴν τῶν ὁρωμένων ἐκφάνειαν, καὶ τὴν οἰκείαν αἴσθησιν ἀλλήλοις τις προσπλέξας συμφύρῃ, τυφλός ἐστι μυωπάζων, τὴν τῆς αἰτίας τῶν ὄντων ἀγνωσίαν νοσῶν.
ΣΧΟΛΙΟΝ.
[Επεξεργασία]α´. Ὁ μόνον, φησί, τῆς Γραφῆς τὸ πνεῦμα δίχα τῶν τύπων· καὶ τῆς κτίσεως δίχα τῶν σχημάτων τοὺς λόγους, κατὰ μόνον τὸν νοῦν, τῆς κατὰ τὴν αἴσθησιν (373) ἐνεργείας ἀπηλλαγμένον ἑωρακώς, εὗρεν Θεόν· ἐν μὲν τῷ πνεύματι τῆς Γραφῆς, ὡς ἀγαθότητος· ἐν δὲ τοῖς τῶν ὄντων λόγοις, ὡς δυνάμεως· ἐν ἑαυτῷ δέ, ὡς σοφίας αἴτιον. Οἱ γὰρ τῶν ἐξ οὐκ ὄντων λόγοι, τὴν δύναμιν ἀφηγοῦνται τοῦ Κτίσαντος· καὶ τὸ τῆς Γραφῆς πνεῦμα πρὸς θέωσιν ἐπανάγων πλανηθέντας, τὴν ἀγαθότητα διαγγέλλει τοῦ γράψαντος· καὶ τὸ καθ᾿ ἡμᾶς νοερόν, ἀδιαστάτως τοὺς τῶν γεγονότων λόγους χωροῦν, ἀναφανδὸν τὴν τοῦ Τεχνίτου κηρύσσει σοφίαν.
ΕΡΩΤΗΣΙΣ ΛΓ´.
[Επεξεργασία]Τί ἐστιν· " Ἀμὴν λέγω ὑμῖν, ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ;" Τί ἐστι τό, "Καὶ μὴ διακριθῆ;"
Ἀπόκρισις.
[Επεξεργασία]Ὁ μὲν θεῖος καὶ μέγας Ἀπόστολος, τί ἐστι πίστις ὁρίζων, φησί· "Πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις, καὶ πραγμάτων ἔλεγχος οὐ βλεπομένων." Εἰ δὲ τις καὶ ἐνδιάθετος ἀγαθὸν αὐτὴν ὁρίσαιτο, καὶ γνῶσιν ἀληθῆ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀποδεικτικήν, τῆς ἀληθείας οὐ διήμαρτεν. Ὁ δὲ Κύριος διδάσκων περὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, καὶ τῶν ἐλπιζομένων, καὶ οὐχ ὁρωμένων, φησίν· Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Ἀκούων ταὐτὸν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ἡ τοῦ Θεοῦ πίστις ἐστίν, κατὰ μόνην ἐπίνοιαν διαιρουμένη πρὸς τὴν βασιλείαν. Ἡ μὲν γὰρ πίστις ἀνείδεος Θεοῦ βασιλεία ἐστίν· ἡ δὲ βασιλεία, πίστις θεοειδῶς εἰδοπεποιημένη.
Ὣστε κατὰ τοῦτον τὸν λόγον, οὐκ ἐκτὸς ἡμῶν ἐστιν ἡ πίστις, ἥτις ἐνεργουμένη ταῖς θείαις ἐντολαῖς, γίνεται βασιλεία Θεοῦ, μόνοις γινωσκομένη τοῖς ἔχουσιν· ἡ δὲ βασιλεία τοῦ Θεοῦ ἐνεργουμένη πίστις ἐστίν· ἡ δὲ βασιλεία τοῦ Θεοῦ τῶν κατ᾿ αὐτὴν βασιλευόντων ἄμεσον πρὸς Θεὸν ποιεῖται τὴν ἕνωσιν.
Ἡ πίστις ἀπεδείχθη σαφῶς ὑπάρχουσα δύναμις σχετικὴ τῆς ὑπὲρ φύσιν ἀμέσου τοῦ πιστεύοντος πρὸς τὸν πιστευόμενον Θεὸν τελείας ἑνώσεως. Ἐπειδὴ τοίνυν ὁ ἄνθρωπος ἐκ ψυχῆς ὑπάρχων καὶ σώματος, δυσὶ σαλεύεται νόμοις (σαρκὸς λέγω καὶ πνεύματος), καὶ ὁ μὲν τῆς σαρκὸς νόμος, κατὰ τὴν αἴσθησιν, ὁ δὲ τοῦ πνεύματος, κατὰ τὸν νοῦν κέκτηται τὴν ἐνέγειαν· καὶ ὁ μὲν τῆς σαρκός, ὕλῃ συνδεῖν πέφυκε, κατὰ τὴν αἴσθησιν ἐνεργούμενος· ὁ δὲ τοῦ πνεύματος, κατὰ τὸν νοῦν ἐνεργούμενος, πρὸς τὸν Θεὸν ἀμέσως ποιεῖται τὴν ἕνωσιν· εἰκότως ὁ μὴ διακριθεὶς ἐν τῇ καρδίᾳ αὐτοῦ, τουτέστι, τῷ νοῒ μὴ διακρίνας, ἤγουν διατεμὼν τὴν διὰ τῆς πίστεως πρὸς τὸν Θεὸν γεγενημένην ἄμεσον ἕνωσιν, ὡς ἀπαθής, μᾶλλον δὲ Θεὸς ἤδη διὰ τῆς πίστεως τῇ ἑνώσει γεγενημένος· ἐρεῖ τῷ ὄρει τούτῳ μεταβῆναι, καὶ μεταβήσεται· δεικτικῶς διὰ τοῦ, τούτῳ, φάναι, τὸ φρόνημα καὶ τὸν νόμον δηλῶν τῆς σαρκός, τὸν βαρὺν ὄντως καὶ δυσμετακίνητον· καὶ ὅσον πρὸς δύναμιν φυσικήν, παντελῶς ἀκίνητον καὶ ἀσάλευτον. Τοσοῦτον γὰρ ἐῤῥίζωται τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς (376) αἰσθήσεως τῆς ἀλογίας ἡ δύναμις, ὥστε τοὺς πολλοὺς μηδ᾿ ἄλλο νομίζειν εἶναι τὸν ἄνθρωπον, ἢ σάρκα, δύναμιν πρὸς ἀπόλαυσιν τῆς παρούσης ζωῆς τὴν αἴσθησιν ἔχουσαν. Πάντα γοῦν δυνατὰ τῷ πιστεύοντι καὶ μὴ διακρινομένῳ· τουτέστι, μὴ διαιρουμένῳ τῆς κατὰ νοῦν διὰ τῆς πίστεως γεγενημένης αὐτῷ πρὸς τὸν Θεὸν ἑνώσεως, διὰ τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς κατὰ τὴν αἴσθησιν σχέσιν· ὅσα κόσμου καὶ σαρκὸς τὸν νοῦν ἀλλοτριοῖ, Θεῷ δὲ προσοικειοῖ τετελειωμένα τοῖς κατορθώμασιν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Τὴν ψιλὴν πίστιν λέγει βασιλείαν ἀνείδεον, οὐκ ἔχουσαν τὴν ἐκ τῶν ἀρετῶν θείαν ὁμοίωσιν. Βασιλείαν δὲ λέγει τὴν ἔχουσαν διὰ τῶν ἔργων τὴν θείαν μορφὴν τῆς ἀγαθότητος πίστιν.
β´. Πίστις, φησίν, ἀναπόδεικτος γνῶσίς ἐστιν. Εἰ δὲ γνῶσις ἀναπόδεικτός ἐστιν, ἄρα σχέσις ἐστὶν ὑπὲρ φύσιν ἡ πίστις, δι᾿ ἧς ἀγνώστως, ἀλλ᾿ οὐκ ἀποδεικτικῶς ἑνούμεθα τῷ Θεῷ, κατὰ τὴν ὑπὲρ νόησιν ἕνωσιν.
γ´. Τὴν ἄμεσον λαβὼν πρὸς τὸν Θεὸν ἕνωσιν ὁ νοῦς, τὴν τοῦ νοεῖν καὶ νοεῖσθαι κατὰ φύσιν παντελῶς δύναμιν ἔχει σχολάζουσαν. Ὁπηνίκα γοῦν ταύτην λύσῃ νοήσας τι τῶν μετὰ Θεόν, διεκρίθη τεμὼν τὴν ὑπὲρ νόησιν ἕνωσιν· καθ᾿ ἣν ἕως ἐστὶ τῷ Θεῷ συνημμένος, ὡς ὑπὲρ φύσιν, καὶ τῇ μεθέξει θεὸς γεγενημένος, καθάπερ ὄρος ἀκίνητον, ἑαυτοῦ τὸν τῆς φύσεως μετατίθησι νόμον.
δ´. Προσυπακουστέον φησὶ τό· Πάντα δυνατὰ τῷ πιστεύοντι, τὰ ὅσα κόσμου καὶ σαρκὸς τὸν νοῦν ἀλλοτριοῖ. Ταῦτα γὰρ εἰσι τὰ δυνατὰ τῷ πιστεύοντι παρὰ Θεῷ.
ΕΡΩΤΗΣΙΣ ΛΔ´.
[Επεξεργασία]Τί πάλιν ἐστί· "Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν;" Πῶς τις δύναται πιστεύειν, ὅτι πάντα λαμβάνει αἰτῶν, μόνου Θεοῦ εἰδότος εἰ συμφέρει τὸ αἰτούμενον, ἢ μή, Καὶ εἰ ἐξ ἀγνοίας ὃ οὐ συμφέρει αἰτεῖ, πῶς παρέχει; Καὶ εἰ οὐ παρέχει τὸ μὴ συμφερόντως ἐξ ἀγνοίας αἰτούμενον, πῶς πιστεύειν τις δύναται ἐπὶ παντὶ αἰτήματι ὃ τι λαμβάνει, καὶ ἔσται αὐτῷ;
Ἀπόκρισις.
[Επεξεργασία]Πάντα μὲν ἐπὶ τοῦ παρόντος κεφάλαια κατ᾿ ἐπιτομὴν ἐν τῷ πρὸ αὐτοῦ ἐπιλέλυται. Μόνων γὰρ τῶν ἐπεγνωκότων πῶς δεῖ πιστεύειν, ἐστὶ τὸ εἰδέναι, τί δεῖ, καὶ πῶς, καὶ περὶ τίνων αἰτεῖσθαι. Οὐ γὰρ πάντων ἡ γνῶσις, ὥσπερ οὐδὲ πίστις. Πλὴν ὁ Κύριος εἰπών· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ· τουτέστι, πρὸ πάντων τὴν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ οὕτω τὴν τῶν καθηκόντων τρόπων ἐξάσκησιν· σαφῶς ἔδειξε περὶ μόνης τῆς θείας γνώσεως δεῖν ζητεῖν τοὺς πιστεύοντας, καὶ τῆς αὐτὴν κοσμούσης διὰ τῶν ἔργων ἀρετῆς.(377) Ἐπειδὴ γοῦν πολλὰ τυγχάνει τὰ πρὸς γνῶσιν Θεοῦ καὶ ἀρετὴν ζητούμενα τοῖς πιστεύουσιν, ἀπαλλαγὴ παθῶν, ὑπομονὴ πειρασμῶν, ἀρετῶν λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρὸς πρὸς σάρκα τῆς ψυχῆς διαθέσεως, ἀποξένωσις τῆς πρὸς τὰ αἰσθητὰ τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ παντελὴς ἀπὸ πάντων τῶν γεγονότων ἀναχώρησις· καὶ ἁπλῶς μυρία ἄλλα ἐστὶ τὰ πρὸς ἀποχὴν μὲν κακίας καὶ ἀγνωσίας, κατόρθωσιν δὲ γνώσεως καὶ ἀρετῆς, εἰκότως ὁ Κύριος ἔφη· Πάντα ὅσα αἰτῆσθε πιστεύοντες, λήψεσθε· πάντα ἁπλῶς τὰ πρὸς ἐπίγνωσιν Θεοῦ καὶ ἀρετὴν συντείνοντα, μόνα καὶ ζητεῖν καὶ αἰτεῖν, μετ᾿ ἐπιστήμης καὶ πίστεως δεῖν εἰπὼν τοὺς εὐσεβεῖς. Ταῦτα γὰρ πάντα συμφέρει, καὶ πάντως δίδωσιν αὐτὰ τοῖς αἰτουμένοις ὁ Κύριος. Ὁ τοίνυν διὰ μόνην τὴν πίστιν, ἤγουν τὴν πρὸς Θεὸν ἄμεσον ἕνωσιν, πάντα ζητῶν τὰ πρὸς τὴν ἕνωσιν, πάντως λήψεται. Ὁ δὲ ταύτης δίχα τῆς αἰτίας, κἂν ἄλλα, κἂν τὰ προειρημένα ζητῇ, οὐ λήψεται· οὐ γὰρ πιστεύει, ἀλλ᾿ οἰκείαν ὡς ἄπιστος διὰ τῶν είων πραγματεύεται δόξαν.
ΕΡΩΤΗΣΙΣ ΛΕ´.
[Επεξεργασία]Ἐπειδὴ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ οὐ μόνον σάρξ, ἀλλὰ καὶ αἷμα καὶ ὀστᾶ· καὶ κελευόμεθα ἐσθίειν μὲν τὴν σάρκα, πίνειν δὲ τὸ αἷμα, μὴ συντρίβειν δὲ τὰ ὀστᾶ, παρακαλῶ μαθεῖν, τὶς ἡ τριμερὴς αὕτη τοῦ ἀνθρωπισθέντος Λόγου δύναμις;
Ἀπόκρισις.
[Επεξεργασία]Εἰς οὐσίαν ἐλθεῖν βουληθεὶς ὡς οἶδεν αὐτὸς ὁ ὑπερούσιος Λόγος, καὶ πάντων τῶν ὄντων δημιουργός, τοὺς τῶν ὄντων πάντων τῶν φαινομένων καὶ νοουμένων, μετὰ τῶν ἀκαταλήπτων τῆς οἰκείας θεότητος νοημάτων, φυσικοὺς ἐπιφέρεται λόγους· ὧν, τῶν μὲν νοητῶν οἱ λόγοι, εἶεν τὸ αἷμα τοῦ Λόγου· τῶν δὲ αἰσθητῶν οἱ λόγοι, ἡ φαινομένη Λόγου ἔστω σάρξ. Ἐπειδὴ τοίνυν, καὶ τῶν ἐν τοῖς φαινομένοις, καὶ τῶν ἐν τοῖς νοουμένοις πνευματικῶν λόγων ὑπάρχει διδάσκαλος ὁ Λόγος· πρεπόντως καὶ κατὰ λόγον δίδωσι τοῖς ἀξίοις, ὡς σάρκα φαγεῖν, τὴν ἐν τοῖς λόγοις τῶν ὁρωμένων ἐπιστήμην· καὶ ὡς αἷμα πίνειν, τὴν ἐν τοῖς λόγοις τῶν νοουμένων γνῶσιν· οὓς καὶ ἡ Σοφία διὰ τοῦ κρατῆρος, καὶ τῶν θυμάτων πόῤῥωθεν μυστικῶς διὰ τῶν Παροιμιῶν ἡτοιμάσατο. Τὰ δὲ ὀστᾶ, τουτέστι τοὺς ὑπὲρ νόησιν περὶ Θεότητος λόγους, πάσῃ γενητῇ φύσει κατὰ τὸ ἴσον ἀπείρως ἀπέχοντας, οὐ δίδωσιν· οὐκ ἐχούσης τῆς τῶν ὄντων φύσεως κατὰ τινα δύναμιν πρὸς τούτους τὴν ἐπιδεχομένην σχέσιν.
Καὶ πάλιν, σάρξ ἐστι τοῦ Λόγου, ἡ ἀληθὴς ἀρετή· αἷμα δέ, ἡ ἄπταιστος γνῶσις· ὀστᾶ δέ, ἡ ἀπόῤῥητος θεολογία. Τρόπον γὰρ αἵματος, κατ᾿ εἶδος εἰς σάρκα μεταβαλλομένου, καὶ ἡ γνῶσις διὰ τῆς πρακτικῆς, εἰς ἀρετὴν μεταπλάττεται· καὶ ὀστέων δίκην συστατικῶν αἵματος καὶ σαρκός, καὶ οἱ πάσης (380) ἐπέκεινα νοήσεως περὶ θεότητος λόγοι τοῖς οὖσιν ἐνυπάρχοντες, τὰς τῶν ὄντων ἀγνώστως καὶ ποιοῦσι καὶ πρὸς τὸ εἶναι συνέχουσιν, οὐσίας· καὶ πᾶσαν γνῶσιν, καὶ πᾶσαν ἀρετὴν συνιστῶσιν.
Εἰ δὲ καὶ τοὺς περὶ κρίσεως καὶ προνοίας λόγους εἶναι τὴν σάρκα καὶ τὸ αἷμα, ὡς πάντως ποτὲ βρωθησομένους καὶ ποθησομένους· τοὺς δὲ τούτοις ἐγκεκρυμμένους ἀῤῥήτους περὶ θεότητος λόγους ὀστᾶ φήσειὲ τις, οὐκ ἔξω βέβηκεν, ὡς οἶμαι, τοῦ εἰκότος.
Τυχὸν δὲ σάρξ ἐστι πάλιν τοῦ Λόγου, καὶ ἡ τῆς φύσεως τελεία πρὸς ἑαυτὴν δι᾿ ἀρετῆς καὶ γνώσεως ἐπάνοδος καὶ ἀποκατάστασις· αἷμα δέ, ἡ ταύτην πρὸς τὸ ἀεὶ εὖ εἶναι χάριτι συνέχειν μέλλουσα θέωσις· ὀστᾶ δέ, αὐτὴ ἡ πρὸς τὸ ἀεὶ εὖ εἶναι διὰ θεώσεως συνέχουσα τὴν φύσιν ἄγνωστος δύναμις.
Εἰ δὲ καὶ τὸ λεπτότερον εἴποι τις, ὅτι σάρξ ἐστιν ἡ διὰ τῶν ἀρετῶν ἑκούσιος νέκρωσις· αἷμα δέ, ἡ κατὰ περίστασιν ὑπὲρ τῆς ἀληθείας διὰ τοῦ θανάτου τελείωσις· ὀστᾶ δέ, τοὺς πρώτους ἡμῖν ἀνεφίκτους περὶ θεότητος λόγους, καλῶς καὶ οὗτος ἔφη, καὶ τῆς πρεπούσης ἐννοίας οὐδαμῶς διαπέπτωκεν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Cod. Fr. Τὴν οὐσίαν λέγει καὶ τὴν δύναμιν ἑκάστου τῶν ὄντων καὶ τὴν ἐνέργειαν, ἐφ᾿ οἷς θεωροῦνται πάντα τὰ ὄντα, καὶ δι᾿ ὧν γινώσκεται ἡμῖν ὁ Θεὸς δημιουργὸς καὶ προνοητὴς καὶ κριτής. Ἢ τὴν δυάδα τῶν ὄντων, τῶν μὲν αἰσθητῶν, τῶν τὴν ὕλην καὶ τὸ εἶδος· τῶν δὲ νοητῶν, τὴν οὐσίαν καὶ τὸ συμβεβηκός· ἢ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, δι᾿ ὧν τοῖς ἀξίοις ἐγνῶσθαι ὁ ὑπεράγνωστος.
β´. Ἀπόῤῥητός ἐστι θεολογία, ἡ παντελὴς καθ᾿ ὑπεροχὴν ἀγνωσία, ἥτις τοσοῦτον ἠγνόηται, ὅσον ἔγνωσται τὰ φυσικῶς γινωσκόμενα.
γ´. Τὸ αἷμα εἰς τὴν θέωσιν ἐλάμβανε, ὡς ζωὴν ἐσομένην τῶν ἀξιωθησομένων αὐτῆς. Ζωῆς γὰρ τὸ αἷμα σύμβολον.
ΕΡΩΤΗΣΙΣ Λστ´.
[Επεξεργασία]Τί ἐστι τῶν ἀλόγων ζώων σώματα καὶ αἵματα, δι᾿ ὧν λατρεύοντες οἱ Ἰσραηλίται, τὰ μὲν σώματα ἤσθιον, τὰ δὲ αἵματα οὐκ ἔτι, πρὸς δὲ τὴν βάσιν κύκλῳ του θυσιαστηρίου προσέχεον;
Ἀπόκρισις.
[Επεξεργασία]Τῶν εἰσαγομένων πρὸς εὐσέβειαν τύπον ἔφερον, τὸ πάλαι τῷ Θεῷ κατὰ νόμον ἐν σκιᾷ λατρεύοντες, μόλις κἂν αὐτοὶ τὰ φαινόμενα τῶν τυπικῶν συμβόλων διατάγματα νοῆσαι δυνάμενοι. Ἐπειδὴ οὖν οὐκ ἐκείνοις προηγουμένως, ἀλλ᾿ ἡμῖν ὁ νόμος ἐδόθη, κατὰ Χριστὸν πνευματικῶς δι᾿ ἡμῶν τελειούμενος, σκοπήσωμεν τῶν τότε θυμάτων μετ᾿ εὐσεβείας τὸν λόγον.
Ὁ πρὸς εὐσέβειαν εἰσαγόμενος, περὶ τῶν ἔργων διδασκόμενος τῆς δικαιοσύνης, τὴν πρᾶξιν μόνην ἐπιτελεῖ μετὰ πάσης ὑπακοῆς καὶ πίστεως, (381) καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα· τοὺς δὲ τῶν ἐντολῶν λόγους, ἐν οἷς ἡ τῶν τελείων ὑπάρχει γνῶσις, τῷ Θεῷ παραχωρεῖ διὰ τῆς πίστεως, μὴ δυνάμενος τέως συνεπεκτανθῆναι τῷ μήκει τῆς γνώσεως. Θεοῦ γὰρ σύμβολόν ἐστι τὸ θυσιαστήριον, ᾧ πάντες πνευματικῶς θυόμεθα, καὶ τῶν ὑπὲρ δύναμιν παραχωροῦμεν τὴν εἴδησιν, ἵνα ζήσωμεν. Τῆς δὲ κατ᾿ αὐτὸν πίστεως τύπος ἐστίν, ἡ τοῦ θυσιαστηρίου βάσις· θεμέλιον γὰρ ἡ πίστις ὑπάρχει, πᾶσαν τὴν οἰκοδομὴν τῶν θείων ἔργων καὶ νοημάτων βαστάζουσα πρὸς ἣν πᾶς μὴ δυνάμενος τῆς ἐκ τοῦ θείου τῆς σοφίας κρατῆρος κατὰ τὴν γνῶσιν σωφρόνως ἀπολαῦσαι μέθης, τῶν οὐκ ἐφικτῶν αὐτῷ γνώσεως καλῶς ποιῶν προχέει τοὺς λόγους· τουτέστι, τῶν ὑπὲρ δύναμιν λόγων τὴν γνῶσιν τῇ πίστει παραχωρεῖ.
Ὡς οὖν τύπον τῶν κατ᾿ εὐσέβειαν εἰσαγομένων ὁ παλαιὸς λαὸς φέρων, ἐσθίοντες τῶν θυομένων τὰς σάρκας τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου προσέχεον, οὐ δυνάμενοι διὰ τὸν νηπιάζοντα λογισμόν, τῆς τῶν γινομένων μυστικῆς ἐφικέσθαι γνώσεως. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, τὴν ἀπόῤῥητον θύων θυσίαν ἑαυτόν, μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα δίδωσι τοῖς τὰ αἰσθητήρια τῆς ψυχῆς διὰ τὴν τελειότητα γεγυμνασμένα ἔχουσι, πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ὁ γὰρ τέλειος οὐ μόνον τὴν τῶν εἰσαγομένων τάξιν, ἀλλὰ καὶ τὴν τῶν προκοπτόντων διαδραμών, οὐκ ἀγνοεῖ τῶν ὑπ᾿ αὐτοῦ κατ᾿ ἐντολὴν γινομένων τοὺς λόγους· ἀλλ᾿ ἐκείνους πνεύματι πρῶτον διαπιών, πᾶσαν ἐσθίει διὰ τῶν ἔργων τὴν σάρκα τῶν ἀρετῶν· πρὸς τὴν κατὰ νοῦν γνῶσιν ἀναβιβάζων τὴν τῶν γινομένων κατ᾿ αἴσθησιν νόησιν. Εἰσὶ μὲν καὶ ἕτεροι πλεῖστοι λόγοι περὶ τούτων, ὑμῖν μάλιστα τοῖς φιλοθεωτάτοις· ἀλλὰ παρείσθωσαν νῦν διὰ τὸ πλῆθος.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Τὰ φαινόμενα τῶν ἀρετῶν εἶπεν τὴν ἠθικὴν παιδαγωγίαν.
β´. Fr. Ὅρα, ὅτι λόγους τὴν γνῶσιν ἐκάλεσεν. Εἰ δὲ οἱ λόγοι γνῶσις, ὁ γνοὺς τοὺς λόγους, πάντως ἔγνω τὸν Λόγον καὶ τὸν τοῦ Λόγου Πατέρα· γνῶσις γὰρ ὁ Λόγος τοῦ οἰκείου Πατρὸς ἀκριβής· Ὁ ἑωρακὼς ἐμέ, φησὶν ὁ Σωτήρ, ἑώρακε τὸν Πατέρα·
γ´. Τὸ αἷμα κατὰ θεωρίαν, εἰς τὴν γνῶσιν ἔλαβεν, ὡς ὑποτρέφουσαν τὸ σῶμα τῶν ἀρετῶν.
ΕΡΩΤΗΣΙΣ ΛΖ´.
[Επεξεργασία]Λέγει εἰς τὰς Πράξεις περὶ τοῦ ἁγίου Παύλου· " Ὣστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια καὶ σημικίνθια, καὶ ἀπαλλάττεσθαι ἀπ᾿ αὐτῶν (384) τὰς νόσους." Ἄρα γὰρ διὰ τὴν διακονίαν καὶ τοὺς ἀπίστους τουτὶ ἐγίνετο, ἢ ἁγιασθέντος τοῦ σώματος ταῦτα ἐκ τοῦ χρωτὸς αὐτοῦ ἐπετελεῖτο; Καὶ εἰ κατὰ τοῦτο, καὶ ἐπὶ τῆς ἐχίδνης οὐδὲν ἔπαθεν, τίνι τῷ λόγῳ, τῷ μὲν ἰῷ τοῦ θηρίου οὐχ ὑπέπεσε τὸ σῶμα τοῦ ἁγίου, τῷ δὲ ξίφει ὑπέπεσε; τὸ δὲ αὐτὸ ζητῶν καὶ ἐπὶ τοῦ σώματος τοῦ Ἐλισσαίου. Τίνα δὲ τὰ σημικίνθιὰ εἰσιν;
Ἀπόκρισις.
[Επεξεργασία]Οὔτε διὰ μόνην τοῦ ἁγίου Παύλου τὴν ἁγιότητα, οὔτε διὰ μόνην τὴν τῶν δεχομένων πίστιν, ὁ χρὼς τοῦ σώματος αὐτοῦ διὰ τῶν σουδαρίων καὶ τῶν σημικινθίων ἐπιτέλει τὰς ἰάσεις· ἀλλ᾿ ὅτιπερ αὐτῷ τε κἀκείνοις ἡ θεία χάρις ἑαυτὴν ἐπιμερίσασα, φιλανθρώπως ἐν ἐκείνοις διὰ τῆς πίστεως ἐνεργὸν ἐποίει τοῦ Ἀποστόλου τὴν ἁγιότητα. Οὕτω μὲν οὖν πάλιν βουληθείσης τῆς χάριτος, ἀπαθὲς διέμεινεν αὐτοῦ τὸ σῶμα, τῷ ἰῷ τοῦ θηρίου μὴ διαφθειρόμενον· εἴτε τὴν ἐν τῷ ἰῷ τοῦ θηρὸς φθαρτικὴν ποιότητα μεταβαλούσης· εἴτε τὸ σῶμα τοῦ ἁγίου τῆς τοιαύτης δαπανητικὸν φθορᾶς ἀπεργασαμένης· εἴτε κατ᾿ ἄλλον τινὰ τρόπον οἰκονομίας, ὃν οἶδεν ὁ ταῦτα ποιῶν καὶ μετασκευάζων Θεός. Τῷ δὲ ξίφει πάλιν ὑπέπεσε, βουληθείσης τῆς χάριτος· οὐ γὰρ ἦν κατὰ φύσιν ἀθάνατον, κἂν ἦν διὰ τὴν χάριν θαυματουργόν. Εἰ μὲν κατὰ φύσιν ὑπῆρχεν ἀθάνατον, καλῶς ἂν ἐζητοῦμεν τὸν καθ᾿ ὃν παρὰ φύσιν ὑπέπεσε τῷ ξίφει λόγον. Εἰ δὲ φύσει, καὶ μετὰ τὴν ἁγιότητα, διέμεινε θνητόν, οὐκ ἔστιν ἀναγκαῖον ζητῆσαι τὸν καθ᾿ ὃν οὐ τοιῶσδε, ἀλλὰ τοιῶσδε τὴν ἐν σαρκὶ ζωὴν παρῆλθε λόγον ὁ θεῖος Ἀπόστολος. ᾯ γὰρ τρόπῳ βούλεται, ὁ τὴν ἑκάστου πρὸ τῶν αἰώνων συμφερόντως διορίσας ζωὴν Θεός, ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς ζωῆς ἄγει, εἴτε δίκαιον, εἴτε ἄδικον.
Εἰ μὲν οὖν εἷς καὶ ὁ αὐτὸς φύσεως ἦν καὶ χάριτος λόγος, θαύματος ἦν ἄξιον καὶ καταπλήξεως, τὸ (385) κατὰ τὴν φύσιν παρὰ τὴν χάριν, ἢ κατὰ τὴν χάριν παρὰ τὴν φύσιν γινόμενον. Εἰ δὲ μᾶλλον ἕτερος καὶ ἕτερος φύσεως καὶ χάριτος λόγος, δῆλόν ἐστι καὶ σαφές, ὅτι ὡς μὲν ἅγιοι ἐθαυματούργουν διὰ τὴν χάριν, ὡς ἄνθρωποι ἔπασχον διὰ τὴν φύσιν· ἐπειδὴ μὴ ἀνεῖλε τὸ τῆς φύσεως παθητὸν ἡ χάρις· οὐδαμῶς ἀλλήλοις συμφυρέντων τῶν ἐν φύσει καὶ χάριτι λόγων. Οὕτω δεξόμεθα πάντα ποιεῖν κατ᾿ οἰκονομίαν τῶν προνοουμένων ἐν τοῖς ἁγίοις τὴν τοῦ Θεοῦ χάριν, καὶ ζῶσι καὶ ἀποθανοῦσιν, ὡς ἐν ὀργάνοις οἰκείοις τῆς τῶν ἄλλων προνοουμένην σωτηρίας· ἀλλ᾿ οὐ κατὰ φύσιν ταῦτα διὰ τὴν χάριν ἐν τοῖς ἄλλοις ἐνεργοῦντας τοὺς ἁγίους. Τοῦτο γοῦν καὶ ἐπὶ τοῦ σώματος Ἑλισσαίου.
Ἀλλ᾿ ἐπειδὴ τῶν ἱστορουμένων τὰ νοούμενα μᾶλλον εὐφραίνει τὴν τῶν φιλοθέων ψυχήν, χρῶτα μὲν φαμεν εἶναι τοῦ μεγάλου Ἀποστόλου, τὴν εὐσέβειαν· καθ᾿ ἣν τοῖς μὲν ἦν ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν· τοῖς δέ, ὀσμὴ ἐκ θανάτου εἰς θάνατον· σουδάρια δέ, τοὺς ἐκφανεῖς τῆς γνωστικῆς αὐτοῦ θεωρίας λόγους· τὰ δὲ σημικίνθια, τοὺς σεμνοὺς κατ᾿ ἀρετὴν πρακτικῆς φιλοσοφίας τρόπους· ἐγχείρια γὰρ εἶναὶ φασιν τὰ σημικίνθια· οὕστινας λόγους τε καὶ τρόπους πνέοντας καὶ ἐκπέμποντας καθάπερ εὐωδίαν τὰ χρῶτα, τουτέστι, τὴν τοῦ μακαρίου Ἀποστόλου μεγάλην εὐσέβειαν, οἱ δεχόμενοι, τὴν τῆς πιεζούσης αὐτοὺς ἀσθενείας ἐλάμβανον ἴασιν· οἱ μέν, διὰ τῶν περὶ θεωρίας λόγων, ὡς σουδαρίων, τῆς ἀγνωσίας τὴν νόσον διώκοντες· οἱ δέ, διὰ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων τὴν ἀῤῥωστίαν τῆς κακίας παντελῶς ἀφανίζοντες.
Οὕτω δὲ καὶ τὸν οὕτω συμβάντα ζοφερὸν χειμῶνα, τὸ βάρος εἶναι τῶν ἀκουσίων πειρασμῶν τεκμαίρομαι· τὴν δὲ νῆσον, τὴν παγίαν ἕξιν τῆς θείας ἐλπίδος καὶ ἄσειστον· τὴν δὲ πυράν, τὴν ἕξιν τῆς γνώσεως τὰ δὲ φρύγγανα, τὴν τῶν ὁρωμένων φύσιν· ἣν συνέστρεφε τῇ χειρί, τῇ κατὰ θεωρίαν λέγω ψηλαφητικῇ τοῦ νοῦ δυνάμει, διατρέφων τοῖς ἐξ αὐτῆς νοήμασι τὴν ἕξιν τῆς γνώσεως, τὴν θεραπεύουσαν τὴν ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν προστριβεῖσαν τῇ διανοίᾳ κατήφειαν. Τὴν δὲ ἔχιδναν, τὴν λανθανότως ἐγκεκρυμμένην τῇ φύσει τῶν αἰσθητῶν πονηρὰν καὶ ὀλέθριον δύναμιν· δήξασαν μὲν τὴν χεῖρα, τουτέστι, τὴν ψηλαφητικὴν κατὰ νοῦν τῆς θεωρίας ἐνέργειαν· οὐ βλάψασαν δὲ τὸν διορατικὸν νοῦν, τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ εὐθὺς ὡς ἐν πυρὶ (388) διαφθείραντα τὴν τῷ πρακτικῷ κινήματι τοῦ νοῦ προσαφθεῖσαν ἐκ τῶν τῶν αἰσθητῶν θεωρίας ὀλέθριον δύναμιν.
Ὡσαύτως καὶ ἐπὶ τοῦ Ἐλισσαίου νοῶ· ὅτιπερ ἕκαστος νεκρὸς τοῖς παραπτώμασιν, ἐπειδὰν τοῦ μνήματος ἐπιτεθῇ [Fr. ἐπιτεθεὶς] τοῦ προφήτου, ἐν ᾧ ἦν τὸ σῶμα, τουτέστι, τῇ τὸ ἴχνος ἐχούσῃ τοῦ προφητικοῦ βίου μνήμῃ· ἐν ᾧ ἦν καλῶς φυλαττόμενον τὸ σῶμα τῶν ἀρετῶν, τῇ κατὰ μίμησιν τῶν τρόπων ἀναστροφῇ ζωοποιεῖται, πρὸς τὴν ἐνάρετον μετατιθέμενος ζωήν, ἀπὸ τῆς τῶν παθῶν τῆς κακίας νεκρότητος.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Πίστις τῶν δεομένων ἰάσεως, φησί, παρεκαλεῖτο τὴν ἐν τοῖς ἁγίοις τοῦ Πνεύματος δύναμιν, ἵνα διὰ τῆς πίστεως λανθάνουσα φανερὰ γένηται δύναμις· καὶ ἡ κεκρυμμένη πίστις διὰ τῆς δυνάμεως γένηται πᾶσι διάδηλος. Τηνικαῦτα γὰρ ὁ τῶν ἰαμάτων ἀληθὴς πέφυκε διαδείκνυσθαι τρόπος, ὁπηνίκα τῇ τῶν ἐνεργουμένων πίστει συμβαίνει διὰ πάντων ἡ τῶν ἐνεργοῦντων ἐν πνεύματι δύναμις.
β´. Ὁ γνώμῃ, φησίν, τῆς καθ᾿ ἁμαρτίαν καθαρεύων φθορᾶς, φθείρει τὴν τῶν φθείρειν πεφυκότων φθοράν. Ἡ γὰρ ἀφθαρσία τῆς προαιρέσεως τὴν φθορὰν συντηρεῖν τῆς φύσεως πέφυκε ἄφθαρτον κατὰ πρόνοιαν, διὰ τῆς ἐν αὐτῇ τοῦ Πνεύματος χάριτος μὴ συγχωροῦσα ταῖς ἐναντίαις ποιότησιν αὐτὴν δυναστεύεσθαι.
γ´. Ἐπειδὴ φύσεως, φησίν, καὶ χάριτος εἷς καὶ ὁ αὐτὸς λόγος, οὐκ ἔστιν ἀπορίας ἄξιον, πῶς τινες τῶν ἁγίων ποτὲ μὲν τῶν παθῶν ὑπερεῖχον, ποτὲ δὲ μᾶλλον ὑπέπιπτον πάθεσι· γινωσκόντων ἡμῶν, ὅτι τὸ μὲν θαῦμα τῆς χάριτος ἦν· τὸ δὲ πάθος τῆς φύσεως.
δ´. Ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωὴν ὁ Ἀπόστολος εἰς τοὺς πιστοὺς τῷ καθ᾿ ἑαυτὸν παραδείγματι, διὰ πράξεως πρὸς τὴν εὐωδίαν τῶν ἀρετῶν κινεῖσθαι παρασκευάζων ἢ τοὺς πειθουμένους τῷ λόγῳ τῆς χάριτος ὡς κήρυξ ἀπὸ τῆς κατ᾿ αἴσθησιν ζωῆς εἰς τὴν ἐν πνεύματι μετάγων ζωήν· ὀσμὴ δὲ ἀπὸ θανάτου εἰς θάνατον, τοῖς ἀπὸ τοῦ θανάτου τῆς ἀγνοίας εἰς τὸν τῆς ἀπιστίας ἐλάσασιν θάνατον, διδοὺς αὐτοῖς αἴσθησιν τῆς μενούσης αὐτοὺς κατακρίσεως. Ἢ πάλιν, ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν, τοῖς ἀπὸ πράξεως εἰς θεωρίαν ἀναγομένοις· ὀσμὴ δὲ ἀπὸ θανάτου εἰς θάνατον, τοῖς ἀπὸ τοῦ νεκρῶσαι τῇ καθ᾿ ἁμαρτίαν ἀργίᾳ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, εἰς τὴν τῶν ἐμπαθῶν νοημάτων τε καὶ φαντασιῶν ἐπαινουμένην μεταβαίνουσι νέκρωσιν.
ε´. Fr. Τό· Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μέν, ὀσμὴ ζωῆς εἰς ζωήν· οἷς δέ, ὀσμὴ θανάτου εἰς θάνατον, ἐνταῦθα μάλιστα σεσαφήνισται. Τὸ μὲν οὖν, ὀσμὴ ζωῆς εἰς ζωήν, οἷς μή ἐστιν αὐτοῦ κεκαλυμμένον τὸ Εὐαγγέλιον· τὸ δέ, οἷς δὲ ὀσμὴ θανάτου εἰς θάνατον, ἐνταῦθα μάλιστα σεσαφήνισται. Τὸ μὲν οὖν, ὀσμὴ ζωῆς εἰς ζωήν, οἷς μή ἐστιν αὐτοῦ κεκαλυμμένον τὸ Εὐαγγέλιον· τὸ δέ, οἷς δε ὀσμὴ θανάτου εἰς θάνατον, οἷς παντελῶς κεκαλυμμένον ἐστίν· Ἐν οἷς ὁ Θεός, φησί, τοῦ αἰῶνος τούτου (389) ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων. Ἀποκεκάλυπται δὲ καὶ ἐπικεκάλυπται, παρὰ τὴν τῶν ἀκοούντων θερμότητα ἢ ψυχρότητα.
στ´. Διὰ μιμήσεως, φησί, τὴν μνήμην ἔχων τις τῆς τῶν ἁγίων ἀναστροφῆς, τὴν μὲν τῶν παθῶν ἀποτίθεται νέκρωσιν· τὴν δὲ τῶν ἀρετῶν ζωὴν ἀποδέχεται.
ΕΡΩΤΗΣΙΣ ΛΗ´.
[Επεξεργασία]Ἄρα γὰρ ὡς ἔτυχεν οἱ Σαδδουκαῖοι τὸν ἀριθμὸν τῶν ἑπτὰ ἀδελφῶν εἶπον ἐπὶ τῆς μιᾶς γυναικός, ἢ ἔχει τινὰ λόγον βαθύτερον; Εἰ δὲ ἔχει, τίνες ἐκεῖνοι, καὶ τὶς αὕτη;
Ἀπόκρισις.
[Επεξεργασία]Φασὶ τινες μὴ ἀλληγορεῖσθαι τῶν ἐν τῇ Γραφῇ ψεκτῶν προσώπων τοὺς λόγους· πλὴν ἐπειδὴ κρεῖττον μᾶλλον φιλοπονεῖν, καὶ τὸν Θεὸν ἀπαύστως αἰτεῖσθαι χορηγεῖν σοφίαν καὶ δύναμιν, πρὸς τὸ πᾶσαν νοηθῆναι πνευματικῶς τὴν γραφήν· ταῖς ὑμετέραις εὐχαῖς θαῤῥῶν, καὶ περὶ τοῦ παρόντος ἀπόρου τάδε φημί. Σαδδουκαῖοὶ εἰσι, κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, οἱ τὸν αὐτοματισμὸν εἰσάγοντες δαίμονες, ἢ λογισμοί. Ἡ δὲ γυνή ἐστιν, ἡ τῶν ἀνθρώπων φύσις· οἱ δὲ ἑπτὰ ἀδελφοί, οἱ κατὰ καιροὺς ἀπὸ τοῦ αἰῶνος δοθέντες αὐτῇ παρὰ τοῦ Θεοῦ πρὸς παιδαγωγίαν καὶ γένεσιν καρπῶν διακιοσύνης, νόμοι· οἷς ὡς ἀνδράσιν ὁμιλήσασα, παρ᾿ οὐδενὸς ἔσχεν υἱόν, οἷα τοῦ κατὰ δικαιοσύνην καρποῦ στειρεύουσα. Καὶ ἔστι πρῶτος νόμος, ὁ τῷ παραδείσῳ δοθεὶς τῷ Ἀδάμ· δεύτερος, ὁ τῷ αὐτῷ μετὰ τὸν παράδεισον δεδομένος ἐν ἐπιτιμίου τάξει· τρίτος, ὁ κατὰ τὴν κιβωτὸν τῷ Νῶε δοθείς· τέταρτος, ὁ τῆς περιτομῆς τῷ Ἀβραάμ· πέμπτος, ὁ τῷ αὐτῷ περὶ τῆς προσαγωγῆς τοῦ Ἰσαάκ· ἕκτος, ὁ κατὰ Μωσέα· καὶ ἕβδομος, ὁ τῆς προαγορευτικῆς χάριτος, ἤγουν προφητικῆς ἐπιπνοίας. Τῷ γὰρ Εὐαγγελίῳ οὔπω ἦν διὰ τῆς πίστεως ἁρμοσθεῖσα πρὸς συμβίωσιν ἡ φύσις, ἀνδρὶ εἰς πάντας τοὺς αἰῶνας διαμένοντι.
Τούτους οὖν προβάλλονται διαπαντὸς τῷ ἐν ἡμῖν λόγῳ διὰ τῶν λογισμῶν οἱ δαίμονες, εὐλογοφανῶς ἐκ τῶν γεγραμμένων καταγωνιζόμενοι τῆς πίστεως, καὶ διαποροῦντες ὡς εἴπερ νεκρῶν ἀνάστασίς ἐστι, καὶ ἕτερὸν τι εἶδος ζωῆς, μετὰ τὴν παροῦσαν ἐκδέχεσθαι δεῖ· κατὰ ποῖον νόμον τῶν ἀπὸ τοῦ αἰῶνος δοθέντων πολιτεύσηται τῶν ἀνθρώπων ἡ φύσις; ἵνα καθ᾿ ἕνα τῶν εἰρημένων εἰ φῶμεν, ἐπαγάγωσι φάσκοντες· Οὐκοῦν ματαία καὶ ἀνωφελὴς ἔσται πάλιν ἡ τῶν ἀνθρώπων ζωή, τῶν πρωτέρων μὴ ἀπηλλαγμένη κακῶν· εἴπερ ἐπὶ τοῖς αὐτοῖς πάλιν ἡ φύσις ἐρεσχελισθήσεται πράγμασιν· ὅπερ τὸν αὐτοματισμὸν εἰσάγει σαφῶς, καὶ τῶν ὄντων ἐκβάλλει τὴν Πρόνοιαν. Ἀλλ᾿ ὁ Κύριος καὶ σωτήριος Λόγος, ἀποφιμοῖ τοὺς τοιούτους δαίμονάς τε καὶ λογισμούς, ἡ κατὰ τὸ Εὐαγγέλιον ἐσύστερον φανησομένην τῆς φύσεως ἀφθαρσίαν ὑποφαίνων, καὶ κατ᾿ οὐδένα τῶν προλαβόντων νόμων πολιτευσομένη δεικνὺς τὴν ἀνθρώπου φύσιν, θεωθεῖσαν ἤδη καὶ ἁρμοσθεῖσαν διὰ τοῦ Πνεύματος (392) αὐτῷ τῷ Λόγῳ καὶ Θεῷ, παρ᾿ οὗ, καὶ εἰς ὃν τοῦ εἶναι τὴν ἀρχήν, καὶ τὸ τέλος εἴληφὲ τε καὶ λήψεται.
Εἰ δὲ καὶ τὰς ἑπτὰ χιλιάδας τῶν ἐτῶν, ἤγουν αἰώνας λαμβάνῃ τις εἶναι τοὺς ἄνδρας, οἷς συνεγένετο τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἄνευ λόγου καὶ τῆς δεούσης λήψεται θεωρίας τὸν τόπον· ὧν οὐδενὸς τούτων ἔσται γυνὴ κατὰ τὴν μέλλουσαν ζωὴν ἡ φύσις, ὡς τῆς χρονικῆς τέλος λαβούσης φύσεως· καὶ ὀγδόου ἀνδρός, τοῦ ἀτελευτήτου καὶ πέρας οὐκ ἔχοντος, αὐτὴν παραλαβόντος αἰῶνος.
ΕΡΩΤΗΣΙΣ ΛΘ´.
[Επεξεργασία]Τίνες αἱ τρεῖς ἡμέραι, ἃς προσμένουσι τῷ Κυρίῳ ἐν τῇ ἐρήμῳ;
Ἀπόκρισις.
[Επεξεργασία]Ἡ ἔρημος ἐστιν ἡ φύσις τῶν ἀνθρώπων, ἢ ὁ κόσμος οὗτος, ἐν ᾧ προσμένουσι τῷ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως, οἱ διὰ τῆς πίστεως καὶ τῆς τῶν μελλόντων ἀγαθῶν ἐλπίδος κακοπαθοῦντες· αἱ δὲ τρεῖς ἡμέραι εἰσί, καθ᾿ ἕνα τρόπον τῆς ἐπ᾿ αὐταῖς θεωρίας, αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, καθ᾿ ἃς προσμένουσι τῷ θείῳ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως· τῇ μὲν ζητοῦντες, τῇ δὲ ποθοῦντες, τῇ δὲ ὑπεραγωνιζόμενοι, δέχονται τροφὴν ἄφθαρτον, καὶ τὸν νοῦν πιαίνουσαν, τὴν γνῶσιν τῶν γεγονότων.
Καθ᾿ ἕτερον δὲ τρόπον, τοὺς τρεῖς γενικωτέρους νόμους αἱ τρεῖς ἡμέραι σημαίνουσι· τὸν γραπτὸν φημι, καὶ τὸν φυσικόν, καὶ τὸν πνευματικόν, ἤτοι τὸν τῆς χάριτος. Πᾶς γὰρ νόμος οἰκείως ἑαυτῷ φωτὸς ἔχων δημιουργὸν τὸν τῆς δικαιοσύνης Ἥλιον. Ὡς γὰρ ἡλίου χωρὶς ἡμέραν γενέσθαι παντελῶς ἀμήχανον· οὕτω δίχα τῆς οὐσιώδους καὶ ὑφεστώσης σοφίας, νόμος εἶναι δικαιοσύνης οὐ δύναται, τῆς ἐν ἑκάστῳ νόμῳ τὴν οἰκείαν ποιουμένης ἀνατολήν, καὶ τοὺς νοεροὺς τῶν ψυχῶν ὀφθαλμοὺς νοητοῦ φωτὸς ἐμπιπλώσης. Ὅπερ εἰδὼς ὁ Δαβὶδ ὁ μακάριὸς φησι· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου· λύχνος τὸν γραπτὸν καλέσας νόμον, ὡς τεχνικῶς τοῖς τῶν σωματικῶν συμβόλων, αἰνιγμάτων τε καὶ τύπων διαφόροις συνθήμασι, τὸ καυστικὸν φῶς τῆς τῶν παθῶν μοχθηρίας πυρσεύοντα, τοῖς διὰ πράξεως κατὰ τῶν ἐναντίων δυνάμεων πλατύνουσι τῆς ψυχῆς τὰ διαβήματα· φῶς δέ, τὸν πνευματικὸν τῆς χάριτος νόμον, ὡς ἀτεχνῶς δίχα τῶν αἰσθητῶν συμβόλων τὰς αἰωνίους δεικνύοντα τρίβους· ἐν αἷς τὸν δρόμον ὁ θεωρητικὸς ποιούμενος νοῦς, πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν πέρας ἄγεται, τὸν Θεόν· μηδενὶ τῶν ὄντων διορίζων τῆς διανοίας τὴν κίνησιν. Ἀνέσπερον γὰρ ὑπάρχει τὸ φῶς τοῦ νόμου τῆς χάριτος, οὐκ ἔχον τῆς οἱανοῦν γνῶσιν τὰς αὐτοῦ παμφαεῖς ἀκτῖνας ὁρίζουσαν. Ἢ τυχὸν πόδας ἐκάλεσεν ὁ προφήτης, ὅλου τοῦ κατὰ Θεὸν βίου τὸν δρόμον· ἢ τὰς κατὰ ψυχὴν κινήσεις τῶν ἀγαθῶν λογισμῶν, ὁδηγουμένας καθάπερ λύχνῳ τῷ ἐν τῷ γράμματι τοῦ νόμου φωτί· τρίβους δὲ (393) τοὺς κατὰ τὸν φυσικὸν νόμον τρόπους τῶν ἀρετῶν, καὶ τοὺς κατὰ τὸν πνευματικὸν νόμον τῆς γνώσεως λόγους, τῇ παρουσίᾳ τοῦ Θεοῦ Λόγου δεικνυμένους, καὶ πρὸς ἑαυτὴν τὴν φύσιν καὶ τὴν αἰτίαν δι᾿ ἀρετῆς τε καὶ γνώσεως ἐπανάγοντες.
Ταύτας τὰς τρεῖς ἡμέρας, ἤγουν νόμους, τῷ Θεῷ Λόγῳ προσμείναντες, καὶ τοὺς ὑπὲρ ἑκάστου προθύμως ὑπομείναντες πόνους, οἱ πρὸς σωτηρίαν τετραμμένην τὴν ἔφεσιν ἔχοντες, οὐκ ἀπολύονται νήστεις, ἀλλὰ δέχονται τροφὴν δαψιλῆ τε καὶ θείαν· ὑπὲρ μὲν τοῦ γραπτοῦ νόμου, τὴν τῶν παρὰ φύσιν παθῶν τελείαν ἀπαλλαγήν· ὑπὲρ δὲ τοῦ φυσικοῦ, τὴν ἄπταιστον τῶν κατὰ φύσιν ἐνέργειαν· καθ᾿ ἣν ἡ ἀλληλοῦχος σχέσις συνίσταται, πᾶσαν ἀπωθουμένη τῆς φύσεως σκεδαστὴν ἑτερότητά τε καὶ διαίρεσιν· ὑπὲρ δὲ τοῦ πνευματικοῦ, τὴν πρὸς αὐτὸν ἕνωσιν τὸν Θεόν· καθ᾿ ἣν πάντως ἐκβάντες τῶν γενητῶν, τὴν ὑπὲρ φύσιν δέχονται δόξαν, δι᾿ ἧς ὁ Θεὸς μόνος ἐν αὐτοῖς ἀπαστράπτων γνωρίζεται. Ἔχετε δὲ πλατύτερον περὶ τούτου ἐν τοῖς Ἀπόροις εἰς τὸν περὶ τῆς ἁγίας Πεντηκοστῆς λόγον τοῦ ἁγίου Γρηγορίου.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Λόγον, θυμόν, ἐπιθυμίαν λέγει. Τῷ γὰρ λόγῳ ζητοῦμεν· τῇ ἐπιθυμίᾳ δέ, ποθοῦμεν τὸ ζητηθὲν ἀγαθόν· τῷ δὲ θυμῷ, ὑπεραγωνιζόμεθα.
β´. Καὶ τὰς δυνάμεις τῆς ψυχῆς κέκληκεν ἡμέρας, ὡς δεκτικὰς τοῦ φωτὸς τῶν θείων προσταγμάτων· καὶ τοὺς τρεῖς γενικωτέρους νόμους, φωτιστικοὺς τῶν δεκτικῶν, δῆλον ὅτι τῶν ψυχῶν. Ὣσπερ γὰρ τὸ φῶς ἐκάλεσεν ἡμέραν ἡ Γραφὴ τῆς Γενέσεως, φάσκουσα· Καὶ ἴδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν· καὶ πάλιν τὸν πεφωτισμένον ἀέρα, φήσασα· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία· οὕτως οὐ μόνον τὰς δυνάμεις τῆς ψυχῆς ἐκάλεσεν ἡμέρας, ἀλλὰ καὶ τοὺς ταύτας φωτίζοντας νόμους. Ἡ γὰρ διόλου τούτων εἰς ἄλληλα περιχώρησις, τὴν σύνθετον ποιεῖ τῶν ἀρετῶν ἡμέραν, μὴ διακρίνουσα τοῦ κατὰ τὸν λόγον θείου φωτός, τὰς ποιωθείσας αὐτῷ δι᾿ ὅλου δυνάμεις.
γ´. Λύχνος ἐστὶ κατὰ ταυτὸν ὁμοῦ καὶ φῶς ὁ τοῦ Θεοῦ Λόγος, ὡς καὶ φωτίζων τοὺς κατὰ φύσιν λογισμοὺς τῶν πιστῶν, καὶ ὡς λύων τὸν ζόφον τῆς κατ᾿ αἴσθησιν ζωῆς τοῖς διὰ τῶν ἐντολῶν πρὸς τὴν ἐλπιζομένην ἐπειγομένοις ζωήν, καὶ ὡς κολάζων τῇ καύσει τῆς κρίσεως τοὺς ταύτης τῆς σκοτεινῆς τοῦ βίου νυκτὸς κατὰ γνώμην διὰ φιληδονίαν σαρκὸς ἀντεχομένους.
δ´. Ὁ μὴ πρὸς ἑαυτόν, φησί, πρότερον ἀναχθεὶς διὰ τῆς ἀποβολῆς τῶν παρὰ φύσιν παθῶν πρὸς τὴν ἰδίαν αἰτίαν, ἤγουν τὸν Θεόν, διὰ τῆς ἐν χάριτι τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐπικτήσεως οὐκ ἀναχθήσεται. Τῶν γὰρ πεποιημένων χωρισθῆναι δεῖ κατὰ διάνοιαν, τὸν πρὸς Θεὸν ἀληθῶς συναγόμενον.
ε´. Τοῦ μὲν γραπτοῦ νόμου φύσιν ἔργον ἐστὶν ἡ τῶν παθῶν ἀπαλλαγή· φυσικοῦ δὲ νόμου, ἡ κατ' ἰσοτιμίαν πρὸς πάντας ἀνθρώπους ἰσονομία· (396) πνευματικοῦ δὲ νόμου τελείωσις, ἡ πρὸς τὸν Θεόν, ὡς ἔστι ἀνθρώπῳ δυνατόν, ἐξομοίωσις.
ΕΡΩΤΗΣΙΣ Μ´.
[Επεξεργασία]Τί σημαίνει ὁ ἀριθμὸς τῶν ἓξ ὑδριῶν ἐν τῷ γάμῳ τῷ ἐν Κανᾷ τῆς Γαλιλαίας;
Ἀπόκρισις.
[Επεξεργασία]Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεός, ἅμα βουλήσει τὸ εἶναι αὐτῇ δέδωκε, συνήρμοσεν αὐτῇ καὶ δύναμιν τῶν καθηκόντων ποιητικήν. Αἱ τοίνυν ἓξ ὑδρίαι, ἡ κατὰ φύσιν ποιητικὴ τῶν θείων ἐντολῶν ἐστι δύναμις· ἧς κενώσαντες τὴν γνῶσιν οἱ ἄνθρωποι, περὶ τὴν ματαίαν τῶν ὑλικῶν πραγμάτων σπουδήν, κενὴν τὴν τοιαύτην δύναμιν εἶχον καὶ ἄνυδρον· καὶ διὰ τοῦτο πῶς τῆς κακίας καθᾶραι τὸν ῥύπον οὐκ ᾔδεσαν. Ὁ γὰρ γνώσεως ἄμοιρος, τὸν κατ᾿ ἀρετὴν ῥυπτικὸν τῆς κακίας οὐδαμῶς ἐπίσταται τρόπον· ἕως ἐλθὼν ὁ τῆς φύσεως δημιουργὸς Λόγος, ἐπλήρωσε τὴν προειρημένην ποιητικὴν τῶν καθηκόντων δύναμιν τῆς κατὰ φύσιν γνώσεως· καὶ οὕτω μετέβαλεν εἰς τὸν οἶνον, φημὶ δὴ τὸν ὑπὲρ φύσιν τῆς γνώσεως λόγον, τόν τε λόγον καὶ νόμον τῆς φύσεως· ὃν οἱ πίνοντες, τῆς τῶν ὄντων ἁπάντων ἐξίστανται φύσεως, καὶ εἰς τὸν κρύφιον τῆς θείας ἐνδότητος ἀφίπτανται τόπον· καθ᾿ ὃν τὴν πᾶσαν ὑπερκειμένην τῶν γνώσεως εὐφροσύνην δέχονται καὶ ἀγαλλίασιν· τὸν καλὸν οἶνον, τουτέστι, τὸν ποιητικὸν τῆς θεώσεως, πάντων ὕστερον τῶν κατὰ Πρόνοιαν περὶ τὸ ἀνθρώπινον [Fr. τὸν ἄνθρωπον], οἰκονομιῶν πίνοντες ἀπόῤῥητον λόγον.
Εἰς δὲ τὸν ἓξ ἀριθμόν, ἡ ποιητικὴ τῆς φύσεως λαμβάνεται δύναμις· οὐ μόνον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλ᾿ ὅτι καὶ μόνος τῶν ἐντὸς δεκάδος ἀριθμῶν ἐστι τελειότατος, καὶ ἐκ τῶν ἰδίων συνιστάμενος μερῶν οὗτος ὁ ἀριθμός. Χωρούσας δὲ τὰς ὑδρίας ἀνὰ μετρητὰς δύο φησὶν ὁ Λόγος, ἢ τρεῖς· ὡς τῆς κατὰ φύσιν πρακτικῆς δυνάμεως χωρούσης, κατὰ μὲν τὴν φυσικὴν θεωρίαν, ὥσπερ δύο μετρητάς, τὴν ὅλην τῶν γεγονότων γνῶσιν· τῶν τε ἐξ ὕλης καὶ εἴδους σωματικῶν φύσεως, τῶν τε ἐξ οὐσίας καὶ συμβεβηκότος νοητῶν οὐσιῶν· ἤγουν τὴν τῶν σωμάτων καὶ ἀσωμάτων περιληπτικὴν γνῶσιν· κατὰ δὲ τὴν ἐφικτὴν τῇ φύσει θεολογικὴν μυσταγωγίαν, ὡς μετρητὰς τρεῖς· τὴν περὶ τῆς ἁγίας Τριάδος, ἤγουν Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, γνῶσιν καὶ φωταγωγίαν.
Ὑμεῖς οὖν ὡς γνωστικοὶ τὸ λεγόμενον θεωρήσατε· πῶς ἡ ποιητικὴ τῶν κρειττόνων γενικὴ τῆς φύσεως δύναμις, εἰς ἓξ διαιρεῖται, καὶ αὐτοὺς γενικούς, τῶν ἀρετῶν τρόπους· καὶ τὶς ἡ πρὸς τὴν καθόλου ποιητικὴν τῶν ἀρετῶν τῆς φύσεως δύναμίν ἐστιν ἡ καθόλου καὶ γενικωτάτη τῶν ἄλλων ἀρετή, καὶ εἰς ἓξ εἴδη, καὶ αὐτὰ γενικά, διαιρουμένη· ἵνα τῇ δυνάμει τῆς φύσεως ἁρμοσθεῖσα, χωρηθῇ διὰ τῶν ἐκείνων τρόπων ἐξαχῶς εἰδοποιουμένη· τίνες δὲ πρὸς (397) τούτοις οἱ τὸ ὕδωρ ἠντληκότες ὑπηρέται, τὶς ὁ νυμφίος, τὶς ἡ νύμφη, τὶς ὁ ἀρχιτρίκλινος, τὶς ἡ τῷ Λόγῳ παῤῥησιαστικῶς ἀπαγγείλασα Μήτηρ, ὅτι Οἶνον οὐκ ἔχουσι. Ταῦτα γὰρ πάντα λείπεται προσεξετάζειν τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν θείων καὶ λόγων καὶ νοημάτων, εἴπερ πάντως τῷ τῆς ἀναγωγῆς κατὰ νοῦν ἥδεται τρόπῳ. Πλὴν ἵνα μὴ παντελῶς ἐπὶ τοῦ παρόντος ἄφωνος καταλειφθεὶς ἡμῖν ὁ περὶ τούτων οἰχήσεται λόγος, μὴ διδοὺς τοῖς καλῶς πεινῶσι κἂν ἀπὸ μέρους τὴν πνευματικὴν πανδαισίαν, ἐρῶ κατὰ δύναμιν, οὐχ ὅλην ἀποκαλύπτειν ἐπαγγελλόμενος τὴν ἐν τοῖς εἰρημένοις διάνοιαν (ἀσθενὴς γὰρ πρὸς περίληψιν τῶν ἐν τούτοις νοηθένων θεαμάτων ὁ ἐμὸς καθέστηκε νοῦς), ἀλλ᾿ ὅσην ἡ τῆς ἐμῆς διανοίας χωρεῖν πέφυκε δύναμις.
Γενικωτάτην οὖν τῶν ἀρετῶν φασιν εἶναι τὴν ἀγάπην· τὴν δὲ ταύτης ποιητικὴν γενικωτάτην τῆς φύσεως δύναμιν, φασὶν εἶναι τὸν λόγον· ὃς τῆς οἰκείας ἀπρὶξ ἐπιλαβόμενος αἰτίας, ἐνεργούμενος εἰς ἓξ διακρίνεται γενικωτέρους τρόπους, περιληπτικοὺς τῶν οἷς ὁ τῆς ἀγάπης διακρίνεσθαι πέφυκε λόγος εἰδῶν, πεινῶντας καὶ διψῶντας, καὶ ξένους καὶ γυμνούς, ἀσθενοῦντάς τε καὶ τοὺς ἐν φυλακῇ περιποιούμενος σωματικῶς τε καὶ πνευματικῶς· οὐ γὰρ μόνοις τοῖς σώμασιν ὁ τῆς ἀρετῆς περιγράφεται λόγος, οὐδὲ περὶ μόνην τὴν αἴσθησιν ἡ τῆς φύσεως καταγίνεται δύναμις.
Εἰδοποιὸς οὖν τῆς γενικωτάτης καθέστηκεν ἀρετῆς ἡ γενικωτάτη τῆς φύσεως δύναμις, τοῖς οἰκείοις ἓξ τρόποις εἰς εἴδη τοσαῦτα τὴν ἀρετὴν διακρίνουσα· δι᾿ ὧν ἡ φύσις ἑνοῦται τῷ τῆς γνώμης μοναδικῷ, τὸν ἐν πᾶσιν ἰσοτίμως ἀδιαίρετον δεικνῦσα τῆς πλάσεως λόγον, ἐν τῷ ποιεῖν εὖ καὶ πάσχειν πρὸς ἑαυτὸν συναγόμενον· ὃν ἐῤῥωμένον ἐπαναλαβὼν διὰ τῶν καθηκόντων πόνων ὁ νοῦς, πάσας περιτέμνει τῆς φύσεως τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις, ἃς ἡ φιλαυτία τῆς ἑκάστου γνώμης ἐπινοήσασα, τὴν ἡμερωτάτην ἐθηρίωσε φύσιν· καὶ μίαν τὴν οὐσίαν εἰς πολλὰς καὶ ἀντιθέτους· οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ φθαρτικὰς ἀλλήλων, κατέτεμε μοίρας· καὶ τὴν σταθηρὰν μεσότητα φέρων, δείκνυσι, καθ᾿ ἥν, τῶν ἀρετῶν οἱ νόμοι κατὰ φύσιν ἐξ ἀρχῆς θεόθεν ἐγράφησαν. Καὶ τοῦτο τυχὸν παραδεικνὺς τὸ μυστήριον ὁ λόγος, τὰς ἓξ ὑδρίας ἐξάγει κενὰς καὶ ἀνύδρους, ὑποφαινούσας τῆς κατὰ φύσιν γενικωτάτης δυνάμεως τὴν περὶ τὸ καλὸν ἀπραξίαν.
Οὕτω μὲν οὖν ἡ κατὰ φύσιν γενικωτάτη δύναμις εἰς ἓξ διαιρουμένη κατὰ τὴν πρᾶξιν τρόπους εἰς εἴδη τοσαῦτα μορφοῖ τὴν γενικωτάτην τῶν ἀρετῶν, ὅλην ὅλη περιλαμβάνουσα· καθ᾿ ἣν γενομένη, τὸν ἑαυτῆς γενικώτατον δέχεται νόμον ἡ φύσις, ἄπταιστον τῆς ἀληθείας κριτήν· ὃν ὁ λόγος προσηγόρευσεν ἀρχιτρίκλινον· διεγνωκότα σοφῶς, ὅτι τὸν καλὸν οἶνον, ὃν ὕστερον διὰ τῆς ἰδίας παρουσίας ὁ Λόγος ἐκέρασεν, ἔδει κατ᾿ ἀρχὰς πρῶτον πιεῖν, καὶ μεθυσθῆναι τὴν ἀνθρωπίνην φύσιν· λέγω δὲ τὸν (400) περὶ Θεοῦ κρείττονα καὶ ὑψηλότερον λόγον· καὶ οὕτως ὕστερον, καθάπερ οἴνους, τοὺς ὅσον πρὸς τὸν πρῶτον λόγον, ἥττονας τῶν γεγονότων μυηθῆναι λόγους· δικαιότατον γὰρ ἦν ὡς ἀληθῶς καὶ πρεπωδέστατον, τὸν δι᾿ ὃν γέγονεν Λόγον μυηθῆναι πρότερον τὴν φύσιν, καὶ οὕτως ὕστερον ζητεῖν τῶν δι᾿ αὐτὴν γενομένων τοὺς λόγους.
Οἱ ἠντληκότες δὲ τὸ ὕδωρ, εἰσὶν οἱ διάκονοι τῆς τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης· φημὶ δὴ τοὺς ἁγίου πατριάρχας, καὶ τοὺς νομοθέτας, καὶ τοὺς στρατηγούς, τοὺς κριτὰς τε καὶ τοὺς βασιλεῖς, καὶ τοὺς προφήτας καὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους, δι᾿ ὧν ἠντλήθη τὸ ὕδωρ τῆς γνώσεως, καὶ ἀπεδόθη τῇ φύσει πάλιν· ὅπερ μετέβαλεν εἰς τὴν τῆς θεώσεως χάριν, ὁ τὴν φύσιν ὡς ἀγαθὸς δημιουργήσας, καὶ θεώσας διὰ φιλανθρωπίαν τῇ χάριτι, Λόγος. Εἰ δὲ καὶ τοὺς κατὰ φύσιν ἐπιστημονικούς τε καὶ εὐσεβεῖς λογισμοὺς εἴποι τις εἶναι διακόνους, ἐκ τῶν ὄντων διακοσμήσεως κελεύσει τοῦ Λόγου ἀντλοῦντας τὸ ὕδωρ τῆς γνώσεως, οὐ διαπέπτωκεν, ὡς οἶμαι, τῆς ἀληθείας.
Νυμφίος δὲ προδήλως ἐστὶν ὁ ἀνθρώπινος νοῦς, ὡς νύμφην ἀγόμενος πρὸς συζυγίαν τὴν ἀρετήν· ὧν τιμῶν τὴν συμβίωσιν παραγίνεται προθύμως καλούμενος ὁ Λόγος, διασφίγγων αὐτῶν τὴν τοῦ πνευματικοῦ γάμου συναλλαγήν, καὶ τῷ ἰδίῳ οἴνῳ πνευματικῶς διαθερμαίνων αὐτῶν πρὸς πνευματικὴν πολυγονίαν τὴν ἔφεσιν. Μήτηρ δὲ τοῦ Λόγου καθέστηκεν ἡ ἀληθὴς καὶ ἀμόλυντος πίστις. Ὡς γὰρ τῆς τεκούσης αὐτὸν κατὰ σάρκα μητρός, ὡς Θεός, ὑπάρχει κατὰ φύσιν δημιουργὸς ὁ Λόγος, ἣν ἐποιήσατο μητέρα διὰ φιλανθρωπίαν ἐξ αὐτῆς ὡς ἄνθρωπος γεννηθῆναι καταδεξάμενος· οὕτως ἐν ἡμῖν πρότερον τὴν πίστιν δημιουργήσας ὁ Λόγος, ὕστερον γίνεται τῆς ἐν ἡμῖν πίστεως υἱός, ἐξ αὐτῆς κατὰ τὴν πρᾶξιν ταῖς ἀρεταῖς σωματούμενος· δι᾿ ἧς πάντα διανύομεν, παρὰ τοῦ Λόγου λαμβάνοντες τὰ πρὸς σωτηρίαν χαρίσματα· χωρὶς γὰρ πίστεως, ἧς καὶ Θεὸς κατὰ φύσιν ὑπάρχει, καὶ υἱὸς κατὰ χάριν, ὁ Λόγος, οὐδεμίαν ἔχομεν παῤῥησίαν τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις. Ἀλλὰ γένοιτο διὰ παντὸς ἡμᾶς τε τὸν τοιοῦτον συγκροτεῖν γάμον, καὶ μετὰ τῆς ἰδίας μητρὸς παραγίνεσθαι τὸν Ἰησοῦν· ἵνα τὴν ἀποῤῥυεῖσαν ἡμῶν διὰ τὴν ἁμαρτίαν ἀποκαταστήσῃ γνῶσιν, καὶ μεταβάλῃ ταύτην πρὸς τὴν ἐξοικίζουσαν τὸν νοῦν τῆς τῶν ὄντων γνώσεως.[Fr. et Reg. γενέσεως]θέωσιν, τὴν στομοῦσαν καὶ οἱονεὶ νευροῦσαν πρὸς ἀτρεψίαν καθάπερ ὕδωρ τὸ νοούμενον οἴνου ποιότητι, τὴν γνῶσιν τῆς φύσεως.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Δύναμιν λέγει, τὴν οὐσιωδῶς μὲν κατεσπαρμένην τῇ φύσει πρὸς ἀρετῶν ἐνέργειαν κίνησιν, γνωμικῶς δὲ πρὸς τὴν τοῦ κεκτημένου βούλησιν, κατὰ τὴν χρῆσιν ἐκφαινομένην.
β´. Τὴν κενωθεῖσαν τῆς δοθείσης γνώσεως φύσιν, γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, πάλιν ἐπλήρωσε γνώσεως· καὶ στομώσας πρὸς ἀτρεψίαν, οὐ φύσει, ποιότητι δὲ ταύτην ἐθέωσεν, ἀνελλιπῶς (401) αὐτὴν τῷ οἰκείῳ χαρακτηρίσας Πνεύματι, καθάπερ ὕδωρ οἴνου ποιότητι πρὸς τόνον μετακεράσας. Διὰ τοῦτο γὰρ καὶ γίνεται κατ᾿ ἀλήθειαν ἄνθρωπος, ἵνα κατὰ χάριν ἡμᾶς καταστήσῃ θεούς.
γ´. Καλὸν οἶνον λέγει τὸν πρὸς θέωσιν ἐκστατικὸν τῆς φύσεως λόγον· ὃν ἡ παράβασις μὲν τῷ Ἀδὰμ πιεῖν οὐ συνεχώρησεν· αὐτὸς δὲ χάριτι διὰ φιλανθρωπίαν ὡς Θεὸς ἑαυτὸν κενώσας, ὕστερον διὰ τῆς σαρκώσεως, ὡς οἶδεν μόνος αὐτός, κατέστησεν πότιμον. Αὐτὸς γάρ ἐστι καὶ Πρόνοια, ὡς συνοχὴ τῶν ὄντων· καὶ Προνοίας λόγος, ὡς μέθοδος τῆς τῶν προνοουμένων ἰατρείας· καὶ Προνοητής, ὡς πάντα τοῖς ἑαυτῶν τοῦ εἶναι τοῖς λόγοις συνέχων.
δ´. Τῆς μὲν τῶν σωματικῶν καὶ ἀσωμάτων γνώσεως δεκτικὴ κατὰ φύσιν ἐστὶν ἡ τοῦ νοῦ δύναμις, φησίν· τῆς δὲ τῆς ἁγίας Τριάδος κατὰ μόνην τὴν χάριν δέχεται τὰς ἐμφάσεις, ὅτι ἔστι μόνον πιστεύουσα· ἀλλ᾿ οὐ, τί ποτε κατ᾿ οὐσίαν ἐστί, ζητεῖν αὐθαδιζομένη.
ε´. Ὅτι καὶ ἡ καθ᾿ ὅλου δύναμιν τῆς φύσεως, εἰς ἓξ διαιρεῖται τρόπους καὶ ἐνεργείας· καὶ ἡ καθ᾿ ὅλου ἀγάπη, εἰς ἓξ ἀρετῶν εἴδη μερίζεται. Πεῖναν γάρ, καὶ δίψαν, καὶ γύμνωσιν, καὶ ξενιτείαν, καὶ ἀσθένειαν, καὶ φυλακήν, τῶν τούτοις κατειλημμένων, εἴτε σωματικῶς, εἴτε πνευματικῶς ὁ παραμυθούμενος, τὴν ἐκ τῶν ἓξ ἀρετῶν συνισταμένην πεπλήρωκεν πρός τε τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην· ὡς μόνῳ Θεῷ πεποιωμένην τῆς ψυχῆς διατηρήσας τὴν ἔφεσιν.
στ´. Αἰτίαν τοῦ Λόγου φησὶ τὸν Θεόν· ὃν ζητεῖν, τοῦ λόγου τὴν δύναμιν ὁ ἄνθρωπος εἴληφεν.
η´. Ὁ κατ᾿ ἀρετὴν τῇ γνώμῃ, φησίν, ἴσος πρὸς πάντας γενόμενος, ἀπροσωπόληπτον ἐν ἑαυτῷ δείκνυσι τὸν Θεόν, ὥσπερ πάντων καθ᾿ ἕνα καὶ τὸν αὐτὸν λόγον δημιουργήσαντα τὴν φύσιν, οὕτω καὶ πᾶσαν νομοθετήσαντα μίαν τῆς γνώμης τὴν κίνησιν, καθ᾿ ἣν ὁ δοκῶν σκορπεῖσθαι τῆς φύσεως συνάγεσθαι πέφυκε λόγος.
θ´. Μεσότητα λέγει τὴν ἀπηλλαγμένην μὲν τῶν παρὰ φύσιν παθῶν, οὔπω δὲ τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐπειλημμένην κατάστασιν. Ἰσονομοῦσαν γὰρ τῇ φύσει τὴν γνώμην δείκνυσι, μηδὲν ἔχουσαν αὐτοῤῥεπές, καὶ τῷ λόγῳ τῆς φύσεως ἀντιφερόμενον· καὶ διὰ τοῦτο πάντας ἀνθρώπους ἕνα γινώσκουσαν, ἅτε δὴ βίβλον θεόγραφον ἔχουσαν τὸν νόμον τῆς φύσεως.
ι´. Ὅτι φυσικὸν ἔχομεν κριτήριον τὸν κατὰ φύσιν νόμον, διδάσκοντα ἡμᾶς, ὅτι πρὸ τῆς ἐν ὅλοις σοφίας ἔδει πρὸς τὴν τοῦ Ποιητοῦ τῶν ὅλων μυσταγωγίαν ἡμῶν κινεῖσθαι τὴν ἔφεσιν.
ια´. Πίστις, ἡ τοῦ Λόγου Μήτηρ, κατὰ τὴν ἀναγωγήν· ἥτις δημιουργουμένη πρότερον, γεννᾷ σωματούμενον ὕστερον ταῖς ἀρεταῖς τὸν αὐτὴν δημιουργήσαντα Λόγον.
(404) ΕΡΩΤΗΣΙΣ ΜΑ´.
[Επεξεργασία]Τὶς ὁ λόγος τῶν ε' ἀνδρῶν τῆς Σαμαρείτιδος, καὶ τοῦ ἕκτου καὶ μὴ ὄντος ἀνδρός;
Ἀπόκρισις
[Επεξεργασία]Καὶ ἡ Σαμαρεῖτις γυνή, καὶ ἡ τοὺς ἑπτὰ λαβοῦσα κατὰ τοὺς Σαδδουκαίους, πρὸς γάμον ἀδελφούς, καὶ ἡ αἱμόῤῥους, καὶ ἡ πρὸς γῆν συγκύπτουσα, καὶ ἡ θυγάτηρ Ἰαείρου, καὶ ἡ Συροφοινίκισσα, καὶ τὴν καθόλου τῶν ἀνθρώπων φύσιν, καὶ τὴν τοῦ καθ᾿ ἕκαστον ἀνθρώπου ψυχὴν δηλοῦσιν, ἑκάστῃ κατὰ τὴν ὑποκειμένην διάθεσιν τοῦ πάθους σημαίνουσα καὶ τὴν φύσιν καὶ τὴν ψυχήν. Οἷον, ἡ μὲν τῶν Σαδδουκαίων γυνὴ ἐστὶν ἡ φύσις ἢ ἡ ψυχή· ἡ πᾶσι μὲν τοῖς ἀπὸ τοῦ αἰῶνος δοθεῖσι θείοις νόμοις ἀγόνως συνοικήσασα, τὴν δὲ τῶν μελλόντων προσδοκίαν οὐκ ἀποδεχομένη. Ἡ δὲ αἱμόῤῥους ὡσαύτως ἡ φύσις ἐστὶ καὶ ἡ ψυχή, τὴν δοθεῖσαν αὐτῇ πρὸς γένεσιν ἔργων δικαιοσύνης καὶ λόγων τοῖς πάθεσι πρὸς τὴν ὕλην καὶ διαῤῤέουσαν ἔχουσα δύναμιν. Ἡ δὲ Συροφοινίκισσα, ἡ αὐτὴ φύσις ἐστὶ καὶ ἡ τοῦ καθ᾿ ἕκαστον ψυχή, ὡς θυγατέρα τὴν διάνοιαν ἐπαχθῶς τῇ φιλίᾳ τῆς ὕλης ἐξ ἀμηχανίας ἐπιληπτικῶς διαῤῥησσομένην ἔχουσα. Ἡ δὲ θυγάτηρ Ἰαείρου ὁμοίως, ἡ κατὰ τὸν νόμον φύσις τε καὶ ψυχή, παντελῶς ἀποθανοῦσα τῇ ἀπραξίᾳ τῶν νομικῶν ἐντολῶν καὶ ἀνενεργησίᾳ τῶν θείων προσταγμάτων. Ἡ δὲ συγκύπτουσα γυνή, ἐστὶν φύσις ἢ ἡ ψυχή, ἡ πρὸς τὴν ὕλην τὴν περὶ πρᾶξιν νοερὰν δύναμιν ὅλην διὰ τῆς ἀπάτης τοῦ διαβόλου ἐπικάμψασα. Ἡ δὲ Σαμαρεῖτις, ὡσαύτως ταῖς προλαβούσαις γυναιξί, τὴν φύσιν δηλοῖ ἢ τὴν τοῦ καθ᾿ ἕκαστον ψυχήν, δίχα τοῦ προφητικοῦ χαρίσματος, πᾶσι συνοικήσασαν καθάπερ ἀνδράσι, τοῖς δοθεῖσι τῇ φύσει νόμοις· ὧν πέντε μὲν ἦσαν παρελθόντες· ὁ ἕκτος δέ, κἂν παρῆν, ἀλλ᾿ οὐκ ἦν ἀνὴρ τῆς φύσεως ἢ τῆς ψυχῆς, μὴ γεννῶν ἐξ αὐτῆς τὴν σώζουσαν εἰς τὸ παντελὲς δικαιοσύνην.
Εἶχεν οὖν πρῶτον νόμον ἡ φύσις ἄνδρα, τὸν ἐν τῷ παραδείσῳ· δεύτερον, τὸν μετὰ τὸν παράδεισον· τρίτον, τὸν ἐν τῷ κατακλυσμῷ ἐπὶ τοῦ Νῶε· τέταρτον, τὸν τῆς περιτομῆς ἐπὶ τοῦ Ἀβράαμ· πέμπτον, τὸν τῆς προσαγωγῆς τοῦ Ἰσαάκ. Τούτους λαβοῦσα πάντας ἡ φύσις, ἀπεβάλετο, θανόντας τῇ κατ᾿ αὐτὴν ἀκαρπίᾳ τῶν ἔργων τῆς ἀρετῆς. Ἕκτον δέ, τὸν μὴ ποιεῖν τὴν κατ᾿ αὐτὸν τεταγμένην δικαιοσύνην· ἢ διὰ τὸ μέλλειν πρὸς ἕτερον, ὡς ἄνδρα, νόμον μεταβήσεσθαι τὸ Εὐαγγέλιον· ὡς τοῦ νόμου μὴ δι᾿ αἰῶνος δοθέντος τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ οἰκονομίᾳ παιδαγωγούσῃ πρὸς τὸ μεῖζόν τε καὶ μυστικώτερον· καθ᾿ ὃ σημαινόμενον οἶμαι τὸν Κύριον φάναι πρὸς τὴν Σαμαρείτιδα γυναῖκα· Καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σός· ᾔδει γὰρ εἰς τὸ Εὐαγγέλιον τὴν φύσιν μετενεχθήσεσθαι· διὸ καὶ περὶ ἕκτην ὥραν, ὅτε μάλιστα πανταχόθεν ἡ ψυχὴ περιλάμπεται ταῖς ἀκτῖσι τῆς γνώσεως, διὰ τὴν πρὸς αὐτὴν τοῦ Λόγου παρουσίαν, τῆς ἐν νόμῳ σκιᾶς ἀπογενομένης αὐτῇ διελέγετο, καὶ περὶ τὸ φρέαρ τοῦ Ἰακώβ, (405) περὶ τὴν πηγὴν δηλαδή, σὺν τῷ Λόγῳ τῶν Γραφικῶν ἱσταμένῃ θεωρημάτων. Ταῦτα καὶ περὶ τούτου τέως εἰρήσθω.
ΣΧΟΛΙΟΝ.
[Επεξεργασία]α´. Τὸ φρέαρ τοῦ Ἰακώβ, ἐστὶν ἡ Γραφή· τὸ δὲ ὕδωρ, ἐστὶν ἡ ἐν τῇ Γραφῇ γνῶσις· τὸ δὲ ἄντλημα, ἐστί, τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις, ἣν οὐκ εἶχεν ὁ Κύριος Αὐτολόγος ὑπάρχων, καὶ οὔτε ἐκ μαθήσεως καὶ μελέτης γνῶσιν διδοὺς τοῖς πιστεύουσιν, ἀλλὰ τὴν ἐκ χάριτος πνευματικῆς ἀένναον σοφίαν, καὶ μηδέποτε λήγουσαν τοῖς ἀξίοις δωρούμενος. Τὸ γὰρ ἄντλημα, τουτέστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τὸ πᾶν ἐᾷ μηδενὶ λόγῳ κρατούμενον. Ἡ δὲ κατὰ χάριν γνῶσις, ὅλην ἔχει καὶ δίχα μελέτης τὴν ἐφικτὴν ἀνθρώποις σοφίαν, πρὸς τὰς χρείας ποικίλως βλύζουσαν.
ΕΡΩΤΗΣΙΣ ΜΒ´.
[Επεξεργασία]Πῶς ἡμεῖς μὲν λεγόμεθα ποιῆσαι τὴν ἁμαρτίαν καὶ εἰδέναι, ὁ δὲ Κύριος γενέσθαι μὲν ἁμαρτία λέγεται, μὴ γνῶναι δὲ αὐτήν; Πῶς δὲ καὶ τοῦ ποιῆσαι καὶ εἰδέναι αύτὴν οὐκ ἔστι βαρύτερον τὸ γενέσθαι καὶ μὴ γνῶναι; "Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, φησίν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν. "
Ἀπόκρισις.
[Επεξεργασία]Φθαρεῖσα πρότερον τοῦ κατὰ φύσιν λόγου τοῦ Ἀδὰμ ἡ προαίρεσις, τὴν φύσιν ἑαυτῇ συνέφθειρεν, ἀποθεμένην τῆς ἀπαθείας τὴν χάριν, καὶ γέγονεν ἁμαρτία· πρώτη μὲν καὶ εὐδιάβλητος, ἡ πρὸς κακίαν ἀπὸ τοῦ ἀγαθοῦ τῆς προαιρέσεως ἔκπτωσις· δευτέρα δὲ διὰ τὴν πρώτην, ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν ἀδιάβλητος μεταποίησις. Δύο γὰρ ἁμαρτίαι γεγόνασιν ἐν τῷ προπάτορι κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς· ἡ μέν, διαβεβλημένη· ἡ δέ, ἀδιάβλητος, αἰτίαν ἔχουσα τὴν διαβεβλημένην. Καὶ ἡ μέν, προαιρέσεως ἑκουσίως ἀποθεμένης τὸ ἀγαθόν· ἡ δέ, φύσεως ἀκουσίως διὰ τὴν πραίρεσιν ἀποθεμένης τὴν ἀθανασίαν. Ταύτην οὖν τὴν διάλληλον φθοράν τε καὶ ἀλλοίωσιν τῆς φύσεως ὁ Κύριος ἡμῶν καὶ Θεὸς διορθούμενος, ὁλόκληρον τὴν φύσιν λαβών, εἶχε καὶ αὐτὸς ἐν τῇ ληφθείσῃ φύσει τὸ παθητόν, τῇ κατὰ προαίρεσιν ἀφθαρσίᾳ κοσμούμενον· καὶ γέγονε φύσει μὲν διὰ τὸ παθητὸν ὑπὲρ ἡμῶν ἁμαρτία, μὴ γνοὺς δὲ τὴν γνωμικὴν ἁμαρτίαν, διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως· τὸ δὲ παθητὸν τῆς φύσεως διὰ τὴν ἀφθαρσίαν τῆς προαιρέσεως διορθώσας· τὸ τέλος τοῦ παθητοῦ τῆς φύσεως, φημὶ δὲ τὸν θάνατον, τῆς κατὰ φύσιν πρὸς ἀφθαρσίαν μεταποιήσεως ἀρχὴν ποιησάμενος· καὶ γέγονεν ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου τραπέντος ἑκουσίως ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν μεταποίησις· οὕτως δι᾿ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, (408) μὴ τραπέντος ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν, εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀποκατάστασις.
Τὴν ἐμὴν οὖν μὴ γνοὺς ἁμαρτίαν ὁ Κύριος, τουτέστι τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως, τὴν ἐμὴν οὐκ ἔλαβεν ἁμαρτίαν, οὔτε γέγονεν· ἀλλὰ τὴν δι᾿ ἐμὲ ἁμαρτίαν, τουτέστι τὴν διὰ τὴν τροπὴν τῆς προαιρέσεως φθορὰν τῆς φύσεως ἀναλαβών, ὑπὲρ ἡμῶν γέγονε φύσει παθητὸς ἄνθρωπος· διὰ τῆς δι᾿ ἐμὲ ἁμαρτίας, τὴν ἐμὴν ἀνελὼν ἁμαρτίαν. Καὶ ὥσπερ ἐν τῷ Ἀδάμ, τὸ περὶ κακίαν τῆς προαιρέσεως ἴδιον, τὸ κοινὸν τῆς ἀφθαρσίας ἀφείλατο κλέος τῆς φύσεως, φύσιν ἀθάνατον ἔχειν οὐκ εἶναι καλὸν κρίναντος τοῦ Θεοῦ τὸν κακισθέντα τὴν προαίρεσιν ἄνθρωπον· οὕτως ἐν τῷ Χριστῷ τὸ περὶ τὸ καλὸν τῆς προαιρέσεως ἴδιον, τὸ κοινὸν τῆς φθορᾶς αἶσχος τῆς ὅλης ἀφείλατο φύσεως, κατὰ τὴν ἀνάστασαιν μεταπλασθείσης εἰς ἀφθαρσίαν τῆς φύσεως, διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως· εὔλογον κρίναντος τοῦ Θεοῦ πάλιν ἀθάνατον ἀπολαβεῖν τὴν φύσιν, τὸν μὴ τραπέντα τὴν πραίρεσιν ἄνθρωπον. Ἄνθρωπον δὲ λέγω τὸν σαρκωθέντα Θεὸν Λόγον, δι᾿ ἣν ἑαυτῷ καθ᾿ ὑπόστασιν ἥνωσε λογικῶς ἐψυχωμένην σάρκα. Εἰ γὰρ τὸ κατὰ φύσιν παθητόν τε καὶ φθαρτὸν καὶ θνητὸν ἐν τῷ Ἀδὰμ ἡ τροπὴ τῆς προαιρέσεως ἐπεισήγαγεν, εἰκότως τὸ κατὰ φύσιν ἀπαθὲς καὶ ἄφθαρτον καὶ ἀθάνατον ἐν τῷ Χριστῷ διὰ τῆς ἀναστάσεως ἡ ἀτρεψία τῆς προαιρέσεως ἐπανήγαγε.
Κατάκρισις οὖν ἐστι τῆς προαιρετικῆς ἁμαρτίας τοῦ Ἀδάμ, ἡ τῆς φύσεως πρὸς πάθος καὶ φθορὰν καὶ θάνατον μεταποίησις· ἣν οὐ γέγονε μὲν ἐκ Θεοῦ καταρχὰς ἔχων ὁ ἄνθρωπος, ἐποίησε δὲ καὶ ἔγνω, τὴν προαιρετικὴν διὰ τῆς παρακοῆς ἁμαρτίαν δημιουργήσας· ἧς ὑπάρχει γέννημα σαφῶς, ἡ διὰ τοῦ θανάτου κατάκρισις. Ταύτην δὲ τῆς ἐμῆς προαιρετικῆς ἁμαρτίας τὴν κατάκρισιν, λέγω δὲ τὸ κατὰ φύσιν παθητὸν καὶ φθαρτὸν καὶ θνητὸν ὁ Κύριος λαβών, ἁμαρτία γέγονε δι᾿ ἐμέ, κατὰ τὸ παθητὸν καὶ θνητὸν καὶ φθαρτόν, τὴν ἐμὴν ἑκουσίως ὑποδὺς φύσει κατάκρισιν, ἀκατάκριτος ὑπάρχων τὴν προαίρεσιν· ἵνα τὴν ἐμὴν προαιρετικήν τε καὶ φυσικὴν ἁμαρτίαν καὶ κατάκρισιν κατακρίνῃ, κατὰ ταυτὸν ἁμαρτίαν, καὶ πάθος, καὶ φθοράν, καὶ θάνατον ἐξωθήσας τῆς φύσεως· καὶ γένηται κοινὸν μυστήριον, ἡ περὶ ἐμὲ τὸν πεσόντα ἐξ ἀπειθείας, τοῦ ὑπὲρ ἐμὲ ἐκ φιλανθρωπίας οἰκονομία, τῆς ἐμῆς ἕνεκεν σωτηρίας τὸν ἐμὴν ἑκουσίως οἰκειουμένου διὰ τοῦ θανάτου κατάκρισιν, καὶ δι᾿ αὐτῆς χαριζομένου μοι τὴν πρὸς ἀθανασίαν ἀνάκλησιν.
Πολλαχῶς, οἶμαι, δέδεικται κατ᾿ ἐπιτομήν, πῶς τε γέγονεν ἁμαρτία ὁ Κύριος, οὐκ ἔγνω δὲ τὴν ἁμαρτίαν· καὶ πῶς ὁ ἄνθρωπος οὐ γέγονε μέν, ἐποίησε δὲ καὶ ἔγνω τὴν ἁμαρτίαν· τήν τε προαιρετικήν, ἧς (409) αὐτὸς ἀπήρξατο· τήν τε φυσικήν, ἣν δι᾿ αὐτὸν ὁ Κύριος κατεδέξατο, τῆς πρώτης παντελῶς ὑπάρχων ἐλεύθερος. Οὐδαμῶς οὖν τοῦ γίνεσθαι κρεῖττον ὑπάρχει τὸ ποιῆσαι καὶ γνῶναι τὴν ἁμαρτίαν, κατὰ τὸν ἀποδοθέντα νοούμενον τοῦ Λόγου σκοπόν, καὶ μετὰ τῆς πρεπούσης διαστολῆς, τῆς κατὰ τὴν ἁμαρτίαν ὁμωνυμίας νοουμένης. Τὸ μὲν γάρ, Θεοῦ ποιεῖται χωρισμόν, ἀπωθουμέης ἑκουσίως τὰ θεῖα τῆς προαιρέσεως· τὸ δέ, κακίας πολλῆς γίνεται καταλυτικόν, μὴ συγχωροῦν εἰς ἔργον προβῆναι, διὰ τὴν φυσικὴν ἀσθένειαν, τὴν κακίαν τῆς προαιρέσεως.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Fr. Ἀνάγνωθι, Νεῖλε, καὶ φρόνησον κἂν ὀψὲ ποτε.
β´. Ἁμαρτίαν φύσεως εἶναὶ φησι τὸν θάνατον, καθ᾿ ὃν τοῦ εἶναι καὶ μὴ θέλοντες ἀπογινόμεθα· ἁμαρτίαν δὲ προαιρέσεως, τὴν τῶν παρὰ φύσιν αἵρεσιν, καθ᾿ ἣν τὸ εὖ εἶναι θέλοντες ἀποπέμπομεν.
γ´. Ὅτι φθαρτὸς μὲν κατα φύσιν σαρκωθεὶς ὡς ἄνθρωπος ὑπῆρχεν ὁ Κύριος, καθὰ καὶ ἁμαρτία γεγονέναι λέγεταὶ φησι· ἄφθαρτος δὲ φύσει κατὰ προαίρεσιν, ὡς ἀναμάρτητος.
δ´. Ὁ τοῦ Κυρίου θάνατος, φησίν, ἀφθαρσίας ἀρχὴ τῆς ὅλης φύσεως γέγονεν.
ε´. Ὅτι καὶ ὡς ἄνθρωπος κατὰ φύσιν ἀναμάρτητος ἦν.
στ´. Ἡ δι᾿ ἡμᾶς ἐστιν ἁμαρτία, τὸ τῆς φύσεως φθαρτόν· ἡ δὲ ἡμῶν ἁμαρτία, τὸ τρεπτὸν τῆς προαιρέσεως. Διὸ γέγονε θνητὸς ὁ ἄνθρωπος, τὸν φυσικὸν ὑπομείνας θάνατον, κατὰ δικαίαν κρίσιν, εἰς ἀναίρεσιν τοῦ θανάτου τῆς προαιρέσεως.
ζ´. Πρώτην ἁμαρτίαν φησὶ τὴν τῆς προαιρέσεως, ἣν οὐκ εἶχεν ὁ Κύριος, καίτοι λαβὼν ἀληθῶς τὸ κατὰ φύσιν παθητόν, ἐπιτίμιον ὑπάρχον τῆς τραπείσης τοῦ Ἀδὰμ προαιρέσεως. Διὸ καὶ μόνος ἐν νεκροῖς ἐλεύθερος, οὐκ ἔχων τήν, δι᾿ ἣν ὁ θάνατος γέγονεν, ἁμαρτίαν.
η´. Τὸ ποιῆσαι καὶ γνῶναι τὴν ἁμαρτίαν, κατὰ προαίρεσιν δῆλον ὅτι.
θ´. Τὸ γενέσθαι δηλαδὴ φύσει παθητὸν τὸν Ἀδὰμ εἰς κόλασιν τῆς ἁμαρτίας τῆς προαιρέσεως· ἣν μὴ γνοὺς ὁ Κύριος γέγονεν ἁμαρτία, τὸ δι᾿ αὐτὴν παθητὸν ὡς ἄνθρωπος κατὰ σάρκα φύσει λαβών.
ΕΡΩΤHΣΙΣ ΜΓ´.
[Επεξεργασία]Εἰ τὸ ξύλον τῆς ζωῆς σοφία λέγεται εἶναι παρὰ τῇ Γραφῇ, ἔργον δὲ σοφίας τὸ διακρίνειν καὶ (412) γνῶναι τὸ γνωστὸν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ ξύλον, τί διαφέρει λοιπὸν τοῦ ξύλου τῆς ζωῆς;
Ἀπόκρισις.
[Επεξεργασία]Πολλὰ μὲν εἰπεῖν δυνάμενοι περὶ τοῦ προκειμένου ζητήματος διὰ τῆς ἐν αὐτοῖς χάριτος οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, σιωπῇ μᾶλλον τιμήσαντες τὸν τόπον, ἡγήσαντο κρεῖττον, διὰ τὴν τῶν πολλῶν διάνοιαν μὴ δυναμένην ἐφικέσθαι τοῦ βάθους τῶν γεγραμμένων, μηδὲν βαθύτερον εἰπεῖν ἀνασχόμενοι· εἰ δὲ καὶ εἶπὸν τινες, πρότερον διακρίναντες τῶν ἀκουόντων τὴν δύναμιν, οὕτω μέρος πρὸς λυσιτελὲς τῶν διδασκομένων εἰρηκότες, τὸ πλεῖστον κατέλιπον ἀνεξέταστον. Διὸ κἀγὼ μᾶλλον σιωπῇ τὸν τόπον παρελθεῖν διενοούμην, εἰ μὴ λυπεῖσθαι τὴν ὑμετέραν φιλόθεον ψυχὴν ὑπενόησα. Πλὴν ἀλλ᾿ ὑμῶν χάριν ἐρῶ, τὸ πᾶσιν δυνάμενον εἶναι κατάλληλον, καὶ μικροῖς καὶ μεγάλοις τὴν διάνοιαν πρόσφορον.
Τὸ ξύλον τῆς ζωῆς, καὶ τὸ μὴ τοιοῦτον, ἐξ αὐτοῦ μόνου τοῦ, τὸ μὲν ξύλον ὀνομασθῆναι, τὸ δὲ οὐ ζωῆς, ἀλλὰ μόνον γνωστὸν καλοῦ καὶ πονηροῦ, πολλὴν καὶ ἄφατον ἔχουσι τὴν διαφοράν. Τὸ γὰρ τῆς ζωῆς ξύλον, πάντως καὶ ζωῆς ἐστι ποιητικόν· τὸ δὲ ζωῆς ξύλον, δηλονότι θανάτου ποιητικόν. Τὸ γὰρ μή, ποιητικὸν ζωῆς, ἐκ τοῦ μὴ προσαγορευθῆναι ζωῆς ξύλον, θανάτου σαφῶς ἂν εἴη ποιητικόν· ἄλλο γὰρ οὐδὲν τῇ ζωῇ κατ᾿ ἐναντίωσιν ἀντιδιαιρεῖται.
Ἄλλως τε δὲ καὶ ὡς σοφία, τὸ ξύλον τῆς ζωῆς πλείστην ἔχει διαφορὰν πρὸς τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, τὸ μήτε ὂν σοφία, μήτε ὠνομασμένον. Τῆς μὲν γὰρ σοφίας ἴδιον, νοῦς καὶ λόγος· τῆς δὲ τῇ σοφίᾳ κατὰ τὸ ἐναντίον ἀντικειμένης ἕξεως ἴδιον, ἀλογία καὶ αἴσθησις. Οὐκοῦν ἐπειδὴ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος αἰσθητικοῦ συνεστὼς πρὸς γένεσιν ἦλθεν ὁ ἄνθρωπος, ἔστω κατὰ μίαν ἐπιβολὴν ξύλον ζωῆς, ὁ τῆς ψυχῆς νοῦς, ἐν ᾧ τῆς σοφίας ὑπάρχει τὸ χρῆμα· ξύλον δὲ γνωστὸν καλοῦ καὶ πονηροῦ, ἡ τοῦ σώματος αἴσθησις, ἐν ᾗ τῆς ἀλογίας ὑπάρχει σαφῶς ἡ κίνησις· ᾗς κατὰ τὴν πεῖραν μὴ ἅψασθαι δι᾿ ἐνεργείας ὁ ἄνθρωπος τὴν θείαν λαβὼν ἐντολήν, οὐκ ἐφύλαξεν.
Ἀμφότερα δὲ τὰ ξύλα, κατὰ τὴν Γραφήν, τινῶν εἰσι διακριτικά· ἤγουν, ὁ νοῦς καὶ ἡ αἴσθησις· οἷον, ὁ μὲν νοῦς δύναμιν ἔχει διακριτικὴν νοητῶν καὶ αἰσθητῶν, προσκαίρων καὶ αἰωνίων· μᾶλλον δὲ ψυχῆς ὑπάρχων δύναμις διακριτική, τῶν μὲν αὐτὴν ἀντέχεσθαι πείθει· τῶν δέ, ὑπεραίρεσθαι· ἡ δὲ αἴσθησις ἔχει δύναμιν διακριτικὴν ἡδονῆς σώματος καὶ ὀδύνης· μᾶλλον δὲ δύναμις ὑπάρχουσα ἐμψύχων καὶ αἰσθητικῶν σωμάτων, τὴν μέν, ἐπισπᾶσθαι πείθει· τὴν δέ, ἀποπέμπεσθαι.Ἐὰν μὲν οὖν ὁ ἄνθρωπος μόνης τῆς καθ᾿ ἡδονὴν καὶ ὀδύνην αἰσθητικῆς τῶν σωμάτων γένηται διακρίσεως, τὴν θείαν παραβὰς(413) ἐντολήν, ἐσθίει τὸ ξύλον τὸ γνωστὸν καλοῦ τε καὶ πονηροῦ, τουτέστι τὴν κατ᾿ αἴσθησιν ἀλογίαν, μόνην ἔχων τὴν συστατικὴν τῶν σωμάτων διάκρισιν, καθ᾿ ἥν, ὡς μὲν καλοῦ τῆς ἡδονῆς ἀντέχεται, ὡς δὲ κακοῦ, τῆς ὀδύνης ἀπέχεται. Ἐὰν δὲ μόνης τῆς τῶν αἰνωίων διακρινούσης τὰ πρόσκαιρα διόλου νοερᾶς γένηται διακρίσεως, τὴν θείαν φυλάξας ἐντολήν, ἐσθίει τὸ ξύλον τῆς ζωῆς· τὴν κατὰ νοῦν λέγω συνισταμένην σοφίαν, μόνην ἔχων τὴν συστατικὴν τῆς ψυχῆς διάκρισιν· καθ᾿ ἣν ὡς μὲν κακοῦ, τῆς τῶν προσκαίρων ἀπέχεται φθορᾶς.
Πολλὴ τοιγαροῦν ἐστιν ἡ διαφορὰ τῶν δύο ξύλων, καὶ τῆς αὐτῶν φυσικῆς διακρίσεως, καὶ τῆς ἐν ἑκάστῳ προσφυοῦς ἐμφάσεως· ὁμωνύμως ἐκφωνηθείσης ἄνευ διαστολῆς προσηγορίας τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ· καὶ πολλὴν δύναται ποιῆσαι τοῖς μὴ σοφῶς τε καὶ ἐπισκεμμένως ἐντυγχάνουσι τοῖς λόγοις τοῦ Πνεύματος τὴν πλάνην· ἀλλ᾿ ὑμεῖς σοφοὶ διὰ τῆς χάριτος ὄντες, γνῶτε ὅτι τὸ ἁπλῶς λεγόμενον κακόν, οὐ πάντως κακόν· ἀλλὰ πρὸς τι μὲν κακόν, πρὸς τι δὲ οὐ κακόν. Ὡσαύτως καὶ τὸ ἁπλῶς λεγόμενον καλόν, οὐ πάντως καλόν, ἀλλὰ πρὸς τι μὲν καλόν, πρὸς τι δὲ οὐ καλόν· καὶ τὴν ἐκ τῆς ὁμωνυμίας βλάβην φυλάξασθε.
ΣΧΟΛΙΟΝ.
[Επεξεργασία]α´. Νοῦ μὲν γὰρ καλόν ἐστιν, ἡ ἀπαθὴς πρὸς τὸ πνεῦμα διάθεσις· κακὸν δέ, ἡ ἐμπαθὴς σχέσις. Αἰσθήσεως δὲ καλόν ἐστιν, ἡ καθ᾿ ἡδονὴν ἐμπαθὴς πρὸς τὸ σῶμα κίνησις· κακὸν δέ, ἡ κατ᾿ ἀρετὴν ταύτῃ ἐπιγινομένη διάθεσις.
ΕΡΩΤΗΣΙΣ ΜΔ´.
[Επεξεργασία]Πρὸς τίνα λέγει ὁ Θεός· "Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν;" Εἰ μὲν πρὸς τὸν Υἱόν, καὶ πῶς συγκρίνεται Ἀδὰμ Θεῷ, μὴ ὢν τῆς οὐσίας αὐτοῦ; Εἰ δὲ πρὸς ἀγγέλους, πῶς τὸν ἄγγελον πάλιν ἑαυτῷ συγκρίνει, ὡς πρὸς ἴσον κατὰ τὴν οὐσίαν λέγων τό, " Ὡς εἷς ἐξ ἡμῶν;"
Ἀπόκρισις.
[Επεξεργασία]Ἤδη μὲν εἶπον ἐν τῷ περὶ πυργοποιίας κεφαλαίῳ, ὅτι κατὰ τὴν ὑποκειμένην τῇ ψυχῇ τῶν προνοουμένων διάθεσιν, ἡ Γραφὴ λαλοῦντα τὸν Θεὸν διαπλάττεται· διὰ τῶν κατὰ φύσιν ἡμῖν συμφύτων τρόπων, τὴν θείαν αἰνιττομένη βουλήν. Καὶ ἐνταῦθα τοίνυν οὐχ ἁπλῶς λέγοντα τὸν Θεὸν ἡ Γραφὴ δείκνυσι, τό, (416) Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, ἀλλὰ δηλονότι μετὰ τὴν παράβασιν· προσθεῖσα καὶ τὴν αἰτίαν τῆς λέξεως, ἣν ὑμεῖς ἐντάξαι τῷ κεφαλαίῳ παρελίπατε, τῆς ὅλης σαφηνιστικὴν ὑπάρχουσαν ἐννοίας. Εἰπὼν γὰρ ὁ λόγος· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, προσέθηκε· Τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἅμα τῇ συμβουλῇ πολυθεΐαν αὐτὸν ἐδίδαξεν ὁ διάβολος, εἰπών· ᾟ δ᾿ ἂν ἡμέρα φάγητε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν· διὰ τοῦτο μεθ᾿ ὑποκρίσεως, καὶ οἷον εἰπεῖν εἰρωνευτικὴν καὶ ὀνειδιστικὴν εἰς ἔλεγχον τοῦ πεισθέντος ἀνθρώπου τῷ διαβόλῳ, τὴν τό, Γέγονεν ὡς εἷς ἐξ ὑμῶν, πρὸς τὴν ἐντεθεῖσαν διὰ τῆς ἀπάτης παρὰ τοῦ ὄφεως τῷ Ἀδὰμ περὶ θεότητος ἔννοιαν, πληθυντικῶς ποιεῖται φωνὴν ὁ Θεός.
Καὶ μὴ τις δόξῃ τῆς Γραφικῆς συνθήκης ἀλλότριον τὸ εἶδος τῆς κατ᾿ εἰρωνείαν λέξεως, ἀκούων τῆς Γραφῆς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης πρὸς τὸν Ἰσραήλ· Ἐὰν πορευθῆτε πρὸς με πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς πλάγιος. Εἰδὼς μηδὲν διαφέρειν εἰρωνείας πλαγιασμόν· καὶ πάλιν εὑρίσκων πῶς τὴν τοῦ Ἀχὰβ συνεσκεύασεν ἀπάτην, ὡς ἀλήθειαν αὐτῷ προ[σ]βαλλόμενος τὸ ψεῦδος, δι᾿ ὧν ἥμαρτε, φέρων αὐτῷ δικαίως τὴν κόλασιν. Εἰ γὰρ μὴ πρὸς τὴν πλάνην τοῦ Ἀδὰμ ἡ Γραφὴ τὸν Θεὸν λέγοντα τό, Ὡς εἷς ἐξ ἡμῶν, εἰσήγαγε, πῶς ἐπέφερε, Τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὡς σύνθετον ἔχοντα γνῶσιν, καὶ ἐξ ἐναντίων συγκειμένην; ὅπερ ἀμήχανον ἐπὶ Θεοῦ κἂν ἐννοῆσαι, μὴ ὅτι γε τοῦ εἰπεῖν τολμῆσαι τοῦ μόνου ἁπλοῦ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν γνῶσιν, καὶ μόνην τὴν τοῦ καλοῦ γνῶσιν ἔχνοντος· μᾶλλον δέ, αὐτοουσία καὶ δύναμις καὶ γνῶσις ὄντος. Ἀλλ᾿ οὐδὲ τις τῶν ἐκ Θεοῦ καὶ μετὰ Θεὸν λογικῶν οὐσιῶν ἔχει ὁμοῦ τε καὶ κατὰ ταυτὸν ἐν τῷ τῆς διανοίας ἁπλῷ κενήματι, κατὰ τὴν σύνθεσιν ἐκ τῶν ἐναντίων ὑφισταμένην τὴν γνῶσιν· διότι πέφυκεν ἡ θατέρα τῶν ἀλλήλοις ἀντικειμένων γνῶσις, τὴν τοῦ ἑτέρου ποιεῖσθαι γνώσεως ἄγνοιαν. Ἀμιγὴς γὰρ τῶν ἀντικειμένων ἡ γνῶσις καὶ παντάπασιν ἀσυνύπαρκτος· ἐπείπερ ἡ τοῦδε γνῶσις τὴν θατέρου τῶν ἀντικειμένων συνίστησιν ἄγνοιαν, ὥσπερ οὔτε ὀφθαλμὸς τοῦ ἄνω τε καὶ τοῦ κάτω, καὶ τοῦ ἐφ᾿ ἑκάτερα κατὰ ταυτόν, χωρὶς τῆς πρὸς θάτερον ἰδιαζούσης ἐπιστροφῆς, καὶ τῶν ἄλλων πάντη κεχωρισμένης, ἀντιλαμβάνεσθαι.
Τὸ τοίνυν πάθος τοῦ Ἀδὰμ οἰκειούμενον ἡ Γραφὴ τὸν Θεὸν παραδείκνυσιν· ἢ τὸν Ἀδὰμ ἐπὶ τῇ συμβουλῇ τοῦ ὄφεως διαλέγχει, πρὸς συναίσθησιν ἄγουσα τῶν ἐκ τῆς ἀπάτης ἐπιτριβέντων αὐτῷ περὶ πολυθεΐας ὕθλων. Καὶ εἰ μὲν οὕτως ἔχει καλῶς, ἅλις τῶν ζητημάτων· ἐπείτοι γε αὐτὸς παρ᾿ ἑαυτοῦ τὸ μεῖζον εὑρίσκων, μετάδος κἀμοὶ τῆς χορηγουμένης σοι (417) περὶ τῶν ὄντων θεόθεν χάριτος. Τὸ δέ, Καὶ νῦν, μήπως ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ ζήσεται εἰς τὸν αἰῶνα, τὴν κατὰ τὴν πρᾶξιν, ὡς οἶμαι, τῶν ἀμίκτων προνοητικῶς ποιεῖται διαίρεσιν· ἵνα μὴ ἀθάνατον γένηται τὸ κακὸν τῇ μετοχῇ τοῦ καλοῦ συντηρούμενον. Ἄμικτον γὰρ εἶναι βούλεται περὶ τὸν αὐτὸν ἄνθρωπον κατὰ τὴν σχέσιν τῶν ἀντικειμένων τὴν γνῶσιν, ὁ ποιήσας τὸν ἄνθρωπον.
ΣΧΟΛΙΑ
[Επεξεργασία]α´. Ὅτι πρὸς ἣν ἔσχεν περὶ θεότητος ἔννοιαν ὑπὸ τοῦ διαβόλου διδαχθεὶς ὁ Ἀδάμ, διαλέγεται πρὸς αὐτὸν ὁ Θεός.
β´. Ὁ τὸ ψεῦδος ἀγαπῶν, αὐτῷ παραδίδοται πρὸς ἀπώλειαν, ἵνα γνῷ πάσχων, ὅπερ ἐκὼν περιεῖπεν, καὶ μάθῃ κατὰ τὴν πεῖραν γενόμενος, ὡς ἐλάνθανεν ἀντὶ ζωῆς περιπτυσσόμενος θάνατον.
γ´. Ὅτι μόνον ἔχει τοῦ καλοῦ τὴν γνῶσιν ὁ Θεός, ὡς καὶ τοῦ καλοῦ φύσις τε καὶ γνῶσις ὑπάρχων· τοῦ δὲ κακοῦ τὴν ἄγνοιαν, ὡς τὴν αὐτοῦ ἔχων ἀδυναμίαν. Ὧν γὰρ ἔχει τὴν δύναμιν φυσικῶς, τούτων οὐσιωδῶς κέκτηται γνῶσιν· ὅτι κατὰ πάθος παρὰ φύσιν ἐπισυμβαίνουσα, ἀλλ᾿ οὐ κατὰ δύναμιν φυσικὴν τοῖς λογικοῖς ἐνθεωρεῖται κακία.
δ´. Ἀναμέρος, φησίν, ἡ τῶν ἀντικειμένων γνῶσις ἐν τοῖς δεκτικοῖς θεωρεῖσθαι πέφυκε.
ε´. Ὁ πείσας τὸ συνειδὸς ὡς φύσει καλὸν πραττόμενον ἔχειν τὸ κάκιστον, οὗτος χειρὸς δίκην τῆς ψυχῆς ἐκτείνας τὸ πρακτικόν, ἔλαβεν ψεκτῶς τοῦ ξύλου τῆς ζωῆς, ἀθάνατον ἡγησάμενος φύσει τὸ κάκιστον. Διόπερ τὴν κατὰ τὸ συνειδὸς τοῦ κακοῦ διαβολὴν τῷ ἀνθρώπῳ φυσικῶς ἐνθέμενος ὁ Θεός, διέκρινεν αὐτὸν τῆς ζωῆς κακὸν τῇ προαιρέσει γενόμενον· ἵνα μή, τὸ κακὸν πράττων, δύνηται πεῖσαι τὴν ἰδίαν συνείδησιν, ὅτι φύσει καλὸν ὑπάρχει τὸ κάκιστον.
ΕΡΩΤΗΣΙΣ ΜΕ´.
[Επεξεργασία]Τί σημαίνει τὸ ἐν τῷ Λευϊτικῷ στηθύνιον τοῦ ἐπιθέματος, καὶ ὁ βραχίων τοῦ ἀφαιρέματος, εἰς τιμὴν Θεοῦ τοῖς ἱερεῦσιν ἀφιερούμενος;
Ἀπόκρισις.
[Επεξεργασία]Οἶμαι τὴν ἀμείνω καὶ ὑψηλὴν θεωρίαν δηλοῦσθαι διά, τοῦ στηθυνίου, καὶ τὴν πρᾶξιν διὰ τοῦ βραχίονος· ἤγουν τοῦ διανοητικοῦ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν, ἢ τὴν γνῶσιν καὶ τὴν ἀρετήν· ὡς τῆς μὲν γνώσεως αὐτῷ προσαγούσης ἀμέσως τὸν νοῦν τῷ Θεῷ· τῆς ἀρετῆς δὲ κατὰ τὴν πρᾶξιν, πάσης αὐτὸν ἀφαιρουμένης τῆς τῶν ὄντων γενέσεως· ἅπερ ἱερεῦσιν ἀφώρισεν ὁ Λόγος, τοῖς μόνον τὸν Θεὸν διὰ πάντων κεκτημένοις κληρονομίαν, καὶ μηδὲν τὸ σύνολον κεκτημένοις ἐπίγειον.
Ἢ πάλιν, ἐπειδὴ τὰς ἄλλων καρδίας διὰ τοῦ λόγου τῆς διδασκαλίας, οἱ γνώσει καὶ ἀρετῇ διόλου ποιωθέντες τῷ πνεύματι, εὐσεβείας καὶ πίστεως ποιοῦνται (420) δεκτικάς· καὶ τὴν πρακτικὴν αὐτῶν ἕξιν καὶ δύναμιν ἀφαιρούμενοι, τῶν ἐπὶ τῇ φθαρτῇ φύσει σπουδασμάτων, πρὸς τὴν τοῦ ὑπὲρ φύσιν ἀφθάρτων ἐνέργειαν ἀγαθῶν μεταφέρουσιν· εἰκότως τῶν προσαγομένων εἰς θυσίαν Θεοῦ τὸ στηθύνιον τοῦ ἐπιθέματος, τουτέστι τῶν προσαγομένων τὴν καρδίαν· καὶ τὸν βραχίονα, τῶν αὐτῶν δηλονότι τὴν πρᾶξιν, προσέταξεν ἀφιεροῦσθαι τοῖς ἱερεῦσιν ὁ Λόγος.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Θεωρίας μὲν τὸ στηθύνιον, πράξεως δὲ ὁ βραχίων σύμβολον. Ἕξις γὰρ τοῦ διανοητικοῦ πέφυκεν ὑπάρχειν ἡ θεωρία, καὶ ἡ πρᾶξις ἐνέργεια. Δι᾿ ἀμφοτέρων δὲ τούτων ἡ ἀληθὴς ἱερωσύνη χαρακτηρίζεται.
β´. Ὁ ἱερουργῶν τῷ Θεῷ δι᾿ εὐσεβοῦς λόγου τὰς ἄλλων καρδίας, αἷς ἀναλογεῖ τὸ στηθύνιον· καὶ τὴν πρακτικὴν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων ταῖς ἐνεργείαις τῶν ἐντολῶν, γέγονεν ἱερεὺς λαμβάνων παρὰ τῶν ἑαυτοὺς θυσίαν τῷ Θεῷ προσαγόντων, τὸ στῆθος καὶ τὸν βραχίονα.
ΕΡΩΤΗΣΙΣ Μστ´.
[Επεξεργασία]Τὶς ἡ διαφορὰ τοῦ ἐσόπτρου πρὸς τὸ αἴνιγμα;
Ἀπόκρισις.
[Επεξεργασία]Τὸ μὲν ἔσοπτρόν ἐστιν, ὡς ἐν ὅρῳ φάναι, συνείδησις τὴν τῶν κατὰ πρᾶξιν ἀνελλιπῶς πάντων ἀγαθῶν ἔχουσα μορφήν· δι᾿ ἧς ὁ καθαρὸς τὴν διάνοιαν πέφυκεν ὁρᾷν τὸν Θεόν· ἤ, ἕξις πρακτική, τὴν πασῶν τῶν ἀρετῶν εἰς ἀλλήλας ἑνοειδῶς καθάπερ πρόσωπον θεῖον περιγράφουσα σύνθεσιν. Τὸ δὲ αἴνιγμα, γνῶσίς ἐστι διὰ τῆς κατὰ θεωρίαν παντελοῦς τῶν θείων λόγων ἐφικτῆς τῇ φύσει περιοχῆς, τὴν τῶν ὑπὲρ νόησιν ἔμφασιν ἔχουσα. Καὶ ἁπλῶς ἔσοπτρόν ἐστι, ἕξις ἐνδεικτικὴ τῆς μελλούσης τῶν ἀρετῶν ἐμφανισθῆναι τοῖς ἀξίοις πρωτοτύπου μορφῆς. Τὸ γὰρ ἐσόμενον τέλος τῆς πρακτικῆς φιλοσοφίας παραδηλοῖ τοῖς ἔχουσι, τὸ ἔσοπτρον· τὸ αἴνιγμα δέ, τῆς τῶν νοουμένων περὶ γνῶσιν ἀρχετυπίας ἐστὶν ἔνδειξις.
Πᾶσα τοίνυν ἐνταῦθα δικαιοσύνη, συγκρινομένη πρὸς τὴν μέλλουσαν ἐσόπτρου λόγον ἐπέχει, τὴν τῶν ἀρχετύπων πραγμάτων εἰκόνα, οὐκ αὐτὰ δὲ τὰ πράγματα κατ᾿ εἶδος ὑφιστάμενα ἔχουσα. Καὶ πᾶσα γνῶσις ἐνταῦθα τῶν ὑψηλῶν, συγκρινομένη πρὸς τὴν μέλλουσαν, αἴνιγμὰ ἐστιν, ἔμφασιν τῆς ἀληθείας, ἀλλ᾿ οὐκ αὐτὴν ὑφισταμένην ἔχουσα τὴν φανήσεσθαι μέλλουσαν ἀλήθειαν. Ἐπειδὴ γὰρ ἀρετῇ καὶ γνώσει τὰ θεῖα συνέχεται, τῶν κατ᾿ ἀρετὴν πρωτοτύπων ἐστὶν ἐνδεικτικὸν τὸ ἔσοπτρον, καὶ τῶν κατὰ γνῶσιν ἀρχετύπων ἐμφατικὸν ὑπάρχει τὸ αἴνιγμα. Ταύτην ἔχει τὴν διαφορὰν τὸ ἔσοπτρον πρὸς τὸ αἴνιγμα· καθότι τὸ μὲν ἔσοπτρον πρακτικῆς μηνύει τέλος ἐσόμενον· τὸ δὲ αἴνιγμα, θεωρητικῆς ἐμφαίνει μυστήριον.
ΣΧΟΛΙΟΝ.
[Επεξεργασία]α´. Ὅτι τὸ μὲν ἔσοπτρον τῶν τῇ πρακτικῇ (421) προσφυῶν ἀγαθῶν ἐστιν ἐμφατικόν· τὸ δὲ αἴνιγμα, τῶν ἐπὶ τῇ γνώσει μελλόντων μυστηρίων ἐστὶν ἐνδεικτικόν.
ΕΡΩΤΗΣΙΣ ΜΖ´.
[Επεξεργασία]Τί ἐστι, " Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, "καὶ τὰ ἑξῆς; Τὶς ἡ ἔρημος, καὶ τὶς ἐνταῦθα ἡ ὁδὸς Κυρίου, καὶ τὶς ἡ ἑτοιμασία αὐτῆς; Τίνες τε αἱ τρίβοι αὐτοῦ, καὶ τί τὸ εὐθῦναι αὐτάς; Τίνες τε αἱ φάραγγες, καὶ τί σημαίνει τὸ " Πληρωθήσεται πᾶσα φάραγξ;" Τίνα τὰ ὄρη, καὶ οἱ βουνοί, καὶ τὶς ἡ τούτων ταπείνωσις; Τίνα τὰ σκολιά, καὶ πῶς ἔσται εἰς εὐθεῖαν; Τίνες αἱ τραχεῖαι, καὶ πῶς ἔσονται εἰς ὁδοὺς λείας; Καὶ τί τὸ μετὰ ταῦτα πάντα, "Καὶ ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ;"
Ἀπόκρισις.
[Επεξεργασία]Φωνὴ τοῦ ἐξ ἀρχῆς βοῶντος ἐν τῇ ἐρήμῳ, τῇ φύσει λέγω τῶν ἀνθρώπων, ἢ τῷ κόσμῳ τούτῳ, Θεοῦ Λόγου, προδήλως ἐστὶ πᾶς ἅγιος, εἴτε κατὰ τὸν Ἄβελ ὀρθῶς προσφέρων ἐξ εἰλικρινείας ἐστεατωμένα ταῖς ἀρεταῖς τὰ τῆς ψυχῆς πρῶτα τῆς θεωρίας κινήματα· εἴτε κατὰ τὸν Ἐνὼς ἐλπίδι πίστεως βεβαίᾳ τῶν μελλόντων ἀγαθῶν ἐπιδραξάμενος· ὑπὲρ ὧν ἤλπισεν εὔτονον ἐκτήσατο τὴν ἐπίκλησιν· εἴτε κατὰ τὸν Ἐνώχ, διὰ πάσης εὐαρεστίας ἀρετῆς, τῆς τῶν ὄντων σχέσεώς τε καὶ γνώσεως τὸν νοῦν παντελῶς ἀπάρας, πρὸς αὐτὴν τὴν ὑπὲρ νόησιν ἀσχέτως αἰτίαν μετέθηκεν· εἴτε κατὰ τὸν Νῶε, πίστει θεωρήσας τὰ μέλλοντα τῆς θείας κρίσεως εἴδη, κατεσκεύασεν ἑαυτῷ κιβωτοῦ δίκην, τὴν ῥυομένην αὐτὸν ἀπὸ τῆς μελλούσης ὀργῆς πανταχόθεν ἠσφαλισμένην τῷ θείῳ φόβῳ πολιτείαν καὶ ἄσκησιν· εἴτε κατὰ τὸν Ἀβράαμ, καθαρῷ πίστεως ὀφθαλμῷ τῶν μελλόντων ἀγαθῶν ἰδὼν τὴν εὐπρέπειαν, ὑπήκουσε, γῆς καὶ συγγενείας καὶ οἴκου πατρικοῦ προθύμως ἐξελθεῖν· καταλιπὼν τὴν πρὸς σάρκα καὶ αἴσθησιν καὶ αἰσθητά, σχέσιν τε καὶ προσπάθειαν· καὶ φύσεως ἐν καιρῷ πειρασμῶν καὶ ἀγώνων ὑψηλότερος ὤν, προτιμήσας τὴν αἰτίαν τῆς φύσεως, ὡς τοῦ Ἰσαὰκ τὸν Θεόν, ὁ μέγας Ἀβράαμ· εἴτε κατὰ τὸν Ἰσαάκ, δι᾿ ἄκραν ἀπάθειαν καὶ τὴν περὶ θεωρίαν καλὴν τῆς ψυχῆς ἀπληστίαν, ἀμετάβατον ἀπὸ τῆς ἀληθείας ἔσχε, καὶ πολεμούμενος ὑπὸ τῶν πονηρῶν πνευμάτων, τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως· εἴτε κατὰ τὸν Ἰακώβ, τῆς τῶν ὑλικῶν δασύτητός τε καὶ τῆς περὶ αὐτὰ συγχύσεως τὸν νοῦν ἀποκαθάρας, κατέστησε λεῖον· καὶ τῇ τῶν ἐριφείων ἐπιθέσει δερμάτων, τῇ περὶ τὴν σάρκα λέγω τοῦ κατὰ Θεὸν βίου τραχύτητι, τὴν κατὰ τοῦ φρονήματος τῆς σαρκὸς παρὰ τοῦ Θεοῦ κομισάμενος δύναμιν· φόβῳ τε τῆς τῶν παθῶν ἐπαναστάσεως, καὶ πόθῳ τῆς κατὰ πεῖραν ὑψηλοτέρας μαθήσεως, μεταβὰς [Al. καταβὰς] εἰς Χαῤῥάν, τὴν φυσικὴν φημι θεωρίαν, ἐξ ἧς λαβὼν διὰ πόνων πρακτικῶν πᾶσαν τοῦ φαινομένου κόσμου τὴν πνευματικὴν ἐπιστήμην, ἐν διαφόροις συλλεγεῖσαν λογισμοῖς τε καὶ νοήμασιν, (424) καὶ ἐπανῆλθεν εἰς τὴν γῆν τὴν πατρικὴν καὶ οἰκείαν, φημὶ τὴν γνῶσιν τῶν νοητῶν, ἐπιφερόμενος καθάπερ γυναῖκας καὶ παιδίσκας, τὰς ἐγγενομένας αὐτῷ τῆς τε πρακτικῆς καὶ τῆς θεωρητικῆς παγίας ἕξεις καὶ ἐνεργείας, καὶ τοὺς ἐκ τούτων αὐτῷ γεννηθέντας υἱούς, οἵτινες οὗτοι τυγχάνουσι. Καὶ ἁπλῶς (ἵνα μὴ πλέον τοῦ δέοντος ὁ Λόγος μηκύνηται, τὸν ἑκάστου βίον διεξιὼν), πᾶς ἅγιος διὰ τῆς οἰκείας ἀναστροφῆς, ὡς ἐσχηκὼς βοῶντα τὸν Λόγον τὰ οἰκεῖα τοῖς ἄλλοις ἀνθρώποις θελήματα, φωνὴ τοῦ Λόγου σαφῶς ὑπάρχει, καὶ πρόδρομος κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ δικαιοσύνης καὶ πίστεως.
Πάντων δὲ μάλιστα φωνὴ τοῦ Λόγου καὶ πρόδρομός ἐστιν Ἰωάννης ὁ μέγας, καὶ τῆς ἄνευ τύπων καὶ συμβόλων ἀληθοῦς τοῦ Θεοῦ παρουσίας μηνυτής τε καὶ κήρυξ, καὶ τοῖς ἀγνοοῦσιν ἐμφανιστής· δεικνὺς ἀναφανδὸν τὸν αἵροντα τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ πρὸς τὴν οἰκονομίαν εἰς τὴν τῶν μυστηρίων ἐκπλήρωσιν κατὰ τὸ βάπτισμα συνεισφέρων τὴν ἑαυτοῦ λειτουργίαν. Ἐπειδὴ δὲ διὰ τὸν πλοῦτον τῆς χάριτος, πολυτρόπως δύναται ληφθῆναι, πρὸς ὠφέλειαν τῶν ἀρετῆς τε καὶ γνώσεως ἐφιεμένων, πᾶσα συλλαβή, καὶ ἡ τυχοῦσα, τῆς θείας Γραφῆς· φέρε, κατὰ τὸ δυνατὸν ἡμῖν, καὶ ἑτέρως τὰ προτεθέντα θεωρήσωμεν.
Ἔρημος τοιγαροῦν, ὡς ἔφην, ἐστίν, ἡ τῶν ἀνθρώπων φύσις, καὶ ὁ κόσμος οὗτος, καὶ πᾶσα καθέκαστον ψυχή, διὰ τὴν γενομένην ἐκ τῆς ἀρχαίας παραβάσεως τῶν ἀγαθῶν ἀκαρπίαν. Φωνὴ δὲ τοῦ βοῶντός ἐστι Λόγου, ἡ κατὰ συνείδησιν ἐπὶ τοῖς ἑκάστῳ πλημμεληθεῖσι συναίσθησις· οἷον ἡ βοῶσα κατὰ τὸ κρυπτὸν τῆς καρδίας, ἑτοιμάσαι τὴν ὁδὸν τοῦ Κυρίου, σαφὴς δὲ καὶ πρόδηλος ἑτοιμασία τῆς θείας ὁδοῦ καθέστηκεν, ἡ τῶν τρόπων τε καὶ λογισμῶν ἐπὶ τὸ κρεῖττον μεταβολὴ καὶ διόρθωσις, καὶ ἡ τῶν προτέρων κάθαρσις μολυσμῶν. Ὁδὸς δὲ καλή τε καὶ ἐπίδοξος, ὁ κατ᾿ ἀρετὴν ὑπάρχει βίος· ἐν ᾧ καθάπερ ὁδῷ τὸν ἐν ἑκάστῳ ποιεῖται τῆς σωτηρίας δρόμον ὁ Λόγος, ἐνοικῶς τε διὰ τῆς πίστεως, καὶ ἐμπεριπατῶν τοῖς κατ᾿ ἀρετήν τε καὶ γνῶσιν διαφόροις θεσμοῖς τε καὶ δόγμασι. Τρίβοι δὲ τοῦ Λόγου εἰσίν, οἱ διάφοροι τρόποι τῶν ἀρετῶν, καὶ ἡ τοῦ κατὰ Θεὸν βίου διάφορος ἀγωγή, ἤγουν τὰ κατὰ Θεὸν ἐπιτηδεύματα· ἃς εὐθύνουσιν οἱ μήτε δόξης ἕνεκα, μήτε προφάσει πλεονεξίας, μήτε κολακείας χάριν καὶ ἀνθρωπαρεσκείας καὶ ἐπιδείξεως, τὴν ἀρετὴν ἢ τὴν μελέτην τῶν θείων λόγων μετελθεῖν ἐπιτηδεύοντες, ἀλλὰ πάντα διὰ τὸν Θεὸν καὶ ποιοῦντες καὶ λέγοντες καὶ διανοούμενοι. Τρίβοις γὰρ οὐκ εὐθείαις ὁ θεῖος οὐ πέφυκεν ἐμφιλοχωρεῖν Λόγος, κἂν εὕρῃ τὴν ὁδὸν ἒν τισιν ἕτοιμον. Οἷὸν τι λέγω· Νηστεύει τις, καὶ ἀπέχεται τῆς ἐξαπτικῆς τῶν παθῶν διαίτης· τὰ ἄλλα τε ποιεῖ, ὅσα πρὸς ἀπαλλαγὴν κακίας συμβάλλεσθαι δύναται. Τὴν λεγομένην ὁδὸν οὗτος ἡτοίμασε κενοδοξίας δέ, ἢ πλεονεξίας, ἢ κολακείας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἄλλης τινὸς ἕνεκεν αἰτίας, δίχα τῆς θείας εὐαρεστήσεως, τοὺς τοιούτους ἐπιτηδεύει τρόπους, (425) οὗτος εὐθείας οὐκ ἐποίησε τὰς τρίβους τοῦ Θεοῦ· καὶ τὸ μὲν τῆς ἑτοιμασίας τῆς ὁδοῦ πόνον ὑπέμεινε, τὸν δὲ Θεὸν οὐκ ἔσχε ταῖς αὐτοῦ τρίβοις ἐμπεριπατοῦντα. Ὁδὸς οὖν τοῦ Κυρίου ἐστὶν ἡ ἀρετή· εὐθεῖα δὲ τρίβος, ὁ κατ᾿ ἀρετὴν ὑπάρχει ὀρθὸς τρόπος καὶ ἄδολος.
Πᾶσα φάραγξ πληρωθήσεται· τῶν ἑτοιμασαμένων δηλονότι καλῶς τὴν ὁδὸν τοῦ Κυρίου, καὶ εὐθείας ποιησαμένων τὰς αὐτοῦ τρίβους. Οὐ γὰρ ἁπλῶς, οὐδὲ πάντων· οὔτε γὰρ τῶν μὴ ἑτοιμασάντων τὴν ὁδὸν τοῦ Κυρίου, καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ. Φάραγξ δέ ἐστιν, ἡ τοῦ καθ᾿ ἕκαστον σάρξ, ἢ τῷ πολλῷ ῥεύματι τῶν παθῶν ἐγχαραδρωθεῖσα, καὶ τὴν πρὸς τὴν ψυχὴν κατὰ τὸν συνδήσαντα Θεοῦ νόμον πνευματικὴν διατμηθεῖσα συνέχειὰν τε καὶ συνάφειαν. Δυνατὸν δὲ καὶ τὴν ψυχὴν φάραγγα νοηθῆναι, τῷ πολλῷ χειμῶνι τῆς κακίας κοιλανθεῖσαν, καὶ τῆς ἐν πνεύματι καλῆς ὁμαλότητος διὰ τῆς κακίας τὸ κάλλος ἀποθεμένην. Πᾶσα τοίνυν φάραγξ, ἤγουν σὰρξ καὶ ψυχὴ τῶν ἑτοιμασάντων τὴν ὁδὸν τοῦ Κυρίου, καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, πληρωθήσεται διὰ τῆς ἀποβολῆς τῶν παθῶν, τῶν ποιούντων αὐταῖς φαράγγων δίκην τὴν ἀνωμαλίαν· καὶ τῆς τῶν ἀρετῶν ἐπαγωγῆς ἀπολαβοῦσα τὴν φυσικὴν ἐπιφάνειαν, ὁμαλισθεῖσαν τῷ πνεύματι.
Καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Ταῖς φάραγξιν, ὡς ἔοικε, μάλιστα πεφύκασὶ πως συνίστασθαι τὰ ὄρη καὶ οἱ βουνοί. Ὄρος ἐστὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· βουνὸς δέ, πᾶσα κακία κατεπανισταμένη τῆς ἀρετῆς· ἤγουν ὄρη μὲν εἰσι τὰ ἐνεργητικὰ τῆς ἀγνωσίας πνεύματα· βουνοὶ δέ, τὰ ποιητικὰ τῆς κακίας· ὁπηνίκα προδήλως πᾶσα φάραγξ, ἤγουν σὰρξ ἢ ψυχὴ τῶν ἑτοιμασάντων, ὡς εἶπον, τὴν ὁδὸν τοῦ Κυρίου, καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, διὰ τῆς τοῦ περιπατοῦντος ἐν αὐτοῖς διὰ τῶν ἐντολῶν Θεοῦ Λόγου παρουσίας, πληρωθῇ γνώσεως καὶ ἀρετῆς· πάντα τὰ τῆς ψευδωνύμου γνώσεως, καὶ τὰ τῆς κακίας πνεύματι ταπεινοῦται, πατοῦντος αὐτοῦ τοῦ Θεοῦ Λόγου καὶ ὑποτάσσοντος, καὶ τὸ ἐπαιρόμενον κατὰ τῆς ᾶνθρωπίνης φύσεως πονηρὸν κράτος καταβάλλοντος, καὶ οἷον τὸ μέγεθος καὶ ὕψος τῶν ὀρέων καὶ τῶν βουνῶν κατασκάπτοντος, καὶ εἰς τὴν τῶν φαράγγων ἄγοντος ἀναπλήρωσιν. Τῷ ὄντι γάρ, εἰ πάντα λήψεταὶ τις διὰ τῆς τοῦ Λόγου δυνάμεως, ὅσα παρὰ τῆς φύσεως λαβόντες οἱ δαίμονες, τὴν περὶ φύσιν ἀγνωσίαν τε καὶ κακίαν ἐδημιούργησαν· οὐδαμῶς ὑποστήσεται καθ᾿ οἷον δήποτε τρόπον ἀγνωσίας ἢ κακίας ὕψος· ὥσπερ οὐδὲ ὄρος ἢ βουνὸς τῶν αἰσθητῶς φαινομένων, εἰ μηχανὴ τις ἦν τοῖς ἀνθρώποις αὐτὰ μὲν κατασκάψαι τὰ ὄρη, καὶ τοὺς βουνοὺς καὶ τὰς φάραγγας ἀναπληρῶσαι.
Ταπείνωσις οὖν ἐστι τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν, ἡ τῆς σαρκός τε καὶ τῶν τῆς ψυχῆς πρὸς ἑαυτὰς τῶν κατὰ φύσιν δυνάμεων ἀποκατάστασις· καθ᾿ ἣν φυσικῶς εὐθηνούμενος τῷ πλούτῳ (428) τῆς ἀρετῆς καὶ τῆς γνώσεως ὁ φιλόθεος νοῦς, ὁμαλῶς διαπορεύεται τὸν αἰῶνα τοῦτον, καὶ πρὸς τὸν ἀγήρω καὶ ἄφθαρτον προτροπάδην φέρεται κόσμον τῶν νοητῶν καὶ ἁγίων δυνάμεων. Μήτε τοῖς ἑκουσίοις τῆς σαρκὸς πάθεσι διὰ τῆς πολυτρόπως σκολιευομένης πλανώμενος ἡδονῆς· μήτε τοῖς ἀκουσίοις πειρασμοῖς διὰ τῆς ὀδύνης τραχυνόμενος· τῇ περὶ τὴν σάρκα φειδοῖ, τὴν ὁδὸν τῶν ἐντολῶν ὡς δύσβατον διὰ τὴν τραχύτητα τῶν πόνων τῆς ἀρετῆς παραιτούμενος.
Ἰθύνεται μὲν οὖν τὰ σκολιά, ὅταν ὁ νοῦς τὰ μέλη τοῦ σώματος τῶν παθῶν ἐλευθερώσας, ἤγουν τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ τῆς καθ᾿ ἡδονὴν ἐκκόψας ἐνεργείας, κατὰ τὸν ἁπλοῦν τῆς φύσεως λόγον αὐτὰ κινεῖσθαι διδάξειεν· αἱ δὲ τραχεῖαι, τουτέστιν αἱ τῶν ἀκουσίων πειρασμῶν ἐπιφοραί, ἔσονται εἰς ὁδοὺς λείας· ὅταν μάλιστα χαίρων καὶ εὐφραινόμενος ὁ νοῦς, ἐν ἀσθενείαις εὐδοκεῖ καὶ θλίψεσι καὶ ἀνάγκαις· διὰ τῶν ἀκουσίων πόνων τὴν ὅλην τῶν ἑκουσίων παθῶν ἀφαιρούμενος δυναστείαν. Ὁ γὰρ τῆς ἀληθοῦς ἐφιέμενος ζωῆς, γνοὺς ὅτι πᾶς πόνος, εἴτε ἑκούσιος εἴτε ἀκούσιος, τῆς τοῦ θανάτου μητρὸς ἡδονῆς γίνεται θάνατος, πάσας τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν ἐπιφορὰς δέξεται μετ᾿ εὐφροσύνης, χαίρων διὰ τῆς ὑπομονῆς, ὁδοὺς εὐμαρεῖς τε καὶ λείας τὰς θλίψεις ποιούμενος, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀπλανῶς παραπεμπούσας αὐτόν, εὐσεβῶς ἐν αὐταῖς τὸν θεῖον δρόμον ποιούμενον.
Πᾶς τοιγαροῦν τὴν πολυέλικτόν τε καὶ πολύπλοκον ἡδονήν, καὶ πᾶσιν ὁμοῦ τοῖς αἰσθητηρίοις πολυτρόπως συμπεπλεγμένην τῇ ἐγκρατείᾳ διαλύσας, τὰ σκολιὰ εἰς εὐθεῖαν ἐποίησε· καὶ ὁ τὴν δύσβατον καὶ τραχεῖαν τῶν πόνων ἐπιφορὰν δι᾿ ὑπομονῆς πατήσας, τὰς τραχείας ἐποίησεν εἰς ὁδοὺς λείας. Ὅθεν ὥσπερ ἔπαθλον ἀρετῆς, καὶ τῶν ὑπὲρ αὐτῆς καμάτων, οἷον καλῶς τε καὶ νομίμως ἀθλήσας, καὶ τὴν ἡδονὴν νικήσας τῷ πόθῳ τῆς ἀρετῆς, καὶ τὴν ὀδύνην πατήσας τῷ τῆς γνώσεως ἔρωτι, καὶ δι᾿ ἀμφοτέρων γενναίως τοὺς θείους διενέγκας ἀγῶνας, ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ ὄψεται γάρ, φησί, πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Πᾶσα σάρξ, δηλονότι πιστή· κατὰ τό, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· δηλαδὴ τὴν πιστεύσασαν. Οὐχ ἁπλῶς οὖν πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ· οὔτε γὰρ ἡ τῶν ἀσεβῶν σάρξ, εἴπερ ἀληθὴς ὁ ἀποφαινόμενος λόγος. Ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου· ἀλλὰ προσδιωρισμένως πᾶσα πιστὴ σάρξ. Ἐκ μέρους δὲ τῆς σαρκός, τὸν ὅλον ἄνθρωπον σημαίνει συνήθως ὁ Γραφικὸς λόγος, οἱονεὶ βοῶν, Καὶ ὄψεται πᾶς ἄνθρωπος τὸ σωτήριον τοῦ Θεοῦ. Πᾶς ἄνθρωπος, ἀκούσας δηλονότι τῆς ἐν τῇ ἐρήμῳ φωνῆς βοώσης· καὶ κατὰ τὸν ἀποδοθέντα τῆς θεωρίας λόγον, ἑτοιμάσας τὴν ὁδὸν τοῦ Κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους αὐτοῦ, καὶ πληρώσας διὰ τῆς τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν καθαιρέσεως, τὴν διὰ τοῦ ἰδίου κοιλώματος παρασχομένην κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς τοῖς (429) εἰρημένοις πονηροῖς ὄρεσι καὶ βουνοῖς τὸ ὕψος καὶ τὸ ἀνάστημα, φάραγγα ψυχήν, καὶ τὴν ταύτης ἀναπλήρωσιν, τῶν πονηρῶν Δυνάμεων ταπείνωσιν ἐργαζόμενος· καὶ τὰ σκολιὰ τῶν ἑκουσίων παθῶν, ἤγουν τῆς ἡδονῆς τὰ κινήματα, διὰ τῆς ἐγκρατείας εὐθύνας· καὶ τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν συμφοράς, ἤγουν τοὺς τρόπους τῆς ὀδύνης διὰ τῆς ὑπομονῆς ὁμαλίσας, καὶ εἰς ὁδοὺς λείας καταστήσας· ὁ τοιοῦτος εἰκότως ὄψεται τὸ Σωτήριον τοῦ Θεοῦ, καθαρὸς τῇ καρδίᾳ γενόμενος· καθ᾿ ἣν διὰ τῶν ἀρετῶν, καὶ τῶν εὐσεβῶν θεωρημάτων ὁρᾶ τὸν Θεὸν ἐπὶ τέλει τῶν ἄθλων, κατὰ τό, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· τῶν ὑπὲρ ἀρετῆς πόνων, τῆς ἀπαθείας τὴν χάριν ἀντιλαβών, ἧς οὐδὲν πλεῖον τὸν Θεὸν ἐμφανίζει τοῖς ἔχουσι.
Καθ᾿ ὃ τυχὸν τοῖς τὰ ὑψηλότερα ζητοῦσι τῶν θεωρημάτων, καὶ ἄλλως πάρεστιν ὁρᾷν, ὡς ἐν ἐρήμῳ, τῇ ἐστερημένῃ παθῶν ψυχῇ, τὴν διὰ τῶν ἀρετῶν φωνὴν τῆς ἀφώνως βοώσης θείας σοφίας καὶ γνώσεως· ἐπὶ πάντα κατὰ τὴν ἀναλογίαν ἑκάστου πᾶσιν ὁ εἷς καὶ αὐτὸς γίνεται Λόγος, χωρῶν δι᾿ ἑκάστου· καὶ ὡς πρόδρομον φωνήν, τὴν προκατασκευάζουσαν ἕκαστον πρὸς τὴν αὐτοῦ παρουσίαν προδωρούμενος χάριν· ἐν μὲν τοῖς γινομένην μετάνοιαν, ὡς μελλούσης δικαιοσύνης πρόδρομον· ἐν δὲ τοῖς ἀρετήν, ὡς προσδοκωμένης γνώσεως προκαταρτισμόν· ἐν ἄλλοις δὲ γνῶσιν, ὡς τῆς παρεσομένης θεωρητικῆς ἕξεως χαρακτῆρα. Καὶ ἁπλῶς ἐπιλείψει τὸν θεωρητικὸν νοῦν ὁ χρόνος, τὰς θείας ἀναβάσεις τοῦ Λόγου γνωστικῶς ποιούμενον· καὶ τὰς αὐτοῦ πρὸς ἕκαστον ὑπερφυεῖς ἁρμόζοντα καὶ φιλανθρώπους ἐπινοίας· καθ᾿ ἃς πάντα γίνεται πᾶσιν, ἵνα πάντας σώσῃ διὰ τὸν πλοῦτον τῆς αὐτοῦ χρηστότητος.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ὁ τὴν γνῶσιν ἐστεατωμένην ταῖς ἀρεταῖς, τουτέστιν ἔμπρακτον, μετιών, οὗτος γέγονεν Ἄβελ, ἔχων τὸν Θεὸν ἐπ᾿ αὐτόν, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ ἐπιβλέποντα.
β'. Ὁ γνοὺς καὶ ἀληθῶς ἐλπίσας τὰ μέλλοντα, τῆς κατὰ τὴν πρᾶξιν, ὑπὲρ ὧν ἤλπισεν, ἐπικλήσεως οὐδέποτε παύεται· καὶ γίνεται νέος Ἐνώς, τὸν Θεὸν ἐπικαλούμενος.
γ´. Ὁ διὰ πράξεως εὐαρεστήσας τῷ Θεῷ, διὰ θεωρίας πρὸς τὴν τῶν νοητῶν χώραν, τὸν νοῦν δηαλαδὴ μετατίθησι, ἵνα μὴ διὰ φαντασίας τινὸς τὸν ἐν τοῖς πάθεσι κατὰ τὴν αἴσθησιν θεάσηται θάνατον, ὡς ὑπ᾿ οὐδενὸς τῶν ἑλεῖν βουλομένων παντελῶς εὑρισκόμενος.
δ´. Ὁ διὰ τὴν μέλλουσαν ὀργήν, φησί, τὴν διὰ τῆς κακουχίας μετελθὼν ἀγωγήν, γέγονεν Νῶε, τῇ μικρᾷ τῆς σαρκὸς στενοχωρίᾳ τὴν μέλλουσαν τῶν ἀσεβῶν φεύγων κατάκρισιν.
ε´. Γῆν λέγει τὴν σάρκα· συγγένειαν, τὰς αἰσθήσεις· οἶκον πατρός, τὸν αἰσθητὸν κόσμον, ἀφ᾿ ὧν ὁ (432) πατριάρχης ἐκβέβηκεν, τὴν πρὸς αὐτὰ σχέσιν τῆς ψυχῆς ἀποθέμενος.
στ´. Μόνος ὁ Ἰσαὰκ γέγραπται μὴ μεταβὰς τῆς γῆς τῆς ἐπαγγελίας· τοῦ πατρὸς αὐτοῦ Ἀβραάμ, καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰακώβ, τοῦ μὲν ἐξελθόντος ἐκ Μεσοποταμίας, καὶ εἰσελθόντος εἰς Αἴγυπτον· τοῦ δὲ διωχθέντος εἰς Μεσοποταμίαν, καὶ μετὰ ταῦτα παροικήσαντος εἰς Αἴγυπτον, ἐν ᾗ καὶ τέθνηκεν.
ζ´. Τὰς γυναῖκας εἰς τὰς ἕξεις τῆς ἀρετῆς τε καὶ τῆς γνώσεως· τὰς δὲ παιδίσκας εἰς τὰς τούτων ἐνεργείας ἔλαβεν· ἀφ᾿ ὧν γεννᾷ καθάπερ υἱούς, τοὺς ἐν φύσει καὶ χρόνῳ λόγους.
η´. Ὣσπερ γίνεται φάραγξ ἡ σάρξ, ταῖς τῶν παθῶν βαλλομένη φοραῖς· οὕτω, φησίν, καὶ ἡ ψυχὴ γίνεται φάραγξ τοῖς τῶν πονηρῶν λογισμῶν ῥεύμασι κοιλαινομένη.
θ´. Ἡ τῶν παρὰ φύσιν ἀποβολὴ παθῶν, καὶ ἡ τῶν κατὰ φύσιν ἀρετῶν ἐπιβολή, τὴν φαραγγωθεῖσαν ψυχὴν ἀναπληροῖ, καὶ τὴν ὀρινομένην τῶν πονηρῶν πνευμάτων ταπεινοῖ διάνοιαν.
ι´. Σκολιὰ κέκληκεν τὰ παρὰ φύσιν τῶν αἰσθήσεων κινήματα, ἰθυνόμενα ὅταν ὁ νοῦς αὐτὰ πρὸς τὴν ἰδίαν αἰτίαν· λέγω δὲ τὸν Θεόν, κατὰ φύσιν κινεῖσθαι διδάξειεν.
ια´. Τὰς τραχείας κέκληκεν, τὰς τῶν ἀκουσίων πειρασμῶν συμβάσεις, εἰς ὁδοὺς λείας διὰ τῆς κατὰ τὴν εὐχαριστίαν ὑπομονῆς μεταπιπτούσας.
ιβ´. Τοῦ μὲν θανάτου μήτηρ ἐστὶν ἡ ἡδονή· τῆς ἡδονῆς δὲ θάνατός ἐστιν ὁ πόνος, ὅ τε προαιρετικὸς καὶ ὁ παρὰ προαίρεσιν.
ιγ´. Ὁ τὴν ἀρετὴν ἀγαπῶν, τὴν τῶν ἡδονῶν ἑκούσιον μαραίνει κάμινον· ὁ δὲ τῇ γνώσει τῆς ἀληθείας πεποιωμένος τὸν νοῦν, ἀκουσίοις οὐκ ἐπέχεται πόνοις τῆς κατα τὴν ἔφεσιν πρὸς τὸν Θεὸν φερούσης ἀεικινησίας.
ιδ´. Ὅτι διὰ τῆς παραβάσεως ἡ ψυχὴ κοιλανθεῖσα, τοῖς δαίμοσι καθάπερ ὄρεσιν τὸ ὕψος δέδωκεν· τουτέστι τὸ καθ᾿ ἑαυτῆς κράτος.
ιε´. Ἀρετὴ κατὰ τὴν πρᾶξιν ἐνεργουμένη, φωνὴ γίνεται τῆς βοώσης γνώσεως, ὡς ἐν ἐρήμῳ, τῇ παθῶν ἐστερημένῃ καταστάσει τῆς ψυχῆς. Πρόδρομος γὰρ τῆς ἀληθοῦς σοφίας ἡ ἀρετή, μηνύουσα τὴν μετ᾿ αὐτὴν κατ᾿ οἰκονομίαν φανησομένην ἀλήθειαν, πρὸ αὐτῆς κατ᾿ αἰτίαν ὑπάρχουσαν.
ΕΡΩΤΗΣΙΣ ΜΚ´.
[Επεξεργασία]Περὶ τοῦ Ὀζίου φησὶν ἡ δευτέρα τῶν Παραλειπομένων, ὅτι " Ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου, καὶ εὐώδωσεν ἐν αὐτῷ ὁ Κύριος. Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλήμ, καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας, καὶ ἐπὶ τὴν γωνίαν [Sgxt. πύλην] τῆς φάραγγος, καὶ ἐπὶ τῶν γωνιῶν· καὶ κατίσχυσεν, καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ, καὶ ἐλατόμησεν λάκκους πολλούς, ὅτι κτήνη (433) πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ, καὶ ἐν τῇ πεδεινῇ· καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ, καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν." Τίνες οἱ πύργοι, καὶ τὶς ἡ πύλη τῆς γωνίας, καὶ τὶς ἡ φάραγξ, καὶ ἡ γωνία αὐτῆς· καὶ τίνες πάλιν αἱ γωνίαι, τίνες τε οἱ ἐν τῇ ἐρήμῳ πύργοι· καὶ τίνες οἱ λελατομμένοι λάκκοι, τίνα τε τὰ κτήνη; καὶ τὶς ἡ Σεφιλὰ καὶ ἡ πεδεινή, τίνες τε οἱ ἀμπελουργοί, καὶ τὶς ἡ ὀρεινὴ καὶ ὁ Κάρμηλος; καὶ τί, " Ὅτι γεωργὸς ἦν;"
Ἀπόκρισις.
[Επεξεργασία]Ἐλθέ, Λόγε Θεοῦ πανύμνητε· δὸς τῶν οἰκείων λόγων τὴν σύμμετρον ἡμῖν ἀποκάλυψιν· καὶ περιελὼν τὴν τῶν ἐπικαλυμμάτων παχύτητα, δεῖξον ἡμῖν τὸ κάλλος, Χριστέ, τῶν νοουμένων. Λαβοῦ τῆς χειρὸς ἡμῶν τῆς δεξιᾶς· τῆς ἐν ἡμῖν λέγω νοερᾶς δυνάμεως, καὶ ὁδήγησον ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου, καὶ εἰς τόπον ἄγαγε τῆς θαυμαστῆς σου σκηνῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος, ὅπως καὶ ἡμεῖς διὰ τῆς κατὰ τὴν πρᾶξιν ἐξομολογήσεως, καὶ τῆς κατὰ τὴν θεωρίαν ἀγαλλιάσεως, πρὸς τὸν σὸν τῆς εὐωχίας ἄφραστον τόπον ἐλθεῖν ἀξιωθέντες, συνευωχήσωμεν τοῖς ἐκεῖσε πνευματικῶς ἑορτάζουσι, τὴν τῶν ἀλαλήτων γνῶσιν ἀσιγήτοις νοῦ φωναῖς ἀναμέλποντες.
Καί μοι σύγνωθι, Χριστέ, καὶ ἵλαθι, διὰ τὴν τῶν ἀξίων σου δούλων ἐπιταγήν, κατατολμῶντι τῶν ὑπὲρ δύναμιν· καὶ φώτισον πρὸς τὴν τῶν προκειμένων θεωρίαν, τὴν ἀφώτιστόν μου διάνοιαν, ἵνα πλέον δοξασθῇς, τυφλοῖς τὸ βλέπειν διδούς, καὶ μογιλάλοις τρανὴν τὴν γλῶσσαν ποιούμενος.
Οἶμαι τοίνυν, ὅτι ὥσπερ ἕως τινὸς Χριστοῦ τοῦ Θεοῦ τύπος ὑπῆρχεν ὁ Σολομών, οὕτω καὶ ὁ Ὀζίας ἕως τινὸς τύπος ἦν τοῦ Σωτῆρος· ἰσχὺν γὰρ Θεοῦ πρὸς τὴν Ἑλλάδα φωνὴν μεταφερόμενον σημαίνει Ὀζίου τὸν ὄνομα· ἰσχὺς δὲ φυσικὴ καὶ δύναμις ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρός, ὁ Κύριος ἡμῶν Ἰησοῦ Χριστός· ὁ εἰς κεφαλὴν γωνίας γενόμενος λίθος· λέγω δὲ τῆς Ἐκκλησίας. Ἡ γωνία δύο τειχῶν ποιεῖται δι᾿ ἑαυτῆς πρὸς ἀλλήλους συνάφειαν· οὕτως ἡ τοῦ Θεοῦ Ἐκκλησία τῶν δύο λαῶν, τοῦ τε ἐξ ἐθνῶν, καὶ τοῦ ἐξ Ἰουδαίων ἕνωσις γίνεται, τὸν Χριστὸν ἔχουσα σύνδεσμον, τὸν οἰκοδομοῦντα τοὺς πύργους ἐν τῇ Ἰερουσαλὴμ (τὴν ὅρασιν λέγω τῆς εἰρήνης), τοὺς θείους καὶ ἀκαθαιρέτους πρώτους τῶν περὶ θεότητος δογμάτων λόγους, ἤγουν ὀχυρώματα· καὶ ἐπὶ τὴν πύλη τῆς γωνίας, τοὺς τῶν περὶ σαρκώσεως δογμάτων λόγου· πύλη γὰρ καὶ θύρα τῆς Ἐκκλησίας, αὐτός ἐστι πάλιν, ὁ λέγων· Ἐγὼ εἰμὶ ἡ θύρα· ἡ τοὺς πύργους ἔχουσα, τουτέστι, τὰ ὀχυρώματα τῶν περὶ σαρκώσεως θείων δογμάτων, πύλη· δι᾿ ὧν φρουρουμένους, εἰς τὴν γωνίαν, τὴν Ἐκκλησίας ἐγώ, ποιεῖσθαι δεῖ τοὺς καλῶς πιστεύειν βουλομένους τὴν εἴσοδον. Ὁ γὰρ τοῖς πύργοις τῶν θείων δογμάτων ὡς ἀληθείας ὀχυρώμασι καθωπλισμένος, τοὺς ἐπηρεαστὰς οὐ φοβεῖται λόγους καὶ δαίμονας.
(436) Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ. Γωνία δὲ ταύτης ἐστὶν ἡ πρὸς τὴν ψυχὴν κατὰ τὴν ἐν πνεύματι συνάφειαν ἕνωσις· ἐφ᾿ ἧς οἱ πύργοι, ἤγουν τὰ ὀχυρώματα τῶν ἐντολῶν οἰκοδομοῦνται· καὶ τὰ ἐπ᾿ αὐταῖς κατὰ τὴν διάκρισιν δόγματα, πρὸς τὸ φυλαχθῆναι τῆς σαρκὸς πρὸς τὴν ψυχὴν ἀδιάλυτον γωνίας ἕνωσιν.
Καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους. Γωνίας τυχὸν εἶπεν ὁ λόγος, τὰς διὰ Χριστοῦ γεγενημένας διαφόρους τῶν διῃρημένων κτισμάτων ἑνώσεις· Ἥνωσε γὰρ τὸν ἄνθρωπον, τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορὰν τῷ πνεύματι μυστικῶς ἀφελόμενος, καὶ τῶν ἐν τοῖς πάθεσιν ἰδιωμάτων καταστήσας ἐπ᾿ ἀμφοῖς ἐλεύθερον τὸν λόγον τῆς φύσεως. Ἥνωσεν δὲ καὶ τὴν γῆν τὴν κατὰ τὸν αἰσθητὸν παράδεισον καὶ τὴν οἰκουμένην διώσας ἐξαλλαγήν. Ἥνωσεν καὶ τὴν γῆν καὶ τὸν οὐρανόν, μίαν ἀποδείξας πρὸς ἑαυτὴν νεύουσαν τὴν φύσιν τῶν αἰσθητῶν. Ἥνωσεν δὲ καὶ τὰ αἰσθητὰ καὶ νοητά, καὶ μίαν ἀπέδειξεν οὖσαν τὴν τῶν γεγονότων φύσιν, κατὰ τινα λόγον μυστικὸν συναπτομένην. Ἥνωσεν δὲ κατὰ τὸν ὑπὲρ φύσιν λόγον καὶ τρόπον, καὶ τὴν κτιστὴν φύσιν τῇ ἀκτίστῳ· καὶ ἐφ᾿ ἑκάστης ἑνώσεως, ἤγουν γωνίας, τοὺς συνεκτικούς τε καὶ συνδετικοὺς τῶν θείων δογμάτων ὀχυρώσας, ᾠκοδόμησεν πύργους.
Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ. Ἔρημός ἐστιν ἡ τῶν φαινομένων φύσις, ἤγουν ὁ κόσμος οὗτος· ἐν ᾧ πύργους οἰκοδομεῖν πέφυκεν Λόγος, τὰς εὐσεβεῖς περὶ τῶν ὄντων δόξας τοῖς αἰτοῦσι δωρούμενος· τουτέστι τοὺς τῶν περὶ τῆς φυσικῆς θεωρίας δογμάτων ὀρθοὺς ἐν πνεύματι λόγους.
Καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχε αὐτῷ ἐν Σεφιλᾷ, καὶ ἐν τῇ πεδεινῇ· καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ, καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους ἐλατόμησεν ἐν τῇ ἐρήμῳ· λέγω δὲ τῷ κόσμῳ, καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων, καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος, καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν, ἵνα ποτίζωσιν τὰ κτήνη τοῦ Χριστοῦ, τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας.
Τά τε ἐν Σεφιλᾷ κτήνη. Σεφιλὰ ἑρμηνεύεται λεκάνη στενή· δηλοῖ δέ, τοὺς διὰ τῶν ἀκουσίων καθαιρομένους πειρασμῶν, καὶ λευκαινομένους τῶν κατὰ ψυχὴν καὶ σῶμα μολυσμῶν· δεομένους ποτισθῆναι καθάπερ ὕδωρ τὸν περὶ καρτερίας καὶ ὑπομονῆς λόγον.
Καὶ ἐν τῇ πεδεινῇ. Τοὺς τῷ πλάτει δῆλον ὅτι (437) τῶν δεξιῶν πραγμάτων κατὰ ῥοῦν αὐτοῖς φερομένων εὐθηνουμένους· ἢ τοὺς ἐν ἀρεταῖς εὐδρομοῦντας, καὶ τῇ ὁδῷ, τῷ νόμῳ, τῶν ἐντολῶν ἀπαθῶς πλατυνουμένους· δεομένους καὶ αὐτοὺς ποτισθῆναι τὸν περὶ ταπεινοφροσύνης, μεταδόσεώς τε καὶ συμπαθείας τῶν ἀσθενεστέρων, καὶ τῆς τῶν δοθέντων αὐτοῖς εὐχαριστίας λόγον.
Καὶ ἀμπελουργοὶ μὲν εἰσιν ἐν τῇ ὀρεινῇ, οἱ τὸν θεῖον καὶ ἐκστατικὸν τῆς γνώσεως, καὶ τῆς καρδίας εὐφραντικὸν ἐν τῷ ὕψει τῆς θεωρίας φιλοπονοῦντες λόγον. Οἱ δὲ ἐν τῷ Καρμήλῳ ἀμπελουργοὶ τυγχάνουσιν, οἱ κατὰ θεωρίαν ὑψηλῶς τὸν περὶ τῆς τελείας καθάρσεως, καὶ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως ἀσκούμενοι λόγον· ἐπίγνωσις γὰρ περιτομῆς ὁ Κάρμηλος ἑρμηνεύεται ἐφ᾿ ὃν ὁ γεωργῶν ἄμπελον, τὸν τῆς περιτομῆς μυστικὸν λόγον γεωργεῖ, κατ᾿ ἐπίγνωσιν τὸν νοῦν περιτέμνων τῆς ὕλης, καὶ τῶν ὑλικῶν· ἀλλ᾿ οὐκ Ἰουδαϊκῶς τὴν αἰσχύνην δόξαν ἡγούμενος. Χρῄζειν δὲ καὶ τούτους φησὶν ὁ λόγος, τοῦ ἐκ τῶν λατομηθέντων ἐν τῇ ἐρήμῳ λάκκων, θείου τῆς σοφίας νάματος· ἵνα κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ἕκαστος τὸν ἐπιτήδειον δέχηται λόγον ἐκ τῶν πεπιστευμένων, τὴν χάριν τῆς τοῦ σωτηρίου λόγου διδασκαλίας· δι᾿ οὗ μεγαλοφυῶς τῆς τοῦ καθ᾿ ἕκαστον ἐπιμελεῖται ψυχῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ καλὸς καὶ ἐπιστήμων γεωργὸς καὶ ὤν, καὶ ἀεὶ γινόμενος, καὶ πάντα τὰ προειρημένα τῆς ἡμῶν ἕνεκεν σωτηρίας διαπραξάμενος.
Οὕτως μὲν οὖν ἐπιτόμως ἡμῖν καθ᾿ ἕνα τρόπον τεθεωρήσθω τὰ προτεθέντα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑφηγούμενα· καθ᾿ ἕτερον δὲ τρόπον, καὶ εἰς τὸν καθ᾿ ἕκαστον νοῦν θεωρούμενα, πλείστην ἔχει δύναμιν πρὸς ἀπαρτισμὸν τελειότητος, τῶν τῷ φόβῳ καὶ τῇ ἀγάπῃ τοῦ Κυρίου πεφρουρισμένων. Πρὶν δὲ τῆς αὐτῶν ἅψασθαι θεωρίας, ἀπορῶ θαυμάζων, πῶς ἠδύνατο τῆς Ἰουδαίας ὑπάρχων βασιλεὺς ὁ Ὀζίας κατὰ τὴν ἱστοράν, ἔχειν ἀμπελουργοὺς ἐν τῷ καρμήλῳ, μὴ ὄντι ὑπὸ τὴν βασιλείαν Ἰούδα· ἀλλὰ τῇ τοῦ Ἰσραὴλ ὑποκειμένῳ βασιλείᾳ· ἐφ᾿ οὗ καὶ ἡ πόλις αὐτὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας σχεδὸν ᾠκοδόμητο. Ἀλλ᾿, ὡς ἔοικε, τὸ νωθρὸν ἡμῶν τῆς διανοίας πρὸς ἔρευναν τῆς ἀληθείας (410) διεγείρων ὁ λόγος, τὸ μηδαμῶς ὑπάρχον τῷ τῆς ἱστορίας ὕφει παρέμιξεν.
Ὀζίας τοίνυν ἐστὶν ὁ περὶ πρᾶξιν καὶ θεωρίαν τὴν θείαν ἰσχὺν κεκτημένος νοῦς· ἰσχὺς γὰρ Θεοῦ, καθὼς ἔφην, ἑρμηνεύεται. Καὶ ἦν, φησίν, Ὀζίας ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου. Ζαχαρίας ἑρμηνεύεται μνήμη Θεοῦ. Οὐκοῦν ὁ νοῦς ἐφ᾿ ὅσον ἔχει ζῶσαν ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ μνήμην, διὰ τῆς θεωρίας ἐκζητεῖ τὸν Κύριον· καὶ οὐχ ἁπλῶς, ἀλλ᾿ ἐν φόβῳ Κυρίου· τουτέστιν, ἐν τῇ πράξει τῶν ἐντολῶν. Ὁ γὰρ ἐκζητῶν διὰ θεωρίας τὸν Κύριον χωρὶς πράξεως, οὐχ εὑρίσκει τὸν Κύριον, ὅτι οὐκ ἐν φόβῳ Κυρίου τὸν Κύριον ἐζήτησε.
Καὶ εὐώδωσεν αὐτῷ ὁ Κύριος. Παντὶ γὰρ τῷ μετὰ γνώσεως πράττοντι, εὐοδοῖ ὁ Κύριος· τούς τε τῶν ἐντολῶν διδάσκων τρόπους, καὶ τοὺς τῶν ὄντων ἀληθεῖς λόγους ἀποκαλύπτων.
Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλήμ. Ὁ καλῶς εὐοδούμενος ἐπὶ τὴν διὰ θεωρίας ἐκζήτησιν τοῦ Κυρίου, μετὰ τοῦ ἐπιβεβλημένου φόβου, τουτέστι τῆς τῶν ἐντολῶν πράξεως, οἰκοδομεῖ πύργους ἐν Ἱερουσαλήμ· κατὰ τὴν ἁπλῆν δηλαδὴ καὶ ἠρεμαίαν τῆς ψυχῆς κατάστασιν, τοὺς περὶ Θεότητος ἀνυψῶν λόγους.
Καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας. Πύλη τῆς γωνίας (ἤγουν τῆς ἐκκλησιαστικῆς πίστεως), ἡ εὐσεβὴς πολιτεία, δι᾿ ἧς εἰς τὴν τῶν ἀγαθῶν εἰσαγόμεθα κληρονομίαν· ἐφ᾿ ἧς καθάπερ πύργους, ἰσχυρούς τε καὶ γενναίους, ὁ γνωστικὸς νοῦς τὰ ὀχυρώματα τῶν περὶ σαρκώσεως δογμάτων οἰκοδομεῖ, ὡς ἐκ λίθων τινῶν τῶν διαφόρων νοημάτων συγκείμενα· καὶ τοὺς τρόπους τῶν ἀρετῶν, εἰς τὴν φυλακὴν τοῦ ἔργου τῶν ἐντολῶν.
Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ· γωνία δὲ ταύτης, ἡ πρὸς τὴν ψυχὴν διὰ τοῦ νόμου τῶν ἐντολῶν ἐστιν ἕνωσις· ἐφ᾿ ἧς καθάπερ πύργον οἰκοδομεῖ, τὴν κατὰ τὸν νόμον τοῦ πνεύματος ὑποτάσσουσαν τῇ ψυχῇ τὴν σάρκα, διάγνωσιν.
Καὶ ἐπὶ τῶν γωνιῶν. Πολλὰς φησιν εἶναι τὰς γωνίας, ἐφ᾿ ὧν ᾠκοδομηκέναι λέγεται τοὺς πύργους, ὁ κατὰ Θεὸν ἰσχυρότατος νοῦς. Γωνία ἐστίν, οὐ μόνον ἐπὶ τῆς αὐτῆς φύσεως ἡ τῶν μερικῶν πρὸς τὰ καθ᾿ ὅλου κατὰ τὸν αὐτὸν τοῦ εἶναι λόγον ἕνωσις· ὡς φέρε εἰπεῖν, πρὸς τὰ εἴδη τὰ ὑπ᾿ αὐτὰ ἄτομα, καὶ πρὸς τὰ γένη τὰ εἴδη· καὶ πρὸς τὴν οὐσίαν τὰ γένη, μοναδικῶς κατὰ τὸ πέρας τῶν ἄκρων ἀλλήλοις συναπτομένων· ἐφ᾿ ὧν οἱ καθ᾿ ὅλου τῶν μερικῶν προφανέντες λόγοι, ποιοῦνται καθάπερ γωνίας, τὰς πολλὰς καὶ διαφόρους τῶν διῃρημένων ἑνώσεις· ἀλλὰ καὶ νοῦ πρὸς αἴσθησιν, καὶ οὐρανοῦ πρὸς γῆν· καὶ αἰσθητῶν πρὸς νοητά, καὶ φύσεως πρὸς λόγον· ἐφ᾿ ὧν ἁπάντων κατὰ τὴν οἰκείαν ἐπιστήμην τὰς ἀληθεῖς ἐφ᾿ ἑκάστῳ δόξας πηξάμενος ὁ θεωρητικὸς νοῦς, ἐπὶ τῶν γωνιῶν σοφῶς οἰκοδομεῖ τοὺς νοητοὺς πύργους· τουτέστιν, ἐπὶ τῶν ἑνώσεων τὰ συνδετικὰ τῶν ἑνώσεων δόγματα.
(411) Καὶ κατίσχυσε, καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ· καὶ ἐλατόμησε λάκκους πολλούς· ὁ τῶν παθῶν ἐξηλῶσαι δυνηθεὶς τὰς αἰσθήσεις, καὶ τῆς τῶν αἰσθήσεων σχέσεως τὴν ψυχὴν ἀποδιαστείλας, κατίσχυσεν ἀποτειχίσαι τὴν γενομένην τοῦ διαβόλου πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθήσεων εἴσοδον· καὶ διὰ τοῦτο κατὰ τὴν ἔρημον, φημὶ δὴ τὴν φυσικὴν θεωρίαν, οἷον πύργους ἀσφαλεῖς τὰς εὐσεβεῖς περὶ τῶν ὄντων ᾠκοδόμησε δόξας· ἐν αἷς ὁ καταφεύγων, οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην, λέγω δὲ τὴν φύσιν τῶν ὀρωμένων, λῃστεύοντας δαίμονας, καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως, καὶ πρὸς ἀγνοίας κατασύροντας ζόφον.
Καὶ ἐλατόμησε λάκκους πολλούς· τὰς διαφόρους δηλαδὴ τῶν κρειττόνων ἕξεις, τὰς δεκτικὰς τῶν θεόθεν χορηγουμένων κατὰ τὴν γνῶσιν μαθημάτων. Ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ, καὶ ἐν τῇ πεδεινῇ· καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ, καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Ὁ διὰ τῶν ὅπλων τῶν δεξιῶν καὶ ἀριστερῶν νομίμως ὑπὲρ ἀληθείας ἀθλῶν, ἐκ τῶν περὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν διαφόρων ἕξεων, ὡς ἐκ λατομητῶν λάκκων, τὰ ἐν Σεφιλᾷ κτήνη, τουτέστι, τὰ διὰ τῆς τῶν ἀκουσίων πειρασμῶν γυμναζόμενα πείρας, περὶ τὸ σῶμα τῆς ψυχῆς κινήματα, πρὸς ὑπομονὴν ὑπαλείφει, ποτίζων τοὺς περὶ καρτερίας λόγους· τὰ δὲ ἐν τῇ πεδινῇ, τουτέστι, τὰ διὰ τῶν δεξιῶν εὐθηνούμενα, τῷ πλάτει τῶν ἀρετῶν τῆς ψυχῆς κινήματα, τοὺς περὶ ταπεινοφροσύνης καὶ μετριοπαθείας ποτίζει λόγους, πρὸς τό, μήτε τοῖς ἀριστεροῖς καταπεσεῖν, μήτε τοῖς δεξιοῖς ἐπαρθῆναι.
Καὶ ἀμπελουργοὺς ἐν τῇ ὀρεινῇ, καὶ ἐν τῷ Καρμήλῳ. Ἀμπελουργοὶ εἰσιν ἐν τῇ ὀρεινῇ, οἱ κατὰ τὸ ὕψος μένοντες τῆς θεωρίας, καὶ τὴν ἐκστατικὴν καὶ ἀπόῤῤητον φιλοκαλοῦντες γνῶσιν εὐσεβεῖς λογισμοί. Καὶ ἐν τῷ Καρμήλῳ, οἱ τὸν περὶ τελείας ἀπαθείας τε καὶ καθάρσεως διὰ τῆς τῶν ἁπάντων ὡς ἀκροβυστίας τινὸς τῷ γονίμῳ τῆς ψυχῆς πειρικειμένης ἀφαιρέσεως γεωργοῦντες λόγον, λογισμοί, καὶ οἷον γνωστικῶς περιτέμνοντες παντελῶς τοῦ νοῦ τὴν σχέσιν τῶν ὑλικῶν. Ἐπίγνωσις γὰρ περιτομῆς ὁ Κάρμηλός ἐστι.
Γεωργὸν δὲ φησιν εἶναι τὸν Ὀζίαν, ὅτι πᾶς νοῦς ἰσχὺν Θεοῦ πρὸς θεωρίαν ἔχων, καὶ ἀληθής ἐστι γεωργός, καθαρὰ ζιζανίων διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας, τὰ θεῖα τῶν ἀγαθῶν διαφυλάττων σπέρματα· μέχρις οὗ συντηροῦσαν αὐτὸν ἔχῃ τοῦ Θεοῦ τὴν μνήμην. Φησὶ γάρ· Καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου ἐν φόβῳ Κυρίου. Ζαχαρίαν δὲ μνήμην Θεοῦ, πρὸς τὴν Ἑλλάδα φωνὴν μεταφερόμενον οἶδεν ὁ λόγος. Διὸ πάντοθεν δεηθῶμεν τοῦ Κυρίου, τὴν σωτήριον αὐτοῦ ἡμῖν φυλαχθῆναι μνήμην, ἵνα μὴ διαφθείρῃ τὴν ψυχὴν τὸ κατορθούμενον, πρὸς ὕψος ἀρθεῖσαν, καὶ τῶν ὑπὲρ φύσιν ὡς Ὀζίας κατατολμήσασαν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Σκηνὴν λέγει θαυμαστὴν τὴν ἐξ ἡμῶν ἁγίαν τοῦ (444) Θεοῦ σάρκα, ὡς δίχα σπορᾶς ἐν αὐτῷ τὸ εἶναι λαβοῦσαν· οἶκον δέ, τὴν νοερὰν ψυχήν. Σάρκα γὰρ νοερῶς ἐμψυχωμένην ἀῤῤήτως ἥνωσεν ἑαυτῷ γενόμενος ἄνθρωπος ὁ Λόγος τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Τόπος δέ, αὐτός ἐστιν ὁ Λόγος ὁ καθ᾿ ὑπόστασιν ἀτρέπτως ἐν ἑαυτῷ τὴν φύσιν πηξάμενος. Πρὸς ταύτην οὖν τὴν σκηνὴν σάρκα διερχόμεθα, τὴν ἡμετέραν διὰ τῶν ἀρετῶν ἁγιάζοντες σάρκα, δι᾿ ὧν σύμμορφος πέφυκεν γίνεσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν χάριν τοῦ Πνεύματος· καὶ ἔσω τοῦ οἴκου τοῦ Θεοῦ, τῆς ἀμιγοῦς θεωρίας, κατὰ τὴν ἁπλῆν καὶ ἀδιαίρετον γνῶσιν, πρὸς αύτὴν ἀφικνούμενοι τὴν νοερὰν τοῦ Κυρίου ψυχήν· ἵνα καὶ ἡμεῖς νοῦν Χριστοῦ κατὰ τὸν Ἀπόστολον τῇ μεθέξει τοῦ Πνεύματος ἔχωμεν, γινόμενοι κατὰ χάριν δι᾿ αὐτὸν ὅσαπερ αὐτὸς φύσει κατ᾿ οἰκονομίαν γέγονεν δι᾿ ἡμᾶς.
β´. Τὸν ἀκρογωνιαῖον λίθον σύνδεσμον κέκληκεν τῆς γωνίας, ἤγουν Ἐκκλησίας.
γ´. Πύλην γωνίας τὴν σάρκωσιν λέγει, πύλην οὖσαν τῆς Ἐκκλησίας· πύργους δέ, τὰ ὀρθὰ περὶ τῆς σαρκώσεως δόγματα.
δ´. Φάραγγος γωνίαν εἶπεν, τὴν πρὸς τὴν ψυχὴν κατὰ φύσιν ἕνωσιν τῆς σαρκός· τὴν τε κατὰ πνεῦμα πρὸς αὐτὴν ψυχῆς ὡς ἀρετῆς ὑπουργὸν συνάφειαν.
ε´. Γωνίας ἁπλῶς λέγει, τὰς τῶν ὄντων διαφόρους ἑνώσεις· ἤγουν τὰς τῶν διαφόρων γενικωτέρων φύσεων πρὸς ἀλλήλας εἰς μίαν σύννευσιν ἑνώσεις.
στ´. Ὅτι πᾶσα ἕνωσις τῶν εἰρημένων κτισμάτων, λόγον ἔχει σοφίας, καθ᾿ ὃν γίνεται· οὕστινας πύργους γωνιῶν εἶπεν ὁ λόγος. Ὀχύρωμα γὰρ καὶ πύργωσίς ἐστιν ἑκάστου τῶν ὄντων, ὅ τε κατ᾿ οὐσίαν τῆς ἐπ᾿ αὐτῷ γνώσεως, καὶ ὁ πρὸς ἄλληλα πάντων συνδετικὸς εἰς μίαν σύννευσιν λόγος.
ζ´. Λάκκους ἐκάλεσεν, τὰς δεκτικὰς τῶν οὐρανίων χαρισμάτων τῆς ἁγίας γνώσεως καρδίας, λατομουμένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν· καὶ ἀποβαλλομένας καθάπερ πωρώματα τήν τε πρὸς τὰ πάθη φιλίαν, καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῆς φύσεως σχέσιν· καὶ πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τε τῶν παθῶν, καὶ ζωοποιητικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως.
η´. Τὰ κτήνη τῆς Σεφιλά, τουτέστιν ἠθικὴν παιδευομένους διὰ πολλῶν θλίψεων φιλοσοφίαν, δεομένους τὴν ὑπομονὴν διδασκόντων λόγων φησίν.
θ´. Τὰ κτήνη τῆς πεδεινῆς φησιν, τοὺς εὐδρομοῦντας ἐν ἀρεταῖς, καὶ ἀπαθεῖς τοῦ χείρονος διαμένοντας, δεομένους τῶν περὶ εὐχαριστίαν λόγων τε καὶ διδαγμάτων.
ι´. Τὴν ἁπλῶς ὀρεινὴν λέγει, τὴν ὑψηλὸν ἐν πνεύματι θεωρίαν τῆς φύσεως, ἣν γεωργοῦσιν οἱ τῶν αἰσθητῶν ἀπογενόμενοι φαντασιῶν, καὶ πρὸς τοὺς διὰ μέσων τῶν ἀρετῶν διαβάντες λόγους.
ια´. Κάρμηλος μέν ἐστι τὸ ὕψος τῆς κατὰ τὴν (445) περιτομὴν ἐπιγνώσεως. Περιτομὴ δὲ καθέστηκεν, ἤ τε τῆς κατὰ φύσιν πρὸς γένεσιν ἀφαίρεσις διαθέσεως, ἤ τε τῆς τοῦ νοῦ πρὸς τὰ ὄντα κατὰ διάθεσιν σχέσεως ἀπογένεσις. Ταύτης δὲ προδήλως ἄμπελός ἐστι τῆς καταστάσεως, ὁ τὴν σώφρονα διδοὺς ἔκστασιν τῆς Προνοίας λόγος· ὃν γεωργοῦσιν οἱ περὶ μόνην τὴν ἁπλῆν καὶ ἄναρχον μονάδα κινούμενοι ἄνδρες καὶ λογισμοί. Ὁ γὰρ πρὸς μόνην ταύτην κινούμενος, ὥσπερ ἀκροβυστίαν ἀπέτεμεν ἑαυτοῦ, τὴν καλύπτουσαν τὴν αἰτίαν γῆς γενέσεως τῶν ὄντων διάθεσιν.
ιβ´. Ἄλλος τῶν αὐτῶν θεωρίας τρόπος.
ιγ´. Ἀπορίας γενναία, τοῦ μὴ δύνασθαι κατὰ τόνδε τὸν τόπον συμβαίνειν τὴν ἱστορίαν τῶν πραγμάτων.
ιδ´. Φόβον Κυρίου κέκληκε τὴν πρακτικὴν φιλοσοφίαν· ἐκ τῆς ἀρχῆς τὸ τέλος. Ἀρχὴ γὰρ σοφίας, φόβος Κυρίου.
ιε´. Ὁ περὶ θεότητος ὑψηλὸς λόγος, πύργος ἐστὶ κατὰ ψυχήν, ταῖς τῶν ἐντολῶν ἐνεργείαις ὠχυρωμένος.
ιστ´. Τὶς ἡ πύλη τῆς γωνίας;
ιζ´. Οἱ τῶν ἐπὶ μέρους λόγοι φησίν, τοῖς καθ᾿ ὅλου προσχωροῦντες, τὰς τῶν διῃρημένων ἑνώσεις ποιοῦνται. Διότι τῶν μερικωτέρων ἑνοειδῶς οἱ καθολικώτεροι τοὺς λόγους περιλαμβάνουσι· πρὸς οὓς φυσικῶς τὴν ἀναφορὰν ἔχει τὰ κατὰ μέρος.
ιη´. Ὅτι καὶ τούτων ἔστι τις σχετικὸς ἐν πνεύματι λόγος, τὴν πρὸς ἄλληλα διδοὺς αὐτοῖς ἕνωσιν.
ιθ´. Σκόπει πῶς δεῖ, φησί, λαμβάνειν τό, κατίσχυσε.
κ´. Ὁ τὴν εὐσεβῆ περὶ ἑκάστου δόξαν κτησάμενος, οὐ δέδοικε τοὺς διὰ τῶν φαινομένων τοὺς ἀνθρώπους πλανῶντας δαίμονας.
κα´. Ἡ ἄμπελος οἶνον ποιεῖ· ὁ οἶνος, μέθην ἡ μέθη, ἔκστασιν· οὐκοῦν καὶ ὁ ἐνεργὴς λόγος, ὅπερ ἐστὶν ἡ ἄμπελος, γεωργούμενος ταῖς ἀρεταῖς, γεννᾷ τὴν γνῶσιν· ἡ δὲ γνῶσις, τὴν καλὴν ἔκστασιν, τὴν τὸν νοῦν τῆς κατ᾿ αἴσθησιν σχέσεως ἐξιστῶσαν.
ΕΡΩΤΗΣΙΣ ΜΘ´.
[Επεξεργασία]Τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ· "Καὶ εἶδεν Ἐζεκίας ὅτι ἤκει Σενναχειρίμ, καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι, ἐν (Sgt. ἐπὶ) Ἱερουσαλήμ· καὶ ἐβουλεύσατο μετὰ πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως· καὶ συνεπίσχυσαν αὐτῷ. Καὶ συνῆγε λαὸν πολύν, καὶ ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν, καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως;" Τί θέλει ταῦτα σημαίνειν κατὰ θεωρίαν;
Ἀπόκρισις.
[Επεξεργασία]Ὁ μετὰ γνώσεως τὴν πρακτικὴν φιλοσοφίαν νοῦς, καὶ πᾶσαν διάκρισιν θείαν διεζωσμένος κατὰ τῆς ἐναντίας δυνάμεως, Ἐζεκίας ἐστί, κατα τοὔνομα (448) αὐτοῦ κράτος θεῖον ἑρμηνευόμενος· καὶ διὰ τοῦτο βασιλεύων τῆς Ἱερουσαλήμ, ἤγουν τῆς ψυχῆς, ἡ τῆς ὁράσεως τῆς εἰρήνης· τουτέστι, τῆς παθῶν ἀπηλλαγμένης γνωστικῆς θεωρίας. Ὃς ἐπειδὰν κεκινημένην ἴδῃ κατ᾿ αὐτοῦ τὴν ἀντικειμένην δύναμιν, δεόντως βουλεύεται μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν, ἐμφράξαι τὰ ὕδατα τῶν ἔξω τῆς πόλεως πηγῶν. Ἄρχοντες δὲ τυγχάνουσι τοῦ τοιούτου νοός, ὁ τῆς πίστεως λόγος, καὶ ὁ τῆς ἐλπίδος, καὶ ὁ τῆς ἀγάπης, πρεσβυτικῶς δυναστεύοντες πάντων τῶν κατὰ ψυχὴν θείων νοημάτων τε καὶ λογισμῶν· καὶ σοφῶς τῷ νῷ συμβουλεύοντες, κατὰ ταυτὸν ὁμοῦ καὶ συνεπισχύοντες κατὰ τῆς ἐναντίας δυνάμεως, καὶ τοὺς τρόπους τῆς αὐτῆς καθαιρέσεως ὑποδεικνύντες. Χωρὶς γὰρ πίστεως, καὶ ἐλπίδος, καὶ ἀγάπης, οὐδὲν οὔτε τῶν κακῶν καταργεῖται παντελῶς, οὔτε τῶν καλῶν κατορθοῦται τὸ σύνολον.
Ἡ μὲν γὰρ πίστις πείθει τῷ Θεῷ προσχωρεῖν τὸν νοῦν πολεμούμενον, πάσης αὐτῷ γινομένη παρασκευῆς ὅπλων πνευματικῶν πρὸς τὸ θαῤῤεῖν παραμύθιον. Ἡ ἐλπὶς δέ, τῆς θείας αὐτῷ καθίσταται βοηθείας ἐγγυητὴς ἀψευδέστατος, τὴν τῶν ἐναντίων καθαίρεσιν ἐπαγγελλομένη δυνάμεων. Ἡ δὲ ἀγάπη, δυσμετακίνητον· μᾶλλον δὲ πάμπαν ἀκίνητον τῆς θείας στοργῆς αὐτὸν εἶναι παρασκευάζει καὶ πολεμούμενον, προσηλοῦσα τῷ θείῳ πᾶσαν αὐτοῦ τὴν τῆς φύσεως δύναμιν.
Καὶ συνᾴδει γε τούτοις τοῖς ῥήμασιν, ἑρμηνευόμενα τὰ τῶν ἀρχόντων ὀνόματα. Ἄρχοντες δὲ τοῦ Ἐζεκίου κατ᾿ ἐκεῖνον ὑπῆρχον τὸν χρόνον, Ἐλιακὶμ ὁ τοῦ Χελκίου οἰκονόμος, καὶ Σομνὰς ὁ γραμματεύς, καὶ Ἰωάχ, ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος [Sgt. ὁ ἀναμιμνήσκων]· ἑρμηνεύεται δέ, ὁ μὲν Ἐλιακίμ, Θεοῦ ἀνάστασις· ὁ δὲ πατὴρ αὐτοῦ Χελκίας, μερὶς Θεοῦ. Οὐκοῦν θείας μερίδος, ἤγουν γνώσεως ἀληθοῦς, υἱὸς πρῶτός τε καὶ μόνος, ὁ κατὰ τὴν πίστιν τῆς ἐν ἡμῖν θείας ἀναστάσεώς ἐστι λόγος, μετὰ τῆς δεούσης κατὰ τὴν γνῶσιν οἰκονομίας, ἤγουν διακρίσεως, καλῶς διαφέρων τάς τε τῶν ἑκουσίων καὶ ἀκουσίων πειρασμῶν ἐπαναστάσεις.
Σομνὰς δὲ ὁ γραμματεὺς ἑρμηνεύεται, ἐπστροφή· σαφῶς μηνύουσα δι᾿ ἑαυτῆς τὸν πληρέστατον τῆς θείας ἐλπίδος λόγον, οὗ χωρίς, οὐδαμῶς οὐδενὶ καθοτιοῦν πρὸς Θεὸν ἐπιστροφὴ γίνεσθαι πέφυκεν· εἴπερ ἐλπίδος ἴδιον τὸ γραμματεύειν, ἤγουν διδάσκειν τε καὶ ὑπ᾿ ὄψιν ἄγειν ὡς παρόντα τὰ μέλλοντα, καὶ μηδαμῶς ἀπεῖναι πείθειν τῶν πολεμουμένων ὑπὸ τῆς ἀντικειμένης δυνάμεως, τὸν (449) ὑπερασπίζοντα θεόν· ὑπὲρ οὗ, καὶ δι᾿ ὃν τοῖς ἁγίοις ὁ πόλεμος.
Ἰωὰχ δὲ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος, ἑρμηνεύεται ἀδελφότης Θεοῦ· καὶ Ἀσὰφ ὁ πατὴρ αὐτοῦ συναγωγή. Οὐκοῦν τῆς κατὰ τὸ αὐτὸ περὶ τὰ θεῖα συναγωγῆς τε καὶ ἑνώσεως τῶν ψυχικῶν δυνάμεων, τουτέστι, τῆς λογικῆς καὶ θυμικῆς καὶ ἐπιθυμητικῆς, ἡ ἀγάπη καθέστηκε γέννημα· καθ᾿ ἣν ἐγγράγοντες τῇ μνήμῃ τὸ τῆς θείας ὡραιότητος κάλλος, οἱ τὸ ἰσότιμον ἤδη πρὸς Θεὸν διὰ τῆς χάριτος κομισάμενοι· τῆς γὰρ ἰσοτιμίας τὴν χάριν σημαίνεται προδήλως ἡ ἀδελφότης, ἀνεπίληστον ἔχουσι, τῆς τῷ ἡγεμονικῷ τῆς ψυχῆς ὑπομνηματογραφούσης τε καὶ ἐντυπούσης τὸ ἀκήρατον κάλλος, τῆς θείας ἀγάπης τὴν ἔφεσιν.
Ἐπειδὴ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ ποσῶς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας κατεστοχάσατο τῆς ἀληθείας ὁ λόγος· πᾶς νοῦς κατὰ τὸν Ἐζεκίαν θείῳ κράτει διεζωσμένος, καθάπερ πρεσβυτέρους τινὰς καὶ ἄρχοντας κέκτηται· τήν τε λογικὴν δύναμιν, ἐξ ἧς ἡ γνωστικὴ γεννᾶσθαι πέφυκε πίστις· καθ᾿ ἣν ἀεὶ παρόντα τὸν Θεὸν ἀῤῥήτως διδάσκεται· καὶ ὡς παροῦσι συγγίνεται διὰ τῆς ἐλπίδος τοῖς μέλλουσι· καὶ τὴν ἐπιθυμητικὴν δύναμιν, καθ᾿ ἣν ἡ θεία συνέστηκεν ἀγάπη· δι᾿ ἧς ἑκουσίως ἑαυτὸν προσηλώσας τῷ πόθῳ τῆς ἀκηράτου θεότητος, ἄλυτον ἔχει τοῦ ποθουμένου τὴν ἔφεσιν. Ἔτι μὴν καὶ τὴν θυμικὴν δύναμιν, καθ᾿ ἣν ἀπρὶξ τῆς θείας εἰρήνης ἀντέχεται, ἐπιστύφων πρὸς τὸν θεῖον ἔρωτα τῆς ἐπιθυμίας τὴν κίνησιν. Ταύτας δὲ ἔχει τὰς δυνάμεις πᾶς νοῦς συνεργούσας αὐτῷ, πρός τε τὴν τῆς κακίας καθαίρεσιν καὶ τὴν τῆς ἀρετῆς σύστασίν τε καὶ συντήρησιν· ὡς μὲν πρεσβυτέρους, ὅτι πρῶται τῆς ψυχῆς καὶ συμπληρωτικαὶ τῆς αὐτῆς οὐσίας δυνάμεις ὑπάρχουσιν· ὡς ἄρχοντας δέ, ὅτι καὶ τῶν ἐξ αὐτῶν κινημάτων ἔχουσι τὴν ἀρχήν, καὶ τῶν ὑφ᾿ αὐτὰς ἐνεργημάτων βουλήσει τοῦ κινοῦντος νοὸς τὴν ἐξουσίαν. Αὗται, καὶ συμβουλεύουσιν αὐτῷ, καὶ συνεπισχύουσιν, ἵνα ἐμφράξῃ καὶ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἐξω τῆς πόλεως· μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ὑπάρχουσιν. Ἀεὶ γὰρ τὸ διὰ τῆς ἱστορίας παρελθόν, ὡς παρὸν μυστικῶς διὰ τῆς θεωρίας ἐνέστηκε.
Ταύτας ἔχων ὑγιεῖς κα ἀνεξαπατήτους, συνάγει τὸν πολὺν λαόν, τὰ ἐξ αὐτῶν εὐδεβῆ δῆλον ὅτι κατὰ φύσιν κινήματά τε καὶ διανοήματα. Ὕδατα δὲ τὰ ἐξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ ποιοῦντα τὸν ποταμὸν τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως, εἰσὶ τὰ κατὰ τὴν φυσικὴν θεωρίαν δι᾿ ἑκάστης αἰσθήσεως ἐκ τοῦ κατ᾿ αυτὴν αἰσθητοῦ παραπεμπόμενὰ τε καὶ εἰσρέοντα τῇ ψυχῇ νοήματα· ἐξ ὧν ὁ διερχόμενος ὡς πόλιν τὴν ψυχήν, τῆς τῶν αἰσθητῶν ἐσπιστήμης ποταμοῦ δίκην· ἀποτελεῖται λόγος· ὃν ἕως ἔχῃ διερχόμενον αὐτὴν ἡ ψυχή, οὐκ ἀποβάλλεται τὰς τῶν αἰσθητῶν εἰκόνας τε καὶ φαντασίας· δι᾿ ὧν ἐφισταμένη πολεμεῖν αὐτὴν πέφυκεν ἡ πονηρὰ καὶ ὀλέθριος δύναμις.
(452) Διὸ φησιν Ἐζεκίας· Μὴ ἔλθῃ βασιλεὺς Ἀσσούρ, καὶ εὕρῃ ὕδωρ πολύ, καὶ κατισχύσῃ· ὡσανεὶ ἔλεγε ὁ διαγνωστικὸς νοῦς ταῖς ἑαυτοῦ δυνάμεσιν ἐν τῷ καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως. Παυσώμεθα τῆς φυσικῆς θεωρίας, καὶ μόνῃ προσχωρήσωμεν τῇ προσευχῆ, καὶ τῇ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν κακοπαθείᾳ τοῦ σώματος· ὧν, τῆς μὲν προσευχῆς, ἡ εἰς τὸν ναὸν τοῦ Θεοῦ ἄνοδος τοῦ βασιλέως ἔφερε τύπον· τῆς δὲ σωματικῆς κακοπαθείας, ἡ τοῦ σάκκου περιβολή· μήπως τοῖς τῶν αἰσθητῶν νοήμασι, συνεισκαλεῖ κακούργως λαθὼν ὁ πονηρός, τὰ τῶν αἰσθητῶν εἴδη καὶ σχήματα· δι᾿ ὧν πέφυκε τὰ πάθη δημιουργεῖσθαι περὶ τὰς ἐπιφανείας τῶν ὁρατῶν, στάσιν λαμβανούσης διὰ τῆς μέσης αἰσθήσεως τῆς πρὸς τὰ νοητὰ διαβάσεως, τῆς ἐν ἡμῖν λογικῆς ἐνεργείας, καὶ κατισχύσῃ πορθῆσαι τὴν πόλιν, τουτέστιν, τὴν ψυχήν· καὶ εἰς Βαβυλῶνα, λέγω δὲ τὴν παθῶν σύγχυσιν, κατασύρῃ.
Ὁ τοίνυν ἐν καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως γενναίως μύσας τὰς αἰσθήσεις, καὶ τὴν τῶν αἰσθητῶν φαντασίαν τε καὶ μνήμην παντελῶς ἀπωσάμενος, καὶ συστείλας πάντη τὰς τοῦ νοῦ περὶ τὴν τῶν ἐκτὸς ἔρευναν φυσικὰς κινήσεις, κατὰ τὸν Ἐζεκίαν ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν ἅ ἐστιν ἔξω τῆς πόλεως· καὶ τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως ποταμὸν διέκοψε, συνεπισχυσασῶν αὐτῷ τῶν εἰρημένων δυνάμεων· καὶ τοῦ συναχθέντος λαοῦ πολλοῦ, φημὶ δὴ τῶν καθ᾿ ἑκάστην δύναμιν εὐσεβῶν λογισμῶν, καὶ κατῄσχυνε νικήσας διὰ τῆς θείας χειρός, τὴν ἐπαναστᾶσαν αὐτῷ πονηρὰν καὶ τυραννικὴν δυναστείαν· διὰ τοῦ θείου προστάγματος, ὡς δι᾿ ἀγγέλου τινός, τοῦ διαφθείρειν τὰ πάθη πεφυκότος λόγου, ἀποκτείνας τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας· τουτέστι, τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾿ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων.
Χρὴ τοιγαροῦν μήτε φυσικὴν μετιέναι θεωρίαν, τὸν γνωστικῶς τὰς ἀοράτους συμπλοκὰς ὑπαναλίσκειν ἐσπιστάμενον νοῦν· μηδ᾿ ἄλλο τι ποιεῖν ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων προσβολῆς, ἢ μόνον προεύχεσθαι, καὶ τὸ σῶμα πόνοις καταδαμάζειν, καὶ τὴν τοῦ χοϊκοῦ φρονήματος διὰ πάσης σπουδῆς ποιεῖσθαι καθαίρεσιν, καὶ φυλάττειν τὰ τείχη τῆς πόλεως (λέγω δὲ τὰς φρουρητικὰς τῆς ψυχῆς ἀρετάς, ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν λέγω καὶ ὑπομονὴν) διὰ τῶν ἐμφύτων ἀγαθῶν λογισμῶν· μηδενὸς τὸ σύνολον λογισμοῦ ἀντιῤῥητικῶς τινι τῶν ἐκτὸς νοητῶν πολεμίων ἀποκρινομένου· μήπως διὰ τῶν δεξιῶν ἀπατήσας, ἀποστήσῃ Θεοῦ, κλέψας τὴν ἔφεσιν, ὁ τὴν ψυχὴν ποτίζων ἀνατροπὴν θολερὰν [Argent. etc. δολερὰν], καὶ διὰ τῶν νομιζομένων καλῶν, πρὸς τὰ χείρονα τὴν τὰ καλὰ ζητοῦσαν ὑποσύρῃ διάνοιαν, λαλῶν Ἰουδαϊστὶ Ῥαψάκης ὁ ἀρχιστράτηγος Σενναχειρὶμ βασιλέως (453) Ἀσσούρ. Ῥαψάκης δὲ ἑρμηνεύεται, πολὺς ποτισμῷ μετὰ φιλημάτων, ἤ, μεγάλα ἔχων φιλήματα. Ὁ πονηρὸς γὰρ δαίμων, ὁ διὰ τῶν δεξιῶν τὸν νοῦν εἰωθὼς πολεμεῖν, Ἰουδαϊστὶ λαλεῖ, διὰ τῆς νομιζομένης, ἀλλ᾿ οὐκ οὔσης ἀρετῆς, τὴν θολερὰν ἀνατροπὴν τὴν ψυχὴν ποτίζων· δεικνὺς αὐτῇ τὴν ἠπατημένην καὶ ὀλέθριον φιλίαν· ἧς τοῦ πλήττοντος μᾶλλον φίλου καθέστηκε τὰ τραύματα κρείττονα. Φησὶ γάρ· Ἀξιοπιστότερα τραύματα φίλου ὑπὲρ φιλήματα ἐχθροῦ. Σεναχειρὶμ δέ, πειρασμὸς ξηρασίας ἑρμηενύεται, ἤ, ὀδόντες ἠκονημένοι, ὅς ἐστιν ὁ διάβολος, ὁ κατ᾿ ἀλήθειαν διὰ τῶν πρὸς κακίαν ἠκονημένων λογισμῶν (τοῦτο γάρ μοι νοεῖται ὀδόντες ἠκονημένοι) τὴν ἐν ἡμῖν τῶν θείων ναμάτων τῆς γνώσεως καταξηραίνων ἀποῤῥοήν, κατὰ τὴν ἐνέργειαν ἣν πέφυκε τοῖς αὐτὴν παραδεχομένοις ἐμποιεῖν, λαχὼν τὴν κλῆσιν τοῦ ὀνόματος πρόσφορον· πειρασμὸς ὄντως ξηρασίας καὶ ὢν καὶ καλούμενος, ὡς ἐρήμους καθιστῶν πάσης τῆς ἐν πνεύματι ζωτικῆς διαδόσεως τοὺς ὑποπεσόντας τοῖς δόλοις αὐτοῦ.
Ἢ τυχὸν πειρασμὸς κέκληται ξηρασίας ὁ Σενναχειρίμ, τουτέστιν ὁ διάβολος, ὡς ἄπορος καὶ πένης, καὶ πάσης ἐστερημένος πρὸς τὴν καθ᾿ ἡμῶν ἐπανάστασιν ἰδικῆς δυναστείας· καὶ χωρὶς τῶν αἰσθητῶν, δι᾿ ὧν εἴωθε τὴν ψυχὴν πολεμεῖν, οὐδὲν ἡμᾶς βλάψαι δυνάμενος, καὶ διὰ τοῦτι δεόμενος τῆς καθ᾿ ἡμῶν περινενοημένης τυραννίδος, τῶν ἔξω τῆς πόλεως πηγῶν, τουτέστι, τῶν ὑλικῶν νοημάτων, οἷς πέφυκεν εἰσβάλλειν τῇ ψυχῇ τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν· δι᾿ ὧν τυπουμένη φυσικῶς διὰ τὴν σχέσιν ἡ αἴσθησις, πολλάκις γίνεται τῷ διαβόλῳ πρὸς καθαίρεσιν τῆς κατὰ ψυχὴν θείας εὐπρεπείας ὅπλον πονηρὸν καὶ ὀλέθριον, ὅλην προδιδοῦσα τῷ ἐχθρῷ, διὰ τῆς καθ᾿ ἡδονὴν θωπείας, τοῦ ἐν ἡμῖν λόγου τὴν δύναμιν.
Ἀλλ᾿ ὁ γενναίως διὰ τῆς λεγομένης ἐγκρατείας μύσας τὰς αἰσθήσεις, καὶ διὰ τῶν κατὰ ψυχὴν δυνάμεων τὰς πρὸς τὸν νοῦν αἰσθητῶν σχημάτων ἀποτειχίσας εἰσόδους, εὐχερῶς τοῦ διαβόλου τὰς πονηρὰς διόλλυσι μηχανάς, ὑποστρέφων αὐτὸν μετ᾿ αἰσχύνης τῇ ὁδῷ ᾗ ἦλθεν. Ὁδὸς δὲ δι᾿ ἧς ὁ διάβολος ἔρχεται, ἐστὶ τὰ πρὸς σύστασιν τοῦ σώματος εἶναι δοκοῦντα ὑλικά, εἰς τὴν ἑαυτοῦ γῆν, φημὶ δὲ τὴν σύγχυσιν, σὺν τοῖς ἐξ αὐτοῦ γεννηθεῖσι πονηροὺς λογισμοῖς αὐτὸν ἀποκτένων, μεταφέρων αὐτοῖς πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως. Ὁ γὰρ δυνηθεὶς τὸν διάβολον τοῖς αὐτοῦ χειρώσασθαι λογισμοῖς, διὰ τῆς πρὸς τὸ κρεῖττον κατὰ τὴν θεωρίαν συγχρήσεως, τὸν Σενναχειρὶμ ἀπέκτεινε διὰ τῶν αὐτοῦ υἱῶν, καὶ πρὸς τὴν γῆν αὐτοῦ ἐφυγάδευσεν Ἀρμενίας· καταθέμενος δηλονότι πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως, τοὺς τὴν ψυχὴν διὰ τῆς αἰσθήσεως συγχέοντας λογισμούς. Παράθεσις γὰρ ἀναπαύσεως Ἀρμενία ἑρμηνεύεται. Παράθεσις δὲ τῆς ἀναπαύσεώς ἐστιν ἡ προσβολὴ τῶν θείων ἀρετῶν, (456) πρὸς ὃν μεταφέρων ὁ νοῦς ποτε πρὸς τὰ κατ᾿ αἴσθησιν πάθη τῆς ἀτιμίας αὐτὸν ὑποστρέφοντας λογισμούς, ἀποκτείνει τὸν ἐπ᾿ ὀλέθρῳ τῆς ἀνθρωπίνης φύσεως τούτους γεννῶντα διάβολον.
Καλῶς οὖν καὶ πάνυ σοφῶς κατὰ νοούμενον τῆς Γραφῆς Ἐζεκίας πεποίηκεν, ἐμφράξας τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω Ἱερουσαλήμ, διὰ Σενναχειρὶμ βασιλέα τῶν Ἀσσυρίων. Πηγαὶ οὖν εἰσιν ἔξω τῆς πόλεως, τουτέστι, τῆς ψυχῆς, τὰ αἰσθητὰ πάντα· ὕδατα δὲ τούτων τυγχάνουσι τῶν πηγῶν, τὰ τῶν αἰσθητῶν νοήματα. Ποταμὸς δὲ διορίζων διὰ μέσου τῆς πόλεώς ἐστιν ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένη γνῶσις, διὰ μέσης διερχομένης τῆς ψυχῆς, ὡς νοῦ καὶ αἰσθήσεως οὖσα μεθόριος. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν, οὔτε πάντη τῆς νοερᾶς ἀπεξένωται δυνάμεως, οὔτε δι᾿ ὅλου μόνῃ προσνενέμηται τῇ κατ᾿ αἴσθησιν ἐνεργείᾳ· ἀλλ᾿ οἷον τῆς τε τοῦ νοῦ πρὸς τὴν αἴσθησιν, καὶ πρὸς τὸν νοῦν τῆς αἰσθήσεως συνόδου μέση τυγχάνουσα, δι᾿ ἑαυτῆς ποιεῖται τὴν πρὸς ἄλληλα τούτων συνάφειαν· κατὰ μὲν τὴν αἴσθησιν, κατ᾿ εἶδος τυπουμένη τοῖς σχήμασι τῶν αἰσθητῶν· κατὰ δὲ τὸν νοῦν, εἰς λόγους τῶν σχημάτων τοὺς τύπους μεταβιβάζουσα· διὸ ποταμὸς διορίζων διὰ μέσης τῆς πόλεως εἰκότως προσηγορεύθη τῶν ὁρωμένων ἡ γνῶσις, ὡς τῶν ἄκρων, λέγω δὲ νοῦ καὶ αἰσθήσεως, οὖσα μεταίχμιος. Ταύτην ἐμφράττων ἐν καιρῷ τῆς τῶν παθῶν διοχλήσεως, διὰ τὴν ἐπήρειαν τῆς πρὸς τὸν νοῦν τῶν ὑλικῶν σχημάτων ἐμπτώσεως, ὁ μετὰ γνώσεως τὰς ἀφανεῖς τῶν πονηρῶν δαιμόνων συμπλοκὰς διαλύων, ἀποκτείνει τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας· λέγω τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως, ὡς ἔφην, ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι δύναμιν, καὶ τὴν ἐπ᾿ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων, ἤτοι τὴν τῶν φυσικῶν δυνάμεων ἐπ᾿ αἰσθήσεσι παράλογον ἐνέργειαν. Ὁ γὰρ ἑξαδικὸς ἀριθμός, εἴτε ἐκ μονάδων ἔχει τὴν σύνθεσιν, εἴτε ἐκ δεκάδων, εἴτε ἐξ ἑκατοντάδων, εἴτε ἐξ ἑτέρου τινὸς ἀριθμοῦ, τὴν ποιητικὴν ἕξιν δηλοῖ τῆς ἀρετῆς καὶ τῆς κακίας, κατὰ τὴν ἀναλογίαν τοῦ πολυπλασιασμοῦ τῆς συνθέσεως, τὴν ἀπαρτίζουσαν τήνδε ἢ τήνδε τὴν ἕξιν διάθεσιν, τοῖς μετ᾿ ἐπιστήμης τοῖς ἀριθμοῖς ἐπιβάλλουσι παριστῶν· ᾧτινι ἑξαδικῷ ἀριθμῷ συναφθεὶς ἢ προστεθείς, ἢ συντεθεὶς ὁ πέντε ἀριθμός, παραδηλοῖ τὰς αἰσθήσεις, ἤγουν τὴν τῶν αἰσθητῶν δύναμιν, ἢ ἕξιν ἢ ἐνέργειαν, παρακειμένην, ἢ ἐπικειμένην, ἢ συγκειμένην ταῖς κατὰ φύσιν τῆς ψυχῆς δυνάμεσιν. Οἷον, εἰ μὲν συνῆπται κατὰ τὰς μονάδας, ὡς ἁπλοῦς ἁπλῷ ὁ πέντε ἀρθμὸς τῷ ἕξ, τὴν ἐπ᾿ αἰσθήσεσι μόνῃ δυνάμει ποιητικὴν ἐπιτηδειότητα παρίστησιν. Εἰ δὲ προστέθειται συνθέτῳ ἐκ πολλῶν τῷ ἓξ ἀριθμῷ ὁ ἁπλοῦς ἐκ μονάδων πέντε ἀριθμός, τὴν ἐπ᾿ αἰσθήσεσι κατὰ δύναμιν ποιητικὴν ἕξιν δηλοῖ. Εἰ δὲ συντέθειται συνθέτῳ τῷ ἐκ πολλῶν ἑξ ἀριθμῶν, ὁ ἐκ πολλῶν πέντε σύνθετος, τὴν ἐπ᾿ αἰσθήσεσι κατά τε τὴν δύναμιν καὶ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν ἀποτελεστικὴν σημαίνει ποιήσιν, ἤγουν περαίωσιν τῆς ἀρετῆς ἢ τῆς κακίας. Ὡς δ᾿ ἂν ὁ ἀριθμὸς ἔχων τύχοι, (457) εἴτε ψεκτῶς, εἴτε ἐπαινετῶς κατὰ τὸν θεωρούμενον τῆς Γραφῆς, ἤγουν ἐξεταζόμενον τόπον, ὁ μὲν ἑξαδικὸς ἀριθμὸς ἐκ δεκάδων συντεθείς, ποιεῖ τὸν ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε ἀριθμόν, καὶ δηλοῖ τὴν ἐπ᾿ αἰσθήσεσι τῶν κατὰ φύσιν δυνάμεων ποιητικὴν τῆς κακίας ἕξιν, ἐπειδὴ ψεκτῶς κεῖται κατὰ τοῦτον τῆς ἁγίας Γραφῆς τὸν τόπον οὗτος ὁ ἀριθμός· ἣν ἀποκτείνει ὡς δι᾿ ἀγγέλου τινὸς τοῦ θείου λόγου τῆς γνώσεως, ὁ τῆς οἰκείας δυνάμεως τῇ προσευχῇ πλέον ἐπερειδόμενος νοῦς, καὶ παντὸς κατορθώματος, καὶ πάσης κατὰ δαιμόνων νίκης αἴτιον τὸν Θεὸν μόνον ἐπιγραφόμενος.
Ὁ τοίνυν κατὰ τὸν καιρὸν τῆς τῶν πειρασμῶν ἐπαναστάσεως, τῆς μὲν φυσικῆς ἀπεχόμενος θεωρίας, τῆς δὲ προσευχῆς κατὰ τὴν ἐκ πάντων πρὸς ἑαυτόν τε καὶ τὸν Θεὸν τοῦ νοῦ συστολὴν ἀντεχόμενος, ἀποκτείνει τὴν ἐπ᾿ αἰσθήσεσι τῶν φυσικῶν τῆς ψυχῆς δυνάμεων παρὰ φύσιν κινουμένων ποιητικὴν τῆς κακίας ἕξιν, καὶ ἀποστρέφει μετ᾿ αἰσχύνης τὸν διάβολον, ἀποβαλόμενον τὴν εἰρημένην ἕξιν, ἐφ᾿ ᾗ πεποιθὼς μετὰ τῆς οἰκείας ἀλαζονείας, ἦλθε πρὸς τὴν ψυχήν, διὰ τῶν ὑπερηφάνων λογισμῶν τῆς ἀληθείας κατεπαιρόμενος. Ὅπερ τυχὸν καὶ γνούς, καὶ παθών, καὶ ποιήσας ὁ μέγας Δαβίδ, ὁ πάντων μάλιστα πεῖραν ἔχων τῆς τῶν νοητῶν πολέμων παρατάξεως· Ἐν τῷ συστῆναι, φησί, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Καὶ μετ' αὐτὸν ὁ θεῖος Ἱερεμίας, προστάσσων τῷ λαῷ μὴ ἐκβῆναι τῆς πόλεως, διὰ τὴν κυκλόθεν παροικοῦσαν τῶν ἐχθρῶν ῥομφαίαν. Τοῦτο εἴπερ ὁ Ἄβελ ὁ μακάριος ἐφυλάξατο, καὶ μὴ συνεξῆλθε τῷ Κάϊν ἐν τῷ πεδίῳ· τουτέστιν ἐν τῷ πελάγει τῆς φυσικῆς θεωρίας, πρὸ τῆς ἀπαθείας, οὐκ ἂν ἐπαναστὰς ἀπέκτεινεν αὐτὸν μετὰ δόλου, κλέψας τοῖς δεξιοῖς κατὰ τὴν τῶν ὄντων θεωρίαν, πρὸ τῆς τελείας ἕξεως, ὁ τῆς σαρκὸς νόμος, ὁ Κάϊν καὶ ὢν καὶ καλούμενος· ὃν πρῶτον ἐκτήσατο καρπὸν τῆς παραβάσεως, κατὰ δύναμιν τῆς αὐτοῦ προσηγορίας ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· γεννήσας νόμον ἁμαρτίας, ὃν κατὰ τὸν παράδεισον αὐτῷ ὁ Θεὸς οὐκ ἐδημιούργησε. Κτῆσις γὰρ ἑρμηνεύεται ὁ Κάϊν. Ὁμοίως καὶ ἡ Δίνα ἡ τοῦ μεγάλου θυγάτηρ Ἰακώβ, εἰ μὴ συνεξῆλθε ταῖς θυγατράσιν τῶν ἐγχωρίων, τουτέστι, ταῖς αἰσθητικαῖς φαντασίαις, οὐκ ἂν Συχὲμ υἱὸς Ἐμμὸρ ἐπαναστὰς αὐτὴν ἐταπείνωσε. Συχὲμ δὲ ἑρμηνεύεται νῶτος· Ἐμμὸρ δέ, ὄνος, τουτέστι τὸ σῶμα.Ὁ μὲν οὖν νῶτος, τουτέστιν, ὁ Συχέμ, τοῦ Ἐμμόρ, ἤγουν τοῦ σώματος, ὀπίσθιος νόμος ἐστίν, ἀλλ' οὐκ ἐμπρόσθιος· τουτέστιν, ὕστερος, ἀλλ'οὐ πρῶτος. Κατ᾿ ἀρχὰς γὰρ ἤτουν ἔμπροσθεν, πρὶν γενέσθαι τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὐκ εἶχε τὸ σῶμα τοῦτο τὸ ἀνθρώπινον, τουτέστιν ὁ Ἐμμόρ, τὸν νόμον τῆς ἁμαρτίας· λέγω δὲ τὸν Συχέμ, ἀλλ᾿ ὕστερον ἐπεφύη τῷ σώματι διὰ τὴν παρακοήν, τῆς ἁμαρτίας ὁ νόμος· ὃν ὁ ἀληθὴς διασκοπήσας λόγος, διὰ τὴν ὕστερον γένεσιν, προσηγόρευσε Συχέμ, τουτέστι, νῶτον, ὅπερ (460) ἐστὶν ὀπίσθιος· τὸν γὰρ ὀπίσθιον δηλοῖ σαφῶς κατὰ φύσιν ὁ νῶτος. Ὣστε καλόν ἐστι πρὸ τῆς τελείας ἕξεως, μὴ ἅπτεσθαι τῆς φυσικῆς θεωρίας, ἵνα μὴ λόγους ἐπιζητοῦντες πνευματικοὺς ἐκ τῶν ὁρωμένων κτισμάτων, λάθωμεν πάθη συλλέγοντες. Πλέον γὰρ ἐν τοῖς ἀτελέσι δυναστεύει πρὸς τὴν αἴσθησιν τὰ φαινόμενα σχήματα τῶν ὁρωμένων, ἢ πρὸς τὴν ψυχὴν οἱ ἐγκεκρυμμένοι τοῖς σχήμασι λόγοι τῶν γεγονότων.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ἡ τῶν ὄντων ἁπλῆ θεωρία, παθῶν ἀπηλλαγμένης δεῖται ψυχῆς· ἥτις Ἱερουσαλὴν λέγεται, διά τε τὴν ἄρτιον ἀρετήν, καὶ τὴν ἄϋλον γνῶσιν· ἥτις οὐ μόνον κατὰ στέρησιν παθῶν, ἀλλὰ καὶ φαντασιῶν αἰσθητῶν ἐπιγίνεται, ἅσπερ ὕδατα τῶν ἔξω πηγῶν κέκληκεν ὁ λόγος.
β´. Ἡ πίστις παραμυθεῖται τὸν νοῦν πολεμούμενον, βοηθείας ἐλπίδι ῥωννύμενον· ἡ δὲ ἐλπὶς ὑπ᾿ ὄψιν ἄγουσα τὴν πιστευθεῖσαν βοήθειαν, ἀποκρούεται τὴν τῶν ἀντικειμένων καταδρομήν. Ἡ δὲ ἀγάπη, νεκρὰν καθίστησι τῷ φιλοθέῳ νῷ τῶν πολεμίων τὴν προσβολήν, τῇ πρὸς Θεὸν ἐφέσει παντελῶς ἀμαυρουμένην.
γ´. Πρώτη ἐν ἡμῖν ἀνάστασις, φησί, τοῦ διὰ τῆς ἀγνοίας νεκρωθέντος Θεοῦ, ἡ πίστις ἐστὶ καλῶς τοῖς ἔργοις τῶν ἐντολῶν οἰκονομουμένη.
δ´. Συνᾴδει, φησί, τὰ πράγματα τοῖς ὀνόμασι. Χωρὶς γάρ τινος προσδοκίας, ἢ δυσχεροῦς ἢ εὐχεροῦς ἐπιστροφὴ πρὸς τὸ καλὸν οὐδενὶ ποτε πέφυκε γίνεσθαι.
ε´. Οὐδὲν ὡς ἀγάπη, φησί, συνάγει τοὺς ἐσκορπισμένους, καὶ μίαν αὐτῶν δημιουργεῖν τὴν γνώμην συμπνοίᾳ κρατουμένην· ἧς χαρακτήρ, τὸ τῆς ἰσοτιμίας καθέστηκε καλόν.
στ´. Ὅτι δίχα λογικῆς δυνάμεως, φησίν, ἐπιστημονικὴ γνῶσις οὐκ ἔστι· καὶ γνώσεως χωρίς, οὐ συνίσταται πίστις, ἀφ᾿ ἧς τὸ καλὸν γέννημα πρόεισιν, ἡ ἐλπίς· καθ᾿ ἣν ὡς παροῦσι συγγίνεται τοῖς μέλλουσιν ὁ πιστός. Καὶ δίχα τῆς κατ᾿ ἐπιθυμίαν δυνάμεως, οὐ συνίσταται πόθος, οὗ τὸ τέλος ἐστὶν ἡ ἀγάπη. Τὸ γὰρ ἐρᾷν τινος, ἴδιον ἐπιθυμίας ἐστί. Καὶ δίχα θυμικῆς δυνάμεως νευρούσης τὴν ἐπιθυμίαν πρὸς τὴν τοῦ ἡδέος ἕνωσιν, οὐδαμῶς γίνεσθαι πέφυκεν εἰρήνη, εἴπερ ἀληθῶς εἰρήνη ἐστίν, ἡ ἀνενόχλητος καὶ παντελὴς τοῦ καταθυμίου κατάσχεσις.
ζ´. Ὁ λόγος, φησίν, ἀρχὴ τῶν γνωστικῶν λογισμῶν, ὥσπερ καὶ τῶν θυμικῶν καὶ ἐπιθυμικῶν, ὁ θυμὸς καὶ ἡ ἐπιθυμία.
η´. Τὸν Ἐζεκίαν κατὰ τὴν ἀναγωγὴν ἐθεώρησεν, τὸν κατὰ τὴν πρᾶξιν φιλόσοφον νοῦν. Πόλιν δέ, τὴν ψυχήν· πηγὴν δέ, τὰ ποικίλα εἴδη τῶν αἰσθητῶν. Ὕδατα δέ, τὰς αὐτῶν φαντασίας, ἢ τὰ νοήματα· ποταμὸν δέ, τὴν κατὰ τὴν φυσικὴν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένην γνῶσιν.
θ´. Οὐ δεῖ, φησί, τὸν μὴ καθαρθέντα παθῶν, φυσικῆς ἅπτεσθαι θεωρίας, διὰ τὰς εἰκόνας τῶν αἰσθητῶν (461) δυναμένας τυπῶσαι πρὸς πάθος τὸν νοῦν, τοῦ μὴ τελέως ἀπαλλαγέντος τῶν παθῶν.
ι´. Ὁ κατὰ τὴν φαντασίαν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐναπομένων διὰ τὴν αἴσθησιν νοῦς, ἀκαθάρτων γίνεται παθῶν δημιουργός· διὰ θεωρίας πρὸς τὰ συγγενῆ νοητὰ μὴ διαβαίνων.
ια´. Ὅταν ἄνους ὁ λόγος γένηται, καὶ προπετὴς ὁ θυμός, καὶ ἄλογος ἡ ἐπιθυμία, ἄγνοια καὶ τυραννὶς καὶ ἀκολασία κρατοῦσι τὴν ψυχήν· ἐξ ὧν ἡ τῆς κακίας ἕξις γίνεσθαι πέφυκεν ἔμπρακτος, συμπλακεῖσα τῇ διαφόρῳ τῶν αἰσθήσεων ἡδονῇ. Ταύτην γὰρ ὁ ἀριθμὸς δηλοῖ τῶν ῥπε´ χιλιάδων. Τρὶς γὰρ ἑξήκοντα συνθεὶς διὰ τὴν ἑκάστης δυνάμεως ἐκ τῶν κακῶν τελείαν κίνησιν, καὶ προσεπάγων καὶ ε´ διὰ τὴν ἐπ᾿ αἰσθήσεσι κατ᾿ ἐνέργειαν ἡδονήν, τοῦτον πληροῖς δῆλον ὅτι τὸν ἀριθμόν, ποιητικὴν τῆς κακίας ἕξιν σημαίνοντα. Ἣν ἔχων ἐπιδύεται τῇ ψυχῇ τυραννικῶς ὁ διάβολος· ἣν ὁ Θεὸς ὡς δι᾿ ἀγγέλου, τοῦ κατὰ τὴν γνωστικὴν σοφίαν λόγου καταφονεύει, καὶ σώζει τὴν ψυχὴν τὴν ἀληθῶς Ἱερουσαλήμ, καὶ τὸν ἐν τῇ ψυχῇ νοῦν πρὸς τὴν κακίαν ἀδούλωτον.
ιβ´. Ἐμφύτους λογισμοὺς λέγει,τὸν ἐπὶ τὰ τείχη λαόν.
ιγ´. Ἐνταῦθα φίλος ἐστὶν ὁ Κύριος· τραύματα δὲ τούτου τυγχάνουσι, τὰ εἴδη τῆς ἐπαγομένης ἑκάστῳ πρὸς σωτηρίαν παιδείας εἰς κόλασιν τῆς σαρκός, ἤγουν τοῦ σαρκικοῦ φρονήματος, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Ἐχθρὸς δέ ἐστιν ὁ διάβολος· φιλήματα δὲ τούτου καθέστηκε, τὰ εἴδη τῶν κατ᾿ αἴσθησιν ἡδονῶν· δι᾿ ὧν ἀπατῶν τὴν ψυχήν, πείθει χωρισθῆναι τῆς ἀγάπης τοῦ Κτίσαντος αὐτήν.
ιδ´. Πειρασμοὺς ξηρασίας ἑρμηνεύτεται Σενναχειρίμ, καθ᾿ ἓν μὲν ὅτι ξηραίνει τὰς καρδίας τῶν ἀνεχομένων αὐτῷ, χωρίζων τῆς πηγαίας χάριτος τῶν ἁγίων λογισμῶν· καθ᾿ ἕτερον δέ, ὅτι αὐτὸς ξηρός ἐστιν ὡς πένης καὶ ἄπορος, καὶ μηδὲν ἔχων ἴδιον. Καὶ διὰ τοῦτο δολερῶς, οἷὰ τις κλέπτης ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐγρυπτόμενος εἰς τὴν καθ᾿ ἡμῶν ἐπανάστασιν.
ιε´. Πᾶν τὸ περιττόν, καὶ ὑπὲρ τὴν χρείαν τὴν φυσικήν, ἀκρασίαν εἶναὶ φασιν· δι᾿ ἧς ὑποστρέφει μετ᾿ αἰσχύνης εἰς τὴν ἑαυτοῦ γῆν, ἐγκρατείας τὴν φύσιν παιδαγωγούσης. Ἢ πάλιν, ὁδός ἐστιν αὐτὰ τὰ φυσικὰ πάθη· τῷ μὲν ὑπὲρ τὴν χρείαν τρόπῳ τῆς χρήσεως, ἄγοντα πρὸς τὴν ψυχὴν τὸν διάβολον· τῷ δὲ κατὰ τὴν χρείαν τρόπῳ τῆς χρήσεως, δι᾿ ἑαυτῶν εἰς τὴν ἑαυτοῦ γῆν αὐτὸν ὑποστρέφοντα. Γῆ δὲ τούτου ἐστίν, ἡ παγία τῆς κακίας ἕξις καὶ σύγχυσις, εἰς ἣν ἀεὶ βέβηκε, καὶ πρὸς ἣν ἄγει τοῦ ἡττημένους τῇ φιλίᾳ τῶν ὑλικῶν.
ιστ´. Ὁ πρὸς τὴν ἀρετὴν μετενέγκας τοὺς λογισμούς, ἀνέπαυσεν αὐτούς, μακρὰν ποιήσας τῆς τῶν παθῶν ἀστάτου συγχύσεως.
ιζ´. Νοῦς ἑαυτῷ κατὰ φύσιν, διὰ μέσου λόγου (464) συνάψας τὴν αἴσθησιν, τὴν ἐκ τῆς φυσικῆς θεωρίας ἀληθῆ συλλέγεται γνῶσιν, ἥτις ποταμὸς ἐκλήθη τὴν ψυχὴν διορίζων διὰ τὴν ἐπ᾿ αἰσθήσεσι διάνοιαν.
ιθ´. Ἀριθμοῦ συνάφειαν λέγει, τὴν τῶν ἁπλῶν ἀριθμῶν τῶν ἐντὸς δεκάδος ἐκφώνησιν, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ἓξ καὶ πέντε· καὶ δηλοῖ, εἴτ᾿ ἐπὶ κακῷ κεῖται τῇ γραφῇ, εἴτ᾿ ἐπὶ καλῷ, τὴν δύναμιν ποιητικὴν ἐπιτηδειότητα τῆς ἀρετῆς ἢ τῆς κακίας. Ἀριθμοῦ δὲ πρόσθεσιν λέγει, τὴν τῷ πολυπλασιασθέντι εἰς ἑαυτὸν ἀριθμῷ γενομένην τοῦ ἐκ μονάδων ἁπλοῦ ἀριθμοῦ προσθήκην, τῷ, καί, συνδέσμῳ διακρινομένην, οἷον ἑξήκοντα καὶ πέντε, ἢ ἑκατὸν ὀγδοήκοντα καὶ πέντε, καθὼς ὁ παρὼν ἔχει ἀριθμός. Καὶ δηλοῖ, οὐ μόνον τὴν ἐπ᾿ αἰσθήσεσιν κατ᾿ ἐπιτηδειότητα ποίησιν, ἀλλὰ καὶ τὴν ἐπ᾿ αἰσθήσεσιν ποιητικὴν ἕξιν τῆς ἀρετῆς ἢ τῆς κακίας. Ἀριθμοῦ δὲ σύνθεσιν λέγει, τὴν τῶν ἐξ ἑαυτῶν εἰς ἑαυτοὺς πολυπλασιασθεῖσαν τῶν ἐριθμῶν εἰς ἀλλήλους σύνοδον, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ξ´ καὶ ν´, ἢ χ´ καὶ φ´, καὶ τοὺς τοιούτους· καὶ δῆλοι οὐ μόνον τὴν κατ᾿ ἐπιτηδειότητα δυνάμει ποίησιν καὶ τὴν ἕξιν, ἀλλὰ καὶ τὴν ἐπ᾿ αἰσθήσεσι κατὰ τὴν ἕξιν ἐνέργειαν τῆς ἀρετῆς ἢ τῆς κακίας. Ὁ τοίνυν γινώσκων ἑκάστου τῶν ἐντὸς δεκάδος ἀριθμοῦ τὴν δύναμιν· ὡς ἡ μονὰς δηλοῖ τὸ ἀμιγές· ἡ δὲ δυάς, τὸ διάφορον· ὁ δὲ τρεῖς, ἔστιν ἴσός τε καὶ νοητός· ὁ δὲ τέσσαρα, αἰσθητός· ὁ δὲ πέντε, αἰσθητικὸς τε καὶ κυκλικός· ὁ δὲ ἕξ, δραστικός τε καὶ τέλειος· ὁ δὲ ἑπτά, περιφερής τε καὶ ἀμιγής· ὁ δὲ ὀκτώ, βάσιμος καὶ ἀκίνητος· ὁ δὲ ἐννέα, μεταίχμιος ὕλης καὶ εἴδους, ἤγουν αἰσθητῶν καὶ αἰσθήσεως· ὁ δὲ δέκα, πληρέστατος· εἴσεται τί σημαίνει κατὰ τὴν Γραφὴν ἕκαστος ἀριθμός, εἴτε κατὰ συνάφειάν ἐστιν, εἴτε κατὰ πρόσθεσιν, εἴτε κατὰ σύνθεσιν.
κ´. Κάϊν ἐστὶν ὁ νόμος τῆς σαρκός, ὃν πρῶτον γεννᾷ παραβὰς τὴν θείαν ἐντολὴν ὁ Ἀδάμ. Ἀβὲλ δέ ἐστι τὸ φρόνημα τοῦ πνεύματος, ὃν ὕστερον γεννᾷ μὲν διὰ μετανοίας ὁ αὐτός, ἀποκτείνει δὲ πρὸ τῆς τελείας ἕξεως τοῖς φυσικοῖς ἐμβάντα θεάμασιν ὁ Κάϊν· ὃν ἀποκτείνας, ἑπτὰ παρέλυσεν ἐκδικούμενα, φησὶν ὁ Θεός. Τοῦτον πνεῦμα πονηρὸν ἐν τοῖς Εὐαγγελίοις ὁ αὐτὸς προσηγόρευσε, καὶ τῶν αὐτοῦ πονηροτέρων ἑπτὰ πνευμάτων συμπαραληπτικόν. Οὗτος δὲ τυχόν ἐστιν ὁ φίλαυτος, ἤγουν γαστρίμαργος λογισμός, ᾧ παρέπεται πάντως ὁ τῆς πορνείας λογισμός, καὶ ὁ τῆς φιλαργυρίας, καὶ ὁ τῆς λύπης, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς ἀκηδίας, καὶ ὁ τῆς κενοδοξίας καὶ ὁ τῆς ὑπερηφανίας. Ὁ γοῦν ἀποκτείνας κατὰ τὴν θείαν ψῆφον τὸν Κάϊν, τουτέστι τὴν γαστριμαργίαν, συναπέκτεινε αὐτῇ καὶ τὰ αὐτὴν παρυφιστάμενα πάθη, κατὰ τό, Ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παρέλυσεν.
(465) κα´. Ὁ τὰ πρὸς γένεσιν καὶ φθορὰν τοῦ σώματος, φησί, νόμος, ὕστερον ἐπεβλήθη τῇ φύσει τῶν ἀνθρώπων, καθ᾿ ὃν γεννῶμεν καὶ γεννώμεθα, διὰ τὴν παράβασιν, μὴ φυλάξαντες τὸν κατὰ τὴν πρώτης ἐντολὴν θεοποιὸν νόμον τοῦ πνεύματος.
ΕΡΩΤΗΣΙΣ Ν´.
[Επεξεργασία]Τί ἐστι πάλιν τὸ σημαινόμενον ἐν τῇ αὐτῇ βίβλῳ, τό· "Καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεύς, καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων· καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. Καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ· καὶ ἀπέστρεψε μετ᾿ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ. "
Ἀπόκρισις.
Ὁ τῆς ἁγίας Γραφῆς λόγος, κἂν εἰ δέχεται περιγραφὴν κατὰ τὸ γράμμα, τοῖς χρόνοις τῶν ἱστορουμένων πραγμάτων συναπολήγων· ἀλλὰ κατὰ τὸ πνεῦμα, ταῖς τῶν νοουμένων θεωρίαις μένει διὰ παντὸς ἀπερίγραφος. Καὶ μηδεὶς πρὸς τοῦτο δυσανασχετῶν ἀπιστήσει, γινώσκων, ὡς ὁ λαλήσας Θεὸς κατὰ φύσιν ἐστὶν ἀπερίγραφος· ᾧ μᾶλλον ἐοικέναι τὸν ὑπ᾿ αὐτοῦ λαληθέντα λόγον πιστεύειν χρή, τοὺς γνησίως κατακούειν τοῦ βουλήματος τῆς Γραφῆς βουλομένους. Εἰ γὰρ Θεὸς ὁ λαλήσας ἐστίν, οὗτος δὲ κατ᾿ οὐσίαν ἀπερίγραφος, δῆλον ὅτι ὁ λαληθεὶς ὑπ᾿ αὐτοῦ λόγος ἐστὶν ἀπερίγραφος.
Οὐκοῦν τὰ συμβάντα τυπικῶς κατὰ τοὺς Ἐζεκίου χρόνους, καὶ λαβόντα πέρας, τὴν τότε τῶν ἱστορουμένων ἔκβασιν, πνευματικῶς θεωρήσαντες, θαυμάσωμεν τὴν ἱστορίαν του γράψαντος ἁγίου Πνεύματος· πῶς ἑκάστῳ τῶν μετειληφότων τῆς ἀνθρωπίνης φύσεως ἁρμόζουσαν ἔθετο καὶ προσήκουσαν τὴν τῶν γεγραμμένων διάνοιαν· ὥστε πάντα τὸν βουλόμενον, τοῦ θείου λόγου γενέσθαι φοιτητήν, καὶ μηδὲν ἔχειν τῶν παρόντων καὶ λυομένων τῆς ἀρετῆς ἰσοστάσιον, γενέσθαι δύνασθαι ἄλλον Ἐζεκίαν ἐν πνεύματι· καὶ Ἡσαΐαν ἕτερον ὑπ᾿ οὐδενὸς κωλυόμενον καὶ προσεύξασθαι, καὶ βοῆσαι εἰς τὸν οὐρανόν, καὶ εἰσακουσθῆναι, καὶ λαβεῖν παρὰ Θεοῦ τὴν δι᾿ ἀγγέλου τῶν νοητῶς αὐτὸν πολεμούντων φθορὰν καὶ ἀπώλειαν.
Ἐπειδὴ δὲ χρή, τὸν γνωστικῶς πρὸς ψυχὴν τὴν ἁγίαν Γραφὴν κατὰ Χριστὸν ἐκδεχόμενον, ἀσκηθῆναι φιλοπόνως καὶ τῶν ὀνομάτων τὴν ἑρμηνείαν, αὐτόθεν δυναμένην ὅλην τὴν τῶν γεγραμμένων σαφηνίσαι διάνοιαν, εἴπερ μέλει αὐτῷ τῆς ἀκριβοῦς τῶν γεγραμμέων κατανοήσεως, ἀλλ᾿οὐχὶ Ἰουδαϊκῶς πρὸς σῶμα περὶ γῆν κατάγειν τὸ ὕψος τοῦ πνεύματος, καὶ τὰς θείας καὶ ἀκηράτους τῶν νοητῶν ἀγαθῶν τῇ φθορᾷ τῶν παρερχομένων περιγράφειν ἐπαγγελίας, καθὼς τινες τῶν παρ᾿ ἡμῖν λεγομένων (468) Χριστιανῶν ὑπειληφότες, λελήθασι ψευδώνυμον αὐτοῖς τὴν ἀπὸ Χριστοῦ προσηγορίαν ἐπιφημίζοντες, ἧς δείκνυνται παντελῶς ἠρνημέναι δι᾿ αὐτῶν τῶν πραγμάτων τὴν δύναμιν, καὶ τὴν ἐναντίαν τῷ Χριστῷ προδήλως ὁδεύουσιν, ὡς δείξει κατ᾿ ἐπιτομὴν ὁ λόγος.
Εἰ γὰρ μετὰ τῶν ἄλλων μυστηρίων, ὧν οὐκ ἂν τις ἐφίκοιτο λόγος, καὶ εἰς τοῦτο γενόμενος ἄνθρωπος ὁ Θεὸς ἦλθεν, ἵνα πληρώσῃ τὸν νόμον πνευματικῶς ἐν τῇ καταργήσει τοῦ γράμματος· καὶ τὸ ζωοποιοῦν αὐτοῦ, φημὶ δὴ τοῦ νόμου, στήσῃ τε καὶ φανερὸν καταστήσῃ, τῇ προαιρέσει τοῦ ἀποκτείνοντος· τὸ δὲ ἀποκτεῖνον τοῦ νόμου, κατὰ τὸν θεῖον Ἀπόστολον, ἔστι τὸ γράμμα, ὥσπερ καὶ τὸ ζωοποιὸν τοῦ νόμου κατ᾿ αὐτόν, τὸ πνεῦμά ἐστι. Φησὶ γάρ, Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· διαῤῥήδην ἄρα τὴν ἀντίπαλον τῷ Χριστῷ μοῖραν ἀνείλαντο, καὶ τὸ πᾶν τῆς αὐτοῦ σαρκώσεως ἠγνόησαν μυστήριον· οὐ μόνον γράμματι κατορύξαντες τῆς σφῶν διανοίας τὴν δύναμιν, καὶ οὐκ ἐθέλοντες εἶναι κατ᾿ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν· ἀλλὰ μᾶλλον τό, γῆν εἶναι, κατὰ τὴν ἀπειλήν, καὶ εἰς γῆν ἀπελεύσεσθαι διὰ τῆς ὡς πρὸς γῆν τὸ γράμμα σχέσεως· τοῦ πρὸς οὐρανόν, λέγω δὲ τὸ πνεῦμα, εἰς ἀέρα, τουτέστι, τὸν νοερὸν φωτισμόν, ἐν νεφέλαις, ταῖς ὑψηλαῖς δηλαδὴ θεωρίαις εἰς ἀπάντησιν ἁρπαγῆναι τοῦ Κυρίου, καὶ οὕτως πάντοτε σὺν αὐτῷ εἶναι διὰ τῆς γνώσεως, προτιμῶντες. Ὑπὲρ ὧν ἄχθεσθαι μὲν δίκαιον, ἀφόρητον ζημίαν ἐξ ἀγνοίας ὑπομενόντων, τὴν τῆς ἀληθείας ἔκπτωσιν· λυπεῖσθαι δέ, ὡς πολλὰς εἰς βεβαίωσιν ἀπιστίας τοῖς Ἰουδαίοις ἀφορμὰς παρεχόντων. Ἀλλ᾿ ἡμεῖς ἐκείνους ἐάσαντες ὡς θέλουσιν ἔχοντας, πρὸς ἑαυτοὺς καὶ τὸν Λόγον ἐπανέλθωμεν, τὴν ἀρχὴν τῆς τοῦ προκειμένου κεφαλαίου πνευματικῆς ἐρεύνης, ἐκ τῶν ὀνομάτων ἑρμηνείας ποιησόμενοι.
Ἐζεκίας τοίνυν ἑρμηνεύεται κράτος Θεοῦ· Ἀχὰς δὲ ὁ πατὴρ αὐτοῦ, ἱσχύς· καὶ Ἡσαΐας ἑρμηνεύεται ἔπαρσις Θεοῦ· τουτέστιν ὕψος Θεοῦ. Ἀμὼς δέ, ὁ πατὴρ αὐτοῦ, λαὸς πόνου. Κράτος Θεοῦ καθέστηκεν, ἡ ἀναιρετικὴ τῶν παθῶν ἀρετή, καὶ τῶν εὐσεβῶν φρουρητικὴ λογισμῶν, ἣν γεννᾷ ννᾷ πρᾶξις ἐντολῶν· ἰσχὺς τροπικῶς νοουμένη, δι᾿ ἧς τὰς ἀντικειμένας τῶν ἀγαθῶν πονηρὰς δυνάμεις συνεργείᾳ Θεοῦ· μᾶλλον δὲ μόνῃ δυνάμει Θεοῦ, διαφθείρομεν.Ὕψος δὲ Θεοῦ ἐστιν, ἡ γνῶσις τῆς ἀληθείας, ἣν γεννᾷ τῆς τῶν γεγονότων θεωρίας ὁ πόνος· καὶ οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, πόνου πατέρες γινόμενοι· δι᾿ ἧς τὴν ἀντικειμένην τῇ ἀληθείᾳ τοῦ ψεύδους δύναμιν (469) παντελῶς ἐξαφανίζομεν· πᾶν ὕψωμα τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπεινοῦντές τε καὶ καταβάλλοντες.
Προσευχὴ δέ ἐστιν αἴτησις ὧν πέφυκε Θεὸς ἀνθρώποις δωρεῖσθαι πρὸς σωτηρίαν· καὶ μάλα γε εἰκότως. Εἰ γὰρ εὐχή ἐστιν, ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ᾿ ἐπαγγελίαν προσαγομένων καλῶν· προσευχὴ κατὰ τὸν εἰκότα λόγον ἔσται σαφῶς, ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηυγμένων διαθέσεως.
Βοὴ δέ ἐστιν, ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων, καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶς θεωρημάτων ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, ἐπίδοσὶς τε καὶ ἐπαύξησις,ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεός, ἀντὶ μεγάλης φωνῆς, τὴν τῶν ἀρετῆς καὶ γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν.
Οὐρανὸς δὲ πολλάκις λέγεται κατὰ τὴν ἁγίαν Γραφήν, αὐτὸς ὁ Θεός· ὣς που ὁ μέγας τῆς ἀληθείας κήρυξ Ἰωάννης ὁ πρόδρομὸς φησιν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ᾿ ἑαυτοῦ, ἐὰν μὴ ᾗ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ· ἀντὶ τοῦ, ἐκ Θεοῦ· διότι, Πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων. Καθ᾿ ὃ σημαινόμενον, ἐπὶ τοῦ προκειμένου κεφαλαίου, τὸν τῆς Γραφῆς τόπον ἐκληπτέον: Οἶδε δὲ πάλιν ἡ Γραφὴ καλεῖν οὐρανὸν καὶ τὰς οὐρανίου Δυνάμεις, κατὰ τό, Οὐρανὸς μοι θρόνος· ὡς ταῖς ἁγίαις δηλονότι καὶ ἀσωμάτοις ἐπαναπαυομένῳ φύσεσιν. Εἰ δὲ καὶ τὸν νοοῦν τὸν ἀνθρώπινον πάσης μὲν ὑλικῆς καθαιρόμενον φαντασίας, τοῖς δὲ θείοις τῶν νοητῶν κατακοσμούμενον λόγοις, φαίη τις εἶναι οὐρανόν, οὐκ ἔξω γε τῆς ἀληθείας, ὡς ἔμοιγε δοξεῖ, βέβηκεν. Εἰ δὲ τὸ ὕψος τῆς ἐν ἀνθρώποις νοερᾶς γνώσεως, οὐρανὸν εἴποι τις, οὐκ ἂν ἁμάρτοι τοῦ πρεπόντος. Τῷ ὄντι γὰρ ὡς οὐρανός, θρόνος γίνεται τοῦ Θεοῦ ἡ ἀληθὴς γνῶσις, δεχομένη τὸν Θεὸν ἐνθρονιζόμενον κατὰ τὴν ἀμετάθετον ἕξιν τῆς περὶ τὸ καλὸν παγίας καὶ ὑψηλῆς ἐφέσεως· ὥσπερ καὶ ὑποπόδιον, ἡ καθαρὰ λέγεται πρᾶξις τῶν ἀρετῶν, ἐφ᾿ ἑαυτῆς δεχομένη τὰς θείας βάσεις, καὶ οὐκ ἐῶσα τὸ σύνολον τοῖς ἀπὸ τοῦ σώματος καθάπερ γῆς μολύνεσθαι ῥύποις.
Οὐκοῦν ἐπειδὴ τῆς ἀρετῆς ὑποτύπωσιν φέρει, κατὰ τὴν ἑρμηνείαν τοῦ οἰκείου ὀνόματος Ἐζεκίας ὁ βασιλεύς, κράτος Θεοῦ κατὰ τὴν Ἑλλάδα φωνὴν λεγόμενον τοῦτο σημαίνει τὸ ὄνομα· Θεοῦ δὲ κράτος μόνη κατὰ τῶν ἐναντίων δυνάμεων εἶναι καθέστηκεν ἡ ἀρετή. Ἄχας δὲ ὁ τοῦ Ἐζεκίου πατήρ, ἱσχὺς ἑρμηνεύεται, ἣν εἰς τὴν πρᾶξιν προλαβὼν ὁ λόγος ἐξέδωκεν, ἐξ ἧς γεννᾶσθαι τὸ κατ᾿ ἀρετὴν θεῖον πέφυκε κράτος. Ὁ δὲ προφήτης Ἡσαΐας, τὴν τῶν (472) ὑψηλῶν γνῶσιν σημαίνει· ὕψος γὰρ Θεοῦ ἑρμηνευόμενος λέγεται, δι᾿ ἑαυτοῦ τὸ ὕψος τῆς κατὰ Θεὸν γνώσεως δηλῶν, τῆς γεννωμένης ἐκ τοῦ πόνου τῶν περὶ τὰ ὄντα διαφόρων θεωρημάτων. Ἀμὼς γάρ, λαοῦ πόνος [Al…λαὸς πόνου], λέγεται, καθὼς προαπεδόθη.
Ἐπειδὴ τοίνυν καθὼς εἴρηται, ταύτην ἔχει τῶν ὀνομάτων ἡ σημασία τὴν δύναμιν, πᾶς δῆλον ὅτι φιλόσοφος καὶ εὐσεβής, ἀρετῇ καὶ γνώσει, ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν δύναμιν, καθάπερ τῷ Ἐζεκίᾳ τῶν Ἀσσυρίων ὁ βασιλεύς, μίαν ἔχει πρὸς τὴν τῶν κακῶν λύσιν βοήθειαν, τὸν Θεόν, ὃν ἱλεοῦται βοῶν ἀλαλήτως διὰ τῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν πλείονος ἐπιτάσεως· καὶ δέχεται πρὸς συμμαχίαν, μᾶλλον δὲ πρὸς σωτηρίαν, ἄγγελον· δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον, ἐκτρίβοντα πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐκ τῆς παρεμβολῆς βασιλέως Ἀσσούρ, καὶ ἀποστρέφοντα αὐτὸν μετ᾿ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ. Ἡ γὰρ πονηρὰ καὶ ὀλέθριος τοῦ διαβόλου βασιλεία, διὰ τῆς Ἀσσυρίων τυπουμένη βασιλείας, τὸν κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως πρὸς ἀνθρώπους συνεγείρουσα πόλεμον, διὰ τῶν αὐτοῖς ἐμφύτων δυνάμεων τροποῦσθαι μηχανᾶται τὴν ψυχήν· τὴν μὲν ἐπιθυμίαν πρῶτον εἰς ὄρεξιν τῶν παρὰ φύσιν διερεθίζουσα, καὶ τὰ αἰσθητὰ τῶν νοητῶν προτιμᾷν ἀναπείθουσα· τὸν δὲ θυμόν, ὑπεραγωνίζεσθαι τοῦ αἱρεθέντος ὑπὸ τῆς ἐπιθυμίας αἰσθητοῦ διεγείρουσα· τὸ δὲ λογικόν, τοὺς τρόπους ἐπινοεῖν τῶν κατ᾿ αἴσθησιν ἡδονῶν ἐκδιδάσκουσα· καὶ τούτων ἄρχειν τῶν δυνάμεων τὰ αἰσθητά, ἤγουν τῶν τῆς ψυχῆς δυνάμεων κυριεύειν τὸν χοϊκὸν χειροτονοῦσα νόμον.
Δυνατὸν οὖν ἐκάλεσεν ἡ Γραφή, τὸν ἐπικείμενον τῆς ἐπιθυμίας πονηρὸν δαίνονα, καὶ πρὸς τὰς τῶν αἰσχρῶν ἡδονῶν ἀπρεπεῖς ὀρέξεις αὐτὴν ἐκκαίοντα· οὐδὲν γὰρ φυσικῆς ὀρέξεώς ἐστι δυνατώτερον ἢ βιαιότερον. Πολεμιστὴν δέ, τὸν ἐπικαθήμενον τῷ θυμικῷ, καὶ ὑπὲρ τῶν ἡδονῶν ἀπαύστως μάχεσθαι παρασκευάζοντα, προσηγόρευσε δαίμονα. Ἄρχοντα δέ, τὸν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἀοράτως ἐπιφυόμενον, καὶ πρὸς ἕκαστον τὰς ὀρέξεις τῆς ψυχῆς δι᾿ ἑκάστης αἰσθήσεως ἀπατηλῶς ἐκκαλούμενον ὠνόμασεν. Ἀρχοντα δὲ τοῦτον κέκληκεν ὁ λόγος, ἐπειδὴ παντὸς πέφυκεν ἄρχειν πάθους τὸ προσφυὲς αἰσθητόν. Ἄνευ γάρ τινος ὑποκειμένου, καὶ τὰς δυνάμεις τῆς ψυχῆς διὰ μέσης τινὸς αἰσθήσεως ἐπικινοῦντος πρὸς ἑαυτό, πάθος οὐκ ἂν συσταίη ποτέ. Στρατηγὸν δέ, τὸν τῇ δυνάμει τοῦ τῆς ψυχῆς λογιστικοῦ καταχρώμενον, εἶπε δαίμονα, πρὸς ἐπίνοιαν κινῶν καὶ ἐξεύρεσιν πασῶν τῶν κατὰ κακίαν μεθόδων. Πρόσωπον δὲ διαβόλου, τὸ λεῖον ὑπάρχει τῆς ἡδονῆς, δι᾿ οὗ, πάσης ἀνεχομένης αὐτοῦ ψυχῆς πέφυκε δυναστεύειν· καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητά, τῆς τὸν νοῦν πιαινούσης τῶν νοητῶν θεωρίας προτιμώσης· ὅπερ πρόσωπον καταισχύνει, ὁ (473) διὰ προσευχῆς τὸν ἐκτρίβοντα πᾶσαν πονηρὰν δύναμιν παρὰ Θεοῦ κομισάμενος, σοφίας λόγον· τουτέστι τὸν τελείως ἀφανιστικὸν τῆς διοχλούσης τῇ ψυχῇ πονηρᾶς τυραννίδος· Ἐξέτριψε γάρ, φησὶν ὁ Λόγος, ἀλλ᾿ οὐκ ἔτριψεν. Ἡ μὲν γὰρ τρίψις, τῆς ἐμπαθοῦς κατ᾿ ἐνέργειαν μόνης ὑπάρχει πράξεως κατάργησις· ἡ δὲ ἔκτριψις, καὶ τῶν κατὰ διάνοιαν πονηρῶν κινημάτων παντελὴς ἀφανισμός.
Ἡ δὲ χώρα τοῦ βασιλέως Ἀσσούρ, λέγω δὴ τοῦ πονηροῦ καὶ ἀρχεκάκου δαίμονός ἐστιν, ἡ στιβαρὰ καὶ ἀπότομος τῆς κακίας καὶ ἀγνωσίας ἕξις, ἡ πάσης τῆς κατ᾿ ἀρετὴν ζωτικῆς θερμότητος, καὶ παντὸς τοῦ κατὰ τὴν γνῶσιν νοεροῦ φωτὸς ἐστερημένη· εἰς ἣν μόνος ὁ διάβολος ἀποστρέφεται, μετὰ τὴν πεῖραν τῆς προσβολῆς, μὴ δυνηθεὶς μετοικίσαι εἰς τὴν οἰκείαν ἕξιν, τὴν Ἱερουσαλήμ· τουτέστι, τὴν θεοφιλῆ καὶ ἀπαθέστατην ψυχήν, ἔχουσαν ἐν ἑαυτῇ τόν τε τῆς πράξεως καθάπερ Ἐζεκίαν τέλειον λόγον, καὶ τὸν τῆς γνώσεως καθάπερ Ἡσαΐαν πεφωτισμένον νοῦν, τὸν Θεὸν ἱλεουμένους, καὶ δι᾿ ἀγγέλου τὴν πονηρὰν ἐξαφανίζοντας δύναμιν.
Ἐγὼ μὲν οὕτως τοὺς τόπους ἐνόησα, κατὰ τὴν εἰποῦσάν μοι δύναμιν. Εἰ δὲ τις ὑψηλοτέρως ἐκδέχεσθαι δύναται τὰ εἰρημένα, καὶ ἑαυτῷ καὶ ἡμῖν χαρίζεται, τιμιώτερον ἐκφαίνων, ὡς δεῖ, τῶν γεγραμμένων τὸν νοῦν· προέφην γάρ, ὅτι μένει διὰ παντὸς ἀπερίγραφος, ὁ τῆς θείας Γραφῆς λόγος· πάντας μὲν περιγράφων τοὺς λέγοντας, αὐτὸς δὲ τοῖς λέγουσιν οὐδαμῶς περιγραφόμενος. Ὣστε κἂν εἶπὸν τι κατὰ τὴν δύναμιν, καὶ τοῦτο τολμηρῶς, ἀλλ᾿ οὐ περιέλαβον πᾶσαν τῶν γεγραμμένων τὴν δύναμιν, ἀπείρως τῆς ἐμῆς ἀνῳκισμένην δυνάμεως.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ὅτι καθάπερ ὁ Θεὸς κατ᾿ οὐσίαν οὐχ ὑποπέπτωκε γνώσει, οὕτως οὔτε λόγος αὐτοῦ γνώσει τῇ καθ᾿ ἡμᾶς περιλαμβάνεται.
β´. Οἱ μόνῳ τῷ γράμματι προσδήσαντες Ἰουδαϊκῶς τὴν διάνοιαν, φησί, κατὰ τὸν αἰῶνα τοῦτον ἐκδέχονται τὰς ἐπαγγελίας τῶν ἀκηράτων ἀγαθῶν, ἀγνοοῦντες τὰ κακὰ φύσιν τῆς ψυχῆς ἀγαθά.
γ´. Ὁ τὴν εἰκόνα φορέσας τοῦ ἐπουρανίου, φησίν, τῷ πνεύματι διὰ πάντων ἕπεσθαι σπεύδει τῆς ἁγίας Γραφῆς· ἐν ᾧ δι᾿ ἀρετῆς καὶ γνώσεως ἡ τῆς ψυχῆς ὑπάρχει συντήρησις· ὁ δὲ τὴν εἰκόνα φέρων τοῦ χοϊκοῦ, τὸ γράμμα μόνον περιέπει· ἐν ᾧ ἡ κατ᾿ αἴσθησιν πρὸς σῶμα λατρεία συνέστηκε, τὰ πάθη δημιουργοῦσα.
δ´. Ἡ πρᾶξις γεννᾷ τὴν ἀρετήν, φησίν, ὡς Ἄχας τὸν Ἐζεκίαν.
ε´. Ἡ θεωρία, φησί, γεννᾷ τὴν γνῶσιν, ὡς Ἀμὼς τὸν Ἡσαΐαν.
στ´. Ὁ μετὰ πράξεως γινώσκων, φησί, καὶ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιὸν ἐστι τοῦ (476) Θεοῦ. Θρόνος μέν, διὰ τὴν γνῶσιν· ὑποπόδιον δέ, διὰ τὴν πρᾶξιν.
ζ´. Παρεμβολὴ βασιλέως Ἀσσούρ, ἐστὶν ἡ συναγωγὴ τῶν πονηρῶν λογισμῶν, ἐν ᾗ δυνατὸς ἐστιν, ὁ πρὸς ἡδονὴν τὰς φυσικὰς ὀρέξεις κινῶν· πολεμιστὴς δέ ἐστιν. Ὁ το θυμικὸν εἰς τὴν τῶν ἡδονῶν φυλακὴν διεγείρων· ἄρχων δέ, ὁ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν τὰς αἰσθήσεις διερεθίζων· στρατηγὸς δέ, ὁ εἰδοποιὸς τῶν παθῶν, καὶ τῶν ὕλων καὶ τρόπων τῆς αὐτῶν ἐνεργείας ἐπινοητικός.
η´. Ὅτι χωρὶς αἰσθητοῦ πράγματος, φησίν, οὐ συνίσταται πάθος. Μὴ γὰρ οὔσης γυναικός, οὐκ ἔστι πορνεία· καὶ βρωμάτων οὐκ ὄντων, οὐκ ἔσται γαστριμαργία· καὶ χρυσίου μὴ ὄντος, φιλαργυρίας οὐκ ἔσται πάθος. Οὐκοῦν πάσης ἐμπαθοῦς κινήσεως τῶν ἐν ἡμῖν φυσικῶν δυνάμεων, ἄρχει τὸ αἰσθητόν, ἤγουν ὁ δι᾿ αὐτοῦ τὴν ψυχὴν διερεθίζων πρὸς ἁμαρτίαν δαίμων.
θ´. Ἡ τρίψις, φησί, τὴν ἐνέργειαν· ἡ ἔκτριψις δέ, καὶ αὐτὴν ἀφανίζει τῆς κακίας τὴν ἐνθύμησιν.
ι´. Ὡς γὰρ ὁ βοῤῥᾶς, φησίν, ἥλιον οὐκ ἔχει διοδεύοντα· οὕτως οὔτε ἡ κακὴ ἕξις, ἣν οἰκεῖ ὁ διάβολος, γνώσεως φωτισμὸν ἐπιδέχεται.
ΕΡΩΤΗΣΙΣ ΝΑ´.
[Επεξεργασία]" Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλήμ, καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα. Καὶ ὑπερήρθη κατ᾿ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν". Τί τὰ δῶρα, καὶ τί τὰ δόματα; καὶ τί τὸ ὑπεραρθῆναι κατ᾿ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν.
Ἀπόκρισις.
[Επεξεργασία]Τὴν ὁρωμένην ἅπασαν φύσιν ὁ Θεὸς ὑποστήσας, οὐκ ἀφῆκεν αὐτὴν κατὰ μόνην κινεῖσθαι τὴν αἴσθησιν· ἀλλ᾿ ἐγκατέσπειρεν ἑκάστῳ τῶν αὐτὴν συμπληρούντων εἰδῶν, καὶ σοφίας λόγους πνευματικούς, καὶ ἀγωγῆς ἀστείας τρόπους· ὥστε μὴ μόνον διὰ τῶν σιγώντων κτισμάτων μεγαλοφώνως κηρύττεσθαι τὸν Ποιητὴν τῶν κτισμάτων τοῖς τῶν γεγονότων μηνυόμενον λόγοις· ἀλλὰ καὶ τόνἄνθρωπον τοῖς κατὰ φύσιν τῶν ὁρωμένων θεσμοῖς τε καὶ τρόποις παιδαγωγούμενον, εὐμαρῶς τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδὸν τῆς διδασκαλίας εὑρεῖν. Τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος ἴδιον, μὴ μόνον τὰς θείας καὶ ἀσωμάτους τῶν νοητῶν οὐσίας, τῆς ἀποῤῥήτου καὶ θείας ἀπεικονίσματα καταστῆσαι δόξης, ὅλην κατὰ τὸ θεμιτὸν ἀναλόγως αὐταῖς εἰσδεχομένας τὴν ἀπερινόητον ὡραιότητα τοῦ ἀπροσίτου κάλλους· ἀλλὰ καὶ τοῖς αἰσθητοῖς καὶ τῶν νοητῶν οὐσιῶν κατὰ πολὺ ἀποδέουσιν, ἀπηχήματα τῆς οἰκείας ἐγκαταμίξαι μεγαλειότητος, δυνάμενα τὸν ἀνθρώπινον νοῦν ἐποχούμενον αὐτοῖς πρὸς τὸν Θεὸν ἀπλανῶς διαπορθμεύειν, ὑπεράνω τῶν πάντων τῶν ὁρωμένων γενόμενον, καὶ τὰ μέσα πάντα, δι᾿ ὧν τὴν τοιαύτην τεμὼν ἐξήνυσε πορείαν, κατόπιν ἑαυτοῦ ποιησάμενον.
Οὐ μόνον δέ, ἀλλ᾿ ἵνα καὶ μηδεὶς τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν Κτίσαντα, πρόφασιν ἀπολογείας (477) ἔχῃ τὴν ἄγνοιαν· φωνῆς πάσης τρανότερον τὸν οἰκεῖον ποιητὴν κηρυττούσης ἀκούων τῆς κτίσεως.
Οὐκοῦν ἐπειδὴ καὶ λόγους σοφίας πνευματικούς, καὶ τρόπους ἀγωγῆς καὶ ἀστείας ἐγκατασπαρέντας αὐτῇ φυσικῶς ἔχει παρὰ τοῦ Δημιουργοῦ τῶν ὁρωμένων ἡ φύσις· πᾶς νοῦς εἰκότως ἀρετῇ καὶ γνώσει κατεστεμμένος, οἷα δὴ κατὰ τὸν μέγαν Ἐζεκίαν βασιλεύειν λαχὼν τῆς Ἱερουσαλήμ, τουτέστι, τῆς εἰρήνην μόνην ὁρώσης ἕξεως· ἤγουν τῆς παντοίων ἐστερημένης παθῶν καταστάσεως. Ὅρασις γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται· πᾶσαν ἔχει τὴν κτίσιν ὑποχείριον, διὰ τῶν αὐτὴν συμπληρούντων εἰδῶν, ὁ τοιοῦτος νοῦς· τῷ μὲν Θεῷ, δι᾿ αὐτοῦ τοὺς ἐν αὐτῇ πνευματικοὺς τῆς γνώσεως καθάπερ δῶρα προσκομίζουσαν λόγους· αὐτῷ δέ, καθάπερ δόματα τοὺς ἐνυπάρχοντας αὐτῇ κατὰ τὸν φυσικὸν νόμον πρὸς ἀρετὴν τρόπους παρέχουσαν· καὶ διὰ τῶν ἀμφοτέρων δεξιουμένην τὸν κατ᾿ ἀμφότερα κρατίστως εὐδοκιμεῖν δυνάμενον· λέγω δὲ τὸν κατὰ λόγον καὶ βίον πράξεώς τε καὶ θεωρίας τελειωθέντα φιλόσοφον νοῦν. Δῶρα μὲν οὖν τῷ Κυρίῳ, καὶ δόματα τῷ βασιλεῖ φέρεσθαι προσδιωρισμένως εἴρηκεν ὁ Λόγος. Ἐπειδή, καθὼς φασιν οἱ περὶ ταῦτα τὴν σπουδὴν ἐσχηκότες, δῶρα σεσημειωμένως ἐκεῖνα λέγεται, τὰ τοῖς ἀπροσδεέσιν εἰσκομιζόμενα· δόματα δέ, τὰ τοῖς δεομένοις διδόμενα. Διὸ καὶ ἡ καθ᾿ ὅλου συνήθεια τῶν ἀνθρώπων, τὰ τοῖς βασιλεῦσι προσφερόμενα, προσηγόρευσε δῶρα· τυχὸν τὸ ἀπροσδεὲς τῶν δεχομένων σκοπήσασα.
Φήσειε δ᾿ ἂν τις τῶν πάντα φιλοτίμων, ταύτης ἕνεκεν τῆς αἰτίας καὶ τὰ πρὸς τῶν Μάγων προσενεχθέναι τῷ Κυρίῳ καθ᾿ ἡμᾶς γενομένῳ διὰ φιλανθρωπίαν, (480) δῶρα προσηγορεῦθαι, μηδὲν τῆς ἀληθείας τοῦτο λέγων παραμείβων τὸ σύμβολον.
Προσκομίζοντες οὖν τοὺς ἐκ τῶν γεγονότων πνευματικοὺς τῷ Κυρίῳ λόγους, δῶρα προσφέρομεν, καθ᾿ ὅτι πάντων τούτων ἐστὶν κατὰ φύσιν ἀπροσδεής· οὐ γὰρ ὡς δεομένῳ πρὸς ἄλλοις, καὶ τοὺς τῶν ὄντων τῷ Κυρίῳ προσκομίζομεν λόγους, ἀλλ᾿ ἵνα ποσῶς ἡμεῖς κατὰ δύναμιν ἐκ τῶν αὐτοῦ κτισμάτων χρεωστούμενον αὐτὸν ἀνυμνήσωμεν. Δόματα δὲ λαμβάνει, ὁ τὴν θείαν προσθύμως μετερχόμενος φιλοσοφίαν· ὡς καὶ τρόπων πρὸς ἀρετήν, καὶ λόγων πρὸς γνῶσιν κατὰ φύσιν δεόμενος.
Ἢ καὶ ἄλλως ἐκληπτέον τὰ δῶρα. Ἐπειδὴ δῶρον πάλιν ἐστί, τὸ τοῖς μηδὲν προεισενεγκοῦσι διδόμενον· δῶρα μὲν λαμβάνει ὁ γνωστικὸς νοῦς ἐκ τῆς τῶν ὄντων θεωρίας, δι᾿ αὐτοῦ προσαγομένους τῷ Κυρίῳ, τοὺς ἄνευ λογικῆς ἀποδείξεως συνεκτικοὺς λόγους τῆς πίστεως· ὑπὲρ ἧς οὐδεὶς οὐδαμῶς οὐδὲν προεισφέρει· φυσικῶς, καὶ δίχα πάσης τῆς ἐν λόγοις τεχνικῆς μεθοδείας, τὸν ἴδιον ποιητὴν θεώμενος, μηνυούσης τῆς κτίσεως. Τί γὰρ καὶ προσενέγκαι δυνήσεταὶ τις πίστει παρισωθῆναι δυνάμενον, ὥστε χρέος, ἀλλὰ μὴ δῶρον τὴν εἰς τὸν Θεὸν πίστιν κομίσασθαι; Δόματα δὲ λαμβάνει, τοὺς τῶν ὄντων φυσικοὺς νόμους τοῖς τρόποις μιμούμενος· δηλαδὴ τῆς τούτων προεισφέρων κτίσεως, τοὺς κατὰ τὴν μετάνοιαν πόνους· δι᾿ ὧν ἐκδύεσθαι πρότερον τὸν παλαιὸν πέφυκεν ἄνθρωπον, καὶ οὕτω πρὸς συλλογὴν καρπῶν δικαιοσύνης ἐξιέναι, τοὺς ἐν τοῖς οὖσι πεποιημένους πρὸς ἀρετὴν ἀναλεγόμενος τρόπους· οἷς οὐκ ἂν ποτε προσεγγίσειεν, μὴ πρότερον πόνοις καὶ ἱδρῶσι πολλοῖς καθάπερ ὄφις τὴν λεβηρίδα· φημὶ δὴ τὸν παλαιὸν εἰσάγαν καταπιέσας ἄνθρωπον καὶ ἀποδυσάμενος.
Διὸ τῷ μὲν Θεῷ δῶρα τοὺς ἐκ τῶν ὄντων εἰκότως συνεκτικοὺς τῆς πίστεως λόγους ὁ γνωστικὸς δέχεται νοῦς, μηδὲ τὸ σύνολον τούτων προεισφέρων καὶ προδιδούς. Τὶς γάρ, φησί, προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
Λαμβάνει δὲ δόματα, τοὺς κατὰ φύσιν τῶν ὄντων τοῖς τρόποις ἐκμιμούμενος νόμους· οἷον ἔτι λέγω, μιμούμενος μὲν ὁ διαγνωστικὸς νοῦς τὸν κατὰ φύσιν τοῦ οὐρανοῦ νόμον, δόματα λαμβάνει, ὁμαλωτάτην καὶ ὡσαύτως ἔχουσαν ἀεὶ τῆς ἀρετῆς ἐν ἑαυτῷ καὶ τῆς γνώσεως διαφυλάττων τὴν κίνησιν, παγίως φέρουσαν καθάπερ ἀστέρας, τοὺς περὶ τῶν ὄντων φωτεινοὺς καὶ διαυγεστάτους λόγους.
Μιμούμενος δὲ τοῦ ἡλίου τὸν κατὰ φύσιν νόμον, ἄλλους ἐξ ἄλλων πρὸς τὰς χρείας τοῦ παντὸς ἀμειβομένου τόπους, ἕτερον δόμα λαμβάνει, τὴν πρὸς τὸ πᾶσι τοῖς συμβαίνουσι, δεόντως μετὰ σοφίας ἁρμόζεσθαι σύνεσιν, μηδὲν ὑφιεὶς ἑαυτοῦ τῆς φωτιστικῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ταυτότητος.
Λαμβάνειν δὲ πάλιν καὶ τοῦ ἀετοῦ, τὸ πρὸς τὴν θείαν τοῦ ἀκηράτου φωτὸς μαρμαρυγὴν εὐθυτενὲς τῶν ὀμμάτων, (481) κατὰ μηδὲν ὑπὸ τῆς παμφαοῦς ἀκτῖνος τὴν νοερὰν δριμυσσόμενος κόρην.
Μιμεῖται καὶ τὴν ἔλαφον, καθάπερ ὄρη τὰ ὕψη τῶν θείων θεωρημάτων μεταδιώκων· καὶ τὰ ἐμφωλεύοντα τῇ φύσει τῶν ὄντων πάθη, ἰοβόλων δίκην τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως· καὶ τὸν τῇ μνήμῃ κατὰ περίστασιν ἐναπολαμβανόμενον τῆς κακίας ἰόν, ταῖς πολλαῖς καὶ διαφόροις πηγαῖς κατασβεννύων τῆς γνώσεως.
Μιμεῖται καὶ τῆς δορκάδος τὴν ὀξυωπίαν, καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τοὺς βρόχους τῶν πολεμούντων τῇ ἀρετῇ δαιμόνων, ὡς δορκὰς ὑπερπηδῶν καὶ διαλλόμενος· καὶ τὰς παγίδας τῶν τῇ γνώσει μαχομένων πνευμάτων, ὡς ὄρνεον ὑπεριπτάμενος.
Φασὶ τινες τοῦ λέοντος ἀλλήλοις τὰ ὀστᾶ συγκρουόμενα, πῦρ ἀποβάλλειν. Μιμεῖται καὶ τοῦτο τὸ φύσει πεφυκὸς ὁ γνωστικὸς νοῦς καὶ θεοφιλής, διὰ τῆς κατὰ τὴν ἀλήθειαν συζητήσεως, ἀλλήλοις τοὺς εὐσεβεῖς ὀστέων δίκην συγκρούων λογισμούς, καὶ τὸ πῦρ ἐξάπτων τῆς γνώσεως.
Γίνεται φρόνιμος ὡς ὁ ὄφις, καὶ ἀκέραιος ὡς ἡ περιστερά, διὰ πάντων ἄθλαστον ὡς κεφαλὴν τὴν πίστιν συντηρῶν· καὶ τοῦ θυμοῦ τὴν πικρίαν ἐξ ἑαυτοῦ σαφῶς κατὰ τὴν περιστερὰν ἀποθέμενος· ὡς τοῖς θλίβουσι καὶ ἐπηρεάζειν σπουδάζουσι μνησικακεῖν οὐκ εἰδώς.
Δέχεται κἀκ τῆς τρυγόνος καθάπερ δόμα, τὴν τῆς σωφροσύνης ἐκμίμησιν· γνώμης ἔργα ποιούμενος, πάντα τὰ ἐξ ἀνάγκης προσόντα ταῖς φύσεσιν.
Οὕτω μὲν οὖν κατὰ τὸν ἑκάστου λόγον τε καὶ τρόπον τῆς φύσεως, μετὰ γνώσεως ἐπελθὼν τὴν τῶν ὄντων γένεσιν ὁ φιλοσοφώτατος νοῦς· ὡς μὲν γνωστικός, τοὺς τῶν ὄντων πνευματικοὺς λόγους καθάπερ δῶρα δέχεται τῷ Θεῷ προσφερομένους παρὰ τῆς κτίσεως· ὡς δὲ πρακτικός, τοὺς τῶν ὄντων φυσικοὺς νόμους τοῖς τρόποις μιμούμενος, δόματα δέχεται, πᾶσαν ἐκκαλύπτων ἐν ἑαυτῷ κατὰ τὸν βίον τῆς ἐμφερομένης ἀοράτως τοῖς οὖσι θείας σοφίας τὴν μεγαλοπρέπειαν.
Εἰ δὲ καὶ τοῦτο φαίη τις, ὅτι δῶρα τῷ Θεῷ προσφέρεσθαι διωρίσατο φήσας ὁ Λόγος, ἵνα παραστήσῃ τὸ τῆς θείας ἀγαθότητος ἄπειρον· ὡς μηδὲν προεισενεγκούσης, δέχεσθαι παρ᾿ ἡμῶν ὡς δῶρα τὰ δόματα, τὸ πᾶν ἡμῖν λογιζομένης τῆς εἰσφορᾶς, οὐκ ἔξω τοῦ πρέποντος γέγονε τοῦτο φήσας, πολλὴν καὶ ἄφατον εἶναι περὶ ἡμᾶς τοῦ Θεοῦ δείξας τὴν ἀγαθότητα· δεχομένου ὡς ἡμῶν τὰ ἑαυτοῦ ἐξ ἡμῶν αὐτῷ προσφερόμενα· καὶ τὴν ὑπὲρ αὐτῶν ὡς ἀλλοτρίων ὀφειλὴν ὁμολογοῦντος.
Καὶ ὑπερήρθη, φησίν, Ἐζεκίας κατ᾿ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας κατορθώσας εἰς ἄκρον τὴν ἀρετὴν καὶ τὴν γνῶσιν κατὰ τὸν Ἐζεκίαν, εἰκότως ὑπεραίρεται πάντων τῶν ἐθνῶν· τῶν τε σαρκικῶν καὶ διαβεβλημένων λέγω παθῶν ὑπεράνω κατὰ τὴν πρᾶξιν γενόμενος, (484) καὶ τῶν φυσικῶν λεγομένων σωμάτων. Καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων τῶν ὑπὸ αἴσθησιν εἰδῶν, κατὰ τὴν θεωρίαν τοὺς ἐν αὐτοῖς πάντας γνωστικῶς διαπεράσας λόγους· ἐθνῶν καὶ αὐτῶν τῇ Γραφῇ τροπικῶς ὀνομαζομένων, διὰ τὸ πρὸς τὴν ψυχήν, καὶ τὸν νοῦν κατὰ φύσιν ἀλλόφυλον· ἅπερ μὴ πολεμοῦντα τὸν νοῦν, πολεμεῖσθαι παντελῶς ὁ Θεὸς οὐ προσέταξεν. Οὐ γὰρ τοῖς ἔξω περὶ τὴν αἴσθησιν πολεμεῖν ἐπετάγημεν κτίσμασιν, ἀλλὰ τοῖς ἐν ἡμῖν αὐτοῖς παρὰ φύσιν κατὰ τὴν γῆν τῆς καρδίας οἰκοῦσι τῆς ἀτιμίας ἀεὶ διαμάχεσθαι πάθεσιν ἐκελεύθημεν, ἕως ἂν ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ αὐτῆς· καὶ κατασχῶμεν μόνοι τὴν γῆν, ἀσάλευτον μένουσαν τῇ ἀναιρέσει τῶν ἀλλοτρίων παθῶν. Διὸ καὶ τετηρημένως, κατὰ μὲν τὸν τόπον τῆς εἰσφορᾶς τῶν δώρων τοῦ Θεοῦ, καὶ τῶν δομάτων τοῦ βασιλέως, οὐχ ἁπλῶς ἡ Γραφή, Πάντες ἔφερον, εἶπεν, δῶρα τῷ Θεῷ, καὶ δόματα τῷ βασιλεῖ· ἀλλά, πολλοί· τουτέστιν, οὐ πάντα τὰ ἔθνη, ἀλλὰ πολλὰ ἔθνη· δηλοῦντος ἐνεῦθεν, ὅτι εἰσὶ λεγόμενα ἔθνη, ἐξ ὧν οὐδὲν τῷ Θεῷ, ἢ τῷ βασιλεῖ προσάγεται. Τὰ γὰρ συμπληροῦντα τὴν τῶν γεγονότων φύσιν κτίσματα, μόνα φέρειν εἰκότως φησὶν τῷ τε Θεῷ δῶρα, τοὺς ἐν αὐτοῖς θειοτέρους, καθ᾿ οὓς καὶ ἐκτίσθησαν λόγους, ὡς ἐκ Θεοῦ γεγενημένα· καὶ δόματα τῷ βασιλεῖ, τοὺς οἰκείους αὐτῶν καὶ κατὰ φύσιν δηλονότι νόμους, ὡς δι᾿ αὐτὸν [marg. τὸν ἄνθρωπον δηλονότι] ὑποστάντα· καθ᾿ οὓς ῥυθμιζόμενος ὁ ἀνθρώπινος νοῦς, τοὺς συνεκτικοὺς τῆς ἀρετῆς συνίστησι τρόπους· ἀλλ᾿ οὐχὶ τῶν ἐκ Θεοῦ μὴ γεγονότων ἐν ἡμῖν ἐθνῶν, λέγω δὲ τῶν παθῶν, παρυπόστασις προσφέρει Θεῷ ἢ ἀνθρώποις· διότι οὐκ ἐκ Θεοῦ γεγένηται. Ἐξ ἡμῶν γὰρ τῆς θείας παρακουσάντων ἐντολῆς, ἀλλ᾿ οὐκ ἐκ Θεοῦ τὰ πάθη τῆς ἀτιμίας ἔσχε τὴν γένεσιν· ἐξ ὧν οὐδεὶς οὐδαμῶς οὐδὲν προσφέρει Θεῷ, μὴ ἐχόντων τὸ σύνολον λόγον σοφίας ἢ γνώσεως· ἅτε τῆς σοφίας ἀποβολῇ καὶ τῆς γνώσεως παρυποστάντα.
Κατὰ δὲ τὸν τόπον τοῦ, Καὶ ἐπήρθη κατ᾿ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν, τοῦ Λόγου δηλοῦντος, ὡς ὁ τὴν ἀπάθειαν καθάπερ Ἱερουσαλὴμ οἰκεῖν διὰ τῶν κατὰ τὴν πρᾶξιν πόνων λαχών, καὶ πάσης τῆς καθ᾿ ἁμαρτίαν ἀπηλλαγμένος ὀχλήσεως, καὶ μόνην εἰρήνην καὶ πράττων καὶ λαλῶν καὶ ἀκούων καὶ λογιζόμενος, μετὰ τὸ δέξασθαι διὰ τῆς φυσικῆς θεωρίας τὴν φύσιν τῶν ὁρατῶν, τοὺς ἐν αὐτῇ θειοτέρους καθάπερ δῶρα τῷ Κυρίῳ, δι᾿ αὐτοῦ προσκομίζουσαν, λόγους· καὶ τοὺς ἐν αὐτῇ νόμους, αὐτῷ καθάπερ βασιλεῖ δόματα φέρουσαν, κατ᾿ ὀφθαλμοὺς ἐπαίρεται πάντων τῶν ἐθνῶν, ὑπεράνω γινόμενος, πάντων δηλονότι τῶν τε κατὰ τὴν σάρκα παθῶν διὰ πράξεως, τῶν τε φυσικῶν σωμάτων, καὶ τῶν ὑπὸ τὴν αἴσθησιν ἁπάντων εἰδῶν διὰ τῆς θεωρίας, τοὺς ἐν αὐτοῖς πνευματικοὺς διαβὰς λόγους τε καὶ τρόπους· οὕτως νενόηταί μοι καὶ τό, Ἔφερον πολλοί, ἀλλ᾿ οὐ πάντες· τουτέστι, τὰ ἐκτὸς ἔθνη, ἤγουν κτίσματα· ἀλλ᾿ οὐ τὰ ἐντὸς ἡμῶν ἔθνη, ἤγουν πάθη. Πάντα γὰρ τὰ συμπληροῦντα τὸν κόσμον κτίσματα, (485) Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις· καὶ ὁ ἐκείνων ὕμνος, ἡμέτερος γίνεται· Δι᾿ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω, φησὶ Γρηγόριος ὁ μέγας τῆς θεολογίας ἐπώνυμος.
Οὐκοῦν ἡ ἁγία Γραφή, καθὼς δέδεικται, πᾶσιν ἄνετον προθεῖσα τοῖς βουλομένοις σωθῆναι, τὸ ἑαυτῆς βούλημα, ἑνὶ προσώπῳ παντελῶς ἑαυτὴν οὐ συνέκλεισεν. Ἕκαστος γὰρ δύναται Ἐζεκίας γενέσθαι, τὸν Ἐζεκίαν κατὰ πνεῦμα μιμούμενος· καὶ διὰ προσευχῆς βοῆσαι πρὸς τὸν Θεόν, καὶ εἰσακουσθῆναι· καὶ δέξασθαι ἄγγελον· λέγω δὲ σοφίας μείζονος λόγον καὶ γνώσεως, ἐν καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως· καὶ ἐκτρίψαι πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγόν· τουτέστι, τὰς ἐμπαθεῖς τῆς ἐπιθυμίας καὶ θυμοῦ κινήσεις· καὶ τῶν αἰσθητῶν τὴν προσπάθειαν· καὶ τόν, καθάπερ στρατηγόν, ἐπινοοῦντα τοὺς καθ᾿ ἁμαρτίαν τρόπους, λογισμόν· καὶ οὕτως ἐν εἰρήνῃ γενέσθαι διὰ τῆς ἀπαλλαγῆς τῶν παθῶν, καὶ σχολάσαι τῇ τῶν ὄντων θεωρίᾳ, καὶ δέξασθαι τοὺς συνεκτικοὺς τῆς γνώσεως λόγους καθάπερ δῶρα, καὶ τοὺς τῶν ἀρετῶν συστατικοὺς τρόπους καθάπερ δόματα, πρός τε δόξαν Θεοῦ καὶ προκοπὴν ἑαυτοῦ, παρὰ πάσης αὐτῷ προσφερομένους τῆς κτίσεως· καὶ μετὰ τοῦτο πρεπόντως κατ᾿ ὀφθαλμοὺς ὑπεραρθῆναι πάντων τῶν ἐθνῶν· τουτέστιν, ὑπεράνω πάντων τῶν παθῶν κατὰ τὴν ἀρετήν, καὶ πάντων τῶν κτισμάτων γενέσθαι κατὰ γνῶσιν· καὶ φυλάξαι διὰ μετριοφροσύνης τὴν χάριν τῆς σωτηρίας, καὶ μὴ παθεῖν τὰ τούτοις κατὰ Γραφὴν ἑπόμενα.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Τίνες οἱ λόγοι, καὶ τίνες οἱ τρόποι τῆς κτίσεως.
β´. Τριῶν τούτων ἕνεκεν ἐγκατέσπειρεν ὁ Θεὸς τῇ ὁρωμένῃ φύσει λόγους πνευματικοὺς καὶ τρόπους ἀγωγῆς ἀστείας· ὥστε κηρύττεσθαι τὸν Ποιητὴν τῶν κτισμάτων, καὶ ὥστε τὸν ἄνθρωπον τοῖς κατὰ φύσιν θεσμοῖς τε καὶ τρόποις παιδαγωγούμενον, εὑρεῖν εὐμαρῶς τὴν πρὸς αὐτὸν ἄγουσαν τῆς δικαιοσύνης ὁδόν· καὶ ἵνα μηδεὶς τῶν ἀπίστων, πρόφασιν ἀπολογίας ἔχῃ τὴν ἄγνοιαν.
γ´. Μέσα Θεοῦ καὶ ἀνθρώπων εἰσὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά· ὧν ὑπεράνω γίνεται χωρῶν πρὸς Θεὸν ὁ ἀνθρώπινος νοῦς· τοῖς μὲν αἰσθητοῖς κατὰ τὴν πρᾶξιν μὴ δουλούμενος· τοῖς νοητοῖς δὲ κατὰ τὴν θεωρίαν μηδόλως κρατούμενος.
δ´. Ὅτι κατήγορος ἡ κτίσις γίνεται, φησί, τῶν ἀσεβῶν ἀνθρώπων· διὰ μὲν τῶν ἐν ἑαυτῇ λόγων τὸν ἑαυτῆς κηρύττουσα Ποιητήν· διὰ δὲ τῶν ἐν αὐτῇ κατ᾿ εἶδος ἕκαστον φυσικῶν νόμων πρὸς ἀρετὴν παιδαγωγοῦσα τὸν ἄνθρωπον. Οἱ μὲν οὖν λόγοι ἐν τῇ συνοχῇ τῆς μονιμότητος τοῦ καθ᾿ ἕκαστον εἴδους γνωρίζονται· οἱ δὲ νόμοι, ἐν τῇ ταυτότητι φαίνονται τῆς τοῦ καθ᾿ ἕκαστον εἴδους φυσικῆς ἐνεργείας· οἷς μὴ ἐπιβάλλοντες κατὰ τὴν ἐν ἡμῖν νοερὰν δύναμιν, (488) τήν τε τῶν ὄντων ἠγνοήσαμεν αἰτίαν, καὶ πᾶσι τοῖς παρὰ φύσιν προστετήκαμεν πάθεσι.
ε´. Ὁ ἄνθρωπος τοὺς πνευματικοὺς τῶν ὁρωμένων λόγους κατανοῶν διδάσκεται, ὡς ἔστι τῶν φαινομένων Ποιητής· τὴν τοῦ ὁποῖός ἐστιν ἔννοιαν, ὡς ἀνέφικτον ἀφεὶς ἀνεξέταστον. Τὴν γὰρ ὅτι Ποιητής, ἀλλ᾿ οὐχ ὁποῖός ἐστιν ὁ Ποιητὴς ὁρωμένη σοφῶς ἡ κτίσις παρέχει κατάληψιν. Διόπερ δῶρα μὲν κέκληκεν ἡ Γραφὴ τοὺς λόγους τῶν ὁρωμένων, ὡς τῆς κατὰ πάντων δεσποτείας μηνυτικούς· δόματα δέ, τοὺς φυσικοὺς αὐτῶν νόμους, δι᾿ ὧν ὁποῖὸν τι τῶν ὄντων ἕκαστον ὑπάρχει κατ᾿ εἶδος γνωριζόμενον διδάσκει τὸν ἄνθρωπον, ἀλλοτρίῳ νόμῳ μὴ παραφθείρειν τὸν κατὰ φύσιν.
στ´. Ἄλλη θεωρίας περὶ τῶν δώρων μεταβολή.
ζ´. Κατὰ δωρεὰν φησι τὴν Θεὸν εἰλήφαμεν πίστιν, γνῶσιν ὑπάρχουσαν ἀμέσως περὶ Θεὸν ἱδρυμένην· ἥτις ἀναπόδεικτον ἔχει τὴν ἐπιστήμην. Ἐλπιζομένων γάρ ἐστιν ὑπόστασις πραγμάτων, οὕπω γνώσει τῶν ὄντων τινὸς περιληφθέντων.
η´. Ἀρετῆς μὲν προεισφέρεται πίστις, φησίν· ἀρετὴ δέ, γνώσεως· πίστεως δέ, παντελῶς οὐδέν. Ἀρχὴ γὰρ τῶν ἐν ἀνθρώποις καλῶν ἡ πίστις· ἧς οὐδὲν παρ᾿ ἡμῶν προεισάγεσθαι πέφυκεν.
θ´. Οὐδὲν φησίν ἐστιν πίστεως ἰσοστάσιον.
ι´. Ὁ πιστὸς δηλονότι καὶ πνευματικός.
ια´. Συνηγόρους τῆς εἰς τὸν Θεὸν πίστεως τοὺς τῶν ὄντων ὁ γνωστικὸς νοῦς δέχεται λόγους φησίν, ἀλλ᾿ οὐ ποιητικοὺς τῆς πίστεως. Οὐκ εἰσὶ γὰρ ἀρχὴ τῆς πίστεως οἱ λόγοι τῶν γεγονότων· ἐπεὶ καὶ περιγραπτὸν ἔσται τὸ πιστευόμενον. Οὗ γὰρ ἡ πρὸς ἀπόδειξιν ἀρχὴ γνώσει περιλαμβάνεται, τοῦτο δηλαδή, γνώσει κατὰ φύσιν ὑπάρχει περιληπτόν.
ιβ´. Οὐρανοῦ νόμος ἐστί, τὸ κατὰ κύκλον ὡσαύτως φέρεσθαι, παρ᾿ οὗ λαμβάνει τὴν ἐν τῷ καλῷ παγίαν κίνησιν ὁ γνωστικός, περὶ τὸ ταυτὸν τῆς ἀρετῆς τὴν οὐρανοῦ μιμούμενος ἀεικινησίαν.
ιγ´. Ἡλίου νόμος ἐστὶ φυσικός, τὸ ταῖς μεταβάσεσιν ἐργάζεσθαι τὴν χρόνων διαφοράν· παρ᾿ οὗ λαμβάνει, τὸ πρὸς τὰς διαφόρους ἁρμόζεσθαι συμβάσεις ὁ γνωστικός, λόγῳ φυλάττων τῆς ἀρετῆς τὴν λαμπρότητα, μηδενὶ τῶν ἀβουλήτως συμβαινόντων ἀμαυρουμένην.
ιδ´. Ἀετοῦ νόμος ἐστὶ φυσικός,τὸ δέχεσθαι κατὰ τῆς κόρης τοῦ ἡλίου τὴν ἀκτῖνα προσβάλλουσαν· πρ᾿ οὗ λαμβάνει κατὰ γνώμην ὁ γνωστικός, διὰ παντὸς τῷ θείῳ φωτὶ τὸν νοῦν ἐναστράπτεσθαι.
ιε´. Τί διδάσκεται κἀκ τοῦ φυσικοῦ νόμου τῶν ἐλάφων ὁ γνωστικός, τὴν ὄντων φύσιν διασκεπτόμενος.
ιστ´. Τί κἀκ τῆς δορκάδος καὶ τοῦ ὀρνέου κατὰ μίμησιν λαμβάνων, ἀνάλωτον φυλάττει τὴν ἀρετήν, ὁ κατὰ πρᾶξιν τὴν ὁδὸν τέμνων τὴν γνώσεως.
(489) ιζ´. Ποῖον διδάσκεται καλὸν ὁ τὰ θεῖα φιλοσοφῶν, τὴν φυσικὴν τοῦ λέοντος θεωρίαν εἰς ἑαυτὸν κατὰ γνώμην λογικῶς μεταφέρων.
ιη´. Πῶς δεῖ μιμούμενον τὸν ὄφιν καὶ τὴν περιστερὰν γένεσθαι φιλόσοφον.
ιθ´. Τί κἀκ τῆς τρυγόνος ὠφελεῖσθαι δυνάμεθα.
κ´. Ὁ πρὸς τὸν ἑαυτοῦ νόμον, τοὺς τῶν ὄντων κατὰ μίμησιν μεταφέρων νόμους, ἐνάρετος, λογίζων τῶν ἐστερημένων λόγου τὴν κίνησιν· ὁ δὲ τὸν ἑαυτοῦ πρὸς τοὺς νόμους τῶν ἄλλων κατὰ μίμησιν μεταβάλλων, ἐμπαθής, πρὸς ἀλογίαν ἐκφέρων τοῦ λόγου τὴν δύναμιν.
κα´. Ἄλλη θεωρία περὶ τῶν δώρων, ἀγαθότητος θείας ἀποδεικτική.
κβ´. Σώματα λέγει φυσικά, πάντα τὰ ὑπὸ γένεσιν καὶ φθοράν.
κγ´. Καλὴ παρατήρησις, ὅτι δεῖ μὴ τὴν κτίσιν πολεμεῖσθαι παρ᾿ ἡμῶν, ἧς ἐστι δημιουργὸς ὁ Θεός, ἀλλὰ τὰς ἐπ᾿ αὐτῇ τῶν ἐν ἡμῖν κατ᾿ οὐσίαν δυνάμεων ἀτάκτους καὶ παρὰ φύσιν κινήσεις καὶ ἐνεργείας.
κδ´. Πρακτικὴ φιλοσοφία, τὸν πρακτικόν, φησιν, ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δὲ τὸν γνωστικὸν καὶ ὑπεράνω τῶν ὁρωμένων καθίστησιν, ἀναβιβάσασα τὸν νοῦν πρὸς τὰ συγγενῆ νοητά.
ΕΡΩΤΗΣΙΣ ΝΒ´.
[Επεξεργασία]" Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν Ἐζεκίας· ἀλλ᾿ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ἐπ᾿ αὐτὸν ὀργή, καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ· καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ· καὶ οὐκ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου. " Τί τὸ ἀνταπόδομὰ ἐστι, καὶ τὰ ἑξῆς;
Ἀπόκρισις.
Ἐπειδὴ γὰρ μετὰ πολλὰς καὶ διαφόρους εὐεργεσίας, ἃς κατὰ καιροὺς ὁ Θεὸς χορηγήσας τῷ Ἐζεκίᾳ, διέσωσεν ἐκ πάσης ἀνάγκης αὐτὸν λυτρωσάμενος καὶ περιστάσεως· αὐτὸς δὲ τὴν ὅλην τῷ Θεῷ τῆς σωτηρίας, ὡς ἐχρῆν, οὐκ ἀνέθετο χάριν· ἀλλ᾿ ἥψατὸ τις αὐτοῦ μῶμος ἀνθρώπινος, καὶ τῶν κατορθωμάτων ἐπεμερίσατο δύναμιν· εἰκότως κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεός, οὐκ ἀνταπέδωκεν Ἐζεκίας. Οὐ γὰρ ἀντεσήκωσε τῷ μεγέθει τῶν ἐπ᾿ αὐτῷ θείων κατορθωμάτων εὐγνωμόνως τὴν εὐχαριστίαν· ἀλλ᾿ ὑψώθη ἡ καρδία αὐτοῦ, μὴ διαδρὰς τὸ νόσημα τῆς ἐπ᾿ ἀρετῇ καὶ γνώσει φυσικῆς οἰήσεως.
Καὶ ἐγένετο ἐπ᾿ αὐτὸν ὀργή, καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Ὀργὴ Θεοῦ ἐστι, κατὰ μίαν ἐπιβολήν, ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις· ἐπίπονος δὲ καθέστηκεν αἴσθησις, ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή· δι᾿ ἧς τὸν ἐπ᾿ ἀρετῇ καὶ (492) γνώσει φυσιούμενον νοῦν ὁ Θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπείνωσιν· αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα, καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα· ἧς ἐπαισθόμενος, τὸ μάταιον οἴδημα τῆς καρδίας ἀποτίθεται· φησὶ γὰρ μετὰ τὸ γενέσθαι τὴν ὀργήν· Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς
καρδίας αὐτοῦ, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ· καὶ οὐκ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.
Ἢ πάλιν ὀργὴ Κυρίου ἐστίν, ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας· ἥτις, συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς ὡς ἐπ᾿ ἰδικοῖς κατορθώμασι μεγαλαυχούμενον. Ἄξιον δέ ἐστιν ἐπιστῆσαι, καὶ ἰδεῖν, τί δήποτε μὴ ἐπὶ μόνον τὸν Ἐζεκίαν ὑψωθέντα τὴν καρδίαν ἦλθεν ἡ ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Τοῦτο μάλιστα πείσει τοὺς τῷ γράμματι μόνῳ τῆς Γραφῆς φιλοπόνως παρακαθημένους, ὅτι χρὴ τοὺς φιλοθέους περὶ τὴν πνευματικὴν θεωρίαν τῶν γεγραμμένων τὴν πᾶσαν ποιεῖσθαι σπουδήν, εἴπερ ὁ τῆς ἀληθείας λόγος αὐτοῖς πάντων ἐστὶ τιμιώτερος. Εἰ γὰρ μόνῳ τῷ γράμματι στοιχήσομεν, πολλάκις, ὡς εἰκός, ἀδικίαν τῆς θείας καταψηφισόμεθα κρίσεως, τῷ ἁμαρτήσαντι συγκολαζούσης ἀδίκως τοὺς μηδαμῶς ἁμαρτήσαντας· καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος, Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ υἱοῦ, οὔτε υἱὸς ὑπὲρ πατρός. Ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται; καί, Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πρὸς Θεὸν παρὰ τοῦ Δαβὶδ λεγόμενον.
Καὶ ὑψώθη, φησίν, ἡ καρδία Ἐζεκίου· καὶ οὐκ ἐπήγαγε, Καὶ ἡ καρδία τῶν οἰκούντων Ἱερουσαλὴμ καὶ Ἰούδαν· πῶς οὖν συνεκόλασε τῷ αἰτίῳ τοὺς ἀναιτίους, κατ᾿ αὐτοὺς ἐκείνους συνιδεῖν οὐκ ἔχω. Λέγει γάρ· Καὶ ὑψώθη ἡ καρδία Ἐζεκίου, καὶ ἐγένετο ἐπ᾿ αὐτὸν ὀργή, καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ· περὶ ὧν οὐ γέγραφεν ὁ Λόγος, ὅτι ὑψώθησαν. Οὐκοῦν ἐπειδὴ ἀμήχανος ἡ λύσις τῶν ἀπορουμένων τοῖς προεστηκόσι τοῦ γράμματος, καὶ τὸ ῥητὸν τῆς διανοίας προκρίνουσιν, ἐπὶ τὴν πνευματικὴν τῶν γεγραμμένων κατανόησιν ἔλθωμεν, καὶ εὑρήσομεν ἀκμητί, τὴν τῷ γράμματι κεκαλυμμένων τὴν ἀλήθειαν, φωτὸς δίκην τοῖς φιλαληθέσι προλάμπουσαν.
(493) Πᾶς τοιγαροῦν γνωστικὸς καὶ φιλόσοφος νοῦς, καὶ τὸν Ἰούδαν ἔχει, καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν Ἰούδαν, εἰς τὸν κατ᾿ ἐξομολόγησιν τρόπον πνευματικῶς λαμβανόμενον· ἤγουν, τὴν ἕξιν τῆς μετανοίας, μετὰ τῶν αὐτῆς συνεκτικῶν λογισμῶν τῇ προκοπῇ τῆς κατὰ νοῦν ἀναβάσεως πρακτικῶς συναυξάνουσαν. Ἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται. Τὴν δὲ Ἱερουσαλήμ, εἰς τὴν εἰρηνικὴν τῆς ἀληθείας ἕξιν, μετὰ τῶν συμπληρούντων αὐτὴν θείων θεωρημάτων ἀλληγορικῶς νοουμένην. Καὶ συντόμως εἰπεῖν, τὴν μὲν Ἰουδαίαν, ὡς πρακτικήν, ἔχει φιλοσοφίαν· τὴν δὲ Ἱερουσαλήμ, θεωρητικὴν μυσταγωγίαν. Ὁπηνίκα οὖν διὰ τῆς θείας χάριτος ὁ φιλόσοφος νοῦς, κατά τε τὴν πρακτικὴν καὶ τὴν θεωρητικὴν φιλοσοφίαν, πᾶσαν ἀντικειμένην ἀρετῇ τε καὶ γνώσει διακρουσάμενος δύναμιν, τελείως τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδήσεται κράτος, καὶ μὴ τὴν δέουσαν εὐχαριστίαν ἀνάθηται τῷ αἰτίῳ τῆς νίκης Θεῷ· ἀλλ᾿ ὑψώθη τὴν καρδίαν, ἑαυτὸν τοῦ παντὸς κατορθώματος ἡγησάμενος αἴτιον, τηνικαῦτα ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ, δέχεται οὐ μόνον αὐτὸς γινομένην ἐπ᾿ αὐτὸν τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλήμ· τουτέστιν, ἡ τῆς πράξεως ἕξις καὶ τῆς θεωρίας· παθῶν ἀτιμίας εὐθέως συγχωρήσει Θεοῦ κατεπανισταμένων τῆς πράξεως, καὶ τὴν τέως καθαρὰν μολυνόντων συνείδησιν· καὶ ψευδῶν ἐννοιῶν συνεπιπλεκομένων τῇ θεωρίᾳ τῶν ὄντων, καὶ τὴν τέως ὀρθὴν διαστρεφουσῶν δόξαν τῆς γνώσεως.
Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος τε καὶ νόμος κατὰ Πρόνοιαν ἐνυπάρχει τοῖς οὖσι, παιδεύεσθαι διὰ τῶν ἐναντίων ἐπιτρέπων πρὸς εὐγνωμοσύνην, τοὺς ἐπὶ κρείττοσι φανέντας ἀγνώμονας· καὶ τὴν πεῖραν τῶν ἀντικειμένων, τῆς τῶν καλῶν κατορθωτικῆς θείας ἐπίγνωσιν ποιεῖσθαι δυνάμεως· ὡς ἂν μὴ παντελῶς ἐπὶ τοῖς ἀμείνοσιν ἀκαθαίρετον παρὰ τῆς Προνοίας ἔχειν συγχωρηθέντες, τὴν οἴησιν, εἰς τὴν ἀντίθεον τῆς ὑπερηφανίας διάθεσιν κατολισθήσωμεν· ἑαυτῶν κατὰ φύσιν, ἀλλ᾿ οὐκ ἐπίκτητον χάριτι τὴν τῆς ἀρετῆς καὶ τῆς γνώσεως κτῆσιν εἶναι νομίζοντες· καὶ εὑρεθῶμεν τῷ καλῷ, πρὸς τὴν τοῦ κακοῦ χρώμενοι γένεσιν· καὶ δι᾿ ὧν ἔδει πλέον διασφιγχθεῖσαν ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι᾿ ἐκείνων, ὡς οὐκ ὤφελον, τὴν ταύτης νοσήσαντες ἄγνοιαν.
Ὁ γὰρ οἰόμενος ἑαυτὸν κατειληφέναι τὸ τέλος τῆς ἀρετῆς, οὐδαμῶς ἐπιζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν· ἑαυτῷ μόνῳ περιγράψας τὴν τῆς ἐφέσεως δύναμιν· αὐτὸν τῆς σωτηρίας τὸν ὅρον,ὑφ᾿ ἑαυτοῦ φημὶ δὲ τὸν Θεόν, ζημιούμενος. Ὁ δὲ τῆς ἑαυτοῦ περὶ τὰ καλὰ φυσικῆς συναισθόμενος πενίας, οὐ παύεται προτροπάδην τρέχειν πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν.
Γίνεται τοίνυν δικαίως ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργή· τουτέστιν, ἐγκατάλειψις· ἤγουν ἡ τοῦ διοχληθῆναι αὐτὸν κατά τε τὴν πρᾶξιν, ὡς Ἰουδαίαν· κατά τε τὴν θεωρίαν, ὡς Ἱερουσαλήμ, ὑπὸ δαιμόνων (496) συγχώρησις· ἵνα λάβῃ τῆς ἐν ἑαυτοῦ φυσικῆς ἀσθενείας συναίσθησιν· τῆς δὲ σκεπούσης αὐτόν, καὶ τὸ πᾶν κατορθούσης τῶν ἀγαθῶν θείας δυνάμεὼς τε καὶ χάριτος, τὴν ἐπίγνωσιν· καὶ ταπεινωθῇ, πόῤῥω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος· ὥστε μὴ ἐπελθεῖν ἐπ᾿ αὐτὸν τὴν ἄλλην ὀργὴν τῆς τῶν δοθέντων χαρισμάτων ἀφαιρέσεως ἥτις ἐπὶ τὸν Ἐζεκίαν οὐκ ἐπῆλθεν, εὐθέως ἐκ τῆς ἐπ᾿ αὐτὸν γενομένης πρώτης ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ταπεινωθέντα, καὶ γενόμενον τῆς τοῦ παρέχοντος τὰ καλὰ συναισθήσεως· φησὶ γὰρ μετὰ τό, Καὶ ἐγένετο ἐπ᾿ αὐτὸν ὀργή, καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἱερουσαλήμ· Καὶ οὐκ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου· ἡ ἄλλη δηλονότι ὀργή, τῆς τῶν χαρισμάτων ἀφαιρέσεως· διὰ τὸ τὴν πρώτην ἐγκατάλειψιν, τῆς καλῆς ἐπιγνωμοσύνης αὐτῷ γενέσθαι διδάσκαλον. Ὁ γὰρ μὴ σωφρονισθεὶς τῷ πρώτῳ εἴδει τῆς ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ἐλθεῖν πρὸς ταπείνωσιν, τὴν ἄλλην δέχεται σαφῶς ἐπ᾿ αὐτὸν ἐρχομένην ὀργήν, ἀφαιρουμένην αὐτοῦ τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ ἔρημον αὐτὸν καθιστῶσαν τῆς τέως φρουρούσης δυνάμεως. Καὶ ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, φησὶ περὶ τοῦ ἀγνώμονος Ἰσραὴλ ὁ Θεὸς λέγων· Καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι ἐπ᾿ αὐτόν· καθάπερ ἀλληγορεῖται παθὼν καὶ Σαοὺλ ὁ πρῶτος τοῦ Ἰσραὴλ βασιλεύς. Ἐκεῖνος γὰρ ἅμα τῇ βασιλείᾳ λαβὼν διὰ τοῦ χρίσματος καὶ τῆς προφητείας τὴν χάριν, ἐπειδὴ ταύτην μὴ ἐφύλαξεν, ὀργὴν δέχεται πρώτην, τὴν τοῦ πονηροῦ πνεύματος ἐνέργειαν· ἧς μηδεμίαν λαβὼν συναίσθησιν, τῇ ἄλλῃ ταμιευθεὶς ὀργῇ, συγκατέληξε· πάσης διὰ τὴν ἄνοιαν γυμνὸς πρὸ θανάτου θεοσεβείας γενόμενος. Καὶ δηλοῖ τοῦτο παθών, πρῶτον μὲν ὑπὸ τοῦ δαίμονος ἐνεργούμενος· εἶθ᾿ ὕστερον πρὸς αὐτοὺς αὐτομολῶν ἑκουσίως διὰ τῆς ἐγγαστριμύθου τοὺς δαίμονας· καὶ ἴσως τοῖς ἀθέοις τὴν τῆς μαντείας, τοῖς δαίμοσιν, ἐπιτελῶν τελετήν.
Οὐκοῦν ἐπειδὴ τὸν Ἐζεκίαν εἰς τὸν φιλόσοφον ἐλάβομεν νοῦν· τὴν δὲ Ἰουδαίαν, εἰς τὴν πρᾶξιν· τὴν δὲ Ἱερουσαλήμ, εἰς τὴν θεωρίαν, ὅταν τι καθ᾿ οἱονδήποτε τρόπον τὸν νοῦν πεπονθέναι νοήσωμεν, τῷ τοιούτῳ νοῒ τήν τε πρακτικὴν αὐτοῦ καὶ τὴν θεωρητικὴν δύναμιν κατὰ τοὺς συνεκτικοὺς αὐτῶν λόγους, συμπεπονθέναι πάντως πιστεύομεν. Οὐ γάρ ἐστι δυνατὸν παθεῖν τὸ ὑποκείμενον, τῶν ἐν ὑποκειμένῳ μὴ συμπασχόντων.
Καλῶς οὖν τῶ ῥητῷ τῆς Γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, μὴ φέρων διαβολὴν τῇ θείᾳ ψήφῳ τῶν κριμάτων, μηδὲ ἄλλης ἀνατροπὴν ποιούμενος ἐντολῆς. Μὴ μόνος γὰρ κατὰ τὴν ἀποδοθεῖσαν τοῦ λόγου θεωρίαν Ἐζεκίας· τουτέστι νοῦς, ὑψοῦται μεγαλοφρονῶν, ἐπὶ τοῖς κατορθώμασι, μὴ συνυψουμένων αὐτῷ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλήμ· (497) ἤγουν, πράξεως καὶ θεωρίας· ὅτι μηδὲ πεφύκασι τοῦτο πάσχειν, καθ᾿ ἑαυτὰς ὑποστατικῶς μὴ θεωρούμεναι· καὶ ἐπὶ μόνον τὸν Ἐζεκίαν· τουτέστι, τὸν νοῦν, οὐ γίνεται ἡ ὀργή· ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ. Ἡ γὰρ πρᾶξις καὶ ἡ θεωρία, τῷ νῷ κατὰ τι μολυνομένῳ, πάντως συχχραίνονται καὶ μὴ οὖσαι [Ieg. ὡς καὶ οὖσαι] τῆς πρὸς ὀργὴν αἰτίας συμμέτοχοι.
Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῆς τῶν γεγραμμένων ἐννοίας [al. αἰτίας]. Κἂν γὰρ ἐκείνοις συνέβη τυπικῶς κατὰ τὴν ἱστορίαν, ἀλλὰ δι᾿ ἡμᾶς ἐγράφη πρὸς νουθεσίαν πνευματικήν, οἷς διαπαντὸς συμβαίνει τὰ γεγραμμένα νοητῶς, τῆς ἀντικειμένης καθ᾿ ἡμῶν ἀεὶ παραταττομένης δυνάμεως· ἵνα πᾶσαν, εἰ δυνατόν, πρὸς τὸν νοῦν τὴν Γραφὴν μεταβιβάσαντες, αὐτὸν [marg. τὸν νοῦν δηλονότι] μὲν φωτίσωμεν τοῖς θείοις νοήμασι· τὸ δὲ σῶμα, τοῖς τῶν νοηθέντων θειοτέρων λόγων τρόποις φαιδρύνωμεν· ἀρετῆς αὐτὸ ποιοῦντες λογικὸν ἐργαστήριον, τῇ ἀποβολῇ τῶν ἐμφύτων παθῶν.
Πᾶς οὖν θεοφιλὴς καὶ ἐνάρετον ἄνθρωπος, κατὰ τὸν Ἐζεκίαν γνωστικῶς τὸ κατὰ δαιμόνων διαζωσάμενος κράτος, εἰ γένηταὶ τις αὐτῷ προσβολὴ πνευμάτων πονηρῶν, ἀοράτως κατὰ νοῦν πρὸς αὐτὸν συμπλεκόντων τὸν πόλεμον, καὶ διὰ προσευχῆς δέξηται θεόθεν αὐτῷ πεμπόμενον ἄγγελον· λέγω δὲ σοφίας λόγον μείζονα· καὶ πᾶσαν ἐκτρίψας διασκεδάσῃ τοῦ διαβόλου τὴν φάλαγγα, καὶ τῆς τοιαύτης νίκης τε καὶ σωτηρίας αἴτιον τὸν Θεὸν μὴ ἐπιγράψηται· ἀλλ᾿ ἑαυτῷ τὴν ὅλην ἀνάθηται νίκην· ὁ τοιοῦτος οὐκ ἀνταπέδωκε τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα αὐτοῦ· μὴ ἐξισώσας τῷ μεγέθει τῆς σωτηρίας, τὸ πλῆθος τῆς εὐχαριστίας· μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος, ἀντιμετρήσας, τὴν οἰκείαν διάθεσιν. Ἀνταπόδοσις γάρ ἐστιν, ἡ πρὸς τὸν σώσαντα τοῦ σωθέντος δι᾿ ἔργων ἀντιμετρουμένη διάθεσις· ἀλλ᾿ ὕψωσεν ἑαυτοῦ τὴν καρδίαν, ἐφ᾿ οἷς ἔλαβε χαρίσμασι μεγαλοφρονῶν, ὡς μὴ λαβών· ὁ τοιοῦτος ἐνδίκως δέχεται γινομένην ἐπ᾿ αὐτῷ τὴν ὀργήν, συγχωροῦντος τοῦ Θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι, καὶ τοὺς κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς, καὶ τοὺς κατὰ θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως· ἵνα μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῶ τὴν μόνην δύναμιν τὴν τὰ πάθη ἡμῖν καταπαλαίουσαν· καὶ ταπεινωθῇ μετανοήσας, τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως· καὶ τὸν Θεὸν ἱλεώσηται, καὶ ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μὴ μετανοοῦσιν ὀργήν, τὴν ἀφαιρουμένην τὴν φρουροῦσαν τὴν ψυχὴν χάριν, καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα νοῦν.
Ἡμέρας δὲ τοῦ βασιλέως Ἐζεκίου τυχὸν προσηγόρευσεν ἡ Γραφή, τοὺς διαφόρους φωτισμούς, οὓς δέχεται πᾶς εὐσεβὴς καὶ φιλόθεος νοῦς, ἐπιβάλλων τῇ θεωρίᾳ τῶν γεγονότων πρὸς κατανόησιν τῆς διὰ πάντων ποικίλως μηνυομένης σοφίας. Οἷς ἕως ἡ πρᾶξις καὶ ἡ θεωρία ῥυθμίζεται, στέρησις ἀρετῆς καὶ γνώσεως αὐταῖς οὐ πέφυκε γίνεσθαι· τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν τῷ τοιούτῳ νοῒ διὰ τῆς ἰδίας ἀνατολῆς τὰς τοιαύτας ἡμέρας δημιουργοῦντος.
(500) ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Τί ἐστιν ὀργὴ Θεοῦ;
β´. Πῶς καὶ κατ᾿ ἄλλον τρόπον ἡ ὀργὴ τοῦ Κυρίου νοηθῆναι δύναται;
γ´. Τοὺς τῷ γράμματι μόνῳ στοιχοῦντας.
δ´. Ὅτι τὸν ἐπαιρόμενον ἐπὶ πράξει, παθῶν ἀτιμία διαδέχεται· τὸν δὲ ἐπὶ γνώσει ὑψούμενον, περὶ τὴν ἀληθῆ θεωρίαν πταίειν ἡ δικαία κρίσις συγχωρεῖ.
ε´. Ὅρον καὶ νόμον ἐνυπάρχοντα θείως τοῖς οὖσι λέγει, τὴν τῶν ὄντων συνεκτικὴν πρόνοιαν, κατὰ κρίσιν δικαίαν τῇ σπάνει τῶν ἀγαθῶν παιδεύουσαν πρὸς εὐγνωμοσύνην, τοὺς ἐπὶ τῇ ἀφθονίᾳ τῶν ἀγαθῶν, πρὸς τὸν αὐτῆς χορηγὸν φανέντας ἀγνώμονας· διὰ τῶν ἐναντίων αὐτοὺς πρὸς συναίσθησιν ἄγουσαν τῆς τοῦ χαριζομένου τὰ καλὰ διαγνώσεως· ἡ ἐπ᾿ ἀρετῇ γὰρ καὶ γνώσει οἴησις ἀπαιδαγώγητος μένουσα, τὸ τῆς ὑπερηφανίας γεννᾷν πέφυκε νόσημα, τὸ τὴν ἀντικειμένην τῷ Θεῷ φέρον διάθεσιν.
στ´. Ὁ τὴν ἀπορίαν φησὶν ἀρετῆς διαγνούς, οὐδέποτε τοῦ κατ᾿ αὐτὴν παύεται δρόμου, ἵνα μὴ ζημιωθῇ αὐτὴν τῆς ἀρετῆς τὴν ἀρχὴν καὶ τὸ τέλος, τὸν Θεὸν λέγω, περὶ ἑαυτὸν στήσας τὴν κίνησιν τῆς ἐφέσεως· καὶ λάθῃ νομίζων ἐπειλῆφθαι τῆς τελειότητος, ὑπομένων τοῦ ἀληθῶς ὄντος τὴν ἔκπτωσιν· πρὸς ὅπερ ἐπείγεται πᾶσα σπουδαίου κίνησις.
ζ´. Ὅτι πρὸς ἀσέβειαν, φησί, πρηνὴς καθέστηκεν ὁδός, ἡ περὶ τὴν ζημίαν τῶν ἀρετῶν ἀναισθησία. Ὁ γὰρ ἐθίσας αὐτὸν διὰ τὰς ἡδονὰς τῆς σαρκὸς Θεοῦ παρακούειν, καὶ αὐτὸν ἀρνήσεται τὸν Θεὸν καλούσης προφάσεως, Θεοῦ τὴν τῆς σαρκὸς ζωὴν προτιμῶν, ἧς καὶ μόνας τὰς ἡδονὰς τῶν θείων κρείττους ἔσχηκε θελημάτων.
η´. Ὑποκείμενον λέγει τὸν νοῦν, ὡς ἀρετῆς καὶ γνώσεως δεκτικόν· ἐν ὑποκειμένῳ δέ, τὴν πρᾶξιν καὶ τὴν θεωρίαν, αἵτινες πρὸς τὸν νοῦν συμβεβηκότων λόγον ἔχουσι· διὰ κατὰ πάντα τρόπον καὶ συμπάσχουσι πάσχοντι, τὴν αὐτοῦ ποιάν κίνησιν ἀρχὰς τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι.
θ´. Τῆς λεγούσης υἱὸν ὑπὲρ πατρὸς μὴ ἀποθανεῖν.
ι´. Τὰ ἔμφυτα πάθη τοῦ σώματος λόγῳ μὲν κυβερνώμενα οὐκ ἔχει διαβολήν· κινούμενα δὲ τούτου χωρὶς φέρει διαβολήν. Τούτων οὖν λέγει γενέσθαι δεῖν τὴν ἀποβολήν, ὧν ἔμφυτος μὲν ἡ κίνησις, παρὰ φύσιν δὲ γίνεται πολλάκις ἡ χρῆσις, τῷ λόγῳ μὴ κυβερνωμένη.
ια´. Ὀργὴ σωτήριός ἐστιν, ἡ πρὸς τὸ πολεμεῖσθαι τὴν ὑψηλόφρονα νοῦν τοῖς πάθεσιν ὑπὸ τῶνδαιμόνων θεία συγχώρησις· ἵνα γνῷ πάσχων ἀτίμως ἐπ᾿ ἀρεταῖς μεγαλαυχούμενος, τὶς ὁ τοιούτων ὑπάρχει δοτήρ· ἢ γένηται τῶν ἀλλοτρίων γυμνός, ἅπερ ὡς μὴ λαβὼν ἔχειν ἐνόμιζεν.
ιβ´. Τίνες εἰσὶν αἱ ἡμέραι Ἐζεκίου τοῦ βασιλέως, ἐν αἷς οὐκ ἐπάγεται ἡ ὀργή.
ιγ´. Πρᾶξιν λέγει καὶ θεωρίαν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλήμ.
ιδ´. Ἥλιος δικαιοσύνης ὁ Κύριος καὶ Θεός, καὶ τῶν ὅλων Σωτὴρ Χριστὸς Ἰησοῦς.
(501) ΕΡΩΤΗΣΙΣ ΝΓ´.
[Επεξεργασία]Πάλιν περὶ Ἐζεκίου φησί, "Καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ· καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ." Τί ἐστι τό, " Ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ, " καὶ τὰ ἑξῆς;
Ἀπόκρισις.
[Επεξεργασία]Δαβὶδ ἐστὶ νοητὸς ὁ Κύριος ἡμῶν Ἰηδοῦς Χριστός· ὁ λίθος ὃν ἐξουδένωσαν ἀποδοκιμάσαντες οἱ οἰκοδομοῦντες ἱερεῖς τῶν Ἰουδαίων καὶ ἄρχοντες· ὁ γενόμενος εἰς κεφαλὴν γωνίας· τουτέστι, τῆς Ἐκκλησίας. Γωνία γάρ ἐστιν, ἡ Ἐκκλησία, κατὰ τὴν Γραφήν. Ὡς γὰρ ἡ γωνία δύο τοίχων ἕνωσις γίνεται, πρὸς ἀλλήλους αὐτοὺς διασφίγγουσα πρὸς ἀδιάλυτον συνοχήν· οὕτω καὶ ἡ ἁγία Ἐκκλησία, τῶν δύο λαῶν γέγονεν ἕνωσις· τοὺς ἐξ Ἐθνῶν καὶ Ἰουδαίων καθ᾿ ἕνα πίστεως λόγον ἀλλήλοις συνενοῦσα, καὶ πρὸς μίαν ἐνδιασφίγγουσα σύμπνοιαν· ἧς ἀκρογωνιαῖος λίθος ὁ Χριστός, ὡς κεφαλὴ τοῦ παντὸς σώματος. Ἐξουδένωσις γὰρ ἑρμηνευόμενον δηλοῖ τοῦ Δαβὶδ τὸ ὄνομα· ὅς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱός, ὁ δι᾿ ἐμὲ τὴν δουλικὴν μορφὴν ὑποδύς, καὶ γενόμενος ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ, καὶ ἐξουδένωμα [Six. ἐξουθένημα] λαοῦ πλήρους ἁμαρτιῶν· ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων· ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκον· τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν ἐξηλώσας τῆς φύσεως· τὰ σπαράττοντα τῆς ἐν ἡμῖν κατὰ τὸν λόγον θείας εἰκόνος τὴν μορφήν· ὁ πυῤῥάκης διὰ τὸ πάθημα τοῦ θανάτου· μετὰ κάλλους ὀφθαλμῶν, τουτέστι, μετὰ δόξης τῶν κατὰ Πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγων· ὀφθαλμοὶ γὰρ τοῦ Λόγου, ἡ κρίσις ἂν εἴη καὶ ἡ πρόνοια· δι᾿ ὧν καὶ πάσχων ὑπὲρ ἡμῶν, ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν· ὁ τοῦ νοητοῦ Γωλιὰθ καὶ ὑπερηφάνου· φημὶ δὲ τοῦ διαβόλου, σφαγεύς· τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν, διὰ τὴν ἐμπάθειαν τῆς ἐν ἡμῖν πενταπλῆς αἰσθήσεως. Ἐπὶ τοσοῦτον γὰρ ἔχει τὸ μέγεθος τῆς κατὰ κακίαν ἡλικίας ὑψούμενον ὁ διάβολος, ἐφ᾿ ὅσον τοῖς αἰσθητοῖς ἐμπαθῶς ἐν ἡμῖν ἡ τῆς αἰσθήσεως ἐπεκτείνεται δύναμις· ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεόν· κἂν Σαούλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαός, μαίνεται, φθόνῳ διὰ τὴν ἀπιστίαν τηκόμενος. Οὐ φέρει γὰρ τῆς προσκαίρου δόξης τὴν στέρησιν· οὗ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακόν, Δαβὶδ ὁ ἐμὸς βασιλεὺς καὶ διωκόμενος· τουτέστι, τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς, καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας· καὶ (504) πάλιν ταῦτα κιχρῶν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι, διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν, δεχομένους τῆς βασιλείας τὸ κήρυγμα.
Οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ πρὸς τὴν τῶν περιττωμάτων ἀποβολὴν καθημένου, τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον· τουτέστι, τὸ ὕψος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν εὐσχημοσύνης· ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ αἰνιγμάτων περιβολῆς· οὐκ ἄξιον οὔτε μὴν δίκαιον κρίνας, εἰς φθορὰν τῇ ἀποχρήσει, τὸν ὡς ἐν σπηλαίῳ τῷ αἰῶνι τούτῳ, ἢ τῷ σκοτεινῷ τοῦ νόμου γράμματι καθήμενον λαὸν τῶν Ἰουδαίων· τῆς γηΐνων ὄντως καὶ φιλοσωμάτων, καὶ τῇ φθορᾷ τῶν παρερχομένων περιγράφοντα τὰς θείας τῶν ἀφθάρτων ἐπαγγελίας, ἔχειν τῆς μυστικῆς τῶν νομικῶν διαταγμάτων, καθάπερ διπλοΐδος πτερύγιον, τὴν νοουμένην εὐπρέπειαν.
Οὗτός ἐστιν Δαβὶδ ὁ νοητός, ὁ ἀληθινὸς ποιμὴν καὶ βασιλεύς· καὶ τῶν ἀντικειμένων ἀναιρετικὸς δυνάμεων· ποιμὴν μέν, τῶν ἔτι πρακτικὴν μετερχομένων φιλοσοφίαν, καὶ πόας δίκην νεμομένων τὴν φυσικὴν θεωρίαν· βασιλεὺς δέ, τῶν νόμοις καὶ λόγοις πνευματικοῖς ἀνακαινισάντων πρὸς τὸ ἀρχέτυπον τῆς δοθείσης εἰκόνος τὸ κάλλος· καὶ αὐτῷ τῷ μεγάλῳ Βασιλεῖ τῶν αἰώνων ἀμέσως κατὰ νοῦν παρισταμένων, καὶ τὸ ἀπρόσιτον κάλλος, ὡς θέμις εἰπεῖν, ἐσοπτριζομένων.
Υἱοὶ μὲν οὖν τούτου Δαβὶδ τυγχάνουσι πάντες οἱ ἀπὸ τοῦ αἰῶνος ἅγιοι, ἐξ αὐτοῦ γεννηθέντες ἐν πνεύματι. Τάφοι δὲ τούτων τῶν υἱῶν εἰσιν, αἱ μνῆμαι τῆς κατὰ Θεὸν αὐτῶν ἐπὶ γῆς πολιτείας. Ἀναβάσεις δὲ τούτων τῶν τάφων εἰσί, τὸ ὕψος τῆς αὐτῶν περὶ Θεὸν γνώσεως καὶ ἀγάπης· ἔνθα πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ θάπτουσιν, ἐνιδρύοντες ἐν τῷ κατ᾿ ἀξίαν τόπῳ τῆς μακαρίας μονῆς· οἵ τε κατὰ πρᾶξιν τρόποι, καὶ οἱ τὴν ἀληθῆ θεωρίαν οἰκοῦντες λόγοι τῆς γνώσεως· τὸν τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανόντα νοῦν· τοῖς μὲν αἰσθητοῖς, τῇ ἀποθέσει τῆς κατ᾿ αἴσθησιν ἐνεργείας· τοῖς δὲ νοητοῖς, τῇ τῆς νοερᾶς ἀποπαύσει κινήσεως.
Τὸν τοίνυν Ἐζεκίαν κράτος Θεοῦ ἑρμηνευόμενον, ὡς νοῦν κραταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον, θάπτουσιν ἀποθανόντα· τουτέστι, πάντων ὄντων κατὰ τὴν γνώμην ἀπογενόμενον, καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον· Πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ· ἡ κατ᾿ ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι, καὶ ἡ κατὰ τὴν γνῶσιν ἀληθὴς θεωρία· Ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ· ἐν τῷ ὕψει λέγω τῆς τῶν ἀπ᾿ αἰῶνος ἁγίων μνήμης· Δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν· δόξαν μέν, ὡς πάντων ὑπὲρ ἄνω κατὰ τὴν νοερὰν γνῶσιν τῶν ἐν τοῖς οὖσι λόγων· τιμὴν δέ, ὡς πάντων γενομένῳ παθῶν καθαρῷ, καὶ τῆς ἐν τοῖς οὖσι φυσικῶν νόμων ἀνεύθυνον κατὰ τὴν αἴσθησιν κτησαμένῳ τὴν κίνησιν.
Τυχὸν δὲ τις τῶν σφόδρα φιλοκάλων ἐρεῖ φιλοτιμούμενος, (505) δόξαν μὲν εἶναι, τὸ ἀκρότατον κατ᾿ εἰκόνα κάλλος· τιμὴν δέ, τὸ καθ᾿ ὁμοίωσιν ἀπαράλλακτον μίμημα· τὸ μὲν γάρ, λόγων πνευματικῶν ἀληθὴς πέφυκεν ποιεῖν θεωρία· τὸ δέ, πρᾶξις ἐντολῶν ἀκριβὴς καὶ ἀνόθευτος· ἃς ὁ μέγας ἐσχηκὼς Ἐζεκίας, ἐν ἀναβάσει τάφων υἱῶν Δαβὶδ ἐτάφη· ὡς ἂν εἲ τις ἐπὶ τὸ σαφέστερον λαβών, εἴποι, τὸ ῥητόν, ἀντὶ τοῦ, Ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ, καὶ ἔθηκαν τὴν μνήμην Ἐζεκίου ἐν τῷ ὕψει τῆς μνήμης τῶν ἀπ᾿ αἰῶνος ἁγίων.
Σκοπήσωμεν δέ, ὡς οὐκ εἴρηται, Ἐν τάφοις Δαβίδ, ἤ, Ἐν ἀναβάσει τάφων Δαβίδ· ἀσύγκριτος γὰρ τοῖς οὖσιν· οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις· καὶ παντελῶς ἀχώρητος, καὶ αὐτὸς ὁ τοῦ Κυρίου κατὰ σάρκα λόγος, καὶ ὁ τοῦ βίου τρόπος· μὴ ὅτι γε τῆς ἀπείρου θεότητος αὐτοῦ ἡ ἀνέφικτος ἔννοια· οὐκοῦν ἀγαπητὸν παντὶ τῷ καὶ λίαν ἐπῃσθημένῳ μεγαλειότητος· τό, κἂν ἐν τάφοις υἱῶνΔαβίδ· ἢ τὸ κράτιστον, ἐν ἀναβάσει τάφων υἱῶν Δαβὶδ [ταφῆναι·] ἐν γὰρ τάφοις Δαβὶδ οὐδεὶς φέρεται τῇ Γραφῇ τεθαμμένος· μὴ ὅτι ἐν ἀναβάσει τάφων Δαβίδ. Τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀσύγκριτος, ὡς ἔφην, κατὰ πάντα καὶ λόγον καὶ τρόπον, ὁ κατὰ σάρκα βίος. Φησὶ γάρ, Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· τουτέστι, καὶ αὐτὴ ἡ κατὰ ἄνθρωπον διὰ σαρκὸς τοῦ Κυρίου δικαιοσύνη, καὶ τὰς ἄνω δυνάμεις ἐκάλυψε τῇ ὑπερβολῇ τῆς ἐν πᾶσι κατὰ δικαιοσύνην ὑπεροχῆς. Οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος· ἀλλὰ καὶ Θεὸς [Fr. ἀλλὰ Θεὸς] ἐνανθρωπήσας· πρὸς τὸ καινίσαι δι᾿ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὴν παλαιωθεῖσαν ὑφ᾿ ἑαυτῆς τῶν ἀνθρώπων φύσιν· καὶ ποιῆσαι θείας κοινωνὸν φύσεως, ἀποθεμένην δηλαδὴ πᾶσαν φθορὰν καὶ ἀλλοίωσιν· δι᾿ ὧν ὁμοιωθεῖσα τοῖς κτήνεσι, πλεονεκτοῦσαν τὸν λόγον εἶχε τὴν αἴσθησιν. Αὐτῷ δόξα εἰς τοὺς αἰῶνας.
Ἐπληρώθη, σὺν Θεῷ ὁ τέταρτος τόμος.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Πενταπηχεύς ἐστιν ὁ διάβολος, φησί, διὰ τὰς αἰσθήσεις. Τούτων γὰρ χωρὶς προκοπὴν οὐ δέχεται τῆς καθ᾿ ἁμαρτίαν αὐξήσεως, ἡ περὶ ψυχὴν τῆς αὐτοῦ κακίας ἀλόγιστος κίνησις.
β´. Τὸ δόρυ μὲν τοῦ κατ᾿ ἀρετήν ἐστι κράτους σύμβολὸν φησιν· ὁ δὲ φακὸς τοῦ ὕδατος, τοῦ κατὰ τὴν γνῶσιν ὑπάρχει μυστηρίου τεκμήριον.
γ´. Σπήλαιον λέγει τὸν κόσμον τοῦτον, καὶ τὸ γράμμα τὸ νομικόν· τὸν δὲ Σαοὺλ εἶναι, τὸν λαὸν τῶν Ἰουδαίων, ὧν ὁ νοῦς τοῦ θείου τῶν νοητῶν ἀπονεύσας φωτός, τῷ σκότει τῶν νομικῶν, καὶ τῇ σκιᾷ τοῦ γράμματος συγκαθέζεται, πρὸς γένεσιν φθορᾶς τὴν κτίσιν τοῦ Θεοῦ καὶ τὸν νόμον ποιούμενος. Ὁ γὰρ μόνῳ τῷ γράμματι, καὶ ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν τὰς ἀθανάτους περιγράφων ἐπαγγελίας, τῇ φθορᾷ καθάπερ βρώματι κατάλληλον ποιεῖται τὴν ἔκκρισιν, ἐκ τοῦ τέλους τὴν ἀρχὴν τῆς οἰκείας περὶ (508) Θεοῦ δόξης δεικνύς. Τὴν διπλοΐδα δὲ λέγει, τὴν περιβολὴν τῶν νομικῶν αἰνιγμάτων. Τὸ δὲ πτερύγιον αὐτῆς, τὸ κατ᾿ ἐξοχὴν ἐν νοήμασιν ὑψηλὸν τῆς πνευματικῆς θεωρίας, περικοπτόμενον τῶν πρὸς μόνην τὴν αἴσθησιν τὴν ἁγίαν ἐκδεχομένων Γραφήν.
δ´. Ὅτι ποιμήν, ὁ Κύριος λέγεται διὰ τῆς φυσικῆς θεωρίας πρὸς τὴν ἄνω μάνδραν ὁδηγουμένων· βασιλεὺς δὲ τῶν ὑποταγέντων τῷ νόμῳ τοῦ πνεύματος, καὶ τῷ θρόνῳ τῆς χάριτος Θεοῦ διὰ τῆς κατὰ τὴν ἀμερῆ γνῶσιν τῶν νοὸς ἁπλῆς προσβολῆς παρισταμένων.
ε´. Τοὺς κατ᾿ ἀρετὴν τῆς πράξεως τρόπους λέγει, τοὺς οἰκοῦντας τὴν Ἰουδαίαν· τοὺς δὲ κατὰ τὴν θεωρίαν λόγους τῆς γνώσεως, λέγει τοὺς οἰκοῦντας τὴν Ἱερουσαλήμ.
στ´. Νοῦ ἐπαινούμενον θάνατον λέγει, τὴν πρὸς πάντα τὰ ὄντα γνωμικὴν ἀπογέννησιν, μεθ᾿ ἣν τὴν θείαν χάριτι ζωὴν ὑποδέχεσθαι πέφυκεν, ἀντὶ τῶν ὄντων τὸν αἴτιον τῶν ὄντων ἀνεννοήτως ἀπολαβών.
ζ´. Δόξαν λέγει τὴν ἀόριστον γνῶσιν, καὶ μηδενὶ περατουμένην λόγῳ· τιμὴν δέ, τὴν κατ᾿ ἀρετὴν πρὸς τὴν φύσιν τῆς γνώμης ἀκάθεκτον κίνησιν.
η´. Ἡ ἄληστος γνῶσις, ἀόριστον, φησί, ἔχουσα περὶ τὴν θείαν ἀπειρίαν, τὴν κατὰ νοῦν ὑπὲρ νόησιν κίνησιν, εἰκονίζει διὰ τῆς ἀοριστίας τὴν ὑπεράπειρον δόξαν τῆς ἀληθείας. Ἡ δὲ τῆς κατὰ τὴν Πρόνοιαν σοφῆς ἀγαθότητος αὐθαίρετος μίμησις, τιμὴν φέρει, τὴν πρὸς τὸν Θεὸν τοῦ νοῦ κατὰ τὴν διάθεσιν ἀρίδηλον, ὡς ἔστι δυνατόν, ἐξομοίωσιν.
θ´. Ft. Ἄκουε, Νεῖλε, κάτω συρόμενε, καὶ σιώπα.
ι´. Κατὰ τὴν ἀναγωγὴν τὸν Δαβὶδ εἶναὶ φησι τὸν Χριστόν· τὴν δὲ ταφὴν αὐτοῦ, τὴν ἐν δικαιοσύνῃ μνήμην ἀσύγκριτον οὖσαν πάσῃ τῇ λογικῇ φύσει. Οὐ γὰρ τοῖς κατὰ φύσιν τῆς σαρκὸς νόμοις τὴν δικαιοσύνην ἐμέτρησε γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· ἀλλὰ τὴν ὡς Θεῷ φυσικὴν παροῦσαν αὐτῷ δικαιοσύνην ἐνήργησε διὰ σαρκός, φυσικῆς ἐνεργείας οὐκ ἀμειρούσης.
ΕΡΩΤΗΣΙΣ ΝΔ´.
[Επεξεργασία]Ἐν τῶ πρώτῳ Ἔσδρᾳ γέγραπται περὶ τοῦ Ζοροβάβελ· "Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἅρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ Βασιλεῖ τοῦ οὐρανοῦ, λέγων. Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σοῦ ἡ δόξα· καὶ ἐγὼ σὸς οἰκέτης. Εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων. " Τί σημαίνει, τό, " Ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ," καὶ τὰ ἑξῆς;
Ἀπόκρισις.
[Επεξεργασία]Ζοροβάβελ, κατὰ τὴν ἀκρίβειαν τῆς Ἑβραΐδος καὶ δασεῖαν δέχεται καὶ ψιλήν· καὶ σύνθεσιν καὶ (509) διαίρεσιν καὶ στιχισμόν. Καὶ δασυνόμενον μέν, τοῦτο τὸ ὄνομα, δηλοῖ σπορὰν συγχύσεως· ψιλούμενον δέ, ἀνατολὴν συγχύσεως. Συντιθέμενον δέ, ἀνατολὴν ἐν συγχύσει· διαιρούμενον δέ, ἀνατολὴν διασπορᾶς· στοιχιζόμενον δέ, αὐτὸς ἀνάπαυσις.
Ζοροβάβελ οὖν ἐστι, νοῦς φιλόσοφος· πρῶτον διὰ μετανοίας ἐν τῇ συγχύσει τῆς τῶν παθῶν αἰχμαλωσίας κατὰ δικαιοσύνην σπειρόμενος. Δεύτερον ἀνατολὴ συγχύσεως, φανερὰν ποιούμενος τῶν συγκεχυμένων παθῶν τὴν αἰσχύνην. Τρίτον, ἀνατολὴ ἐν συγχύσει, διδοὺς φωτισμὸν διὰ γνώσεως ἐν τῇ συγχύσει τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας, καὶ οὐκ ἐῶν λόγου χωρὶς αὐτὰς προσβάλλειν τοῖς αἰσθητοῖς. Τέταρτον, ἀνατολὴ διασπορᾶς, παρέχων ταῖς διασπαρείσαις περὶ τὰ αἰσθητὰ δυνάμεσι τῆς ψυχῆς, ἔργων δικαιοσύνης ἀνατολήν· καθ᾿ ἣν ἡ μετὰ λόγου πρᾶξις συνέστηκεν, οὐκ ἀμοιροῦσα γνωστικῆς θεωρίας τῆς πρὸς τὰ νοητὰ ἐπαναγούσης τὰς διεσπαρμένας δυνάμεις. Καὶ πέμπτον, αὐτὸς ἀνάπαυσις· ὡς πᾶσαν ποιήσας εἰρήνην καὶ συνάψας· τὸ μὲν πρακτικόν, τῷ κατὰ φύσιν ἀγαθῷ· τὸ δὲ θεωρητικόν, τῇ κατὰ φύσιν ἀληθείᾳ.
Πᾶσα γὰρ πρᾶξις, διὰ τὸ ἀγαθὸν γίνεσθαι πέφυκε· καὶ πᾶσα θεωρία, τὴν γνῶσιν διὰ μόνην ἐπιζητεῖ ἀλήθειαν· ὧν διανυσθέντων, οὐδὲν ἔσται τὸ σύνολον τὸ πλεῖττον τῆς ψυχῆς τὸ πρακτικόν, οὔτε μὴν τὸ θεωρητικὸν αὐτῆς διὰ ξένων δριμύττων θεωρημάτων· παντὸς ἐπέκεινα γενομένης καὶ ὄντος καὶ νοουμένου, καὶ αὐτὸν ἐνδυσάσης τὸν Θεόν, τὸν μόνον ἀγαθὸν καὶ ἀληθινὸν καὶ ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ νόησιν.
Ὁ τοιοῦτος ταῖς διαφόροις προκοπαῖς τῶν ἀρετῶν γενόμενος νοῦς, ὅταν ἐξέλθῃ μετὰ τὴν νίκην ἀπὸ Δαρείου τοῦ βασιλέως, τουτέστι, τοῦ φυσικοῦ νόμου, δείξας αὐτῷ τῆς ἀγάπης καὶ τῆς ἀληθείας τὴν δύναμιν, κατὰ τὴν τῶν ἀρετῶν πρὸς τὰ πάθη σύγκρισιν· καὶ λάβῃ ψῆφον νομίμως, τὴν μὲν αὐτοῦ προβολὴν ἐπικυροῦσαν· τὰς δὲ τῶν ἐναντίων ἀκυροῦσαν· διαγινώσκων πόθεν τῆς νίκης αὐτῷ γέγονεν ἡ χάρις, Αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, καὶ εὐλογεῖ τὸν Βασιλέα τοῦ οὐρανοῦ.
Πρόσωπον οὖν ἐστι τοῦ τοιούτου νοός, ἡ κατὰ τὸ κρυπτὸν τῆς ψυχῆς νοουμένης διάθεσις· ἐν ᾗ τῶν ἀρετῶν πάντες ὑπάρχουσιν οἱ χαρακτῆρες· ἣν πρὸς τὸν οὐρανὸν αἴρει, τὸ ὕψος δηλαδὴ τῆς θεωρίας· ἐναντίον Ἱεουσαλήμ· τουτέστι, τῆς κατὰ τὴν ἕξιν ἀπαθείας.
Ἢ πάλιν, εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ (512) τὸ οἰκητήριον τὸ ἐν οὐρανῷ ἐπιζητῶν, καὶ τὴν πόλιν τῶν ἀναγραφομένων ἐν οὐρανοῖς· περὶ ἧς, Τὰ δεδοξασμένα ἐλαλήθη, φησὶν ὁ Δαβίδ.
Οὐ γὰρ ἄλλως ἠδύνατο τὸν Θεὸν εὐλογεῖν, μὴ ἄρας πρὸς ὕψος θεωρίας καὶ γνώσεως κατὰ τὴν ἕξιν τῆς ἀπαθείας· ἤγουν τῆς ἀπήμονος εἰρηνικῆς καταστάσεως· τὸ κατὰ ψυχὴν τῆς διαθέσεως πρόσωπον· τὸ ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν χαρακτήρων δίκην συγκείμενον.
Καὶ τί λέγων αἴρει τὸ πρόσωπον; Παρὰ σοῦ ἡ νίκη· τὸ κατὰ παθῶν τῆς πρακτικῆς τέλος διὰ τῆς νίκης δηλῶν, καὶ οἷον ἔπαθλον τῶν κατὰ τῆς ἁμαρτίας θείων ἀγώνων. Καὶ παρὰ σοῦ ἡ σοφία· τὸ διὰ θεωρίας, κατὰ τὴν γνῶσιν δηλαδή, τέλος, τὸ πᾶσαν τῆς ψυχῆς ἀφαιρούμενον ἄγνοιαν. Καὶ σοὶ ἡ δόξα· τὸ ἐκ τούτων ἀναδεδειγμένον κάλλος, τῆς θείας, κατὰ τὸ θεμιτόν, ὡραιότητος, δόξαν καλέσας· ὅπερ ἐστὶν ἕνωσις νίκης καὶ σοφίας, καὶ πράξεως καὶ θεωρίας· ἀρετῆς τε καὶ γνώσεως· ἀγαθότητός τε καὶ ἀληθείας. Αὖται γὰρ ἀλλήλαις ἑνούμεναι, μίαν ἀπαστράπτουσι δόξαν, καὶ αὐτὴν τοῦ Θεοῦ· διὸ προσφόρως ἐπάγει, λέγων, Καὶ ἐγώ σοι οἰκέτης· εἰδὼς ὅτι πᾶσαν ἐν ἡμῖν ὡς ὀργάνοις ὁ Θεὸς ἐπιτελεῖ πρᾶξιν καὶ θεωρίαν· ἀρετήν τε καὶ γνῶσιν, καὶ νίκην καὶ σοφίαν καὶ ἀγαθότητα καὶ ἀλήθειαν· μεδὲν ἡμῶν συνεισφερόντων τὸ σύνολον πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως· ἣν ἔχων ὁ μέγας Ζοροβάβελ, πρὸς τοῖς εἰρημένοις φησίν· Εὐλογητὸς εἶ, πρὸς τὸν Θεὸν λέγων, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων. Ὡς εὐγνώμων οἰκέτης πάντα τῷ Θεῷ ἀνέθετο, τῷ πάντα δωρησαμένῳ· ἐξ οὗ λαβὼν εἶχε τὴν σοφίαν, αὐτῷ ὁμολογῶν ὡς Δεσπότῃ τῶν πατέρων, τῶν κεχαρισμένων ἀγαθῶν τὴν δύναμιν. Εὐλογητὸν δὲ καλεῖ τὸν Θεόν, ὡς ἄπειρον ἔχοντα τὴν σοφίαν· μᾶλλον δὲ αὐτοσοφίαν· ἐξ οὗ λαβών, ὁμολογεῖ τὴν χάριν.
Δεσπότην δὲ αὐτὸν τῶν πατέρων προσαγορεύει, παραστῆσαι θέλων, ὅτι πάντα τὰ τῶν ἁγίων κατορθώματα, Θεοῦ προδήλως ὑπῆρχον χαρίσματα· μηδενὸς τὸ παράπαν ἔχοντος μηδέν, ἢ τὸ δοθὲν ἀγαθὸν ὡς παρὰ Δεσπότου τοῦ Θεοῦ, πρὸς ἀναλογίαν τῆς εὐγνωμοσύνης τε καὶ εὐνοίας τοῦ δεχομένου μετρούμενον· κἀκεῖνα μόνα κεκτημένου, ὅσα τῷ Δεσπότῃ δωρουμένῳ παρίσταται.
Πατέρα δὲ καλεῖ, τοὺς ἀπ᾿ αἰῶνος ἁγίου· ὧν τὴν πίστιν δεξάμενος, καὶ μιμησάμενος τὸν βίον, τὸ ἐξ ἐκείνων γεννηθῆναι τῷ πνεύματι θέλων κατώρθωσε· γονέων υἱὸς γεγεννημένος αὐθαιρέτων αὐθαίρετος· ὅπερ τῶν παρὰ βούλησιν γινομένων ἀπὸ σαρκὸς πατέρων τε καὶ υἱῶν, τοσοῦτόν ἐστι τῷ Θεῷ τιμιώτερον, ὅσον σαρκὸς ψυχὴ κατ᾿ οὐσίας ὑπεροχὴν διενήνοχεν.
Οὗτος ὁ Ζοροβάβελ εἷς ὑπάρχει τῶν παρισταμένων νεανίσκων Δαρείῳ τῶ βασιλεῖ· τῷ φυσικῷ λέγω νόμῳ, καὶ πᾶσαν τῶν ἐν ἀνθρώποις θείων ἀγαθῶν δυσὶ περιγράψας λόγοις τὴν δύναμιν· καὶ τὴν τῶν ἄλλων διασκεδάσας προπέτειαν· καὶ εἰς ἑαυτὸν ἑλκύσας (513) τὸν βασιλεύοντα νόμον τῆς φύσεως, ἄφεσιν θεσπίζοντα ταῖς κρατουμέναις εἰς δουλείαν τῆς τῶν παθῶν ἀλλοιώσεως τῆς ψυχῆς δυνάμεσι.
Τῶν γὰρ προϊσταμένων, ὡς ὑλικωτέρου τοῦ σώματος, πονηρῶν πνευμάτων δύο τυγχανόντων, δι αὐτῆς τῆς τοῦ ἀριθμοῦ ἰδιότητος ἐδηλοῦτο τὸ ἐμπαθὲς καὶ ἐπίκηρον. Ὁ δὲ τῆς ψυχῆς ὑπερασπίζων νοῦς, ἁπλῆς οὔσης κατὰ τὴν οὐσίαν, εἷς ὑπάρχων, τῆς ἀδιαιρέτου μονάδος ἔφερεν ἔμφασιν, ἧς καθοτιοῦν τὸ σύνολον οὐ πέφυκεν ἅπτεσθαι θάνατος, ὅτι μήτε διαιρέσεως καθόλου τομή.
Φησὶ γὰρ ὁ εἷς, ἤγουν ὁ πρῶτος νεανίσκος, τὴν ἐμπαθῆ τοῦ σώματος εἰσφέρων εὐζωΐαν, Ὑπερισχύει ὁ οἶνος· οἶνον καλῶν, πᾶσαν ὁμοῦ κατὰ περιγραφὴν τὴν ἐν ἡδοναῖς παθῶν περιφοράν· καὶ μέθην, ὡς ἐκστατικὴν τῆς διανοίας, καὶ τῶν κατὰ φύσιν λογισμῶν τὴν χρῆσιν παραχαράττουσαν. Θυμὸς γὰρ δρακόντων, φησίν, ὁ οἶνος αὐτῶν· καὶ θυμὸς ἀσπίδων ἀνίατος τὴν ζέσιν τῶν σαρκικῶν ἡδονῶν, οἶνον δρακόντων, φήσας· καὶ τῆς παρακοῆς τὴν τυραννικὴν καὶ ὑπερήφανον καταφρόνησιν, καλέσας οἶνον ἀσπίδων· τοῦτο γάρ, ὣς φασι, τὸ θηρίον, παρὰ πάντα τὰ θηρία τῆς γῆς, ἐμφράττει τὰ ὦτα πρὸς ἐπᾴσματα, ἐξ ὑπερηφανίας τυραννοῦν [Fr. καὶ ἐξ ὑπερηφανίας τυραννεῖ] τοὺς ἐπᾴδοντας.
Ὁ ἕτερος, ἤγουν ὁ δεύτερος, φησίν, Ὑπερισχύει ὁ βασιλεύς· βασιλέα δὲ οὗτος καλῶν, πᾶσαν ὁμοῦ τὴν ἐν πλούτῳ καὶ δυναστείᾳ καὶ ταῖς ἄλλαις περιφανείαις κενὴν δόξαν, τὴν γεννητικὴν τῆς ἀγνοίας· καθ᾿ ἣν ὁ τῆς φύσεως γίνεται σκεδασμός· πάντων ἀγνοούντων ἀλλήλους, καὶ πάντων πᾶσι προσρηγνυμένων· ὑπὲρ ἑνός, τοῦ πλέον ἀλλήλων θέλειν δοξάζεσθαι, δυνάμει ἢ πλούτῳ ἢ τρυφῇ, καὶ τοῖς ἄλλοις τρόποις, οἷς δοξάζεσθαι θέλουσιν, οἱ τὴν θείαν καὶ μένουσαν ἠγνοηκότες δόξαν, καὶ τὸ κατ᾿ αὐτὴν κράτος περιφρονοῦντες.
Οὗτοι μὲν πᾶσαν, ὡς εἰπεῖν, τὴν ἰλὺν τοῦ βυθοῦ τῶν παρὰ φύσιν παθῶν, τοῖς δυσὶ τούτοις προβλήμασι περιγράψαντες, κριτὴν ἐποιοῦντο τῶν λεγομένων, τὸν βασιλέα Δαρεῖον· τόν, ὡς ἔφην, κρατοῦντα νόμον τῆς φύσεως, ἐπικληθῆναι τοῖς αὐτῶν ἐλπίζοντες δόγμασιν.
Ὁ δὲ τρίτος, ὅς ἐστιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως προϊστάμενος νοῦς, καὶ τῆς κακῆς τῶν παθῶν δουλείας στερηθῆναι τὴν ψυχὴν βεβουλημένος, φησίν, Ὑπερισχύουσιν αἱ γυναῖκες, καὶ ὑπερνικᾷ ἡ ἀλήθεια· γυναῖκας μὲν εἰπών, τὰς θεοποιοὺς ἀρετάς, ἐξ ὧν ἡ πρὸς Θεὸν καὶ ἀλλήλους τοῖς ἀνθρώποις ἑνοποιὸς ἀγάπη συνέστηκε, πάντων τὴν ψυχὴν ἐξαρπάζουσα τῶν ὑπὸ γένεσιν καὶ φθοράν· καὶ τῶν ὑπὲρ αὐτὰ νοητῶν οὐσιῶν, καὶ αὐτῷ τῷ Θεῷ κατ᾿ ἐρωτικὴν τινα σύγκρασιν περιπλέκουσα, καθ᾿ ὅσον ἐστὶ δυνατὸν ἀνθρωπίνῃ φύσει· καὶ τὴν ἄχραντον καὶ θείαν μυστικῶς δημιουργοῦσα συμβίωσιν. Ἀλήθειαν δὲ φήσας, τὴν μίαν καὶ μόνην αἰτίαν τῶν ὄντων, καὶ ἀρχὴν καὶ βασιλέα καὶ δύναμιν καὶ δόξαν, (516) ἐξ ἧς, καὶ δι᾿ ἣν γέγονέ τε καὶ γίνεται· καὶ πρὸς τὸ εἶναι ὑπ᾿ αὐτῆς τε καὶ δι᾿ αὐτὴν συγκρατεῖται· καὶ ὑπὲρ ἦς πᾶσα τοῖς φιλοθέοις ἐστὶ σπουδή τε καὶ κίνησις. Καὶ συντόμως εἰπεῖν, διὰ μὲν τῶν γυναικῶν, τὸ τέλος ἐνεδείξατο τῶν ἀρετῶν τὴν ἀγάπην· ὅπερ ἐστὶ ἡ κατ᾿ ἔφεσιν τοῦ φύσει ἀγαθοῦ τῶν μετεχόντων ἀδιάσπαστος ἡδονὴ καὶ ἀδιαίρετος ἕνωσις· διὰ δὲ τῆς ἀληθείας, τὸ πέρας πασῶν ἐπεσήμανε τῶν γνώσεων· καὶ αὐτῶν πάντων τῶν γινωσκομένων, εἰς ὅπερ ὡς ἀρχὴν καὶ πέρας πάντων τῶν ὄντων, αἱ κατὰ φύσιν κινήσεις, γενικῷ τινι λόγῳ συνέλκονται· πάντα νικώσης κατὰ φύσιν, ὡς ἀληθείας τῆς τῶν ὄντων ἀρχῆς καὶ αἰτίας· καὶ πρὸς ἑαυτὴν συνελκούσης τῶν γεγονότων τὴν κίνησιν.
Οὕτω διαλεχθεὶς ὁ φιλόσοφος νοῦς τῷ κατὰ φύσιν νόμῳ, πᾶσαν αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἀποκρούεται πλάνην· ψηφίσασθαι πείθων ἐλευθερίαν τοῖς πρὸς δουλείαν παθῶν κεκρατημένοις λογισμοῖς τε τῆς ψυχῆς καὶ δυνάμεσι καὶ τῶν τῆς νοουμένης αἰχμαλωσίας δεσμῶν, λύσιν καὶ ἄφεσιν κηρύξαι τοῖς καθειργμένοις ἐν τῷ σκότει· τῇ προσπαθείᾳ λέγω τῶν αἰσθητῶν· ὥστε ἀναβάντας αὐτοὺς εἰς τὴν Ἰουδαίαν· φημὶ δὲ τὴν ἀρετήν, οἰκοδομῆσαι ἐν Ἱερουσαλήμ· τῇ ἕξει λέγω τῆς ἀπαθείας, τὸν ναὸν Κυρίου τουτέστι τὴν δεκτικὴν τῆς σοφίας γνῶσιν.
Σοφὸς οὖν καὶ πάνυ σοφὸς ὁ μέγας ἐστὶ Ζοροβάβελ, οἷα παρὰ Θεοῦ τὴν σοφίαν λαβών, καὶ δι᾿ αὐτῆς δυνηθεὶς ἑκάστῳ τῶν πρὸς ἀπάτην προβεβλημένων ἐπὶ φθορᾷ τοῦ γένους τῶν ἀνθρώπων, ὑπὸ τῶν ὑπεραγωνιζομένων τοῦ σώματος πονηρῶν πνευμάτων, ἀντιπροβάλλεσθαι καὶ νικῆσαι καὶ ἀνατρέψαι· καὶ δι᾿ ἑκατέρου τῶν οἰκείων προβλημάτων τὸ ἑκάτερον τῶν ἀντικειμένων προβλημάτων παντελῶς ἐξαφανίσαι· καὶ τὴν ψυχὴν πονηρᾶς λυτρώσασθαι δουλείας παθῶν. Ἐπειδὴ γὰρ ἐκεῖνοι, διὰ μὲν τοῦ οἴνου τὴν ζέσιν τιμᾶσθαι τῶν σαρκικῶν ἡδονῶν ἐπεζήτουν· διὰ δὲ τοῦ βασιλέως, τῆς κοσμικῆς δόξης τὸ κράτος ἐπεκύρουν· οὗτος τὴν πνευματικὴν καὶ πέρας οὐκ ἔχουσαν διὰ τῶν γυναικῶν εἰσήγαγεν ἡδονήν· καὶ διὰ τῆς ἀληθείας, τὸ μὴ σαλευόμενον ἔδειξε κράτος· καὶ ἔπεισε, τῶν μὲν παρόντων καταφρονεῖν ἀγαθῶν· τῶν δὲ μελλόντων, ἀντέχεσθαι.
Ταύτην ἔχει τὰ προβλήματα, κατ᾿ ἐμὲ φάναι, τὴν ἔννοιαν, καλήν τε καὶ σοφήν, καὶ τοῦ γραφῆναι πρὸς νουθεσίαν ἡμῶν οὐκ ἀναξίαν τοῦ πνεύματος· εἰ δὲ τις ὑψηλότερον τὸν τῶν γεγραμμένων νοῦν σκοπῆσαι δυνηθῇ, κατὰ τὴν χορηγουμένην αὐτῷ τοῦ νοεῖν τὰ θεῖα δύναμιν, φθόνος οὐδείς· ὅτι μηδὲ πέφυκεν ἐλαττοῦσθαι τοῦ Πνεύματος ἡ χάρις ἐν τοῖς συμμετέχουσι· δι᾿ ὃ μάλιστα τὸ τοῦ φθόνου τίκτεται πάθος· κἂν ὁ μέν, πλέον· ὁ δέ, ἔλαττον ἔχει τῆς χάριτος· ἕκαστος γάρ, κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως, φανερουμένην κέκτηται τοῦ Πνεύματος τὴν ἐνέργειαν. Ὣστε ταμείας ὑπάρχει τῆς χάριτος ἕκαστος, ἑαυτοῦ, καὶ οὔποτ᾿ ἂν εὖ φρονῶν ἄλλῳ φθονήσειεν (517) εὐδοκιμοῦντι ταῖς χάρισιν· ἐπ᾿ αὐτῷ κειμένης τῆς δεκτικῆς τῶν θείων ἀγαθῶν διαθέσεως.
Ἔλθωμεν δὲ καὶ ἐπ᾿ ἄλλην μυστικὴν θεωρίαν, τὴν ἀρχικὴν τῶν γεγραμμένων ἀλήθειαν προδεικνύουσαν. Ζοροβάβελ ἐστὶν ἀληθινός τε καὶ νέος, καὶ διὰ τοῦ παλαιοῦ τυπικῶς μηνυόμενος, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός· ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς καὶ κυηθείς, καὶ τεχθείς, καὶ τέλειος κατὰ τὴν φύσιν γενόμενος ἄνθρωπος· ἵνα πρὸς ἑαυτόν, τῆς συγχύσεως ἀποστᾶσαν ἀναγάγῃ τήνφύσιν.
Ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος, καὶ πρὸς τὴν τῶν παθῶν ἀποικισθεὶς σύγχυσιν. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις ὡς αἰχμάλωτος γεννηθείς, καὶ μεθ᾿ ἡμῶν τῶν ἀνόμων λογισθείς· διὰ φιλανθρωπίαν γενόμενος ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας. Ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας, ὅτι φύσει Θεὸς ὑπάρχων ἀπαθής, ἀτρέπτως κατ᾿ οἰκονομίαν φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος· περὶ ἁμαρτίας δέ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον, καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη· καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐτραυματίσθη, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν, φησί, Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπαμεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.
Οὗτος ἐστιν ἡ δικαία ἀνατολὴ τῆς ἡμῶν ἐκ τῆς ἁμαρτίας διασπορᾶς περὶ ἧς διὰ τοῦ προφήτου φησὶ τὸ Πνεῦμα τὸ ἅγιον, Ὅτι ἀνατελεῖται ὑμῖν Ἀνατολὴ δικαία. Καί, Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ· καί, Ἥλιος δικαιοσύνης, καί, ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· τοῦ ὑποκάτωθεν δηλοῦντος, τὸ ἀπόῤῥητον μυστήριον τῆς τοῦ Λόγου σαρκώσεως, ἐξ ἧς ἀνέτειλεν ἡ τῶν ὅλων σωτηρία. Πτέρυγες δ᾿ ἂν εἶεν τοῦ Ἡλίου τῆς δικαιοσύνης, αἱ δύο Διαθῆκαι, δι᾿ ὧν ἱπτάμενος ἐν ἡμῖν ὁ Λόγος, τὴν πληγὴν θεραπεύει παραβάσεως, καὶ τὴν κατ᾿ ἀρετὴν τελείαν χαρίζεται ῥῶσιν· διὰ μὲν τῆς Παλαιᾶς, ποιούμενος τὴν τῆς κακίας ἀναίρεσιν· διὰ τῆς Νέας δέ, τὴν θέσιν τῆς ἀρετῆς ἐργαζόμενος.
Ἢ πάλιν, πτέρυγὲς εἰσιν, ἡ Πρόνοια καὶ ἡ κρίσις, δι᾿ ὧν ἱπτάμενος ὁ Λόγος, ἀγνώστως ἐπιβατεύει τοῖς οὖσι· σοφίας μὲν λόγοις θεραπεύων τοὺς θέλοντας· παιδείας δὲ τρόποις, τοὺς πρὸς ἀρετὴν δυσκινήτους ἰώμενος· καὶ τοῖς μέν, σαρκὸς μολυσμὸν ἐκκαθαίρων· τοῖς δέ, ψυχῶν κηλίδας ἰώμενος.
Οὗτός ἐστιν ὁ τὴν αἰχμαλωσίαν τοῦ ἀληθινοῦ Ἰσραὴλ ἐπανάγων· οὐκ ἀπὸ γῆς εἰς γῆν, καθὼς ὁ παλαιὸς πέπραχε Ζοροβάβελ, ἀπὸ βαβυλῶνος εἰς (520) τὴν Ἰουδαίαν τὸν λαὸν μεταβιβάσας· ἀλλ᾿ ἀπὸ γῆς εἰς οὐρανόν, καὶ ἀπὸ κακίας εἰς ἀρετήν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἀληθείας· καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, καὶ εἰς ἀθανασίαν ἀπὸ θανάτου· καὶ συντόμως εἰπεῖν, ἀπὸ τοῦ φαινομένου κόσμου καὶ ῥέοντος, εἰς τὸν σταθηρὸν νοούμενον· καὶ ἀπὸ τῆς διαλυομένης ζωῆς, εἰς τὴν ἀδιάλυτον καὶ μένουσαν.
Οὗτός ἐστιν ὁ ἀληθινὸς οἰκοδόμος τοῦ διαρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ, καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί· ὅπερ ἡμεῖς ἐξεκαύσαμεν, πορευθέντες τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν, καὶ τῇ φλογί, ᾗ ἐξεκαύσαμεν· οὐ μόνον τῷ σαρκικῷ φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀναίδην δι᾿ ἐνεργείας ἐξάψαντες.
Οὗτός ἐστιν ὁ πείσας διὰ σοφίας Δαρεῖον τὸν βασιλέα· τουτέστι, τὸν νόμον τῆς φύσεως· οὐ γὰρ θέμις κατὰ τὸν τόπον τοῦτον εἰς τὸν διάβολον λαμβάνειν τὸν Δαρεῖον, συνεργὸν μὲν γεγενημένον ἑκουσίως τῆς κατὰ τὴν ἄφεσιν τοῦ λαοῦ χάριτος· πεισθέντα δέ, μηδὲν ἰσχυρότερον εἶναι μηδὲ τῇ φύσει πρὸς σωτηρίαν λυσιτελέστερον, πίστεως καὶ ἀγαθῆς συνειδήσεως. Ἀληθείας γὰρ λόγον ἡ πίστις ἐπέχει· καὶ διὰ τῆς τῶν γυναικῶν ἀλληγορικῶς νοουμένης θείας ἀγάπης, ἡ ἀγαθὴ συνείδησις ἐπιφέρεται τύπον [Fr. τόπον]· ἐν ᾗ τὸ παράπαν θείων ἐντολῶν οὐκ ἔστι παράβασις.
Οὗτός ἐστιν, ὁ δειμάμενος ἐν ἑαυτῷ καθ᾿ ἕνωσιν ἄῤῥητόν τε καὶ ἀδιαίρετον τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν· λέγω δὲ τὴν διὰ τὴν ἁμαρτίαν τῷ θανάτῳ διαφθαρεῖσαν φύσιν.
Οὗτός ἐστιν ὁ Ζοροβάβελ, ὁ μετὰ δόξης ἐγείρας πεπτωκότα τὸν οἶκον τοῦ Θεοῦ· περὶ οὗ φησι τὸ Πνεῦμα· Ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. Δευτέραν γὰρ κοινωνίαν ὁ Λόγος ἐκοινώνησε τῇ φύσει, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ πρῶτον τοῦ κρείττονος μεταδούς, ὕστερον μετέλαβε θέλων τοῦ χείρονος· ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ· καὶ τὸν ἐνηχηθέντα τῇ φύσει λόγον τοῦ ὄφεως, παντελῶς ἐξαφανίσας, ὡς ἐξ ἀρχῆς καθαρὰν πάλιν παραστήσῃ τὴν φύσιν, τῇ θεώσει πλεονεκτοῦσαν τὴν πρώτην διάπλασιν· καὶ ὥσπερ ἐξ ἀρχῆς μὴ οὖσαν ὑπεστήσατο, οὕτω διαῤῥυεῖσαν ἀνασώτηται, στομώσας πρὸς ἀπτωσίαν τῇ ἀτρεψίᾳ· καὶ τὴν ἐπ᾿ αὐτῇ πᾶσαν βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιτελέσῃ, θεώσας αὐτὴν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως· Αἱ χεῖρες γάρ, φησί, Ζοροβάβελ (τοῦ νοητοῦ) ἐθεμελίωσαν τὸν οἶκον τοῦτον (τουτέστι τὸν ἄνθρωπον)· καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελοῦσιν αὐτόν· τὴν προτέραν λέγω διάπλασιν καὶ τὴν ἐν αὐτῷ καθ᾿ ἕνωσιν ἄῤῥητον τελευταίαν ἀνάπλασιν.
Οὗτός ἐστιν ὁ Ζοροβάβελ, ὁ τῶν αἰχμαλώτων λυτρωτής· ὁ ἔχων ἐν τῇ χειρὶ τὸν λίθον τοῦ κασσιτέρου [Fr. κασσιτέρινον], τὸν τοῖς ἑπτὰ τοῦ Κυρίου κοσμούμενον ὀφθαλμοῖς, δι᾿ ὧν ὁ Θεὸς ἐπιβλέπει ἐπὶ (521) πᾶσαν τὴν γῆν. Καὶ κατὰ μὲν τὴν ἱστορίαν, οὐδαμῶς ἐσχηκὼς φαίνεται Ζοροβάβελ ἐν τῇ χειρὶ κασσιτέρινον λίθον ἑπτὰ ὀφθαλμοὺς ἔχοντα, καὶ αὐτοὺς τοῦ Κυρίου, ἐπιβλέποντας ἐπὶ πᾶσαν τὴν γῆν· οὐκοῦν ἐπειδὴ παντελῶς ἀμήχανον τοῦτο στῆναι κατὰ τὴν λέξιν, ἐπὶ τὴν τῶν γεγραμμένων χωρῶμεν διάνοιαν.
Ζοροβάβελ ἐστί, καθὼς πολλάκις προλαβὼν ἔφην, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός· τούτου δὲ λίθος ἐστίν, ἡ πίστις ἡ εἰς αὐτόν· ἐν τῇ χειρὶ δέ, ὅτι τῇ πράξει τῶν ἐντολῶν πίστις τοῦ Χριστοῦ διαφαίνεται. Πίστις γὰρ χωρὶς ἔργων, νεκρά· ὥσπερ καὶ ἔργα δίχα πίστεως. Πράξεως δὲ σύμβολόν ἐστι προδήλως ἡ χείρ. Φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ Κύριος, ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν, τοῖς ἑπτὰ τοῦ Κυρίου κοσμούμενον ὀφθαλμοῖς· τουτέστι, ταῖς ἑπτὰ τοῦ ἁγίου Πνεύματος ἐνεργείαις. Καὶ ἐπαναπαύσεται, φησίν, ἐπ᾿ αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου Θεοῦ.
Ἔστι δὲ τὸ μὲν πνεῦμα τοῦ φόβου τοῦ Θεοῦ ἡ τῶν κατ᾿ ἐνέργειαν κακῶν ἀποχή· τὸ δὲ πνεῦμα τῆς ἰσχύος ἐστίν, ἡ πρὸς ἐνέργειαν καὶ πρᾶξιν τῶν ἐντολῶν πρόθυμος ὁρμὴ καὶ κίνησις· τὸ δὲ πνεῦμα βουλῆς ἐστιν, ἡ ἕξις τῆς διακρίσεως· καθ᾿ ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐντολάς, καὶ τῶν κρειττόνων διαιροῦμεν τὰ χείρονα· τὸ δὲ πνεῦμα τῆς ἐπιστήμης ἐστίν, ἡ τῶν κατ᾿ ἀρετὴν τῆς πράξεως τρόπων ἄπτωτος εἴδησις· καθ᾿ οὓς πράττοντες, τῆς ὀρθῆς τοῦ λόγου κρίσεως οὐδαμῶς διαπίπτομεν· τὸ δὲ πνεῦμα τῆς γνώσεώς ἐστιν, ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων περίληψις, καθ᾿ οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασι· πνεῦμα δὲ συνέσεώς ἐστιν, ἡ (524) πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἀρετῶν συνδιάθεσις· ἢ κυριώτερον εἰπεῖν, μεταποίησις· καθ᾿ ἣν σύγκρασις γίνεται τῶν φυσικῶν δυνάμεων πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν. Πνεῦμα δὲ σοφίας ἐστίν, ἡ πρὸς τὴν αἰτίαν τῶν ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀνάληψίς τε καὶ ἕνωσις· καθ᾿ ἥν, ἀγνώστως τοὺς ἐν Θεῷ κατὰ τὸ θεμιτὸν ἀνθρώποις ἁπλοῦς μυούμενοι τῶν ὄντων λόγους, ὡς ἔκ τινος βλαστανούσης πηγῆς τῆς καρδίας, τὴν ἐν τοῖς ὅλοις ἀλήθειαν ποικίλως τοῖς ἄλλοις ἀνθρώποις προφέρομεν· ἀπὸ μὲν τῶν ἐκ Θεοῦ τελευταίων, ἡμῖν δὲ προσεχῶν, ἐπὶ τὰ πρῶτα, καὶ ἡμῶν μὲν πόῤῥω, τῷ Θεῷ δὲ προσεχῆ, καθ᾿ ὁδὸν καὶ τάξιν ἀναβαίνοντες.
Ἀπὸ γὰρ τῆς ἀργίας τῶν κακῶν διὰ φόβου, ἐπὶ τὴν τῶν ἀρετῶν δι᾿ ἰσχύος ἐρχόμεθα πρᾶξιν· ἀπὸ δὲ τῆς τῶν ἀρετῶν πράξεως, ἐπὶ τὴν διάκρισιν τῆς βουλῆς· ἀπὸ δὲ τῆς διακρίσεως, ἐπὶ τὴν ἕξιν τῶν ἀρετῶν, ἤγουν ἐπιστήμην· ἀπὸ δὲ τῆς ἕξεως τῶν ἀρετῶν, ἐπὶ τὴν γνῶσιν τῶν ἐν αὐταῖς ταῖς ἀρεταῖς λόγων· ἀπὸ δὲ ταύτης, εἰς τὴν πρὸς τοὺς ἐγνωσμένους λόγους τῶν ἀρετῶν μεταποιητικὴν ἕξιν· φημὶ δὲ τὴν σύνεσιν· καὶ ἀπὸ ταύτης, εἰς τὴν ἁπλῆν τῆς ἐν ὅλοις ἀληθείας ἀκριβῆ θεωρίαν· ἀφ᾿ ἧς ὁρμώμενοι, πολλοὺς καὶ ποικίλους ἐκ τῶν τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν οὐσιῶν σοφῆς θεωρίας εὐσεβεῖς λόγους περὶ τῆς ἀληθείας ἀποδώσομεν.
Διὰ τούτων οὖν ἀναβαίνοντες τῶν ὀφθαλμῶν τῆς πίστεως· ἤγουν φωτισμῶν, πρὸς τὴν θείαν τῆς σοφίας συναγόμεθα μονάδα· τὴν γεγενημένην δι᾿ ἡμᾶς τῶν χαρισμάτων διαίρεσιν συνάγοντες, ταῖς κατὰ μέρος τῶν ἀρετῶν ἀναβάσεσι· μηδὲν τῶν εἰρημένων, συνεργείᾳ Θεοῦ, παραλιμπάνοντες· ἵνα μὴ κατ᾿ ὀλίγον ἀμελοῦντες, τυφλὴν ἡμῶν τὴν πίστιν καὶ ἀνόμματον καταστήσωμεν, οὐκ ἔχουσαν τοὺς διὰ τῶν ἀρετῶν τοῦ Πνεύματος φωτισμούς· καὶ κολασθῶμεν δικαίως εἰς ἀπείρους αἰῶνας, ὡς ἐν ἑαυτοῖς κατὰ τὴν πίστιν, ὅσον ἐφ᾿ ἡμῖν, τοὺς θείους ἐκτυφλώσαντες ὀφθαλμούς.
Πᾶς γὰρ ὁ τῆς πίστεως ἐν ἑαυτῷ διὰ τῆς ἀργίας τῶν ἐντολῶν, τοὺς τοιούτους ἀνορύξας ὀφθαλμούς, πάντως κατάκριτος· μηκέτι τὸν Θεὸν ἔχων εἰς αὐτὸν ἐπιβλέποντα. Καὶ οἶμαὶ γε ταύτης ἕνεκα τῆς αἰτίας, λίθον κασσιτέρινον τῇ Γραφῇ προσηγορεῦθαι τὴν πίστιν, διὰ τὸ τὴν αὐτὴν καὶ τιμωρητικὴν εἶναι τῶν μὴ κοσμούντων αὐτὴν ταῖς ἐντολαῖς, καὶ περιποιητικὴν τῶν διατηρούντων αὐτὴν κατηγλαϊσμένην ταῖς ἐνεργείαις τοῦ Πνεύματος. Ἔσται γάρ, φησὶ Συμεὼν ὁ μέγας περὶ τοῦ Κυρίου λέγων, εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· πτῶσιν μέν, τῶν ἀπιστούντων· ἀνάστασιν δέ, τῶν πιστευόντων. Φασὶ γὰρ τινες ἐξ ἀργύρου καὶ μολίβδου σύνθετον εἶναι τὸν κασσίτερον. Οὐκοῦν ὁ μὲν μόλυβδος, παιδείας καὶ τιμωρίας καὶ κολάσεως, καὶ τοῦ βάρους τῆς κατακρίσεως φέρει σύμβολον· ὁ δὲ ἄργυρος, λαμπρότητός τε καὶ δόξης καὶ περηφανείας, (525) τύπος ἐστίν. Εἰ δὲ τοῦτο, καὶ ἡ πίστις ἡ διὰ τοῦ κασσιτέρου σημαινομένη, καὶ παιδεύει καὶ τιμωρεῖται καὶ κολάζει καὶ κατακρίνει τοὺς ἀδοκίμους ἐν αὐτῇ γενομένους διὰ τῆς ἀργίας τῶν ἐντολῶν· ὡς μόλιβδον ἔχουσα τυχόν, τῆς σαρκὸς τὴν ἀσθένειαν, ἐν τῷ Λόγῳ δυναμωθεῖσαν κατὰ τὴν ἕνωσιν· καὶ λαμπρύνει πάλιν καὶ δοξάζει καὶ φωτίζει, καὶ πρὸς ἐκθέωσιν ἄγει τοὺς ἐν αὐτῇ γενομένους δοκίμους διὰ τῆς ἐργασίας τῶν ἐντολῶν· ὡς ἀργύριον ἔχουσα τάχα τὴν τοῦ Λόγου θεότητα, τοῖς ἀξίοις ὁλικῶς κατὰ τὸ δυνατὸν ἐναστράπτουσαν.
Ἔλαβον δὲ τινες τὸν κασσιτέρινον λίθον, εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὡς ἐκ δύο συγκείμενον φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος· εἰ δὲ τις τοῦ Χριστοῦ πίστιν, ἢ τὸν Χριστὸν αὐτὸν θεωρῆσαι βούλεται γνωστικώτερον· μόλιβδός ἐστιν ἡ πίστις, καὶ αὐτὸς ὁ Χριστός, ὡς παιδεύων ψυχήν, καὶ κολάζων σάρκα, καὶ τιμωρούμενος πάθη, καὶ κατακρίνων δαίμονας· ἄργυρος δέ, ὡς νοῦν λαμπρύνων ταῖς ἀρεταῖς, καὶ δοξάζων ταῖς γνώσεσι, καὶ τῇ θεώσει ποιῶν αὐτὸν φῶς, τοῦ πρώτου φωτὸς ἀπεικόνισμα. Κατὰ ταύτην τὴν ἔννοιαν ἐκληπτέον καὶ τὴν ἐξ αὐτοῦ γινομένην πτῶσιν καὶ ἀνάστασιν· πτῶσιν γὰρ ποιεῖται σαρκός, ἤγουν σαρκικοῦ φρονήματος· καὶ φυσικῶν δυνάμεων καὶ ἀρετῆς καὶ τῶν συνεκτικῶν τῆς γνώσεως λογισμῶν, ἀνάστασιν. Καὶ ἁπλῶς, ὅλου τοῦ παλαιοῦ κατὰ τὸν Ἀδὰμ ἀνθρώπου, καὶ τοῦ γράμματος τοῦ νόμου ἐν τοῖς ἀξίοις ποιεῖται πτῶσιν ὁ Λόγος, καὶ τοῦ νέου κατ᾿ αὐτὸν ἀνθρώπου, καὶ τοῦ πνεύματος τοῦ νόμου ἀνάστασιν.
Τυχὸν δὲ καὶ διὰ τοῦτο κασσιτερίνῳ λίθῳ κατὰ τὴν Γραφὴν παρεικάζεται ἡ πίστις, τῶν ἐν τοῖς μελαίνουσιν αὐτῆς τὴν ἀρετὴν ἢ τὴν γνῶσιν, δυναμένων πάλιν διὰ μετανοίας κατὰ πρᾶξιν καὶ θεωρίαν λαμπρύνεσθαι, καὶ τὴν οἰκείαν αὖθις ἀπολαμβάνειν φωτεινὴν τοῦ βίου διαύγειαν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ποσαχῶς ἑρμηνεύεται Ζοροβάβελ, πρὸς τὴν Ἑλλάδα φωνὴν μεταφερόμενος.
β´. Ἀρετῆς τέλος εἶναὶ φησι τὸ ἀγαθόν· τοῦτο δέ, θείας ἐνεργείας ὑπάρχει συμπλήρωσις· πρὸς ἣν ἄγει τὸ λογικὸν τῆς ψυχῆς, τῷ τε θυμῷ καὶ τῇ ἐπιθυμίᾳ κατὰ φύσιν χρώμενον· ἐν ᾗ τὸ καθ᾿ ὁμοίωσιν πέφυκεν ἀναφαίνεσθαι κάλλος. Θεωρητικῆς δὲ φιλοσοφίας τέλος εἶναὶ φησι τὴν ἀλήθειαν, ἥτις ἀμερῶς τῶν περὶ Θεὸν ἁπάντων ἑνοειδής ἐστι γνῶσις· πρὸς ἣν ὁ καθαρὸς φέρεται νοῦς, ἀποσκευάσας ἑαυτοῦ παντελῶς τὴν κατ᾿ αἴσθησιν κρίσιν· ἐν ᾗ γνώσει δῆλον ἀκίβδηλον τὸ τῆς θείας εἰκόνος ἀξίωμα δείκνυται.
γ´. Τὰς μὲν γυναῖκας εἰς ἀρετάς, ὧν ἡ ἀγάπη τέλος ἐστὶν ἐθεώρησε· τὴν ἀλήθειαν δέ, πρὸς τὴν ἄποσον ἀνήγαγε γνῶσιν· ὧν, ἀγάπης τὲ φημι καὶ γνώσεως, ὁ βασιλεύων τῆς φύσεως ἐπιγνοὺς τὸν χαρακτῆρα νόμος, ἀποβάλλεται καθάπερ οἶνον, τὴν τῶν παθῶν τῆς σαρκὸς ἡδονήν· καὶ ὥσπερ βασιλεία, τὴν πάντων ἀσχέτως κατοιομένων δοξομανίαν.
δ´. (528) Ἡ κατ᾿ ἀρετὴν διάθεσις, φησίν, πρόσωπόν ἐστι τοῦ θεωρητικοῦ νοός, ὡς εἰς οὐρανόν, πρὸς τὸ ὕψος τῆς ἀληθινῆς ἀπαιρόμενον γνώσεως.
ε´. Ἄλλη περὶ τοῦ αὐτοῦ θεωρία· καθ᾿ ἣν τὴν ἐν οὐρανοῖς ἀπογραφὴν λέγει μόνων ἐκείνων εἶναι, τῶν κατὰ πρόθεσιν ὅλους ἑαυτοὺς ἀπογράφεσθαι τῷ καλάμῳ παρεχόντων τοῦ Πνεύματος. Βουλομένους γάρ, ἀλλ᾿ οὐκ ἀναγκαζομένους ἐν οὐρανοῖς ἀπογράφεται τὸ Πνεῦμα τὸ ἅγιον.
στ´. Οὐδεὶς δύναται, φησίν, ἀληθῶς τὸν Θεὸν εὐλογεῖν, μὴ τὸ σῶμα καθαγιάσας ταῖς ἀρεταῖς, καὶ τὴν ψυχὴν καταφωτίσας ταῖς γνώσεσι.
ζ´. Τὴν μὲν νίκην, τῶν κατὰ τὸ πρακτικὸν τῆς ψυχῆς θείων ἀγώνων πέρας εἶναὶ φησιν· ὅπερ ἐπὶ τὸ ἀμιγὲς ἀγαθόν. Τὴν δὲ σοφίαν, τῶν κατὰ τὸ γνωστικὸν τῆς ψυχῆς μυστικῶν ὑπάρχειν τέλος ἀποφαίνεται θεαμάτων· ὅπερ ἐστὶν ἡ ἁπλῆ ἀλήθεια· πρὸς ἅπερ νοῦς τὸν γενόμενον τῆς κατ᾿ αἴσθησιν καθαρὸν φαντασίας ἄγει· καὶ λόγος, ὑποζεύξας αὐτῷ τὸ τῆς ψυχῆς ζωτικόν· ὧν, νίκης τὲ φησι καὶ σοφίας, ἤγουν ἀγαθότητος καὶ ἀληθείας ἡ σύνοδος, μίαν δείκνυσιν, οἷς ἂν γένηται, δόξαν τοῦ καθ᾿ ὁμοίωσιν ἀκραιφνοῦς ἀπαστράπτουσαν.
η´. Fr. Τί πρὸς ἀρετὴν ἡμεῖς συνεισφέρομεν.
θ´. Διὰ ποίαν αἰτίαν Δεσπότης Πατέρων Θεὸς προσαγορεύεται.
ι´. Οἱ κατὰ πνεῦμα Πατέρες, φησί, διὰ τῆς διδασκαλίας θελόντων υἱῶν θέλοντες καθίστανται Πατέρες· λόγῳ καὶ βίῳ κατὰ Θεὸν αὐτοὺς διαπλάττοντες· καὶ οἱ κατὰ πνεῦμα υἱοὶ κατὰ θέλησιν διὰ τῆς μαθήσεως αὐθαιρέτων υἱοὶ γίνονται Πατέρων, αὐθαίρετοι γνωμικῶς, κατὰ Θεὸν ὑπ᾿ αὐτῶν λόγῳ τε καὶ βίῳ διαπλαττόμενοι. Ἡ γὰρ χάρις τοῦ Πνεύματος γνωμικὴν τὴν τῶν κατ᾿ αὐτὸν γεννώντων καὶ γεννωμένων ἐργάζεται γέννησιν· ὅπερ οἱ κατὰ σάρκα πατέρες οὐκ ἔχουσιν, ἀκουσίων υἱῶν πατέρες ἀκούσιοι· φύσεως γάρ, ἀλλ᾿ οὐ γνώμης ἔργον καθέστηκεν, ἡ τῶν φυσικῶς γεννώντων τε καὶ γεννωμένων διάπλασις.
ια´. Ἡ δυὰς ἐνταῦθα, τὴν ὕλην δηλοῖ καὶ τὸ εἶδος· ὧν ἡ μὲν σύνοδος ποιεῖται σώματος γένεσιν· ἡ δὲ διάλυσις, πέφυκε τὴν αὐτοῦ ποιεῖσθαι φθοράν. Οὐκοῦν τὰ ἐξ ὕλης καὶ εἴδους ὄντα, τῇ ἀρχῇ φυσικῇ ἐναντίον ἔχει τὸ τέλος, εἴπερ ἡ διαφορὰ τῆς γενέσεὼς ἐστιν ἀναίρεσις. Γενέσεως δὲ καὶ φθορᾶς ὑπερασπίζουσι αἱ δυνάμεις αἱ δύο, ἤ τε κατ᾿ ἐπιθυμίαν καὶ ἡ θυμική· ἡ μέν, ἐφιεμένη δι᾿ ἑαυτῆς κρατῆσαι πρὸς τὸ εἶναι τὴν γένεσιν· ἡ δέ, τὴν ἐκ τῆς φθορᾶς ἀγωνιστικῶς ἀπωθουμένη διάλυσιν. Τούτων συνήγοροι τῶν δυνάμεων οἱ πονηροὶ καθίστανται δαίμονες· οἱ μέν, τὴν κατ' ἐπιθυμίαν τῆς ψυχῆς ἀπὸ τῶν θείων ἔκστασιν, ἧς ὁ οἶνος ὑπάρχει σύμβολον· οἱ δέ, τὴν ἐπὶ τῶν ὑλικῶν τυραννίδα τῆς θυμικῆς δυνάμεως, ἧς ἡ εἰκὼν ἡ βασιλεία καθέστηκε, προβαλλόμενοι τῷ νόμῳ τῆς φύσεως, παραπεῖσαι βουλόμενοι τὴν κατ᾿ αὐτὰς ἐμπαθῆς ψηφίσασθαι ζωήν. Ἡ δὲ μονάς, τὴν ἁπλῆν σημαίνει κατ᾿ οὐσίαν ψυχήν, ὡς εἰκόνα τῆς κατ᾿ οὐσίαν ὑπερφυοῦς τρισυποστάτου (529) μονάδος· ἧς ὁ νοῦς, φημὶ δὲ τῆς ψυχῆς, ὡς εἷς μιᾶς ὑπάρχει συνήγορος, τὴν εἰς τὸν Θεὸν πίστιν διὰ τῆς ἀληθείας, καὶ τὴν εἰς αὐτὸν ἀγάπην διὰ τῶν γυναικῶν, πάντων ἰσχυροτέραν ἀποδεικνὺς τῷ νόμῳ τῆς φύσεως· καὶ τὸ κατ᾿ αὐτὰς κράτος πείθων ψηφίσασθαι.
ιβ´. Ὅτι τῇ καθ᾿ ὑπεροχὴν στερήσει τῶν πολλῶν, ὡς ἓν καὶ μόνον ἡ ἀλήθεια πέφυκεν ἀναφαίνεσθαι, φησί, καλύπτουσα πάντων νοεῖν ἢ νοεῖσθαι δυναμένων τὰς γνωστικὰς δυνάμεις, ὡς ὑπὲρ τὰ νοοῦντα καὶ τὰ νοούμενα καθ᾿ ὕπαρξιν ὑπερούσιον οὖσα, καὶ ἀπείρῳ δυνάμει, τὰς κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος τῶν ὄντων ἀκρότητας περιγράφουσα, πᾶσα πάντων πρὸς ἑαυτὴν συνέλκει κίνησιν· τοῖς μὲν παρεχομένη γνῶσιν ἀρίδηλον, ἧς ἐστερήθησαν χάριτος· τοῖς δὲ δωρουμένη κατ᾿ αἴσθησιν ἄῤῥητον, ἧς εἶχον τὴν ἔφεσιν ἀγαθότητος, τῇ μεθέξει φανερὸν τὴν ἐπίγνωσιν.
ιγ´. Τὸν ἐν Βαβυλώνι λαὸν ἀλληγορικῶς, νόει, τοὺς εἰς δουλείαν παθῶν κεκρατημένους λογισμούς· τὸν δὲ Δαρεῖον, τὸν φυσικὸν νόμον· τὸ δὲ Ζοροβάβελ, τὸν γνωστικὸν νοῦν· τὴν Ἰουδαίαν δέ, τὴν ἀρετήν· τὴν Ἱερουσαλήμ, τὴν ἕξιν τῆς ἀπαθείας· τὸν δὲ ναόν, τὴν δεκτικὴν τῆς σοφίας γνῶσιν· τὴν δὲ πρὸς τὴν Ἰουδαίαν ἐκ Βαβυλῶνος ἀνάβασιν, τὴν ἀπὸ τῶν σωματικῶν εἰς τὰ πνευματικὰ διὰ μετανοίας μετάθεσιν.
ιδ´. Αἴτιον εἶναι λέγει, τῆς τῶν θείων διανομῆς ἀγαθῶν, τὸ μέτρον τῆς ἑκάστου πίστεως· καθὼς γὰρ πιστεύομεν, καὶ τὴν ἐπὶ τὸ πράττειν τῆς προθυμίας ἐπίδοσιν ἔχομεν. Ὁ γοῦν πράττων, κατὰ τὴν ἀναλογίαν τῆς πράξεως ἐπιδείκνυται τὸ μέτρον τῆς πίστεως, δεχόμενος ὡς ἐπίστευσε τὸ μέτρον τῆς χάριτος· ὁ δὲ μὴ πράττων, κατὰ τὴν ἀναλογίαν τῆς ἀπραξίας ἐπιδείκνυται τὸ μέτρον τῆς ἀπιστίας, δεχόμενος ὡς ἠπίστησε, τὴν τῆς χάριτος στέρησιν. Οὐκοῦν κακῶς ποιεῖ βασκαίνων ὁ φθονερός, ἐπ᾿ αὐτῷ σαφῶς, ἀλλ᾿ οὐκ ἐν ἄλλῳ κειμένης, τῆς τοῦ πιστεύειν τε καὶ πράττειν, καὶ πρὸς τὸ μέτρον τῆς πίστεως ἐρχομένης δέξασθαι τὴν χάριν, ἐπιλογῆς.
ιε´. Πῶς τοῦ Κυρίου τύπος ἐστὶ Ζοροβάβελ.
ιστ´. Καλῶς ἐδείχθη τῇ ἀληθείᾳ συμβαίνειν ὁ τύπος. Ὣσπερ γὰρ ὁ Ζαροβάβελ οὐ γέγονεν αἰχμάλωτος, ἀλλ᾿ ἐκ τῶν αἰχμαλώτων ἐν Βαβυλῶνι τότε δεδουλωμένων ἐγεννήθη, καὶ γέγονεν αὐτῶν λυτρωτής· οὕτως καὶ ὁ Κύριος ἀναμάρτητος ὤν, ἐξ ἡμῶν ἐν ἡμῖν ὡς εἷς ἐξ ἡμῶν κατελογίσθη, τὸ τῆς φύσεως ἡμῶν ἑκουσίως ὑποδὺς παθητόν, καθ᾿ ὃ τῆς ἡμῶν πρὸς ἀλήθειαν φυσικῆς ἀνασχόμενος ἀσθενείας, τοῦ φθοροποιοῦ κράτους ἡμᾶς ἠλευθέρωσε, καὶ εἰς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν ἀπὸ γῆς· τῇ μὲν δυνάμει τῆς αὐτοῦ σαρκώσεως ὅλην ἀνελλειπῶς ἑαυτῷ καθ᾿ ἕνωσιν ἄῤῥητον τὴν φύσιν προσλαβών· τῇ δὲ κλήσει τῆς χάριτος, μόνους ἐκείνους τοὺς δεξαμένους τε περιχαρῶς τὴν κλῆσιν, καὶ διὰ τῶν ἔργων τὴν χάριν αἰδεσθέντας τῆς ἀναπλάσεως.
ιζ´. Σὰρξ ἁμαρτίας ἐστίν, ἡ ἐκ σπορᾶς ἀνδρὸς τὴν γένεσιν ἔχουσα· κατὰ ταὐτὸν γὰρ ἔχει δυνάμει τὴν (532) ἁμαρτίαν καὶ τὴν φθορὰν κατὰ φύσιν, τὴν μὲν ἀρχήν, τὴν δὲ τέλος ἔχουσα τῆς οἰκείας γενέσεως· ἡ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐστὶ σάρξ, ἡ δίχα σπορᾶς ἀνδρὸς συστᾶσα τοῦ Θεοῦ σάρξ· κατὰ φύσιν μὲν ἔχουσα τὴν φθοράν, καθ᾿ ἣν ἡμῖν ὅμοιος ἦν· κατὰ δύναμιν δὲ φύσει τὴν ἀναμαρτησίαν, καθ᾿ ἣν ἡμῖν ἀνόμοιος ἦν.
ιη´. Ἐπειδὴ φησιν, ὡς πρὸς τὴν ἄκρατόν τε καὶ ἄκραν θεολογίαν, δεύτερός ἐστιν ὁ τῆς σαρκώσεως λόγος· ἡ μὲν γὰρ τοῦ περὶ τὴν οὐσίαν ἄκρου καθέστηκε λόγου· ὁ δέ, τῆς κατὰ τὴν πρόνοιαν ἀκροτάτης ἐνεργείας ὑπάρχει συνεκτικός, ὑποκάτωθεν ἀνατολὴ προσηγορεύθη τῷ Πνεύματι. Ἐν γὰρ τῷ λόγῳ τῆς θείας σαρκώσεως, ἡ τῶν αἰώνων τε καὶ τῶν ἐν αἰῶνι περιέχεται γένεσις· καὶ ἡ πρὸς ἀοριστίαν τῆς ὑπὲρ αἰῶνας κατὰ χάριν ζωῆς τῶν ὄντων παράτασις.
ιθ´. Ὁ τῶν καλῶν, φησίν, ἐραστής, κατὰ πρόνοιαν σοφίας λόγοις ἑκουσίως ἐπείγεται πρὸς τὴν τῆς θεώσεως χάριν· ὁ δὲ τούτων ἀνέραστος, κατὰ δικαίαν κρίσιν παιδείας τρόποις ἀκουσίως κακίας ἀπάγεται· ὁ μὲν ὡς φιλόθεος διὰ τῆς προνοίας θεούμενος· ὁ δὲ διὰ τῆς κρίσεως ὡς φιλόϋλος εἰς κατάκρισιν ἐλθεῖν μὴ συγχωρούμενος.
κ´. Πῦρ μὲν ἡμῶν ὑπάρχει ψεκτόν, ὁ τῆς σαρκὸς νόμος· φῶς δὲ τούτου τοῦ πυρὸς ἐστιν, ἡ κατὰ τοῦτον τὸν ψεκτὸν νόμον ἐν ἕξει τῶν παθῶν ἡ κίνησις· ἡ δὲ ψεκτὴ φλὸξ ἐστιν, ἡ διὰ τῆς ἐνεργείας ἔκκαυσις τῶν παθῶν. Ἢ πάλιν, πῦρ μέν ἐστι ψεκτόν, ἡ κακία· φῶς δὲ ψεκτόν, ἡ τῆς κακίας ἕξις· φλὸξ δὲ ἡ ἐνέργεια. Οὐ δεῖ οὖν τούτῳ τὸν νοῦν θερμαίνεσθαι τῷ πυρί, μηδὲ τούτῳ φωτίζεσθαι τῷ φωτί, μηδὲ ταύτῃ καταπιμπρᾶσθαι τῇ φλογί· τὸ γὰρ καθ᾿ ἡδονὴν πρὸς αἴσθησιν φῶς, πρὸς νοῦν σκότος ὑπάρχει βαθύτατον.
κα´. Ἡ μὲν ὄντως πίστις ἀληθείας ἐστὶν συστατική, ψεῦδος οὐχ ἔχουσα· ἡ δὲ ἀγαθὴ συνείδησις, τὴν τῆς ἀγάπης ἐπιφέρεται δύναμιν, ὡς μηδεμίαν ἔχουσα θείας παράβασιν ἐντολῆς.
κβ´. Ἡ ἀνάστασις ἀνάπλασίς ἐστι τῆς φύσεως, πλεονεκτοῦσα τὴν τῆς φύσεως ἐν τῷ παραδείσῳ διάπλασιν· γενικῶς μέν, τῇ καθ᾿ ὅλου τῶν ὅλων ἀντρεψίᾳ· ἰδικῶς δέ, τῇ κατὰ χάριν ἀῤῥήτῳ θεώσει τῶν ἁγίων.
κγ´. Χεῖρας τυχὸν εἶπεν ὁ λόγος τοῦ νοητοῦ Ζοροβάβελ, τήν τε δημιουργικήν, καθ᾿ ἣν τὴν ἐπὶ τὸ εὖ εἶναι λαμβάνομεν γένεσιν· καὶ τὴν ἀνανεωτικήν, καθ᾿ ἣν ἐπὶ τὸ ἀεὶ εὖ εἶναι διχόμεθα χάριν· ἢ τὴν ἐν ἡμῖν κατὰ τὴν πρᾶξιν τῶν ἀρετῶν αὐτουργὸν αὐτοῦ χάριν· καὶ τὴν ἐπ᾿ αὐτῇ κατὰ τὴν θεωρίαν ἀδιασκέδαστον χύσιν τῆς γνώσεως.
κδ´. Λίθος ἡ πίστις ἐκλήθην, διὰ τὸ στεῤῥόν, ἄτρεπτόν τε καὶ βάσιμον, καὶ παντελῶς ἀκίνητον τῆς κατ᾿ αὐτὴν ἀληθείας· καὶ μηδαμῶς ὑπεῖκον ψεύδους ἐπαναστάσεσιν. Ἐν χειρὶ δέ, διὰ τὸ κατ᾿ ἐνέργειαν πρακτικόν, καὶ πασῶν κατὰ περιγραφὴν τῶν ἀρετῶν συνεκτικόν. Ἑπτὰ δὲ ὀφθαλμοὺς ἔχουσα, διὰ τὸ (533) διακριτικόν, καὶ τῆς παντελοῦς τῶν ὑπὸ χρόνον ἀπταίστου γνώσεως περιεκτικόν· καὶ τῆς ἀμιγοῦς ἐν ἀριθμοῖς ἑπταπλῆς τοῦ παναγίου Πνεύματος ἐνεργείας δεκτικόν.
κε´. Διάληψις ἀποδεικτικὴ ἐκ τῆς ἰδιότητος τοῦ πνευματικοῦ χαρίσματος. Φόβου γὰρ ἴδιον ἀποχὴ τῶν κακῶν· ἰσχύος δέ, ἡ πρᾶξις τῶν ἀγαθῶν· βουλῆς δέ, ἡ τῶν ἀντικειμένων διάκρισις· ἐπιστήμης δέ, ἡ τῶν καθηκόντων ἀνόθευτος εἴδησις· γνώσεως δέ, ἡ κατ᾿ ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις· συνέσεως δέ, ἡ πρὸς τὰ γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις· σοφίας δέ, ἡ πρὸς Θεὸν ἀδιάγνωστος ἕνωσις, καθ᾿ ἣν τοῖς ἀξίοις ἡ ἔφεσις ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα θεὸν τὸν μετέχοντα· καὶ τῆς θείας αὐτὸν ὑποφήτην καθιστῶσα μακαριότητος, κατὰ τὴν ἀένναον πρὸς τοὺς δεομένους τῶν θείων μυστηρίων ἀνεκπόμπευτον προβολὴν καὶ διέξοδον.
κστ´. Τὸ πρὸς ἡμᾶς, φησί, κατ᾿ ἐνέργειαν πρῶτον ἀγαθόν, ὅπερ ἐστὶν ὁ φόβος, τελευταῖον ἀπηριθμήσατο τῆς Γραφῆς ὁ λόγος ὡς σοφίας ἀρχήν· ἀφ᾿ ἧς κινούμενοι, πρὸς τὸ τῆς σοφίας τέλος τὴν σύνεσιν ἀναβαίνομεν· μεθ᾿ ἣν προσεχεῖς αὐτῷ γινόμεθα τῷ Θεῷ, μόνην τὴν σοφίαν τῆς πρὸς αὐτὸν ἑνώσεως μεσιτεύουσαν ἔχοντες. Οὐ γάρ ἐστι δυνατὸν ἐπιλαβέσθαι σοφίας, τὸν μὴ πρότερον διὰ τοῦ φόβου, καὶ τῶν διὰ μέσου λοιπῶν χαρισμάτων, τὴν τε λήμην τῆς ἀγνοίας, καὶ τὸν τῆςκακίας κονιορτὸν ἀποσεισάμενον. Διὰ τοῦτο, Θεῷ μὲν προσεχῆ τὴν σοφίαν· ἡμῖν δὲ προσεχῆ τὸν φόβον ἡ Γραφικὴ τάξις διέθηκεν· ἵνα ἡμεῖς εὐταξίας μάθωμεν ὅρον καὶ νόμον.
κζ´. Ἡ τῆς σοφίας, φησί, μονάς ἐστι, ταῖς ἐξ αὐτῆς διαφόροις ἀρεταῖς ἀτμήτως ἐνθεωρουμένη· καὶ μονοειδῶς ταῖς τῶν ὅλων ἀρετῶν ἐνεργείαις ἐπισυναγομένη· καὶ πάλιν ἁπλῆ μονὰς ἀποδεικνυμένη ταῖς πρὸς αὐτὴν τῶν ἐξ αὐτῆς ἀρετῶν ἀποκαταστάσεσιν· ὅταν ἡμεῖς, δι᾿ οὓς κατὰ τὴν ἑκάστης ἀρετῆς γένεσιν ποιεῖται τὴν πρόοδον, ἀνατατικῶς δι᾿ ἑκάστης ἀρετῆς πρὸς αὐτὴν συναγόμεθα.
κη´. Τυφλὴν ἔχει τὴν πίστιν, φησίν, ὁ τὰ κατὰ τὴν πίστιν θεῖα προστάγματα μὴ ἐργαζόμενος. Εἰ γὰρ φῶς ἐστι τὰ τοῦ Κυρίου προστάγματα, δῆλον ὅτι δίχα θείου φωτὸς ἐστιν, ὁ μὴ πράττων τὰ θεῖα προστάγματα, καὶ ψιλήν, ἀλλ᾿ οὐκ ἀληθῆ τὴν τῆς πίστεως ἐπιφέρεται κλῆσιν.
κθ´. Εἰς τὰς ἐνεργείας τοῦ Πνεύματὸς φησιν, ὀφθαλμοὺς Κυρίου προσηγόρευσεν ὁ λόγος. Ὁ μὴ τούτους τῇ πράξει τῶν ἐντολῶν διανοίγων, ἐπιβλέποντα τὸν Θεὸν ἐπ᾿ αὐτὸν οὐκ ἔχει. Διὰ πολλῶν γάρ, ὡς εἰκός, ἐπισκοπεῖν ὀφθαλμῶν τοὺς ἐπὶ γῆς πέφυκεν ὁ Θεός, εἴπερ θείας ὁράσεως ἀκτίς ἐστιν ὁ κατ᾿ ἀρετὴν ἡμῶν φωτισμός.
λ´. Ὁ κασσίτερος, φησί, τήν τε τοῦ ἀργυρίου καὶ τοῦ μολίβδου φυσικῶς ἔχων τὴν ἰδιότητα, χαρακτηρίζει τὴν πίστιν· κολάζει γὰρ μὴ φυλαττομένη, (536) μόλιβδον ἔχουσα τὴν ἐπ᾿ αἰῶσι τῶν μὴ φυλαξάντων αὐτὴν κατηγορίαν· καὶ δοξάζει τοὺς φυλάττοντας, ἄργυρον ἔχουσα διαφανῆ καὶ λαμπρόν, τὴν ἐπ᾿ αἰῶσι τῶν φυλαξάντων αὐτὴν συνηγορίαν.
λα´. Οὐδεὶς ἁμαρτάνων, φησί, δύναται τῆς ἁμαρτίας συνήγορον ἔχειν τῆς σαρκὸς τὴν ἀσθένειαν. Ἡ γὰρ πρὸς τὸν Θεὸν Λόγον ἕνωσις, ὅλην τὴν φύσιν τῇ λύσει τῆς κατάρας ἀνέῤῥωσεν· ἀπροφάσιστον ἡμῖν ποιησαμένη, τὴν πρὸς τὰ πάθη τῆς γνώμης προσπάθειαν· ἡ γὰρ τοῦ Λόγου θεότης κατὰ χάριν ἀεὶ συνοῦσα τοῖς εἰς αὐτὸν πιστεύουσι, τὸν ἐν τῇ σαρκὶ νόμον τῆς ἁμαρτίας ἀπομαραίνει.
λβ´. Ὣσπερ, φησίν, ὁ κασσίτερος μελαινόμενος λαμπρύνεται πάλιν· οὕτω καὶ οἱ πιστεύοντες κἂν μελαίνωνται ἁμαρτάνοντες, λαμπρύνονται πάλιν μετανοοῦντες· δι᾿ ἣν αἰτίαν καὶ κασσιτέρῳ τυχὸν ἡ πίστις παρεικάσθη.
ΕΡΩΤΗΣΙΣ ΝΕ´.
[Επεξεργασία]" Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, καὶ ἐπάνω, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα. Παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι ἑπτά. Ψάλται καὶ ψαλτῳδοί, ὀκτακόσιοι πεντήκοντα πέντε. Κάμηλοι τετρακόσιοι τριάκοντα πέντε. Καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριάκοντα ἕξ. Ἡμίονοι ὀκτακόσιοι τεσσαράκοντα πέντε· ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε·" Ποίησον ἀγάπην τοιούτων μεγάλων καὶ ὑψηλῶν περὶ τῆς ἕκτης αἰχμαλωσίας ἐπανόδου ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τοῦ προφήτου εἰρημένων. Τὶς ἡ τοσαύτη ταπεινότης, καὶ ἀκαιρόγραφος ἐξήγησις, καὶ ἀναξιότης τοῦ Πνεύματος, καμήλων μνημονεῦσαι καὶ ἵππων καὶ ἡμιόνων καὶ ὄνων, καὶ ταῦτα μετ᾿ ἀκριβείας ἀριθμοῦ;
Ἀπόκρισις.
[Επεξεργασία]Τὸ μὲν δι᾿ ἀκριβείας περὶ τούτων εἰπεῖν, μόνων ἐκείνων ἐστί, τῶν διὰ πολλὴν καθαρότητα νοῦ, θεόθεν ὅλην εἰληφότων τὴν ἐφικτὴν ἀνθρώποις χάριν τοῦ Πνεύματος· καθ᾿ ἣν τῷ πελάγει τῶν μυστικῶν θεαμάτων γνωστικῶς ἐνδιαθέοντες, τοὺς λόγους μόνον ὁρῶσι τῶν γεγραμμένων γυμνοὺς τῶν ἐπ᾿ αὐτοῖς τυπικῶν συνθημάτων· μηδενὸς τὸ σύνολον ποιούμενοι λόγον, τῶν τυπούντων αὐτοὺς συμβόλων· εἰ μὴ που βουληθῶσι σοφῶς αὐτοὺς τυπῶσαι σωματικῶς, τοῖς διὰ νηπιότητος νοῦ γενέσθαι μὴ δυναμένοις ὑπὲρ τὴν αἴσθησιν· ἵνα τοῖς τύποις πρότερον ἐγγυμνασθέντες [οἱ διδασκόμενοι δηλονότι] κατὰ τὴν αἴσθησιν, πρὸς τοὺς ἄνευ αἰσθήσεως ἀρχετύπους ἐλθεῖν ποθήσωσι λόγους. Τῷ δὲ στοχασμῷ τοῖς ψιλωτέροις ἐπιβάλλειν διὰ τὴν φυσικῶς ἐν ἡμῖν ἐφιεμένην τῆς τῶν θείων γνώσεως δύναμιν, οὐκ ἄτοπον· δύο καλῶν ἐκ τοῦ στοχασμοῦ τοῖς εἰλικρινὲς περὶ τὰ θεῖα κεκτημένοις τὸ σέβας ἀναδεικνυμένων. Ἢ γὰρ ἐπιτυγχάνει τῆς ἀληθείας τῶν νοουμένων, ὁ στοχαστικὴν τὴν ἔφοδον τῶν θείων ποιούμενος· καὶ προσφέρει χαίρων θυσίαν αἰνέσεως τὴν εὐχαριστίαν, (538) τῷ δεδωκότι τοῦ ζητουμένου τὴν εἴδησιν· ἢ διαφεύγουσαν εὑρίσκει τῶν γεγραμμένων τὴν ἔννοιαν· καὶ τὰ θεῖα πλέον σεβάζεται, τὴν τῆς οἰκείας δυνάμεως ὑπεραίνοντα μανθάνων κατάληψιν.
Τοίνυν κἀγὼ στοχαστικῶς ἐπιβάλλων τοῖς προκειμένοις, τὸν Θεὸν ἐπικαλοῦμαι γενέσθαι τῶν λεχθησομένων συλλήπτορα, κατὰ πάντα τρόπον πρὸς τὸ ὕψος τῶν Γραφικῶν αἰνιγμάτων ἀσθενοῦσαν εὑρίσκων τῆς ἐμαυτοῦ διανοίας τὴν δύναμιν. Κἄν τε γὰρ ἐπιτύχω, τοῦ Θεοῦ τὸ πᾶν ὑπάρχει κατόρθωμα, διὰ τῆς καταλήψεως ἐνάγοντός με πρὸς εὐχαριστίαν· κἂν τε γὰρ μή, καὶ οὕτως πάλιν τοῦ Θεοῦ τὸ τῆς ἀκαταληψίας ὑπάρχει καλόν, τόν, ὡς εἰκός, ἐκ τῆς γνώσεως τεχθησόμενόν μοι κατὰ πρόνοιαν τύφον προανακόπτοντος, καὶ τὴν ἀκαταληψίαν ποιουμένου μοι μετριοφροσύνης ὑπόθεσιν.
Οὐκοῦν στοχασμῷ, καθὼς εἴρηται, τὴν τῶν γεγραμμένων διάνοιαν ὑπερχόμενος, ἐντεῦθεν ἄρχομαι τῆς τῶν προκειμένων Γραφῆς. Ἐν τῷ πρὸ τούτου κεφαλαίῳ γέγραπται περὶ τοῦ Ζοροβάβελ· Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον αὐτοῦ εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ. Δῆλόν ἐστιν ὅτι μετὰ τὴν τῶν προβλημάτων τῶν πρὸς Δαρεῖον τὸν βασιλέα γεγενημένων προσαγωγήν, ἐξῆλθεν ἀπὸ προσώπου, δῆλον ὅτι Δαρείου τοῦ βασιλέως. Δαρεῖος μὲν οὖν ἐστιν, ὡς ἤδη φθάσας πρὸ τούτων ἔφην τῶν λόγων, ὁ κρατῶν τῆς φύσεως νόμος· καὶ συνᾴδει γε σαφῶς οὕτω νοούμενος τῇ τοῦ οἰκείου ὀνόματος ἑρμηνείᾳ. Γενεὰ γάρ, ἢ γενεαλογία, ἢ γενεαλογούμενος δηλοῖ τὸ τοῦ Δαρείου ὄνομα, καθὼς φασιν οἱ τὴν ἀκρίβειαν τῆς τοιᾶσδε φωνῆς ἐπιστάμενοι. Φυσικοῦ δὲ νόμου καθέστηκεν ἴδιον, τὸ τῆς γενεᾶς, καὶ γενεαλογίας ὄνομα· τῶν γὰρ ὑπὸ φύσιν τὸ γένος, καὶ τὰ γενεαλογούμενα· καὶ τῶν περὶ φύσιν ἡ γενεαλογία.
Οὐκοῦν καλῶς ὁ Δαρεῖος εἰς τὸν τῆς φύσεως ἐλήφθη νόμον. Περιέχει γὰρ ὁ νόμος τῆς φύσεως, καὶ τὰ ὑπὸ φύσιν ἀναγόμενα γένη καὶ εἴδη· καὶ τὰ περὶ τὴν φύσιν θεωρούμενα· τὸν χρόνον φημὶ καὶ τὸν τόπον. Παντὸς γὰρ γενητοῦ, τὰ ὧν οὐκ ἄνευ φυσικῶς συνεπιθεωρεῖται.
Δαρεῖος οὖν, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως· Ζοροβάβελ δέ, ὁ θεωρητικὸς νοῦς, ὁ ἐξελθὼν ὡς ἀπὸ (540) Δαρείου, τοῦ νόμου τῆς φύσεως, καὶ τὴν ὑπὸ χρόνον καὶ τόπον τῶν φαινομένων ὑπερβὰς διακόσμησιν, καὶ ἄρας τὸ πρόσωπον τῆς κατ᾿ ἀρετὴν γνωστικῆς διαθέσεως εἰς τὸν οὐρανόν· τουτέστι τὸ ὕψος τῶν νοητῶν οὐσιῶν· ἐναντίον τῆς ἐν οὐρανοῖς νοουμένης Ἱερουσαλήμ· ἐκείνης λέγω τῆς Ἱερουσαλήμ, τῆς ἐπὶ τῶν χειρῶν Κυρίου ἐχούσης ἐζωγραφημένα τείχη· ἐν ᾗ πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία· πρὸς ἣν ἡ ἀληθινὴ τῶν αἰχμαλώτων ἐπάνοδος γίνεται· τῶν ἐπιζητούντων τὸ ἐξ οὐρανοῦ κατὰ τὸν θεῖον Ἀπόστολον οἰκητήριον· τῶν μετὰ τοῦ μεγάλου Δαβὶδ δυναμένων λέγειν· Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλαθείη ἡ δεξιά μου· κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου, μνησθῶ· δεξιὰν λέγοντος τυχόν, τὴν πνευματικὴν τῶν θείων καὶ ἐπαινουμένων πρᾶξιν· γλῶσσαν δὲ κολλωμένην τῷ λάρυγγι, τὴν ἐν ἡμῖν τοῦ λόγου γνωστικὴν ἐνέργειαν, κολλωμένην ἐξ ἀγνοίας τῷ λαιμῷ· τουτέστι, τῷ περὶ τὸν λαιμὸν πηγνυμένῳ πάθει, καὶ ἀκίνητον μένουσαν περὶ τὴν ἔφεσιν τῶν ἀῤῥήτων ἀγαθῶν· καὶ διὰ τοῦτο γεύσασθαι μὴ δυναμένην τῆς τοῦ Κυρίου χρηστότητος.
θ´. Εἰ δὲ χρόνου καὶ φύσεως πρὸς Ἱερουσαλὴμ ἐπειγόμενος ἐκβαίνει τοὺς λόγους ὁ Ζοροβάβελ· εἴθ᾿ ὁ καθ᾿ ἡμᾶς θεωρητικὸς νοῦς· εἴθ᾿ ὁ ὑπὲρ ἡμᾶς δημιουργὸς Λόγος, ἐν ἡμῖν καθ᾿ ἡμᾶς γενόμενος καὶ διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν ἀγάγῃ διὰ σαρκώσεως τοὺς πρὸς τὰ πάθη καὶ τὸν θάνατον τῆς σαρκὸς ἑαυτοὺς ἀπὸ τῆς ἀπαθείας καὶ τῆς ζωῆς ἐξώσαντας, εἰκότως τοὺς αὐτῷ γεγεννημένους κατὰ τὸν θεμιτὸν παραπλησίους, ἑαυτῶ συνεξάγει, καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἄγει τὴν οὐράνιον· ὧν τῆς ἀρετῆς τὴν ἀκρότητα καὶ τῆς γνώσεως, τοῖς προκειμένοις εἴδεσί τε καὶ ἀριθμοῖς συμβολικῶς διὰ ποικιλίας ὁ λόγος παρείκασε. Πᾶς γὰρ θεοφιλὴς καὶ δίκαιος ἄνθρωπος, νοητῶς τὴν ἐπάνοδον πρὸς τὴν ἄνω ποιούμενος Ἱερουσαλήμ, τοὺς προκειμένους διαφόρων εἰδῶν ἀριθμοὺς συμπληροῖ· τοὺς ἑκάστου εἴδους καὶ ἀριθμοῦ λόγους εἰς μίαν ἀρετῆς τε καὶ γνώσεως συνάγων ἐκπλήρωσιν· καὶ δηλοῖ τοῦτο σαφῶς, τῆς προκειμένης ἡμῖν εἰς ἐξέτασιν Γραφῆς ὁ λόγος, ἔχων οὕτως.
Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραήλ, ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα. Εὖγε τῆς ἀκριβείας τῶν λογίων τοῦ Πνεύματος, ἐπισημηναμένου μηδένα τῶν ἀριθμουμένων ἐν Ἱερουσαλὴμ καὶ τῆς Βαβυλωνίας ἐκβεβηκότων· ταύτην δὲ λέγω τοῦ παρόντος αἰῶνος τὴν σύγχυσιν, εἶναι παντελῶς ὑπὸ τὸν δωδεκαετῆ χρόνον· δηλοῦντος τοῦ λόγου μυστικῶς, ὅτι μόνος ὁ γεγεννημένος ὑπὲρ αἴσθησιν καὶ χρόνον· τοῦτο γὰρ δώδεκα σημαίνει σαφῶς ἀριθμός, ἐκ πέντε διὰ τὰς αἰσθήσεις, καὶ ἑπτὰ διὰ τὸν χρόνον συναγόμενος· καὶ τὴν πρὸς ταῦτα τῆς ψυχῆς διακόψας σχέσιν, ἐκβαίνει τῆς αὐτῶν συγχύσεως, πρὸς τὴν ἄνω πόλιν ἐπειγόμενος· ἔχων χωρὶς (541) γυναικῶν καὶ παίδων, μυριάδας τέσσαρας τρισχιλίους τριακοσίους ἑξήκοντα.
Παῖδὲς εἰσι τυχόν, οἱ περὶ τῶν φυσικῶν ἀδιαβλήτων καὶ οὐκ ἐφ᾿ ἡμῖν παθῶν λογισμοί· γυναῖκες δέ, ἢ αἱ ἐνθυμήσεις, ἢ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί, μὴ φέρουσαι τοῖς κεκτημένοις διαβολήν· ὡς ἀναγκαῖον παρακολούθημα καθεστῶσαι φυσικῆς ὀρέξεως. Ἡδονὴν γὰρ ποιεῖ κατὰ φύσιν καὶ μὴ βουλομένων ἡμῶν, καὶ ἡ τυχοῦσα τροφή, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη· καὶ πόσις ἀποκροουμένη τοῦ δίψους τὴν ὄχλησιν· καὶ ὕπνος τὴν ἐκ τῆς ἐγρηγόρεσεως δαπανηθεῖσαν ἀνανεούμενος δύναμιν· καὶ ὅσα τῶν καθ᾿ ἡμᾶς φυσικῶν ἕτερα τυγχάνει, πρὸς μὲν σύστασιν φύσεως ἀναγκαῖα· πρὸς δὲ κτῆσιν ἀρετῆς ὑπάρχοντα χρήσιμα τοῖς σπουδαίοις· ἅπερ κἂν μὴ συναριθμεῖται τοῖς ἀνδράσιν, ἀλλὰ συνεκβαίνει παντὶ νοῒ φεύγοντι τῆς ἁμαρτίας τὴν σύγχυσιν· ἵνα μὴ δι᾿ αὐτὰ μείνῃ κρατούμενος εἰς δουλείαν τῶν ἐφ᾿ ἡμῖν καὶ διαβεβλημένων καὶ παρὰ φύσιν παθῶν· οὐκ ἐχόντων ἄλλην ἀρχὴν ἐν ἡμῖν πλὴν τῆς κινήσεως τῶν κατὰ φύσιν παθῶν.
Οὐ συναριθμεῖται δέ, ὅτι μὴ πέφυκε πρὸς τὴν ἀθάνατον καὶ μακραίωνα ζωὴν συμμεταβαίνειν ἡμῖν, τὰ τὴν φύσιν πρὸς τὴν παροῦσαν ζωὴν συνέχοντα πάθη. Τέσσαρες δὲ μυριάδες εἰσίν, ἡ τετρὰς τῶν γενικῶν ἀρετῶν· μεθ᾿ ὧν φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς, πρὸς τὴν μακαρίαν τῆς ἀπαθείας ἀποκαθίσταται λῆξιν. Ὡς γὰρ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ μόνη γνωρίζεται· παντελῶς δι᾿ ἄλλου γράμματος σημανθῆναι μὴ δυναμένη, ὡς ταυτὸν οὖσα κατὰ τὸ ὑποκείμενον τῇ μονάδι, κἂν δέχεται μόνῃ τῇ ἐπινοίᾳ διαφοράν, ὡς πρὸς ἀρχὴν τέλος. Τέλος γὰρ μονάδος ἐστὶν ἡ μυριάς· καὶ ἀρχὴ μυριάδος ἐστὶν ἡ μονάς· ἤ, κυριώτερον εἰπεῖν, κινουμένη μονάς, ἐστὶν ἡ μυριάς· καὶ ἀκίνητος μυριάς, ἐστὶν ἡ μονάς. Οὕτω καὶ πᾶσα τῶν γενικῶν ἀρετή, τὴν θείαν καὶ ἄῤῤητον μονάδα φημὶ τὸν Θεόν, ἀρχὴν ἔχει καὶ τέλος, ὡς ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ἀρχομένη καὶ λήγουσα· καὶ ταυτὸν ὑπάρχουσα τῷ Θεῷ, κατὰ μόνον τῆς ἐπινοίας διαφέρουσα τὸν λόγον· παρ᾿ οὗ, καὶ εἰς ὃν πᾶσα γένεσις ἀρετῆς προδήλως ὑφέστηκεν.
Ἢ τυχὸν τὰς τέσσαρας προκοπὰς τῶν ἐν τῇ δεκάδι τῶν θείων ἐντολῶν, εἰς μῆκος θεωρίας καὶ γνώσεως προβαινόντων, φησὶν εἶναι τὰς τέσσαρας μυριάδας ὁ λόγος. Οἷον πρώτη προκοπή ἐστιν, ἡ ἁπλῶς ἐν τοῖς εἰσαγομένοις μετὰ τὴν ἀποφυγὴν τῆς κακίας, πρᾶξις τῶν ἐντολῶν· πλήρη ποιοῦσα τὴν πρώτην δεκάδα, τὴν αὐτὴν καὶ μονάδα. Δευτέρα προκοπὴ ἐστιν, ἡ δι᾿ ἑκάστης ἐντολῆς ἐνεργουμένη τῶν λοιπῶν συμπερίληψις, τὴν αὐτὴν δεκάδα ποιουμένη καὶ ἑκατοντάδα, τῇ δι' ἀλλήλων ἑκάστης ἐντολῆς ἐνεργείᾳ συμπληρουμένην· ἡ γὰρ δεκὰς δεκαχῶς ἐνεργηθεῖσα, ποιεῖ τὴν ἑκατοντάδα. Τρίτη προκοπή ἐστιν, ἡ κατὰ τὸν νόμον τῆς φύσεως ταύτης τῆς ἑκατοντάδος δεκάπλωσις· δεκαδικὸς γὰρ καὶ ὁ τῆς φύσεως νόμος ἐστιν, ὡς ἐκ δέκα συνεστηκώς· (544) λέγω δέ, τῶν τριῶν τῆς ψυχῆς δυνάμεων, καὶ τῶν πέντε αἰσθήσεων, καὶ τῆς φωνητικῆς ἐνεργείας, καὶ τῆς φυσικῆς γονιμότητος· κέχρηται γάρ, τῷ μὲν λογιστικῷ πρὸς τὴν τῆς αἰτίας, καὶ τῶν περὶ τὴν αἰτίαν τῶν καλῶν ζήτησιν· τῷ ἐπιθυμητικῷ δέ, πρὸς πόθον τῶν ζητουμένων· τῷ δὲ θυμικῷ, πρὸς φυλακὴν καὶ στοργήν· ταῖς αἰσθήσεσι δέ, πρὸς διάκρισιν, πενταχῶς καὶ αὐτὴν διαιρουμένην, ἐξ ἧς ἐπιστήμη γενέσθαι πέφυκε. Διαιρεῖται γὰρ ἡ καθόλου διάκρισις, τοῖς ἠργμένοις, καὶ οὐκ ἠργμένοις· τοῖς νοητέοις, καὶ οὐ νοητέοις· τοῖς ῥητέοις καὶ οὐ ῥητέοις· τοῖς ποιητέοις, καὶ οὐ ποιητέοις· τοῖς φθαρτοῖς, καὶ τοῖς ἀφθάρτοις. Τῷ δὲ φωνητικῷ πρὸς ἐκφώνησιν· καὶ τῇ γονιμότητι, πρὸς αὔξησιν τῶν ζητηθέντων καὶ ἐπιθυμηθέντων καὶ στερχθέντων καὶ γνωσθέντων καὶ ἐκφανθέντων καλῶν. Γίνεται οὖν ἡ ἑκατοντάς, κατὰ τὸν νόμον δεκαπλουμένη τῆς φύσεως, χιλιάς. Τετάρτη δὲ προκοπή ἐστιν, ἡ διὰ θεωρίας καὶ γνώσεως τοῦ φυσικοῦ νόμου κατὰ τὴν ἀποδοθεῖσαν διαίρεσιν, πρὸς τὸν ἑκάστης ἐντολῆς ἀρχικώτερον λόγον ἀνάβασις· καθ᾿ ἣν ἡ μυριὰς συναγομένη θεωρεῖται, τῷ τῆς πρώτης μονάδος στοιχείῳ γνωριζομένη. Ὁ γὰρ ἁπλῶς ἐνεργήσας τὰς ἐντολάς· καὶ πάλιν κατὰ τὴν ἑκάστην ἐνέργειαν τὰς ἄλλας συμπαραλαβών· καὶ αὖθις τῇ περιλήψει τούτων, τὴν τοῦ φυσικοῦ νόμου συζεύξας διάκρισιν· καὶ τοῦτον πάλιν πρὸς τὸν ἑκάστης ἐντολῆς λόγον γνωστικῶς ἀναβιβάσας, τὰς τέσσαρας μυριάδας συνήγαγε· καθ᾿ ἑκάστην προκοπὴν τῷ τῆς μονάδος τιμηθείσας μυστηρίῳ, πρὸς ἣν ὁ τῆς μυριάδος συνάγεται λόγος.
Ἢ πάλιν, τὰς λεγομένας τέσσαρας γενικὰς ἀπαθείας, αἱ τέσσαρες μυριάδες σημαίνουσι. Πρώτη γάρ ἐστιν ἀπάθεια, ἡ παντελὴς ἀποχὴ τῶν κατ᾿ ἐνέργειαν κακῶν, ἐν τοῖς εἰσαγομένοις θεωρουμένη· δευτέρα δέ, ἡ παντελὴς κατὰ διάνοιαν περὶ τὴν τῶν κακῶν συγκατάθεσιν ἀποβολὴν λογισμῶν, ἐν τοῖς μετὰ λόγου τὴν ἀρετὴν μετιοῦσι γινομένη· τρίτη, ἡ κατ᾿ ἐπιθυμίαν περὶ τὰ πάθη παντελὴς ἀκινησία, ἐν τοῖς διὰ τῶν σχημάτων τοὺς λόγους νοητῶς θεωρουμένοις τῶν ὁρωμένων. Τετάρτη ἀπάθεια, ἡ καὶ αὐτῆς τῆς ψιλῆς τῶν παθῶν φαντασίας παντελὴς κάθαρσις ἐν τοῖς διὰ γνώσεως καὶ θεωρίας καθαρὸν καὶ διειδὲς ἔσοπτρον τοῦ Θεοῦ ποιησαμένοις τὸ ἡγεμονικὸν συνισταμένη.
Ὁ τοίνυν καθάρας ἑαυτὸν ἐνεργείας παθῶν, καὶ τῆς ἐπ᾿ αὐτοῖς κατὰ διάνοιαν συγκαταθέσεως ἐλευθερώσας· καὶ τῆς περὶ αὐτὰ κατ᾿ ἐπιθυμίαν κινήσεως στάσιν λαβών· καὶ τῆς αὐτῶν ψιλῆς φαντασίας τὸν νοῦν καταστήσας ἀμόλυντον, τὰς τέσσαρας μυριάδας ἔχων ἐξέρχεται τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ πρὸς τὴν θείαν καὶ εἰρηνικὴν τῶν νοητῶν ἐπείγεται λῆξιν.
Οὕτω μὲν οὖν νοείσθωσαν ἡμῖν αἱ τέσσαρες μυριάδες· αἱ δὲ τρεῖς χιλιάδες, τὸν τέλειον καὶ ὀρθὸν καὶ εὐσεβῆ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λογικὸν σημαίνουσι λόγον· καθ᾿ ὃν ἡ ἁγία τρισυπόστατος (545) μονάς, εἷς παρ᾿ ἡμῶν ὑμνεῖται Θεὸς καὶ πιστεύεται.
Οἱ δὲ τριακόσιοι, τὸν περὶ προνοίας ἐνταῦθα παραδηλοῦσι λόγον· οὐχ ὅτι μόνον τῶ σχήματι τοῦ γράμματος ἡ ἄνωθεν ἐπὶ τὰ κάτω διήκουσα, καὶ τῶν ἑκατέρωθεν πλαγίων τὰ ἄκρα περιλαμβάνουσα σημαίνεται δύναμις· ὅπερ τὴν τὸ πᾶν διασφίγγουσαν ἀῤῥήτως δηλοῖ πρόνοιαν· ἀλλ᾿ ὅτι καὶ τῷ τοῦ σταυροῦ τύπῳ τετίμηται, ἐν ᾧ τὸ μέγα καὶ πρῶτον καὶ ἀπόκρυφον τῆς προνοίας ἀπετελέσθη μυστήριον. Προνοίας γὰρ καθέστηκε τρόπος ἀπόῤῥητος, τὸ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ μυστήριον· ᾧ τύπῳ, μετὰ τοῦ ὀνόματος τοῦ ἐπ᾿ αὐτοῦ δι᾿ ἡμᾶς προσηλωθέντος, τάχα θαῤῥήσας ὁ μέγας πατριάρχης Ἀβράαμ, μετὰ τριακοσίων δέκα καὶ ὀκτώ· τουτέστι, τύπου καὶ ὀνόματος Ἰησοῦ, τὰς δηλουμένας διὰ τῶν βασιλέων ἀνετικειμένας ἐξελθὼν κατεπάλαισε δυνάμεις. Πολλάκις γὰρ οἶδεν ἡ Γραφὴ καὶ ἐκ τῶν ἐν τοῖς γράμμασι σχημάτων, τὸν ἴδιον φανερῶσαι σκοπόν, τοῖς ἐπὶ τοῦτο καθαιρομένοις.
Εἰ δὲ καὶ ἐκ τοῦ ἀριθμοῦ βούλεταὶ τις τὸ βούλημα σκοπῆσαι τῆς ἁγίας Γραφῆς, καὶ οὕτως τὴν πρόνοιαν δι᾿ αὐτοῦ μηνυομένην εὑρήσει. Προνοίας γὰρ ἔργον, οὐ μόνον κατὰ τὸν ἑαυτῆς τοῦ εἶναι λόγον φυλάξαι τὴν φύσιν ἀμείωτον· ἀλλὰ καὶ κατὰ τὸν ἐπίκτητον τοῦ εὖ εἶναι χάριτι λόγον ἀνελλιπῶς ἔχουσαν δεῖξαι. Οὐκοῦν τοῖς διακοσίοις τὰ ἑκατὸν συνάψας τις, ἀποτελεῖ τὸν τριακόσια· δηλοῦντα φύσιν καὶ ἀρετήν. Δηλοῖ γὰρ φύσιν ὁ διακόσια ὡς ἐξ ὕλης καὶ εἴδους ὑπάρχουσαν, εἴπερ ἡ ὕλη τετραδικὴ διὰ τὰ τέσσαρα στοιχεῖα· τὸ δὲ εἶδος, πενταδικόν, διὰ τὴν αἴσθησιν τὴν τὸ ὑλικὸν πρὸς εἶδος σχηματίζουσαν φύραμα. Πεντάκις γὰρ συνθεὶς τὸν τεσσαράκοντα· ἢ τετράκις τὸν πεντήκοντα, ποιεῖ τὸν διακόσια. Ὁ δὲ ἑκατὸν ἀριθμός, τὴν τελείαν ἀρετὴν σημαίνει, ὡς ἔχων δεκαπλουμένην τὴν θείαν δεκάδα τῶν ἐντολῶν· εἰς ἣν φθάσας Ἀβράαμ, πατὴρ γίνεται τοῦ μεγάλου Ἰσαάκ, νεκρὸς κατὰ φύσιν· ζωῆς καὶ χαρᾶς γεννήτωρ κατὰ πνεῦμα γενόμενος. Συνθεὶς οὖν τοῖς διακοσίοις τὰ ἑκατόν, τὸν τριακόσια πληρώσαις ἂν ἀριθμόν, δηλοῦντα τὴν πρόνοιαν, κατὰ τὸν εὖ εἶναι λόγον τὴν φύσιν συνέχουσαν.
Ὁ δὲ ἑξήκοντα, τὴν κατὰ φύσιν ποιητικὴν τῶν ἐντολῶν σημαίνει δύναμιν τετελειωμένην τοῖς λόγοις τῶν ἀρετῶν. Εἰ γὰρ ὁ ἓξ τὴν ποιητικὴν σημαίνει τῆς φύσεως δύναμιν, ὡς τέλειος καὶ ἐκ τῶν ἰδίων μερῶν συνιστάμενος· διὸ καὶ ἐν ἓξ ἡμέραις πεποιηκέναι τὸν Θεὸν τὸν κόσμον γέγραπται· ὁ δὲ δέκα τὸ τέλειον τῆς ἐν ταῖς ἐντολαῖς ἀρετῆς δηλοῖ· ἄρα ὁ ἑξήκοντα, τὴν κατὰ τὴν φύσιν δεκτικὴν τῶν ἐν ταῖς ἐντολαῖς θείων λόγων σαφῶς παραδηλοῖ δύναμιν.
Οὐκοῦν αἱ τέσσαρες μυριάδες πρὸς τοῖς τρισχιλίοις τριακοσίοις ἑξήκοντα, δηλοῦσι τὸν τέλειον περὶ ἀρετῆς λόγον· καὶ τὸ σεπτὸν τῆς θεολογίας μυστήριον· (548) καὶ τὸν ἀληθῆ τῆς προνοίας σκοπόν· καὶ τὴν ἀρεταῖς ποιωθεῖσαν πρακτικὴν τῆς φύσεως δύναμιν μεθ᾿ ὧν ὁ σαρκός, αἰσθήσεώς τε καὶ κόσμου τῷ πνεύματι διακρίνας τὸν νοῦν, πάντως ἐξέρχεται· τὴν ἐν ἀλλήλοις τούτων ἀφείς, ὡς τὴν Βαβυλωνίαν οἱ πάλαι, φύρσιν καὶ σύγχυσιν· καὶ πρὸς τὴν ἄνω πόλιν ἐπείγεται, πάσης τὸν νοῦν ἔχων τῆς πρὸς ὁτιοῦν σχέσεως ἀνετόν.
Παῖδες δὲ τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι ἑπτά. Ὁ νόμος ἐν τῷ περὶ παίδων καὶ παιδίσκων τόπῳ διαγορεύων φησί, Τοὺς Ἑβραίους παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν· καὶ τῷ ἑβδόμῳ ἀπολύεσθαι ἐλευθέρους· τοὺς δὲ ἀλλοφύλους παῖδας καὶ παιδίσκας δουλεύειν εἰς τὸν αἰῶνα· τὸ πεντηκοστὸν ἔτος οἶμαι τῆς ἀφέσεως αἰῶνα καλῶν. Ἑβραῖος δὲ παῖς καὶ Ἑβραία παιδίσκη εἰσίν, οἱ τῶ πρακτικῷ φιλοσόφῳ δουλεύοντες ἓξ ἔτη, λόγος καὶ διάνοια, πρὸς ἐπίνοιαν τῆς ἠθικῆς εὐπρεπείας καὶ ἀρετῆς τρόπων ἐξεύρεσιν. Παντὶ γὰρ πρακτικῷ, παιδὸς καὶ παιδίσκης δίκην ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ᾿ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες· καὶ οἷον πᾶσαν ἑαυτῶν κατὰ τῶν ἀντικειμένων τῇ πρακτικῇ πνευμάτων τῆς πονηρίας τὴν δύναμιν ἔχοντες ἀντιτεταγμένην. Πληρώσαντες οὖν τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσε ἀριθμός· εἴρηται γὰρ ὡς ὁ ἓξ ἀριθμὸς τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν· ἐλεύθεροι πρὸς τὴν πνευματικὴν ἀπολύονται· δῆλον ὅτι τῶν ἐν τοῖς οὖσι συγγενῶν λόγων θεωρίαν ἐπανερχόμενοι, ὅ τε λόγος καὶ ἡ διάνοια· ὁπηνίκα κατὰ τὸ ἕβδομον ἔτος γένωνται· τουτέστι, τῆς ἀπαθείας τὴν ἕξιν· καθ᾿ ἣν δαμασθέντα τῷ πολλῷ καμάτῳ τοῦ λόγου καὶ τῆς συνημμένης αὐτῷ διανοίας, ὑποχωρεῖ τῆς ψυχῆς τὰ πάθη καὶ ὑπεξίσταται.
Ἀλλόφυλος δὲ παῖς καὶ παιδίσκη, ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, οὓς ὑποζεύγνυσι διαπαντὸς τῇ δεσποτείᾳ τοῦ λόγου πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν δι᾿ ἀνδρείας καὶ σωφροσύνης ὁ θεωρητικὸς νοῦς, οὐ διδοὺς αὐτοῖς παντελῶς τὴν πρὸς ἐλευθερίαν ἄφεσιν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ πνεύματος τελείως ὁ τῆς φύσεως νόμος· καθάπερ ὑπὸ ζωῆς ἀπείρου, σαρκὸς δυστήνου θάνατος· καὶ πᾶσα δειχθῇ καθαρῶς ἡ τῆς ἀνάρχου βασιλείας εἰκών, πᾶσαν ἔχουσα τοῦ ἀρχετύπου διὰ μιμήσεως τὴν μορφήν· καθ᾿ ἣν γενόμενος ὁ θεωρητικὸς νοῦς, ἐλευθέρους ποιεῖται τόν τε θυμὸν καὶ τὴν ἐπιθυμίαν· τὴν μέν, πρὸς τὴν ἀκήρατον τοῦ θείου ἔρωτος ἡδονήν, καὶ τὴν ἄχραντον θέλξιν μετασκευάζων· τὸν δέ, πρὸς ζέσιν πνευματικὴν καὶ διάπυρον ἀεικινησίαν καὶ σώφρονα μανίαν μεταβιβάζων· καθ᾿ ἥν, ὡς ἔοικεν, ἡ μεγάλη τοῦ ἀκηράτου φωτὸς ἀκτὶς ὁ μέγας Παῦλος γενόμενος, ἐν ταῖς Πράξεσιν ἤκουσε παρὰ τοῦ βασιλέως Ἀγρίππα, Μαίνῃ, Παῦλε. Καὶ πάλιν αὐτὸς περὶ ἑαυτοῦ πρὸς Κορινθίου γράφων, Εἴτε ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν· τὴν κατὰ Θεὸν (549) σώφρονα μανίαν ἔκστασιν δῆλον ὅτι καλέσας· ὡς ἔξω ποιουμένην τῶν ὄντων τὸν κατ᾿ αὐτὴν σώφρονα νοῦν.
Τὸν δὲ τούτων ἀριθμὸν σημαίνειν ὑπονοῶ, τὴν κατὰ τὸν λόγον χρονικὴν μετὰ τῆς ἀπαθείας τῶν τρόπων πρόνοιαν· καθ᾿ ἣν καὶ λόγῳ καὶ διανοίᾳ καθάπερ Ἑβραίοις παισὶ καὶ παιδίσκαις κατὰ τὴν πρᾶξιν δουλεύουσιν ἐπικείμενος ὁ νοῦς, ὁρίζει τὰ μέτρα τῆς κατ᾿ ἀρετὴν τούτων ὑπουργίας· μεταφέρων πρὸς θεωρίαν· καὶ θυμοῦ καὶ ἐπιθυμίας ὡς ἀλλοφύλων παίδων καὶ παιδίσκων ἐπιμελούμενος, ὡς δούλων δεσπότης, πρὸς τὸν ἰσότιμον ἄγει κατὰ τὸ τέλος ἐλευθερίαν. Τὴν μὲν ἐπιθυμίαν, ποιῶν ἔφεσιν τῶν θείων ἀπολαυστικήν· τὸν δὲ θυμόν, τόνον ἀπολαυτικῆς ἐφέσεως ἄληκτον· καὶ ἀποτελῶν Ἑβραίους ἀληθινοῦς κατὰ τὴν χάριν, τοὺς ἀλλοφύλους δούλους.
Ψάλται καὶ ψαλτῳδοί, ὀκτακόσιοι πεντήκοντα πέντε. Ψάλται εἰσίν, οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις ἄνευ θεωρίας κατὰ τὴν πρᾶξιν ἀναφωνοῦντες. Ψαλτῳδοὶ εἰσίν, οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις μετὰ τῆς κατὰ τὴν θεωρίαν γνωστικῆς τερπνότητος τοῖς ἄλλοις μυσταγωγοῦντες, καὶ τὰ νοητὰ αὐτῶν ὦτα καθηδύνοντες.
Ὁ δὲ τούτων ἀριθμὸς δηλοῖ, τὴν ἐφικτὴν ἀνθρώποις ἐπιστήμην τῶν αἰωνίων· ὁ γοῦν ὀκτακόσια καὶ ὁ πεντήκοντα· Ὁ μέν, τοὺς τῆς γνώσεως· ὁ δέ, τοὺς τῶν ἀρετῶν μέλλοντας λόγους ὑποφαίνει. Ὁ δὲ πέντε, τὴν ἐπὶ τούτοις ἐπιστήμην παρίστησι· καθὼς περὶ τοῦ πέντε μικρῷ πρόσθεν ἀποδεδώκαμεν ἀριθμοῦ.
Κάμηλοι τετρακόσιαι τριάκοντα πέντε. Κάμηλοι συνεξιοῦσαι τοῖς υἱοῖς Ἰσραὴλ σὺν ἐλευθερίᾳ πολλῇ, τῆς πικρᾶς ἀπολυομένοις αἰχμαλωσίας εἰσίν, αἱ φυσικαὶ τῶν ὁρωμένων διάφοροι θεωρίαι, κατὰ τὴν κάμηλον ἔχουσαι πρὸς μὲν αἴσθησιν, ὥσπερ πόδας ἀκαθάρτους, τὰς ἐπιφανείας τῶν ὁρατῶν· πρὸς δὲ νοῦν, ὥσπερ κεφαλὴν καθαρούς, τοὺς ἐν αὐτοῖς ὑψηλοτέρους ἐν πνεύματι λόγους.
Καὶ τάχα περὶ τούτων τῶν καμήλων, τὴν δόξαν τῆς νοουμένης Ἱερουσαλὴμ προφητικῶς ὁ μέγας προδεικνὺς Ἡσαΐας, ἔφη· Καὶ καλύψουσί σε κάμηλοι Μαδιὰν καὶ Γεφάρ· τουτέστιν, αἱ πνευματικαὶ θεωρίαι τῶν κατὰ φύσιν παθῶν. Ἔκκρισις γὰρ Μαδιὰν ἑρμηνεύεται, ἢ πηλὸς αἱματώδης· ἢ ἱδρῶτες ἀνθρώπινοι καὶ μητρός. Γεφὰρ δέ, κτῆσις νώτου, ὅπερ ἐστὶ θεωρία εἰς ὕψος αἰρομένη τῶν περὶ σάρκα παθῶν. Ψυχῆς δὲ νῶτον, ὡς ὀπίσθιον, ἡ σάρξ· οἷς καθάπερ πόλιν ἁγίαν, τὴν πνευματικὴν τῆς εἰρηνικῆς καὶ ἀστασιάστου τῶν μυστικῶν θεαμάτων (552) γνώσεως λῆξιν, οἷα κτήνεσι καλύπτεσθαὶ φησιν ὁ λόγος.
Δηλοῖ δὲ τὴν ἀποδοθεῖσαν δύναμιν, καὶ αὐτὸς ὁ ἀριθμός, τὴν περὶ φύσιν καὶ χρόνον λογικὴν σημαίνων κίνησιν.
Καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριάκοντα ἕξ· Ἵππος ἐστίν, ὁ ἐν τῷ δρόμῳ τῶν ἐναρέτων κατὰ τὸν βίον, ἔχων τὴν ὅλην τοῦ θυμοῦ τὴν εὐτονίαν. Φασὶ γὰρ τοῦ ἵππου τὴν χολὴν εἰς τὰς κατὰ φύσιν τῶν ποδῶν ὁπλὰς εἶναι. Διὸ καὶ πάντων τῶν λοιπῶν ἡμέρων ζώων, καὶ τῶν τῇ φύσει τῶν ἀνθρώπων ὑποζευγμένων, ἐκρίθη μᾶλλον πρὸς δρόμον ἐπιτηδειότερὸς τε καὶ δυνατώτερος· οἷς παρεικάσας τοὺς ἁγίους ἀποστόλους ὁ μέγας προφήτης Ἀββακοὺμ διὰ τοῦ Πνεύματος, φησί· Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά· ἵππους καλέσας τοὺς ἁγίους καὶ μακαρίους ἀποστόλους, τὸν σωτήριον τῆς ἀληθείας λόγον βαστάζοντας ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐν παντὶ τῷ κόσμῳ· ὃν τροπικῶς ὠνόμασε θάλασσαν· καὶ τὰ ἔθνη παρείκασεν ὕδασι, διὰ τῆς ἐν τῷ λόγῳ τοῦ Πνεύματος μεγάλης δυνάμεως ταρασσόμενά τε καὶ σειόμενα, καὶ τῷ σωτηρίῳ σεισμῷ μεταβιβαζόμενα πρὸς πίστιν ἐξ ἀπιστίας, καὶ πρὸς ἐπίγνωσιν ἐξ ἀγνωσίας· καὶ ἀπὸ κακίας εἰς ἀρετήν.
Δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς τῶν ἵππων ἀριθμός, τὴν κατ᾿ ἀρετὴν τῆς πρακτικῆς φιλοσοφίας ἕξιν τυπῶν. Ὁ γὰρ ἑπτακισχίλια ἑπτακόσια ἀριθμός, ὡς χρονικὸς σημαίνει τὴν ἐν ἀρεταῖς ὀξεῖαν κίνησιν· ὁ δὲ τριάκοντα ἕξ, τὴν ταῖς ἀρεταῖς συντρέχουσαν τῆς φύσεως πρᾶξιν.
Ἡμίονοι δὲ ὀκτασόσιοι τεσσαράκοντα πέντε. Ἡμίονός ἐστι κατὰ τὸν ἐπαινούμενον λόγον, ἡ παντελῶς κατὰ κακίαν ἄγονος ἕξις· δι᾿ ὃ πάνυ τῷ πνεύματι τῆς Γραφῆς προσφυῶς τε καὶ πρεπόντος ὁ βασιλεύειν λαχὼν τοῦ Ἰσραήλ, οὐχ ἵππῳ, ἀλλ᾿ ἡμιόνῳ καθέζεσθαι προσετάγη· τοῦ λόγου δηλοῦντος, ὅτι δεῖ τὸν θεωρητικὸν νοῦν βασιλεύοντα τῶν ἐν τοῖς οὖσι νοημάτων τε καὶ θεαμάτων, καὶ τῶν οἰκείων κινημάτων, ἕξιν ἄγονον ἔχειν κακίας· τουτέστι, κακίαν μήτε συλλαμβάνουσαν παντελῶς μήτε τίκτουσαν· ἐφ᾿ ἧς αὐτὸν δεῖ περὶ θεωρίαν κινούμενον φέρεσθαι· μήπως πνευματικὴν ποιούμενος τὴν τῶν ὄντων διάσκεψιν, λαθὼν περιπέσῃ τινὶ τῶν παραφθείρειν διά τινος τῶν αἰσθητῶν πεφυκότων πονηρῶν πνευμάτων τὴν ἁγνὴν τῆς καρδίας διάθεσιν.
Οἴδαμεν δὲ καὶ ἐπὶ ψόγῳ κειμένην τῇ Γραφῇ τὴν ἡμίονον, ὡς τό, Μὴ γένεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἵππον καλέσαντος τοῦ λόγου τὴν χρηματίζουσαν ἕξιν ταῖς τῶν παθῶν ἡδοναῖς· καὶ ἡμίονον, τὴν τὸ καλὸν μήτε συλλαμβάνουσαν, μήτε τίκτουσαν ἕξιν· ἃς ἀπηγόρευσεν ὁ λόγος ἰσοτίμως τοῖς σωτηρίας ἐφιεμένοις· τὴν μέν, ὡς ἐνεργητικὴν κακίας· τὴν δέ, ὡς ἀρετῆς ἀπραξίαν ἔχουσαν. Καὶ ἡ Ἀβεσαλὼμ δὲ ἡμίονος ἐπὶ ψόγῳ λαμβάνεται, (553) ἐφ᾿ ἧς καθήσας ἐξῆλθε τὸν θάνατον ἐπιζητῶν τοῦ γεννήσαντος· δηλοῦντος ἐν τούτοις τοῦ Πνεύματος, ὡς ὁ κενοδοξίᾳ τινὶ δι᾿ ἀρετὴν ἢ γνῶσιν τρωθείς, τὴν κόμην ματαίως διατρέφει τοῖς οἰήσεως ἐπιτετεχνασμένην τε καὶ μικτήν, ὥσπερ ἡμίονον πρὸς ἀπάτην τῶν θεωμένων τὴν ἠθικὴν ἐπιδείκνυται πολιτείαν· ἐφ᾿ ἧς αἰωρούμενος οἴεται τὸν γεννήσαντα διὰ τῆς διδασκαλίας τοῦ λόγου πατέρα χειρώσαθαι, πᾶσαν βουλόμενος τὴν τῷ πατρὶ προσοῦσαν θεόθε δόξαν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ὡς ὑπερήφανον εἰς ἑαυτὸν τυραννικῶς ἐφελκύσασθαι.
Ἀλλ᾿ ὁ τοιοῦτος ἐξελθὼν εἰς τὸ πλάτος τῆς ἐν πνεύματι φυσικῆς θεωρίας πρὸς τὸν ὑπὲρ ἀληθείας λογικὸν πόλεμον, διὰ τὴν ζῶσαν αἴσθησιν, τῷ δάσει τῆς δρυὸς τῶν ὑλικῶν θεαμάτων, κρατεῖται τῆς κόμης, αὐτὴν ἔχων δεσμοῦσαν τὸν νοῦν πρὸς θάνατον τὴν διάκονον οἴησιν· τὴν κρεμνοῦσαν αὐτὸν ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἀναμέσον τῆς γῆς. Οὐ γὰρ ἔχει γνῶσιν ὁ κενόδοξος καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν τῆς κατασπώσης οἰήσεως· οὐδ᾿ αὖ πάλιν γῆν· τὴν ἐν τῇ ταπεινώσει λέγω βάσιν τῆς πράξεως, καθέλκουσαν αὐτὸν τῆς ἀνασπώσης αὐτὸν φυσιώσεως· ὃν πενθεῖ καὶ θανόντα διὰ φιλανθρωπίαν ὡς φιλόθεος ὁ γεννήσας διδάσκαλος, μιμήσει Θεοῦ, μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
Ἵνα δὲ καὶ κατ᾿ ἄλλον τρόπον θεωρήσωμεν τὸν τόπον, Δαβὶδ τὸν πρακτικὸν νοῦν σαφῶς παραδείκνυσιν· Ἀβεσσαλὼμ δέ, τὴν ἐκ τοῦ πρακτικοῦ κατὰ τὴν τοῦ νοῦ πρὸς αἴσθησιν συνουσίαν τικτομένην οἴησιν. Αἴσθησις γάρ ἐστιν ἡ θυγάτηρ τοῦ βασιλέως Γεσούρ, ἣν λαβὼν ὁ Δαβίδ, τὸν Ἀβεσαλὼμ ἐγέννησεν. Ἑρμηνεύεται δὲ Γεσούρ, ὁδηγία τοίχου. Τοῖχος δέ, τὸ σῶμα προδήλως καθέστηκεν. Ὁδηγία δὲ τοῦ σωμάτός ἐστιν, ὁ νόμος τοῦ σώματος, ἤγουν ἡ αἴσθησις· ἐξ ἧς γεννᾶται Ἀβεσαλώμ, πατρὸς εἰρήνη νομιζομένη ἑρμηνευόμενος· ὅπερ ἐστὶ σαφῶς ἡ οἴησις. Νομίζοντες γὰρ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὸν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ μέγας Δαβίδ, ἅτε γνώσει τὴν πρᾶξιν διατεμών, καὶ τὴν σκηνὴν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν ἀφείς, φεύγει πέραν τοῦ Ἰορδάνου πρὸς τὴν γῆν Γαλάδ· τουτέστιν, εἰς τὴν μετοικίαν τῆς μαρτυρίας, ἢ τὴν ἀποκάλυψιν αὐτῶν, ἀνάξιον ἑαυτὸν κρίνας διὰ (556) τὴν ἐπαναστᾶσαν οἴησιν, τῆς ἁγίας σκηνῆς· τουτέστι, τῆς μυστικῆς θεολογίας· καὶ τῆς Ἱερουσαλήμ, τουτέστι, τῆς εἰρηνικῆς καὶ τῶν θείων ἑποπτικῆς γνώσεως· καὶ τῆς Ἰουδαίας, τουτέστι, τῆς ἐπὶ χαρᾷ τῆς πράξεως ἐξομολογήσεως.
Πρὸς γὰρ τὸ πένθος μετοικίσας ὁ νοῦς τὰς οἰκείας δυνάμεις, καὶ τὴν τῶν πρώην πεπραγμένων καθάπερ μαρτυρίαν συνείδησιν· καὶ τὴν μνήμην τῶν κατ᾿ εἶδος πλημμεληθέντων· τοῦτο γάρ ἐστι ἀποκάλυψις αὐτῶν· καί, ἁπλῶς εἰπεῖν, εἰς τὸν πρὸ τῆς χάριτος χρόνον τῇ διανοίᾳ γενόμενος· τοῦτο γάρ ἐστι πέραν τοῦ Ἰορδάνου γενέσθαι· καθ᾿ ὃν τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν ἠλλοτρίωτο χάριτος· καὶ τὴν ἰδίαν ἐπιγνοὺς ἀσθένειαν, καὶ τὴν ἰσχυρὰν καὶ ἀντίθετον τῆς οἰήσεως κτησάμενος ταπεινοφροσύνην, διὰ τῆς τῶν οἰκείων συναισθήσεως, διαπερῶσαν πρὸς αὐτὸν ὄντα ἐν πένθει καλῷ, τὸν τύραννον οἴησιν ἀποκτενεῖ, καὶ πρὸς τὴν οἰκίαν πάλιν ἐπανέρχεται δόξαν· καὶ τῆς γῆς κρατεῖ τοῦ Ἰούδα, καὶ τῆς Ἱερουσαλὴμ βασιλεύει· καὶ τῇ ἁγίᾳ σκηνῇ τοῦ Θεοῦ λατρεύει, τὴν ἀκήρατον καὶ ἄμωμον λατρείαν.
Ἀλλ᾿ ἐπανέλθωμεν πρὸς τὸν ἀριθμὸν τῶν ἡμιόνων, τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἀπολυθέντων Ἰουδαίων, τὸν ἐν αὐτῷ πνευματικὸν κατὰ δύναμιν ἐποψόμενοι λόγον. Ἡμίονοι, φησίν, ὀκτακόσιοι τεσσαράκοντα πέντε. Δηλοῖ δὲ ὁ παρὼν ἀριθμός, τὴν τοῦ κατὰ τὴν ἄγονον ἕξιν τῆς κακίας· τουτέστι, τὴν μὴ τίκτουσαν κακίαν ἕξιν, πρός τε τὰ αἰσθητὰ καὶ τὴν αἴσθησιν τελείαν ἀπάθειαν. Ὁ γὰρ ὀκτακόσια, σημαίνει τὴν χαρακτηριστικὴν τοῦ μέλλοντος αἰῶνος ἀπάθειαν ἐπαινετῶς λαμβανόμενος· ὁ δὲ τεσσαράκοντα, τὰ αἰσθητά· καὶ ὁ πέντε, τὰς αἰσθήσεις.
Ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε, ὑποζύγιόν ἐστι, τὸ ὑποζευγμένον τῇ ψυχῇ σῶμα πρὸς ἀχθοφορίαν τῶν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρᾶξιν καμάτων τε καὶ πόνων· ἤγουν ἡ κατ᾿ ἀρετὴν τοῦ σώματος ἕξις· καὶ τάχα τοιούτους ὄνους ἔχοντες οἱ τοῦ μεγάλου Ἰακὼβ υἱοί, πρὸς ἀποτροφὴν τὸν ἐξ Αἰγύπτου σῖτον μετέφερον πρὸς τὴν γῆν τῆς ἐπαγγελίας· τὴν ἐκ τῆς φυσικῆς θεωρίας, ὡς ἐξ Αἰγύπτου σῖτον τοῖς μαρσίποις τῶν διανοιῶν ἀποκλεισθεῖσαν πνευματικὴν γνῶσιν· διὰ πράξεως ἐπιτιθέντες τοῖς σώμασι, καὶ πρὸς τὴν μέλλουσαν ζωὴν ματακομίζοντες.
Ὁ δὲ τούτων ἀριθμὸς τῶν ὄνων σφαιρικὸς ὅλος ὑπάρχων, δηλοῖ τὴν ὡσαύτως ἔχουσαν κίνησιν τῆς κατ᾿ ἀρετὴν περὶ πρᾶξιν σωματικῆς ἕξεως, καὶ ἀτρέπτως τῷ λόγῳ τῆς γνώσεως συμφερομένην. Μόνην γὰρ καλοῦσιν ἄτρεπτον τὴν σφαιρικὴν κίνησιν, ὡς ὁμαλότητα διὰ πάντων παρὰ τὰς λοιπὰς τῶν ὄντων κινήσεις ἔχουσαν, οἱ περὶ ταῦτα δεινοί.
Ταῦτα μὲν κατὰ τόνδε τὸν τρόπον ἡμῖν εἰρήσθω, τῆς ἡμῶν κατὰ τὸ νοεῖν τε καὶ λέγειν οὐκ ἀπολειπόμενα δυνάμεως· εἰ δὲ τις βούλεται πάλιν τῆς (557) Ἐκκλησίας ἐν τούτοις προδιατυποῦσθαι λέγειν τοὺς διαφόρους βαθμοὺς τῶν πιστευόντων, καὶ οἷον εἰπεῖν, διαθέσεις, ἄνδρες εἰσίν, οἱ τὸ μέτρον ἐφθακότες, κατὰ τὸ ἐφικτόν, τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ κατ᾿ ἀγάπην αὐθαιρέτῳ γνώμῃ τὴν ἀρετὴν κατορθοῦντες. Παῖδὲς εἰσι καὶ παιδίσκαι, οἱ φόβῳ τῶν ἠπειλημένων αἰωνίων κολάσεων, ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας. Ψάλται δέ, οἱ καλῶς τὸν περὶ πρακτικῆς ἐξηγούμενοι λόγον, καὶ τὰ πάθη τῶν ἄλλων ἐξιώμενοι. Ψαλτῳδοὶ δέ, οἱ τὸ κάλλος τῆς γνώσεως τῶν θείων λόγων διὰ θεωρίας ἐκφαίνοντες, καὶ τῶν ἄλλων ἀπελαύνοντες ὥσπερ ζόφον τὴν ἄγνοιαν. Κάμηλοι δέ, οἱ τὸ σκολιὸν τῆς γνώμης ἐξημεροῦντες τῷ λόγῳ πρὸς ἀρετήν. Ἵπποι δέ, οἱ τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου καλῶς διατρέχοντες. Ἡμίονοι δέ, οἱ μιγάδες τὸ ἦθος, καὶ ἐν τῷ κοινῷ τὸ φιλόσοφον ἀβλαβῶς ἐπιδεικνύμενοι. Ὄνοι ἤγουν ὑποζύγια, οἱ κατὰ τὴν πρᾶξιν ἔχοντες τὸ μοχθεῖν, καὶ τὸν λόγον ἐπιβαίνοντα διὰ θεωρίας δεχόμενοι. Τούτους γὰρ τις συναγαγών, τῆς ἁγίας Ἐκκλησίας ἀθροίσει τὸ πλήρωμα, πολλοῖς καὶ διὰ πολλῶν ἀρετῆς ὡραϊσμένον κάλλεσι.
Τῆς μὲν οὖν τῶν ἀπορηθέντων πνευματικῆς θεωρίας ὁ λόγος, ἐνταῦθα, κατ᾿ ἐμὲ φάναι, τὸ πέρας εἴληφεν. Εἰ δὲ τις εὑρεθῇ πλούτῳ κομῶν χάριτος γνωστικῆς, καὶ κατὰ τὸν μέγαν Σαμουήλ, νοητῶς βλέπων τὰ ἔμπροσθεν, ἀποκαλύψει σαφῶς ἡμῖν τὴν τῷ ῥητῷ τῶν γεγραμμένων κατακειμένην διάνοιαν, τὸ ὑψηλὸν φῶς τῆς ἐν ὅλοις ἀληθείας γνωστικῶς ἀπαστράπτουσαν· πείθων τοὺς μαθεῖν δυναμένους, ὡς οὐδὲν ἀκαίρως, οὐδὲ μάτην τῷ ἁγίῳ Πνεύματι γέγραπται, κἂν ἡμεῖς χωρεῖν οὐ δυνάμεθα· πάντα δὲ μυστικῶς καὶ εὐκαίρως, καὶ τῆς ἀνθρωπίνης ἕνεκεν σωτηρίας· ἧς ἀρχὴ καὶ τέλος ἐστὶν ἡ σοφία· φόβον μὲν ἀρχομένην πρῶτον δημιουργοῦσα, καὶ πόθον ὕστερον τελειουμένη συνιστῶσα. Μᾶλλον δὲ φόβος αὐτὴ κατ᾿ ἀρχὰς δι᾿ ἡμᾶς οἰκονομικῶς γινομένη, ἵνα παύσῃ κακίας τὸν ἐραστήν· καὶ πόθος ὕστερον φυσικῶς εὑρισκομένη δι᾿ ἑαυτὴν κατὰ τὸ τέλος, ἵνα πληρώσῃ γέλωτος νοητοῦ, τοὺς τὴν αὐτῆς πάντων τῶν ὄντων ἀλλαξαμένους συμβίωσιν.
Τοιούτους ἐγὼ ἀναγράφεσθαι ἄνδρας τῷ Πνεύματι πεπίστευκα· τοιούτους παῖδας καὶ παιδίσκας· τοιούτους ψάλτας καὶ ψαλτῳδούς· τοιαύτας καμήλους καὶ τοιούτους ἡμίονους καὶ τοιούτους ὄνους, οὓς γράφειν οἶδε τὸ Πνεῦμα τὸ ἅγιον· οὐχ οὓς σωματικὴ περιγράφειν πέφυκεν αἴσθησις, ἀλλ᾿ οὓς ὑποδέχεται νοῦς καθαρὸς τῷ καλάμῳ τυπουμένους τῆς χάριτος.
Ἐπληρώθη σὺν Θεῷ ὁ πέμπτος τόμος.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Πεπληρωμένη χάρις τοῦ Πνεύματος ἐστιν, ἡ κατὰ τὴν δύναμιν καὶ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν περιληπτικὴ πασῶν τῶν εἰς ἀνθρώπους κατὰ Χριστὸν τελείους φθανουσῶν γνώσεων σοφία· δι᾿ ἧς ὁ νοῦς τῶν κατ᾿ αἴσθησιν τύπων ἔξω γενόμενος, πάσης γυμνοῖς ποικιλίας προσβάλλει τοῖς τε τῶν γεγενημένων καὶ τῶν (560) γεγραμμένων λόγοις, τοὺς ἐν αὐτοῖς θείους χαρακτῆρας εἰς μιᾶς περὶ ἑαυτὸν θεοπρεποῦς μορφῆς συνάγων συμπλήρωσιν· καθ᾿ ἣν πάντων ὡς ἐφικτὸν τῶν ὄντων ἑνοειδῶς τὴν ἀδιαίρετον γνῶσιν διαστράπτων ἀποφαίνεσθαι πέφυκεν τῆς ἀληθείας τὸ φέγγος.
β´. Οἱ κατ᾿ ἀλήθειαν γνωστικοί, τῶν ἐν ταῖς Γραφαῖς, φησί, μυστηρίων τοὺς λόγους διδάσκοντες, ὡς παραδείγμασι τοῖς καθ᾿ ἱστορίαν κέχρηνται τύποις, πρὸς τὴν τῶν διδασκομένων ἀναγωγήν, ἁρμόζοντες τῷ τῆς ἱστορίας γράμματι τὸ πνεῦμα τῆς θεωρίας· ἵνα ὅ τε τύπος διὰ τὴν αἴσθησιν, καὶ διὰ τὸν νοῦν ὁ λόγος περὶ τὸν ἄνθρωπον σώζωνται, τὸν ἐκ ψυχῆς καὶ σώματος· περὶ ἃ πέφυκεν ὑπάρχειν ὅ τε νοῦς καὶ ἡ αἴσθησις, ὡς ἑνὸς ἀνθρώπου τυγχάνοντα.
γ´. Αἶνός ἐστι λόγος θείας μηνυτικὸς καλλονῆς· αἴνεσις δέ ἐστι, σχέσις αἰνοῦντος· τουτέστιν, ἀφήγησις τῶν μηνυτικῶν τῆς θείας εὐπρεπείας λόγων· καθ᾿ ἣν ἡ τῆς γνώσεως ἕξις συνίστασθαι πέφυκε, μεταποιοῦσα πρὸς τὸν αἰνετὸν τὸ αἰνοῦν. Θυσία δὲ ταύτης ἐστὶ τῆς αἰνέσεως, οὐ μόνων τῶν παρὰ φύσιν παθῶν τελεία νέκρωσις, καὶ τῶν κατὰ φύσιν ὑπέρθεσις, ἀλλὰ καὶ ἡ πρὸς Θεὸν παντελὴς τοῦ αἰνοῦντος προσαγωγή.
δ´. Ἡ μὴ χαλινουμένη τῷ θείῳ φόβῳ κατὰ τὴν πρᾶξιν γνῶσις, τῦφον ἐργάζεται, φησίν, ὡς οἰκεῖον τὸ δεδανεισμένον προβάλλεσθαι πείθουσα τὸν ἐπ᾿ αὐτῇ τυφωθέντα, πρὸς οἰκεῖον ἔπαινον τὸν ἔρανον τοῦ λόγου ποιούμενον· ἡ δὲ πρᾶξις τῷ θείῳ συναυξάνουσα πόθῳ, τῶν ὑπὲρ τὰ πρακτικὰ μὴ λαμβάνουσα γνῶσιν, τὸν πρακτικὸν ἐργάζεται ταπεινόφρονα, τοῖς ὑπὲρ τὴν οἰκείαν δύναμιν λόγοις πρὸς ἑαυτὸν συστελλόμενον.
ε´. Ὁ τῶν παρὰ φύσιν παθῶν διὰ τῆς εἰς Θεὸν πίστεως καὶ ἀγάπης νικήσας τὰς παραλόγους κινήσεις, καὶ αὐτοῦ τοῦ κατὰ φύσιν ἔξω γίνεται νόμον, φησί, καὶ πρὸς τὴν χώραν τῶν νοητῶν ὁ λόγος μεταβιβάζεται, καὶ τὸ κατὰ φύσιν ὁμόφυλον, μετὰ τῶν προσγενομένων αὐτοῖς, τῆς ἀλλοτρίας συνεκβάλλει δουλείας.
στ´. Ὑπὸ φύσιν μέν ἐστι πᾶν ὃ καθοτιοῦν ἢ ὑποκείμενον, ἢ καθ᾿ ὑποκειμένου, ἢ ἐν ὑποκεμένῳ εἶναι πέφυκεν· ἐξ ὧν οἱ ὅροι συνάγονται τῶν ὁριστῶν. Τὰ γὰρ συμπληροῦντα τὰς διαφόρους τῶν ὄντων φύσεις, εἰς τοὺς αὐτῶν συμπαραλαμβάνεσθαι πέφυκεν ὁρισμούς, πρὸς τὴν ἀκριβῆ τοῦ σημαινομένου δήλωσιν, ὡς ἐν τῷ ὑποκειμένῳ, καὶ σὺν τῷ ὑποκειμένῳ φυσικῶς ὑφιστάμενα· καὶ ἐξ ὧν τὸ ὑποκείμενον, καὶ ἐν οἷς ἔχει τὴν γένεσιν· ἀλλ᾿ οὐκ ἔξωθεν θεωρούμενα. Τὰ δὲ περὶ φύσιν ἐστὶ τὰ προεπινοούμενά τε καὶ συνεπινοούμενα· τὸ μέν, ὅτι ποῦ καὶ πότε πάντως ἡ τῶν ὄντων ὑπέστη γένεσις· τὸ δέ, ὅτι ἅμα τῇ πρώτῃ γενέσει τῶν ὄντων, συνεπεθεωρήθη καὶ ἡ καθόλου τῶν ὄντων θέσις καὶ κίνησις, ἅπερ ἐστὶ χρόνος καὶ τόπος, ἐν οἷς κατὰ τὴν ἐξωθεν θέσιν, καὶ (561) τὴν πρὸς ἀρχὴν κίνησιν ἡ φύσις ἐστίν, ἀλλ᾿ οὐ καθ᾿ ὑπόστασιν· οὐ γὰρ ἐξ αὐτῶν ἡ φύσις, ἀλλ᾿ ἐν αὐτοῖς ἔξωθεν ἔχει τὴν ἀρχὴν τοῦ εἶναι, καὶ τὴν θέσιν. Ὅταν οὖν τῶν γενῶν καὶ εἰδῶν καὶ ἀτόμων μόνου τοῦ εἶναι σκοπῶμεν τοὺς λόγους, τὰς τούτων συστατικὰς τοῖς αὐτῶν κατ᾿ οὐσίαν λόγοις διαφορὰς συμπαραλαμβάνομεν· ὅταν δὲ γενεαλογῶμεν, τὸ ποῦ καὶ πότε πάντως, τουτέστι, χρόνον καὶ τόπον ἐξ ἀνάγκης τοῖς οὖσι συμπαραλαμβάνομεν, ἀρχὴν καὶ θέσιν σκοποῦντες, ὧν ἄνευ τῶν γενητῶν οὐδὲν καθάπαξ ὑφέστηκεν. Τῆς γὰρ κατὰ τὴν ἀρχὴν καὶ τὴν θέσιν περιγραφῆς οὐδέν ἐστι τῶν ὄντων ἐλεύθερον.
ζ´. Ἱρουσαλήμ, καὶ οὐράνιον οἰκητήριόν ἐστιν, ἡ κατ᾿ ἀρετὴν ἀπαθὴς ἕξις, καὶ ἡ μηδὲν ἔχουσα πλάνης πολεμοῦν αὐτῇ νόημα, γνῶσις.
η´. Ἡ γλῶσσα τῆς κατὰ ψυχὴν γνωστικῆς ἐστιν ἐνεργείας, φησί, σύμβολον· ὁ δὲ λάρυγξ, τῆς πρὸς τὸ σῶμα φυσικῆς φιλαυτίας τεκμήριον. Ὁ γοῦν ταύτας ψεκτῶς κολλήσας ἀλλήλοις, μνησθῆναι τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν εἰρηνικῆς ἕξεως οὐ δύναται, τῇ συγχύσει διὰ σπουδῆς τῶν σωματικῶν ἡδόμενος παθῶν.
θ´. Ὁ Δαρεῖος, φησίν, εἰς τὸν νόμον ἐλήφθη τῆς φύσεως· ὁ δὲ νόμος τῆς φύσεως περιέχει καὶ τὴν φύσιν καὶ τὸν χρόνον, ὡς πάντων ἔχων τὴν ἐξουσίαν τῆς χρήσεως τῶν τε κατὰ φύσιν καὶ περὶ φύσιν. Ὁ τοίνυν ὡς ἀπὸ Δαρείου τοῦ νόμου τῆς φύσεως ἐξερχόμενος νοῦς, ὑπεράνω δηλαδὴ γίνεται χρόνου καὶ φύσεως· μηδενὶ τῶν ὑπὸ φύσιν καὶ χρόνον νοημάτων κρατούμενος, ἵνα μὴ τὰς τῶν φθαρτῶν εἰκόνας περιφέρων γένηται ναὸς εἰδώλων, ἀνθ᾿ ἑνὸς Θεοῦ πολλὰς ἔχων παθῶν ἀκαθάρτων προσκυνουμένας μορφάς.
ι´. Ποῖον μυστήριον ἔχει ὁ δώδεκα ἀριθμός.
ια´. Παῖδας ἐθεώρησε μὴ συναριθμουμένους μέν, συνεξιόντας δὲ τοῖς κεκτημένοις, τοὺς τῶν οὐκ ἐφ᾿ ἡμῖν παθῶν λογισμούς, ὧν κἂν ἐφ᾿ ἡμῖν ἡ γένεσις, ἀλλ᾿ ἡ χρῆσις ἐφ᾿ ἡμῖν οὐδέποτε οὖσα καθέστηκε. Γυναῖκας δέ, τὰς ἐκ τῶν οὐκ ἐφ᾿ ἡμῖν παθῶν ἐπιγινομένας χωρὶς διαβολῆς τῶν κατὰ φύσιν ὀρέξεις· ἃς ἑαυτῷ συνεξάγει πρὸς τὴν κατὰ Θεὸν ἐλαύνων ζωήν, ἵνα μὴ γένωνται τῇ τῶν παρὰ φύσιν δουλείᾳ κατάσχετοι παθῶν.
ιβ´. Αἰτίαν λέγει, δη᾿ ἣν οὐ συνηρίθμησε τοῖς ἀνδράσιν ὁ λόγος τοὺς παῖδας καὶ τὰς γυναῖκας.
ιγ´. Ὣσπερ τέλος κινηθείσης μονάδος ἐστὶν ἡ μυριάς, καὶ ἀρχὴ μὴ κινηθείσης μυριάδος ἐστὶν ἡ μονάς· ἀρχὴ γὰρ παντὸς τέλους, ἡ κατ᾿ αὐτὸ σαφῶς ἀκινησία καθέστηκε· καὶ τέλος πάσης ἀρχῆς, ἡ τῆς κατ᾿ αὐτὴν κινήσεως ὑπάρχει συμπλήρωσις· οὕτω (564) καὶ ἡ πίστις ἀρετῶν ἀρχὴ κατὰ φύσιν ὑπάρχουσα, τέλος ἔχει τοῦ δι᾿ αὐτῶν ἀγαθοῦ τὴν συμπλήρωσιν· καὶ τὸ κατὰ φύσιν ἀγαθόν, ὡς ἀρετῶν τέλος ἀρχὴν ἔχον τὴν πίστιν, πρὸς αὐτὴν ἐνδιαθέτως συνάγεται. Πίστις γάρ ἐστιν ἐνδιάθετον ἀγαθόν· καὶ ἀγαθόν ἐστιν ἐνεργηθεῖσα πίστις. Πιστὸς δὲ κατὰ φύσιν καὶ ἀγαθός ἐστιν ὁ Θεός· τὸ μέν, ὡς πρῶτον ἀγαθόν· τὸ δέ, ὡς ἔσχατον ὀρεκτόν. Ταυτὸν δὲ ταῦτα παντὶ τρόπῳ καθέστηκεν ἀλλήλοις ὄντα, μηδενὶ λόγῳ πλὴν τοῦ κατ᾿ ἐπίνοιαν ἀλλήλων παντελῶς διαιρούμενα, διὰ τὴν ἀπ᾿ αὐτοῦ τῶν ἐρχομένων, καὶ εἰς αὐτὸν ληγόντων κίνησιν. Ἄρα ἡ μυριὰς ἐσχάτου ὀρεκτοῦ φέρουσα τύπον, τῶν πρὸς αὐτὸ κινουμένων τελείαν περιγράφει τὴν ἔφεσιν· καὶ ἡ μονὰς πρώτου ἀγαθοῦ φέρουσα σύμβολον, τῶν ἀπ᾿ αὐτοῦ κινουμένων τελείαν ἐπιφέρεται βάσιν. Οὐκοῦν τέσσαρες μυριάδες εἰσί, τὸ καθ᾿ ἑκάστην γενικὴν ἀρετὴν ἀναλόγως κατ᾿ ἐνέργειαν δεικνύμενον τέλειον ἀγαθόν.
ιδ´. Ὁ μετὰ τὴν φυγὴν τῆς κακίας ἁπλῶς τὴν ἀργίαν τῆς ἁμαρτίας φυλάξας, φησί, τὴν δεκάδα τῶν ἐντολῶν· καὶ πάλιν τὴν ἑκάστης πρᾶξιν ἐντολῆς τελείαν τῶν ἄλλων δείξας περίληψιν, ὡς πασῶν ἐν ἑκάστῃ κατὰ τὴν ἑκάστης πρᾶξιν θεωρουμένων, τὴν δεκαδα πεποίηκε ἑκατοντάδα· ἡ γὰρ ἑκάστης ἐντολῆς τελεία κατ᾿ ἐνέργειαν τήρησις τῶν λοιπῶν ἐστι πρᾶξις πεπληρωμένη. Καὶ πάλιν ὁ κατὰ φύσιν τούτων τελείαν ἐπιστημονικῶς διάκρισιν ἐσχηκώς, τὴν ἑκατοντάδα πεποίηκε χιλιάδα. Καὶ τέλος ὁ τοῖς τούτων κατὰ νοῦν γυμνοῖς προσβαλὼν κατὰ τὴν θεωρίαν λόγοις, πεποίηκε μυριάδα τὴν χιλιάδα, ἀπὸ τῆς κατὰ τὴν πρᾶξιν διαστολῆς, ἐπὶ τὴν κατὰ θεωρίαν ἑναδικὴν συναγόμενος μονάδα. Καὶ συντόμως εἰπεῖν, ὁ τῇ τελείᾳ τῆς κακίας ἀποφυγῇ τηρήσας ἀπαραβάτους τὰς ἐντολάς, καὶ τελείαν αὐτῶν τὴν πρᾶξιν ἐπιδειξάμενος, καὶ πληρεστάτην αὐτῶν κατορθώσας τὴν κατὰ φύσιν διάκρισιν, καὶ τελείαν αὐτῶν διανύσας τὴν πνευματικὴν θεωρίαν, οὗτος τὰς τέσσαρας ἔσχε μυριάδας, τῷ καθ᾿ ἑκάστην προκοπὴν τελείῳ λόγῳ συναγομένας· τὸ γὰρ τέλειον ἀδιαστάτως ὁμοῦ, τῆς τε ἀρχῆς καὶ τοῦ τέλους ἔχει τοὺς λόγους.
ιε´. Πῶς ὁ κατὰ φύσιν ἡμέτερος ἐνεργεῖται νόμος.
ιστ´. Τὶς ὁ ἑκάστης φυσικῆς δυνάμεως τρόπος τῆς ἐνεργείας, δι᾿ οὓς καὶ τὰς φυσικὰς εἰλήφαμεν δυνάμεις.
ιζ´. Τῶν θείων δῆλον ὅτι.
ιη´. Ποσαχῶς ἡ κατ᾿ ἀρετὴν γενικὴ διαιρεῖται διάκρισις.
ιθ´. Ἠργμένον λέγει τὸ κακόν· ἀρχὴν γὰρ ἔχει τὴν ἡμῶν παρὰ φύσιν κίνησιν. Οὐκ ἠργμένον δέ, τὸ ἀγαθόν· πρὸ παντὸς γὰρ αἰῶνος καὶ χρόνου φύσει τὸ ἀγαθόν. Νοητὸν λέγει τὸ ἀγαθόν, ὅπερ δεῖ μόνον μὴ νοεῖν· οὐ νοητὸν δὲ λέγει τὸ κακόν, ὅπερ δεῖ μόνον νοεῖν. Ῥητὸν λέγει τὸ ἀγαθόν· αὐτὸ γὰρ εἰ μόνον λαλεῖσθαι· οὐ ῥητὸν δὲ κακόν, ὅπερ δεῖ μόνον μὴ λαλεῖσθαι. Καὶ γινόμενον λέγει τὸ ἀγαθὸν (565) κατὰ φύσιν γὰρ ὑπάρχει ἀγέννητον· κατὰ χάριν δὲ διὰ φιλανθρωπίαν, παρ᾿ ἡμῶν ἀνέχεται γίνεσθαι, πρὸς τὴν ἡμῶν τῶν ποιούντων καὶ λαλούντων καὶ νοούντων ἐκθέωσιν, ὅπερ δεῖ μονώτατον γίνεσθαι· οὐ ποιούμενον δὲ τὸ κακόν, ὅπερ δεῖ μόνον μὴ γίνεσθαι. Φθαρτὸν λέγει τὸ κακόν, φθορὰ γάρ ἐστιν ἡ τοῦ κακοῦ φύσις οὐδαμῶς κατ᾿ οὐδὲν ὑπάρχουσα· ἄφθαρτον δὲ τὸ ἀγαθόν, ὡς ἀεὶ ὄν, καὶ μὴ ποτε τοῦ εἶναι παυόμενον· καὶ πάντων οἷς ἂν ἐγγένηται φρουρητικόν. Τοῦτο γοῦν, τῷ μὲν λογιστικῷ ζητοῦμεν· τῷ δὲ ἐπιθυμητικῷ, ποθοῦμεν· τῷ δὲ θυμικῷ, φυλάττομεν ἄσυλον· τῷ δὲ αἰσθητικῷ, κατ᾿ ἐπιστήμην ἀμιγὲς αὐτὸ τῶν ἐναντίων διακρίνομεν· τῷ δὲ φωνητικῷ λαλοῦντες αὐτὸ ποιοῦμεν φανερὸν τοῖς ἀγνοοῦσι· καὶ τῷ γονίμῳ, πληθύνομεν αὐτό. Μᾶλλον δέ, ἀληθὲς εἰπεῖν, ἡμεῖς κατ᾿ αὐτὸ πληθυνόμεθα.
κ´. Ἄλλος θεωρίας τρόπος.
κα´. Πρώτην ἀπάθειαν λέγει, τὴν πρὸς ἁμαρτίαν τοῦ σώματος κατ᾿ ἐνέργειαν ἀνέπαφον κίνησιν.
κβ´. Δευτέραν ἀπάθειαν λέγει, τὴν κατὰ ψυχὴν τῶν ἐμπαθῶν λογισμῶν τελείαν ἀποβολήν· δι᾿ ἧς ἡ τῶν παθῶν μαραίνεται κατὰ τὴν πρώτην ἀπάθειαν κίνησις, ἐξάπτοντας αὐτὴν πρὸς ἐνέργειαν οὐκ ἔχουσα τοὺς ἐμπαθεῖς λογισμούς.
κγ´. Τρίτην ἀπάθειαν λέγει, τὴν περὶ τὰ πάθη τελείαν τῆς ἐπιθυμίας ἀκινησίαν· δι᾿ ἣν καὶ ἡ δευτέρα γίνεσθαι πέφυκεν, ἡ τῶν λογισμῶν καθαρότητι συνισταμένη.
κδ´. Τετάρτην ἀπάθειαν λέγει, τὴν κατὰ διάνοιαν περὶ τῶν αἰσθητῶν φαντασιῶν τελείαν ἀπόθεσιν· καθ᾿ ἣν ἡ τρίτη τὴν γένεσιν εἴληφεν, οὐκ ἔχουσα τὰς φαντασίας τῶν αἰσθητῶν, εἰδοποιούσας αὐτῇ τῶν παθῶν τὰς εἰκόνας.
κε´. Ἡ χιλιὰς ἀπροσδεὴς τελειότητος ὑπάρχει μονάς· πασῶν γὰρ τῶν πρὸ αὐτῆς μονάδων, καὶ ἑαυτῆς τὸν λόγον ἔχει πληρέστατον. Διὸ καὶ συντιθεμένη μονάδος πάλιν, καὶ οὐ δεκάδος ἐστὶ ποιητική. Μονὰς γὰρ τὴν τῆς χιλιάδος δέχεται σύνθεσιν, ὣς φασιν οἱ τῶν ἀριθμῶν ἠκριβωκότες τὴν δύναμιν. Εἰκότως οὖν τὸν κατὰ θεολογίαν τριαδικὸν σημαίνει λόγον, ἡ τῶν χιλίων τριάς· ὃν μετὰ τῆς τελείας ἀρετῆς ὁ τὴν νοουμένην· Βαβυλωνίαν ἀφεὶς ἔχων ἐξέρχεται.
κστ´. Τὸ Ταῦ γράμμα σταυροῦ τύπος ἐστίν, ἐν τῷ σχήματι σῴζων τοῦ σταυροῦ τὴν ἐκτύπωσιν. Τὸ δὲ Ἰῶτα, ὡς ἀκροστίχιον τοῦ Ἰησοῦ, τὸ φοβερὸν ὄνομα σημαίνει. Τὸ δὲ Ἦτα, ὡς ἀκροστίχιον καὶ αὐτό, ἀρετῆς ἦθος παραδηλοῖ παγιώτατον· ἅπερ πρὸς ἀριθμὸν μυστικῶς μετάξας, θαῤῥῶν ἐξῆλθε κατὰ τῶν ἐναντίων δυνάμων Ἀβραὰμ ὁ πατριάρχης, ὡς οἰκογενῶν ἔχων τριακοσίους δέκα καὶ ὀκτώ· τουτέστι τὸν τὸ πᾶν περιγράφοντα τῆς θεολογίας λόγον διὰ τοῦ τ´· καὶ τὸ ἄῤῤητον μυστήριον τῆς θείας τοῦ Λόγου (568) σαρκώσεως διὰ τοὺς δέκα· καὶ τὸν τέλειον τῆς κατ᾿ ἀρετὴν παγίας ἕξεως τρόπον διὰ τοῦ ὀκτώ· ἅπερ οἰκογενῆ προσηγόρευσεν ὁ λόγος, ὡς τῆς καρδίας ὄντα τοῦ κτησαμένου θεῖα κατὰ χάριν γεννήματα.
κζ´. Πῶς κατὰ τὸν ἀριθμὸν τὴν τελείαν δηλοῖ πρόνοιαν ὁ τριακόσια.
κη´. Ὁ ἑκατὸν ἀριθμός, τῆς θείας τῶν ἐντολῶν δεκάδος ἐστὶ δεκαπλασιασμός· πασῶν γάρ ἐστι καθ᾿ ἑκάστην ἐνεργουμένη δι᾿ ἀλλήλων τελεία περίληψις. ἡ δὲ δι᾿ ἀλλήλων τῶν θείων ἐντολῶν καθ᾿ ἑκάστην ἐνεργουμένη περίληψίς ἐστιν, ἡ παντελὴς καὶ ὁλόκληρος ἀρετή. Ἀρετὴ δὲ τελεία ἐστίν, ἄπταιστος γνῶσις τῆς ἀληθείας. Ὁ τοίνυν ἄπταιστος νοῦς τὴν ἀλήθειαν ἑκατονταετὴς γέγονε κατὰ τὸν μέγαν Ἀβράαμ, κατανοῶν καὶ αὐτὸς τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον· τουτέστιν, ἀπογινόμενον ὁρᾷ τὴν κατ᾿ αἴσθησιν ζωήν, καὶ γεννᾷ τὴν ἐν πνεύματι ζῶσαν χαράν. Τοῦτο γὰρ Ἰσαὰκ ἑρμηνεύεται. Προνοίας οὖν ἐστι μὴ μόνον φυλάξαι κατὰ τὴν ἑαυτῆς λόγον τὴν φύσιν, ἀλλὰ καὶ ποιῆσαι θείαν, ταῖς ἀρεταῖς τελείως ποιωθεῖσαν τὴν γνώμην κατὰ τὴν ἐπίκτητον σοφίαν· μεθ᾿ ἧς ἡ φύσις θεωρουμένη, τὸν τριακόσια πέφυκεν ἀποτελεῖν ἀριθμόν.
κθ´. Ὁ ἓξ ἀριθμὸς τὴν τελείαν ἔχει τοῦ εἶναι τῶν ὄντων δήλωσιν. Ὁ δὲ δέκα τὴν τοῦ εὖ εἶναι σημαίνει τῶν ὄντων σύστασιν. Δεκαπλασιάσας οὖν τὸν ἕξ, ἢ ἑξαπλασιάσας τὸν δέκα τις, ποιεῖ τὸν ἑξήκοντα, δηλοῦντα τὴν κατ᾿ ἐνέργειαν τοῦ εὖ εἶναι τῶν ὄντων κατάστασιν.
λ´. Σαρκὸς καὶ αἰσθήσεως καὶ κόσμου δῆλον ὅτι.
λα´. Τίνες εἰσὶ κατὰ τὴν ἀναγωγὴν ὁ Ἑβραῖος παῖς καὶ ἡ Ἑβραία παιδίσκη.
λβ´. Ἀπαθείας, φησίν, ἣν τὸ ἕβδομον ἔτος δηλοῖ, παραγενομένης, πρὸς τὴν τῶν συγγενῶν ἐπανέρχονται θεωρίαν, ὅ τε λόγος καὶ ἡ διάνοια, λαβόντες ἐλευθερίαν, τῆς ἐπὶ τοῖς σωματικοῖς τρόποις τῶν ἀρετῶν ὑπουργίας.
λγ´. Τὴν ἐνεργουμένην ἐπιθυμίαν φασὶν εἶναι τὴν ἡδονήν, εἴπερ παρὸν ἀγαθὸν κατὰ τὴν αὐτῆς ἐστιν ὁρισμόν. Ἀνενέργητον δὲ ἡδονὴν τὴν ἐπιθυμίαν, εἴπερ μέλλον ἀγαθὸν κατὰ τὸν αὐτῆς ἐστιν ὁρισμόν. Τὸν δὲ θυμόν, μανίας μελετωμένης κίνησιν· καὶ τὴν μανίαν θυμὸν ἐνεργούμενον. Ὁ γοῦν ταύτας συνυποτάξας τῷ λόγῳ τὰς δυνάμεις, εὑρίσκει τὴν μὲν ἐπιθυμίαν αὐτῷ γινομένην ἡδονὴν κατὰ τὴν ἐν χάριτι πρὸς τὸ Θεῖον τῆς ψυχῆς ἄχραντον συμπλοκήν· τὸν δὲ θυμόν, ζέσιν ἀκήρατον τῆς περὶ τὸ Θεῖον ἡδονῆς φρουρητικήν, καὶ σώφρονα μανίαν, τῆς κατὰ τὴν ἔφεσιν τῆς ψυχῆς περὶ τὸ Θεῖον θελητικῆς δυνάμεως ἀπὸ τῶν ὄντων τελείως ἐκστατικήν. Οὐκοῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ κατὰ τὴν πρὸς τὰ ὑλικὰ τῆς ψυχῆς ἑκούσιον σχέσιν, οὐ δεῖ ταύταις παρέχειν ἐλευθερίαν ταῖς δυνάμεσι· μήπως μιγεῖσαι τοῖς αἰσθητοῖς ὡς ὁμοφύλοις, πολεμήσωσι τὴν ψυχήν, καὶ λάβωσιν αὐτὴν δορυάλωτον γεγενημένην τοῖς πάθεσιν, ὡς πάλαι τὴν Ἱερουσαλὴμ οἱ Βαβυλώνιοι. Τὸν γὰρ αἰῶνα, καθ᾿ ὃν τοὺς ἀλλοφύλους παῖδας ὁ νόμος δουλεύειν ἐκέλευσε, (569) τὴν πρὸς τὸν κόσμον τοῦτον, ἤγουν τὴν παροῦσαν ζωὴν γνωμικὴν τῆς ψυχῆς ἐσήμανε σχέσιν ὁ λόγος, διὰ τῶν ἱστορουμένων παραδεικνὺς τὰ νοούμενα.
λδ´. Ὁ ἑπτακισχίλια ἀριθμὸς ἐπαινετὸς ἐνταῦθα κείμενος, τὴν χρονικὴν καὶ παροῦσαν ζωὴν ἀρετῇ καὶ λόγῳ σημαίνει κεκοσμημένην. Εἰ γὰρ γραπτὸν καὶ φυσικὸν νόμον ὁ χιλιὰς ἀριθμός, κατὰ τὴν ἀποδοθεῖσαν ἐν ταῖς μυριάσιν ἔννοιαν, περὶ τὸν βίον ἀλλήλοις σημαίνει τοῦ φιλοθέου συμπρέποντας, δῆλον ἐντεῦθεν ὡς ἑπτακισχίλια πᾶσαν τούτοις φρουρουμένην τὴν ὑπὸ χρόνον δηλοῖ τοῦ φιλοθέου ζωήν. Ὁ δὲ τριακόσια, τὴν ἐπὶ τὸ εἶναι κατὰ φύσιν, καὶ εὖ εἶναι κατὰ χάριν τῶν προνοουμένων δηλοῖ πρόνοιαν. Ὁ δὲ ἑπτά, τὴν ἐν τοῖς τρόποις ἀπάθειαν. Ὁ τοίνυν διὰ τῶν κατὰ φύσιν οἰκείων δυνάμεων ἀπαθῆ, καθὼς ἡ πρόνοια βούλεται, διατηρήσας τὴν οἰκείαν ζωήν, παῖδας ἔχων καὶ παιδίσκας ἑπτακισχιλίους τριακοσίους ἑπτά, τὴν τῶν παθῶν ἐξέρχεται σύγχυσιν.
λε´. Τέλος λέγει, καὶ τὴν ἐνταῦθα κατὰ τὴν πρᾶξιν ἀπάθειαν, καὶ τὴν ἐκεῖσε κατὰ χάριν ἐκθέωσιν.
λστ´. Ψάλτας λέγει, τοὺς κατὰ τὴν πρᾶξιν τὸν βίον ἔχοντας, κράζοντας τοῦ Θεοῦ τὰ θελήματα.
λζ´. Ψαλτῳδοὺς εἶναὶ φησι, τοὺς οὐ μόνον ποιητὰς τῶν θείων θελημάτων, ἀλλὰ καὶ τῶν ἐν αὐτοῖς μυστηρίων ἄλλοις γινομένης ἐξηγητάς.
λη´. Ὁ ὀκτὼ ἀριθμός, καὶ στάσιν ἔχει καὶ κίνησιν· στάσιν μὲν καθ᾿ ἑαυτὸν θεωρούμενος· πᾶς γὰρ ἄρτιος ἀριθμὸς ἀκίνητος, κέντρον οὐκ ἔχων· κίνησιν δέ, τῷ πρὸ αὐτοῦ, ἢ τῷ μετ᾿ αὐτὸν συντιθέμενος· ποιεῖ γὰρ περιττὸν ἀριθμόν. Πᾶς γὰρ περιττὸς καθ᾿ ἑαυτὸν κινητός, κατὰ τὴν τῶν ἄκρων αὐτοῦ πρὸς τὸ μέσον ἴσην ἀπόστασιν. Ὅπερ οὖν ποιεῖ ἐν τοῖς ὑπὸ δεκάδα ἀριθμοῖς ὁ ὀκτώ, τοῦτο ποιεῖ καὶ ὁ ὀγδοήκοντα ἐν τοῖς ὑπὸ τὴν ἑκατοντάδα ἀριθμοῖς· ὡσαύτως δὲ καὶ ὁ ὀκτακόσια ἐν τοῖς ὑπὸ χιλιάδα διαταττομένοις ἀριθμοῖς. Καθ᾿ ἑαυτὸν οὖν θεωρούμενος στάσιν ἔχει, περιγράφων τοῦ πρὸ αὐτοῦ ὄντος τὴν κίνησιν. Ὁ γὰρ ἑπτὰ καὶ ὁ ἑβδομήκοντα καὶ ἑπτακόσια, χρονικῆς ἐμφαντικοὶ τυγχάνουσιν ἰδιότητος. Οὐκοῦν ἐπειδὴ τῶν ὑπὸ χρόνον καὶ γένεσιν ἔχει μᾶλλον ἡ αἴσθησις τὴν κατάληψιν, λείπεται τὴν τῶν αἰωνίων καὶ νοητῶν τὸν τελειούμενον νοῦν ἄπταιστον ὑποδέχεσθαι γνῶσιν ἤγουν ἐπιστήμην· τὴν γὰρ ἐπιστήμην ὁρίζονται τοῦ ὑποκειμένου γνῶσιν. Ὁ δὲ πεντήκοντα ἀριθμός, μονάδα φέρων περιττὴν μετὰ τὸν εἰς ἑαυτὸν τῆς ἑβδομάδος ἑπταπλασιασμόν, τὸ πέρας δηλοῖ τῆς τῶν ἀρετῶν ἐν τοῖς ἀξίοις ποιήσεως· οὐ γὰρ ἔτι κινεῖται περὶ τὴν τῶν ἀρετῶν ποίησιν, ὁ κατὰ φύσιν φθάσας ἀγαθόν, καὶ ἐν αὐτῷ τὴν στάσιν λαβών· ἀρχὴ γὰρ καὶ τέλος πάσης κινήσεως ἡ μονάς. Ὁ δὲ πέντε ἀριθμός, τὴν ἐπὶ τούτοις ἐπιστήμην δηλοῖ· περιέχει γὰρ νοητῶν τε καὶ λογικῶν, αἰσθητικῶν τε καὶ ζώντων καὶ ὄντων τοὺς λόγους· οὓς μόνη περιγράφειν ἡ θεία πέφυκε σοφία, ἣν ἄπταιστον ἐπιστήμην τῆς ἀληθείας ὁρίζονται.
λθ´. (572) Καμήλους Μαδιὰν φησιν, ὡς μὲν ἐκκρίσεως ἑρμηνευόμενος, τὰς τῶν γινομένων καὶ ἀπογινομένων ἀληθεῖς θεωρίας· ὡς δὲ πηλοῦ αἱματώδους, τοὺς κατὰ ταύτην τὴν παροδικὴν καὶ ἄστατον ζωὴν τῆς προνοίας νενόηκε λόγους· ὡς δὲ ἱδρώτων ἀνθρωπίνων καὶ μητρός, τοὺς ἐπὶ τῇ παρούσῃ ζωῇ τῆς θείας κρίσεως λόγους, οὓς συνάγουσιν, οἵ τε κατὰ διάνοιαν λογισμοί, καὶ ἡ κατ᾿ αἴσθησιν φαντασία τῶν ὁρατῶν· ἐξ ὧν, λογισμῶν φημι καὶ φαντασίας, ἡ τῶν ὄντων ἀληθὴς συνάγεται δόξα, τῆς ἐπ᾿ αἰσθήσεσι διανοίας ὑπάρχουσα καρπός. Ἀνθρωπίνους οὖν καὶ μητρὸς λέγει ἱδρῶτας, τοὺς μετὰ πόνου προβληθέντας τῆς διανοίας λογισμούς, καὶ τὰς φαντασίας, τῆς μητρὸς δίκην ἡμᾶς τιθηνούσης αἰσθήσεως. Κάμηλοι δὲ Γεφάρ, τουτέστι τῆς κτήσεως τοῦ νώτως· νῶτος δέ ἐστι, τῆς ψυχῆς ἡ σάρξ, ὡς διὰ τὴν ψυχὴν γινομένη. Ἐὰν οὖν κτησώμεθα τὴν σάρκα καλῶς, ἔχομεν αὐτὴν τῇ ψυχῇ δουλεύουσαν πρὸς γένεσιν ἀρετῶν, καὶ μόνους κατανοοῦμεν αὐτῆς τοὺς ἐφ᾿ οἷς γέγονε θείους λόγους· μεθ᾿ οὓς καὶ τοὺς τῶν ὁρατῶν ὡς καμήλους Μαδιὰν ἀθροίσαντες λόγους, καλύπτομεν τὴν ἡμετέραν Ἱερουσαλήμ, τὴν ψυχήν, περιβάλλοντες τοῖς θείοις τῶν ὄντων θεωρήμασι, καὶ ἀθέατον αὐτὴν ποιοῦντες τοῖς πάθεσι καὶ ἀνάλωτον.
μ´. Ὁ τετρακόσια ἀριθμὸς τὴν τοῦ σωματικοῦ κόσμου φύσιν δηλοῖ. Τέσσαρα γὰρ αὐτὴν στοιχεῖα συμπληροῦσιν. Ὁ δὲ τριακονταπέντε, τὴν κατὰ χρόνον τῶν ἐναρέτων σὺν λόγῳ σημαίνει κίνησιν. Ὁ γὰρ ἑπτὰ πεντάκις εἰς ἑαυτὸν συντεθείς, τὸν τριακονταπέντε ποιεῖ ἀριθμόν. Ἔστιν οὖν ὁ ἑπτὰ κινήσεως χρονικῆς· ὁ δὲ πέντε, λογικῆς ἐπιστήμης σημαντικός. Συνάψας οὖν τὸν τετρακόσια καὶ τριάκοντα καὶ πέντε, τὴν κατὰ φύσιν καὶ χρόνον τῶν ἐν αὐτοῖς ζώντων θείων ἀνδρῶν λογικὴν ἐπιστήμην ἐδήλωσας.
μα´. Συμφωνεῖ τοῖς ἀριθμοῖς τὰ ἀριθμούμενα. Ὁ ἵππος περὶ τὸν δρόμον ταχύς, τὸ ἀεικίνητον καὶ ἀνωφερὲς στοιχεῖον ἔχων ἐν τοῖς ποσίν· ὁ χρόνος περὶ τὴν κίνησιν ὀξύς, ἀδιάστατον τὴν οἰκείαν ποιούμενος φοράν, ἡ πρᾶξις τῶν ἀριθμουμένων δραστική· κυκλικὸς γὰρ αὐτὴν ἀριθμὸς ποιεῖται κατάδηλον. Ὁ γὰρ ὑφ᾿ ἑαυτὸν ἑξάκις συντεθείς, ἑαυτὸν γεννᾷ ἑξαπλάσιον. Οὐκοῦν τὸ ταχὺ καὶ ἰξὺ καὶ δραστικὸν τῆς κατ᾿ ἀρετὴν ἕξεως, μυστικῶς δηλουμένων θείων ἀνδρῶν, διὰ τῶν ἵππων καὶ τῶν αὐτῶν ἀριθμῶν δεδήλωκεν ὁ λόγος τοῦ πνεύματος.
μβ´. Τί ἐστιν ἡμίονος.
μγ´. Τὶς ὁ τῆς Γραφῆς ψεκτὸς ἵππος καὶ ἡμίονός ἐστι.
μδ´. Ὁ πρόληψιν περὶ ἑαυτοῦ γνώσεως, φησί, τοῖς θεωμένοις διδοὺς κατὰ μόνην τὴν προφορὰν ὧν σεσύληκε λόγων, τὰς τῶν ἀσυνέτων ἀκοὰς ὡς Ἀβεσαλὼμ παραπείθων, καὶ τῇ συνουσίᾳ τυραννικῶς τὰς καλὰς τοῦ διδάξαντος θεοφιλεῖς ὥσπερ γυναῖκας, εἰς (573) ἀκοὰς ἀμύστους μιαίνων θεωρίας κατὰ τὴν Ἀχιτόφελ συμβουλήν, ὅπερ ἐστὶν ἑρμηνευόμενον ἀδελφὸς κονιάζων· τουτέστιν ἀδελφὸς δόλῳ φιλιάζων, ἐλέγχεται δοξομανῶν, ὑπὸ τὴν χεῖρα πίπτων τῶν παίδων Δαβίδ, ἐν τῷ πλάτει τῆς τῶν φυσικῶν θεωρημάτων ποικιλίας, τῷ κρείττονι μετὰ τῆς οἰκείας αὐθαδείας παραταττόμενος. Δείκνυται γὰρ μήτε γῆς ἐπιβαίνων, ὡς ἤθους ἀρετῆς πῆξιν οὐκ ἔχων· μήτε μὴν οὐρανοῦ παντελῶς ἐπιλαβόμενος, ὡς τῆς ἀληθῶς ὑψηλῆς κατὰ τὴν γνῶσιν ἕξεως οὐδ᾿ ὅλως ἁψάμενος· καὶ θνήσκει τρία βέλη κατὰ τῆς καρδίας δεχόμενος, τήν τε τῆς εἰς τὸν διδάξαντα παρανομίας φημὶ μνήμην, καὶ τὴν ἐπὶ τῇ οἰήσει τῆς οὐκ οὔσης γνώσεως αἰσχύνην· καὶ τὴν ἐπὶ τούτοις ἄφυκτον τῆς μελλούσης κρίσεως ἀποδοχήν. Ταύταις γὰρ φωραθεὶς ὁ κενόδοξος ταῖς ἀκίσι, θνήσκει βαλλόμενος, ὃν προλαμβάνει τὸν δι᾿ ἀγχόνης, ὡς δίκαιον ἦν, ἀποφερόμενος θάνατον, ὁ κακὸς σύμβουλος Ἀχιτόφελ, διδάσκων πατράσιν ἐπανίστασθαι παῖδας, καὶ τὴν κακὴν βουλὴν διασκεδαζομένην ὁρῶν. Οὐ φέρει γὰρ ἔτι ζῆν, τῆς τε πρὸς Δαβὶδ ψεκτῆς φιλίας ἄρας τὸ πέπλον, καὶ τὸν δοξομανῆ καὶ ψευδώνυμον γνωστικόν, ἔχοντα τοῦ λόγου τὸ κράτος ἀποδεῖξαι μὴ δυνηθείς.
με´. Κατ᾿ ἄλλον τρόπον περὶ τῶν αὐτῶν θεωρία.
μστ´. Γαλαάδ, ὡς μὲν μετοικία πένθους ἑρμηνευομένη, φησί, τὴν τῆς μετανοίας δηλοῖ κακοπάθειαν· ὡς δὲ μετοικία μαρτυρίας, τὸν ἐπὶ τοῖς πλημεληθεῖσιν ἔλεγχον σημαίνει τῆς συνειδήσεως· ὡς δὲ ἀποκάλυψις αὐτῶν, τὴν κατ᾿ εἶδος τυποῖ τῶν ἁμαρτηθέντων ἐξαγόρευσιν. Ταύτην ὑπελθὼν τὴν κατάστασιν, ὁ τὴν οἴησιν ἐπὶ τινι καλῷ διώκουσαν ἔχων νοῦς, τὴν ἐξ αὐτοῦ κατὰ τὴν πρὸς τὴν ἀλλόφυλον αἴσθησιν ἕνωσιν γεννηθεῖσαν οἴησιν ἀποκτείνει· καὶ πάλιν πρὸς τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ ἐπανέρχεται· λέγω δέ, τὴν ἐξομολόγησιν τῶν ἐπ᾿ αὐτῷ θείων οἰκτιρμῶν· καὶ τὴν ἐπ᾿ ἀρεταῖς τελείαν ἀπάθειαν· καὶ τὴν εἰρηνικὴν ἐν πνεύματι θεωρίαν τῶν ὄντων· καὶ τὴν ἐπ᾿ αὐταῖς, οἷα δὴ θείαν σκηνὴν μυστικὴν θεολογίαν· ἐν ᾗ μυστικῶς τὰ παντελῶς τοῖς ἄλλοις ἀθέατα περικαλύπτεται κάλλη.
μζ´. Ὁ ὀκτὼ εἷς ὢν τῶν ἐντὸς δεκάδος ἀριθμῶν· καὶ ὁ ὀγδοήκοντα, τῶν ἐντὸς ἑκατοντάδος· καὶ ὁ ὀκτακόσια, τῶν ἐντὸς χιλιάδος· καὶ ὁ ὀκτακισχίλια, τῶν ἐντὸς μυριάδος, ἀκινησίαν καθ᾿ ἑαυτοὺς θεωρούμενοι δηλοῦσι, κατὰ μέντοι τὴν ἄνεσιν τοῦ ποσοῦ καὶ τὴν ἐπίτασιν. Οὐκοῦν ἐπαινετῶς τῇ Γραφῇ κείμενοι, τὴν πρὸς τὰ πάθη τελείαν ἀκινησίαν δηλοῦσι· (5760 τουτέστι, παθῶν ἀπογένεσιν. Τοῦτο δὲ τὴν τοῦ μέλλοντος αἰῶνος χαρακτηρίζει κατάστασιν, ἐν ᾧ παθῶν γένεσις οὐκ ἔστιν. Ὁ δὲ τεσσαράκοντα, τῶν αἰσθητῶν εἰκόνα φέρει· καὶ ὁ πέντε, τῶν αἰσθήσεων· αἷς κατ᾿ ἐπιστήμην φυσικὴν ὁ αἰσθητὸς ὑποπέπτωκε κόσμος. Εἰκότως οὖν τὴν περὶ κακίαν ἄγονον ἕξιν, καὶ τὴν πρὸς τὰ αἰσθητὰ κατὰ τὴν πρὸς αὐτὰ τῶν αἰσθήσεων σχέσιν τελείαν τῶν θείων ἀνδρῶν ἀποδιάθεσιν ὁ παρὼν ἀριθμός.
μη´. Τί ἐστιν ὑποζύγιον κατὰ τὴν ἀναγωγὴν θεωρούμενον.
μθ´. Σφαιρικὸν τὸν πέντε φησὶν ἀριθμὸν ὑπάρχειν, καὶ εἰς ἑαυτὸν κατὰ πᾶσαν αὐτοῦ πρὸς πάντα περιττὸν ἀριθμὸν γινομένην σύνθεσιν, ἀποκαθιστάμενον. Ἑκάστῳ γὰρ περιττῶ τῶν πέντε πενταπλασίονα συνθείς, εἰς πέντε λήγοντα τὸν συναγόμενον εὑρήσεις ἀριθμόν. Οἷον πέντε οἱ τρεῖς, δεκαπέντε· πέντε οἱ πέντε, εἰκοσιπέντε· πέντε οἱ ἑπτά, τριακονταπέντε· πέντε οἱ ἐννέα, τεσσαρακονταπέντε. Οὕτως οὖν ἐπ᾿ ἄπειρον προϊών, εὑρήσεις ἑκάστῳ ἀριθμῷ συντιθέμενον πεντάκις πέντε, καὶ πεντηκοντάκις τὸν πεντήκοντα· καὶ πεντακοσιοντάκις τὸν πεντακόσια· καὶ πεντακισχιλιοντάκις τὸν πεντακισχίλια, πρὸς ἑαυτὸν κατὰ τὸν συναγόμενον ἀριθμὸν ἀποκαθιστάμενν ὅπερ κυκλικῆς ἴδιον καὶ σφαιρικῆς ὑπάρχει κινήσεως. Εἰκότως οὖν σφαιρικόν τε καὶ κυκλικὸν οἱ τὰ τοιαῦτα σοφοὶ τὸν πέντε κεκλήκασιν ἀριθμόν· ὡς μηδέποτε παντελῶς ἑαυτοῦ κατὰ τὴν πρὸς τοὺς λεγομένους περιττοὺς ἀριθμοὺς σύνθεσιν ἐξιστάμενον. Σημαίνει δὲ καὶ τὴν γενικὴν ἐπιστήμην, τὴν μηδαμῶς τῇ περὶ τὸ πᾶν ἀλήκτῳ κινήσει κατὰ τὴν γνῶσιν ἑαυτῆς ἐξισταμένην, καὶ πάντα δυνάμει τοῦ λόγου περιλαμβάνουσαν.
ν´. Ἄλλη πάντων τῶν εἰρημένων κατ᾿ ἐπιτομὴν ἀκριβής τε καὶ εὐδιάθετος θεωρία.
να´. Διὰ κολάσεως παθῶν ἀπαλλάσσουσα, φόβον ἡ σοφία ποιεῖ· τῇ δὲ τῶν ἀρετῶν ἐπικτήσει τὸν νοῦν ἐρεθίζουσα βλέπειν τὰ μέλλοντα, πόθον ἐργάζεται.
νβ´. Ἡ σοφία φόβος ἐστί, κατὰ τὴν ἀποφυγὴν γινομένη στέρησις τοῖς οὐκ ὀρεγομένοις αὐτῆς· καὶ πόθος ἐστίν, ἕξις ἀπολαυστικῆς ἐνεργείας εὑρισκομένη τοῖς ἀγαπῶσιν αὐτήν.
ΕΡΩΤΗΣΙΣ Νστ´.
[Επεξεργασία]Πάλιν γέγραπται ἐν τῷ δευτέρῳ Ἔσδρα, "Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμίν, ἐληλύθασιν ἐπιγνῶναι τὶς ἡ φωνὴ τῶν σαλπίγγων, καὶ ἐπέγνωσαν, ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ. Καὶ προσελθόντες τῷ Ζοροβάβελ καὶ τῶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς, Συνοικοδομήσωμεν ὑμῖν· ὁμοίως γὰρ ὑμῖν ἀκούομεν Κυρίου ὑμῶν, καὶ αὐτῷ ἐπιθύομεν, ἀφ᾿ ἡμερῶν Ἀσβακαφὰθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. (577) Καὶ εἶπεν αὐτοῖς Ζαροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν Ἰσραήλ· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ Θεῷ τοῦ Ἰσραήλ. " Τί ἄρα σημαίνει ταῦτα, καὶ μάλιστα ὁ φθόνος, δι᾿ ὃν οὐκ ἠθέλησαν συνοικοδομῆσαι αὐτοῖς τοὺς τῷ αὐτῷ θρησκεύοντας Θεῷ;
Ἀπόκρισις.
[Επεξεργασία]Ἰούδας ἐξομολόγησις ἑρμηνεύεται. Διττὸς δὲ τῆς φωνῆς ταύτης ὁ λόγος· ὁ μὲν ἐπ᾿ εὐχαριστίᾳ τῶν δεδωρημένων ἀγαθῶν γινόμενος· ὁ δὲ ἐπ᾿ ἐλέγχῳ καὶ ἐτασμῷ τῶν κακῶς πεπραγμένων λεγόμενος. Ἐξομολόγησις γὰρ λέγεται, καὶ ἡ παρὰ τῶν εὖ πεπονθότων μετ᾿ εὐχαριστίας τῶν θείων εὐεργεσιῶν ἀπαρίθμησις, καὶ ἡ τῶν καλῶς πεπραγμένων παρὰ ὑπαιτίων ἐξαγόρευσις. Ἀμφότερα δὲ ταπεινώσεως ὑπάρχει ποιητικά, ὁ τε γὰρ ἐπ᾿ ἀγαθοῖς εὐχαριστῶν ὁμοῦ, καὶ ὁ ἐπ᾿ ἐγκλήμασιν ἐταζόμενος ταπεινοῦται· ὁ μὲν ἑαυτὸν κρίνων ἀνάξιον τῶν δοθέντων καλῶν· ὁ δέ, λαβεῖν ἄφεσιν τῶν πλημμεληθέντων δεόμενος.
Βενιαμὶν δέ, πένθος ἢ στεναγμὸς μητρός, ἢ μέτρον μητρός, ἢ υἱὸς δεξιᾶς, ἢ οἰκοδομὴ λαοῦ, κατὰ τὴν ἀκριβῆ τῆς παρ᾿ Ἑβραίοις φωνῆς ἑρμηνεύεται δύναμιν. Οὐκοῦν πᾶς ἐξομολογούμενος καθ᾿ ἕνα τῶν εἰρημένων τρόπων, τῆς φυλῆς ἐστι τοῦ Ἰούδα· καὶ πᾶς ὑπὲρ ἀρετῆς πενθῶν, ἢ μητρὸς δίκην ἔχων τὴν δικαιοσύνην, τὸν ἑαυτοῦ βίον τε καὶ λόγον δεξιῶς ὁρίζουσαν· ἢ πολλῶν ὑπάρχων δι᾿ ἀρετῆς περιουσίαν καὶ χύσιν τῆς ἐν λόγῳ διδασκαλίας πρὸς σωτηρίαν ὁδὸς καὶ οἰκοδομή, τῆς φυλῆς ὑπάρχει τοῦ Βενιαμίν. Τοιούτους γὰρ οἶδεν ὁ λόγος τοὺς ἐλευθερίαν λαμβάνοντας τῆς τῶν παθῶν αἰχμαλωσίας, καὶ τῆς τῶν αἰσθητῶν ἐκβαίνοντας σχέσεως· καὶ οἶκον τῷ Κυρίῳ κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενομένους, οἰκοδομεῖν δυναμένους. Οἶκον δὲ λέγω, τὸν ἐξ ἀρετῶν διαφόρων καὶ λόγων κατά τε πρᾶξιν καὶ θεωρίαν οἰκοδομούμενον νοῦν, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Ἐχθροὶ δὲ τούτων εἰσί, τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσούρ. Οὗτος γὰρ πρῶτος εἰς τὴν γῆν τοῦ Ἰσραὴλ κατῴκισεν ἄνδρας Βαβυλωνίους, καὶ ἄνδρας Χοὺθ καὶ ἄνδρας Αἰμὰθ καὶ τοὺς Εὐαίους.
(580) Οἱ μὲν οὖν Βαβυλώνιοι, τὴν ὑπερηφανίαν δηλοῦσι, συγκεχυμένη φύσις ἑρμηνευόμενοι.
Χουδαῖοι δέ, τὴν κενοδοξίαν, πρὸς τὸν ἄκαρπον οἴησιν ἀπὸ τῆς ἀρετῆς μεταβάλλοντες τὴν διάνοιαν. Ἔκστασις γὰρ ἐκ τούτων ἑρμηνευόμενον τὸ ὄνομα σημαίνει.
Οἱ δὲ ἄνδρες Αἰμάθ, τὴν ἀνθρωπαρέσκειαν· Αἰμὰθ γάρ, ὅρασις φαινομένων ἑρμηνεύεται· δι᾿ ἧς τὰ ἁδρότερα τῶν λημμάτων τοῖς ψευδῶς μετιοῦσι δι᾿ ἀνθρώπους τὴν ἀρετὴν ἐπινέμονται.
Οἱ δὲ Εὐαῖοι, τὴν ἀπάτην δηλοῦσι τῆς ὑποκρίσεως. Ὀφιώδεις γὰρ ἑρμηνεύονται, κατὰ τὸν πρῶτον ὄφιν δι᾿ ἀπάτης καὶ ὑποκρίσεως φιλικῆς ὡς τὸν Ἀδάμ, τοὺς πειθομένους ἀρετῆς ἐξοικίζοντες.
Ἀσβακαφὰθ δέ, ὁ τούτους εἰς τὴν γῆν τοῦ Ἰσραὴλ μετοικίσας, αἰχμαλωτεύων ὀπίσθιος ἑρμηνεύται· τουτέστιν, ἀφανῶς ἢ λανθανόντως, ἢ πάλιν αἰχμαλωτεύων δεσμοῖς. Οὗτος δὲ σαφῶς ἐστιν ὁ διάβολος, ὁ πάντα λανθανόντως ποιῶν πρὸς καθαίρεσιν τῆς ἀνθρωπίνης φύσεως, καὶ σειραῖς ἕκαστον τῶν οἰκείων ἁμαρτιῶν διασφίγγων. Οὗτος εἰς τὴν γῆν τοῦ Ἰσραήλ· τὴν ἕξιν λέγω τῆς ἀρετῆς καὶ τῆς γνώσεως· μετῴκισε τὴν ὑπερηφάνειαν, καὶ τὴν κενοδοξίαν καὶ τὴν ἀνθρωπαρέσκειαν καὶ τὴν ὑπόκρισιν, παραζεύξας αὐτὰς τοῖς ἐναρέτοις τε καὶ γνωστικοῖς, ἵνα κλέψῃ τῶν κοπιώντων ἐν ἀγαθοῖς τοὺς πόνους, ἐπ᾿ ἄλλα παρὰ τὴν αἰτίαν τὸν σκοπὸν σοφιστικῶς ἀπάγων τῶν γινομένων.
Καὶ τάχα τούτους γινώσκων τοὺς πονηροὺς δαίμονας παρέπεσθαι τοῖς ἐναρέτοις ὁ θεῖος Ἀπόστολος Κορινθίους ἔπεισε [Fr. ἔπειθε] γράφων, ὡς οὐκ ἐν λόγῳ κολακείας γέγονε πρὸς αὐτούς, ὡς ὑποκριτής· τοῦτο τυχὸν ἐκείνων περὶ αὐτοῦ νομιζόντων· οὔτε προφάσει πλεονεξίας, ὡς ἀνθρωπάρεσκος· (581) οὔτε ζητῶν δόξαν παρά τινος, ὡς κενόδοξος· τὴν γὰρ ὑπερηφάνειαν παρεσιώπησε, φανεροὺς ἔχων τῆς ταπεινοφροσύνης τοὺς χαρακτῆρας· τούς τε μυρίους διωγμούς, καὶ τὰ τοῦ σώματος παθήματα· καὶ τὴν ἄγαν ἀκτημοσύνην, καὶ τὴν ἐν τῶ λόγῳ τῷ κατὰ προφορὰν ἰδιωτίαν. Εἰ γὰρ καὶ ἰδιώτης τῷ λόγῳ, φησίν, ἀλλ᾿ οὐ τῇ γνώσει.
Οὗτοι ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων, ἐληλύθασιν ἐπιγνῶναι τὶς ἡ φωνή· καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας, οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Ἰσραήλ. Σάλπιγγὲς εἰσιν, ὧν τῆς φωνῆς ἀκούουσιν οἱ ἀκάθαρτοι δαίμονες, οἵ τε περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Φωνὴ δὲ τούτων ὑπάρχει τῶν λόγων, τὰ ἔργα τῶν ἀρετῶν, καὶ ἡ κατ᾿ ἦθος τῶν τρόπων εὐστάθεια, τῶν διὰ μετανοίας πρὸς ἀρετὴν ἀπὸ κακίας ἐπανελθόντων· καὶ ἐξ ἀγνοίας πρὸς ἐπίγνωσιν Θεοῦ ἐπαναβεβηκότων.
Καὶ προσῆλθον τῷ Ζαροβάβελ καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, καὶ λέγουσιν αὐτοῖς, Συνοικοδομήσωμεν ὑμῖν· ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν, καὶ αὐτῷ θύομεν. Ζοροβάβελ ἐστίν, ὁ πρακτικὸς νοῦς· καὶ Ἰησοῦς, ὁ θεωρητικός· ἡγούμενοι δὲ τῶν πατριῶν εἰσιν, αἱ τῆς ψυχῆς δυνάμεις, ἐξ ὧν ὥρμηνται τῆς ἀρετῆς οἱ τρόποι, καὶ οἱ λόγοι τῆς γνώσεως· οἷς προσέρχονται τῆς ὑπερηφανείας καὶ τῆς κενοδοξίας, ἀνθρωπαρεσκείας τε καὶ ὑποκρίσεως οἱ ἀκάθαρτοι δαίμονες, λέγοντες, Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν Κυρίου. Οὐδεὶς γὰρ τούτων τῶν πονηρῶν δαιμόνων τοῦ ἐναρέτου ποτὲ κωλύει τὸ πρόθυμον· ἀλλὰ καὶ μᾶλλον τὰς ἐλλείψεις δολερῶς περικόψας τῶν ἀρετῶν, τὰς ἐπιτάσεις ὑπαγορεύει τοῖς ἀγωνισταῖς συμπροθυμούμενος, ἵνα πρὸς ἑαυτὸν ὅλην ποιήσηται τοῦ ἀσκουμένου τὴν ἔννοιαν, παραπολέσασαν τὸ ἴσον τῆς μετριότητος στάθμιον, καὶ λάθῃ πρὸς ἄλλο παρὰ τὸ δοκοῦν ὁδεύουσα καταγώγιον. Δύο φασὶν οἱ κακοῦργοι, Ὁμοίως ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν. Οὔτε γὰρ μισοῦσι σωφροσύνην, οὔτε νηστείαν βδελύσσονται· οὐ χρημάτων διάδοσιν, οὐ φιλοξενίαν, οὐ ψαλμῳδίαν, οὐ σχολὴν ἀναγνώσεως, οὐ τῶν μαθημάτων τὰ ὑψηλότερα, οὐ χαμευνίαν, οὐκ ἀγρυπνίαν, οὐ τὰ λοιπὰ πάντα, δι᾿ ὧν ὁ κατὰ Θεὸν χαρακτηρίζεται βίος, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπός, καὶ ἡ αἰτία τῶν γινομένων. Τοὺς μὲν γὰρ ἄλλους τάχιον ἴσως ὁ ἀσκητὴς καταλαβόμενος δαίμονας, ῥᾳδίως τὴν ἐξ αὐτῶν βλάβην διαδιδράσκει· τούτους δὲ δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τῆς ἀρετῆς, καὶ οἷον συνοικοδομεῖν βουλομένων τὸν ναὸν Κυρίου, τὶς ἂν τῶν ἄγαν ὑψηλῶν καταλάβοι νοῦς, χωρὶς τοῦ διαπάντων χωροῦντος ἐνεργοῦς λόγου καὶ ζῶντος, καὶ διϊκνουμένου ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος· τουτέστι διαγινώσκοντος τίνα τῶν ἔργων ἢ νοημάτων εἰσὶ ψυχικά· τουτέστιν εἴδη φυσικὰ τῆς ἀρετῆς ἢ κινήματα· καὶ τίνα τυγχάνει πνευματικά· τουτέστιν, ὑπὲρ φύσιν, καὶ Θεὸν χαρακτηρίζοντα· τῇ φύσει δὲ κατὰ χάριν διδόμενα.
(584) Ἁρμών τε καὶ μυέλων· τὴν πρὸς τοὺς πνευματικοὺς λόγους τῶν κατ᾿ ἀρετὴν τρόπων, ἁρμόδιον ἢ ἀναρμόδιον διόλου σύνεσιν ἐπισταμένου.
Κρίνοντός τε τας ἐνθυμήσεις καὶ τὰς ἐννοίας τῶν καρδιῶν· τουτέστι, τὰς ἐπὶ τοῖς εἰρημένοις ἀφανεῖς κατὰ τὸ βάθος σχέσεις· καὶ τὰς κατὰ ψυχὴν ἀοράτους τούτων αἰτίας.
ᾯ οὐκ ἔστιν ἡ κτίσις ἀφανής· ἐν ἡμῖν δῆλον ὅτι, τοῖς λανθάνειν δοκοῦσι, πάντα δὲ γυμνά, καὶ τετραχηλισμένα· οὐ μόνον τὰ γεγενημένα τε καὶ νενοημένα, ἀλλ᾿ἤδη καὶ τὰ γενησόμενα παρ᾿ ἡμῶν καὶ τὰ νοηθησόμενα. Περὶ γὰρ τῆς μελλούσης τυχὸν πράξεως καὶ νοήσεως, τό, Οὐκ ἔστι ἡ κτίσις ἀφανής, ὁ λόγος φησίν· οὐ γὰρ περὶ γεγενημένης, ἥτις καὶ ὑμῖν αὐτοῖς καὶ ἄλλοις πεφανέρωται· σχολῇ γε [Fr σχολὴ γ' ἂν] Θεῷ, τῷ πάντας τοὺς ἀπείρους τούς τε προγενομένους, καὶ ὄντας καὶ ἐσομένους αἰῶνας προεγνωκότι· καὶ τῆς πάντων γενέσεως προειληφότι κατὰ φύσιν τὴν γνῶσιν· καὶ οὐκ ἐκ τῶν ὄντων, ἐξ ἑαυτοῦ δὲ τὴν τῶν ὄντων ἐν ἑαυτῷ προειληφότι γνῶσιν. Μόνος γὰρ αὐτὸς τῶν ὄντων ὑπάρχει κατὰ φύσιν γνῶσις, ὡς τῶν ὄντων αἴτιος· καὶ πάλιν αὐτὸ γνῶσις ὡς ὑπὲρ αἰτίαν φύσει τὴν ἑαυτοῦ γνῶσιν ἔχων· καὶ ταύτης ἔτι κατὰ τὸν πάντα καὶ πάμπαν τῆς ἀπειρίας ὑπεράπειρον ἀπειράκις λόγον ἀνῳκισμένος· ὅτι καὶ τῆς οὕτω λεγομένης γνώσεως δημιουργὸς παντὶ λόγῳ τε καὶ τρόπῳ, καὶ πάσης ἄλλης λεχθῆναι ἢ νοηθῆναι δυναμένης γνώσεως ὑπάρχων ἀπρόσιτος.
Τὶς τοῦτον οὐκ ἔχων ἐνοικοῦντα τὸν λόγον τῷ βάθει τῆς καρδίας, δυνήσεται τοὺς ἀφανεῖς δόλους τῆς καθ᾿ ἡμῶν ὑποκρίσεως τῶν δαιμόνων ὑπαλύξας, στῆναι καθ᾿ ἑαυτὸν μονώτατος χωρίς τινος ἐπιμιξίας, καὶ οἰκοδομῆσαι τοῦ Κυρίου τὸν ναὸν κατὰ τὸν μέγαν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν καὶ τοὺς ἡγεμόνας [Fr. ἡγουμένους] τῶν πατριῶν, φάσκοντας διαῤῥήδην μεγάλῃ τῇ φωνῇ τοῖς ἀπατεῶσι πνεύμασι τῆς ὑπερηφανείας καὶ τῆς κενοδοξίας καὶ τῆς ἀνθρωπαρεσκείας καὶ τῆς ὑποκρίσεως, Οὐχ ἡμῖν καὶ ὑμῖν οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ· γινώσκων ὡς ἡ τούτων ἐπιμιξία τῆς ὅλης οἰκοδομῆς ποιεῖται φθορὰν καὶ καθαίρεσιν, καὶ συλᾷ τῆς τῶν θείων ἀναθημάτων εὐπρεπείας τὴν χάριν. Οὐδεὶς γὰρ δύναται, τινὰ τῶν εἰρημένων δαιμόνων ἔχων τὴν ἀρετὴν συμμετερχόμενον, ταύτην τῷ Κυρίῳ οἰκοδομῆσαι· οὐ γὰρ ἔχει τὸν Θεὸν τῶν γινομένων τέλος, ὃν θεώμενος ταύτην διέξεισι. Οὐ φθονοῦντες οὖν οἱ ἀπὸ τῆς αἰχμαλωσίας, οὐ κατεδέξαντο τοὺς Βαβυλωνίους, καὶ τοὺς Χουθαίους καὶ τοὺς Αἱμαθαίους καὶ τοὺς Εὐαίους συνοικοδομοῦντας αὐτοῖς τὸν τοῦ Κυρίου ναόν· ἀλλ᾿ ἐπεγνωκότες τοὺς φιλικοὺς δόλους τῆς τῶν δαιμόνων κακουργίας, διὰ τοῦ ἀγαθοῦ λεληθότως αὐτοῖς βουλομένης κατεργάσασθαι τῆς ἁμαρτίας τὸν θάνατον.
Γένοιτο δὲ καὶ ἡμᾶς ἀεὶ λέγειν τοῖς ἐν πλάσματι (585) φιλίας πνευματικῆς ἀοράτως προσβάλλουσι πνεύμασι τῆς πονηρίας, καὶ λέγουσι· Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν τῷ Κυρίῳ ὑμῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ. Μόνοι μέν, ὅτι τῶν κατ᾿ ἔλλειψιν τῆς ἀρετῆς πολεμούντων ἐλευθερωθέντες πνευμάτων, ὧν καὶ ἐκβεβήκαμεν, οὐ βουλόμεθα ταῖς ὑπερβολαῖς δι᾿ ὑμῶν ἐπαρθέντας πάλιν περιπαρῆναι, καὶ πεσεῖν πτῶσιν τοσοῦτον τῆς προτέρας χαλεπωτέραν, ὅσον τῆς μὲν ἦν ἐπανόδου ἐλπὶς εὐχερής· συγγνωθεῖσι διὰ τὴν ἀσθένειαν· τῆς δέ, ἢ οὐκ ἔστιν ἡ δυσχερὴς ἔσται, μισηθεῖσι διὰ τὴν ὑπερηφάνειαν, καὶ τοῦ δεξιοῦ ποιουμένοις ἕτερὸν τι δεξιώτερον. Οὐ μόνοι δὲ πάλιν, ὅτι τοὺς ἁγίους ἀγγέλους ἔχομεν τῶν καλῶν συλλήπτορας· μᾶλλον δὲ τὸν Θεόν, αὐτὸν ἐν ἡμῖν ἑαυτὸν ἐμφανίζοντα διὰ τῶν ἔργων τῆς δικαιοσύνης, καὶ ἡμᾶς ἑαυτῶ ναὸν ἅγιον οἰκοδομοῦντα, καὶ παντὸς πάθους ἐλεύθερον.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ὅτι διχῶς ἐξομολόγησις.
β´. Ὅτι πᾶσα, φησίν, ἐξομολόγησις ταπεινοῖ τὴν ψυχήν· ἡ μέν, χάριτι δικαιωθεῖσαν, ἡ δέ, ἀθυμίᾳ γνώμης οἰκείας ἐπ᾿ ἐγκλήμασιν ἐνεχομένην αὐτὴν ἐκδιδάσκουσα.
γ´. Ὁ πενθῶν ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι, καὶ τελείως ἔχων γεννῶσαν αὐτὸν ἀεὶ εἰς δικαιοσύνην τὴν εἰς Θεὸν πίστιν· καὶ πᾶσαν ἀρετῆς ὑποτύπωσιν τὸν ἑαυτοῦ παρεχόμενον βίον καὶ λόγον, τῆς τοῦ Βενιαμὶν πνευματικῆς ἑαυτὸν κατέστησε φυλῆς, γνώμης ἔργον, ἀλλ᾿ οὐκ ἀνάγκης τὴν κατὰ Θεὸν ὑπάρχουσαν δείξας γέννησιν. Δεξιᾶς γὰρ υἱός ἐστιν, ὁ τὴν κατὰ Θεὸν γνωμικὴν ἑκουσίως ὑπερχόμενος γέννησιν.
δ´. Τοὺς Βαβυλωνίους λέγει τὴν ὑπερηφάνειαν, ὡς συγκεχυμένην ὑπάρχουσαν φρόνησιν. Τὸ γὰρ τῆς ὑπερηφανείας πάθος ἐκ δύο συνέστηκεν ἀγνοιῶν. Δύο δὲ συνελθοῦσαι πρὸς ἕνωσιν ἄγνοιαι, μίαν φρόνησιν συγκεχυμένην ἀποτελοῦσι. Μόνος γὰρ ἐκεῖνός ἐστιν ὑπερήφανος, ὁ καὶ τὴν θείαν βοήθειαν, καὶ τὴν ἀνθρωπίνην ἀγνοήσας ἀσθένειαν. Οὐκοῦν ὑπερηφάνειὰ ἐστι θείας καὶ ἀνθρωπίνης γνώσεως στέρησις. Τῇ γὰρ τῶν ἀληθῶς ἄκρων ἀποφάσει, μία ψευδὴς ὑπάρχει κατάφασις.
ε´. Τοὺς Χουθαίους λέγει τὴν κενοδοξίαν. Σκοποῦ γὰρ τοῦ κατὰ Θεὸν ἔκστασις, καὶ πρὸς ἄλλον σκοπὸν παρὰ τὸν θεῖόν ἐστιν ἡ κενοδοξία μετάβασις. Κενόδοξος γάρ ἐστιν ὁ τῆς οἰκείας, ἀλλὰ μὴ τῆς θείας ἕνεκα δόξης τὴν ἀρετὴν ἐπιτηδεύων· καὶ πόνοις οἰκείοις τοὺς ἐξ ἀνθρώπου ἀνυποστάτους ἐπαίνους ὠνούμενος.
στ´. Αἱμὰθ λέγει τὴν ἀνθρωπαρέσκειαν. Μόνων γὰρ ἐπιμελεῖται τῶν φαινομένων ἠθῶν ὁ ἀνθρωπάρεσκος, καὶ μὴ καὶ λόγου τοῦ κόλακος, ἵνα τοῖς μὲν τὴν ὅρασιν, τοῖς δὲ τὴν ἀκοὴν σφετερίζηται, τῶν μόνοις ἡδομένων ἢ καταπληττομένων τοῖς φαινομένοις τε καὶ ἀκουομένοις, καὶ μόνῃ τῇ αἰσθήσει περιγραφόντων τὴν ἀρετήν. Ἀνθρωπαρέσκειαν οὖν (588) εἶναὶ φαμεν, τὴν ὡς ἐπ᾿ ἀρετῇ δι᾿ ἀνθρώπους τιμωμένην τῶν ἠθῶν τε καὶ λόγων ἐπίδειξιν.
ζ´. Εὐαίους λέγει τὴν ὑπόκρισιν. Ὑπόκρισις δέ ἐστι φιλίας προσποίησις, ἢ μῖσος σχήματι φιλίας κεκαλυμμένον· ἢ ἔχθρα δι᾿ εὐνοίας ἐνεργουμένη, ἢ φθόνος ἀγάπης χαρακτῆρα μιμούμενος· ἢ φιλαμαρτήμων διάθεσις, τῇ τῶν κατ᾿ ἀρετὴν ἠθῶν προβολῇ τοὺς θεωμένους λαμβάνουσα· ἢ βίος ἀρετῆς πλάσματι, ἀλλ᾿ οὐ πράγματι τὸ κόσμιον ἔχω ἢ δικαιοσύνης προσποίησις, τῇ τοῦ εἶναι δοκήσει συντηρουμένη, ἢ τρόπος ἠθικῆς φιλοσοφίας, τὴν κατ᾿ ἀρετὴν συγκαλύπτων τῆς γνώμης λανθάνουσαν στέρησιν· ἢ ἀπάτη, ἀληθείας ἔχουσα μόρφωσιν, ἣν οἱ τὸν ὄφιν τῇ τῶν ἠθῶν σκολιότητι μιμούμενοι ἐπιτηδεύουσι.
η´. Τῶν ὄντων αἰτία, καὶ τῶν ἐν τοῖς οὖσιν ὄντων ἀγαθῶν ἐστιν ὁ Θεός. Ὁ τοίνυν περὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν πονούμενος, καὶ μὴ τῷ μέτρῳ τῆς ἐν χάριτι προκοπῆς συνεπεκτείνων τῆς οἰκείας ἀνικανότητος τὴν ἐπιγνωμοσύνην, τὸ τῆς ὑπερηφανείας κακὸν οὐ διέφυγεν. Ὁ δὲ δόξης ἕνεκεν ἰδίας τὸ καλὸν ἐπιτηδεύων, ἑαυτὸν τοῦ Θεοῦ προετίμησε, τῷ τῆς κενῆς δόξης ἥλῳ περιπαρείς. Ὁ δὲ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις ποιῶν ἢ διώκων τὴν ἀρετήν, τῆς θείας πολλῷ τὴν ἀνθρωπίνην ὑπερέθηκεν ἀποδοχήν, τῷ τῆς ἀνθρωπαρεσκίας πάθει νοσηλευόμενος. Ὁ δὲ μόνῃ τῇ κατ᾿ ἀρετὴν σεμνότητι πρὸς ἀπάτην κακούργως ἐπιχρώσας τὰ ἤθη, καὶ τὴν πονηρὰν τῆς γνώμης διάθεσιν τῷ φαινομένῳ σχήματι τῆς εὐσεβείας ἐπικαλύπτων, τῷ τῆς ὑποκρίσεως ἐξωνεῖται δόλῳ τὴν ἀρετήν. Οὐκοῦν ἐπ᾿ ἄλλα παρὰ τὴν αἰτίαν ἑκάστου τούτων ἀπήγαγε τὸν σκοπόν, ὁ νοητὸς Ἀσβακαφάθ.
θ´. Οἱ λόγοι τοῦ Θεοῦ ψιλῶς κατὰ μόνην λαλούμενοι τὴν προφοράν, φησίν, οὐκ ἀκούονται, φωνήν, τὴν τῶν αὐτοὺς λαλούντων πρᾶξιν, οὐκ ἔχοντες. Εἰ δὲ τῇ πράξει τῶν ἐντολῶν ἐκφωνοῦνται, τούς τε δαίμονας ἔχουσι τῇ τοιαύτῃ διατηκομένους φωνῇ, καὶ τοὺς ἀνθρώπους τῇ προκοπῇ τῶν ἔργων τῆς δικαιοσύνης εὐπειθῶς τὸν θεῖον τῆς καρδίας οἰκοδομοῦντας ναόν.
ι´. Τὸν Ζοροβάβελ ἐνταῦθα, εἰς τὸν πρακτικὸν νοῦν ἔλαβεν, ὡς πολεμικώτερον· τὸν δὲ Ἰησοῦν, εἰς τὸν θεωρητικόν, ὡς ἱερέα, καὶ διὰ παντὸς τὴν ἐντυχίαν πρὸς τὸν Θεὸν ποιεῖσθαι τεταγμένον.
ια´. Μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει τὴν διαφορὰν τῶν ἐκ φύσεως ἀρετῶν, ὧν φυσικῶς ἔχομεν τοὺς λόγους, καὶ τῶν ἐκ Πνεύματος, ὧν κατὰ δωρεὰν δεχόμεθα τὴν χάριν· τούτων γὰρ εὐκρινῶς τὴν διαστολὴν ποιεῖται κρίνων ὁ λόγος.
ιβ´. Μυελός ἐστιν ὁ θεῖος λόγος, ὁ τοὺς ἐν ἡμῖν ὥσπερ ὀστᾶ θείους διατρέφων λογισμούς, τοὺς ὑποτρέφοντας τὸ σῶμα τῶν ἀρετῶν. Ἁρμὸς δέ ἐστιν, ὁ τῆς πράξεως τρόπος, καθ᾿ ὃν ἡ πρὸς τοὺς θείους λόγους τῶν λογισμῶν γίνεσθαι πέφυκεν ἕνωσις πρὸς μίαν ἀρετῆς ἐκπλήρωσιν.
ιγ´. (589) Τὰς ἐνθυμήσεις δὲ καὶ τὰς ἐννοίας, ὧν ἐστι κριτικὸς ὁ Λόγος φησὶν εἶναι, τὰ τῆς ψυχῆς ἐπί τε τοῖς θείοις λόγοις καὶ τοῖς λογισμοῖς σχέσεις, καὶ τὰς αὐτῶν δηλαδὴ τῶν σχέσεων αἰτίας. Ἡ γὰρ ἐνθύμησις κινεῖ μνήμην, ἧς οἰκεῖον ἡ σχέσις· ἡ δὲ ἔννοια, πέρας ἀποσκοπεῖ, ὅπερ αἰτίαν χαρακτηρίζει.
ιδ´. Ἡ κατ᾿ οὐσίαν γνῶσις, φησίν, ἔστιν ὁ Θεός· προηγεῖται δὲ σαφῶς πάσης γνώσεως ὁ νοῦς, ᾧ καὶ ὑποπίπτειν πέφυκεν· ἄρα καὶ ὑπὲρ ταύτην ἐστὶν ὁ Θεός, ὅτι καὶ ὑπὲρ πάντα νοῦν, ᾧ γνῶσις καθοτιοῦν πέφυκεν ὑποπίπτειν, ὑπεραπείρως καθέστηκεν.
ιε´. Οἱ κατ᾿ ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονὲς εἰσιν, οἱ πορνείαν καὶ μέθην, φυλαργυρίαν τε καὶ φθόνον, καὶ τοιαῦτα διδάσκοντες· οἱ δὲ καθ᾿ ὑπερβολὴν πολεμοῦντὲς εἰσιν, οἱ τὴν οἴησιν καὶ τὴν κενοδοξίαν καὶ τὴν ὑπερημάνειαν, καὶ τὰ τοιαῦτα διδάσκοντες· καὶ διὰ τῶν δεξιῶν τοῖς ἀριστεροῖς ἐπικεκρυμμένως ἐμπείροντες.
ιστ´. Ἀρετῆς ὅρος ἐστίν, ἡ τῆς ἀνθρωπίνης ἀσθενείας κατ᾿ ἐπίγνωσιν πρὸς τὴν θείαν δύναμιν ἕνωσις. Ὁ τοίνυν ἑαυτὸν τῇ ἀσθενείᾳ περιγράφων τῆς φύσεως, πρὸς τὸν ὅρον οὐκ ἦλθε τῆς ἀρετῆς· διὰ τοῦτο πλημμελεῖ, μήπω λαβὼν τὴν τὸ ἀσθενὲς ἰσχυούσαν δύναμιν· ὁ δὲ τῆς θείας δυνάμεως τὴν οἰκείαν ἀσθένειαν ὡς ἰσχὺν αὐθαδῶς ἀντιπροβαλλόμενος, τὸν ὅρον παρῆλθε τῆς ἀρετῆς· καὶ διὰ τοῦτο πλημμελῶν, ὡς τοῦ κατόπιν ὑπερφεροῦς παρ᾿ ἑαυτοῦ γενομένου, οὐκ ἐπιγινώσκει. Ἀρετὴν γὰρ εἶναι νομίζει τὸ πλημμέλημα. Συγγνωστὸς οὖν μᾶλλον, ὃ τῇ κατὰ τὴν φύσιν ἀσθενείᾳ ἑαυτὸν περιγράψας, παθὼν μᾶλλον ἐκ ῥᾳθυμίας τῆς ἀρετῆς τὴν ἔκπτωσιν, ἢ ὁ τὴν οἰκείαν ἀσθένειαν ὡς ἰσχὺν πρὸς τὴν τῶν καθηκόντων ποίησιν ἀντιπαραβαλλόμενος τῆς θείας δυνάμεως, δράσας μᾶλλον ἐξ αὐθαδίας τὴν ἔκπτωσιν.
ΕΡΩΤΗΣΙΣ ΝΖ´.
[Επεξεργασία]Πολὺ ἰσχύει δικαίου ἐνεργουμένη· τί ἐστι τὸ ἐνεργουμένη.
Ἀπόκρισις.
[Επεξεργασία]Κατὰ δύο τρόπους ἐνεργουμένην οἶδα τοῦ δικαίου τὴν δέησιν· καθ᾿ ἕνα μέν, ὁπόταν μετὰ τῶν κατ᾿ ἐντολὴν ἔργων τῷ Θεῷ τὴν ταύτης ποιεῖται προσαγωγὴν τῆς δεήσεως ὁ εὐχόμενος· καὶ μὴ μόνον ἐν ψιλῷ λόγῳ, καὶ διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν, ἀργὴν κεῖσθαι τὴν δέησιν καὶ ἀνυπόστατον· ἀλλ᾿ ἐνεργὸν καὶ ζῶσαν, τοῖς τρόποις τῶν ἐντολῶν ψυχουμένην. Εὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις, ἡ διὰ τῶν ἀρετῶν ὑπάρχει προδήλως ἐκπλήρωσις· καθ᾿ ἣν ἰσχυρὰν καὶ πάντα δυναμένην ὁ δίκαιος ἔχει τὴν δέησιν, ἐνεργουμένην ταῖς ἐντολαῖς. Καθ᾿ ἕτερον δὲ τρόπον ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος, τὰ ἔργα τῆς εὐχῆς διαπράττεται, (592) τόν τε πρότερον διορθούμενος βίον, καὶ τὴν δέησιν τοῦ δικαίου ἰσχυρὰν διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην.
Οὐ γὰρ ὄφελος τῆς τοῦ δικαίου δεήσεως, τοῦ ταύτης χρῄζοντος πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν. Ἐπειδὴ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει πλημμελοῦντα τὸν Σαούλ, ἀλλ᾿ οὐκ ἴσχυσε τὸν Θεὸν ἱλεώσασθαι, μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελοῦντος διόρθωσιν. Διὸ τοῦ ἀνονήτου πένθους ὁ Θεὸς καταπαύων τὸν ἑαυτοῦ θεράποντα, φησὶ πρὸς αὐτόν, Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ· κἀγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ.
Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος, ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, οὐκ εἰσακούεται προσευχόμενος, οὐκ ἔχων εἰς προσευχῆς δύναμιν, τὴν ἀπὸ τῆς πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν· ὅθεν τοῦ διακενῆς προσεύχεσθαι καὶ τοῦτον ἀπάγων ὁ Θεός, φησί, Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς· καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἔτι, ὅτι οὐκ εἰσακούσομαι.
Πολλῆς γὰρ ὄντως ἐστὶν ἀβελτηρίας, ἵνα μὴ λέγω παραφροσύνης, δι᾿ εὐχῆς δικαίων ἐπιζητεῖν τὴν σωτηρίαν, τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδόμενον· κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἷς ἐγκαυχᾶται κατ᾿ ἐνέργειαν προθέσει σπιλούμενος· δέον μὴ ἀργὴν ἐᾷν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν τὸν ταύτης δεόμενον, εἴπερ ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται· ἀλλ᾿ ἐνεργὸν ποιεῖν, καὶ ἰσχυρὰν ταῖς οἰκείαις ἀρεταῖς πτερουμένην, καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον.
Εἴτε οὖν ἐκ τοῦ ποιουμένου τὴν δέησιν δικαίου, εἴτε ἐκ τοῦ γίνεσθαι ταύτην αἰτουμένου τὸν δίκαιον ἐνεργουμένη, πολὺ ἰσχύει τοῦ δικαίου ἡ δέησις. Ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη, δίδωσιν αὐτῷ παῤῥησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα· ὑπὸ δὲ τοῦ ταύτην αἰτουμένου δικαίων αἰτήματα· ὑπὸ δὲ τοῦ ταύτην αἰτουμένου τὸν δίκαιον, τῆς προτέρας αὐτὸν μοχθηρίας ἀφίστησι, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτοῦ τὴν διάθεσιν.
ΕΡΩΤΗΣΙΣ ΝΗ´.
[Επεξεργασία]" Ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ λυπηθέντας ὑμᾶς [Fr.ἡμᾶς] ἐν ποικίλοις πειραμοῖς." Πῶς τις λυπούμενος ἐν πειρασμοῖς, δύναται ἀγαλλιᾶσθαι ἐν ᾧ λυπεῖται.
Ἀπόκρισις.
[Επεξεργασία]Τὴν λύπην διττὴν οἶδε τῆς ἀληθείας ὁ λόγος· τὴν μέν, κατὰ ψυχὴν ἀφανῶς· τὴν δέ, κατ' αἴσθησιν φανερῶς συνισταμένην· καὶ τὴν μέν, ὅλον τῆς ψυχῆς τὸ βάθος περιλαμβάνουσαν, τῇ μάστιγι τῆς συνειδήσεως αἰκιζόμενον· τὴν δέ, πᾶσαν τὴν αἴσθησιν περιγράφουσαν, τῷ βάρει τῶν ἀλγεινῶν συστελλομένην τῆς φυσικῆς διαχύσεως. Καὶ τὴν μέν, τῆς κατ᾿ αἴσθησιν ἡδονῆς, τὴν δέ, τῆς κατὰ ψυχὴν (593) εὐφροσύνης τέλος ὑπάρχουσαν. Μᾶλλον δέ, τὴν μέν, τῶν κατ᾿ αἴσθησιν γνωμικῶν, τὴν δέ, τῶν κατ᾿ αὐτὴν συμπέρασμα παρὰ γνώμην παθῶν τυγχάνουσαν.
Λύπη γάρ ἐστι, κατ᾿ ἐμὲ φάναι, διάθεσις ἡδονῶν ἐστερημένη. Στέρησις δὲ καθέστηκεν ἡδονῶν, πόνων ἐπαγωγή. Πόνος δὲ σαφῶς ἐστι φυσικῆς ἕξεως ἔλλειψις, ἢ ὑποχώρησις· ἔλλειψις δὲ φυσικῆς ἕξεώς ἐστι, πάθος τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεως· πάθος δὲ τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεώς ἐστιν, ὁ κατὰ τὴν παράχρησιν τῆς φυσικῆς ἐνεργείας τρόπος· παράχρησις δὲ τοῦ κατ᾿ ἐνέργειαν τρόπου καθέστηκεν, ἡ πρὸς τὸ μὴ πεφυκὸς κατὰ φύσιν, καὶ ὑφιστάμενον τῆς δυνάμεως κίνησις.
Ὣσπερ δὲ τὴν λύπην διττήν, ὡς ἔφην, οἶδεν ὁ λόγος, οὕτω καὶ τῶν πειρασμῶν διττὸν ἐπίσταται τὸν τρόπον· τὸν μέν, κατὰ γνώμην, τὸν δέ, παρὰ γνώμην· καὶ τὸν μέν, ἑκουσίων ἡδονῶν δημιουργόν· τὸν δέ, ἀκουσίων ὀδυνῶν ἐπακτικόν. Ὁ γὰρ κατὰ γνώμην πειρασμός, τὰς κατὰ προαίρεσιν ἑκουσίους σαφῶς συνίστησιν ἡδονάς· ὁ δὲ παρὰ γνώμην, προδήλως τοὺς ἀκουσίους παρὰ προαίρεσιν ἐφίστησι πόνους· καὶ ὁ μέν, τῆς κατὰ ψυχήν· ὁ δέ, τῆς κατ᾿ αἴσθησιν λύπης καθέστηκεν αἴτιος.
Ὅθεν οἶμαι τὸν Κύριον ἡμῶν καὶ Θεόν, πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, πρὸς τό, τὸ κατὰ γνώμην εἶδος τῶν πειρασμῶν ἀπεύχεσθαι φάσκειν· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, τῶν ἡδονικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν, μὴ ἐγκαταλειφῆναι πεῖραν λαβεῖν εὔχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς. Τὸν δὲ μέγαν Ἰάκωβον τὸν τοῦ Κυρίου λεγόμενον ἀδελφόν, πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι, τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους φάναι, Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις· δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην, καὶ πόνων ποιητικοῖς πειρασμοῖς· καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ Κύριος· Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ἐνταῦθα δὲ ὁ μέγας Ἰάκωβος, Γινώσκοντες ὅτι τὸ δοκίμιον ἡμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω· ἵνα ἦτε τέλειοι, καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Τέλειός ἐστιν, ὁ τοῖς ἑκουσίοις δι᾿ ἐγκρατείας μαχόμενος, καὶ τοῖς ἀκουσίοις δι᾿ ὑπομονῆς ἐγκαρτερῶν πειρασμοῖς καὶ ὁλόκληρός ἐστιν, ὁ καὶ τὴν πρᾶξιν μετὰ γνώσεως, καὶ τὴν θεωρίαν οὐκ ἄπρακτον διανύων.
Διῃρημένης γὰρ εἰς ψυχήν τε καὶ αἴσθησιν τῆς τε λύπης καὶ τῆς ἡδονῆς· ὁ τὴν τῆς ψυχῆς περιποιούμενος ἡδονήν, τὴν δὲ τῆς αἰσθήσεως καταδεχόμενος λύπην, δόκιμος γίνεται καὶ τέλειος καὶ ὁλόκληρος. Δόκιμος μέν, διὰ τὴν πεῖραν τῶν κατ᾿ αἴσθησιν ἐναντίων· τέλειος δέ, ὡς τῇ κατ᾿ αἴσθησιν ἡδονῇ τε καὶ λύπῃ, δι᾿ ἐγκρατείας καὶ ὑπομονῆς (596) ἀνενδότως μαχόμενος· ὁλόκληρος δέ, ὡς τὰς μαχομένας ταῖς κατ᾿ αἴσθησιν ἀλλήλαις ἀντικειμέναις διαθέσεσιν ἕξεις ἐν τῇ σταθηρότητι τῆς κατὰ τὸν λόγον ταυτότητος ἀλωβήτους διαφυλάττων· φημὶ δὲ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν ἀλλήλαις συνεχομένας, καὶ μηδεμίαν τῆς ἑτέρας διεζευγμένην· ἀλλὰ τὴν μὲν πρᾶξιν, τῆς θεωρίας τὴν γνῶσιν διὰ τῶν τρόπων προφαίνουσαν· τὴν δὲ θεωρίαν, οὐχ ἧττον τοῦ λόγου τὴν ἀρετὴν τεθωρακισμένην τῆς πράξεως.
Οὐκοῦν ἐπειδὴ τήν τε λύπην καὶ τὴν ἡδονὴν διττὴν οὖσαν ἀπέδειξεν ὁ λόγος· καὶ τὴν μέν, κατὰ ψυχήν, τὴν δέ, κατ᾿ αἴσθησιν συνισταμένην· φέρε καὶ τὰς τούτων συνοπτικώτερον θεωρήσωμεν αἰτίας. Τῆς μὲν οὖν κατὰ ψυχὴν λύπης διττὸς ὁ τρόπος. Ὁ μέν, ἐπὶ τοῖς οἰκείοις, ὁ δέ, ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι συνιστάμενος. Αἰτία δὲ τῆς τοιαύτης λύπης ἡ κατ᾿ αἴσθησιν τοῦ λυπουμένου σαφῶς, ἢ τῶν δι᾿ οὓς λυπεῖται, καθέστηκεν ἡδονή. Κατὰ γὰρ τὸν ἀκριβῆ λόγον, οὐκ ἔστι παντελῶς ἁμαρτία σχεδὸν ἐν ἀνθρώποις, μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν ἡδονῆς ἕνεκεν ἀλόγιστον σχέσιν ἀρχὴν τοῖς οἰκείας γενέσεως ἔχουσαν. Τῆς δὲ κατὰ ψυχὴν ἡδονῆς αἰτία προδήλως ἐστίν, ἡ κατ᾿ αἴσθησιν τοῦ ἐπὶ ταῖς οἰκείαις ἢ ταῖς ἀλλοτρίαις ἀρεταῖς ἡδομένου τε καὶ χαίροντος λύπη· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἀρετὴ σχεδὸν ἐν ἀνθρώποις, μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν λελογισμένην ἀποδιάθεσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα.
Τῆς δὲ ψυχῆς ὑπὲρ ἀρετῆς πρὸς τὴν αἴσθησιν ἀποδιάθεσιν κτησαμένης, ἐξ ἀνάγκης ἡ αἴσθησις ἐν πόνοις ἔσται· τὴν τῶν ἡδέων ἐπινοητικὴν συνημμένην, αὐτῇ κατὰ τὴν γνωμικὴν σχέσιν τῆς ψυχῆς οὐκ ἔχουσα δύναμιν· τοὐναντίον δέ, τῶν μὲν αὐτῆς φυσικῶν ἡδονῶν ἐπανάστασιν δι᾿ ἐγκρατείας ἀνδρικῶς ἀποῤῤαπίζουσαν· πρὸς δὲ τὴν τῶν παρὰ φύσιν καὶ ἀκουσίων πόνων ἐπαγωγήν, διὰ τῆς ὑπομονῆς ἀμείλικτον παντελῶς διαμένουσαν· καὶ τῆς κατ᾿ ἀρετὴν θεοπρεποῦς ἀξίας τε καὶ δόξης, διὰ τὴν ἀνυπόστατον ἡδονὴν οὐκ ἐξισταμένην. Καὶ πρὸς τὴν τῶν πόνων ἀντίληψιν φειδοῖ τῆς σαρκὸς διὰ τὴν ὀδύνουσαν αἴσθησιν, τοῦ ὕψους τῶν ἀρετῶν οὐκ ἀποπίπτουσαν. Τῆς δὲ κατ᾿ αἴσθησιν λύπης αἰτία καθέστηκεν, ἡ πρὸς τὰ κατὰ φύσιν τῆς ψυχῆς παντελὴς ἀσχολία. τὴν κατ᾿ αἴσθησιν ἡδονὴν ἡ παρὰ φύσιν ἐνέργεια τῆς ψυχῆς προδήλως ὑφίστησιν, ἄλλην ἀρχὴν ἔχειν οὐ δυναμένην συστάσεως, ἢ τὴν ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσιν.
Νοῦς γὰρ καὶ αἴσθησις ἀντικειμένην ἔχουσι πρὸς ἄλληλα τὴν κατὰ φύσιν ἐνέργειαν, διὰ τὴν τῶν αὐτοῖς ὑποκειμένων ἀκροτάτην διαφορὰν καὶ ἑτερότητα. Ὁ μὲν γὰρ ὑποκειμένας ἔχει τὰς νοητὰς καὶ ἀσωμάτους οὐσίας, ὧν κατ᾿ οὐσίαν ἀντιλαμβάνεσθαι πέφυκεν· ἡ δέ, τὰς αἰσθητὰς καὶ σωματικὰς φύσεις, ὧν καὶ αὐτὴ φυσικῶς ἀντιλαμβάνεται.
Ἐπεὶ οὖν οὐκ ἔστι δυνατὸν πρὸς τὰ συγγενῆ (597) νοητὰ νοῦν διαβῆναι, δίχα τῆς τῶν διὰ μέσου προβεβλημένων αἰσθητῶν θεωρίας· ταύτην δὲ γεννᾶσθαι [ Fr.γενέσθαι] παντελῶς ἀμήχανον χωρὶς τῆς αὐτῷ μὲν συγκειμένης, τοῖς αἰσθητοῖς δὲ κατὰ φύσιν συγγενοῦς αἰσθήσεως· εἰκότως εἰ μὲν προσβαλὼν ἐνσχεθῇ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν ἐνέργειαν εἶναι φυσικὴν τὴν συγκειμένην οἰόμενος αἴσθησιν· τῶν μὲν κατὰ φύσιν ἐκπέπτωκε νοητῶν, τῶν δὲ παρὰ φύσιν ἀμφοῖν ταῖν χεροῖν, τὸ δὴ λεγόμενον, ἐπελάβετο σωμάτων· οἷς παρὰ τὸν λόγον ἐνεργούμενος, διὰ τὴν αὐτὸν ἐκνικήσασαν αἴσθησιν· τῆς μὲν κατὰ ψυχὴν λύπης γεννήτωρ καθίσταται, συχναῖς ταῖς κατὰ συνείδησιν μάστιξιν αἰκιζομένην· τῆς δὲ κατ᾿ αἴσθησιν ἡδονῆς ἀριδήλως γίνεται ποιητής, ταῖς ἐπινοίαις τῶν περιποιητικῶν τῆς σαρκὸς τρόπων λιπαινόμενος. Εἰ δὲ τὴν πρὸς αἴσθησιν ἅμα τῇ προβολῇ τῶν ὁρωμένων διατεμὼν ἐπιφάνειαν, τοὺς πνευματικοὺς τῶν ὄντων καθαροὺς τῶν ἐπ᾿ αὐτοῖς σχημάτων θεάσηται λόγους τὴν μὲν τῆς ψυχῆς ἡδονὴν ματειργάσατο· μηδενὶ τῶν αἰσθήσει θεωρουμένων κρατούμενος· τὴν δὲ τῆς αἰσθήσεως συνεστήσατο λύπην, πάντων κατὰ φύσιν τῶν αἰσθητῶν ἐστερημένος. Ἔνθα γὰρ προκαθηγεῖται ὁ λόγος τῆς αἰσθήσεως κατὰ τὴν τῶν ὁρατῶν θεωρίαν, πάσης ἐστέρηται τῆς κατὰ φύσιν ἡ σὰρξ ἡδονῆς, οὐκ ἔχουσα τὴν αἴσθησιν ἄφετον, καὶ τῶν λογικῶν ἀπολελυμένην δεσμῶν, εἰς ὑπηρεσίαν τῶν κατ᾿ αὐτὴν ἡδονῶν.
Οὐκοῦν, ὡς ἔφην, ἐπειδὴ τὴν μὲν τῆς ψυχῆς λύπην, ἤγουν τὸν πόνον· ταὐτὸν γὰρ ἀλλήλοις ἀμφότερα, ἡ κατ᾿ αἴσθησιν ἡδονὴ συνίστησι· τὴν δὲ τῆς αἰσθήσεως λύπην, ἤγουν τὸν πόνον, ἡ κατὰ ψυχὴν ἡδονὴ ποιεῖν πέφυκεν· εἰκότως ὁ τῆς κατ᾿ ἐλπίδα ζωῆς Τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾿ ἀναστάσεως νεκρῶν εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς ἐφιέμενος, κατὰ μὲν ψυχὴν ἀγαλλίασιν ἔχει καὶ χαρὰν χαίρει ἀνεκλάλητον, διηνεκῶς τῇ τῆς μελλόντων ἀγαθῶν ἐλπίδι γαννύμενος [Fr. et. Reg. γαννυμένην]· κατὰ δὲ τὴν σάρκα καὶ τὴν αἴσθησιν, λύπην. Ἤγουν τοὺς ἐκ τῶν ποικίλων πειρασμῶν ἐπιγινομένους αὐτῇ πόνους, καὶ τὰς ἐπ᾿ αὐτοῖς ὀδύνας· πάσῃ γὰρ ἀρετῇ, ἡδονὴ καὶ πόνος παρέπεται· πόνος μὲν σαρκός, ἐστερημένης τῆς προσηνοῦς καὶ λειοτέρας αἰσθήσεως· ὀδύνη δὲ ψυχῆς, παντὸς αἰσθητοῦ καθαροῖς ἐντρυφώσης τοῖς ἐν πνεύματι λόγοις.
Δέον οὖν ἐστι τὸν νοῦν κατὰ τὴν παροῦσαν ζωήν· τοῦτο γάρ μοι νοεῖται τό, νῦν· κατὰ σάρκα λυπούμενον, διὰ τοὺς πολλοὺς πόνους τῶν ὑπὲρ ἀρετῆς αὐτῷ προσαγομένων πειρασμῶν, ἀεὶ χαίρειν κατὰ ψυχὴν καὶ ἥδεσθαι, διὰ τὴν ἐλπίδα τῶν αἰωνίων ἀγαθῶν, κἂν ἔχῃ καταπονουμένην τὴν αἴσθησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν εἰς ἡμᾶς ἀποκαλύπτεσθαι, φησὶν ὁ θεῖος Ἀπόστολος.
Οὕτως οὖν κατ᾿ ἐμὲ φάναι, δύναται χαίρειν ἄνθρωπος ἐφ᾿ ᾧ λυπεῖται. Τῇ γὰρ ἀρετῇ κατὰ σάρκα (600) μὲν διὰ τοὺς πόνους λυπούμενος, ἐν αὐτῇ χαίρει τῇ ἀρετῇ κατὰ ψυχήν, ὡς παροῦσαν θεώμενος τὴν τῶν μελλόντων εὐπρέπειαν· ὑπὲρ ἧς κατὰ τὸν μέγαν Δαβίδ, τῇ κατὰ γνώμην ἀπογενέσει τῆς σαρκὸς καθ᾿ ἑκάστην ἀποθνήσκει τὴν ἡμέραν, ὁ κατὰ τὴν ψυχῆς ἐν πνεύματι γένεσιν ἀεὶ καινιζόμενος· ἅτε δὴ καὶ τὴν ἡδονὴν ἔχων σωτήριον, καὶ τὴν λύπην ὠφέλιμον. Λύπην γὰρ φαμεν οὐ τὴν παράλογον καὶ τῶν πολλῶν, ἐπὶ στερήσει παθῶν ἢ πραγμάτων ὑλικῶν τὴν ψυχὴν ἀφανίζουσαν· ὡς τὰς ὁρμὰς παρὰ φύσιν ἐφ᾿ ἃ μὴ δεῖ, καὶ τὰς ἀποφυγὰς ἀφ᾿ ὧν μὴ δεῖ ποιουμένων· ἀλλὰ τὴν λελογισμένην καὶ τοῖς τὰ θεῖα σοφοῖς ἐγκριθεῖσαν, καὶ τὸ παρὸν κακὸν ὑποσημαίνουσαν. Παρὸν γὰρ κακόν, φασὶν εἶναι τὴν λύπην, συνισταμένην μὲν κατὰ ψυχήν, ὅταν ἡ κατ᾿ αἴσθησιν ἡδονὴ τῆς λογικῆς κρατῇ διακρίσεως· ὑφισταμένην δὲ κατ᾿ αἴσθησιν, ὅταν τῆς ψυχῆς κατ᾿ ἀρετὴν ἀκωλύτως ὁ δρόμος ἀνύεται, τοσοῦτον ἐπάγων τῇ αἰσθήσει τοὺς πόνους, ὅσον ἡδονὴν ἐμποιεῖ καὶ χαρὰν τῇ ψυχῆ τῷ Θεῷ προσαγομένῃ, διὰ τῆς συγγενοῦς κατ᾿ ἀρετήν τε καὶ γνῶσιν ἐλλάμψεως.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Τὴν κατὰ ψυχὴν λύπην φησί.
β´. Τὴν κατ᾿ αἴσθησιν ὀδύνην, λύπην νῦν προσηγόρευσε.
γ´. Τὴν κατὰ ψυχὴν λύπην τέλος εἶναὶ φησι τῆς κατ᾿ αἴσθησιν ἡδονῆς· ἐκ γὰρ ταύτης συνίσταται λύπη ψυχῆς· ὥσπερ οὖν καὶ τῆς κατὰ ψυχὴν ἡδονῆς τέλος ἐστὶν ἡ κατὰ σάρκα λύπη· ψυχῆς γὰρ εὐφροσύνη, σαρκὸς γίνεται λύπη.
δ´. Ὁρισμοὶ λύπης ἐπάλληλοι πρὸς τὴν αἰτίαν, καθ᾿ ἣν γίνεσθαι πέφυκεν, ἀναφέροντες.
ε´. Διττὴν τὴν λύπην λέγει· τὴν μὲν περὶ τὴν αἴσθησιν, κατὰ στέρησιν τῶν σωματικῶν ἡδονῶν συνισταμένην· τὴν δὲ περὶ νοῦν, κατὰ στέρησιν τῶν τῆς ψυχῆς ἀγαθῶν γινομένην. Διττοὺς δὲ λέγει καὶ τοὺς πειρασμούς, τοὺς μὲν ἑκουσίους, τοὺς δὲ ἀκουσίους· καὶ τοὺς μὲν ἑκουσίους, τῆς μὲν κατ᾿ αἴσθησιν σωματικῆς ἡδονῆς εἶναι πατέρας· τῆς δὲ κατὰ ψυχὴν λύπης εἶναι γεννήτορας. Μόνη γὰρ πραχθεῖσα λυπεῖ τὴν ψυχὴν ἁμαρτία. Τοὺς δὲ ἀκουσίους, οἵτινες ἐν τοῖς παρὰ γνώμην δείκνυνται πόνοις, τῆς μὲν κατὰ ψυχὴν ἡδονῆς εἶναι πατέρας, τῆς δὲ κατ᾿ αἴσθησιν σωματικῆς ὀδύνης εἶναι γεννήτορας.
στ´. Ὁ μὲν κατὰ γνώμην πειρασμός, φησι, τὴν μὲν κατὰ ψυχὴν λύπην συνίστησι· τὴν δὲ κατ᾿ αἴσθησιν δημιουργεῖ σαφῶς ἡδονήν· ὁ δὲ παρὰ γνώμην, τὴν μὲν τῆς ψυχῆς ἡδονήν· τὴν δὲ τῆς σαρκὸς λύπην ὑφίστησι.
ζ´. Ὁ μὲν Κύριος, φησί, τοὺς ἑκουσίους ἀπεύχεσθαι ἡμᾶς διδάσκει πειρασμούς· ὡς σαρκὸς μὲν ἡδονῆς, ψυχῆς δὲ ποιητικοὺς ὀδύνης· ὁ δὲ μέγας Ἰάκωβος, ἐπὶ τοῖς ἀκουσίοις ἡμῖν παραινεῖ χαίρειν πειρασμοῖς· ὡς σαρκὸς μὲν ἡδονήν, ψυχῆς δὲ ὀδύνην ἀφαιρουμένους.
η´. (601) Τίνα λέγει τέλειον.
θ´. Τίνα λέγει ὁλόκληρον.
ι´. Ὁ λύπης καὶ ἡδονῆς σαρκὸς πεῖραν λαβών, λέγοιτ᾿ ἂν δόκιμος, ὡς εὐχερείας καὶ δυσχερείας τῶν περὶ σάρκα πραγμάτων πεπειραμένος. Τέλειος δέ, ὁ τὴν ἡδονὴν τῆς σαρκός, καὶ τὴν ὀδύνην τῇ τοῦ λόγου δυνάμει καταπαλαίσας. Ὁλόκληρος δέ, ὁ τὰς κατὰ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν ἕξεις ἀτρέπτους τῇ περὶ τὸν θεῖον συντονίᾳ διατηρήσας.
ια´. Πάσης λύπης συνισταμένης κατὰ ψυχήν, ἡδονὴ σαρκὸς φησι προηγεῖται.
ιβ´. Ὅτι χωρὶς τῆς κατὰ ψυχὴν ἐμπαθοῦς πρὸς αἴσθησιν σχέσεως, ἐν ἀνθρώποις οὐκ ἔστι παντελῶς ἁμαρτία.
ιγ´. Ὅτι ψυχὴν πνευματικῶς εὐφραίνει, φησίν, ὁ τοῖς ἑκουσίοις τὴν σάρκα πόνοις δομάζων.
ιδ´. Ὅτι γένεσίς ἐστιν ἀρετῆς, φησίν, ἡ πρὸς τὴν σάρκα τῆς ψυχῆς ἑκούσιος ἀλλοτρίωσις.
ιε´. Ἐπινοητικὴν λέγει τὴν νοερὰν τῆς ψυχῆς δύναμιν· ἥτις χωριζομένη τῆς κατ᾿ αἴσθησιν σχέσεως, ἔρημον τῆς πρὸς ἡδονὴν τὴν σάρκα καταλιμπάνει προνοίας κατὰ τὴν ἐν γνώμῃ σχέσιν. Οὐδὲ τὴν ὀδύνην τῆς σαρκὸς ἀνεχομένης παραμυθεῖσθαι διὰ τὴν ἐν σχέσει τῆς γνώμης ὁλικὴν περὶ τὰ θεῖα σχολήν.
ιστ´. Ἡ τῆς ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσὶς φησι τῆς κατ᾿ αἴσθησιν ὀδύνης ἀρχὴ γίνεσθαι πέφυκε. Τῆς γὰρ ψυχῆς περὶ τὰ κατὰ φύσιν ἀγαθὰ πονουμένης, οὐκ ἔστιν ἡ τῶν κατ᾿ αἴσθησιν τῆς ἡδονῆς τρόπων ἐφευρίσκουσα δύναμις.
ιζ´. Ὑπόκειται τῇ μὲν αἰσθήσει, τὰ αἰσθητά· τῷ δὲ νῷ, τὰ νοητά. Πολλὴ γοῦν διαφορὰ νοητῶν ἐστι καὶ αἰσθητῶν.
ιη´. Ὁ νοῦς, φησίν, ἅμα τὴν αἴσθησιν οἰκείαν κατὰ φύσιν ἡγήσεται δύναμιν, ταῖς τῶν αἰσθητῶν ἐπιπλεκόμενος ἐπιφανίαις, ἐπινοεῖ τὰς τῆς σαρκὸς ἡδονάς, οὐ δυνάμενος τῶν ὁρατῶν διαβῆναι τὴν φύσιν, τῇ πρὸς τὴν αἴσθησιν ἐμπαθεῖ σχέσει περισχεθείς.
ιθ´. Fr. Ὁ πρὸς τὸν ἑαυτοῦ νόμον, τοὺς τῶν ὄντων κατὰ μίμησιν μεταφέρων νόμους, ἐνάρετον λογίζων τῶν ἐστερημένων λόγου τὴν κίνησιν. Ὁ δὲ τὸν ἑαυτοῦ πρὸς τοὺς νόμους τῶν ἄλλων κατὰ μίμησιν μεταβάλλων, ἐμπαθής· πρὸς ἀλογίαν ἐκφέρων τοῦ λόγου τὴν δύναμιν.
κ´. Ὅτι κρατοῦντος ἐν ἡμῖν τοῦ λόγου φησίν, ἐξ ἀνάγκης ἡ πρὸς ἀρετὴν αὐτῷ δουλωθεῖσα βασανίζεται σάρξ.
κα´. Ψυχῆς ἡ σάρξ, ἀλλ᾿ οὐ σαρκὸς ἡ ψυχή. Τοῦ γὰρ κρείττονὸς φησι τὸν ἧττον· ἀλλ᾿ οὐ τοῦ ἥττονος τὸ κρεῖττον. Οὐκοῦν ἐπειδὴ τῇ σαρκὶ διὰ τὴν παράβασιν ἐνεφύρη τῆς ἁμαρτίας ὁ νόμος, ὅπερ ἐστὶν ἡ κατ᾿ αἴσθησιν ἡδονή, δι᾿ ἣν διὰ πόνων κατεκρίθη τῆς σαρκὸς ὁ θάνατος, εἰς τὴν τοῦ νόμου τῆς ἁμαρτίας ἀναίρεσιν ἐπινενοημένος· ὁ διαγνοὺς ὅτι διὰ τὴν ἁμαρτίαν, εἰς τὴν αὐτῆς ἀναίρεσιν ἐπεισῆλθεν ὁ θάνατος, ἀεὶ χαίρουσαν ἔχει τὴν ψυχὴν διὰ πόνων ποικίλων θεωμένην ἀπογινόμενον τῆς οἰκείας σαρκὸς τὸν νόμον τῆς ἁμαρτίας, πρὸς ὑποδοχὴν τῆς μελλούσης ἐν πνεύματι μακαρίας ζωῆς· ἧς ἄλλως οὐκ (604) ἔστι τυχεῖν, μὴ πρότερον κενωθέντος ὡς ἐξ ἀγγείου τινὸς τῆς σαρκὸς ἐν τῇ παρούσῃ ζωῇ κατὰ τὴν πρὸς αὐτὴν σχέσιν τῆς γνώμης τοῦ νόμου τῆς ἁμαρτίας.
κβ´. Ἡδονὴν λέγει σωτήριον, τὴν ἐπ᾿ ἀρετῇ χαρὰν τῆς ψυχῆς ὠμέλιμον δὲ λύπην, τὴν ὑπὲρ ἀρετῆς ὀδύνην τῆς σαρκός.
κγ´. Ὁ πάθεσι προστετηκὼς καὶ πράγμασιν, ἐφ᾿ ἃ μὴ δεῖ τὰς ὁρμὰς ποιεῖται.
κδ´. Ὁ τὰς ποιητικὰς τῶν παθῶν καὶ τῶν πραγμάτων στερήσεως συμβάσεις οὐκ ἀσπαζόμενος, ἀφ᾿ ὧν μὴ δεῖ τὰς ἀποφυγὰς ποιεῖται.
ΕΡΩΤΗΣΙΣ ΝΘ´.
[Επεξεργασία]Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς [Fr.ἡμᾶς] χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ πόσον καιρὸν ἀδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ· μαρτυρούμενον [Fr. μαρτυρόμενον] τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας· ἐὰν αὐτοὶ οἱ μακάριοι προφῆται ἅπερ ἐκ Πνεύματος ἁγίου ἐνηχήθησαν, ἡμῖν ἐγγράφως κατέλιπον ἐκζητεῖν καὶ ἐρευνῆσαι· πῶς αὐτοὶ ἐκ Πνεύματος ἁγίου ἐνηχούμενοι, καὶ τὰ ἀποκαλυπτόμενα αὐτοῖς συγγράφοντες, ποίαν ἐκζήτησιν καὶ ἐξερεύνησιν ἐξεζήτουν ἢ ἐξηρεύνων.
Ἀπόκρισις.
[Επεξεργασία]Τὰς μὲν ἐκζητικὰς [Fr. ζητητικάς τε καὶ ἐρευνητικάς] τε καὶ ἐξερευνητικὰς τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει καταβεβλημένας αὐτῇ παρὰ τοῦ κτίσαντος, κατ᾿ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον, ἡ τῶν ἀνθρώπων φύσις· τὰς δὲ τῶν θείων ἀποκαλύψεις, κατὰ χάριν ἡ τοῦ παναγίου Πνεύματος ἐπιφοιτῶσα ποιεῖται δύναμις· Ἐπειδὴ δὲ καταρχὰς διὰ τῆς ἁμαρτίας τῇ φύσει τῶν ὁρατῶν ταύτας ὁ πονηρὸς προσήλωκε τὰς δυνάμεις· καὶ οὐκ ἦν ὁ συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν, πάντων τῶν μετειληφότων τῆς φύσεως τὴν νοεράν τε καὶ λογικὴν δύναμιν ἐχόντων περιγεγραμμένην τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν, καὶ μηδεμίαν κεκτημένων ἔννοιαν τῶν ὑπὲρ αἴσθησιν· εἰκότως ἡ τοῦ παναγίου Πνεύματος χάρις τοῖς μὴ κατὰ πρόθεσιν ἐνδιαθέτως ὑπὸ τὴν ἀπάτην γενομένοις, τῶν ὑλικῶν ἀφηλώσασα τὴν προσηλωμένην ἀπεκατέστησε δύναμιν· ἣν καθαρὰν ἀπολαβόντες διὰ τῆς χάριτος, πρῶτον ἐζήτησαν καὶ ἠρεύνησαν, καὶ οὕτως ἐξεζήτησαν καὶ ἐξηρεύνησαν· διὰ τῆς αὐτῆς δηλαδὴ τοῦ Πνεύματος χάριτος.
Οὐ γὰρ θέμις εἰπεῖν, ὡς μόνη καθ᾿ ἑκάστην ἡ χάρις ἐνήργει τοῖς ἁγίοις τὰς γνώσεις τῶν μυστηρίων, χωρὶς τῶν τῆς γνώσεως δεκτικῶν κατὰ φύσιν δυνάμεων. Ἐπεὶ μὴ συνιέντας εἰσάγομεν τοὺς ἁγίους Προφήτας τῶν δοθέντων αὐτοῖς ὑπὸ τοῦ παναγίου Πνεύματος φωτισμῶν τὴν δύναμιν· καὶ πῶς ἀληθὴς ὁ φάσκων ἐστὶ λόγος, Ὅτι ὁ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος. Οὔτε μὴν δίχα τῆς τοῦ παναγίου Πνεύματος χάριτος, μόνῃ τῇ κατὰ φύσιν δυνάμει ζητήσαντες τὴν ἀληθῆ τῶν ὄντων ἀπειλήφασιν γνῶσιν· ἐπειδὴ περιττὴ δειχθήσεται τοῖς ἁγίοις ἡ τοῦ Πνεύματος ἐπιφοίτησις, κατὰ μηδὲν αὐτοῖς (605) συνεργοῦσα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. Καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος, Ὅτι πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων· καὶ τό, Ἑκάστῳ δέδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ φησί, διὰ τοῦ Πνεύματος δόδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ δέ, πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δέ, χαρίσματα ἰαμάτων, καὶ τὰ ἑξῆς. Οἷς ἐπάγει, Πάντα δὲ ἐνεργεῖ τὸν ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Βούλεται δὲ τὸ ἑκάστῳ δηλονότι συμφέρον, εἰς πληροφορίαν τῆς ἀπαθοῦς τῶν ἐπιζητούντων τὰ θεῖα ἐφέσεως. Ὁ γὰρ ἀπαθῶς τὰ θεῖα ζητῶν, πάντως λήψεται τὸ ζητούμενον. Ὁ δὲ μετά τινος πάθους αἰτῶν, ὡς κακῶς ζητῶν, ἀποτεύξεται τοῦ ζητουμένου. Φησὶ γάρ· Αἰτεῖσθε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.
Οὐκοῦν οὔτε ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἐνεργεῖ σοφίαν ἐν τοῖς ἁγίοις, χωρὶς τοῦ ταύτην δεχομένου νοός· οὔτε γνῶσιν, χωρὶς τῆς δεκτικῆς τοῦ λόγου δυνάμεως· οὔτε πίστιν, ἄνευ τῆς κατὰ νοῦν καὶ λόγον τῶν μελλόντων καὶ πᾶσι τέως ἀδήλων πληροφορίας· οὔτε ἰαμάτων χαρίσματα, δίχα τῆς κατὰ φύσιν φιλανθρωπίας· οὔτε τι ἕτερον τῶν λοιπῶν χαρισμάτων, χωρὶς τῆς ἑκάστου δεκτικῆς ἕξεώς τε καὶ δυνάμεως· οὔτε μὴν πάλιν ἓν τῶν ἀπηριθμημένων ἄνθρωπος κτήσεται κατὰ δύναμιν φυσικήν, δίχα τῆς χορηγούσης ταῦτα θείας δυνάμεως.
Καὶ δηλοῦσι τοῦτο σαφῶς πάντες οἱ ἅγιοι, μετὰ τὰς ἀποκαλύψεις τῶν θείων ζητοῦντες τῶν ἀποκαλυφθέντων τοὺς λόγους. Ἀβράαμ γὰρ λαβὼν τὴν ἐπαγγελίαν τῆς κληρονομίας τῆς δειχθείσης αὐτῷ γῆς, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ· Ἐγὼ ὁ Θεός, ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτὴν οὐκ ἠρκέσθη λαβὼν ὅπερ ἐκζητῶν ἐξῆλθεν ἐκ γῆς Χαλδαίων· ἀλλ᾿ ἠρεύνησε μαθεῖν ποθῶν καὶ τὸν τρόπον τῆς κληρονομίας, λέγων πρὸς τὸν Θεόν· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; Καὶ Μωϋσῆς λαβὼν τῶν σημείων καὶ τῶν τεράτων τὴν δύναμιν, ἐζήτει καὶ τοὺς τρόπους διδαχθῆναι καὶ τοὺς λόγους, καθ᾿ οὓς ἔδει τῶν δοθέντων σημείων ἀποδειχθῆναι τὴν πίστωσιν. Καὶ ἔθετο ἐν αὐτοῖς, φησὶν ὁ μέγας Δαβίδ, τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ, ἐν γῇ Χάμ. Καὶ πάλιν αὐτὸς περὶ ἑαυτοῦ φησι πρὸς τὸν Θεὸν βοῶν ὁ μέγας Δαβίδ· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιὰ σου ἐκ τοῦ νόμου σου. Καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Καὶ Δανιὴλ ὁ μέγας ἀνὴρ τῶν ἐπιθυμιῶν, τῶν θείων ὁράσεων, ὑπὲρ ὧν τρεῖς ἑβδομάδας ἡμερῶν ἐτέλεσεν ἄσιτος, τοὺς λόγους ἐκζητῶν, ἀκούει ἀγγέλου πρὸς Ἄγγελον [Al. πρὸς ἄλλον ἄγγελον] λέγοντος, (608) Συνέτισον ἐκεῖνον τὴν ὅρασιν· Καὶ Ζαχαρίας ὁ μέγας Προφήτης, δι᾿ ὅλης τῆς αὐτοῦ προφητείας, καθ᾿ ἑκάστην ὅρασιν τὸν ἐν αὐτῷ λαλοῦντα ἄγγελον εἰσάγει, δεικνύοντά τε τὰς ὁράσεις, καὶ διδάσκοντα τοὺς τῶν ὁράσεων λόγους, φάσκων· Καὶ ἔδειξέ μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπα τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοί, Κύριε, τί ἐστι ταῦτα;
Καὶ δῆλον ἐντεῦθεν, ὅτι πάντες οἱ ἅγιοι καὶ ἐδέχοντο ὑπὸ τοῦ Πνεύματος ἀποκαλύψεις, καὶ ἐζήτουν ἀποκαλυφθῆναι τῶν ἀποκαλυφθέντων τοὺς λόγους· καὶ ὅτι τοῦ Πνεύματος ἡ χάρις οὐδαμῶς τῆς φύσεως καταργεῖ τὴν δύναμιν, ἀλλὰ μᾶλλον καταργηθεῖσαν τῇ χρήσει τῶν παρὰ φύσιν τρόπων, ἐνεργὸν ἐποίει πάλιν τῇ χρήσει τῶν κατὰ φύσιν, πρὸς τὴν τῶν θείων κατανόησιν εἰσάγουσα.
Ζητεῖ γὰρ ἐν ἡμῖν τὴν τῶν ὄντων γνῶσιν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐρευνᾷ· ἀλλ᾿ οὐχ ἑαυτῷ ζητεῖ τὸ ζητούμενον· ὅτι Θεός, καὶ πάσης ἐπέκεινα γνώσεως· ἀλλ᾿ ἡμῖν τοῖς δεομένοις τῆς γνώσεως. Ὣσπερ ἀμέλει καὶ ὁ Λόγος γίνεται σάρξ· οὐχ ἑαυτῷ, ἀλλ᾿ ἡμῖν τὸ διὰ τῆς σαρκώσεως ἐξανύων μυστήριον. Ὡς γὰρ χωρὶς σαρκὸς νοερῶς ἐμψυχωμένης οὐκ ἐνήργει θεοπρεπῶς τὰ κατὰ φύσιν τῆς σαρκὸς ὁ Λόγος· οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς ἁγίοις ἐνεργεῖ τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῆς κατὰ φύσιν ζητούσης τε καὶ ἐρευνώσης τὴν γνῶσιν δυνάμεως. Εἶτε οὖν ἐζήτουν ἢ ἐξεζήτουν, εἴτε ἠρεύνων ἢ ἐξηρεύνων οἱ ἅγιοι, τὴν χάριν εἶχον τοῦ Πνεύματος κινοῦσαν αὐτῶν τὴν νοερὰν καὶ λογικὴν δύναμιν πρὸς ζήτησιν καὶ ἔρευναν τῆς τῶν ψυχῶν σωτηρίας· καὶ χωρὶς τοῦ Πνεύματος οὐδὲν παντελῶς ἐθεώρουν πνευματικόν· ὅτι μηδὲ πέφυκεν ὁ ἀνθρώπινος νοῦς ἀνευ θείου φωτὸς τῶν θείων καὶ νοητῶν ἀντιλαμβάνεσθαι.
Ὡς γὰρ οὐκ ἔστι χωρὶς ἡλιακοῦ φωτὸς ὀφθαλμὸν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν· οὕτω δίχα πνευματικοῦ φωτός, νοῦς ἀνθρώπινος οὔποτ᾿ ἂν δέξαιτο θεωρίαν πνευματικήν. Τὸ μὲν γάρ, φωτίζει κατὰ φύσιν τὴν αἴσθησιν πρὸς τὴν τῶν σωμάτων ἀντίληψιν· τὸ δέ, τὴν πρὸς θεωρίαν τὸν νοῦν καταυγάζει πρὸς κατανόησιν τῶν ὑπὲρ αἴσθησιν. Σωτηρία δὲ τῶν ψυχῶν κυρίως ἐστὶ τὸ τέλος τῆς πίστεως. Τέλος δὲ πίστεώς ἐστιν, ἡ τοῦ πιστευθέντος ἀληθὴς ἀποκάλυψις. Ἀληθὴς δὲ τοῦ πιστευθέντος ἐστιν ἀποκάλυψις, ἡ κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως ἄῤῥητος τοῦ πεπιστευμένου περιχώρησις. Περιχώρησις δὲ τοῦ πεπιστευμένου καθέστηκεν, ἡ πρὸς τὴν οἰκείαν [Reg. Et. Fr. non habent οἰκείαν] ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδος. Ἡ δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδός ἐστιν, ἡ τῆς ἐφέσεως πλήρωσις. Ἐφέσεως δὲ πλήρωσίς ἐστιν, ἡ περὶ τὸ ἐφετὸν τῶν ἐφιεμένων ἀεικίνητος στάσις. Ἀεικίνητος δὲ στάσις περὶ τὸ ἐφετὸν τῶν ἐφιεμένων ἐστίν, ἡ τοῦ ἐφετοῦ διηνεκὴς καὶ ἀδιάστατος ἀπόλαυσις, ἀπόλαυσις δὲ διηνεκὴς καὶ ἀδιάστατος τοῦ ἐφετοῦ, ἡ τῶν ὑπὲρ φύσιν θείων καθέστηκε μέθεξις. Μέθεξις δὲ τῶν ὑπὲρ φύσιν θείων ἐστὶν ἡ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσις. (609) Ἡ δὲ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσίς ἐστιν, ἡ κατ᾿ ἐνέργειαν πρὸς αὐτὸ τὸ μετεχόμενον τῶν μετεχόντων δι᾿ ὁμοιότητος ἐνδεχομένη ταυτότης. Ἡ δὲ τῶν μετεχόντων ἐνδεχομένη κατ᾿ ἐνέργειαν δι᾿ ὁμοιότητος πρὸς τὸ μετεχόμενον ταυτότης ἐστίν, ἡ θέωσις τῶν ἀξιουμένων θεώσεως· ἡ δὲ θέωσίς ἐστι, καθ᾿ ὑπογραφῆς λόγον πάντων τῶν χρόνων καὶ τῶν αἰώνων, καὶ τῶν ἐν χρόνῳ καὶ αἰῶνι περιοχὴ καὶ πέρας. Περιοχὴ δὲ καὶ πέρας τῶν χρόνων καὶ τῶν αἰώνων ἐστί, καὶ πάντων τῶν ἐν αὐτοῖς, ἡ τῆς ἀκραιφνοῦς καὶ κυρίως ἀρχῆς, πρὸς τὸ κυρίως τέλος καὶ ἀκραιφνὲς ἐν τοῖς σωζομένοις ἀδιάστατος ἑνότης· ἀδιάστατος δὲ τῆς ἀκραιφνοῦς τε καὶ ἀρχῆς καὶ τέλους ἑνότης ἐν τοῖς σωζομένοις ἐστίν, ἡ κρείττων τῶν οὐσιωδῶς ἀρχῇ τε καὶ τέλει μεμετρημένων τῶν κατὰ φύσιν ἔκβασις. Ἔκβασι δὲ τῶν κατὰ φύσιν τῶν κατ᾿ ἀρχήν τε καὶ τέλος περιγεγραμμένων ἐστίν, ἡ ἄμεσος καὶ ἄπειρος, καὶ ἐπ᾿ ἄπειρον ἐν τοῖς ἀξιωθεῖσι τῆς κατὰ τὸ κρεῖττον νοουμένης τῶν κατὰ φύσιν ἐκβάσεως, ἐνέργεια τοῦ Θεοῦ πανσθενὴς καὶ ὑπερδύναμος. Ἄμεσος δὲ καὶ ἄπειρος καὶ ἐπ᾿ ἄπειρον ἐνέργεια τοῦ Θεοῦ πανσθενής ἐστι καὶ ὑπερδύναμος, ἡ κατὰ τὴν ἄφθεγκτον καὶ ὑπὲρ νόησιν ἕνωσιν, ἄῤῥητός τε καὶ ὑπεῤῥάρητος ἡδονὴ καὶ χαρὰ τῶν ἐνεργουμένων· ἧς οὐκ ἔστι νοῦν ἢ λόγον παντάπασιν, ἢ νόησιν ἢ ῥῆσιν ἐν τῇ φύσει τῶν ὄντων εὑρεῖν.
Οὐκ ἔχει γὰρ ἡ φύσις τῶν ὑπὲρ φύσιν τοὺς λόγους· ὥσπερ οὐδὲ τῶν παρὰ φύσιν τοὺς νόμους. Ὑπὲρ φύσιν δὲ λέγω, τὴν θείαν καὶ ἀνεννόητον ἡδονήν, ἣν ποιεῖν πέφυκεν ὁ Θεὸς φύσει, κατὰ τὴν χάριν τοῖς ἀξίοις ἑνούμενος· παρὰ φύσιν δέ, τὴν κατὰ στέρησιν ταύτης συνισταμένην ἀνεκλάλητον ὀδύνην· ἣν ποιεῖν εἴωθεν ὁ Θεὸς φύσει, παρὰ τὴν χάριν τοῖς ἀναξίοις ἑνούμενος· κατὰ γὰρ τὴν ὑποκειμένην ἑκάστῳ ποιότητα τῆς διαθέσεως ὁ Θεὸς τοῖς πᾶσιν ἑνούμενος, ὡς οἶδεν αὐτός, τὴν αἴσθησιν ἑκάστῳ παρέχεται, καθὼς ἐστιν ἕκαστος ὑφ᾿ ἑαυτοῦ διαπεπλασμένος πρὸς ὑποδοχὴν τοῦ πάντως πᾶσιν ἑνωθησομένου κατὰ τὸ πέρας τῶν αἰώνων.
Σωτηρίαν δὲ ψυχῶν, ὡς οἶμαι, τυχὸν ὁ τῶν ἀποστόλων ἀκρότατος ἔφη Πέτρος, ὡς πίστεως τέλος, τῶν ὑπὲρ φύσιν τὴν μέθεξιν. Περὶ ἧς σωτηρίας, διὰ Πνεύματος ἁγίου δηλαδὴ σαφῶς, ἐξεζήτησαν προφῆται, καὶ ἐξηρεύνησαν, εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρούμενον [Seg. Fr. μαρτυρόμενον] τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας. Οὐκοῦν τοὺς ἐκζητοῦντας ἐν Πνεύματι τὴν τῶν ψυχῶν σωτηρίαν, καὶ ἐξερευνῶντας τοὺς ταύτης πνευματικοὺς τῆς σωτηρίας λόγους τε καὶ τρόπους, ὁδηγεῖ πρὸς κατανόησιν τὸ Πνεῦμα τὸ ἅγιον· οὐκ ἐῶν ἀκίνητον ἐν αὐτοῖς μένειν καὶ ἀνενέργητον, τὴν δι᾿ ἧς ἐκζητεῖν τὰ θεῖα πεφύκασι δύναμιν.
Πρῶτον μὲν αὐτοὺς διδάσκον ζητῆσαι τὴν κατὰ (612) τὴν ἁμαρτίαν τῆς προαιρέσεως, ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νέκρωσιν· καὶ τὴν κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως, ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἀναβίωσιν· ἐρευνῆσαι δέ, τῆς κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως, ἢ τῆς κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νεκρώσεως τοὺς τρόπους· ὡσαύτως δὲ καὶ τῆς κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως, ἢ τῆς ἀρετῆς κατὰ τὴν προαίρεσιν ἀναστάσεως τοὺς λόγους· δι᾿ ὧν τρόπων τὲ φημι καὶ λόγων, ἡ κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας, ἢ ἡ κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως νέκρωσις· καὶ ἡ κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς, ἢ τῆς προαιρέσεως κατὰ τὴν ἀρετὴν ἀνάστασις πέφυκε γίνεσθαι· ἔχουσα προδήλως κατὰ τὸν αἰῶνα τοῦτον (ὃν καιρὸν προσηγόρευσεν ὁ λόγος) τὰ εἰς Χριστόν, ἤτοι ὑπὲρ Χριστοῦ περὶ φύσιν παθήματα· ἅπερ αὐτοῖς προεμαρτύρετο τὸ Πνεῦμα τὸ ἅγιον· ἵνα γένωνται σύμφυτοι τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ κατὰ τὴν νέκρωσιν τῆς ἁμαρτίας, καὶ τῆς ἀναστάσεως κατὰ τὴν ἐνέργειαν τῆς ἀρετῆς.
Δεῖ γὰρ ὡς ἀληθῶς τὸν σωθησόμενον, μὴ μόνον τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ αὐτὴν τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ· καὶ μὴ μόνον ἀναστῆσαι τῇ ἀρετῇ τὴν προαίρεσιν, ἀλλὰ καὶ αὐτὴν [al. αὐτῇ] τῇ προαιρέσει τὴν ἀρετήν· ἵνα νεκρὰ νεκρᾶς ὅλη ὅλης διαιρεθεῖσα τῆς ἁμαρτίας, μὴ αἰσθάνηται· καὶ ζῶσα ζώσης ὅλη ὅλης τῆς ἀρετῆς ἐπαισθάνηται καθ᾿ ἕνωσιν ἀδιάσπαστον [al. ἀδιάστατον], ἡ προαίρεσις.
Ταῦτα μὲν τυχὸν πρῶτον ζητήσαντες, καὶ ἐρευνήσαντες οἱ ἅγιοι διὰ τοῦ Πνεύματος ἁγίου, τὴν πρακτικὴν κατώρθωσαν φιλοσοφίαν· μεθ᾿ ἣν οἷα δὴ καθαροὶ γεγονότες, καὶ παντὸς ἐλεύθεροι μολυσμοῦ, πρὸς τὸ τέλος τῶν ὄντων ὑπὸ τοῦ αὐτοῦ Πνεύματος τὸ νοερὸν ἐκίνησαν ὄμμα τῆς ψυχῆς· ἐκζητοῦντες μετὰ τὴν προαιρετικὴν ἀνάστασιν, καὶ τὴν τῆς φύσεως ἀφθαρσίαν· καὶ ἐξερευνῶντες τούς τε τρόπους καὶ τοὺς λόγους τῆς κατ᾿ αὐτὴν θεοπρεποῦς ἀθανασίας. Οὐ γὰρ ἐζήτουν ἔτι τὴν ἀνάστασιν τῆς προαιρέσεως, ἣν ἤδη κατὰ τὴν πρακτικὴν λαβόντες εἶχον παρὰ τοῦ Πνεύματος· οὐδὲ τοὺς κατ᾿ αὐτὴν ἠρεύνων τρόπους· ἀλλ᾿ ἣν οὐκ εἶχον τῆς φύσεως ἐξεζήτουν ἀφθαρσίαν· καὶ τοὺς τρόπους καὶ τοὺς λόγους τῆς κατ᾿ αὐτὴν ἐξηρεύνων θεώσεως· πρὸς ἣν ἠπείγοντο, τῆς κατ᾿ αὐτὴν ἐν Χριστῶ δόξης ἐπιθυμοῦντες· ἵνα ὥσπερ συνέπαθον αὐτῷ κατὰ τὸν αἰῶνα τοῦτον· ὅν, ὡς ἔφην, καιρὸν ὠνόμασεν ὁ Λόγος· οὕτω καὶ συνδοξασθῶσι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, κληρονόμοι μὲν ὑπὲρ φύσιν Θεοῦ, κατὰ τὴν χάριν, συγκληρονόμοι δὲ Χριστοῦ κατ᾿ οἰκονομίαν, τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, τὴν ὅλην οἰκειουμένου φύσιν, γινόμενοι.
Θεὸς γὰρ ὑπάρχων φύσει καὶ ἄνθρωπος ὁ Χριστός, ὑφ᾿ ἡμῶν ὡς Θεὸς ὑπὲρ φύσιν χάριτι κληρονομεῖται, κατὰ τὴν ἄῤῥητον μέθεξιν· καὶ δι᾿ ἡμᾶς ἐν εἰδει τῷ καθ᾿ ἡμᾶς ὡς ἄνθρωπος ἡμᾶς οἰκειούμενος, ἑαυτὸν κληρονομεῖ σὺν ἡμῖν, κατὰ τὴν ἀνεννόητον συγκατάβασιν· ὃν τῷ Πνεύματι μυστικῶς οἱ ἅγιοι προθεωρήσαντες, ἐδιδάχθησαν ὡς χρὴ τῆς κατὰ τὸ (613) μέλλον φανησομένης διὰ τὴν ἀρετὴν ἐν Χριστῶ δόξης, τὰ εἰς αὐτὸν ὑπὲρ ἀρετῆς κατὰ τὸ παρὸν προκαθηγεῖσθαι παθήματα. Ἐρευνῶντες γάρ, φησίν· Εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου, τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρούμενον [Fr. προμαρτυρόμενον] τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.
Οὐκοῦν καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων, οὐ μόνον τὴν ἀφθαρσίαν τῆς φύσεως, καὶ τοὺς λόγους τῆς κατ᾿ αὐτὴν ἐκθεώσεως, ἀλλὰ δὴ καὶ τὸν καιρόν, καθ᾿ ὃν ἡ διὰ παθημάτων ὑπὲρ αὐτῆς δοκιμασία γενήσεται· φανερὰν ποιουμένη τῶν τε κατὰ ἀλήθειαν αὐτῆς ἐφιεμένων τήνδιάθεσιν [Marg. κατὰ χάριν θεώσεως δηλονότι], καὶ τῶν καθ᾿ ὑπόκρισιν αὐτῆς ἐφιεμένων τὴν πρόθεσιν. Καὶ τὸν ἄλλον καιρὸν ἤγουν αἰῶνα, καθ᾿ ὃν παροῦσα φανήσεται κατ᾿ ἐνέργειαν [Marg. ἡ κατὰ χάριν θέωσις δηλονότι]. Πάντας ἀναλόγως καθ᾿ ὃ ἕκαστός ἐστιν αὐτῆς δεκτικὸς μεταποιοῦσα πρὸς τὴν θείαν ὁμοίωσιν· ἣν δόξαν τυχὸν τοῖς ὑπὲρ ἀρετῆς μεθεπομένην πόνοις προσεῖπεν ὁ λόγος.
Ταῦτα μὲν ἐρεῖ τις ἀπολογούμενος πρὸς τὸν λέγοντα, τί δὴ ποτε μὴ ζήτησιν καὶ ἐρεύνησιν· ἀλλ᾿ ἐκζήτησιν ἐνταῦθα καὶ ἐξερεύνησιν εἶπεν ἡ Γραφή· κατὰ τὸν πρόχειρον νοῦν ἐμφαντικῶς προδεικνύμενος. Ἐγὼ δὲ καὶ ἄλλον οἶδα παρά τινος σοφοῦ λόγον ἀκούσας· ἔλεγε γὰρ ἐκεῖνος, μυστικώτερον τὸν περὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς τε ζητήσεως καὶ ἐκζητήσεως λόγον ποιούμενος· πρὸς μὲν τὴν ἀρχὴν τετάχθαι φυσικῶς τὴν ζήτησιν, πρὸς δὲ τὸ τέλος τὴν ἐκζήτησιν. Οὐ γὰρ τις φυσικῶς ἐκζητεῖ τὴν ἀρχήν, ὥσπερ οὐδὲ ζητεῖ φυσικῶς τὸ τέλος· ἀλλὰ τὴν μὲν ἀρχὴν ζητεῖ, τὸ δὲ τέλος ἐκζητεῖ. Ἀφ᾿ οὗ γάρ, ἔφασκεν, ἅμα τῷ εἶναι διὰ τῆς παρακοῆς τὴν οἰκείαν ἀρχὴν ὀπίσω ποιήσας ὁ ἄνθρωπος, ζητεῖν οὐκ ἠδύνατο τὸ κατόπιν αὐτοῦ γεγενημένον· καὶ ἐπειδὴ φυσικῶς ἡ ἀρχὴ περιγράφει τῶν ὑπ᾿ αὐτῆς γεγενημένων τὴν κίνησιν, εἰκότως προσηγρεύθη καὶ τέλος, εἰς ὅπερ ὡς αἰτίαν τῆς τῶν κινουμένων κινήσεως δέχεται πέρας ὁ δρόμος.
Ἐκζητῶν οὖν τὸ ἑαυτοῦ τέλος ὁ ἄνθρωπος, εἰς τὴν ἀρχὴν καταντᾷ, φυσικῶς ἐν τῷ τέλει τυγχάνουσαν· ἧς ἀπολιπὼν τὴν ζήτησιν, τὴν αὐτῆς ὡς τέλους φύσει μετῆλθεν ἐκζήτησιν. Οὐ γὰρ ἦν αὐτῆς διαφυγεῖν τὴν περιγραφήν, πανταχόθεν αὐτὸν περιϊσταμένην, καὶ τὴν αὐτοῦ περιορίζουσαν κίνησιν. Οὐκ ἦν οὖν ζητῆσαι τὴν ἀρχήν, ὡς ἔφην, ὀπίσω γεγενημένην· ἀλλ᾿ ἐκζητῆσαι τὸ τέλος ἔμπροσθεν ὑπάρχον· ἵνα γνῷ διὰ τοῦ τέλους τὴν ἀπολειφθεῖσαν ἀρχήν, ἐπειδὴ μὴ ἔγνω τὸ τέλος ἐκ τῆς ἀρχῆς.
Καὶ τοῦτο τυχὸν ὁ σοφὸς μυσταγωγῶν Σολομῶν, φησί· Τί τὸ γεγενημένον· αὐτὸ τὸ γενησόμενον. (616) Καί, Τί τὸ πεποιημένον· αὐτὸ τὸ ποιηθησόμενον· ὡσανεὶ σοφῶς [Fr. ὡς ἀεὶ σοφῶς] τὴν ἀρχὴν ἐκ τοῦ τέλους δεικνύς. Οὐκ ἔτι γὰρ μετὰ τὴν παράβασιν δείκνυται τὸ τέλος ἐκ τῆς ἀρχῆς, ἀλλ᾿ ἡ ἀρχὴ ἐκ τοῦ τέλους· οὐδὲ ζητεῖ τις τοὺς τῆς ἀρχῆς λόγους, ἀλλ᾿ ἐκζητεῖ τοὺς πρὸς τὸ τέλος τοὺς κινουμένους [Mrg. λόγοις δηλονότι] ἀπάγοντας.
Εἰ δὲ τις ὅτι πολλαχοῦ τῆς Γραφῆς ἡ ζήτησις εἴρηται, ὡς τό· Ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν· καί, Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ· βεβαίαν οὐχ ἡγεῖται ταύτην τὴν ἔννοιαν, αὐτόθεν ἔχει νουνεχῶς ἐπισκήπτων τῶν λεχθέντων τὴν πίστωσιν· εἰπὼν γὰρ ὁ Λόγος· Ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν, ἐν τῷ τέλει τὴν ἀρχὴν διῶξαι παρηγγύησε. Καὶ τὴν βασιλείαν ἀρχὴν οὖσαν, διὰ τῆς δικαιοσύνης ὡς τέλους τῆς βασιλείας ἐκζητῆσαι παρεκελεύσατο. Βασιλεία γὰρ Θεοῦ, πρὸ πάσης ἐστὶ δικαιοσύνης· μᾶλλον δὲ κυριώτερον εἰπεῖν, αὐτοδικαιοσύνη· πρὸς ἣν ὡς τέλος ἐπείγεται πᾶσα σπουδαίου κίνησις. Ἡ γὰρ δικαιοσύνη ἐστὶν ἡ τοῦ ἴσου κατ᾿ ἀξίαν ἑκάστῳ διανέμησις· βασιλεία δέ, ἔννομός ἐστιν ἐπιστασία. Ἄρα ταυτὸν τῇ βασιλείᾳ ἡ δικαιοσύνη· δι᾿ ἧς ὡς τέλους ὁδεύειν τοῖς βουλομένοις ἐστὶν εὐμαρές, ὡς πρὸς ἀρχὴν τὴν βασιλείαν. Δικαιοσύνη γὰρ ἐστί, βασιλεία ἐνεργουμένη· καὶ βασιλεία δικαιοσύνη ἐστὶ δι᾿ ἔργων κεκυρωμένη· τὸ γὰρ ἐννόμως ἐπιστατεῖν τοῖς οὖσι, διανέμειν ἐστὶν ἑκάστῳ τὰ πρὸς ἀξίαν· καὶ τὸ διανέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν, ἔννομός ἐστι τῶν ὄντων ἐπιστασία. Οὐκοῦν οὐδὲν τῆς κατὰ νοῦν τῆς ἁγίας Γραφῆς ὁμαλότητος, ἡ κατὰ τὴν λέξιν διαφορὰ παρεσάλευσε, παρὰ τοῖς σοφοῖς δηλαδὴ τῶν θείων νοήμοσιν.
Εἰ δὲ καθ᾿ ἕτερον βούλοιτὸ τις ἐκδέχεσθαι τρόπον τήν τε ζήτησιν καὶ ἐρεύνησιν, καὶ τὴν ἐκζήτησιν καὶ τὴν ἐξερεύνησιν· εὑρήσει τὴν μὲν ζήτησιν καὶ τὴν ἐκζήτησιν περὶ τὸν νοῦν κινουμένας· τὴν δὲ ἐρεύνησιν καὶ τὴν ἐξερεύνησιν περὶ τὸν λόγον. Ζητεῖ γὰρ φυσικῶς ὁ νοῦς, ἐρευνᾷ δὲ κατὰ φύσιν ὁ λόγος. Ζήτησις γάρ ἐστιν, ἵν᾿ ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, ἁπλῆ τοῦ νοὸς πρὸς τι γνωστὸν μετ᾿ ἐφέσεως κίνησις· ἐρεύνησις δὲ ἐστιν ἁπλῆ τοῦ λόγου περὶ τι γνωστὸν μετά τινος ἐννοίας διάκρισις. Ἐκζήτησις δὲ ἐστιν ἡ κατ᾿ ἐπιστήμην τοῦ νοὸς γνωστικὴ πρὸς τι γνωστὸν μετα ποιᾶς, ἤγουν τοιᾶςδε ἐφέσεως κίνησις· ἐξερεύνησις δέ ἐστιν, ἡ τοῦ λόγου κατ᾿ ἐνέργειαν περὶ τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶςδε ἐννοίας διάκρισις· οὓς τινας ὅρους ἐπὶ τὰ θεῖα μεταφέροντες, φαμέν, ὅτι ζήτησίς ἐστιν ἡ τοῦ νοῦ πρώτη τε καὶ ἁπλῆ πρὸς τὴν ἰδίαν αἰτίαν μετ᾿ ἐφέσεως κίνησις· ἐρεύνησις δέ ἐστιν, ἡ πρώτη καὶ ἁπλῆ τοῦ λόγου περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἐννοίας διάκρισις. Ἐκζήτησις δὲ πάλιν ἐστίν, ἡ τοῦ νοῦ κατ᾿ ἐπιστήμην γνωστικὴ πρὸς τὴν ἰδίαν αἰτίαν μετά τινος ζεούσης ἐφέσεως κίνησις. Ἐξερεύνησις δὲ ἐστιν, ἡ τοῦ λόγους κατ᾿ ἐνέργειαν τῶν ἀρετῶν περὶ τὴν ἰδίαν (617) αἰτίαν μετά τινος ἔμφρονος καὶ σοφῆς ἐννοίας γινομένη διάκρισις.
Οὐκοῦν καὶ οἱ ἅγιοι προφῆται περὶ τῆς σωτηρίας τῶν ψυχῶν ἐκζητήσαντές τε καὶ ἐξερευνήσαντες, διάπυρον εἶχον καὶ ζέουσαν μετ᾿ ἐπιστήμης καὶ γνώσεως πρὸς τὸν Θεὸν τὴν τοῦ νοῦ κατ᾿ ἔφεσιν κίνησιν, καὶ ἔμφρονα καὶ σοφὴν τὴν τοῦ λόγου κατὰ τὴν ἐνέργειαν τῶν θείων διάκρισιν οὓς οἱ μιμούμενοι μετὰ γνώσεως καὶ ἐπιστήμης τὴν τῶν ψυχῶν ἐκζητοῦσι σωτηρίαν καὶ μετὰ φρονήσεως καὶ σοφίας ἐξερευνῶντες, μετέρχονται τὴν ἐν τοῖς θείοις ἔργοις διάκρισιν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Οὔτε ἡ θείας χάρις φησὶν ἐνεργεῖ φωτισμοὺς γνώσεως, οὐκ ὄντος τοῦ κατὰ δύναμιν φυσικὴν δεχομένου τὸν φωτισμόν· οὔτε μὴ τὸ δεκτικὸν δίχα τῆς χορηγούσης χάριτος τὸν φωτισμὸν ἐνεργεῖ γνώσεως.
β´. Ὁ δίχα πάθους αἰτῶν λαμβάνει τὴν τοῦ ἐνεργεῖν δύνασθαι χάριν κατὰ τὴν πρᾶξιν τὰς ἀρετάς· καὶ ὁ ζητῶν ἀπαθῶς, εὑρίσκει κατὰ τὴν φυσικὴν θεωρίαν τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν· καὶ ὁ κρούων ἀπαθῶς τὴν θύραν τῆς γνώσεως, ἀκωλύτως εἰς τὴν ἀπόκρυφον τῆς μυστικῆς θεολογίας εἰσελεύσεται χάριν.
γ´. Ὁ νοῦς σοφίας ὄργανὸν φησιν· ὁ λόγος, γνώσεως· ἡ κατ᾿ ἄμφω πληροφρία, τῆς κατ᾿ ἄμφω συνισταμένης πίστεως· τοῦ δὲ τῶν ἰαμάτων χαρίσματος, ἡ φυσικὴ φιλανθρωπία. Πᾶν γὰρ χάρισμα θεῖον, ἐπιτήδειον ἐν ἡμῖν ἔχει καὶ προσφυὲς ὥσπερ δύναμιν ἢ διάθεσιν ὄργανον δεκτικόν. Οἷον ὁ τὸν νοῦν πάσης αἰσθητῆς φαντασίας ποιήσας καθαρόν, δέχεται σοφίαν· ὁ δὲ τὸν λόγον τῶν ἐμφύτων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, καταστάσας Δεσπότην, δέχεται γνῶσιν· ὁ δὲ τὴν κατὰ νοῦν καὶ λόγον περὶ τὸ Θεῖον ἀσάλευτον πληροφορίαν ἔχων, τὴν πάντα δυναμένην δέχεται πίστιν· ὁ δὲ τὴν φυσικὴν κατορθώσας φιλανθρωπίαν, μετὰ τὴν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν, ἰαμάτων δέχεται χαρίσματα.
δ´. Τὸ αἰσθητὸν φῶς δῆλον ὅτι.
ε´. Τὸ πνευματικὸν φῶς δῆλον ὅτι.
στ´. Τῶν πρὸς Θεόν, δηλονότι κινουμένων.
ζ´. Ὁ τοῦ εἶναι λόγος τὸν Θεὸν ὡς ἀρχὴν φυσικὴν ἐπιφέρεται, φησίν· καὶ ὁ τοῦ εὖ εἶναι λόγος, τὸν Θεὸν ὡς τέλος, πρὸς ὃν ἐπείγεται γνωμικῶς, πᾶς ὁ τὴν ἔφεσιν εἰς Θεὸν ἀναπλάσαι γλιχόμενος· ὧν ἑνότης ἐστίν, ὁ τοῦ εὖ εἶναι λόγος κατὰ χάριν παραγινόμενος, καὶ τὸν Θεὸν ἐπιφερόμενος, τὸν πάσης ἀρχῆς καὶ τέλους κατὰ φύσιν ἀνώτερον, ποιοῦντα τοὺς ἀρχὴν ἔχοντας κατὰ φύσιν καὶ τέλος ἀνάρχους κατὰ χάριν καὶ ἀτελευτήτους.
η´. Ἡ κατὰ χάριν ἐν τῷ ποιῷ πρὸς θέωσιν μεταποίησις, ἔκβασις τῶν ἀρχῇ τε καὶ τέλει φυσικῶς περιγεγραμμένων ἐστί.
θ´. Ἔμφασις μυστικὰ τῆς ἐσομένης κρίσεως ἀποδεικτική.
ι´. (620) Πρῶτὸν τις ζητεῖ, φησί, τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν, καὶ τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ· καὶ οὕτως ἐρευνᾷ, πῶς δεῖ καὶ ποίῳ τρόπῳ νεκρῶσαι ταύτας ἀλλήλαις. Καὶ πάλιν μετὰ τὴν τούτων ἀλλήλαις τελείαν νέκρωσιν, ζητεῖ τὴν κατ᾿ ἀρετὴν τῆς προαιρέσεως, καὶ τῆς ἀρετῆς τὴν κατὰ προαίρεσιν ζωήν. Καὶ οὕτως ἐρευνᾷ, πῶς δεῖ, καὶ ποίῳ τρόπῳ τὴν ἐν ἀλλήλαις τούτων δημιουργῆσαι ζωήν· ἔστιν οὖν, ὡς ἐν ὁρισμῷ λαβεῖν, ἡ μὲν ζήτησις, ὄρεξις καταθυμίου τινός· ἡ δὲ ἐρεύνησις, τρόπος τῆς πρὸς το καταθύμιον ὀρέξεως ἀνυστικός.
ια´. Ὁ νεκρώσας φησὶ τῇ ἁμαρτίᾳ τὴν προαίρεσιν, σύμφυτος γέγονε τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ· καὶ ὁ ταύτην ἀναστήσας τῇ δικαιοσύνῃ, σύμφυτος γέγονε καὶ τῆς ἀναστάσεως αὐτοῦ.
ιβ´. Ἡ ἁμαρτία, καὶ ἡ προαίρεσὶς φησιν ἀλλήλαις νεκρούμεναι, διπλῆν ἔχουσι πρὸς ἀλλήλας τὴν ἀναισθησίαν· καὶ ἡ δικαιοσύνη, καὶ ἡ προαίρεσις ἐν ἀλλήλαις ἔχουσαι τὴν ζωήν, διπλῆν ἔχουσι τὴν αἴσθησιν.
ιγ´. Ἄλλη περὶ τῶν αὐτῶν θεωρία.
ιδ´. Ὁ μὲν νοῦς, φησί, κατὰ μόνην τὴν ἔφεσιν ἀγνώστως τῶν ὄντων αἰτίαν κινούμενος, ζητεῖ μόνον· ὁ δὲ λόγος, τοὺς ἐν τοῖς οὖσιν ἀληθεῖς ποικίλως ἐφοδεύων ἐρευνᾷ λόγους.
ΕΡΩΤΗΣΙΣ Ξ´.
[Επεξεργασία]" Ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου· φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτων τῶν χρόνων δι᾿ ἡμᾶς" [ὑμᾶς]. Ὑπὸ τίνος προεγνωσμένον;
Ἀπόκρισις.
Τὸ τοῦ Χριστοῦ μυστήριον, Χριστὸν ὁ τῆς Γραφῆς ὠνόμασε λόγος· καὶ μαρτυρεῖ σαφῶς οὐτωσὶ φάσκων ὁ μέγας Ἀπόστολος, Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν γενεῶν, νῦν ἐφανερώθη· ταυτὸν λέγων δηλαδὴ τῷ Χριστῷ, τὸ κατὰ Χριστὸν μυστήριον· τοῦτο προδήλως ἐστὶν ἄῤῥητός τε καὶ ἀπερινόητος θεότητός τε καὶ ἀνθρωπότητος καθ᾿ ὑπόστασιν ἕνωσις· εἰς ταυτὸν ἄγουσα τῇ θεότητι κατὰ πάντα τρόπον, τῷ τῆς ὑποστάσεως λόγῳ, τὴν ἀνθρωπότητα· καὶ μίαν ἀμφοτέρων ἀποτελοῦσα τὴν ὑπόστασιν σύνθετον· τῆς αὐτῶν κατὰ φύσιν οὐσιώδους διαφορᾶς μηδεμίαν καθοτιοῦν ἐπάγουσα μείωσιν· ὥστε καὶ μίαν αὐτῶν γενέσθαι, καθ᾿ ὃ ἔφην, τὴν ὑπόστασιν, καὶ τὴν φυσικὴν διαφορὰν ἀπαθῆ διαμένειν· καθ᾿ ἣν καὶ μετὰ τὴν ἕνωσιν οὐδὲν τὸ παράπαν τροπῆς ἢ ἀλλοιώσεως τοῖς ἑνωθεῖσι παρηκολούθησε πάθος, ἀκραιφνὴς ὁ κατὰ τὴν οὐσίαν ἑκατέρου τῶν ἡνωμένων διαμεμένηκε λόγος· ὧν δὲ ἀκραιφνὴς ὁ τῆς οὐσίας καὶ μετὰ τὴν ἕνωσιν διαμεμένηκε λόγος, τούτων ἀλώβητος κατὰ πάντα τρόπον μεμενήκασιν αἱ φύσεις· μηδεμιᾶς τὸ σύνολον ἀρνησαμένης τὰ ἑαυτῆς διὰ τὴν ἕνωσιν.
Ἔπρεπε γὰρ τῷ ποιητῇ τῶν ὅλων, καὶ γενομένῳ (621) φύσει κατ᾿ οἰκονομίαν ὅπερ οὐκ ἦν, καὶ ἑαυτὸν ὅπερ ἦν κατὰ φύσιν, καὶ ὅπερ γέγονε φύσει κατ᾿ οἰκονομίαν, ἄτρεπτον διασώσασθαι. Θεῷ γὰρ οὐ πέφυκεν ἐνθεωρεῖσθαι τροπή, ᾧ μηδεμία καθάπαξ κίνησις ἐπινοεῖται· περὶ ἣν ὑπάρχει τοῖς κινουμένοις τὸ τρέπεσθαι. Τοῦτό ἐστι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον. Τοῦτό ἐστι τὸ μακάριον, δι᾿ ὃ τὰ πάντα συνέστησαν, τέλος. Τοῦτό ἐστιν ὁ τῆς ἀρχῆς τῶν ὄντων προεπινοούμενος θεῖος σκοπός, ὃν ὁρίζοντες εἶναὶ φαμεν, προεπινοούμενον τέλος, οὗ ἕνεκα μὲν πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκα. Πρὸς τοῦτο τὸ τέλος ἀφορῶν, τὰ τῶν ὄντων ὁ Θεὸς παρήγαγεν οὐσίας. Τοῦτο κυρίως ἐστὶ τὸ τῆς προνοίας καὶ τῶν προνοουμένων, πέρας· καθ᾿ ὃ εἰς τὸν Θεόν, ἡ τῶν ὑπ᾿ αὐτοῦ πεποιημένων ἐστὶν ἀνακεφαλαίωσις. Τοῦτὸ ἐστι τὸ πάντας περιγράφον τοὺς αἰῶνας, καὶ τὴν ὑπεράπειρον καὶ ἀπειράκις ἀπείρως προϋπάρχουσαν τῶν αἰώνων μεγάλην τοῦ Θεοῦ βουλὴν ἐκφαῖνον μυστήριον· ἧς γέγονεν ἄγγελος αὐτὸς κατ᾿ οὐσίαν τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος· καὶ αὐτόν, εἰ θέμις εἰπεῖν, τὸν ἐνδότατον πυθμένα τῆς Πατρικῆς ἀγαθότητος φανερὸν καταστήσας, καὶ τὸ τέλος ἐν αὐτῷ δείξας, δι᾿ ὃ τὴν πρὸς τὸ εἶναι σαφῶς ἀρχὴν ἔλαβον τὰ πεποιημένα. Διὰ γὰρ τὸν Χριστόν, ἤγουν τὸ κατὰ Χριστὸν μυστήριον, πάντες οἱ αἰῶνες, καὶ τὰ ἐν αὐτοῖς τοῖς αἰῶσιν, ἐν Χριστῷ τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος εἰλήφασιν. Ἕνωσις γὰρ προϋπενοήθη τῶν αἰώνων, ὅρου καὶ ἀοριστίας, καὶ μέτρου καὶ ἀμετρίας, καὶ πέρατος καὶ ἀπειρίας, καὶ κτίστου καὶ κτίσεως, καὶ στάσεως καὶ κινήσεως· ἥτις ἐν Χριστῷ ἐπ᾿ ἐσχάτων τῶν χρόνων φανερωθέντι γέγονε· πλήρωσιν δοῦσα τῇ προγνώσει τοῦ Θεοῦ δι᾿ ἑαυτῆς· ἵνα περὶ τὸ πάντη κατ᾿ οὐσίαν ἀκίνητον στῇ τὰ κατὰ φύσιν κινούμενα, τῆς πρός τε αὐτὰ καὶ πρὸς ἄλληλα παντελῶς ἐκβεβηκότα κινήσεως, καὶ λάβῃ τῇ πείρᾳ τὴν κατ᾿ ἐνέργειαν γνῶσίν του, ἐν ᾧ στῆναι κατηξιώθησαν, ἀναλλοίωτον καὶ ὡσαύτως ἔχουσαν, τὴν τοῦ γνωσθέντος αὐτοῖς παρεχομένην ἀπόλαυσιν.
Διττὴν γὰρ οἶδε τὴν τῶν θείων γνῶσιν ὁ λόγος· τὴν μέν, σχετικήν, ὡς ἐν μόνῳ λόγῳ κειμένην καὶ νοήμασι· καὶ τὴν κατ᾿ ἐνέργειαν τοῦ γνωσθέντος διὰ πείρας οὐκ ἔχουσαν αἴσθησιν, δι᾿ ἧς κατὰ τὴν παροῦσαν ζωὴν οἰκονομούμεθα. Τὴν δὲ κυρίως ἀληθῆ ἐν μόνῃ τῇ πείρᾳ κατ᾿ ἐνέργειαν δίχα λόγου καὶ νοημάτων, ὅλην τοῦ γνωσθέντος κατὰ χάριν μεθέξει παρεχομένην τὴν αἴσθησιν· δι᾿ ἧς κατὰ τὴν μέλλουσαν λῆξιν τὴν ὑπὲρ φύσιν ὑποδεχόμεθα θέωσιν ἀπαύστως ἐνεργουμένην· καὶ τὴν μὲν σχετικὴν ὡς ἐν λόγῳ κειμένην καὶ τοῖς νοήμασι, κινητικὴν εἶναὶ φασι τῆς πρὸς τὴν μεθέξει κατ᾿ ἐνέργειαν γνῶσιν ἐφέσεως· τὴν δὲ κατ᾿ ἐνέργειαν, διὰ τῆς πείρας μεθέξει παρεχομένην τοῦ γνωσθέντος τὴν αἴσθησιν, ἀφαιρετικὴν εἶναι τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως.
(624) Ἀμήχανον γὰρ εἶναὶ φασιν οἱ σοφοί, συνυπάρχειν τῇ πείρᾳ τοῦ Θεοῦ, τὸν περὶ Θεοῦ λόγον· ἢ τῇ αἰσθήσει τοῦ Θεοῦ, τὴν περὶ αὐτοῦ νόησιν· λόγον δὲ περὶ Θεοῦ φημι, τὴν ἐκ τῶν ὄντων ἀναλογίαν τῆς περὶ αὐτοῦ γνωστικῆς θεωρίας· αἴσθησιν δέ, τὴν ἐπὶ τῇ μεθέξει πεῖραν τῶν ὑπὲρ φύσιν ἀγαθῶν· νόησιν δέ, τὴν ἐκ τῶν ὄντων περὶ αὐτοῦ ἁπλῆν καὶ ἐνιαίαν γνῶσιν. Τάχα δὲ καὶ ἐπ᾿ ἄλλου παντὸς τοῦτο γνωρίζεται· εἴπερ ἡ τοῦδε τοῦ πράγματος πεῖρα, τὸν περὶ αὐτὸν καταπαύει λόγον· καὶ ἡ τοῦδε τοῦ πράγματος αἴσθησις, τὴν περὶ αὐτοῦ σχολάζουσαν ἐργάζεται νόησιν. Πεῖραν δὲ λέγω, αὐτὴν τὴν κατ᾿ ἐνέργειαν γνῶσιν, τὴν μετὰ πάντα λόγον ἐπιγινομένην· αἴσθησιν δέ, αὐτὴν τὴν τοῦ γνωσθέντος μέθεξιν, τὴν μετὰ πᾶσαν νόησιν, ἐκφαινομένην. Καὶ τοῦτο τυχὸν μυστικῶς διδάσκων ὁ μέγας Ἀπόστολος, φησίν, Εἴτε προφητεῖται καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνώσεις καταργηθήσονται· περὶ τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως δηλονότι φάσκων.
Τοῦτο τὸ μυστήριον προεγνώσθη πρὸ πάντων τῶν αἰώνων τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Τῷ μὲν κατ᾿ εὐδοκίαν· τῷ δέ, κατ᾿ αὐτουργίαν· τῷ δέ, κατὰ συνέργειαν. Μία γὰρ ἡ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος γνῶσις, ὅτι καὶ μία οὐσία καὶ δύναμις. Οὐ γὰρ ἠγνόει τοῦ Υἱοῦ τὴν σάρκωσιν ὁ Πατήρ, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· ὅτι ἐν ὅλῳ τῷ Υἱῷ τὸ μυστήριον αὐτουργοῦντι τῆς ἡμῶν σωτηρίας διὰ σαρκώσεως, ὅλος κατ᾿ οὐσίαν ὁ Πατήρ· οὐ σαρκούμεος, ἀλλ᾿ εὐδοκῶν τοῦ Υἱοῦ τὴν σάρκωσιν· καὶ ὅλον ἐν ὅλῳ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον κατ᾿ οὐσίαν ὑπῆρχεν· οὐ σαρκούμενον, ἀλλὰ συνεργοῦν τῷ Υἱῷ τὴν δι᾿ ἡμᾶς ἀπόῤῥητον σάρκωσιν.
Εἴτε οὖν Χριστὸν εἴποι τις, εἴτε μυστήριον τοῦ Χριστοῦ, τούτου τὴν πρόγνωσιν μόνη κατ᾿ οὐσίαν ἔχει ἡ ἁγίας Τριάς, Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Καὶ μηδεὶς διαπορήσει, πῶς ὁ Χριστὸς εἷς ὢν τῆς ἁγίας Τριάδος, ὑπ᾿ αὐτῆς προγινώσκεται· γινώσκων ὅτι οὐχ ὡς Θεὸς ὁ Χριστὸς προεγνώσθη, ἀλλ᾿ ὡς ἄνθρωπος· ἤγουν ἡ κατ᾿ οἰκονομίαν αὐτοῦ διὰ τὸν ἄνθρωπον σάρκωσις. Τὸ γὰρ ἀεὶ ὄν, ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν καὶ λόγον, οὐδέποτε προγινώσκεται. Ἡ γὰρ πρόγνωσις, τῶν ἀρχὴν ἐχόντων τοῦ εἶναι δι᾿ αἰτίαν ἐστίν. Προεγνώσθη οὖν ὁ Χριστός, οὐχ ὅπερ ἦν κατὰ φύσιν δι᾿ ἑαυτόν, ἀλλ᾿ ὅπερ ἐφάνη κατ᾿ οἰκονομίαν δι᾿ ἡμᾶς γενόμενος ὕστερον.
Ἔδει γὰρ ὡς ἀληθῶς τὸν κατὰ φύσιν τῆς τῶν ὄντων οὐσίας δημιουργόν, καὶ τῆς κατὰ χάριν αὐτουργὸν γενέσθαι τὸν γενόμενον θεώσεως· ἵνα ὁ τοῦ εἶναι δοτήρ, φανῇ καὶ τοῦ ἀεὶ εὖ εἶναι χαριστικός. Ἐπεὶ οὖν οὐδὲν τῶν ὄντων ἑαυτὸ τὸ παράπαν ἢ ἄλλο γινώσκει, ὃ τί ποτε κατ᾿ οὐσίαν ἐστίν· (625) εἰκότως οὐδὲ τῶν γενησομένων οὐδενὸς οὐδὲν τῶν ὄντων ἔχει κατὰ φύσιν τὴν πρόγνωσιν, πλὴν τοῦ ὑπὲρ τὰ ὄντα Θεοῦ· τοῦ καὶ ἑαυτὸν γινώσκοντος, ὃ τί ποτε κατ᾿ οὐσίαν ἐστί, καὶ πάντων τῶν ὑπ᾿ αὐτοῦ πεποιημένων, καὶ πρὶν γενέσθαι, προεγνωκότος τὴν ὕπαρξιν, καὶ μέλλοντος κατὰ χάριν φιλοτιμεῖσθαι τοῖς οὖσι, τὴν ἑαυτῶν καὶ ἀλλήλων ὃ τί ποτε κατ᾿ οὐσίαν ὑπάρχουσι, γνῶσιν· καὶ τοὺς ἐν αὐτῷ μονοειδῶς προόντας τῆς αὐτῶν γενέσεως φανερῶσαι λόγους.
Τὸ γὰρ δὴ λέγειν τινὰς προεγνῶσθαι τὸν Χριστὸν πρὸ καταβολῆς κόσμου, ἐκείνοις, οἷς ὕστερον ἐφανερώθη ἐπ᾿ ἐσχάτων τῶν χρόνων· ὡς αὐτῶν ἐκείνων πρὸ καταβολῆς κόσμου ὄντων σὺν τῶ προεγνωσμένῳ Χριστῷ· ὡς τῆς ἀληθείας ἀλλότριον ὄντα τὸν λόγον, οἷα συναΐδιον τῷ Θεῷ τὴν τῶν λογικῶν οὐσίαν εἰσάγοντα, παραγραφόμεθα. Οὐ γάρ ἐστι παντελῶς σὺν Χριστῶ γενέσθαι ποτέ· εἴπερ ἐν αὐτῷ πέφυκεν ἡ τῶν αἰώνων ἀποπεράτωσις γίνεσθαι, καὶ ἡ στάσις τῶν κινουμένων· καθ᾿ ἣν οὐδὲν ἔσται τὸ παράπαν τῶν ὄντων τρεπόμενον. Ἄμωμον δὲ καὶ ἄσπιλον ὁ τῆς Γραφῆς τὸν Χριστὸν ἔφη λόγος, ὡς κατὰ ψυχὴν καὶ σῶμα φύσει παντελῶς τῆς κατὰ τὴν ἁμαρτίαν φθορᾶς ἀλλότριον. Οὐ γὰρ ἔσχεν αὐτοῦ μῶμον κακίας ἡ ψυχή· οὐδὲ τὸ σῶμα σπίλον τῆς ἁμαρτίας.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ὅρος μὲν ἔστι περιοχῆς, πέρας τῶν φύσει πεπερασμένων· τὸ δὲ μέτρον, καθόλου ποσότητος περιγραφή, καὶ τέλος αἰώνων τε καὶ χρονικῶν φύσεων. Τὸ δὲ πέρας ἐστί, περιφραφὴ τῶν ἀρχῇ τε καὶ τέλει κατὰ γένεσιν πεπερασμένων. Ἡ δὲ κτίσις ἐστί, τῶν κατὰ παραγωγὴν ἐξ οὐκ ὄντων ὑπόστασις. Τούτων ἕνωσις καθ᾿ ὑπόστασιν προεπενοήθη φησὶ κατὰ πρόνοιαν πρὸς τὸν ἐξ οὗ ταῦτα γεγόνασιν. Ἵνα καὶ τὸ εἶναι τῶν ὄντων φυλαχθῇ κατ᾿ οὐσίαν ὡς πέφυκε· καὶ τὸ ὑποστῆναι, ἤγουν πῶς εἶναι κατὰ χάριν δέξηται θείαν, τῇ πρὸς τὸν Θεὸν ἑνώσει πάντων πρὸς ἀτρεψίαν μεταποιηθέντων.
β´. Διττὴν εἶναι λέγει τὴν γνῶσιν· τὴν μὲν ἐν λόγῳ κειμένην καὶ θείοις νοήμασι, κατ᾿ εἶδος παροῦσαν τὴν αἴσθησιν τῶν νοηθέντων οὐκ ἔχουσαν· τὴν δέ, κατ᾿ ἐνέργειαν, μόνην ἔχουσαν δίχα λόγου καὶ νοημάτων τῶν ἀληθῶν τὴν κατ᾿ εἶδος ἀπόλαυσιν.
γ´. Ἐπειδή, φησί, διὰ γνώσεως ὁ λόγος τὸ γνωστὸν πέφυκεν ὑποσημαίνειν, κινεῖ τὴν ἔφεσιν τῶν δι᾿ αὐτοῦ κινουμένων, πρὸς τὴν τοῦ σημανθέντος ἀπόλαυσιν.
δ´. Πρὸ πάσης πείρας, φησί, λόγος ὑπάρχει γνώσεως· ὅτι κατὰ τὴν πεῖραν μόνην πέφυκε δυναστεύειν ἀπόλαυσις.
ΕΡΩΤΗΣΙΣ ΞΑ´.
[Επεξεργασία]" Ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ (628) οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾿ ἡμῶν, τί τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ; καὶ εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; " Τί ἐστι τό, "Καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἐκ τοῦ οἴκου τοῦ Θεοῦ· " Καὶ τό, "Εἰ ὁ δίκαιος μόλις σώζεται;"
Ἀπόκρισις.
[Επεξεργασία]Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεός, οὐ συνέκτισεν αὐτῇ κατὰ τὴν αἴσθησιν οὔτε ἡδονὴν οὔτε ὀδύνην· ἀλλὰ δύναμὶν τινα κατὰ νοῦν αὐτῇ πρὸς ἡδονήν, καθ᾿ ἣν ἀποῤῥήτως ἀπολαύειν αὐτοῦ δυνήσεται, ἐτεκτῄνατο. Ταύτην δὲ τὴν δύναμιν (λέγω δὲ τὴν κατὰ φύσιν τοῦ νοῦ πρὸς τὸν Θεὸν ἔφεσιν)· ἅμα τῷ γενέσθαι τῇ αἰσθήσει δοὺς ὁ πρῶτος ἄνθρωπος, πρὸς τὰ αἰσθητὰ κατ᾿ αὐτὴν τὴν πρώτην κίνησιν διὰ μέσης τῆς αἰσθήσεως ἔσχε παρὰ φύσιν ἐνεργουμένην τὴν ἡδονήν· ᾗ τινι κατὰ πρόνοιαν ὁ τῆς ἡμῶν σωτηρίας κηδόμενος, παρέπηξεν ὥσπερ τινὰ τιμωρὸν δύναμιν, τὴν ὀδύνην· καθ᾿ ἣν ὁ τοῦ θανάτου μετὰ σοφίας ἐνεῤῥιζώθη τῇ τοῦ σώματος φύσει νόμος, περιορίζων τῆς τοῦ νοῦ μανίας παρὰ φύσιν ἐπὶ τὰ αἰσθητὰ κινουμένην τὴν ἔφεσιν.
Ἐντεῦθεν διὰ τὴν ἐπεισελθοῦσαν τῇ φύσει παρὰ λόγον ἡδονήν, ἡ κατὰ λόγον ἀντεισῆλθεν ὀδύνη, διὰ πολλῶν παθημάτων, ἐν οἷς καὶ ἐξ ὧν ὁ θάνατος, ποιουμένη τῆς παρὰ φύσιν ἡδονῆς τὴν ἀφαίρεσιν· οὐ μὴν δέ, καὶ τελείαν ἀναίρεσιν· καθ᾿ ἣν ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς δείκνυσθαι πέφυκε χάρις. Πᾶς γὰρ πόνος, ὡς αἰτίαν τῆς ἰδίας γενέσεως ἔχων κατ᾿ ἐνέργειαν προηγουμένην τὴν ἡδονήν, χρέος ἐστὶ δηλαδὴ φυσικῶς κατ᾿ αἰτίαν παρὰ πάντων τῶν μετειληφότων τῆς φύσεως ἐκτιννύμενον. Τῇ γὰρ παρὰ φύσιν ἡδονῇ, πάντως παρέπεται φυσικῶς ὁ πόνος· ἐν πᾶσιν, ὧν ὁ τῆς ἡδονῆς νόμος ἀναιτίως προκαθηγήσατο τῆς γενέσεως. Ἀναίτιον δὲ φημι τὴν ἐκ τῆς παραβάσεως ἡδονήν, ὡς μὴ γενομένην δηλονότι προλαβόντος πόνου διάδοχον.
Οὐκοῦν ἐπειδὴ μετὰ τὴν παράβασιν πάντες οἱ ἄνθρωποι τὴν ἡδονὴν εἶχον τῆς ἰδίας φυσικῶς προκαθηγουμένην γενέσεως, καὶ οὐδεὶς ἦν τὸ σύνολον ὁ τῆς καθ᾿ ἡδονὴν ἐμπαθοῦς γενέσεως φυσικῶς ὑπάρχων ἐλεύθερος· ἀλλ᾿ ὡς χρέος πάντες φυσικῶς ἀποδιδόντες τοὺς πόνους, καὶ τὸν ἐπ᾿ αὐτοῖς ὑπέμενον θάνατον· καὶ ἦν ἄπορος παντάπασι τῆς ἐλευθερίας τρόπος, τοῖς ὑπὸ τῆς ἀδίκου τυραννουμένοις ἡδονῆς, καὶ ὑπὸ τῶν δικαίων πόνων, καὶ τοῦ ἐπ᾿ αὐτοῖς δικαιοτάτου θανάτου φυσικῶς ἐνεχομένοις. Ἔδει δὲ πρὸς ἀναίρεσιν τῆς ἀδικωτάτης ἡδονῆς, καὶ τῶν δι᾿ αὐτὴν δικαιοτάτων πόνων· ὑφ᾿ ὧν ἐλεεινῶς διεσπᾶτο πάσχων ὁ ἄνθρωπος, ἐκ φθορᾶς τῆς καθ᾿ ἡδονὴν ἔχων τὴν ἀρχὴν τῆς γενέσεως, καὶ εἰς φθορὰν τὴν διὰ θανάτου τὸ τῆς ζωῆς καταλῆγον [Fr. καταλήγων] τέλος· πρὸς δὲ τὴν ἐπανόρθωσιν τῆς παθούσης φύσεως, ἐπινοηθῆναι πόνον καὶ θάνατον, ἄδικον ὁμοῦ καὶ ἀναίτιον· ἀναίτιον μέν, ὡς οὐδαμῶς προλαβοῦσαν ἡδονὴν ἐσχηκότα (629) κατὰ τὴν γένεσιν, ἄδικον δέ, ὡς οὐδεμιᾶς ἐμπαθοῦς τὸ παράπαν ζωῆς ὄντα διάδοχον· ἵνα μέσος διαληφθεὶς ἡδονῆς ἀδίκου καὶ πόνου καὶ θανάτου δικαιοτάτου, πόνος καὶ θάνατος ἀδικώτατος, ἀνέλῃ διόλου τὴν ἐξ ἡδονῆς ἀδικωτάτην ἀρχήν, καὶ τὸ δι᾿ αὐτὴν διὰ θανάτου δικαιότατον τέλος τῆς φύσεως· καὶ γένηται πάλιν ἡδονῆς καὶ ὀδύνης ἐλεύθερον τὸ γένος τῶν ἀνθρώπων, τὴν ἐξ ἀρχῆς εὐκληρίαν ἀπολαβούσης τῆς φύσεως, μηδενὶ τῶν ἐμπεφυκότων τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν γνωρισμάτων μολυνομένην.
Διὰ τοῦτο Θεὸς ὑπάρχων τέλειος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος, γίνεται τέλειος ἄνθρωπος ἐκ ψυχῆς νοερᾶς καὶ σώματος παθητοῦ κατὰ φύσιν, παραπλησίως ἡμῖν χωρὶς μόνης ἁμαρτίας, συνεστώς· τὴν μὲν ἐκ τῆς παρακοῆς ἡδονὴν οὐδαμῶς τὸ σύνολον ἐσχηκὼς προηγουμένην αὐτοῦ τῆς ἐκ γυναικὸς ἐν χρόνῳ γεννήσεως· τὴν δὲ δι᾿ αὐτὴν ὀδύνην, ὑπάρχουσαν τέλος τῆς φύσεως, διὰ φιλανθρωπίαν κατὰ θέλησιν προσηκάμενος· ἵνα πάσχων ἀδίκως ἀνέλῃ τὴν ἐξ ἡδονῆς ἀδίκου τυραννοῦσαν τὴν φύσιν ἀρχὴν τῆς γενέσεως, οὐκ ἔχουσαν ὡς χρέος ὑπὲρ αὐτῆς ἐκτιννύμενον κατὰ τοὺς ἄλλους ἀνθρώπους, καὶ τοῦ Κυρίου τὸν θάνατον, ἀλλὰ μᾶλλον κατ᾿ αὐτῆς προβεβλημένον· καὶ τὸ διὰ τοῦ θανάτου δίκαιον τέλος ἐξαφανίσῃ τῆς φύσεως, οὐκ ἔχον τὴν δι᾿ ἣν ἐπεισῆλθεν, καὶ ὑπ᾿ αὐτοῦ δικαίως τιμωρουμένην, ὡς αἰτίαν τοῦ εἶναι, παράνομον ἡδονήν.
Ἔδει γὰρ ὡς ἀληθῶς, ἔδει, σοφὸν καὶ δίκαιον καὶ δυνατὸν ὄντα κατὰ φύσιν τὸν Κύριον· ὡς μὲν σοφόν, μὴ ἀγνοῆσαι τὸν τρόπον τῆς ἰατρείας· ὡς δίκαιον δέ, μὴ τυραννικὴν ποιήσασθαι τοῦ κατειλημμένου κατὰ γνώμην ὑπὸ τῆς ἁμαρτίας ἀνθρώπου τὴν σωτηρίαν· ὡς δὲ παντοδύναμον, μὴ ἀτονῆσαι πρὸς τὴν τῆς ἰατρείας ἐκπλήρωσιν.
Φανερὸν οὖν ἐποίησε τὸν μὲν τῆς σοφίας λόγον ἐν τῷ τρόπῳ τῆς ἰατρείας, χωρὶς τροπῆς καὶ τῆς οἱασοῦν ἀλλοιώσεως γενόμενος ἄνθρωπος. Τὴν ἰσότητα δὲ τῆς δικαιοσύνης, ἐν τῷ μεγέθει τῆς συγκαταβάσεως ἔδειξε· τὸ ἐν τῷ παθητῷ κατάκριμα τῆς φύσεως κατὰ θέλησιν ὑποδύς· κἀκεῖνο ποιήσας ὅπλον πρὸς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν, καὶ τοῦ δι᾿ αὐτὴν θανάτου, τουτέστι, τῆς ἡδονῆς, καὶ τῆς δι᾿ αὐτὴν ὀδύνης, ἐν ᾧ τῆς ἁμαρτίας ὑπῆρχε καὶ τοῦ θανάτου τὸ κράτος, καὶ ἡ κατὰ τὴν ἡδονὴν τῆς ἁμαρτίας τυραννίς, καὶ δι᾿ αὐτὴν κατὰ τὴν ὀδύνην τοῦ θανάτου δυναστεία. Ἐν γὰρ τῷ παθητῷ προδήλως ὑπάρχει τῆς φύσεως τὸ τῆς ἡδονῆς κράτος καὶ τῆς ὀδύνης. Θέλοντες γὰρ ἐκφυγεῖν τὴν κατὰ τὴν ὀδύνην ἐπίπονον αἴσθησιν, πρὸς τὴν ἡδονὴν καταφεύγομεν, τῷ τῆς ὀδύνης αἰκισμῷ πειζομένην τὴν φύσιν ἐπιχειροῦντες παραμυθεῖσθαι. Σπεύδοντες δὲ διὰ τῆς ἡδονῆς τὰ τῆς ὀδύνης ἀμβλῦναι κινήματα, πλέον αὐτῆς τὸ καθ᾿ ἑαυτῶν ἐπικυροῦμεν χειρόγραφον, (632) ὀδύνης καὶ πόνου ἀπολελυμένην ἔχειν τὴν ἡδονὴν οὐ δυνάμενοι.
Τὴν δὲ τῆς ὑπερβαλλούσης δυνάμεως ἰσχύν, δήλην κατέστησε· τῶν οἷς αὐτὸς ἔπασχεν ἐναντίων, ὑποστήσας τῇ φύσει τὴν γένεσιν ἄτρεπτον. Διὰ πάθους γὰρ τὴν ἀπάθειαν, καὶ διὰ πόνων τὴν ἄνεσιν· καὶ διὰ θανάτου τὴν ἀΐδιον ζωὴν τῇ φύσει δούς, πάλιν ἀπεκατήστησε· ταῖς ἑαυτοῦ κατὰ σάρκα στερέσεσι τὰς ἕξεις ἀνακαινίσας τῆς φύσεως· καὶ διὰ τῆς ἰδίας σαρκώσεως, τὴν ὑπὲρ φύσιν χάριν δωρησάμενος τῇ φύσει, τὴν θέωσιν.
Γέγονεν οὖν ὁ Θεὸς κατὰ ἀλήθειαν ἄνθρωπος, καὶ δέδωκεν ἄλλην ἀρχὴν τῇ φύσει δευτέρας γενέσεως, διὰ πόνου πρὸς ἡδονὴν μελλούσης ζωῆς καταλήγουσαν. Ὡς γὰρ Ἀδὰμ ὁ προπάτωρ ἐπειδὴ τὴν θείαν ἐντολὴν παραβάς, ἄλλην ἀρχὴν γενέσεως ἐξ ἡδονῆς μὲν συνισταμένην, εἰς δὲ τὸν διὰ πόνου θάνατον τελευτῶσαν τῇ φύσει παρὰ τὴν πρώτην παρεισήγαγε, καὶ ἐπενόησε κατὰ τὴν συμβουλὴν τοῦ ὄφεως ἡδονὴν οὐκ οὖσαν προλαβόντος πόνου διάδοχον, ἀλλὰ μᾶλλον εἰς πόνου περαιουμένην, πάντας τοὺς ἐξ αὐτοῦ σαρκὶ κατ᾿ αὐτὸν γενομένους, διὰ τὴν ἐξ ἡδονῆς ἄδικον ἀρχήν, εἶχε συνυπαγουμένους αὐτῷ δικαίως πρὸς τὸ διὰ πόνου κατὰ τὸν θάνατον τέλος· οὕτω καὶ ὁ Κύριος γενόμενος ἄνθρωπος, καὶ ἄλλην ἀρχὴν δευτέρας γενέσεως ἐκ Πνεύματος ἁγίου τῇ φύσει δημιουργήσας, καὶ τὸν διὰ πόνου τοῦ Ἀδὰμ δικαιότατον καταδεξάμενος θάνατον, ἐν αὐτῷ δηλαδὴ γενόμενον ἀδικώτατον, ὡς οὐκ ἔχοντα τῆς ἰδίας ἀρχὴν γενέσεως τὴν ἐκ παρακοῆς ἀδικωτάτην τοῦ προπάτορος ἡδονήν, ἀμφοτέρων τῶν ἄκρων· ἀρχῆς τε λέγω καὶ τέλους τῆς κατὰ τὸν Ἀδὰμ ἀνθρωπίνης γενέσεως, οἷα δὴ προηγουμένως οὐκ ὄντων ἐκ τοῦ Θεοῦ, τὴν ἀναίρεσιν ἐποιήσατο· καὶ πάντας τοὺς ἐξ αὐτοῦ πνευματικῶς ἀναγεννωμένους, τῆς ἐπ᾿ αὐτοῖς ἐνοχῆς ἐλευθέρους κατέστησεν· ἔχοντας μὲν τοῦ Ἀδάμ, οὐκέτι τὴν ἐκ τοῦ Ἀδὰμ ἡδονὴν τῆς γενέσεως· μόνην δὲ τὴν διὰ τὸν Ἀδὰμ ὀδύνην ἐνεργοῦσαν ἐν αὐτοῖς, οὐ κατὰ χρέος ὑπὲρ ἁμαρτίας, ἀλλὰ κατ᾿ οἰκονομίαν διὰ τὴν κατὰ φύσιν περίστασιν, κατὰ τῆς ἁμαρτίας, τὸν θάνατον· ὃς [marg. Θάνατος δηλονότι] ὁπόταν μὴ ἔχῃ γεννῶσαν αὐτὸν μητέρα τήν, ἧς γίνεσθαι πέφυκε τιμωρός, ἡδονήν, ἀϊδίου ζωῆς προδήλως καθίσταται πατήρ. Ὡς γὰρ τοῦ Ἀδὰμ ἡ καθ᾿ ἡδονὴν ζωή, θανάτου καὶ φθορᾶς γέγονε μήτηρ· οὕτω καὶ ὁ διὰ τὸν Ἀδὰμ τοῦ Κυρίου θάνατος, ὑπάρχων τῆς ἐκ τοῦ Ἀδὰμ ἐλεύθερος ἡδονῆς, ἀϊδίου γεννήτωρ γίνεται ζωῆς.
Οὐκοῦν ἐπειδή, καθὼς οἶμαι καλῶς διεῖλεν ὁ λόγος, πῶς μὲν ἡ καθ᾿ ἡδονὴν ἐκ τοῦ Ἀδὰμ γένεσις τυραννοῦσα τὴν φύσιν, βορὰν τῷ δι᾿ αὐτὴν θανάτῳ παρέπεμπε· πῶς δὲ πάλιν ἡ διὰ φιλανθρωπίαν τοῦ Κυρίου κατὰ σάρκα γέννησις ἀμφοτέρων ἀναίρεσιν ἐποιήσατο· ἡδονῆς λέγω τῆς ἐκ τοῦ Ἀδάμ, καὶ θανάτου τοῦ διὰ τὸν Ἀδάμ· συνεξαφανίζουσα τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ τὸ τοῦ Ἀδὰμ ἐπιτίμιον. Οὐ γὰρ ἦν (633) δυνατὸν πρὸς φθορὰν ἁλῶναι διὰ τοῦ θανάτου κατὰ τὸ τέλος, τὴν μηδαμῶς τῆς ἀρχῆς ἁψαμένην γένεσιν, δι᾿ ἧς ὑπέστη κατὰ τὸ τέλος ὁ θάνατος· ἐπειδὴ ταῦτα διεῖλεν, ὡς ἔφην, ἀλλήλων ὁ λόγος, ἕως ὅτου [Fr. ὅτε] μόνα τὰ τοῦ Ἀδὰμ κατά τε τὴν ἀρχὴν καὶ τὸ τέλος· φημὶ δὲ τὰ κατα γένεσιν καὶ τὴν φθορὰν γνωρίσματα· τυραννικῶς ἐκράτει τῆς φύσεως, οὐκ ἦν καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα πρὸς τελείαν τῆς ἁμαρτίας κατάκρισιν. Ὅ τε δὲ διὰ σαρκὸς ἡμῖν ἐπεφάνη, καὶ γέγονε τέλειος ἄνθρωπος χωρὶς μόνης ἁμαρτίας ὁ τοῦ Θεοῦ Λόγος, μόνον ἔχων ἐν τῇ σαρκὶ τοῦ Ἀδὰμ φύσει κατὰ θέλησιν τὸ ἐπιτίμιον· καὶ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἀνευθύνως πάσχων ὑπὲρ ἀδίκων ὁ δίκαιος· καὶ ἀνέτρεψε τὴν χρῆσιν τοῦ θανάτου, κατάκριμα τῆς ἁμαρτίας αὐτὸν [marg. τὸν θάνατον δηλονότι] ἀπεργασάμενος, ἀλλ᾿ οὐ τῆς φύσεως, γέγονε καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα κατὰ τὴν ἀντιστροφὴν τοῦ θανάτου πρὸς τὴν τῆς ἁμαρτίας κατάκρισιν.
Οἷὸν τι λέγω· τὸν Ἀδὰμ ἡ ἁμαρτία κατ᾿ ἀρχὰς δελεάσασα, πρὸς παράβασιν ἐλθεῖν τῆς θείας παρέπεισεν ἐντολῆς· καθ᾿ ἣν τὴν ἡδονὴν ὑποστήσασα, καὶ ἑαυτὴν διὰ τῆς ἡδονῆς ἐν αὐτῷ καθηλώσασα τῷ πυθμένι τῆς φύσεως, τὸν θάνατον τῆς ὅλης κατέκρινε φύσεως, ὠθοῦσα πρὸς ἀπογένεσιν κατὰ τὸν θάνατον διὰ τοῦ ἀνθρώπου, τὴν φύσιν τῶν γεγονότων. Τοῦτο γὰρ καὶ μεμηχάνηται τῷ σπορεῖ τῆς ἁμαρτίας, καὶ πατρὶ τῆς κακίας πονηρῷ διαβόλῳ· τῷ ἑαυτὸν μὲν ἐξ ὑπερηφανίας τῆς θείας ἐξοικίσαντι δόξης· διὰ φθόνον δὲ τόν τε πρὸς ἡμᾶς καὶ τὸν Θεόν, τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξοικίσαντι, ἀφανίσαι τὰ ἔργα τοῦ Θεοῦ, καὶ διαλῦσαι τὰ συνεστῶτα πρὸς γένεσιν. Φθονεῖ γὰρ οὐ μόνον ἡμῖν ὁ μιαρώτατος τῆς ἐπὶ τῷ Θεῷ διὰ τὴν ἀρετὴν δόξης· ἀλλὰ καὶ τῷ Θεῷ τῆς ἐφ᾿ ἡμῖν διὰ τὴν σωτηρίαν πανυμνήτου δυνάμεως.
Πάσης οὖν ἐκράτει δυναστεύων τῆς φύσεως ὁ διὰ τὴν παράβασιν θάνατος, τοῦ κράτους ἔχων ὑπόθεσιν, τὴν ἐκ τῆς παρακοῆς ἄρξασαν τῆς κατὰ τὴν φύσιν ὅλης γενέσεως ἡδονήν· δι᾿ ἣν αὐτὸς ὁ θάνατος κατεκρίθη τῆς φύσεως. Ὁ δὲ Κύριος γενόμενος ἄνθρωπος, καὶ μὴ λαβὼν προκαθηγουμένην αὐτοῦ τῆς κατὰ σάρκα γεννήσεως τὴν ἄδικον ἡδονήν, δι᾿ ἣν ἡ διὰ τοῦ θανάτου κατὰ τῆς φύσεως ἐξηνέχθη δικαία κατάκρισις· αὐτὸν δὲ κατὰ φύσιν θέλων ἐν τῷ παθητῷ τῆς φύσεως καταδεξάμενος θάνατον· δηλονότι πάσχων, τὴν τοῦ θανάτου χρῆσιν ἀνέστρεψεν, οὐκ ὄντα λοιπὸν ἐν αὐτῷ τῆς φύσεως, ἀλλὰ τῆς ἁμαρτίας προδήλως κατάκρισιν. Οὐ γὰρ ἦν δυνατὸν εἶναι τὸν θάνατον ἐν τῷ μὴ τὴν γένεσιν ἐξ ἡδονῆς ἐσχηκότι, κατάκρισιν φύσεως, ἀλλὰ τῆς τοῦ προπάτορος ἁμαρτίας ἀναίρεσιν· δι᾿ ἣν ὁ τοῦ θανάτου φόβος ὅλης ἐκράτει τῆς φύσεως.
Εἰ γὰρ ἐν τῷ Ἀδὰμ ὁ θάνατος τῆς φύσεως ὑπῆρχε κατάκρισις, ἀρχὴν ἐχούσης τὴν ἡδονὴν τῆς ἰδίας γενέσεως· εἰκότως ὁ θάνατος ἐν Χριστῷ τῆς ἁμαρτίας (636) κατάκρισις γέγονεν, ἡδονῆς καθαρὰν ἐν Χριστῷ πάλιν τῆς φύσεως ἀπολαβούσης τὴν γένεσιν· ἵν᾿ ὥσπερ κατέκρινεν εἰς φθορὰν ἐν τῷ Ἀδὰμ κατὰ τὴν ἡδονὴν ἡ ἁμαρτία διὰ τοῦ θανάτου τὴν φύσιν, καὶ γέγονε καιρὸς τοῦ κατακρίνεσθαι θανάτῳ τὴν φύσιν διὰ τὴν ἁμαρτίαν· οὕτως ἐν Χριστῷ κατὰ τὴν δικαιοσύνην ἡ φύσις διὰ τοῦ θανάτου κατακρίνῃ τὴν ἁμαρτίαν, καὶ γένηται καιρὸς τοῦ κατακρίνεσθαι θανάτῳ τὴν ἁμαρτίαν, διὰ τὴν δικαιοσύνην τῆς φύσεως, ἐκδυσαμένης ἐν Χριστῶ παντελῶς τὴν ἐξ ἡδονῆς γένεσιν· καθ᾿ ἣν ἀναγκαίως τοῖς πᾶσιν ὡς χρέος ὁ τῆς κατακρίσεως παρείπετο θάνατος· ὥστε τὸν αὐτὸν θάνατον, ἐν μὲν τῷ Ἀδὰμ διὰ τὴν ἁμαρτίαν κατάκρισιν ὑπάρχειν τῆς φύσεως· ἐν δὲ τῷ Χριστῷ διὰ τὴν δικαιοσύνην κατάκρισιν ὑπάρχειν τῆς ἁμαρτίας. Ὁ γὰρ πάσχων δι᾿ ἁμαρτίαν εἰς κατάκρισιν τῆς φύσεως, δικαίως ὑπομένει τὸν θάνατον· ὁ δὲ μὴ πάσχων δι᾿ ἁμαρτίαν, ὡς χάριν μᾶλλον κατ᾿ οἰκονομίαν τῇ φύσει διδοὺς εἰς κατάκρισιν τῆς ἁμαρτίας, τὸν διὰ τὴν ἁμαρτίαν εἰς τὴν αὐτῆς ἀναίρεσιν θέλων καταδέχεται θάνατον.
Οὐκοῦν ὥσπερ διὰ τὸν Ἀδὰμ τὸν ὑποστήσαντα διὰ τῆς παρακοῆς τὸν καθ᾿ ἡδονὴν τῆς γενέσεως νόμον, καὶ τὸν δι᾿ αὐτὸν κατακριθέντα τῆς φύσεως θάνατον, πάντες οἱ ἐκ τοῦ Ἀδὰμ τὸ εἶναι λαβόντες κατὰ τὸν ἐξ ἡδονῆς τῆς γενέσεως νόμον, εἶχον ἀναγκαίως, καὶ μὴ βουλόμενοι, συνεζευγμένον κατὰ δύναμιν τῇ γενέσει καὶ τὸν κατακριθέντα τῆς φύσεως θάνατον· καὶ ἦν καιρὸς τοῦ κατακρίνεσθαι τὴν φύσιν ὑπὸ τῆς ἁμαρτίας, ἐφ᾿ ὅσον ἐκράτει τῆς φύσεως ὁ τῆς καθ᾿ ἡδονὴν τῆς γενέσεως νόμος· οὕτως διὰ τὸν Χριστόν, τὸν παντελῶς ἀφελόμενον τῆς φύσεως τὸν καθ᾿ ἡδονὴν τῆς γενέσεως νόμον, καὶ τοῦ δι᾿ αὐτὸν κατακριθέντος τῆς φύσεως θανάτου τὴν χρῆσιν, εἰς μόνον τῆς ἁμαρτίας κατάκρισιν βουλήσει καταδεξάμενον· πάντες οἱ ἀπὸ Χριστοῦ κατὰ θέλησιν πνεύματι διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθέντες, καὶ τὴν καθ᾿ ἡδονὴν προτέραν τοῦ Ἀδὰμ διὰ τῆς χάριτος ἀποθέμενοι γένεσιν, καὶ τὴν ἐν τῷ βαπτίσματι χάριν τῆς ἀναμαρτησίας, καὶ τῆς ἐν πνεύματι μυστικῆς υἱοθεσίας τὴν δύναμιν ἀμείωτόν τε καὶ ἄχραντον διὰ τοῦ νόμου τῶν εὐαγγελικῶν φυλάξαντες ἐντολῶν, εἰκότως εἰς τὴν τῆς ἁμαρτίας κατάκρισιν ἔχουσι τὴν τοῦ θανάτου χρῆσιν ἐνεργουμένην, καιρὸν λαβόντες κατακρίνειν ἐν τῇ σαρκὶ τὴν ἁμαρτίαν· γενικῶς μὲν κατὰ φύσιν χάριτι διὰ τὸ μέγα μυστήριον τῆς ἐνανθρωπήσεως, αὐτὸν τὸν ἀπὸ τῆς τοῦ Λόγου σαρκώσεως χρόνον· ἰδικῶς δὲ κατ᾿ ἐνέργειαν χάριτι, τὸν ἀφ᾿ οὗ διὰ τοῦ βαπτίσματος ἔλαβεν ἕκαστος τὴν χάριν τῆς υἱοθεσίας· καθ᾿ ἣν ἐνεργουμένην ταῖς ἐντολαῖς γνωμικῶς μόνην τὴν ἐν πνεύματι γένεσιν ἔχοντες, διὰ πολλῶν παθημάτων εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομένουσι τὴν τοῦ θανάτου χρῆσιν αὐτοῖς ἐπαγομένην.
Οὐ γὰρ ἔτι δι᾿ ἁμαρτίαν, ὁ βαπτισθείς, καὶ φυλάξας τὸ βάπτισμα ταῖς ἐντολαῖς κρατυνόμενον, ὡς χρέος ὑπὲρ ἁμαρτίας καταβάλλεται τὸν θάνατον· ἀλλ᾿ εἰς κατάκρισιν τῆς ἁμαρτίας τὴν αὐτοῦ καταδέχεται χρῆσιν, πρὸς τὴν θείαν καὶ ἀτελεύτητον ζωὴν (637) μυστικῶς αὐτὸν παραπέμπουσαν· εἴπερ ἀληθείας ἕνεκεν καὶ δικαιοσύνης, διὰ πολλῶν παθημάτων γενναίως τὸν τῆς παρούσης ζωῆς πεπληρώκασι δρόμον οἱ ἅγιοι, τῆς διὰ τὴν ἁμαρτίαν κατακρίσεως του θανάτου τὴν φύσιν ἐν ἑαυτοῖς ἐλευθερώσαντες· καὶ τὸ πρὸς ἀναίρεσιν τῆς φύσεως ὅπλον τοῦ θανάτου, πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας, κατὰ τὸν ἀρχηγὸν τῆς ἑαυτῶν σωτηρίας Ἰησοῦν, ποιησάμενοι. Εἰ γὰρ ἡ ἁμαρτία πρὸς ἀναίρεσιν φύσεως, ὅπλον ἐν τοῖς αὐτὴν κατὰ τὸν Ἀδὰμ ἐνεργοῦσιν εἶχεν τὸν θάνατον· πολλῷ μᾶλλον ἐν τοῖς ἐνεργοῦσι τὴν διὰ πίστεως ἐν Χριστῶ δικαιοσύνην, ὅπλον ἕξει τὸν θάνατον πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ἡ φύσις.
Οὐκοῦν ἀφ᾿ οὗ γέγονε το μυστήριον τῆς ἐνανθρωπήσεως, καὶ ἐξεῖλε πάμπαν ὁ σαρκωθεὶς Θεὸς ἐν τοῖς κατ᾿ αὐτὸν πνεύματι γεννωμένοις, τὴν τοῦ καθ᾿ ἡδονὴν νόμου τῆς φύσεως γένεσιν, Καιρός, ὡς ἔφην, γέγονε τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· τουτέστι, κατακριθῆναι τὴν ἁμαρτίαν, τὴν τοῦ κατακρίνεσθαι διὰ παθημάτων λαβοῦσαν ἀρχὴν ἀπὸ τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν, καὶ τὴν καθ᾿ ἡδονὴν διὰ τοῦ βαπτίσματος γένεσιν ἀποθεμένων· τούτους γὰρ ἐκέλεσεν οἶκον Θεοῦ, καθὼς μαρτυρεῖ φάσκων ὁ θειότατος ἀπόστολος Παῦλος, Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ ὁ οἶκὸς ἐσμεν ἡμεῖς. Καὶ αὐτὸς δὲ διὰ τοῦ ἑξῆς λόγου παρίστησι λέγων Πέτρος, ἡ κορυφὴ τῶν ἀποστόλων· Εἰ δὲ πρῶτον ἀφ᾿ ἡμῶν· ἤρξατο δηλονότι τὸ κρῖμα· τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ· ὡσανεὶ ἔλεγεν· Εἰ ἡμεῖς ὁ οἶκος Θεοῦ γενέσθαι χάριτι διὰ πνεύματος ἀξιωθέντες, τοσαύτην ὑπὲρ δικαιοσύνης εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομονὴν ἐπιδείκνυσθαι παθημάτων ὀφείλομεν, καὶ ὡς κακοῦργοι τὸν ἐφύβριστον, ἀγαθοὶ τυγχάνοντες, προθύμως ἀποφέρεσθαι θάνατον· τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ· τουτέστι, ποῖον ἔσται τὸ τέλος, ἤγουν ἡ κρίσις, τῶν οὐ μόνον ζῶσάν τε καὶ ἐνεργουμένην, κατά τε ψυχὴν καὶ σῶμα, γνώμῃ τε καὶ φύσει, τὴν καθ᾿ ἡδονὴν τοῦ Ἀδὰμ κρατήσασαν τῆς φύσεως γένεσιν μέχρι τέλους διὰ σπουδῆς ἐσχηκότων· ἀλλὰ μήτε προδεξαμένων παρακαλοῦντα τὸν Θεὸν καὶ Πατέρα δι᾿ Υἱοῦ σαρκωθέντος· μήτε μὴν αὐτὸν τὸν ὑπὲρ τοῦ Πατρὸς πρεσβεύοντα Μεσίτην καὶ Υἱόν, καὶ ὑπὲρ τῆς ἡμῶν εἰς τὸν Πατέρα καταλλαγῆς, ἑαυτὸν βουλήσει τοῦ Πατρὸς εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον κατὰ θέλησιν προϊέμενον, ὅπως δι᾿ ἑαυτὸν ἡμᾶς τοσοῦτον δοξάσῃ, τῶ κάλλει καταφαιδρύνας τῆς οἰκείας θεότητος, ὅσον δι᾿ ἡμᾶς αὐτὸς κατεδέξατο τοῖς ἡμῶν ἀτιμασθῆναι παθήμασι. Τοῦτο γάρ, ὡς οἶμαι, τυχόν ἐστι, τὸ τοῦ Θεοῦ Εὐαγγέλιον· πρεσβεία τε Θεοῦ, καὶ παράκλησις πρὸς ἀνθρώπους δι᾿ Υἱοῦ σαρκωθέντος, καὶ τῆς τὸν Πατέρα καταλλαγῆς μισθὸν δωρουμένου τοῖς πειθομένοις αὐτῷ, τὴν ἀγέννητον θέωσιν.
(640) Διὸ σχετλιάζων τοῖς ἐφεξῆς τοὺς ἀπειθεῖς ὁ μέγας ἀπόστολος, φησί, Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; δίκαιον λέγων, ὡς εἰκός, τὸν πιστὸν καὶ φύλακα τῆς δοθείσης κατὰ τὸ βάπτισμα χάριτος, καὶ διὰ πολλῶν παθημάτων ἀκαθαίρετον διατετηρηκότα τὴν διὰ τοῦ Πνεύματος υἱοθεσίαν· σωτηρίαν δέ, τὴν ἐκ Θεοῦ τοῖς ἀξίοις δοθησομένην πληρεστάτην τῆς θεώσεως χάριν· ἧς μόλις ἐπιτεύξεται, καὶ ὁ κατ᾿ ἄκρον πάντων τῶν θείων ἀνθεκτικός· ἀσεβῆ δὲ καὶ ἁμαρτωλόν, τὸν τῆς εὐαγγελικῆς ἀλλότριον χάριτος· ἀσεβῆ μέν, διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν· ἁμαρτωλὸν δέ, διὰ τὴν ζῶσαν ἐν αὐτῷ κατὰ τὴν φθορὰν τῶν παθημάτων τῆς παλαιότητος γένεσιν. Ἢ τυχόν, ἀσεβῆ μὲν ἐκάλεσεν ὁ λόγος, τὸν μόνης παντελως ἐστερημένον τῆς κατὰ Χριστὸν ἐπιγνώσεως· ἁμαρτωλὸν δέ, τὸν πιστὸν μέν, παραβάτην δὲ κατ᾿ ἐμὲ τῶν εὐαγγελικῶν ἐντολῶν, τῶν καθαρὸν διατηρουσῶν τὸν διὰ τοῦ ἁγίου βαπτίσματος χιτῶνα τῆς ἀφθαρσίας· ὧν ἡ θέσις· τοῦ ἀσεβοῦς τὲ φημι καὶ ἁμαρτωλοῦ· τοῖς ἐπιμελουμένοις τῆς μυστικῆς ποσῶς κατείληπται γνώσεως· τὸ γὰρ ποῦ, θέσιν δηλοῖ σαφῶς, τοπικῆς οὐκ ἀμοιροῦσαν περιγραφῆς· ἧς εἴπερ ἡ τοῦ δικαίου θέσις ἀντιδιαιρεῖται, οὐκ ἔσται ποῦ πάντως κατὰ τὴν θέσιν ὁ δίκαιος, τὴν ὑπὲρ τὸ ποῦ κατὰ τὴν χάριν εἰληφὼς θέσιν αὐτὸν τὸν Θεόν, ὡς ἡ ὑπόσχεσις· ὁ γὰρ Θεός, οὐ ποῦ, ἀλλὰ παντὸς ἀσχέτως ἐπέκεινα ποῦ, ἐν ᾧ πάντων τῶν σωζομένων ἡ ἵδρυσις ἔσται, κατὰ τὸ γεγραμμένον· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με. Οὗ τινος πᾶς ὁ μὴ καθ᾿ ὁτιοῦν μεθέξων τῆς τοῦ εὖ εἶναι κατὰ σχέσιν δυνάμεως, μέλει σώματος ἐοικὼς ἔσται πάμπαν ἀμοιροῦντι τῆς κατὰ ψυχὴν ζωτικῆς ἐνεργείας.
Ἢ πάλιν, ἐπειδὴ πάντων τῶν σωζομένων ὁ Θεὸς ἔσται τόπος, ἀπερίγραφός τε καὶ ἀδιάσταστος καὶ ἄπειρος, πᾶσι πάντα γινόμενος κατὰ τὴν ἀναλογίαν τῆς δικαιοσύνης· μᾶλλον δὲ κατὰ τὸ μέτρον τῶν μετὰ γνώσεως ὑπὲρ δικαιοσύνης ἐνταῦθα παθημάτων, ἑαυτὸν ἑκάστῳ καταδωρούμενος, καθάπερ ψυχὴ σώματος μέλεσι κατὰ τὴν ὑποκειμένην ἑκάστῳ μέλει δύναμιν, ἑαυτὴν ἐνεργοῦσαν ἐκφαίνουσα, καὶ πρὸς τὸ εἶναι δι᾿ ἑαυτῆς τὰ μέλη συνάπτουσα πρὸς ζωὴν συγκρατούμενα· ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς που φανεῖται, ταύτης ἐστερημένος τῆς χάριτος. Ὁ γὰρ μὴ (641) δυνάμενος ἐνεργουμένην τὴν κατὰ τὸ εὖ εἶναι τοῦ Θεοῦ δέξασθαι παρουσίαν, ποῦ φανεῖται τῆς θείας ζωῆς τῆς ὑπὲρ αἰῶνα καὶ τόπον καὶ χρόνον, ὑπομείνας τὴν ἔκπτωσιν.
Οὐκοῦν εἴτε κατὰ τὴν πρώτην ἐπιβολὴν καταφατικῶς, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς που φανεῖται, περιγεγραμμένης οὐκ ἔσται ζωῆς τὸ παράπαν ἐλεύθερος· τὴν πᾶσαν διαφεύγουσαν περιγραφήν, καὶ παντὸς ἐπέκεινα τόπου ζωὴν οὐκ ἔχων. Εἴτε κατὰ τὴν δευτέραν ἀποφατικῶς, Ποῦ φανεῖται, τὸν Θεὸν οὐκ ἔχων πρὸς τὸ εὖ συνέχοντα τὴν ζωήν, τὸν μέλλοντα πᾶσιν γίνεσθαι τόπον τοῖς ἀξίοις. Πῶς ἔσται, τόπον αὐτὸν οὐκ ἔχων τὸν Θεόν, κατὰ τὴν τοῦ εὖ εἶναι ἐν Θεῷ μονήν τε καὶ ἵδρυσιν. Καὶ ἁπλῶς εἰπεῖν, εἰ μετὰ πολλῆς δυσχερείας ὁ δίκαιος σώζεται, τί ἔσται, ἢ τί πείσεται ὁ μηδένα λόγον εὐσεβείας καὶ ἀρετῆς κατὰ τὴν παροῦσαν ζωὴν ποιησάμενος.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Ἡδονὴ καὶ ὀδύνη, τῇ φύσει φησὶ τῆς σαρκὸς οὐ συνεκτίσθησαν· ἀλλ᾿ ἡ παράβασις, τὴν μὲν ἐπενόησεν εἰς φθορὰν τῆς προαιρέσεως· τὴν δὲ κατεδίκασεν εἰς λύσιν τῆς φύσεως· ἵνα ἡ μὲν ἡδονή, ψυχῆς ἑκούσιον ἐργάσηται θάνατον τῆς ἁμαρτίας· ἡ δὲ ὀδύνη διὰ τῆς λύσεως, τὴν κατ᾿ εἶδος ποιήσεται τῆς σαρκὸς ἀπογένεσιν.
β´. Ὅτι κατὰ πρόνοιαν πρὸς κόλασιν τῆς κατὰ προαίρεσιν ἡδονῆς, δέδωκεν ὁ Θεὸς τῇ φύσει τὴν παρὰ προαίρεσιν ὀδύνην, καὶ τὸν ἐπ᾿ αὐτῇ θάνατον.
γ´. Ἡ τῶν ἑκουσίων πόνων ἐπίνοια, καὶ ἡ τῶν ἀκουσίων ἐπαγωγή, φησίν, ἀφαιροῦνται μὲν τὴν ἡδονήν, τὴν κατ᾿ ἐνέργειαν αὐτῆς καταπαύουσαν κίνησιν· οὐκ ἀναιροῦσι δὲ τὴν ὥσπερ νόμον τῇ φύσει πρὸς γένεσιν ἐγκειμένην αὐτῆς δύναμιν. Ἡ γὰρ κατ᾿ ἀρετὴν φιλοσοφία, γνώμης ἀπάθειαν, ἀλλ' οὐ φύσεως ἐργάζεσθαι πέφυκε· καθ᾿ ἣν γνωμικὴν ἀπάθειαν, ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χάρις.
δ´. Ἄδικον ἡδονὴν λέγει, τὸν ἐκ τῆς παραβάσεως ἐμφυρέντα τῇ φύσει νόμον τῆς ἁμαρτίας.
ε´. Μέσον ὀφείλοντα πρὸς τὴν τῶν ἄκρων ἀναίρεσιν ἀναδειχθῆναι λέγει, τὸν τοῦ Κυρίου πόνον καὶ θάνατον, ὡς ἡδονῆς ἐσχηκότος ἐλευθέραν τὴν γένεσιν, καὶ ζωῆς ἐμπαθοῦς καθαρὸν τὸν θάνατον τῆς δι᾿ ἡμᾶς αὐτοῦ θείας σαρκός· καθ᾿ ἣν γένεσίν τε καὶ γέννησιν καὶ θάνατον δι᾿ ἡμᾶς ἑκουσίως ὑπέμεινεν· ἵνα τὴν ἡμῶν ἐξ ἡδονῆς γένεσιν, καὶ τὸν ἐξ ἐμπαθοῦς ζωῆς θάνατον, ἀφέλῃ μέσος ἀναφανείς, καὶ πρὸς ἑτέραν ἡμᾶς μετάγῃ ζωήν, ἀρχῆς ἐλευθέραν χρονικῆς καὶ τέλους, ἣν οὐ φύσις ἐλλ᾿ ἡ χάρις δημιουργεῖ.
στ´. Ὅτι παντελῶς φησιν ἀμήχανον ἦν, τὴν φύσιν ὑποβληθεῖσαν τῇ τε κατὰ προαίρεσιν ἡδονῇ, καὶ τῇ παρὰ προαίρεσιν ὀδύνῃ, πάλιν πρὸς τὴν ἐξ ἀρχῆς ἀνακληθῆναι ζωήν, εἰ μὴ γέγονεν ἄνθρωπος ὁ δημιουργός, προαιρέσει δεχόμενος τὴν πρὸς κόλασιν τῆς κατὰ προαίρεσιν τῆς φύσεως ἡδονῆς ἐπινοηθεῖσαν ὀδύνην, οὐκ ἔχουσαν προηγουμένην αὐτῆς τὴν (644) ἐξ ἡδονῆς γένεσιν· ἵνα τῆς ἐκ καταδίκης ἐλευθερώσῃ τὴν φύσιν γεννήσεως, ἐξ ἡδονῆς ἀρχὴν οὐκ ἔχουσαν καταδεχόμενος γέννησιν.
ζ´. Τὸ διὰ θανάτου τέλος τοῦ Κυρίου.
η´. Τῷ παθητῶ δῆλον ὅτι τῆς φύσεως.
θ´. Πῶς τῆς ὀδύνης πλέον τὸ κατὰ φύσιν ἐπιτείνομεν πρόστιμον, διὰ τῆς ἡδονῆς αὐτὴν παραμυθεῖσθαι σπουδάζοντες.
ι´. Τὸ μὲν σοφὸν τοῦ Θεοῦ φησιν, ἐν τῷ γενέσθαι φύσει κατ᾿ ἀλήθειαν ἄνθρωπον δείκνυται· τὸ δὲ δίκαιον, ἐν τῷ παθητὸν κατὰ τὴν γένεσιν ὁμοίως ἡμῖν ἀνειληφέναι τῆς φύσεως· τὸ δὲ δυνατόν, ἐν τῷ διὰ παθημάτων καὶ θανάτου ζωὴν ἀΐδιον τῇ φύσει δημιουργῆσαι, καὶ ἀπάθειαν ἄτρεπτον.
ια´. Ὅτι τὴν ἐκ τοῦ νόμου τῆς ἁμαρτίας ἡδονὴν εἰς ἀθέτησιν τῆς κατὰ σάρκα γεννήσεως τῶν ἐν αὐτῷ χάριτι διὰ Πνεύματος γεννωμένων ὁ Κύριος ἀφελόμενος, τὸν εἰς καταδίκην τὸ πρότερον ὄντα τῆς φύσεως, εἰς τὴν τῆς ἁμαρτίας κατάκρισιν αὐτοῖς συγχωρεῖ δέχεσθαι θάνατον.
ιβ´. Ἀρχὴν ἔσχεν μετὰ τὴν παράβασιν, φησίν, ἡ τῶν ἀνθρώπων φύσις τῆς ἰδίας γενέσεως, τὴν καθ᾿ ἡδονὴν ἐκ σπορᾶς σύλληψιν, καὶ τέλος τὸν κατ᾿ ὀδύνην διὰ φθορᾶς θάνατον. Ὁ δὲ Κύριος ταύτην οὐκ ἔχων ἀρχὴν τῆς κατὰ σάρκα γεννήσεως, οὔτε τῷ τέλει, τουτέστι τῷ θανάτῳ, κατὰ φύσιν ὑπῆρχεν ἁλωτός.
ιγ´. Ὅτι τὴν εἰς τὸ μὴ ὂν ἀπογένεσιν δέξασθαι τὴν τῶν γεγονότων φύσιν προσδοκῶν ὁ διάβολος, ἠγωνίσατο τῆς θείας ἐντολῆς παραβάτην δεῖξαι τὸν ἄνθρωπον.
ιδ´. Ὅτι φθονῶν τῷ Θεῷ καὶ ἡμῖν ὁ διάβολος, δόλῳ τὸν ἄνθρωπον ὑπὸ Θεοῦ φθονεῖσθαι παραπείσας, παραβῆναι τὴν ἐντολὴν παρεσκεύασε· τῷ Θεῷ μέν, ἵνα μὴ φανερὰ γένηται κατ᾿ ἐνέργειαν ἡ πανύμνητος αὐτοῦ δύναμις θεουργοῦσα τὸν ἄνθρωπον· τῷ δὲ ἀνθρώπῳ προδήλως, ἵνα μὴ γένηται τῆς θείας ἐν εἴδει κατ᾿ ἀρετὴν μέτοχος δόξης.
ιε´. Ὅτι γενικὴ κατάκρισίς ἐστι, φησί, τοῦ κατὰ τὴν παράβασιν κρατήσαντος νόμου τῆς φύσεως, ἡ τοῦ Θεοῦ κατ᾿ ἀλήθειαν ἐνανθρώπησις· ἰδικὴ δὲ τούτου τοῦ νόμου κατάκρισὶς ἐστιν, ἡ κατὰ Χριστὸν γνωμικὴ τοῦ καθ᾿ ἕκαστον ἀναγέννησις.
ιστ´. Ἀγέννητον εἶπε θέωσιν, τὴν κατ᾿ εἶδος ἐνυπόστατον τῆς θεότητος ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ᾿ ἀνεννόητον ἐν τοῖς ἀξίοις φανέρωσιν.
ιζ´. Πῶς τὸ ποῦ δεῖ θεωρεῖν.
ιη´. Ὁ μὴ καθαρὰν τὴν θείαν ληψόμενος ζωήν, φησίν, ἐν ᾗ περιγραφῆς λόγος τὸ παράπαν οὐκ ἔστιν ὀδύνης ἐλεύθερος οὐκ ἔσται, τὴν γενητὴν ἔχων διηνεκῶς τὴν αὐτοῦ περιγράφουσαν ὕπαρξιν, ἤγουν σενέχουσαν, ἀλλ᾿ οὐ τὴν ἀγέννητον, καὶ πάσης ἐλευθέραν θέσεως τοπικῆς καὶ κινήσεως χρονικῆς· καὶ μηδεμίαν κατάληψιν ἔχουσαν· καὶ διὰ τοῦτο, μηδὲ περιγραφήν. Ἡ γὰρ θεία ζωὴ καὶ ἀνεννόητος, κἂν ἀπόλαυσιν δίδωσιν ἑαυτῆς τοῖς κατὰ χάριν μεθέξουσιν, ἀλλ᾿ οὐ κατάληψιν. Μένει γὰρ (645) ἀεί, κἂν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς, ἀκατάληπτος, ὅτι κατὰ φύσιν ὡς ἀγέννητος ἔχει τὴν ἀπειρίαν.
ιθ´. Ὁ μὲν Θεὸς φησι, κατὰ μίαν ἀπειροδύναμον τῆς ἀγαθότητος αὐτοῦ βούλησιν πάντας συνέξει καὶ ἀγγέλους καὶ ἀνθρώπους· ἀγαθούς τε καὶ πονηρούς· οὗτοι δὲ πάντες, οὐκ ἴσως μεθέξουσι Θεοῦ, τοῦ διὰ πάντων ἀσχέτως χωρήσοντος· ἀλλ' ἀναλόγως ἑαυτοῖς. Οἱ μὲν τῇ φύσει φυλάξαντες ἰσονομοῦσαν διὰ πάντων τὴν γνώμην, καὶ τῶν τῆς φύσεως λόγων κατ' ἐνέργειαν δεκτικὴν αὐτὴν καταστήσαντες, καθ᾿ ὅλον τὸν τοῦ ἀεὶ εὖ εἶναι λόγον, διὰ τὴν πρὸς τὴν θείαν βούλησιν τῆς γνώμης εὐπάθειαν, ὅλως μεθέξουσι τῆς ἀγαθότητος κατὰ τὴν αὐτοῖς ἐπιλάμπουσαν ὡς ἐν ἀγγέλοις, ἢ ὡς ἐν ἀνθρώποις, θείαν ζωήν. Οἱ δὲ τῇ φύσει ποιήσαντες ἀνισομοῦσαν διὰ πάντων τὴν γνώμην, καὶ τῶν τῆς φύσεως λόγων κατὰ τὴν ἐνέργειαν σκεδαστικὴν αὐτὴν ἀποδείξαντες, καθ᾿ ὅλον τὸν τοῦ εὖ εἶναι λόγον, διὰ τὴν πρὸς τὴν θείαν βούλησιν τῆς γνώμης ἀντιπάθειαν, ὅλης ἐκπεσοῦνται τῆς ἀγαθότητος, κατὰ τὴν ἐμφαινομένην αὐτοῖς πρὸς τὸ φεῦ εἶναι τῆς γνώμης οἰκείωσιν· καθ᾿ ἣν πρὸς τὸν Θεὸν ἔσται τῶν τοιούτων διάστασις, οὐκ ἐχόντων κατὰ τὴν πρόθεσιν τῆς γνώμης, ταῖς ἐνεργείαις τῶν ἀγαθῶν τὸν τοῦ εὖ εἶναι λόγον ζωογονούμενον, καθ᾿ ὃν ἡ θεία ζωὴ διαφαίνεσθαι πέφυκε. Ζυγὸς οὖν τῆς ἑκάστου γνώμης ἔσται κατὰ τὴν κρίσιν, ὁ τῆς φύσεως λόγος, τὴν πρὸς τὸ φεῦ, ἢ εὖ αὐτῆς διαλέγχων κίνησιν, καθ᾿ ἣν ἡ τῆς θείας ζωῆς μέθεξις ἢ ἀμεθεξία γίνεσθαι πέφυκε. Κατὰ γὰρ τὸ εἶναι, καὶ ἀεὶ πάντας συνέξει παρὼν ὁ Θεός· κατὰ δὲ τὸ ἀεὶ εὖ εἶναι, μόνους ἰδιοτρόπως τοὺς ἁγίους ἀγγέλους τε καὶ ἀνθρώπους· τὸ ἀεὶ φεῦ εἶναι τοῖς μὴ τοιούτοις ὡς γνώμης καρπὸν ἀφεὶς ἐπικιρνώμενον.
ΕΡΩΤΗΣΙΣ ΞΒ´.
[Επεξεργασία]Τί ἐστιν ὃ λέγει Ζαχαρίας ὁ ἅγιος Προφήτης, "Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον· καὶ ἰδοὺ δρέπανον πετόμενον, μῆκος πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα· καὶ εἶπε πρός με, Αὕτη ἐστὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς." Καὶ μετ᾿ ὀλίγα, "Καὶ ἐξοίσω αὐτό, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐν τῷ ὀνόματί μου ψευδῶς· καὶ καταλύσει αὐτόν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ." Τί τὸ δρέπανόν ἐστι, καὶ τὸ μέτρον τοῦτε μήκους καὶ τοῦ πλάτους· καὶ διὰ τί πετόμενον; καὶ τὶς ὁ κλέπτης καὶ ἐπίορκος, καὶ τὶς ὁ τούτου οἶκος· τίνα τὰ ξύλα, καὶ τίνες οἱ λίθοι;
(648) Ἀπόκρισις.
[Επεξεργασία]Ὁ φήσας Θεός· Ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ τῶν προφητῶν ὡμοιώθην· τῆς ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διὰ σαρκὸς αὐτοῦ θαυμαστῆς ἐπιδημίας, τοῖς συμβόλοις διαποικίλας προκατεβάλετο ὑποτυπώσεις· ἄλλην δι᾿ ἄλλου τῶν προφητῶν, ὧν ἕκαστος ἦν χωρητικός, προδεικνύμενος· οὐκοῦν καὶ τῷ μεγάλῳ προφήτῃ Ζαχαρίᾳ, τῶν οἰκείων μυστηρίων δωρούμενος τὴν μύησιν, καὶ οἷον ἐπ᾿ ὄψιν ἄγων αὐτῷ πρὸς κατανόησιν τῆς μελλούσης αὐτοῦ διὰ σαρκὸς παρουσίας τὴν δύναμιν, δρέπανον αὐτῷ κατὰ τὴν θεωρίαν σοφῶς διεσκεύασε· διδάσκων ὡς αὐτὸν ἔμελλεν, ὁ τοῖς τύποις ἑαυτὸν πολυειδῶς ταῖς τῶν προφητῶν ὁράσεσι μυστικῶς διαπλάσας, τὴν ἡμετέραν ἑκουσίως κατ᾿ ἀλήθειαν ὑπελθεῖν φύσει διάπλασιν, ἵνα δείξῃ τοῖς πράγμασι παροῦσαν τὴν προμηνυθεῖσαν διὰ τῶν τύπων ἀλήθειαν.
Δρέπανον οὖν ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος· ὁ δι᾿ ἑαυτὸν μὲν κατὰ φύσιν ἁπλοῦς καὶ ὤν, καὶ ἀεὶ διαμένων· δι᾿ ἐμὲ δὲ κατὰ πρόσληψιν σαρκὸς νοερῶς ἐψυχωμένης, ὡς οἶδεν αὐτός, γινόμενος καθ᾿ ὑπόστασιν σύνθετος· οὔτε τῇ κατ᾿ ἄκρον πρὸς τὴν σάρκα καθ᾿ ὑπόστασιν ἑνώσει τὴν εἰς μίαν φύσιν παραδεχόμενος σύγχυσιν, οὔτε τῇ κατ᾿ ἄκρον πρὸς τὴν σάρκα κατὰ τὴν φύσιν διαφορᾷ, πρὸς υἱῶν δυάδα τεμνόμενος. Ἄκρον δὲ φημι, τῆς μὲν καθ᾿ ὑπόστασιν ἑνώσεως, τὸ παντελῶς ἀδιαίρετον· τῆς δὲ κατὰ φύσιν διαφορᾶς ἄκρον, τὸ παντελῶς ἀσύγχυτον καὶ ἀναλλοίωτον· ὅτι μηδὲ συνεπάγεται παντελῶς, τῇ κατὰ φύσιν τῶν ἐξ ὧν συνέστηκεν ἑτερότητι, καὶ τὴν καθ᾿ ὑπόστασιν διαφοράν, τὸ μυστήριον τῆς θείας σαρκώσεως· οὔτε μὴν τῇ καθ᾿ ὑπόστασιν ἑνώσει, τὴν εἰς μίαν φύσιν σύγχυσιν· τὸ μέν, ἵνα μὴ προσθήκην λάβῃ τὸ τῆς Τριάδος μυστήριον· τὸ δέ, ἵνα μηδὲν ᾗ τῇ θεότητι ὁμογενὲς κατὰ φύσιν καὶ ὁμοούσιον. Δύο γὰρ φύσεων πρὸς ὑπόστασιν· ἀλλ᾿ οὐ πρὸς φύσιν μίαν γέγονε σύνοδος· ἵνα καὶ τὸ καθ᾿ ὑπόστασιν ἕν, ἐκ τῶν ἀλλήλαις συνδραμουσῶν φύσεων δειχθῇ κατὰ τὴν ἕνωσιν ἀποτελούμενον· καὶ τὸ διάφορον τῶν συνελθόντων πρὸς τὴν ἀδιάσπαστον ἕνωσιν, κατὰ τὴν φυσικὴν ἰδιότητα πιστευθῇ πάσης ἐκτὸς μόνον τροπῆς καὶ συγχύσεως.
Εἰ γὰρ πρὸς φύσεως γένεσιν ἡ τῶν φύσεων γέγονε σύνοδος, ἀδιάγνωστον ἂν ἦν ἡμῖν παντελῶς τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον· οὐκ ἔχουσιν πόθεν, ἢ πῶς δυνηθῆναι μαθεῖν τὴν πρὸς ἡμᾶς τοῦ Θεοῦ συγκατάβασιν· εἰς τὴν θείαν φύσιν διὰ τὴν θείαν ἕνωσιν τῆς σαρκὸς μεταβληθείσης, ἢ τῆς θείας εἰς τὴν σαρκὸς οὐσίαν μετατραπείσης· ἢ ἀμφοῖν πρὸς ἄλλης παρ᾿ ἑαυτὰς γένεσιν κατὰ τινα μίξιν συμφυρεισῶν· καὶ μηδετέρας τῶν ἐξ ὧν ἐστι φύσεων, τὸν λόγον ἀλώβητον φερούσης. Εἴτε γὰρ εἰς θεότητος φύσιν ἡ σάρξ, εἴτε πρὸς σάρκα ἡ τῆς θεότητος μετεβλήθη φύσις· εἴτε πρὸς ἄλλης γένεσιν φύσεως παρὰ ταύτας (649) ὁ τῆς πρὸς φύσιν μίαν ἑνώσεως τρόπος τὰς φύσεις συνώθησεν, ἐγὼ τὸ μυστήριον τῆς θείας σαρκώσεως οὐκ ἐπιγινώσκω, φυσικὴν οὐχ εὑρίσκων μετὰ τὴν ἕνωσιν ἐν τῷ μυστηρίῳ διαφορὰν σαρκὸς καὶ θεότητος. Εἰ δὲ σαρκὸς ἐν Χριστῷ καὶ θεότητος μετὰ τὴν ἕνωσιν ὑπάρχει κατὰ φύσιν διαφορά· οὐ γὰρ ταυτὸν κατ᾿ οὐσίαν ποτὲ θεότης καὶ σάρξ· πρὸς φύσεως μιᾶς γένεσιν ἡ τῶν συνελθόντων οὐδαμῶς γέγονεν ἕνωσις· ἀλλὰ πρὸς μίαν ὑπόστασιν· καθ᾿ ἣν οὐδεμίαν ἐν Χριστῷ οἱονδήποτε τρόπον εὑρίσκομεν διαφοράν. Ταυτὸν γὰρ τῇ οἰκείᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ὁ Λόγος. Καθ᾿ ὃ γὰρ ὁ Χριστὸς τὴν οἱανδήποτε ἐπιδέχεται διαφοράν, ἓν εἶναι κατὰ πάντα τρόπον οὐ δύναται. Καθ᾿ ὃ δὲ τὴν οἱανοῦν παντελῶς οὐκ ἐπιδέχεται διαφοράν, κατὰ πάντα τρόπον τὸ ἓν ἐπ᾿ αὐτοῦ διὰ παντὸς εὐσεβῶς ἔχει καὶ ὃν καὶ λεγόμενον.
Οὐκοῦν ἐπειδὴ πᾶσα μὲν διαφορὰ καθ᾿ ὃ διαφορὰ πάντως ὑποκείμενον ἔχει ποσὸν τῶν διαφερόντων· ποσοῦ γὰρ χωρίς, οὐκ ἂν εἴη ποτὲ διαφορά· τὸ δὲ ποσόν, ἀριθμοῦ χωρὶς οὐ δέχεται δήλωσιν· καλῶς ἂν πρὸς μόνην τὴν δήλωσιν τῆς διαφορᾶς τῶν ἐξ ὧν ἔστι φύσεων ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, τὸν ἀριθμὸν παραλαμβάνομεν, σημαίνοντες ἀτρέπτους σώζεσθαι τὰς φύσεις μετὰ τὴν ἕνωσιν· ἀλλ᾿ οὐ διαιροῦντες τῷ ἀριθμῷ τῶν εἰς ὑπόστασιν μίαν συνδεδραμηκότων τὴν ἕνωσιν· καὶ δηλοῦμεν τοῦτο φρονοῦντες, τῷ τῆς ὑποστάσεως λόγῳ, καθοτιοῦν ἀριθμὸν οὐκ ἐπάγοντες. ᾯ γὰρ οὐκ ἐπιθεωρεῖται διαφορὰ παντελῶς, οὐδὲ ποσὸν συνεισάγεται. Τὸ δὲ ποσὸν οὐκ ἔχον συνεισαγόμενον, οὔτε τὸν δηλωτικὸν τῆς διαφορᾶς ἀριθμὸν ἐπιδέχεται. Σύνθετον οὖν κατὰ τὴν ὑπόστασιν, καθ᾿ ἣν ἡ ταυτότης καὶ τὸ πάντη θεωρεῖται μοναδικόν· ἵνα καὶ τὸ ταυτὸν καὶ μοναδικὸν φυλάξωμεν τῆς ὑποστάσεως, καὶ τὴν διαφορὰν τῶν πρὸς ὑπόστασιν μίαν συνδραμουσῶν ὁμολογήσωμεν φύσεων. Οὗτός ἐστιν ὃν ἴδε σχήματι δρεπάνου πετόμενον ὁ θαυμαστὸς Ζαχαρίας. Ἐκθεριστικὸς γὰρ πάσης κακίας τε καὶ ἀγνωσίας ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος.
Μῆκος αὐτοῦ, φησί, πήχεων εἴκοσι· καὶ πλάτος αὐτοῦ, πήχεων δέκα. Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὁ Χριστός, εἰς δέκα πήχεις, τὰς ἐμπράκτους λέγω καὶ θείας ἐντολάς, τῷ τῆς Προνοίας τρόπῳ κατὰ πρόοδον πλατύνεσθαι πέφυκεν. Εἰς δεκάδα γὰρ ἐντολῶν ὁ τοῦ Θεοῦ πλατύνεται λόγος· δι᾿ ὧν τήν τε τῶν δεόντων ἐνέργειαν, καὶ τῶν οὐ δεόντων τὴν ἀργίαν νομοθετήσας, πᾶσαν περιέσχεν τῶν προνοουμένων τῆς αὐθαιρέτου γνώμης τὴν κίνησιν. Ὡς δὲ γενόμενος σὰρξ ὁ αὐτός, καὶ τελείως ἐνανθρωπήσας, εἰς εἴκοσι πήχεις μηκύνεται· διὰ τὴν ἐπ᾿ αἰσθήσεσι τῶν στοιχείων πρὸς γένεσιν σώματος σύνθεσιν. Πέντε γὰρ αἰσθήσεις ὑπάρχουσι, καὶ τέσσαρα τυγχάνει τὰ στοιχεῖα· ἐξ ὧν κατὰ σύνοδον ἡ τῶν ἀνθρώπων συνέστηκε φύσις. Πέντε δὲ ἐπὶ τέσσαρα συντιθέμενα, ποιεῖ τὸν εἴκοσι σαφῶς ἀριθμόν. Μῆκος δὲ τὸν τῆς οἰκονομίας ἡ Γραφὴ προσηγόρευσε τρόπον, (652) διά τε τὸ ὕψος, καὶ τὸ ὑπὲρ πᾶσαν εἶναι φύσιν τὸ μυστήριον τῆς θείας ἐνανθρωπήσεως.
Πετόμενον δέ, διά τε τὸ μηδὲν ἔχειν ἐπίγειον διά τε τὸ ταχὺ καὶ ὀξυκίνητον· καὶ συνελόντα φάναι, συντετμημένον τοῦ λόγου, καὶ πᾶσαν τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνῃ περιγράφον τῇ καρδίᾳ τῶν σωζομένων· κατὰ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν συνείδησιν συνεχομένην. Οὐδὲν γὰρ τοῦ πιστεύειν ταχύτερον· καὶ τοῦ, διὰ στόματος ὁμολογεῖν τοῦ πιστευθέντος τὴν χάριν, ἐστὶν εὐκολώτερον. Τὸ μὲν γὰρ δηλοῖ τὴν ἔμψυχον πρὸς τὸν πεποιηκότα τοῦ πεπιστευκότος ἀγάπην· τὸ δέ, τὴν θεοφιλῆ πρὸς τὸν πλησίον διάθεσιν. Ἀγάπη δέ, καὶ γνησία διάθεσις· ἤγουν πίστις, καὶ ἀγαθὴ συνείδησις· ἔργον προδήλως τοῦ κατὰ καρδίαν ἀφανοῦς ὑπάρχει κινήματος, τῆς ἐκτὸς ὕλης πρὸς γένεσιν παντελῶς οὐ δεόμενος. Λόγον γὰρ συντετμημένον, φησί, ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
Οὗτός ἐστιν ἡ ἀρά, ἣν ἐξέπεμψεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ὁ Θεὸς καὶ Πατήρ· ἡ ὄντως ἀρὰ τῆς ἀληθινῆς. Ἐπειδὴ γὰρ γέγονεν ἀρὰ διὰ τῆς παραβάσεως, ἡ παρακοὴ τοῦ Ἀδάμ, μὴ συγχωρήσασα πρὸς γένεσιν καρπῶν δικαιοσύνης αὐξηθῆναι τὴν ἐντολή, ἵνα λάβῃ τὴν εὐλογίαν ἡ κτίσις, ἐν τῇ ἀρᾷ γίνεται τοῦ Ἀδάμ, ἡ κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς εὐλογία· τῆς καθ᾿ ἁμαρτίαν ἀρᾶς ἀρὰ γινομένη, πρὸς ἀναίρεσιν τῆς πρὸς γένεσιν καρπῶν ἀδικίας αὐξηθείσης παρακοῆς, ἵνα λάβῃ στέρησιν τῆς καθ᾿ ἁμαρτίαν αὐξήσεως ἡ κτίσις. Κατάρα γὰρ δι᾿ ἐμέ, καὶ ἁμαρτία γέγονε, κατὰ τὸν θεῖον Ἀπόστολον ὁ τὴν ἐμὴν λύων κατάραν, καὶ τοῦ κόσμου αἵρων τὴν ἁμαρτίαν.
Δύο γὰρ κατάρας εἶχον ἐγώ· μίαν μέν, καρπὸν οὖσαν τῆς ἐμῆς προαιρέσεως· τουτέστι τὴν ἁμαρτίαν· δι᾿ ἧς εἰς τὴν γῆν τὸ κατ᾿ ἀρετὴν τῆς ψυχῆς ἀπέπεσε γόνιμον· ἑτέραν δέ, τὸν καταψηφισθέντα δικαίως διὰ τὴν ἐμὴν προαίρεσιν θάνατον τῆς φύσεως· ἐκεῖσε πρὸς ἀνάγκης καὶ μὴ βουλομένην τὴν φύσιν ὠθούμενον, ἔνθα τῆς ἐμῆς προαιρέσεως ἐνεσπάρη κατὰ γνώμην ἡ κίνησις. Τὴν οὖν κατακριθεῖσαν τῆς φύσεως, ὁ τῆς φύσεως ὑποστήσας τὴν γένεσιν Θεός, ἑκουσίως ὑπελθὼν κατάραν· φημὶ δέ, τὸν θάνατον· τὴν ζῶσαν ἐν ἐμοὶ κατὰ προαίρεσιν τῆς ἁμαρτίας κατάραν, τῷ οἰκείῳ θανάτῳ διὰ σταυροῦ κατασφάξας ἀπέκτεινε· καὶ γέγονε ἡ τοῦ Θεοῦ μου κατάρα, τῆς ἐμῆς ἁμαρτίας κατάρα καὶ θάνατος, μὴ συγχωροῦσα πρὸς γένεσιν καρπῶν ἀδικίας ἐλθεῖν τὴν παράβασιν· τῆς δὲ κατ᾿ ἐντολὴν θείας δικαιοσύνης εὐλογία, καὶ ζωὴ ἀτελεύτητος.
Τοῦτο τὸ δρέπανον, ἤγουν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦ Χριστός, συντελεῖ τὸν κλέπτην καὶ ἐπίορκον· καὶ τὸν οἶκον αὐτοῦ καταλύει. Κλέπτης δὲ κατ᾿ ἀλήθειάν ἐστι καὶ ἐπίορκος, ὁ πονηρὸς διάβολος. Κλέπτης μέν, ὡς συλήσας δι᾿ ἀπάτης δόλῳ τοῦ παραδείσου τὸν ἄνθρωπον· ἔργον καὶ κτίσμα Θεοῦ καὶ κτῆμα τίμιον ὑπάρχοντα, καὶ εἰς τόνδε τῆς κακώσεως ἀγαγὼν τὸν τόπον· καὶ τὸ τῆς θείας ἀπεικόνισμα (653) δόξης, πολλαῖς ἁμαρτημάτων κηλῖσιν καταρυπώσας· ἰδίαν περιουσίαν ζητῶν ποιήσασθαι τὸν ἀλλότριον πλοῦτον, τῶν ἀλλοτρίων κακῶς ἐφιέμενος ἀγαθῶν· οὐχ ἵνα τηρήσῃ, ἀλλ᾿ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ἐπίορκος δέ, ὡς ψεύστης καὶ παραλογιστής. Ὑποσχόμενος γὰρ τῷ Ἀδὰμ δώσειν θειότητος δόξαν, πρὸς ἀτιμίαν κτηνῶν ἀλόγων καὶ ὕβριν κατέβαλε· καὶ παντὸς κτήνους, ἵνα τὸ κυριώτερον εἴπω, πεποίηκεν ἀτιμώτερον· τοσοῦτον πλέον ἔχοντα τῶν κτηνῶν κατὰ τὴν ὕβριν τῆς ἀλογίας, ὅσον τῶν κατὰ φύσιν τὸ παρὰ φύσιν ἐστὶ βδελυκτότερον· καὶ τῆς ἀθανασίας αὐτὸν ἀποξενώσας, τῇ περιβολῇ τῆς φθορᾶς κατεμόλυνεν.
Οἶκος δὲ τούτου τοῦ κλέπτου καὶ ἐπιόρκου, ὁ παρὼν τῆς φθορᾶς καὶ τῆς ἀλλεπαλλήλου συγχύσεως καθέστηκε κόσμος· ὃν τυχὸν ἐσφετερίσατο λῃστεύσας τὸν ἄνθρωπον· ἐν ᾧ καὶ λῃστεύειν συνεχωρήθη, δι᾿ ἃς οἶδεν αἰτίας, ὁ λῃστεύειν αὐτὸν συγχωρήσας Θεός, μέχρις ἂν ὁ κυκλικὸς τοῦ χρόνου συνέστηκε δρόμος.
Ἐν τούτῳ τῷ κόσμῳ καταλύσας ὡς ἐν οἴκῳ διὰ τῆς ἀφράστου σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος, τόν τε διάβολον δήσας, κατήργησε, καὶ τὰ ξύλα καὶ τοὺς λίθους τοῦ κόσμου τούτου, παντελῶς συνετέλεσε· τὰ ξόανα καὶ τοὺς βωμούς, καὶ τὰ τῶν ἀγαλμάτων ἱδρύματα διολέσας παντελῶς καὶ ἀφανίσας· δι᾿ ὧν θεὸς τις πολύμορφος καὶ ἀλλόκοτος, ὁ τῆς πλάνης πατὴρ διάβολος προσκυνεῖσθαι παρὰ τῶν πλανηθέντων ᾤετο· τὴν ἐκείνων ἄνοιαν δόξης ἰδίας, ὡς πολὺ τῶν πλανωμένων ἀνοητότερος, ὕλην ποιούμενος. Τί γὰρ τοῦ δοκεῖν, οὐκ ὄντος κατ᾿ ἀλήθειαν φύσει τοῦ πράγματος, ἀφρονέστερον; Ἐν τούτῳ τοῦ κλέπτου καὶ ἐπιόρκου, τοῦ διαβόλου, τῷ οἴκῳ· λέγω δὴ τῷδε τῷ κόσμῳ· ὁ φιλάνθρωπος τῶν ψυχῶν ἡμῶν λυτρωτὴς καὶ τῶν σωμάτων, διὰ σαρκὸς καταλύσας, ὅλον κατέστρεψε κατὰ τὸν τῆς προτέρας πλάνης τρόπον· καὶ ὅλον πάλιν κατὰ τὸν τῆς ἀληθοῦς ἐπιγνώσεως ἐπανωρθώσατο λόγον. Καὶ ἁπλῶς εἰπεῖν, τὸν λῃστὴν διωθήσας τῶν ἀλλοτρίων κτημάτων, αὐτὸς πάλιν ὡς δεσπότης δι᾿ ἀρετῆς τῶν οἰκείων κεκράτηκε· κατὰ πᾶσαν τὴν ὑπ᾿ οὐρανὸν τὴν ἁγίαν αὐτοῦ μεγαλοπρεπῶς Ἐκκλησίαν δειμάμενος.
Ἢ τυχὸν κλέπτης ἐστὶν ὁ διάβολος, ὡς δι᾿ ἀπάτης δόλῳ τὴν ἑκάστου πρὸς ἑαυτὸν μεταφέρειν μέχρι καὶ νῦν μηχανώμενος ἔφεσιν. Ἐπίορκος δὲ καὶ ψεύστης, ὡς παραλογιστὴς ὁμοῦ, καὶ τῇ τῶν ἀμεινόνων ἐλπίδι τοὺς κουφοτέρους τῶν τέως ἐν χερσὶν ἀγαθῶν ἀφίστασθαι πείθων· καὶ διὰ τῶν νομιζομένων ἡδέων, λανθανόντως τοῖς πειθομένοις αὐτῷ, πόνους δημιουργῶν. Οἶκος δὲ τούτου τοῦ κλέπτου καὶ ψεύστου καθέστηκεν, ἡ φιλαμαρτήμων τῆς ἑκάστου καρδίας διάθεσις· ἔχουσα καθάπερ λίθους, τὴν περὶ τὰ καλὰ καρδίας πώρωσιν καὶ ἀναισθησίαν· ξύλα δέ, τὰ ἐξαπτικὰ ἐνθύμια τῆς τῶν παθῶν ἀκαθάρτου πυρώσεως.
Ἢ μὴ ποτὲ ξύλα φησὶ τροπικῶς ἡ Γραφή, τὴν ἐπιθυμίαν. Ξύλον γὰρ ταύτης [marg. Τῆς ἐπιθυμίας δηλονότι] (656) πρῶτον ἀναγέγραπται παρὰ φύσιν διαφθεῖραν τὴν κίνησιν· καὶ διὰ τὸ παντὸς πάθους, ὡς τοῦ πυρὸς ἡ ξυλώδης ὕλη, ταύτης δεκτικὴν εἶναι τῆς ψυχῆς τὴν δύναμιν· λίθους δέ, τὸ στεῤῥὸν τυχὸν καὶ ἀναίσθητον, καὶ μὴ ὑπεῖκον τῷ λόγῳ τῆς ἀρετῆς, τῶν θυμικῶν κινημάτων· ἅπερ πάντα, μετὰ τῆς ἐν ᾗ ταῦτα τυγχάνουσιν οἰκίας, ἤγουν διαθέσεως, ἀφανίζει τε καὶ συντελεῖ παραγινόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἐκβάλλων αὐτῆς πρότερον διὰ τῆς πίστεως, τὸν διὰ τῆς πλάνης ἐν αὐτῇ ποτε κατοικήσαντα διάβολον· τὸν οἰόμενον ἰσχυρὸν εἶναι, πέδαις ἀλύτοις καταδήσας, καὶ τὴν οἰκίαν αὐτοῦ διαρπάσας· τήν τε τῶν παθῶν ἐξαπτικὴν ἕξιν, μετὰ τῆς περὶ τὰ καλὰ πωρώσεως ἀπελαύνων τῆς καρδίας.
Ἢ τυχὸν λίθους μὲν καλεῖ, τὴν περὶ τὰ καλὰ τῆς ψυχῆς ῥᾳθυμίαν, ὡς ἀρετῶν ἀναισθητούσης· ξύλα δέ, τὴν περὶ τὰ κακὰ προθυμίαν· ἅπερ πάντα ἔξω τῆς καρδίας τῶν πιστῶν διωθούμενος ὁ Λόγος, οὐ παύεται ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἐν ἑνὶ σώματι τῶν ἀρετῶν, τούς τε μακρὰν καὶ τοὺς ἐγγύς, τὸ μεσότοιχον δῆλον ὅτι τοῦ φραγμοῦ καταλύων· λέγω δὴ τὴν ἁμαρτίαν· καὶ τῆς γνώμης ἀκυρῶν, τὸ περὶ κακίαν χειρόγραφον· καὶ τὸ φρόνημα τῆς σαρκός, καθυποτάσσων τῷ νόμῳ τοῦ πνεύματος. Τοὺς μακρὰν γὰρ ἐκάλεσεν, ὡς οἶμαι, τὰς κατ᾿ αἴσθησιν κινήσεις· μακρὰν κατὰ φύσιν οὔσας, καὶ ξένας παντάπασι τοῦ νόμου τοῦ Θεοῦ· ἐγγὺς δέ, τὰς νοερὰς τῆς ψυχῆς ἐνεργείας, ὡς τοῦ λόγου κατ᾿ οἰκείωσιν οὐκ οὔσας μακράν· ὥσπερ συνάπτει μετὰ τὴν κατάλυσιν τοῦ σαρκικοῦ νόμου, κατὰ τὸν τῆς ἀρετῆς τρόπον συνδέων αὐτὰς ἀλλήλαις τῷ πνεύματι. Μεσότοιχον γὰρ ὡς οἶμαι, τὸν κατὰ φύσιν νόμον τοῦ σώματος κέκληκε· πρὸς τὰ πάθη σχέσιν, ἤγουν τὴν ἁμαρτίαν. Μόνη γὰρ ἡ πρὸς τὰ πάθη τῆς ἀτιμίας σχέσις, τοῦ νόμου τῆς φύσεως· τουτέστι, τοῦ παθητοῦ τῆς φύσεως μέρους, φραγμὸς γίνεται, τῆς ψυχῆς τὸ σῶμα διατειχίζων, καὶ τοῦ λόγου τῶν ἀρετῶν· τὴν πρὸς σάρκα διὰ μέσης ψυχῆς κατὰ τὴν πρᾶξιν μὴ συγχωρῶν γενέσθαι διάβασιν. Ὁ δὲ λόγος παραγενόμενος, καὶ τὸν τῆς φύσεως νόμον, ἤγουν τὸ τῆς φύσεως παθητὸν καταπαλαίσας, τὴν ἐν αὐτῷ τῶν παρὰ φύσιν παθῶν σχέσιν κατήργησεν.
Οὗτος ἐστιν ὁ Κύριός μου καὶ ὁ Θεός μου Χριστὸς Ἰησοῦς, ὃν ὡς δρέπανον ἑώρακεν ὁ προφήτης, εἴκοσι πήχεων τὸ μῆκος· περιεκτικὸς γὰρ πάσης τῆς ἐπὶ τοῖς αἰσθητοῖς ἐστιν αἰσθητικῆς ἐνεργείας· καὶ δέκα πήχεων τὸ πλάτος· ὁριστικὸς γὰρ πάσης λογικῆς ὑπάρχει κινήσεως, ὁ ἐμὸς Θεὸς καὶ Σωτήρ. Φασὶ γὰρ τὸ ἀριθμεῖν μόνου κατὰ φύσιν εἶναι τοῦ λογικοῦ· παντὸς δὲ ἀριθμοῦ περιοχὴ καὶ τέλος ἐστίν, ἡ δεκάς· ἄρα περιεκτικὸς οὐ μόνον αἰσθητικῶν δυνάμεων, ἀλλὰ καὶ νοερῶν ἐνεργειῶν ἐστιν ὁ τοῦ Θεοῦ (657) Λόγος· ὡς μὴ μόνον σωμάτων, ἀλλὰ καὶ ἀσωμάτων δημιουργός.
Δρέπανον δὲ προσηγορεύθη κατὰ τὴν ὅρασιν, οὐ μόνον ὡς θερίζων τῆς λογικῆς φύσεως, ἣν αὐτὸς οὐκ ἔσπειρε, κακίαν· καὶ συνάγων, ἣν αὐτὸς οὐ διεσκόρπισε, φύσιν· ἀλλὰ καὶ ὡς δρεπόμενος, καὶ εἴσω τῶν θείων ἀποθηκῶν τοὺς σωζομένους ποιούμενος. Πρὸς δέ, καὶ ὡς ταῖς ἐνεργείαις τῶν ἀρετῶν εὐαφής, ταῖς πρακτικαῖς δυνάμεσι τῆς ψυχῆς συμφυόμενος.
Εἰ δὲ τινὶ πως δοκεῖ, προσώπων δύο καὶ οἴκων τοσούτων ὁ τῆς Γραφῆς ἔμφασιν ποιεῖσθαι λόγος, ὧν ἐργάζεται τὸ δρέπανον τὴν ἀναίρεσιν, φάσκων, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ τῷ ὀνόματί μου ψευδῆ· γνῶμεν ὅτι τὰς δύο γενικάς, καὶ πασῶν περιεκτικὰς ἐνεργείας τῆς τοῦ διαβόλου πλάνης, ἀντὶ προσώπων δύο λαβὼν ἐσήμανεν· ἤγουν τοὺς τρόπους τῶν ἐνεργειῶν· καὶ τὰς δύο γενικάς, καὶ τῶν λοιπῶν ὁριστικὰς περὶ τὴν πλάνην διαθέσεις τῆς ἀνθρωπότητος, οἴκους δύο προσηγόρευσεν ὁ λόγος. Οἷον, ἡνίκα μὲν δι᾿ ἀπάτης δόλῳ συλῶν τὴν περὶ Θεὸν ἔμφυτον γνῶσιν τῆς φύσεως, ταύτην ὁ πονηρὸς εἰς ἑαυτὸν σφετερίζεται, κλέπτης ἐστίν, εἰς ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας μεταφέρειν πειρώμενος· ἀπάγων δῆλον ὅτι τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων τὴν κατὰ νοῦν τῆς ψυχῆς θεωρίαν, καὶ μόνῃ περιεγράφων τὴν νοερὰν δύναμιν τῇ κατὰ τὴν ἐπιφάνειαν προσόψει τῶν αἰσθητῶν· ὁπηνίκα δὲ διὰ τῶν φυσικῶν ἀποχρώμενος κινημάτων, πρὸς τὰ παρὰ φύσιν σοφιστικῶς τῆς ψυχῆς κατασύρῃ τὴν πρακτικὴν δύναμιν, καὶ διὰ τῶν νομιζομένων καλῶν τοῖς χείροσι πιθανῶς δι᾿ ἡδονῆς προσηλώσῃ ταύτης τὴν ἔφεσιν, ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ὀμνύει ψευδῶς, πρὸς ἄλλα παρ᾿ ὑπόσχεσιν ἄγων τὴν πειθομένην ψυχήν. Καὶ ἔστι κλέπτης μέν, ὡς πρὸς ἑαυτὸν συλῶν τὴν γνῶσιν τῆς φύσεως· οἰκίαν ἔχων, τὴν περὶ τὴν ἄγνοιαν τῶν πλανωμένων διάθεσιν. Ἐπίορκος δέ, ὡς τὸ πρακτικὸν τῆς ψυχῆς μάτην διαπονεῖσθαι πείθων τοῖς παρὰ φύσιν· οἰκίαν ἔχων τὴν φιλαμαρτήμονα τῆς γνώμης τῶν ἀνεχομένων διάθεσιν.
Οὐκοῦν κλέπτης, ὡς ἔφην, ὁ διάβολος, τὴν γνῶσιν παρατρέπων τῆς φύσεως· ἐπίορκος δέ, τὴν κατ᾿ ἀρετὴν ἐνέργειαν αὐτῆς παραμείβων τῆς πράξεως. Οἰκία δὲ κλέπτου καθέστηκεν, ἡ τῷ πταιστῷ λόγῳ τῆς γνώσεως ἐνισχημένη διάθεσις· οἰκία δὲ ἐπιόρκου, ἡ τῷ μύσει τῶν παθῶν τῆς ἀτιμίας πεποιωμένη διάθεσις· ἅσπερ ὁ τοῦ Θεοῦ σωτήριος Λόγος φιλανθρώπως εἰσδύς, ποιεῖ κατοικητήριον Θεοῦ διὰ Πνεύματος· γνῶσιν ἀληθείας ἀντὶ πλάνης καὶ ἀγνωσίας· καὶ ἀρετὴν καὶ δικαιοσύνην ἀντὶ κακίας καὶ πονηρίας δημιουργῶν· δι᾿ ὧν ἐν τοῖς ἀξίοις ποιεῖν πέφυκε τὴν οἰκείαν ἐμφάνειαν.
Τοιγαροῦν ἀντὶ τῶν προσώπων, τοὺς τρόπους τῆς διαφόρου κακουργίας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ πονηροῦ διαβόλου· καὶ ἀντὶ τῶν οἰκιῶν, τὰς προσφυεῖς (650) τοῖς διαβολικοῖς τρόποις τῶν ἐνεργουμένων διαθέσεις κέκληκεν ὁ λόγος.
Κλέπτης δὲ πάλιν ἐστίν, ὁ πρὸς ἀπάτην τῶν ἀκουόντων τούςθείους δῆθεν ἀσκούμενος λόγους, ὧν οὐκ ἐπέγνω διὰ τῶν ἔργων τὴν δύναμιν· τὴν ψιλὴν προφορὰν δόξης ἐμπορίαν ποιούμενος, καὶ τῷ διὰ γλώσσης λόγῳ, τὸν τοῦ δίκαιος νομίζεσθαι παρὰ τῶν ἀκροουμένων θηρώμενος ἔπαινον. Καὶ ἁπλῶς εἰπεῖν, ὁ τῷ λόγῳ τὸν βίον ἀνάρμοστον, καὶ τῇ γνώσει τὴν διάθεσιν τῆς ψυχῆς ἀντικειμένην ἔχων, κλέπτης ἐστίν· ἐκ τῶν ἀλλοτρίων ἀγαθῶν, οὐ καλῶς διαφαινόμενος· πρὸς ὃν ὁ λόγος εἰκότως ἐρεῖ, Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀντιλαμβάνεις τὴν διαθήκην μου διὰ στόματὸς σου;
Καὶ πάλιν κλέπτης ἐστίν, ὁ τοῖς φαινομένοις τρόποις καὶ ἤθεσι, τὴν μὴ φαινομένην συγκαλύπτων τῆς ψυχῆς κακουργίαν· ἐπιεικείας πλάσμασι, τὴν ἔνδον ἐπικαλύπτων διάθεσιν· καὶ κλέπτων ὥσπερ ἐκεῖνος τῇ προφορᾶ τῶν λόγων τῆς γνώσεως, τὴν τῶν ἀκουόντων διάνοιαν· οὕτω δὴ καὶ αὐτὸς τῷ τρόπῳ τῆς τῶν ἠθῶν ὑποκρίσεως, τῶν θεωμένων τὴν αἴσθησιν· πρὸς ὃν ὁμοίως εἰρήσεται τό, Αἰσχύνθητε, οἱ ἐνδεδυμένοι ἱμάτια ἀλλότρια. Καὶ τό, Ἀνακαλύψει Κύριος τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καθ᾿ ἑκάστην γὰρ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐργαστηρίῳ, ταῦτά μοι λέγοντες ἀκούειν δοκῶ τοῦ Θεοῦ, τὴν ἡμέραν, ὡς ἐπ᾿ ἀμφοῖν διαῤῥήδην κατεγνωσμένος.
Ἐπίορκος δέ ἐστιν, ἤγουν ὀμνύων ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ψευδῶς, ὁ ἐπαγγελλόμενος τῷ Θεῷ τὸν κατ᾿ ἀρετὴν βίον, καὶ ἀλλότρια παρὰ τὴν ὑπόσχεσιν τῆς οἰκείας ἐπαγγελίας ἐπιτηδεύων· καὶ τὴν συνθήκην τῆς ὁμολογίας τοῦ σεμνοῦ βίου διὰ τῆς ἀργίας τῶν ἐντολῶν, οἷος ἐγώ, παραβαίνων. Καὶ συντόμως εἰπεῖν, ὁ κατὰ Θεὸν ζῆν προελόμενος, καὶ μὴ τελείως τῷ παρόντι βίῳ νεκρούμενος, ψεύστης ἐστὶ καὶ ἐπίορκος· ὁμόσας μὲν τῷ Θεῷ· τουτέστιν, ἐπαγγειλάμενος τὸν τῆς ἐν τοῖς θείοις ἀγῶσιν ἄμεμπτον δρόμον· καὶ μὴ πληρώσας, καὶ διὰ τοῦτο μηδαμῶς ἐπαινούμενος· Ἐπαινεθήσεται γάρ, φησί, πᾶς ὁ ὀμνύων ἐν αὐτῷ· τουτέστι, πᾶς ὁ τῷ Θεῷ τὸν ἔνθεον ἐπαγγειλάμενος βίον, καὶ διὰ τῆς ἀληθείας τῶν ἔργων τῆς δικαιοσύνης, τοὺς ὄρκους πληρῶν τῆς καλῆς ὑποσχέσεως. Εἰ δὲ πάντως ἔπαινον ἔχει ὁ τῶν οἰκείων πληρωτὴς ἐπαγγελιῶν, ὡς ὀμνύων τῷ Θεῷ καὶ ἀληθεύων· δῆλον ὅτι ψόγον ἕξει καὶ ἀτιμίαν, ὁ τῶν οἰκείων συνθηκῶν παραβάτης γενόμενος, ὡς ὀμόσας ἐν τῷ Θεῷ, καὶ ψευσάμενος.
Τούτων ὑπερχόμενος ὥσπερ οἰκίας τινὰς τὰς καρδιάς, ἤγουν τὴν ἑκάστου διάθεσιν, τὸ δρέπανον· τουτέστιν, ὁ τοῦ Θεοῦ καὶ Πατρὸς λόγος, ἅτε δὴ γνῶσις κατ᾿ οὐσίαν ὑπάρχων καὶ ἀρετή· συντελεῖ πάμπαν αὐτάς, τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ τὴν προτέραν τῆς ἑκάστου καρδίας διαφανίζων κατάστασιν, καὶ φέρων ἑκάτερον πρὸς τὴν τοῦ λείποντος αὐτῷ καλοῦ μετουσίαν· καὶ ποιῶν τὸν μὲν κλέπτην τῆς γνώσεως, (661) ἐργάτην ἀρετῆς ἀνεπαίσχυντον· τὸν δὲ κλέπτην τῆς τῶν ἠθῶν φαινομένης καταστολῆς, ἐπιστήμονα τῆς κατὰ ψυχὴν κρυπτομένης γεωργὸν διαθέσεως· τὸν ἐπίορκον δέ, ἀληθῆ τῶν οἰκείων ὑποσχέσεων ἐργαζόμενος φύλακα, τοῖς ἔργοις τῶν ἐντολῶν τὰς οἰκείας ἐπαγγελίας πιστούμενον.
ΣΧΟΛΙΑ
[Επεξεργασία]α´. Fr. Βλέπε τὸ μυστήριον· βλέπε τὴν ἀγχόνην τῶν Φυσιθεσιτῶν· βλέπε τοῦ Ἰταλοῦ καὶ τοῦ Νείλου τὸν θάνατον.
β´. Οὐ λέγομεν, φησίν, ἐπὶ Χριστοῦ διαφορὰν ὑποστάσεων, ὅτι Τριὰς μεμένηκεν ἡ Τριάς, καὶ σαρκωθέντος τοῦ Θεοῦ καὶ Λόγου, προσθήκης προσώπου οὐ προσγενομένης τῇ ἁγίᾳ Τριάδι διὰ τὴν σάρκωσιν. Λέγομεν δὲ φύσεων διαφοράν, ἵνα μὴ τῷ Λόγῳ κατὰ τὴν φύσιν ὁμοούσιον τὴν σάρκα πρεσβεύωμεν.
γ´. Ὅτι φύσεων διαφορὰν ὁ μὴ λέγων, φησίν, οὐκ ἔχει πόθεν πιστώσασθαι, τὴν ὅτι γέγονε σὰρξ ὁ Λόγος δίχα τροπῆς ὁμολογίαν, μὴ γινώσκων σωζόμενον κατὰ τὴν φύσιν τῇ μιᾷ τοῦ ἑνὸς Θεοῦ καὶ Χριστοῦ ὑποστάσει μετὰ τὴν ἕνωσιν τὸ προσλαβὸν καὶ τὸ προσειλημμένον.
δ´. Πῶς δρέπανον ὁ Κύριός ἐστι, καὶ τί τὸ πλάτος αὐτοῦ θεωρεῖται τῶν πήχεων.
ε´. Πῶς αὐτὸς πάλιν ὡς δρέπανον ἔχει τὸ μῆκος εἴκοσι πήχεων.
στ´. Διὰ τί πετόμενον τὸ δρέπανον ἴδεν ὁ προφήτης.
ζ´. Ἡ πίστις τὴν εἰς Θεὸν διὰ τῆς ἐλπίδος τελείαν ἀγάπην συνίστησιν· ἡ ἀγαθὴ συνείδησις, τὴν εἰς τὸν πλησίον διὰ τῆς φυλακῆς τῶν ἐντολῶν ἀγάπης ὑφίστησιν. Ἡ γὰρ ἀγαθὴ συνείδησις, παραβαθεῖσαν ἐντολὴν οὐκ ἔχει κατήγορον· ταύτας δὲ μόνον ἡ καρδία πιστεύεσθαι πέφυκε, τῶν ἐφιεμένων τῆς ἀληθοῦς σωτηρίας.
η´. Πῶς ἐστιν ὁ Κύριος ἀρά, καὶ τίνος ἀρά.
θ´. (664) Ἐπειδή, φησί, πρὸς τὴν γῆν ἔσχεν τὴν ἔφεσιν κινουμένην ὁ ἄνθρωπος, εἰς αὐτὴν ὠθεῖτε καὶ μὴ θέλων ὑπὸ τοῦ θανάτου.
ι´. Τί ἐστιν ὁ κλέπτης, καὶ ὁ ἐπίορκος.
ια´. Κλοπή ἐστι πονηρά, ἡ δι᾿ ἀπάτης τῆς φύσεως ἅλωσις. Θυσία ἐστίν, ἣν θύει τοὺς ὑπ᾿ αὐτοῦ κλεπτομένους ὁ διάβολος, ἡ κατὰ τὴν ἔνθεον ζωὴν σφαγὴ τῆς προαιρέσεως, καὶ ἡ κατ᾿ αὐτὴν τελεία τῆς μνήμης ἀναίρεσις. Ἀπώλειά ἐστιν, ἡ κατὰ στέρησιν τῆς τοῦ Θεοῦ γνώσεως ἐπισυμβαίνουσα τοῖς θυομένοις ἄγνοια. Διὰ τοῦτο γὰρ κλέπτει συναρπάζων τὸν λογισμόν, ἵνα τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν ζωῆς ἐργάσηται στέρησιν.
ιβ´. Τίς ἐστιν ὁ οἶκος τοῦ κλέπτου καὶ τοῦ ἐπιόρκου.
ιγ´. Αἰτίαν τοῦ λῃστεύειν συγχωρηθῆναι τὸν διάβολον, στοχαστικῶς ἐρεῖ τις τυχόν, τὸ καὶ τοῖς ἀνθρώποις διὰ πείρας αὐτοῦ γνωσθῆναι τὴν κακίαν, ἵνα μισηθῇ πλέον δεικνύμενος· καὶ τὸ πᾶσιν ἀλλήλων δειχθῆναι τοῖς ἀνθρώποις διὰ τῆς δοκιμασίας τὰς διαθέσεις, ἵνα ἕκαστος ἑαυτῷ σύμφυτον ἐπιφέρηται συνηγορίαν, τὴν οἰκείαν συνείδησιν. Ὁ γὰρ Θεὸς οὐ δέεται τῆς κατὰ τὴν πεῖραν μαθήσεως, πάντων ἔχων οὐσιωδῶς, καὶ πρὸ τῆς αὐτῶν γενέσεως, τὴν γνῶσιν.
ιδ´. Τίνα τὰ ξύλα, καὶ τίνες οἱ λίθοι.
ιε´. Ὅτι καταστροφὴ τοῦ οἴκου, τουτέστι τοῦ κόσμου, κατὰ τὴν πλάνην διὰ τῆς σαρκώσεως γέγονεν.
ιστ´. Κατ᾿ ἄλλην θεωρίαν τῶν αὐτῶν ἔκθεσις.
ιζ´. Ἄλλη περὶ τῶν αὐτῶν θεωρία.
ιη´. Ταύτην ἔθετο τὴν θεωρίαν τοῖς ἐμπαθέσιν ἁρμόδιον. Ὁ γὰρ τὴν παντελῆ περὶ τὸ καλὸν ἀκινησίαν νοσῶν, περὶ τὸ κακὸν ὑπάρχει, πάντως εὐκίνητος. Κατ᾿ ἀμφότερα γὰρ ἀκίνητον ὑπάρχειν, ἀδύνατον.
ιθ´. Συναπτομένη ἡ κατ᾿ αἴσθησιν κίνησις τῇ κατὰ νοῦν ἐνεργείᾳ, ποιεῖ τὴν μετὰ γνώσεως ἀρετήν.
κ´. Διὰ τί δρέπανον ἐκάλεσεν;
κα´. Ὅτι συμφύρεται ταῖς πρακτικαῖς τῆς ψυχῆς δυνάμεσιν ὁ Λόγος, ὥσπερ τὸ δρέπανον τῇ χειρὶ τοῦ θερίζοντος, πρὸς ἀναίρεσιν παθῶν, καὶ συγκομιδὴν ἀρετῶν.
κβ´. Κλέπτης μέν, φησίν, ἐστὶν ὁ διάβολος, ὡς ἀγνοίας· ἐπίορκος δέ, ὡς κακίας δημιουργός· ἔχων καθάπερ οἰκίας, τοῦ μὲν ἀγνοοῦντος, τὴν πλανωμένην διάνοιαν· τοῦ δὲ κακοῦ, τὴν φιλαμαρτήμονα γνώμην.
κγ´. Καλὴ θεωρία, καὶ πάνυ πρόσφορος ἡμῖν, τοῖς νοθεύουσι διὰ τὴν κενοδοξίαν τὸ κλέος τῆς ἀρετῆς καὶ τῆς γνώσεως.
κδ´. Κλέπτης ἐστί, φησί, καὶ ὁ τὴν ἀρετῶν τῶν ἠθῶν ἀπατηλὴν διάπλασιν ὑποκρινόμενος· καὶ τῷ φαινομένῳ σχήματι, τὴν λανθάνουσαν συγκαλύπτων τῆς γνώμης πονηρίαν.
κε´. Ὁ κατὰ μόνην τὴν ἐν λόγοις προφορὰν γνῶσιν ὑποκρινόμενος, φησί, πρὸς δόξαν ἰδίαν τὴν τῶν ἀκουόντων κλέπτει διάνοιαν· καὶ ὁ τοῖς ἤθεσι τὴν (665) ἀρετὴν ὑποκρινόμενος, πρὸς δόξαν ἰδίαν κλέπτει τὴν τῶν θεωμένων ὅρασιν· καὶ δι᾿ ἀπάτης ἀμφότεροι κλέπτοντες πλανῶσιν, ὁ μέν, διάνοιαν ψυχῆς τῶν ἀκοούντων· ὁ δὲ τῶν θεωμένων σώματος αἴσθησιν.
κστ´. Τί ἐστιν ὁ ἐπίορκος.
ΕΡΩΤΗΣΙΣ ΞΓ´.
[Επεξεργασία]Ἐν τῷ αὐτῷ προφήτη γέγραπται πάλιν· "Καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπα· Ἐώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς· καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς· μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων. " Τὶς ἡ λυχνία; καὶ διὰ τί χρυσῆ, καὶ τί τὸ λαμπάδιον τὸ ἐπάνω αὐτῆς; τίνες οἱ ἑπτὰ ἐπαρυστρίδες τῶν ἑπτὰ λύχνων; καὶ τίνες αἱ δύο ἐλαῖαι; καὶ διὰ τί ἐξ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου;
Ἀπόκρισις.
[Επεξεργασία]Τὴν πολύφωτον καὶ ὑπερφαῆ τῆς ἁγίας Ἐκκλησίας μεγαλοπρέπειαν πόῤῥωθεν τῷ προφήτῃ συμβολικῶς προδιαγράφων ὁ λόγος, ταύτην οὕτως αὐτῷ τὴν ὅρασιν διεποίκιλε· διδάσκων, οἶμαι, τοῦ κατ᾿ αὐτὴν καινοῦ μυστηρίου τὴν δύναμιν. Λυχνία τοιγαροῦν ἐστιν ὁλόχρυσος, ἡ τοῦ Θεοῦ πανεύφημος Ἐκκλησία, καθαρὰ καὶ ἀμίαντος, ἄχραντός τε καὶ ἀκίβδηλος, καὶ ἀμείωτος, καὶ τοῦ ἀληθινοῦ φωτὸς δεκτική. Φασὶ γὰρ τὸν ἀκίβδηλον χρυσόν, μήτε μελένεσθαι καταχωννύμενον ἰῷ τινι καὶ διαφθείρεσθαι· μήτε μὴν μειοῦσθαι παντελῶς ἐκπυρούμενον· πρὸς δέ, καὶ τῆς ὀπτικῆς τῶν ἐνατενιζόντων αὐτῷ δυνάμεως κατὰ τινα φυσικὴν ἐνέργειαν εἶναι ῥωστικόν τε καὶ ἀνανεωτικόν. Τοιαύτη δὲ καὶ ἡ τοῦ Θεοῦ πανένδοξος Ἐκκλησία, δι᾿ αὐτῶν κατ᾿ ἀλήθειαν τῶν πραγμάτων ὑπάρχουσα πέφυκε, κατὰ τοῦ χρυσοῦ καθαρωτάτην φύσιν· ἀκίβδηλος μέν, ὡς μηδὲν ἔχουσα τὸ σύνολον τῷ κατὰ τὴν πίστιν μυστηρίῳ τῆς θεολογίας ἐπίμικτον καὶ ἀλλότριον· καθαρὰ δέ, ὡς τῇ λαμπρότητι τῶν ἀρετῶν διαυγὴς καὶ ἐπίδοξος· ἀμίαντος δέ, ὡς μηδενὶ ῥύπῳ μολυνομένη παθῶν· ἄχραντος δέ,ὡς πᾶσι τοῖς πονηροῖς ἀνέπαφος πνεύμασι· μήτε μὴν ταῖς ὑλικαῖς περιστάσεσιν ἰῷ τινι κακίας μελαινομένη [Fr. μολυνομένη]· ἀμείωτος δὲ καὶ ἀνελάττωτος, ὡς μηδὲ τῇ καμίνῳ τῶν κατὰ καιροὺς διωγμῶν πυρουμένη, καὶ ταῖς ἀλλεπαλλήλοις τῶν αἱρέσεων ἐπαναστάσεσι βασανιζομένη, κατὰ λόγον ἢ βίον, ἤγουν πίστιν καὶ πολιτείαν, τὴν οἱανοῦν ὕφεσιν διὰ τὸ βάρος τῶν πειρασμῶν ὑπομένουσα· διὸ καὶ πάσης κατὰ τὴν χάριν ἐστὶ ῥωστικὴ διανοίας, τῶν εὐσεβῶς αὐτὴν κατανοούντων. Καλεῖ μὲν γὰρ τοὺς ἀσεβεῖς, παρεχομένη τὸ φῶς τῆς ἀληθοῦς γνώσεως· συντηρεῖ δὲ τοὺς τῶν κατ᾿ αὐτὴν μυστηρίων φιλοθεάμονας, ἀπαθῆ καὶ ἀρευμάτιστον τὴν κόρην τῆς αὐτῶν διανοίας (668) φυλάττουσα. Τοὺς δὲ κατὰ τι σάλον ὑπομεμενηκότας ἀνακαλεῖται, καὶ τῷ λόγῳ τῆς παρακλήσεως ἀνανεοῦται τὴν παθοῦσαν διάνοιαν. Οὕτως μὲν ἔχουσαν τὴν ὁραθεῖσαν τῷ προφήτῃ λυχνίαν, κατὰ μίαν ἐπιβολὴν διὰ τῶν εἰρημένων κατενοήσαμεν.
Τὸ δὲ λαμπάδιοντὸ ἐπάνω αὐτῆς ἐστι, τὸ πατρικὸν φῶς καὶ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· διὰ τὴν πρόσληψιν τῆς ἐξ ἡμῶν καὶ ἡμετέρας σαρκός, λαμπάδιον καὶ γεγεννημένος καὶ προσηγορευμένος· ἤγουν ἡ κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς Σοφία καὶ Λόγος· ὁ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κηρυττόμενός τε κατὰ τὴν εὐσεβῆ πίστιν, καὶ τῷ βίῳ τῷ κατ᾿ ἀρετὴν διὰ τῆς τῶν ἐντολῶν φυλακῆς ὑψούμενος ἐν τοῖς ἔθνεσι καὶ διαφαινόμενος· καὶ πᾶσι λάμπων τοῖς ἐν τῇ οἰκίᾳ· λέγω δὴ τῷδε τῷ κόσμῳ· καθὰ ποὺ φησιν αὐτὸς ὁ Θεὸς καὶ Λόγος· Οὐδεὶς ἅπτει λύχνος, καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον· ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· λύχνον ἑαυτὸν δηλαδὴ λέγων, ὡς κατὰ φύσιν Θεὸς ὑπάρχων, καὶ σὰρξ κατ᾿ οἰκονομίαν γενόμενος· οἷα δὴ φῶς κατ᾿ οὐσίαν, λύχνου δίκην ἀπεριγράφως διὰ μέσης ψυχῆς, ὡς διὰ θρυαλλίδος τὸ πῦρ, τῷ τῆς σαρκὸς ὀστράκῳ κρατούμενος· ὅπερ οἶμαι νοήσας καὶ ὁ μέγας Δαβίδ, λύχνον κέκληκε τὸν Κύριον, φήσας· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Σκότους γὰρ ἀγνοίας τε καὶ πονηρίας λυτήριος ὁ ἐμὸς ὑπάρχει Σωτὴρ καὶ Θεός· διὸ καὶ λύχνος τῇ Γραφῇ προσηγορεύθη. Λύχνος γάρ, παρὰ τὸ λύειν τὸ νύχος λέγεται. Νύχος δὲ καλοῦσι τὸ σκότος οἱ περὶ λόγους σπουδάζοντες. Ὃς δὴ μόνος οἷα δὴ λύχνος τὸν ζόφον τῆς ἀγνοίας καὶ τὸν σκότον τῆς κακίας διαλύσας, πᾶσιν ὁδὸς γέγονε σωτηρίας· δι᾿ ἀρετῆς καὶ γνώσεως πρὸς τὸν Πατέρα φέρων τοὺς αὐτὸν ὡς δικαιοσύνης ὁδὸν διὰ τῶν θείων ἐντολῶν ὁδεύειν βουλομένους. Λυχνίαν δὲ τὴν ἁγίαν Ἐκκλησίαν, ἐφ᾿ ἧς τῷ κηρύγματι λάμπων ὁ τοῦ Θεοῦ Λόγος, πάντας τοὺς ἐν τῷδε τῷ κόσμῳ ὡς ἐν οἰκίᾳ τινὶ τυγχάνοντας καταφωτίζει ταῖς ἀκτῖσι τῆς ἀληθείας, τὰς πάντων διανοίας θείας πληρῶν ἐπιγνώσεως.
Μόδιον δέ, τῷ τῆς συμβολικῆς διαπλάσεως τρόπῳ κέκληκε τὴν συναγωγὴν τῶν Ἰουδαίων· ἤγουν τὴν σωματικὴν τοῦ νόμου λατρείαν, τῷ παχεῖ (669) τῶν ἐν τῷ γράμματι συμβόλων παντελῶς ἀδιάγνωστον ἔχουσαν τὸ φῶς τῆς ἐν νοήμασιν ἀληθοῦς ἐπιγνώσεως· ὑφ᾿ ὃν μόδιον κρατεῖσθαι παντελῶς ὁ λόγος οὐ βούλεται· τὸ ὕψει ἐπικεῖσθαι θέλων, καὶ τῷ μεγέθει τοῦ κάλλους τῆς Ἐκκλησίας. Πάντας γὰρ ἄν, τῷ γράμματι τοῦ νόμου καθάπερ μοδίῳ κρατούμενος ὁ λόγος, ἐστέρησε φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικήν, τοῖς τὴν αἴσθησιν ὡς ἀπατηλήν, καὶ μόνης δεκτικὴν τῆς ἀπάτης· καὶ τῆς τῶν συμφυῶν σωμάτων φθορᾶς ὑπάρχουσαν μόνης ἀντιληπτικήν, ἐκδύσασθαι σπεύδουσιν· ἀλλ᾿ ἐπὶ τὴν λυχνία, λέγω τὴν Ἐκκλησίαν, ἤγουν τὴν ἐν πνεύματι λογικὴν λατρείαν, ἵνα πάντας φωτίσῃ· διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ, λόγῳ ζῆν μόνῳ καὶ πολιτεύεσθαι· καὶ τοσοῦτον ἔχειν περὶ τῶν σωμάτων τὴν μέριμναν, ὅσον διὰ πολλῆς φροντίδος τὴν πρὸς αὐτὰ σχέσιν τῆς ψυχῆς παντελῶς διακόψαι· καὶ μηδεμίαν διδόναι τὸ σύνολον ὕλης τῇ ψυχῇ φαντασίαν, ἔργον ποιεῖσθαι καὶ σπούδασμα· σβεσθείσης ἤδη τῷ λόγῳ, τῆς κατ᾿ ἀρχὰς τὸν μὲν λόγον παρωσαμένης· τὴν ἀλογίαν δὲ τῆς ἡδονῆς, ὄφεως δίκην ἑρπηστικοῦ, προσδεξαμένης αἰσθήσεως· καθ᾿ ἧς ὡρίσθη δικαίως ὁ θάνατος, ἵνα παύσηται τῷ διαβόλῳ πρὸς τὴν ψυχὴν παρεχομένη τὴν εἴσοδον. Μία γὰρ ὑπάρχουσα κατὰ τὸ γένος ἡ αἴσθησις, πενταπλοῦται τοῖς εἴδεσι, διὰ τῆς καθ᾿ ἕκαστον εἶδος ἀντιληπτικῆς ἐνεργείας, τὸ προσφυὲς αἰσθητὸν ἀντὶ Θεοῦ στέργειν τὴν πλανωμένην ψυχὴν ἀναπείθουσα. Διόπερ ὁ τῷ λόγῳ σοφῶς ἑπόμενος, πρὸ τοῦ βεβιασμένου καὶ παρὰ γνώμην θανάτου, θάνατον τῆς σαρκὸς ἑκουσίως καταψηφίζεται· τὸν πρὸς αἴσθησιν τῆς γνώμης παντελῶς ποιούμενος χωρισμόν.
Οὐκοῦν ὁ μόνῳ τῷ γράμματι τῆς Γραφῆς παρακαθήμενος, μόνην ἔχει τὴν αἴσθησιν κρατοῦσαν τῆς φύσεως· καθ᾿ ἣν ἡ πρὸς σάρκα τῆς ψυχῆς σχέσις μόνη διαφαίνεσθαι πέφυκε. Τὸ γὰρ γράμμα μὴ νοούμενον πνευματικῶς, μόνην ἔχει τὴν αἴσθησιν περιγράφουσαν αὐτοῦ τὴν ἐκφώνησιν, καὶ μὴ συγχωροῦσαν πρὸς τὸν νοῦν διαβῆναι τῶν γεγραμμένων τὴν δύναμιν. Εἰ δὲ πρὸς μόνην τὴν αἴσθησιν ἔχει τὸ γράμμα τὴν οἰκειότητα, πᾶς ὁ καθ᾿ ἱστορίαν μόνην Ἰουδαϊκῶς τὸ γράμμα δεχόμενος, κατὰ σάρκα ζῇ, τῆς ἁμαρτίας καθ᾿ ἑκάστην ἡμέραν, διὰ τὴν ζῶσαν αἴσθησιν, γνωμικῶς ἀποθνήσκων τὸν θάνατον· μὴ δυνάμενος πνεύματι τὰς πράξεις θανατῶσαι τοῦ σώματος, ἵνα ζῇ τὴν ἐν πνεύματι μακαρίαν ζωήν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν, φησὶν ὁ θεῖος Ἀπόστολος· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Μὴ τοίνυν τὸν λύχνον, ἤγουν τὸ φωτιστικὸν τῆς γνώσεως λόγον, ἀνάπτοντες, διὰ θεωρίας καὶ πράξεως ὑπὸ τὸν μόδιον θήσωμεν· ἵνα μὴ κατακριθῶμεν, ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερινόητον δύναμιν· ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, λέγω τὴν ἁγίαν Ἐκκλησίαν, ἐν τῷ ὕψει τῆς ἀληθοῦς θεωρίας, πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν.
(672) Ταύτην τυχὸν τὴν ἁγίαν Ἐκκλησίαν καὶ ὁ νόμος τυπικῶς προκαταγγέλλων, λυχνίαν χρυσῆν ὅλην αὐτήν, καὶ τορευτὴν γενέσθαι προσέταξε· τὸ μέν, ὡς μηδὲν διάκενον ἔχουσαν, καὶ τῆς τοῦ λόγου δυνάμεως ἄμοιρον· τὸ δέ, ὡς τῶν ὑλικῶν πάντων περιττωμάτων παντελῶς ἀπεξεσμένην, καὶ μηδὲν ἐπίγειον ἔχουσαν. Ἥνπερ μετά τινος ἐξαλλαγῆς θαυμαστῶς διαθρήσας ὁ μέγας Ζαχαρίας, φησὶ πρὸς τῷ λαμπαδίῳ· Καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς. Τοὺς ἑπτὰ λύχνους ἐνταῦθα καθ᾿ ἕτερον τρόπον ἐκληπτέον ἡμῖν, παρ᾿ ὃν ἤδη τὸν ἐν τῷ Εὐαγγελίῳ λύχνον προλαβὼν ἐξέδωκεν ὁ λόγος. Οὐ γὰρ πάντες τε καὶ πάντα τὰ τὴν αὐτὴν ἐκφώνησιν ἔχοντα, καθ᾿ ἕνα καὶ τὸν αὐτὸν πάντως νοηθήσεται τρόπον· ἀλλ᾿ ἕκαστον τῶν λεγομένων πρὸς τὴν ὑποκειμένην δῆλον ὅτι τῷ τόπῳ τῆς ἁγίας Γραφῆς δύναμιν νοητέον, εἰ μέλλοιμεν ὀρθῶς τοῦ σκοποῦ τῶν γεγραμμένων καταστοχάζεσθαι.
Λύχνους οὖν ἐνταῦθα φάναι τὴν ἁγίαν Γραφὴν ὑπονοῶ, τὰς ἐνεργείας τοῦ ἁγίου Πνεύματος· ἤγουν χαρίσματα τοῦ Πνεύματος, ἅπερ δωρεῖσθαι τῇ Ἐκκλησίᾳ πέφυκεν ὁ Λόγος, ὡς κεφαλὴ τοῦ παντὸς σώματος. Καὶ ἐπαναπαύσεται γὰρ ἐπ᾿ αὐτόν, φησί, Πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Ἡ δὲ τῆς Ἐκκλησίας κεφαλὴ κατὰ τὴν ἐπίνοιαν τῆς ἀνθρωπότητὸς ἐστιν ὁ Χριστός. Ἄρα τῇ Ἐκκλησίᾳ δεδώρηται ὁ κατὰ φύσιν ἔχων τὸ Πνεῦμα, τὰς ἐνεργείας τοῦ Πνεύματος, ὡς Θεός. Ἐμοὶ γὰρ ὁ Λόγος γενόμενος ἄνθρωπος, ἐμοὶ καὶ τὴν ὅλην πραγματεύεται σωτηρίαν· διὰ τῶν ἐμῶν ἐμοὶ τὰ οἰκεῖα αὐτῷ κατὰ φύσιν ἀντιδούς· δι᾿ ὃν καὶ ἄνθρωπος γέγονε· καὶ ὡς λαμβάνων δι᾿ ἐμέ, ποιεῖται τῶν οἰκείων τὴν ἔκφανσιν· καὶ ἑαυτῷ μὲν τὴν ἐμὴν ὡς φιλάνθρωπος λογιζόμενος χάριν· ἐμοὶ δὲ τὴν οἰκείαν αὐτοῦ κατὰ φύσιν κατορθωμάτων ἐπιγραφόμενος δύναμιν· δι᾿ ὃν καὶ νῦν λαμβάνειν λέγεται, τὸ φύσει προσὸν ἀνάρχως καὶ ὑπὲρ λόγον. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον ὥσπερ φύσει κατ᾿ οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρός, οὕτως καὶ τοῦ Υἱοῦ φύσει κατ᾿ οὐσίαν ἐστίν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς, δι' Υἱοῦ γεννηθέντος, ἀφράστως ἐκπορευόμενον· καὶ τῇ λυχνίᾳ, τουτέστι τῇ Ἐκκλησίᾳ, καθάπερ λύχνους τὰς οἰκείας ἐνεργείας δωρούμενον. Λύχνου γὰρ τρόπον τὸ σκότος λύοντος, πᾶσα τοῦ Πνεύματος ἐνέργεια τὴν πολύτροπον γένεσιν τῆς ἁμαρτίας ἐξωθεῖσθαι τῆς Ἐκκλησίας καὶ ἐπελαύνειν πέφυκε. Ποιεῖται γὰρ ἡ μὲν σοφία, τῆς ἀνοίας ἀναίρεσιν· ἡ δὲ σύνεσις, τῆς ἀνεπιγνωμοσύνης ἀφαίρεσιν· ἡ δὲ βουλή, τῆς ἀδιακρισίας κατάργησιν· ἡ δὲ ἰσχύς, τῆς ἀσθενείας ἐξήλωσιν· ἡ δὲ γνῶσις, τῆς ἀγνωσίας ἀφανισμόν· ἡ δὲ εὐσέβεια, τῆς ἀσεβείας, καὶ τῆς ἐπ᾿ αὐτῆ τῶν ἐνεργειῶν φαυλότητος διωγμόν· ὁ δὲ φόβος, τῆς καταφρονήσεως ἀπελαύνει τὴν πώρωσιν. Φῶς γὰρ οὐ μόνον τὰ προστάγματα, ἀλλὰ καὶ τὰ ἐνεργήματα τυγχάνει τοῦ Πνεύματος.
(673) Λύχνοι δὲ πάλιν τυγχάνουσι, παντὶ τῷ βίῳ διὰ τῆς Ἐκκλησίας τὸ φῶς τῆς σωτηρίας πυρσεύοντες, καὶ οἱ συμπληροῦντες βαθμοὶ τὴν κατ᾿ αὐτὴν εὐκοσμία. Οἶον, ὁ σοφὸς τῶν θείων καὶ ὑψηλῶν δογμάτων καὶ μυστηρίων διδάσκαλος, λύχνος ἐστίν, ἐκκαλύπτων τὰ τέως τοῖς πολλοῖς μὴ φαινόμενα. Ὁ μετὰ συνέσεως καὶ ἐπιστήμης κατακούων τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας, ἄλλος ὑπάρχει λύχνος, ὡς συνετὸς ἀκροατής, φυλάττων ἐν ἑαυτῷ τῆς τῶν λαλουμένων ἀληθείας τὸ φῶς. Ὁ δὲ μετὰ βουλῆς διακρίνων ἁρμοδίους τοῖς πράγμασι τοὺς καιρούς, καὶ τοῖς λόγοις τοὺς ἐπιβάλλοντας τρόπους ἐπινοῶν, καὶ μὴ συγχωρῶν ἀλλήλοις ἀπροσφόρως ἐμπεσόντας συγχεῖσθαι, καὶ οὗτος ὡς θαυμαστὸς σύμβουλος, ἄλλος ὑπάρχων δέδεικται λύχνος. Ὁ δὲ τὰς προσβολὰς τῶν ἀκουσίων πειρασμῶν, κατὰ τὸν μακάριον Ἰὼβ καὶ τοὺς γενναίους μάρτυρας, ἀκατασείστῳ φέρων τῷ φρονήματι, λύχνος ἐστὶν ἰσχυρός, ἀκατάσβεστον καὶ αὐτὸς φυλάττων τὸ φῶς τῆς σωτηρίας, ἐν τῷ τρόπῳ τῆς κατ᾿ ἀνδρείαν ὑπομονῆς φυλαττόμενον, ὡς τὸν Κύριον ἰσχὺν ἔχων καὶ ὕμνησιν. Ὁ δὲ γινώσκων τοῦ πονηροῦ τὰ μηχανήματα, καὶ τὰς συπλοκὰς τῶν ἀφανῶν πολέμων οὐκ ἀγνοῶν· καὶ οὗτος τῷ φωτὶ τῆς γνώσεως περιλαμπόμενος, ἄλλος πέφυκε λύχνος, τῷ μεγάλῳ Ἀποστόλῳ προσηκόντως φθεγγόμενος· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὁ δὲ τὸν κατ᾿ ἐντολὴν βίον εὐσεβῶς τοῖς τρόποις πιστούμενος. Ὁ δὲ τῇ προσδοκίᾳ τῆς κρίσεως, τοῖς πάθεσι πρὸς τὴν ψυχὴν δι᾿ ἐγκρατείας ἀποτειχίσας τὴν εἴσοδον, ἄλλος γέγονε λύχνος· διὰ σπουδῆς τῷ φόβῳ τοῦ Θεοῦ τὰς ἐπιτριβείσας αὐτῷ τῶν παθῶν κηλῖδας ἐκκαθαιρόμενος· καὶ τὴν τῶν παρὰ φύσιν ἀποβολῇ μολυσμῶν, διαυγῆ καὶ λαμπρὸν τὸν βίον ποιούμενος.
Τὴν μὲν οὖν κάθαρσιν τοῖς ἀξίοις τῆς τῶν ἀρετῶν καθαρότητος, διὰ φόβου καὶ εὐσεβείας καὶ γνώσεως ποιεῖται τὸ Πνεῦμα τὸ ἅγιον· τὸν δὲ φωτισμόν, τῆς τῶν ὄντων καθ᾿ οὓς ὑπάρχουσι λόγους γνώσεως, δι᾿ ἰσχύος, καὶ βουλῆς, καὶ συνέσεως δωρεῖται τοῖς ἀξίοις φωτός· τὴν δὲ τελειότητα, διὰ τῆς παμφαοῦς καὶ ἁπλῆς καὶ ὁλοσχεροῦς σοφίας χαρίζεται τοῖς ἀξίοις θεώσεως, πρὸς τὴν τῶν ὄντων αἰτίαν ἀναμέσως αὐτοὺς ἀνάγων κατὰ πάντα τρόπον, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐκ μόνων τῶν θείων τῆς ἀγαθότητος ἰδιωμάτων γνωριζομένους· καθ᾿ ἣν ἐκ Θεοῦ μὲν ἑαυτούς· ἐξ ἑαυτῶν δὲ γινώσκοντες τὸν Θεόν, οὐκ ὄντος τινὸς μέσου τοῦ διατειχίζοντος· σοφίας γὰρ πρὸς Θεὸν μέσον οὐδέν· τὴν ἀναλλοίωτον ἕξουσιν ἀτρεψίαν, τῶν μέσων αὐτοῖς πάντων ὁλικῶς διαβαθέντων, ἐν οἷς ὑπῆρχεν ὁ περὶ τὴν γνῶσὶν ποτε τοῦ σφάλλεσθαι κίνδυνος· καὶ πρὸς αὐτὴν τὴν ἄπειρον καὶ ἐπάπειρον, καὶ ἀπειράκις ἀπείρως κατὰ φύσιν ἐπέκεινα πάντων ἀκρότητα δι᾿ ἀφασίας, (676) ἀῤῥήτου τε σιγῆς καὶ ἀγνωσίας, ἀφθέγκτως τε καὶ ἀπερινοήτως ἀναχθεῖσι κατὰ τὴν χάριν.
Καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς ἑπτὰ λύχνοις τοῖς ἐπάνω αὐτῆς. Ὁ μὲν δὴ περὶ τῶν λύχνων, ὡς κατ᾿ ἐμὲ φάναι, κατὰ δύο ἐπιβολάς, ἀποδέδοται τῆς θεωρίας ὁ λόγος· ὁ δὲ τῶν ἐπαρυστρίδων, ἐντεῦθεν ἀρχθήσεται. Φασὶν οὖν εἶναι τὴν ἐπαρυστρίδα, σκεῦὸς τι σκυφοειδές, ἐν ᾧ τὸ τοῖς λύχνοις ἐπιχεόμενον οἱ ἄνθρωποι βάλλειν εἰώθασιν ἔλαιον, πρὸς ἀποτροφὴν τοῦ φωτὸς καὶ συντήρησιν. Οὐκοῦν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, ἐπαρυστρίδες εἰσὶ τῶν ἑπτὰ λύχνων τῆς ὁραθείσης λυχνίας, αἱ δεκτικαὶ τῶν διατρεφόντων τε καὶ συντηρούντων τοὺς ἑπτὰ λύχνους, ἤγουν τὰς ἐνεργείας τοῦ Πνεύματος, διαφόρων λόγων τε καὶ τρόπων καὶ ἠθῶν ὑπάρχουσιν ἕξεις τε καὶ διαθέσεις, τῶν εἰληφότων ἐν τῇ Ἐκκλησίᾳ τὴν τῶν χαρισμάτων διαίρεσιν. Ὡς γὰρ ἐλαίου χωρὶς ἄσβεστον διατηρηθεῖναι λύχνον ἀμήχανον· οὕτως ἕξεως χωρίς, προσφόροις, καὶ λόγοις καὶ τρόποις, καὶ ἤθεσι, νοήμασί τε αὖ καὶ λογισμοῖς καθήκουσι τὰ καλὰ διατρεφούσης, ἄσβεστον διαφυλαχθῆναι τὸ φῶς τῶν χαρισμάτων ἀμήχανον. Πᾶν γὰρ χάρισμα πνευματικόν, προσφυοῦς χρῄζει τῆς ἕξεως, ἀπαύστως ἐπιχεούσης αὐτῷ καθάπερ ἔλαιον, τὴν ὕλην τὴν νοεράν· ἵνα διαμείνῃ κατὰ τὴν ἕξιν τοῦ δεξαμένου κρατούμενον.
Ἐπαρυστρίδες οὖν τῶν ἑπτὰ λύχνων τῆς λυχνίας, αἱ πρόσφοροι τῶν θείων χαρισμάτων τῆς ἁγίας Ἐκκησίας ὑπάρχουσιν ἕξεις· ἀφ᾿ ὧν, ὡς ἒκ τινων ἀγγείων, κατὰ τὰς ἐν τῷ Εὐαγγελίῳ φρονίμους παρθένους, ταῖς λαμπάσι τῶν χαρισμάτων ἐπιχέουσι, τὸ τῆς ἀγαλλιάσεως ἔλαιον, οἱ σοφοὶ τῶν δεδομένων καλῶν καὶ ἄγρυπνοι φύλακες.
Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς· μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων. Καλῶς καὶ πάνυ γε προσφυῶς, ὅλην πρὸς ἑαυτὸν νεύουσαν ὁμαλῶς τὴν ὅρασιν διεσκεύασεν ὁ λόγος. Εἰπὼν γὰρ λυχνίαν, καὶ λαμπάδιον, καὶ λύχνους, καὶ ἐπαρυστρίδας, ἐπήγαγε καὶ ἐλαίας δύο. Ἔδει γὰρ ἀληθῶς τῷ φωτὶ συνεπινοηθῆναι φυσικῶς τὴν γεννητικὴν τῆς τὸ φῶς συντηρούσης δυνάμεως αἰτίαν, ἵνα μὴ τὸ φῶς ἀπογένηται τῆς λυχνίας δι᾿ ἀτροφίαν σβεννύμενον. Αἱ δύο τοιγαροῦν ἐλαῖαι τῆς χρυσῆς λυχνίας, τουτέστι, τῆς ἁγίας καθολικῆς Ἐκκλησίας, αἱ δύο Διαθῆκαι τυγχάνουσιν· ἀφ᾿ ὧν ὡς ἐξ ἐλαιῶν τινων ἐκπιεζομένη δι᾿ εὐσεβοῦς ζητήσεως καὶ ἐρεύνης, ἐκδίδοται καθάπερ ἔλαιον, ἡ τὸ φῶς τῶν θείων χαρισμάτων ἐκτρέφουσα δύναμις τῶν νοημάτων· ἧς [marg. δυνάμεως δηλονότι] κατ᾿ ἀναλογίαν τῆς οἰκείας, δυνάμεως ἡ τοῦ καθ᾿ ἕκαστον ἕξις πληρουμένη, τὸ φῶς ἄσβεστον τῆς ἀναλογούσης αὐτῷ διαφυλάττει χάριτος· καθάπερ ἐλαίῳ, τοῖς ἐκ τῶν Γραφῶν νοήμασι συντηρούμενον. Ὡς γὰρ ἐλαίας χωρὶς οὐκ ἔστιν οὐδαμῶς εὑρεῖν φύσει κατ᾿ ἀλήθειαν γνήσιον (677) ἔλαιον· ἄγγους δὲ δίχα, κρατεῖσθαι τοῦ δεχομένου τὸ ἔλαιον οὐ δυνατόν· ἐλαίῳ δὲ μὴ τρεφόμενον, σβέννυται πάντως τὸ λυχναῖον φῶς· οὕτως τῶν ἁγίων Γραφῶν χωρὶς οὐκ ἔστιν κατ᾿ ἀλήθειαν δύναμις νοημάτων θεοπρεπής· ἕξεως δὲ δίχα καθάπερ ἄγγους νοημάτων δεκτικῆς, οὐδαμῶς ἂν συσταίη νόημα θεῖον· θείοις δὲ νοήμασι μὴ τρεφόμενον τὸ φῶς τῆς ἐν τοῖς χαρίσμασι γνώσεως, ἄσβεστον οὐ συντηρεῖται τοῖς ἔχουσιν.
Οὐκοῦν καλῶς τὴν ὅρασιν ἀνάγων πρὸς θεωρίαν πνευματικήν, ὁ λόγος παρείκασε· τὴν μὲν λυχνίαν, τῇ Ἐκκλησίᾳ· τὸ δὲ λαμπάδιον τῷ σαρκωθέντι Θεῷ, καὶ τὴν ἡμετέραν φύσιν ἀτρέπτως ἑαυτῷ καθ᾿ ὑπόστασιν περιθεμένῳ· τοὺς δὲ λύχνους τοὺς ἑπτά, τοῖς τοῦ Πνεύματος χαρίσμασιν, ἤγουν ἐνεργείαις, ὡς ὁ μέγας ἀπέδειξε σαφῶς Ἡσαΐας· τὰς δὲ τῶν λύχνων ἐπαρυστρίδας, ταῖς δεκτικαῖς τῶν θείων τῆς Γραφῆς νοημάτων ἕξεσι, τῶν δεξαμένων τὰ θεῖα χαρίσματα· τὰς δὲ δύο ἐλαίας, ταῖς δυσὶ Διαθήκαις, ἐξ ὧν ἡ τῶν θείων νοημάτων ἐνεργουμένη σοφῶς ἐκδίδοσθαι πέφυκε δύναμις· δι᾿ ἧς τὸ φῶς τῶν θείων μυστηρίων ἄσβεστον συντηρεῖται τρεφόμενον.
Καὶ μία, φησίν, ἐκδεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων. Δεξιὰν οἶμαι λέγειν τὸν προφήτην, τὸ πνευματικώτερον τοῦ λόγου μέρος· εὐώνυμον δέ, τὸ σωματικώτερον. Εἰ δὲ τὸ σωματικώτερον τοῦ λόγου μέρος δηλοῖ τὸ ἀριστερόν· τὸ δὲ πνευματικώτερον μέρος σημαίνει τὸ δεξιόν· τὴν Παλαιὰν Διαθήκην τὴν ἐξ εὐωνύμων ἐλαίαν ὑπολαμβάνω σημαίνειν, ὡς τῆς πρακτικῆς μᾶλλον προνοουμένην φιλοσοφίας· τὴν ἐκ δεξιῶν δέ, τὴν Νέαν Διαθήκην, ὡς καινοῦ μυστηρίου διδάσκαλον, καὶ τῆς ἐν ἑκάστῳ τῶν πιστῶν θεωρητικῆς ἕξεως ποιητικήν. Ἡ μὲν γὰρ ἀρετῆς τρόπους· ἡ δέ, γνώσεως λόγους παρέχεται, τοῖς τὰ θεῖα φιλοσοφοῦσι. Καὶ ἡ μέν, τῆς τῶν ὁρωμένων ὁμίχλης ὑφαρπάζουσα, πρὸς τὸ συγγενὲς ἀνάγει τὸν νοῦν, πάσης καθαρὸν ὑλικῆς φαντασίας γεγενημένον· ἡ δέ, τῆς ὑλικῆς προσπαθείας αὐτὸν ἀποκαθαίρει, τῷ τῆς ἀνδρείας τόνῳ καθάπερ σφύρᾳ τινί, τοὺς πρὸς τὸ σῶμα τῆς γνώμης κατὰ τὴν σχέσιν ἐκκρουόμενον ἥλους. Καὶ ἡ μὲν Παλαιά, σῶμα πρὸς ψυχὴν λογισθὲν διὰ μέσων διαβιβάζει [Fr. ἀναβιβάζει] τῶν ἀρετῶν, κωλύουσα τοῦ πρὸς σῶμα τὸν νοῦν καταβιβάζεσθαι· ἡ δὲ Νέα πρὸς τὸν Θεὸν ἀναβιβάζει, τῷ πυρὶ τῆς ἀγάπης πυρούμενον. Καὶ ἡ μέν, ταυτὸν ἐργάζεται τῷ νοῒ τὸ σῶμα κατὰ τὴν θέσει κίνησιν· ἡ δὲ ταυτὸν τῷ Θεῷ τὸν νοῦν ἀποτελεῖ κατὰ τὴν ἕξιν τῆς χάριτος· τοσαύτην ἔχοντα πρὸς τὸν Θεὸν τὴν ἐμφέρειαν, ὥστε δι᾿ αὐτοῦ τὸν Θεὸν γνωρίζεσθαι· τὸν ἐξ ἑαυτοῦ κατὰ φύσιν οὐδαμῶς τὸ παράπαν οὐδενὶ γινωσκόμενον, ὡς ἔκ τινος εἰκόνος ἀρχέτυπον.
Ταῦτα μὲν ὧδε κατὰ τοῦτον ἐχέτω τὸν τρόπον. Εἰ δὲ βούλεταὶ τις καὶ εἰς τὸν καθ᾿ ἕκαστον ἄνθρωπον λαμβάνειν τῶν εἰρημένων δύναμιν, οὐκ ἀπορήσει πάντως καλῶν καὶ εὐσεβῶν θεωρημάτων. Λυχνίαν γὰρ δυνήσεται νοεῖν τὴν ἑκάστου ψυχήν· (680) χρυσῆν ὅλην, ὡς κατὰ φύσιν νοεράν τε καὶ λογικήν· ἄφθαρτόν τε καὶ ἀθάνατον· καὶ τῷ βασιλικωτάτῳ κράτει τῆς αὐτεξουσιότητος τετιμημένην· ἔχουσαν ἐφ᾿ ἑαυτῆς τὸ λαμπάδιον τῆς πίστεως, ἤγουν τὸν σάρκα γενόμενον Λόγον πιστευόμενον αὐτῇ βεβαίως, καὶ ἀληθῶς ὑπ᾿ αὐτῆς λατρευόμενον· ἐφ᾿ ἣν ὁ λύχνος τοῦ λόγου τῆς γνώσεως ἀναπτόμενος τίθεται, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ καὶ Λόγου διδαχὴν καὶ παραίνεσιν. Φησὶν γάρ· Οὐδεὶς ἄπτει λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον· ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῷ οἴκῳ· λύχνον λέγων τυχόν, τὸν κατὰ πρᾶξιν ἐν πνεύματι τῆς γνώσεως λόγον· ἤγουν τὸν νόμον τοῦ πνεύματος· μόδιον δέ, τὸ χοϊκὸν φρόνημα τῆς σαρκός, ἤγουν τὸν ἐμπαθῆ νόμον τοῦ σώματος· ὑφ᾿ ὃν οὐ δεῖ ποιεῖσθαι τὸν νόμον τῆς χάριτος· ἀλλ᾿ ἐπὶ τὴν ψυχήν· τὴν ὄντως χρυσῆν λυχνίαν· ἵνα λάμπων ταῖς ἀστραπαῖς τῶν ἔργων τῆς δικαιοσύνης καὶ τῶν σοφῶν νοημάτων, πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, τουτέστιν, Ἐκκλησίᾳ, ἢ τῷδε τῷ κόσμῳ, μιμητὰς τοῦ καλοῦ τοὺς θεωμένους καθίστησι· δοξάζοντας καὶ αὐτοὺς διὰ τῶν ἔργων τῆς ἀρετῆς, ἀλλ᾿ οὐ ψιλῇ προφορᾷ λόγων, τὸν ἐν οὐρανοῖς Πατέρα, τουτέστι τὸν Θεόν, τὸν ἐν τοῖς ὑψώμασι τῶν μυστικῶν θεωρημάτων τῆς γνώσεως, τὴν τῶν κατὰ τὴν ἀρετὴν φαινομένων ἔργων τῆς δικαιοσύνης ἐν τοῖς ἁγίοις γεννῶντα μεγαλοπρέπειαν. Ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, φησί, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς.
Οὕτω μὲν οὖν νοήσει, κατὰ τὸν ἀποδοθέντα τρόπον τὴν ὁραθεῖσαν λυχνίαν καὶ τὸ λαμπάδιον· τοὺς ἑπτὰ δὲ λύχνους ἐκδέξεται, τὴν τῶν διαφόρων χαρισμάτων τοῦ Πνεύματος εἶναι διαίρεσιν, κατὰ τὴν προαποδοθεῖσαν ἐξήγησιν, ἣν μυστικῶς ἐπιλάμπειν καὶ ἐπαναπαύεσθαι τῷ κατὰ Χριστὸν δι᾿ ἀρετῆς τελειουμένῳ καὶ γνώσεως· ἐπειδὴ Χριστὸν οἶδεν ὁ λόγος τὸν ζῶντα κατὰ Χριστόν, καὶ τοῖς αὐτοῖς τρόποις καὶ λόγοις, καθώς ἐστιν ἀνθρώπῳ θεμιτόν, διαφαινόμενον· οἷα δὴ καὶ αὐτὸν ἔχοντα σοφίαν τε σύνεσιν βουλήν τε καὶ ἰσχύν, καὶ γνῶσιν, καὶ εὐσέβειαν, καὶ φόβον, δι᾿ ὧν, ὡς δι᾿ ὀφθαλμῶν νοητῶν ἐπιβλέπειν λέγεται πᾶσαν τῆς ἑκάστου καρδίας τὴν γῆν ὁ Θεός. Ἑπτὰ γὰρ εἰσιν οὗτοι ὀφθαλμοὶ Κυρίου, φησίν, οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.
Καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς. Ἐπαρυστρίδες εἰσίν, αἱ κατὰ πρᾶξιν καὶ θεωρίαν ἕξεις, τῶν ἀξίων τῆς ἐν τοῖς θείοις χαρίσμασι διαιρέσεως· ἀφ᾿ ὧν, ὡς ἐξ ἀγγείων τινῶν ἐπιχέοντες καθάπερ ἔλαιον τῶν μυστικῶν νοημάτων τὴν δύναμιν, τὸ φῶς χαρισμάτων τοῦ Πνεύματος φυλάττουσιν ἄσβεστον.
Τὰς δὲ δύο ἐλαίας νοήσει, καθὼς προέφην, τὰς δύο Διαθήκας· τὴν μὲν Παλαιάν, ἐξ εὐωνύμων τοῦ λαμπαδίου· τὴν τῷ γνωστικῷ τῆς ψυχῆς, ἤγουν θεωρητικῷ, καθάπερ ἔλαιον γεννῶσαν τοὺς (681) κατὰ τὴν πρᾶξιν τρόπους τῶν ἀρετῶν· τὴν δὲ νέαν ἐκ δεξιῶν, τὴν τῷ παθητικῷ τῆς ψυχῆς, ἤγουν πρακτικῷ καθάπερ ἔλαιον ἀεννάως γεννῶσαν τοὺς κατὰ τὴν θεωρίαν πνευματικοὺς λόγους τῶν γνώσεων· ἵνα δι᾿ ἀμφοῖν καλῶς κατακριβωθῇ τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον· ἐπίδειξιν μὲν λόγου, τὸν βίον· δόξαν δὲ βίου, τὸν λόγον ποιούμενον· καὶ τὴν μὲν πρᾶξιν θεωρίαν ἐνεργουμένην· τὴν δὲ θεωρίαν, πρᾶξιν μυσταγωγουμένην· καὶ συντόμως εἰπεῖν, τὴν μὲν ἀρετὴν φανέρωσιν γνώσεως· τὴν δὲ γνῶσιν, ἀρετῆς συντηρητικὴν ἐργαζόμενον δύναμιν· καὶ δι᾿ ἀμφοῖν, ἀρετῆς λέγω καὶ γνώσεως, μίαν σοφίαν συνισταμένην ἐπιδεικνύμενον· ἵνα γνῶμεν, ὅτι συμφωνοῦσιν ἀλλήλαις διὰ πάντων αἱ δύο Διαθῆκαι, κατὰ τὴν χάριν πλέον εἰς ἑνὸς μυστηρίου συμπλήρωσιν, ἢ ὅσον ψυχὴ καὶ σῶμα εἰς ἑνὸς ἀνθρώπου γένεσιν, κατὰ τὴν σύνθεσιν ἀλλήλοις συμβαίνουσιν.
Εἰ δὲ τις, ταῖς κατὰ νοῦν θεωρίαις φιλοτιμούμενος, ἐκλαβὼν εἴποι, τὰς δύο ἐλαίας εἶναι τοὺς δύο νόμους, τόν τε φυσικὸν λέγω καὶ τὸν πνευματικόν· οὐκ ἔξω βέβηκε τῆς ἀληθείας. Ὁ μὲν γὰρ φυσικὸς νόμος, ὡς ἐξ ἀριστερῶν τοῦ λαμπαδίου, τουτέστι τοῦ σαρκωθέντος Θεοῦ Λόγου, διὰ τῆς συγγενοῦς αἰσθήσεως τοὺς ἐν τοῖς αἰσθητοῖς πρὸς ἀρετὴν τρόπους νοηθήσεται τῷ λόγῳ προσάγων· ὁ δὲ νοερός, ἤγουν πνευματικὸς ἐκ δεξιῶν, διὰ τῆς συγγενοῦς νοήσεως τοὺς ἐν τοῖς οὖσι πρὸς γνῶσιν πνευματικὴν λόγους ἀναλεγόμενος· δι᾿ ὧν [marg. δύο νόμων δηλονότι] τὰς διαφόρους ἕξεις τῶν πνευματικῶν χαρισμάτων καθάπερ λύχνων ἐπαρυστρίδας, πρακτικῶν καὶ γνωστικῶν θεωρημάτων πληρώσαντες, ἄσβεστον τὸ φῶς τῆς ἀληθείας φυλάττομεν.
Γνωστικώτερον δὲ τυχὸν ὁ τόπος οὗτος τῆς Γραφῆς κατανοούμενος, διὰ τῶν δύο ἐλαιῶν τῶν ἐκ δεξιῶν τοῦ λαμπαδίου, καὶ ἐξ εὐωνύμων, τὴν πρόνοιαν δηλοῖ καὶ τὴν κρίσιν· ὧν ἕστηκε μέσος ὡς ἐπὶ λυχνίας χρυσῆς, τῆς ἁγίας καθολικῆς Ἐκκλησίας· ἤτοι τοῦ καθ᾿ ἕκαστον ἁγίου ψυχῆς, πᾶσιν πυρσεύων τῆς ἀληθείας τὸ φῶς, ὁ τὸ πᾶν ὡς Θεὸς περιέχων Λόγος· καὶ τοὺς κατὰ πρόνοιαν καὶ κρίσιν ἀληθινοὺς καὶ γενικωτάτους τῆς τῶν ὄντων συνοχῆς ἀποκαλύπτων λόγους· καθ᾿ οὕς, τὸ πρὸ πάντων τῶν αἰώνων προωρισμένον, ἐπ᾿ ἐσχάτων δὲ τῶν χρόνων ἐπιτελεσθὲν τῆς σωτηρίας ἡμῶν μυστήριον συνέστηκεν· ὧν, τὴν μὲν πρόνοιαν, καθάπερ ἐλαίαν ἐκ δεξιῶν τοῦ λαμπαδίου τυγχάνουσαν, ἐν τῷ ἀφράστῳ τρόπῳ τῆς τοῦ Λόγου πρὸς τὴν λογικῶς ἐψυχωμένην σάρκα καθ᾿ ὑπόστασιν ἑνώσεως, διὰ μόνης καθορῶμεν τῆς πίστεως· τὴν δὲ κρίσιν ἐξ εὐωνύμων ὑπάρχουσαν, ἐν τῷ μυστηρίῳ τῶν ὑπὲρ ἡμῶν σαρκωθέντος Θεοῦ ζωοποιῶν παθημάτων ἀῤῥήτως κατανοοῦμεν. Τὸ μὲν γὰρ ὡς ἀγαθὸς προηγουμένως κατὰ θέλησιν γέγονεν, οἷα δὴ φύσει πάντων ὑπάρχων Σωτήρ· τὸ δέ, καθ᾿ ἑκούσιον ἀνοχὴν ἐφεπομένως ὑπέμεινεν, ὡς Λυτρωτής. Οὐ γὰρ ἵνα πάθῃ προηγουμένως ὁ Θεὸς γέγονεν ἄνθρωπος· ἀλλ᾿ ἵνα τὸν ἄνθρωπον σώσῃ διὰ παθημάτων· ὑφ᾿ ἅ, διὰ τὴν παράβασιν (684) τῆς θείας ἐντολῆς, ἑαυτὸν ὁ κατ᾿ ἀρχὰς ἀπαθὴς ὑπάρχων, πεποίηκεν ἄνθρωπος.
Δεξιὸν οὖν τὸ κατὰ πρόνοιαν τῆς τοῦ Λόγου σαρκώσεως ὑπάρχει μυστήριον, ὡς ἐνεργητικὸν τῆς ὑπὲρ φύσιν χάριτι πρὸ τῶν αἰώνων προωρισθείσης τῶν σωζομένων θεώσεως· ἧς οὐδεὶς τὸ παράπαν κατὰ φύσιν τῶν ὄντων ἐφικέσθαι δυνήσεται λόγος· εὐώνυμον δέ, τὸ κατὰ κρίσιν τοῦ ζωοποιοῦ πάθους τοῦ κατὰ σάρκα παθεῖν βουληθέντος Θεοῦ, σαφῶς ὑπάρχει μυστήριον· ὡς ἐνεργητικὸν μὲν τῆς τῶν ἐπεισαχθέντων ἐκ τῆς παρακοῆς τῇ φύσει παρὰ φύσιν πάντων ἰδιωμάτων καὶ κινημάτων παντελοῦς ἀναιρέσεως· ποιητικὸν δέ, τῆς τῶν προηγουμένως κατὰ φύσιν ἁπάντων ἰδιωμάτων τε καὶ κινημάτων ἀνελλιποῦς ἀποκαταστάσεως· καθ᾿ ἣν οὐδεὶς τὸ παράπαν τῶν ὄντων κίβδηλος εὑρεθήσεται λόγος· ἐξ ὧν, προνοίας τὲ φημι καὶ κρίσεως, ἤγουν σαρκώσεώς τε καὶ πάθους, διὰ τὸ στεῤῥόν τε καὶ καθαρὸν καὶ ἀδιάφθορον τῆς κατὰ τὴν πρᾶξιν ἀνδρικῆς ἀρετῆς καὶ ἀτρεψίας, διά τε τὸ διαφανὲς καὶ λαμπρὸν τῆς μυστικῆς θεωρίας καὶ γνώσεως, ὡς ἐκ μέσου δύο χαλκῶν ὀρέων ἐκβέβηκεν ἱππείων ἁρμάτων δίκην, ἡ ἁγία τετρὰς τῶν Εὐαγγελίων, τῶν πᾶσαν διειληφότων καὶ περιοδευσάντων τὴν γῆν, καὶ τὴν πληγὴν τῆς παραβάσεως τοῦ Ἀδὰμ ἰασαμένων, καὶ ἀναπαυσάντων τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ πίστεως, καὶ τῆς ἐπ᾿ αὐτῇ κατὰ τὸν βίον καλῆς πολειτείας· (685) ἐν γῇ Βοῤῥᾶ, τουτέστιν ἐν τοῖς ἔθνεσιν, ἐν οἷς ὁ ζόφος ἐκράτει τῆς ἀγνοίας, καὶ τῆς ἁμαρτίας τὴν φύσιν ἐτυράννει τὸ σκότος.
Ἢ πάλιν ἡ τοῖς ἁγίοις Εὐαγγελίοις τῶν τεσσάρων γενικῶν ἀρετῶν ἰσάριθμος δύναμις, πᾶσαν διαλαβοῦσα καθάπερ γῆν τῶν πιστῶν τὴν καρδίαν, καὶ περιοδεύσασα τὴν ἐγγενομένην αὐτοῖς ἐκ τῶν παθῶν τῆς ἀτιμίας πληγήν· καὶ ἀναπαύσασα τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τῆς πρακτικῆς τῶν ἐντολῶν ἐνεργείας, ἐν γῇ βοῤῥᾷ, τουτέστιν, ἐν τῇ σαρκί, διὰ τῶν ἔργων τῆς δικαιοσύνης φαινόμενον δείξασα τὸν νόμον τοῦ πνεύματος.
Ἢ πάλιν τὰς δύο ἐλαίας νοητέον, τὴν θεωρίαν καὶ τὴν πρᾶξιν· ὧν, τῆς μὲν θεωρίας, ἡ κατὰ σάρκωσιν πρόνοια δίδωσι φαίνεσθαι τὸν λόγον· τῆς δὲ πράξεως, ἡ κατὰ τὸ πάθος κρίσις δίδωσιν ἐνεργεῖσθαι τὸν τρόπον· ὡς τῆς μὲν κατὰ ψυχὴν ἐκ δεξιῶν οὔσης τοῦ Λόγου· τῆς δὲ κατὰ σῶμα ἐξ εὐωνύμων ὑπαρχούσης· καὶ τῆς μέν, τὸν νοῦν πρὸς τὴν τοῦ Θεοῦ καλούσης συγγένειαν· τῆς δέ, τῷ πνεύματι τὴν αἴσθησιν ἁγιαζούσης, καὶ τῶν παθῶν αὐτῆς τοὺς τύπους ἀφαιρουμένης.
Ἢ πάλιν, πίστιν καὶ ἀγαθὴν συνείδησιν τὰς δύο νοητέον ἐλαίας, ὧν ἕστηκε μέσος ὁ Λόγος· κατὰ μὲν τὴν πίστιν, ὀρθῶς παρὰ τῶν πιστῶν προσκυνούμενος· κατὰ δὲ τὴν ἀγαθὴν συνείδησιν, διὰ τῆς εἰς ἀλλήλους εὐαρεστήσεως, εὐσεβῶς λατρευόμενος.
Ἢ τοὺς δύο λαούς, τὸν ἐξ ἐθνῶν λέγω καὶ τὸν ἐξ Ἰουδαίων, ἐλαίαις δύο παρείκασεν ὁ Λόγος· οὓς καὶ πιότητος υἱούς, ὥσπερ ἑρμηνεύων τὰς ἐλαίας, διὰ τὴν ἐν πνεύμαατι γέννησιν, καὶ τὴν πρὸς θέωσιν χάριν τῆς υἱοθεσίας προσηγόρευσεν· ὧν μέσος ἕστηκε ὁ σαρκωθεὶς Θεός, ὡς ἐπὶ λυχνίας, τῆς μιᾶς καὶ μόνης καθολικῆς Ἐκκλησίας, καταλλάσσων αὐτοὺς ἑαυτῷ τε καὶ ἀλλήλοις, καὶ ποιῶν φωτὸς τοῦ κατ᾿ ἀρετήν τε καὶ γνῶσιν γεννητικούς.
Τυχὸν δὲ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διὰ τῶν δύο ἐλαιῶν παρῃνίξατο μυστικῶς ὁ λόγος· τὴν μέν, ὡς λόγοις ἀληθοῦς γνώσεως κομῶσαν κατὰ τὴν ἐλαίαν· τὸ δέ, ὡς ἀρετῶν πράξεσι πεπυκασμένον.
Εἰ δὲ καὶ τοὺς δύο κόσμους διὰ τῶν δύο ἐλαιῶν ὁ τῆς Γραφῆς αἰνίττεται λόγος, καλῶς ἂν ἔχοι καὶ οὕτω νοούμενος· ὧν ἵσταται μέσος ὡς Θεὸς ὁ Λόγος· τὸν μὲν νοητὸν ἐν τῷ αἰσθητῷ φαίνεσθαι τοῖς τύποις μυστικῶς διαγράφων· τὸν δὲ αἰσθητόν, ἐν τῷ νοητῷ τοῖς λόγοις ὄντα νοεῖσθαι διδάσκων.
Εἰ δὲ καὶ τὴν παροῦσαν ζωὴν καὶ τὴν μέλλουσαν ἡ κατὰ τὰς ἐλαίας διετύπωσεν ὅρασις, καλῶς ἂν ἔχοι καὶ οὕτως τῆς θεωρίας ὁ τρόπος· ὧν ἵσταται μέσος ὁ Λόγος, τῆς μὲν ἀπάγων, διὰ τῆς ἀρετῆς· πρὸς δὲ τὴν ἐπανάγων, διὰ τῆς γνώσεως. Ὅπερ νοήσας τυχὸν ὁ θαυμαστὸς Ἀμβακούμ, φησίν· (688) Ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ· ζωὰς [Fr. δύο ζώων γνωσθήσῃ· ζῶα] λέγων, ὥσπερ τὰ ὄρη τὰ χαλκᾶ, καὶ τὰς ἐλαίας ὁ μέγας Ζαχαρίας, τοὺς δύο κόσμους, ἤγουν αἰῶνας· ἢ τὰς προσφυεῖς αὐτῶν ζωάς· ἢ τὴν ψυχὴν καὶ τὸ σῶμα· ἢ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν· ἢ τὴν ἕξιν τοῦ καλοῦ καὶ τὴν ἐνέργειαν· ἢ τὸν νόμον καὶ τοὺς προφήτας· ἢ τὴν Παλαιὰν ὅλην καὶ τὴν Νέαν Διαθήκην· ἢ τοὺς δύο λαούς· τὸν ἐξ ἐθνῶν καὶ τὸν ἐξ Ἰουδαίων· ἢ τοὺς δύο νόμους· τὸν φυσικὸν καὶ τὸν πνευματικόν· ἢ τὴν πίστιν καὶ τὴν ἀγαθὴν συνείδησιν· ὧν μέσος ἵσταται διὰ πάντων ὑμνούμενος καὶ δοξαζόμενος ὁ Λόγος, καὶ πρὸς μίαν τοῦ καλοῦ τὰ πάντα σύμπνοιαν ἄγων, ὡς πάντων Θεός· καὶ διὰ τοῦτο πάντα ποιήσας, ἵνα πάντων γένηται τῆς καθ᾿ ἕνωσιν πρὸς ἄλληλα τοῦ καλοῦ ταυτότητος δεσμὸς ἀδιάλυτος.
Λυχνίαν δὲ κατὰ τὴν ὅρασιν τυχὸν τὴν Ἐκκλησίαν, καὶ τὴν ψυχὴν εἶπεν ὁ λόγος, ὡς ἐπίκτητον φύσει τὸ τῆς χάριτος φῶς ἔχουσαν καὶ ἐπισκευαστόν· διότι μόνου τοῦ Θεοῦ κατὰ φύσιν ἐστὶ τὸ ἀγαθόν· ἐξ οὗ κατὰ μετοχὴν πάντα φωτίζεταί τε καὶ ἀγαθύνεται, τὰ φωτὸς κατὰ φύσιν καὶ ἀγαθότητος δεκτικά.
Καὶ ταῦτα μὲν περὶ τούτων, συμμετρίας φροντίζων διῆλθεν ὁ λόγος· αὐτὸς δὲ παρ᾿ ἑαυτοῦ σὺν Θεῷ τὰ κρείττω τούτοις ἐπιθεωρήσας, φαίδρυνον, ὅσιε Πάτερ, ταῖς ἀειφανέσι τῆς σῆς διανοίας ἀκτῖσι τὴν ἀμβλυωποῦσάν μου ψυχήν.
ΣΧΟΛΙΑ
α´. Τὶς ἡ λυχνία;
β´. Πῶς ἀκίβληλος χρυσός ἐστιν ἡ Ἐκκλησία;
γ´. Πῶς καθαρά;
δ´. Πῶς ἀμίαντος;
ε´. Πῶς ἄχραντος;
στ´. Πῶς ἀμείωτος;
ζ´. Τί τὸ λαμπάδιον τῆς λυχνίας;
η´. Οὐ πᾶς ἄνθρωπος εἰς τοῦτον ἐρχόμενος τὸν κόσμον, φησίν, ὑπὸ τοῦ Λόγου πάντως φωτίζεται· πολλοὶ γὰρ ἀφώτιστοι διαμένουσι, καὶ τοῦ κατ᾿ ἐπίγνωσιν ἀμέτοχοι φωτός· ἀλλὰ δῆλον ὅτι, πᾶς ἄνθρωπος κατ᾿ οἰκείαν γνώμην εἰς τὸν ἀληθῆ κόσμον τῶν ἀρετῶν ἐρχόμενος· πᾶς γὰρ ὁ κατ᾿ ἀλήθειαν διὰ τῆς αὐθαιρέτου γεννήσεως, εἰς τοῦτον ἐρχόμενος τῶν ἀρετῶν τὸν κόσμον, ὑπὸ τοῦ Λόγου πάντως φωτίζεται, λαμβάνων ἕξιν ἀρετῆς ἀμετακίνητον, καὶ γνώσεως ἀληθοῦς ἐπιστήμην ἄπταιστον.
θ´. Πῶς καὶ λύχνος ἐστὶν ὁ σαρκωθεὶς Θεὸς Λόγος;
ι´. Τὶς ὁ μόδιος, ὑφ᾿ ὃν ὁ λύχνος οὐ γίνεται καλυπτόμενος;
ια´. Εἰς τὴν αἴσθησιν τὴν γυναῖκα· καὶ εἰς τὴν ἡδονήν, τὸν ὄφιν ἐθεώρησεν· ἄμφω γὰρ πρὸς τὸν λόγον κατὰ διάμετρον ἀφεστήκασιν.
ιβ´. (689) Ὅτι λαβοῦσα τὸν νοῦν ἡ αἴσθησις ὑποχείριον, διδάσκει πολύθεον, δι᾿ ἑκάστης αἰσθήσεως τῇ περὶ τὰ πάθη δουλείᾳ ὡς Θεῖον τὸ προσφυὲς αἰσθητὸν θεραπεύουσα.
ιγ´. Τίνας τοὺς λύχνους ὁ Λόγος φησίν;
ιδ´. Fr. Βλέπε τῆς χάριτος τὸ μέγεθος· βλέπε θεολογίας ἀπέραντον τὸ πέλαγος.
ιε´. Τίνων εἰσὶ κατορθωτικὰ τοῦ Πνεύματος τὰ χαρίσματα;
ιστ´. Τίνες εἰσὶ κατ᾿ ἄλλον θεωρίας τρόπον οἱ λύχνοι;
ιζ´. Τὴν πρακτικὴν φιλοσοφίαν φόβος, εὐσέβειά τε καὶ γνῶσις ἐργάζονται. Τὴν δὲ φυσικὴν ἐν πνεύματι θεωρίαν, ἰσχύς, καὶ βουλή, καὶ σύνεσις κατορθοῦσι· τὴν δὲ μυστικὴν θεολογίαν σοφία μόνη θεία χαρίζεται.
ιη´. Μέσα καλεῖ τὴν τῶν αἰσθητῶν καὶ τῶν νοητῶν οὐσίαν· δι᾿ ὧν πρὸς τὸν Θεὸν ὡς αἰτίαν τῶν ὄντων ὁ ἀνθρώπινος νοῦς ἀνάγεσθαι πέφυκεν.
ιθ´. Τίνες εἰσὶ κατὰ τὴν ἀναγωγήν, αἱ τῶν λύχνων ἐπαρυστρίδες;
κ´. Τίνες αἱ δύο τυγχάνουσιν ἐλαῖαι;
κα´. Ἀνακεφαλαίωσις τῶν θεωρηθέντων ὁριστικὴ καὶ σύντομος.
κβ´. Τί τὸ δεξιόν, καὶ τὸ ἀριστερόν;
κγ´. Ἡ Παλαιά, φησίν, Διαθήκη, πράξεως καὶ ἀρετῆς ὑπάρχουσα σύμβολον, συμφωνεῖν τὸ σῶμα τῷ νοῒ παρασκευάζει κατὰ τὴν κίνησιν· ἡ δὲ Νέα, θεωρίας καὶ γνώσεως οὖσα ποιητική, τὸν μυστικῶς αὐτῆς ἀντεχόμενον νοῦν, τοῖς θείοις καταφαιδρύνει χαρίσμασιν.
κδ´. Ἄλλης θεωρίας τρόπος ἰδικός, εἰς τὴν ἑκάστου ψυχὴν ἀναφέρων, τήν τε λυχνίαν καὶ τὰ τῆς λυχνίας.
κε´. Τὶς ὁ λύχνος;
κστ´. Ἐκείνων ὁ Θεός, φησίν, λέγεταί τε καὶ γίνεται κατὰ τὴν χάριν Πατήρ, τῶν μόνην ἐχόντων καθαρὰν τὴν γνωμικὴν ἐν πνεύματι γέννησιν· καθ᾿ ἥν, ὥσπερ ψυχῆς πρόσωπον τὸν ἐν ἀρεταῖς τοῦ γεννήσαντος Θεοῦ χαρακτῆρα φαινόμενον ἔχοντες κατὰ τὸν βίον, τοὺς θεωμένους τῇ μεταβολῇ τῶν τρόπων δοξάζειν τὸν Θεὸν παρασκευάζουσι, τὸν οἰκεῖον βίον πρὸς μίμησιν παρέχοντες αὐτοῖς ἐξαίρετον ἀρετῆς ἐξεμπλάριον. Οὐ γὰρ λόγῳ ψιλῷ Θεὸς δοξάζεσθαι πέφυκεν· ἀλλ᾿ ἔργοις δικαιοσύνης πολλῷ πλείονα λόγου βοῶσι τὴν θείαν μεγαλοπρέπειαν.
κζ´. Τίνας εἶναι δεῖ νοεῖν τοὺς ἑπτὰ λύχνους;
κη´. Τίνες αἱ ἐπαρυστρίδες;
κθ´. Τίνες αἱ δύο ἐλαῖαι;
λ´. Ἡ μὲν Παλαιά, φησὶ τῷ γνωστικῷ χορηγεῖ τοὺς τρόπους τῶν ἀρετῶν· ἡ δὲ Νέα, τῷ πρακτικῷ γνώσεως ἀληθοῦς λόγους χαρίζεται.
λα´. Fr. Ὅτι τὸ πρακτικόν, τὸ τῆς ψυχῆς παθητικὸν λέγει.
λβ´. Ὁ τῇ πράξει σωματουμένην, φησί, τὴν γνῶσιν, (692) καὶ τῇ γνώσει τὴν πρᾶξιν δεικνύς, τὸν ἀκριβῆ τρόπον εὗρε τῆς ἀληθοῦς θεουργίας. Ὁ δ᾿ ὁποτέραν τούτων τῆς ἑτέρας ἔχων διαζευγμένην, ἢ τὴν γνῶσιν ἀνυπόστατον ἐποίησε φαντασίαν, ἢ τὴν πρᾶξιν ἄψυχον κατέστησεν εἴδωλον· γνῶσις γὰρ ἄπρακτος, φαντασίας οὐδὲν διενήνοχεν, ὑφεστῶσαν αὐτὴν τὴν πρᾶξιν οὐκ ἔχουσα· καὶ πρᾶξις ἀλόγιστος, ἀψύχῳ ταυτὸν εἰδώλῳ καθέστηκεν, ψυχοῦσαν αὐτὴν γνῶσιν οὐκ ἔχουσα.
λγ´. Ὣσπερ ψυχὴ καὶ σῶμα ποιεῖ κατὰ σύνθεσιν ἄνθρωπον· οὕτω πρᾶξις καὶ θεωρία μίαν κατὰ σύνοδον σοφίαν ἀποτελεῖ γνωστικήν· καὶ Παλαιὰ καὶ Νέα Διαθήκη, μυστήριον ἓν ἀπεργάζεται.
λδ´. Ἀριστερὸς μὲν ὁ φυσικὸς νόμος διὰ τὴν αἴσθησιν· προσάγει δὲ τῷ Λόγῳ τοὺς τρόπους τῶν ἀρετῶν, καὶ ποιεῖ γνῶσιν ἐνεργουμένην. Ὁ δὲ πνευματικὸς νόμος, ὡς δεξιὸς μέν ἐστι διὰ τὸν νοῦν· μίγνυσι δὲ τῇ αἰσθήσει τοὺς ἐν τοῖς οὖσι πνευματικοὺς λόγους, καὶ ποιεῖ πράξιν λελογισμένην.
λε´. Ἡ πρόνοια, φησίν, ἐν τῷ καθ᾿ ὑπόστασιν ἑνωθῆναι σαρκὶ τὸν Λόγον δείκνυται· ἡ δὲ κρίσις, ἐν τῷ παθεῖν ὑπὲρ ἡμῶν σαρκὶ καταδέξασθαι φαίνεται· δι᾿ ὧν, ἑνώσεως καὶ πάθους, ἡ τοῦ παντὸς σωτηρία συνέστηκεν.
λστ´. Ἡ μὲν σάρκωσις, φησίν, εἰς τὴν τῆς φύσεως σωτηρίαν γέγονε· τὰ δὲ πάθη, πρὸς λύτρωσιν τῶν διὰ τὴν ἁμαρτίαν τῶ θανάτῳ κατεχομένων.
λζ´. Τὸ μυστήριον, φησί, τῆς ἐνανθρωπήσεως, τὰ μὲν παρὰ φύσιν ἀφίστησιν ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως· τὰ δὲ κατὰ φύσιν ἀποκαθίστησιν.
λη´. Πρόνοιαν καὶ κρίσν, σάρκωσίν τε καὶ πάθος, ὄρη χαλκᾶ νενόηκεν· ἐξ ὧν ἡ τῶν Εὐαγγελίων ἐκβαίνει τετράς.
λθ´. Γῆν Βοῤῥᾶ τὰ ἔθνη νενόηκεν· ἅτινα ὡς ἐν χώρᾳ σκότους ὑπῆρχὸν ποτε τῇ πλάνῃ τῆς ἀγνοίας· νῦν δὲ γεγόνασιν ἐν χώρᾳ φωτός, τῇ ἐπιγνώσει τῆς ἀληθείας, κατὰ τὴν χάριν τῆς ἁγίας τῶν Εὐαγγελίων τετράδος, ὡς στοιχείων ἀφθάρτων, κατὰ τὸν ἔσω καὶ νοερὸν ἄνθρωπον εἰς ζωὴν αἰώνιον ἀναπλασθέντες διὰ τῆς πίστεως.
μ´. Ἄλλη θεωρία τῶν τεσσάρων ἁρμάτων.
μα´. Ἄλλη θεωρία τῶν ἐλαιῶν.
μβ´. Ὁ μὲν θεωρητικός, φησί, τὸν κατὰ τὴν πρόνοιαν λόγον τῆς σαρκώσεως ἔχει φαινόμενον· ὁ δὲ πρακτικός, τὸν κατὰ τὴν κρίσιν τῶν παθημάτων τοῦ Λόγου τρόπον ἐνεργούμενον δείκνυσιν.
μγ´. Εἰς τὰς ἐλαίας ἄλλη θεωρία.
μδ´. Εἰς τὰς αὐτὰς ἄλλη θεωρία.
με´. Ἄλλη περὶ τῶν αὐτῶν θεωρία.
μστ´. Ἄλλη περὶ τῶν δύο ἐλαιῶν θεωρία.
μζ´. Ὁ τὸν φαινόμενον κόσμον νοῶν, θεωρεῖ τὸν νοούμενον· τυποῖ γὰρ τῇ αἰσθήσει τὰ νοητὰ φανταζόμενος, καὶ κατὰ νοῦν σχηματίζει τοὺς θεαθέντας λόγους· καὶ μεταφέρει πρὸς μὲν αἴσθησιν πολυειδῶς τοῦ νοητοῦ κόσμου τὴν σύστασιν· πρὸς δὲ νοῦν, τοῦ αἰσθητοῦ κόσμου πολυπλόκως τὴν σύνθεσιν· (693) καὶ νοεῖ, ἐν μὲν τῷ νοητῷ τὸν αἰσθητόν, μετενέγκας πρὸς τὸν νοῦν τοῖς λόγοις τὴν αἴσθησιν· ἐν δὲ τῷ αἰσθητῷ τὸν νοητόν, πρὸς τὴν αἴσθησιν ἐπιστημόνως τοῖς τύποις μετεγκλώσας τὸν νοῦν.
μη´. Ἄλλη περὶ τῶν αὐτῶν θεωρία.
[Επεξεργασία]ΕΡΩΤΗΣΙΣ ΞΔ´.
[Επεξεργασία]Ποίαν ἔννοιαν ἔχει τὸ ῥητὸν τὸ ἐν τῷ Ἰωνᾷ τῷ προφήτῃ περὶ τῆς Νινευὴ φάσκον· " Ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν οὐδὲ ἀριστερὰν αὐτῶν, ἐπειδὴ ἀπὸ τοῦ γράμματος οὐχ εὑρίσκω μίαν παθραμυθίαν; Οὐ γὰρ εἶπε Παῖδας, ἵνα περὶ νηπίων νομίσω, ἀλλ᾿ Ἄνδρας. Ποῖος δὲ ἀνὴρ ἔχων ἀβλαβεῖς τὰς φρένας, ἀγνοεῖ δεξιὰν αὐτοῦ ἢ ἀριστερὰν αὐτοῦ; ἀλλ᾿ [Fr. ἢ ἀριστεράν· ἀλλ᾿] εἰπὲ τίνες οἱ ἄνδρες, καὶ τὶς ἡ δεξιά, καὶ τὶς ἡ ἀριστερά, κατὰ τὸν τῆς ἀναγωγῆς λόγον.
Ἀπόκρισις.
[Επεξεργασία]Οὐδὲν τῶν ἀναγεγραμμένων τῇ Γραφῇ προσώπων, ἢ τόπων, ἢ χρόνων, ἢ ἑτέρων πραγμάτων, ἐμψύχων τε καὶ ἀψύχων, αἰσθητῶν τε καὶ νοητῶν, κατὰ τὸν αὐτὸν ἀεὶ νοούμενον τρόπον ἔχει συμβαίνουσαν ἑαυτῇ δι᾿ ὅλου τὴν ἱστορίαν καὶ τὴν θεωρίαν. Διὸ χρὴ τὸν ἀπταίστως τὴν θείαν τῆς ἁγίας Γραφῆς ἐξασκούμενον εἴδησιν, ταῖς διαφοραῖς τῶν γινομένων ἢ λεγομένων, διαφόρως ἐκδέχεσθαι τῶν ἀπηριθμημένων ἕκαστον· καὶ τὴν ἁρμόζουσαν αὐτῷ κατὰ τὸν τόπον ἢ τὸν χρόνον δεόντως θεωρίαν προσνέμειν. Πολύσημον γάρ ἐστι ἑκάστου τῶν ἐν τῇ Γραφῇ σημαινομένων τὸ ὄνομα, κατὰ τὴν δύναμιν τῆς Ἑβραΐδος φωνῆς· ὅπερ κἀνταῦθα σαφῶς εὑρίσκομεν.
Ἑρμηνεύεται γὰρ Ἰωνᾶς κατὰ διαφόρους ἐκφωνήσεις· Ἀνάπαυσις καὶ δόμα Θεοῦ, ἴαμα Θεοῦ, καὶ Θεοῦ χάρις αὐτοῖς, καὶ πόνος Θεοῦ, καὶ περιστερά, καὶ φυγὴ κάλλους, καὶ διαπόνησις αὐτῶν. Γίνεται δὲ οὗτος καὶ ἐν Ἰόππῃ, καὶ ἐν θαλάσσῃ, καὶ ἐν κήτει, καὶ ἐν Νινευῇ, καὶ ὑπὸ τὴν κολόκυνταν. Ἑρμηνεύεται δὲ Ἰόππη, κατασκοπὴ χαρᾶς, καὶ καλλονὴ θαυμαστή, καὶ χαρὰ δυνατή. Οὐκοῦν Ἰωνᾶς ὁ προφήτης, τύπον φέρει καὶ τοῦ Ἀδάμ, καὶ τῆς κοινῆς φύσεως, καὶ τοῦ Χριστοῦ, καὶ τῆς προφητικῆς χάριτος, καὶ τοῦ ἀγνώμονος, καὶ ἐπὶ παντὶ καλῷ διαπονουμένου καὶ ταῖς θείαις ἀεὶ βασκαίνοντος χάρισι λαοῦ τῶν Ἰουδαίων. Οἷον, τοῦ μὲν Ἀδάμ, φέρει τύπον καὶ τῆς κοινῆς φύσεως, φεύγων ἐξ Ἰόππης εἰς θάλασσαν, καὶ διὰ τοῦτο κατὰ τὴν τῆς προσηγορίας αὐτοῦ δύναμιν, φυγὴ κάλλους καλούμενος. Ἰόππης δὲ δηλοῖ τυπούμενον ἐν αὐτῇ τὸν (696) παράδεισον, τὸν ὄντως κατασκοπὴν χαρᾶς καὶ ὄντα καὶ ὀνομαζόμενον· καὶ χαρὰν δυνατὴν καὶ καλλονὴν θαυμασίαν, διὰ τὸν ἐν αὐτῷ πλοῦτον τῆς ἀφθαρσίας· ὅστις ποτ᾿ ἂν ἦν ὁ παράδεισος οὗτος ὁ χειρὶ Θεοῦ φυτευθείς. Ἐφύτευσε γάρ, φησί, Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδέμ, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε· καὶ τίνα τὰ ξύλα τὰ ἐν αὐτῷ, εἴτε θεωρούμενα, εἴτε νοούμενα· καὶ τί τὸ ἐν μέσῳ τοῦ παραδείσου ξύλον τῆς ζωῆς· ὧν πάντων ἐσθίειν πρόσταγμα λαβὼν ὁ Ἀδάμ, τυχὸν οὐδὲ ἥψατο· Ἀπὸ παντὸς γὰρ ξύλου, φησί, τοῦ ἐν τῷ παραδείσῶ βρώσει φάγῃ.
Σημαίνει δὲ πάλιν ἡ Ἰόππη, τὴν ἀρετὴν καὶ τὴν γνῶσιν· καὶ τὴν ἐπ᾿ αὐταῖς σοφίαν· τὴν ἀρετὴν μέν, ὅταν ἑρμηνεύεται καλλονὴ θαυμαστή· τὴν δὲ γνῶσιν, ὅταν ὡς κατασκοπὴ χαρᾶς λαμβάνεται· τὴν δὲ σοφίαν, ὁπηνίκα τὴν δυνατὴν σημαίνει χαράν· καθ᾿ ἣν τελειούμενος ἄνθρωπος, τὴν ἀνεκλάλητον λαμβάνει χαράν· τὴν δυνατήν, καὶ ὄντως συνεκτικὴν τῆς κατὰ θεὸν καὶ θείας τοῦ ἀνθρώπου συστάσεως· εἴπερ ἡ σοφία ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, κατὰ τὸ γεγραμμένον· καὶ τοῖς ἐπερειδομένοις ἐπ᾿ αὐτήν, ὡς ἐπὶ Κύριον, ἀσφαλής. Φεύγουσαν γὰρ ἀεὶ τὴν Ἰόππην, τουτέστι, τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, καὶ τῆς ἐπ᾿ αὐταῖς σοφίας τὴν χάριν, ὥσπερ ὁ Ἀδὰμ τὸν παράδεισον διὰ τῆς παρακοῆς, ὁρῶμεν τὴν φύσιν τῶν ἀνθρώπων· διὰ τὸ τὴν διάνοιαν αὐτῆς ἐπιμελῶς ἐγκεῖσθαι τοῖς πονηροῖς, καὶ εἰς τὴν θάλασσαν· λέγω δὲ τὴν ἅλμην τῆς ἁμαρτίας, ἑκουσίως κατασυρομένην· ὡς πρὸς τοῦτον τὸν κόσμον ἐκπεσὼν τοῦ παραδείσου ὁ προπάτωρ Ἀδὰμ κατεκυλίσθη, καὶ τὴν ἄστατον τῶν ὑλικῶν, καὶ ἅλμην ἄλλως φέρουσάν τε καὶ φερομένην πλάνην τε καὶ σύγχυσιν ἐπιμελῶς περιέπουσαν· ἧς τοσοῦτὸν εστι τὸ κέρδος τοῖς ἀντεχομένοις αὐτῆς, ὅσον μόνον ποντισθῆναι, καὶ ὑπὸ τοῦ κήτους καταποθῆναι, καὶ περιχυθῆναι ὕδωρ ἕως ψυχῆς· καὶ ἀπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι, καὶ δύναι τὴν κεφαλὴν εἰς σχισμὰς ὀρέων, καὶ κατελθεῖν εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· ὡς πυθμένα δῆλον ὅτι τῆς ἐσχάτης ἀβύσσου τυγχάνουσαν· τὴν γῆν τὴν σκοτεινὴν ὄντως καὶ γνοφεράν, γῆν σκότους αἰωνίου· ἐν ᾗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν, ὣς ποὺ φησιν ὁ μέγας καὶ τοῖς μεγάλοις ὑπὲρ ἀληθείας ἄθλοις διηγωνισμένος Ἰώβ.
Σημαίνει γοῦν τὸν Ἀδὰμ ὁ προφήτης, ἤγουν τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων, ἐν ἑκάστῳ ταῦτα τυπῶν μυστικῶς· τήν, ὡς ἐξ Ἰόππης τῶν θείων ἐξολισθήσασαν ἀγαθῶν, καὶ πρὸς τήνδε τοῦ βίου καθάπερ θάλασσαν τὴν ταλαιπωρίαν κατενεχθεῖσαν· καὶ τῷ ἀστάτῳ καὶ πολυφλοίσβῳ πελάγει τῆς τῶν ὑλικῶν προσπαθείας καταποντισθεῖσαν· καὶ ὑπὸ τοῦ κήτους τοῦ νοητοῦ καὶ ἀπλήστου θηρὸς τοῦ διαβόλου (697) καταποθεῖσαν· καὶ τὸ ὕδωρ πανταχόθεν τῶν ἐν κακίᾳ πειρασμῶν περιχυθὲν δεξαμένην ἕως ψυχῆς· ὡς περιχεθεῖσαν δηλαδὴ τοῖς πειρασμοῖς τῆς ζωῆς· καὶ ὑπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι· τουτέστιν, ὑπὸ τῆς παντελοῦς ἀγνοίας καταδεθεῖσαν τὸν νοῦν, καὶ περικλυσθῆναι τῷ πολλῷ βάρει τῆς κακίας τὸν λογισμόν· καὶ καταδύσαι τὴν κεφαλὴν εἰς σχισμὰς ὀρέων· τουτέστι, τὸν πρῶτον κατὰ τὴν πίστιν περὶ μονάδος λόγον, ὡς κεφαλὴν τοῦ παντὸς σώματος τῶν ἀρετῶν, ὡς εἲς τινας σχισμὰς ἀφεγγεῖς ὀρέων τὰς διανοίας τῶν πονηρῶν δυνάμεων κατακλεισθεῖσαν καὶ εἰς πολλὰς δόξας καὶ φαντασίας καταμερισθεῖσαν. Σχισμὰς γὰρ ὀρέων, τῶν ἐν τῷ βάθει που τῆς ἐσχάτης ἀβύσσου τῆς ἀγνοίας κειμένων τῆς πονηρίας πνευμάτων περὶ πλάνην ἐννοίας εἶπεν, ὁ λόγος· καὶ κατελθοῦσαν εἰς τὴν γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· τουτέστι, πρὸς τὴν πάσης αἰσθήσεως θείας ἔρημον, καὶ ζωτικῆς κινήσεως ἀρετῶν ἐστερημένην ἕξιν κατενεχθεῖσαν· τὴν μηδεμίαν παντελῶς ἔχουσαν αἴσθησιν ἀγαθότητος, καὶ Θεοῦ κατ᾿ ἔννοιαν ἐφέσεως κίνησιν· ἐφ᾿ ἧς βέβηκεν καθάπερ ἄβυσσος, τῆς ἀγνοίας ὁ ζόφος καὶ τὸ ἀνήκεστον βάθος τῆς κακίας· καὶ τὰ ὄρη τῆς πλάνης ἐῤῤίζωται· τὰ πνευματικὰ λέγω τῆς πονηρίας· ὦν πρότερον ταῖς σχισμαῖς εἰσδῦσα, γέγονεν ὕστερον βάσις διὰ τὴν κακίστην ἕξιν ἡ φύσις τῶν ἀνθρώπων, ὡς δεκτικὴ τῆς αὐτῶν πλάνης καὶ πονηρίας. Τὴν ἔχουσαν καθάπερ αἰωνίους μοχλούς, τὰς ἐνδιαθέτους προσπαθείας τῶν ὑλικῶν τὰς οὐκ ἐώσας τὴν διάνοιαν τοῦ σκότους τῆς ἀγνοίας ἀπαλλαγεῖσαν, τὸ φῶς ἰδεῖν τῆς ἀληθοῦς ἐπιγνώσεως· ἥντινα τυχὸν ἕξιν, ὡς μικρῷ πρόσθεν ἔφην, ὁ μέγας Ἰὼβ αἰνιττόμενος ἔφη, γῆν σκοτεινὴν καὶ γνοφεράν· γῆν σκότους αἰωνίου. Σκοτεινὴν μέν, ὡς πάσης ἀληθοῦς ἔρημον γνώσεώς τε καὶ θεωρίας· γνοφερὰν δὲ ὡς πάσης ἀρετῆς ἐστερημένην καὶ πράξεως· Ἐν ᾗ, φησίν, οὐκ ἔστι φέγγος, δηλαδὴ γνώσεως καὶ ἀληθείας· οὐδὲ ὁρᾷν ζωὴν βροτῶν· τὴν λογικοῖς δηλονότι πρέπουσαν ἀγωγήν.
Ἐν τούτοις μὲν γίνεται τυχόν, ὁπηνίκα τὰ πάθη τυπῶν ἐν ἑαυτῷ τῆς ἀνθρωπότητος ὁ προφήτης, εἰς ἅπερ ἐλεεινῶς ἑαυτὴν κατεσκεύασε, τὰ τῆς κοινῆς οἰκειούμενος φύσεως· καὶ ἐφαρμόζεται δεόντως αὐτῷ τυποῦντι τὸν Ἀδάμ, τῆς προσηγορίας ὁ νοῦς, φυγὴ κάλλους ἑρμηνευόμενος. Ἡνίκα δὲ τὸν δι᾿ ἡμᾶς ἐν τοῖς ἡμῶν καθ᾿ ἡμᾶς διὰ σαρκὸς νοερῶς ἐψυχωμένης χωρὶς μόνης ἁμαρτίας γενόμενον Θεὸν προδιατυποῖ, καὶ τὸ τῆς οἰκονομίας, καὶ τῶν κατ᾿ αὐτὴν παθημάτων προδιαγράφει μυστήριον· τὴν μὲν ἀπ᾿ οὐρανῶν εἰς τὸν κόσμον τοῦτον σημαίνει κάθοδον, διὰ τῆς ἐξ Ἰόππης εἰς τὴν θάλασσαν μεταβάσεως· τὸ δὲ τοῦ θανάτου καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως μυστήριον, ὑπὸ τοῦ κήτους δηλοῖ καταπινόμενος, καὶ μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἀπαθὴς ἐκδιδόμενος. Καὶ διὰ τοῦτο προσφόρως κατὰ τὴν τῆς κλήσεως δύναμιν ἀνάπαυσις καὶ ἴασις Θεοῦ καὶ Θεοῦ χάρις αὐτοῖς· τυχὸν δέ, καὶ πόνος Θεοῦ διὰ τὸ (700) πάθος τὸ ἑκούσιον, καλῶς ὀνομαζόμενος. Τὴν γὰρ ἀληθινὴν τῶν ἐν ὀδύναις κεκοπωμένων ἀνάπαυσιν, καὶ τὴν ἴασιν τῶν συντετριμμένων, καὶ τὴν χάριν τῆς τῶν ἁμαρτημάτων ἀφέσεως, Χριστὸν Ἰησοῦν τὸν ἀληθινὸν Θεὸν ὁ προφήτης διὰ τῶν οἰκείων δραμάτων μυστικῶς προδιέγραψεν. Αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν καὶ Θεὸς γενόμενος ἄνθρωπος, καὶ τῶ πελάγει τοῦ βίου τοῦ καθ᾿ ἡμᾶς ἐνδημήσας, ὡς ἀπ᾿ οὐρανοῦ τῆς Ἰόππης ἑρμηνευομένης κατασκοπὴ χαρᾶς, εἰς τὴν θάλασσαν τοῦδε τοῦ κόσμου, κατὰ τὸ γεγραμμένον, Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας· καὶ εἰς τὴν καρδίαν τῆς γῆς, ἔνθα διὰ τοῦ θανάτου καταπιὼν εἶχεν ὁ πονηρὸς καθειργμένους, καταβὰς ἑκουσίως, καὶ διὰ τῆς ἀναστάσεως ἀνασπάσας, πρὸς οὐρανὸν ὅλην τὴν κεκρατημένην φύσιν ἀναγαγών, ἀνάπαυσις ἡμῶν κατ᾿ ἀλήθειαν ὑπάρχει, καὶ ἴασις καὶ χάρις· ἀνάπαυσις μέν, ὡς τὸν νόμον τῆς ἐν σαρκὶ διὰ τὴν πρόσκαιρον ζωὴν περιστατικῆς λύων δουλείας· ἴασις δέ, ὡς τὸ σύντριμμα τοῦ θανάτου καὶ τῆς φθορᾶς διὰ τῆς ἀναστάσεως ἐξιασάμενος· χάρις δέ, ὡς τῆς ἐν πνεύματι διὰ πίστεως υἱοθεσίας, καὶ τῆς ἐπαξίως ἑκάστου κατὰ τὴν θέωσιν χάριτος διανομεύς. Ἔδει γάρ, ἔδει κατὰ ἀλήθειαν εἰς ἐκείνην γενέσθαι τὴν γῆν τὸ φῶς, καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾗ τὸ σκότος ὑπῆρχε, καὶ οἱ μοχλοὶ αἰώνιοι· ἵνα τὸ σκότος λύσας τῆς ἀγνοίας, οἶα δὴ πνευματικὸν φῶς ὑπάρχων, καὶ τοὺς μοχλοὺς τῆς κακίας συντρίψας, ὡς ἐνυπόστατος Θεοῦ δύναμις, τὴν τούτοις δεινῶς ὑπὸ τοῦ πονηροῦ κατησφαλισμένην ἐλευθερώσῃ φύσιν, δωρούμενος αὐτῇ φῶς ἀληθοῦς γνώσεως ἄσβεστον, καὶ δύναμιν ἀρετῶν ἀναφαίρετον [Fr. ἀκαθαίρετον].
Ὁπηνίκα δὲ τὴν προφητικὴν χάριν ὡς ἔκ τινος Ἰόππης, τῆς τέως ἐνδόξου νομιζομένης τῆς τοῦ νόμου λατρείας, εὐαγγελικῶς εἰς τὰ ἔθνη μεταβαίνουσαν, καὶ τὸν Ἰουδαϊκὸν λαὸν διὰ τὴν αὐτῶν ἀπιστίαν, τῆς κατ᾿ αὐτὴν χαρᾶς ἔρημον καταλιμπάνουσαν· καὶ διὰ πολλῶν θλίψεων, κινδύνων τε καὶ περιστάσεων, καὶ πόνων καὶ διωγμῶν καὶ θανάτων, τὴν τῶν ἐθνῶν καθάπερ Νινευὴ πρὸς τὸν Θεὸν ἐπιστρέφουσαν Ἐκκλησίαν ἑαυτῷ τυποῖ, μυστικῶς ὁ προφήτης τὴν Ἰόππην ἀφίησι· τῆς κατὰ νόμον δηλαδὴ λατρείας ἀφιστάμενος, τὴν χάριν σημαίνων τῆς προφητείας καὶ ἐν τῇ θαλάσσῃ γινομένην τῶν ἀκουσίων περιστάσεων, καὶ τῶν ἐπ᾿ αὐταῖς ἀγώνων καὶ πόνων, καὶ κινδύνων· καὶ ὑπὸ τοῦ κήτους τοῦ θανάτου καταπινομένην μέν, οὐδαμῶς δὲ παντελῶς διαφθειρομένην. Οὐ γὰρ ἴσχυσεν τὸν δρόμον τῆς εὐαγγελικῶς τοῖς ἔθνεσι καταγγελθείσης κωλῦσαι χάριτος τῶν ὄντων οὐδέν· οὐ θλίψις, οὐ στενοχωρία, οὐ διωγμός, οὐ λιμός, οὐ κίνδυνος, οὐ μάχαιρα· τοὐναντίον μὲν οὖν, διὰ τούτων ἡ χάρις ἐβεβαιώθη, πάντων τῶν ἐπαναστάντων κρατήσασα· καὶ ἐν τῷ πάσχειν, πλέον τοὺς δρῶντας νικήσασα, καὶ τὴν φύσιν πλανωμένην ἐπέστρεψεν ἐπὶ Θεὸν ζῶντα καὶ ἀληθινόν, (701) ὥσπερ Ἰωνᾶς τὴν Νινευή. Κἂν ἐδόκει διὰ τῆς ἐπηρείας τῶν διωγμῶν καλύπτειν τὴν χάριν ὁ πονηρός, ὡς τὸν προφήτην τὸ κῆτος· ἀλλ᾿ εἰς τέλος κατέχειν οὐκ ἠδυνήθη, τῆς ἐνεργούσης τὴν χάριν δυνάμεως ἀλλοιῶσαι τὴν ἰσχὺν οὐ δυνάμενος· ὅθεν καὶ λαμπροτέραν μᾶλλον ἐποίει μετὰ τὴν πεῖραν τῶν ἐναντίων τὴν χάριν, ἐν τοῖς αὐτῆς φοιτηταῖς διαφαίνεσθαι· τοσοῦτον, ὅσον αὐτὸς ταῖς προβολαῖς τὴν οἰκείαν ἐπεφθείρετο δύναμιν· ὁρῶν ἑαυτῷ παντάπασιν τὴν χάριν οὐ μόνον ἀνάλωτον, ἀλλὰ καὶ τὴν φυσικὴν τῶν καταγγελλόντων αὐτὴν τοῖς ἔθνεσι ἁγίων ἀσθένειαν, ἰσχὺν τῆς αὐτοῦ καθαιρετικὴν δυνάμεως γενομένην, καὶ παντὸς ὕψους ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ παντελῶς ἀφανιστικήν· καὶ τῷ δοκεῖν σωματικῶς ἁλῶναι ταῖς ἐπηρείαις μᾶλλον πνευματικῶς δυναμουμένην· ὅπερ ἐκ τοῦ παθεῖν τῇ πείρᾳ μαθὼν ὁ ἐν καινότητι τοῦ Πνεύματος, ἀλλ᾿ οὐ παλαιότητι γράμματος, τῆς ἐν Χριστῷ πρὸς τὰ ἔθνη διάκονος προφητικῆς γενόμενος χάριτος, Παῦλος ἡ μεγάλη σάλπιγξ τῆς ἀληθείας, Ἔχομεν, φησί, τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι· θησαυρὸν λέγων, τὸν λόγον τῆς χάριτος· ὀστράκινον δὲ σκεῦος, τὸ σῶμα τοῦτο τὸ παθητόν· ἢ τὴν ἐν τῶ λόγῳ τῷ κατὰ προφορὰν νομιζομένην ἰδιωτείαν, τὴν πᾶσαν τοῦ κόσμου τὴν σοφίαν νικήσασαν· ἢ χωρήσασαν, καθώς ἐστιν ἐφικτόν, τὴν ἀχώρητον τῷ κόσμῳ παντάπασιν τοῦ Θεοῦ σοφίαν, καὶ τοῦ κατ᾿ αὐτὴν [Fr. καθ᾿ ὅσον] φωτὸς τῆς ἀληθοῦς ἐπιγνώσεως τὴν οἰκουμένην ὅλην πληρώσασαν. Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾗ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντί, θλιβόμενοι, ἀλλ᾿ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾿ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾿ οὐκ ἀπολλύμενοι. Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθεῖ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὣστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται· ἡ δὲ ζωή, ἐν ὑμῖν. Ὑπὲρ ἀληθείας γὰρ τὸν ἐν τοῖς παθήμασι καθ᾿ ἑκούσιον γνώμην ἀνευθύνως ὑπομένοντες θάνατον, οἱ τοῦ λόγου τῆς χάριτος γενόμενοι κήρυκες, τὴν ἐν πνεύματι κατ᾿ ἐπίγνωσιν ἀληθείας ζωὴν ἐνήργουν τοῖς ἔθνεσιν· ὥσπερ δή, καὶ ὁ ταύτην τὴν χάριν προδιατυπώσας ἐν ἑαυτῷ μυστικῶς πέπονθεν Ἰωνᾶς, τοὺς τοσούτους αὐτὸς ἀνατλὰς κινδύνους, ἵνα πρὸς τὸν Θεὸν ἐκ πλάνης ἐπιστρέψῃ τοὺς Νινευΐτας· καὶ διὰ τοῦτο κατὰ τὴν ἑνοῦσαν τῷ ὀνόματι δύναμιν, Θεοῦ δόμα καὶ Θεοῦ πόνος καλῶς ἑρμηνευόμενος. Δόμα γὰρ Θεοῦ, καὶ δῶρον ὡς ἀληθῶς προσφιλές, καὶ φιλάνθρωπον· καὶ θεῖος πόνος, καὶ ἐπαινούμενος, ἡ πρὸς τὰ ἔθνη χάρις τῆς προφητείας ἐστίν. Δόμα μέν, ὡς φῶς δωρουμένη γνώσεως ἀληθοῦς, καὶ ζωῆς ἀφθαρσίαν παρεχομένη τοῖς ὑποδεχομένοις αὐτήν· Θεοῦ δὲ πόνος, ὡς πείθουσα τοῖς ὑπὲρ ἀληθείας ἐγκαλλωπίζεσθαι πόνοις, τοὺς αὐτῆς διακόνους, (704) καὶ πλέον ἐμπλατύνεσθαι διδάσκουσα τοῖς παθήμασιν, ἢ ταῖς ἀνέσεσιν, τοὺς τῆς ἐν σαρκὶ ζωῆς ἄγαν φροντίζοντας ὑπόστασιν αὐτοῖς ὑπερβαλλούσης κατὰ πνεῦμα δυνάμεως, ποιουμένη τὴν κατὰ φύσιν τῆς σαρκὸς περὶ τὸ πάσχειν ἀσθένειαν.
Ὁ γὰρ λόγος τῆς χάριτος, διὰ πολλῶν πειρασμῶν πρὸς τὴν τῶν ἀνθρώπων φύσιν, ἤγουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν, ὥσπερ Ἰωνᾶς διὰ πολλῶν θλίψεων πρὸς Νινευὴ διαβὰς τὴν πόλιν τὴν μεγάλην, ἔπεισε τὸν βασιλεύοντα νόμον τῆς φύσεως ἐξαναστῆναι τοῦ θρόνου· τῆς προτέρας περὶ τὸ κακὸν δηλαδὴ κατὰ τὴν αἴσθησιν ἕξεως, καὶ περιελέσθαι τὴν στολὴν αὐτοῦ· τὸν ἐπὶ τοῖς ἤθεσιν λέγω τῆς κοσμικῆς δόξης ἀποθέσθαι τύφον· καὶ περιβαλέσθαι σάκκον, τὸ πένθος δηλαδὴ καὶ τὴν δυσχερῆ καὶ τραχεῖαν τῆς κακοπαθείας, καὶ βίῳ τῷ κατὰ Θεὸν πρέπουσαν ἀναγωγήν· καὶ καθῆσαι ἐπὶ σποδοῦ. Σποδός ἐστιν, ἡ πτωχεία τοῦ πνεύματος, ἐφ᾿ ἧς καθέζεται πᾶς εὐσεβῶς ζῆν διδασκόμενος, καὶ τὴν μάστιγα τῆς συνειδήσεως ἔχων ἐπὶ τοῖς πλημμεληθεῖσιν αὐτὸν καταικίζουσαν. Καὶ οὐ μόνον τὸν βασιλέα πείθει πιστεῦσαι τῷ Θεῷ κηρυττόμενος ὁ λόγος τῆς χάριτος, ἀλλὰ καὶ τοὺς ἄνδρας, τοὺς συμπληροῦντας δηλαδὴ τὴν φύσιν ἀνθρώπους, ἕνα πληροφορῶν ὁμολογεῖν εἶναι Θεὸν τῶν πάντων ποιητὴν καὶ κριτήν, καὶ κηρύξαι πιστῶς παρασκευάζων, τὴν τελείαν δηλαδὴ τῶν προτέρων ἀποχὴν πονηρῶν ἐπιτηδευμάτων· καὶ ἐνδύσασθαι σάκκους, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν· τὴν νεκρωτικὴν δηλαδὴ τῶν παθῶν κακοπάθειαν προθύμως μετελθεῖν· μικροὺς δὲ καὶ μεγάλους ἐνταῦθα κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ὑπονοῶ κεκλῆσθαι, τοὺς ἐν ἥττονι κακίᾳ, καὶ μείζονι φωραθέντας ὑπὸ τοῦ λόγου.
Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευή, φησί, τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ καὶ ἕως μεγάλου αὐτῶν. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλετο τὴν στολὴ αὐτοῦ ἀφ᾿ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον· καὶ ἐκάθησεν ἐπὶ σποδοῦ. Καὶ ἐκηρύχθη καὶ ἐῤῥέθη ἐν τῇ Νινευῇ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ, λεγόντων· Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδέν, μηδὲ νεμέσθωσαν· καὶ ὕδωρ μὴ πιέτωσαν. Βασιλεύς ἐστιν, τῆς φύσεως ἔφην, ὁ νόμος τῆς φύσεως· ἄρχοντες δὲ τούτου τυγχάνουσι, τό τε λογικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν· οἱ ἄνδρες δὲ τυγχάνουσι ταύτης τῆς πόλεως, τουτέστιν τῆς φύσεως, κατὰ μίαν ἐπιβολήν, οἱ περὶ τὸν λόγον πταίοντες, καὶ περὶ Θεοῦ καὶ τῶν θείων ἐσφαλμένην γνῶσιν κατέχοντες· κτήνη δέ, οἱ κατὰ τὴν ἐπιθυμίαν διαμαρτάνοντες, καὶ διὰ τῶν σωματικῶν παθημάτων ἀχθοφοροῦντες τὴν ἡδονήν· βόες δέ, οἱ πᾶσαν τοῦ θυμοῦ τὴν κίνησιν πρὸς τὴν τῶν γηΐνων καταβαλόντες κτήσιν· φασὶν γὰρ τὸ αἷμα τοῦ βοὸς πινόμενον θάνατον (705) ἐπάγειν παραυτίκα τῷ πίνοντι· θυμοῦ δὲ προδήλως σύμβολον ὑπάρχει τὸ αἷμα. Πρόβατα δὲ φασιν εἶναι, ψεκτὰ δηλαδή, τοὺς ἀνοήτως κατὰ μόνην τὴν αἴσθησιν πρὸς πάθος νεμομένους ὡς πόαν τὴν τῶν ὁρατῶν θεωρίαν. Ψεκτῶς γὰρ κεῖσθαι ταῦτα πάντα κατὰ τοῦτον τῆς Γραφῆς τὸν τόπον ὑπονοοῦμεν, ἕως ὁ λόγος λαβών, πρὸς τὸ κρεῖττον αὐτὰ μεταβάλοι. Ὅθεν τούτοις ἐπάγει φάσκων ὁ Λόγος· Μὴ γευσάσθωσαν, μηδὲ νεμέσθωσαν· καὶ ὕδωρ μὴ πιέτωσαν· λύων δηλαδὴ τὰς προτέρας ἐφ᾿ ἑκάστῳ τῶν εἰρημένων συστατικὰς τῶν παθῶν αἰτίας, μεθ᾿ ἃς ἀναιρουμένας τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν τῶν ποτε τοῖς κακοῖς ἐπιτηδεύμασιν ἐνεσχημένων, ἐπιδεικνύμενος, ἐπιφέρει· Καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς Κύριον τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψεν ἕκαστος ἐκ τῆς ὁδοῦ αὐτοῦ πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσίν. Ἀνθρώπους, ὡς ἔφην, λέγεσθαι νοήσομεν, τοὺς ἐνεχομένους κατὰ ἐσφαλμένην τοῦ λόγου κρίσιν ὑπὸ τῶν ψυχικῶν παθημάτων· κτήνη δέ, τοὺς καθ᾿ ἡδονὴν κατὰ τὴν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας παράχρησιν, τοῖς σωματικοῖς προσηλωμένους παθήμασιν, πάντας καθάπερ σάκκους περιβαλλομένους τὴν νέκρωσιν τῶν ἐπὶ γῆς μελῶν, ἤγουν παντὸς τοῦ χοϊκοῦ νόμου τε καὶ φρονήματος· καὶ ἀναβοῶντας ἐκτενῶς· τουτέστιν, μεγάλῃ τῇ φωνῆ, ἤγουν τῇ κατὰ τῆς ἀνομίας παῤῥησίᾳ ἐξαγορεύοντας τῶν προτέρων ἁμαρτημάτων τὴν ἄδειαν· καὶ ἀφισταμένους ὡς ὁδοῦ τινος τοῦ κατὰ συνήθειαν δρόμου· καὶ τῆς ὡς ἐν χερσὶν ταῖς πράξεσιν ἐνεργουμένης ἀδικίας.
Οὕτω μὲν οὖν εἰς τὴν κοινὴν φύσιν, ἤγουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν ἡ Νινευὴ νοουμένη, διὰ παντὸς δείκνυσιν ἐν αὐτῇ κηρύττοντα τὸν Ἰωνάν· τουτέστι τὸν λόγον τῆς προφητικῆς χάριτος· καὶ καθ᾿ ἑκάστην ἡμέραν πρὸς τὸν Θεὸν ἐπιστρέφοντα τοὺς πεπλανημένους. Εἰ δὲ πρὸς τὴν τοῦ καθ᾿ ἕκαστον θεωρίαν τὴν Νινευὴ νοοῦμεν, τὴν ἑκάστου ψυχὴν εἶναι φαμεν τὴν πόλιν τὴν μεγάλην, πρὸς ἣν ἀποτέλλεται παρανομοῦσαν ὁ τοῦ Θεοῦ λόγος, κηρύττων μετάνοιαν πρὸς ζωήν. Ταύτης δὲ βασιλέα νοοῦμεν τὸν νοῦν· ἄρχοντας δέ, τὰς ἐμφύτους δυνάμεις· ἀνθρώπους δέ, τοὺς ἐμπαθεῖς λογισμούς· κτήνη δέ, τὰ περὶ τὸ σῶμα κατ᾿ ἐπιθυμίαν κινήματα· βόας δέ, τὰς κατὰ τὸν θυμὸν περὶ τὰ ὑλικὰ πλεονεκτικὰς κινήσεις· πρόβατα δέ, τὰ κατὰ τὴν αἴσθησιν χωρὶς διανοίας ἀντιληπτικὰ τῶν αἰσθητῶν κινήματα. Καὶ τὸν μὲν βασιλέα νοῦν ὡς ἀπὸ θρόνου τινὸς τῆς κατὰ τὴν προτέραν ἄγνοιαν ἐξανιστάμενον ἕξεως, καὶ ὥσπερ στολὴν τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν ἀποτιθέμενον· καὶ ὡς σάκκον περιβαλλόμενον, τὸν ἐπὶ τοῖς κακῶς φρονηθεῖσι μετάμελον· καὶ ἐπὶ σποδοῦ καθήμενον, τῆς κατὰ τὴν πτωχείαν τοῦ πνεύματος ἕξεως· καὶ προστάσσοντα τοῖς ἀνθρώποις καὶ τοῖς κτήνεσι καὶ τοῖς βουσὶ καὶ τοῖς προβάτοις νηστεύειν τῆς τε κατὰ κακίαν βρώσεως, καὶ τῆς κατὰ τὴν ἄγνοιαν πόσεως· τουτέστι πράξεως κακῶν ἀποσχέσθαι, καὶ τῆς κατ᾿ αἴσθησιν πεπαπληνημένης (708) θεωρίας· καὶ περιβάλλεσθαι [Fr. περιβαλέσθαι] σάκκους, τουτέστι, τὴν νεκρωτικὴν μὲν τῶν παρὰ φύσιν παθῶν, περιποιητικὴν δὲ τῶν κατὰ φύσιν ἀρετῶν τε καὶ γνώσεων ἕξιν· καὶ ἀναβοῆσαι πρὸς τὸν Θεὸν ἐκτενῶς· ἐξαγορεῦσαι δῆλον ὅτι συντόμως τὰ πρότερα, καὶ ἱλεώσασθαι τῇ ταπεινώσει τὴν συγχώρησιν δοῦναι τῶν προλαβόντων δυνάμενον· καὶ αἰτῆσαι πρὸς τὴν τῶν κρειττόνων ἐνέργειαν, καὶ φυλακὴν προαιρέσεως δύναμιν ἄτρεπτον, τὸν ἑτοίμως ταύτην τοῖς αἰτοῦσι δωρούμενον· καὶ ὥσπερ ὁδοῦ πονηρᾶς, τῆς προτέρας πλάνης κωλῦσαι τὴν διάνοιαν· καὶ τὴν ἐπινοητικὴν τῆς κακίας ἕξιν, τῶν κατὰ ψυχὴν πρακτικῶν ἀποθέσθαι δυνάμεων.
Εἰς ταύτην δὲ τὴν πόλιν τὴν μεγάλην, τουτέστι, τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων, καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· ἢ τὴν τοῦ καθ᾿ ἕκαστον ψυχήν, διὰ τοῦ λόγου τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ἤγουν πίστεως καὶ ἀγαθῆς συνειδήσεως σωζομένην, ὑπάρχουσιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰ αὐτῶν, ἢ ἀριστερὰν αὐτῶν. Δώδεκα μυριάδας ἐνταῦθα λέγειν ὑπονοῶ τὴν Γραφὴν κατὰ τοὺς τῆς ἀναγωγῆς λόγους, τοὺς περὶ χρόνου καὶ φύσεως λόγους· ἤγουν τὴν μετὰ τῶν οὐκ ἄνευ εὐπεριληπτικὴν τῆς ὁρωμένης φύσεως γνῶσιν. Εἰ γὰρ ὁ δώδεκα ἀριθμός, ἐκ πέντε καὶ ἑπτὰ συντιθέμενος ἀποτελεῖται· ἡ δὲ φύσις ὑπάρχει πενταδικὴ διὰ τὴν αἴσθησιν· ὁ δὲ χρόνος ἐστὶν ἑβδοματικός· ἄρα φύσιν καὶ χρόνον ὁ δώδεκα δηλοῖ σαφῶς ἀριθμός. Σεσημειωμένως δέ, πλείους ἢ δώδεκα μυριάδας εἶπεν ἀνθρώπων, ἵνα γνῶμεν περιγραφέντα τοῦτον τὸν ἀριθμόν, καὶ ὑπερβαθέντα τοῖς πλείοσιν ἀορίστως, τὸ ὑπὲρ δώδεκα ἀριθμὸν δι᾿ ἑαυτῶν ποιουμένοις ποσόν.
Οὐκοῦν ἡ τοῦ Θεοῦ πανεύφημος Ἐκκλησία, τοὺς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν παρελθόντας μὲν τοὺς κατὰ χρόνον καὶ φύσιν λόγους, πρὸς δὲ τὴν τῶν αἰωνίων καὶ νοητῶν διαβάντας μεγαλοπρέπειαν ἔχουσα, πλείους ἢ δώδεκα μυριάδας ἀνδρῶν ἔχει, μὴ γινώσκοντας δεξιὰν αὐτῶν, ἢ ἀριστερὰν αὐτῶν. Ὁ γὰρ διὰ τὴν ἔννομον ἀρετὴν τῶν ἐν σαρκὶ παθῶν ὡς ἀριστερῶν ποιούμενος λήθην, καὶ διὰ τὴν ἄπταιστον γνῶσιν ἐπὶ τοῖς κατορθώμασι, τῇ νόσῳ τῆς φυσιούσης οἰήσεως ὡς δεξιᾶς οὐχ ἁλισκόμενος, ἀνὴρ γέγονε μὴ γινώσκων δεξιὰν αὐτοῦ, ὡς δόξης οὐκ ἐρῶν λυομένης· οὐδὲ ἀριστεράν, ὡς τῆς σαρκὸς οὐκ ἐρεθιζόμενος πάθεσι.
Ξεξιὰν οὖν, ὡς ἔοικεν, εἶπεν ὁ Λόγος, τὴν ἐπὶ τοῖς δῆθεν κατορθώμασι κενοδοξίαν· ἀριστερὰν δέ, τὴν ἐπὶ τοῖς αἰσχροῖς πάθεσιν ἀκολασίαν. Τούτους δὲ πᾶσα ψυχὴ ταῖς θεωρίαις τῶν νοητῶν λαμπρυνομένη κέκτηται τοὺς ἄνδρας, μὴ γινώσκοντας δεξιὰν αὐτῶν καὶ ἀριστεράν. Πᾶσα γὰρ ψυχή, τῆς περὶ φύσιν καὶ χρόνον θεωρίας, τὴν διανοητικὴν συστείλασα δύναμιν, τὸν δώδεκα παρελθόντας ἀριθμὸν ἔχει καθάπερ ἄνδρας τοὺς φυσικοὺς λογισμούς, οἷα δὴ λοιπὸν μηκέτι τοῖς ὑπὸ φύσιν καὶ χρόνον πονουμένους λόγους· πρὸς δέ, τὴν τῶν θείων μυστηρίων (709) κατανόησιν καὶ ἐπιστήμην ἀσχολουμένους· καὶ διὰ τοῦτο μὴ γινώσκοντας δεξιὰν αὐτῶν, ἢ ἀριστερὰν αὐτῶν. Ἡ γὰρ κατὰ λόγον γνῶσις τῶν ἀρετῶν· ἤγουν ἡ κατ᾿ ἐνέργειαν ἀληθὴς τῆς τῶν ἀρετῶν αἰτίας ἐπίγνωσις, ἄγνοιαν παντελῆ πέφυκε ποιεῖν, τῆς ὡς δεξιᾶς καὶ ἀριστερᾶς ἑκατέρωθεν παρακειμένης τῇ μεσότητι τῶν ἀρετῶν ὑπερβολῆς καὶ ἐλλείψεως.
Εἰ γὰρ οὐδὲν ἐν τῷ λόγῳ παντελῶς πέφυκεν εἶναι παράλογον· σαφῶς ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθείς, τὴν τῶν παραλόγων οὐδαμῶς ἐπιγνώσεται θέσιν. Οὐ γὰρ δυνατὸν ἄμφω κατ᾿ αὐτὸν ἅμα καταθρῆσαι τὰ ἀντικείμενα· καὶ θατέρῳ ἅμα τὸ ἕτερον γνῶναι συνεμφαινόμενον.
Εἰ γὰρ ἀπιστίας ἐν τῇ πίστει λόγος οὐδείς· οὐδὲ σκότους αἰτία κατὰ φύσιν ὑπάρχει τὸ φῶς, οὐδὲ Χριστῷ συνενδείκνυσθαι πέφυκεν ὁ διάβολος· δῆλον ὡς οὐδὲ τῷ λόγῳ τὸ παράπαν συνυπάρχει τι παράλογον. Εἰ δὲ τῷ λόγῳ συνεῖναι παντελῶς οὐ δύναται τὸ παράλογον· ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθείς, τὴν τῶν παράλογων, ὡς ἔφην, οὐκ ἐπίσταται θέσιν· μόνην ὡς ἔστιν, ἀλλ᾿ οὐχ ὡς νομίζεται, γινώσκων τὴν ἀρετήν. Καὶ διὰ τοῦτο, μήτε τὴν δεξιὰν διὰ τῆς ὑπερβολῆς· μήτε ἀριστεράν, διὰ τῆς ἐλλείψεως ἐπιστάμενος· ἐπ᾿ ἀμφοῖν γὰρ θεωρεῖται σαφῶς τὸ παράλογον. Εἰ γὰρ ὅρος ὑπάρχει καὶ μέτρον τῶν ὄντων ὁ λόγος· ἴσον πρὸς ἀλογίαν ἐστί, καὶ διὰ τοῦτο παράλογον, τὸ παρὰ τὸν ὅρον καὶ παρὰ τὸ μέτρον· ἢ πάλιν, ὑπὲρ τὸν ὅρον κινεῖσθαι καὶ ὑπὲρ τὸ μέτρον. Ἐπίσης γὰρ ἄμφω τοῖς οὕτω κινουμένοις, τοῦ κυρίως ὄντος φέρει τὴν ἔκπτωσιν. Τὸ μὲν ἄδηλον αὐτοὺς ποιεῖσθαι τοῦ δρόμου πεῖθον τὴν κίνησιν καὶ ἀόριστον, οὐκ ἔχουσαν σκοπὸν τὸν Θεὸν δι᾿ ἀμετρίαν νοός, ὡς τέλος αὐτοῖς προεπινοούμενον, τοῦ δεξιοῦ, δεξιώτερον ἀναπλαττομένους· τὸ δὲ παρὰ τὸν σκοπόν, πρὸς μόνην τὴν αἴσθησιν αὐτοὺς πεῖθον τοῦ δρόμου ποιεῖσθαι τὴν κίνησιν, δι᾿ ἀτονίαν νοὸς προεπινοούμενον τέλος νομίζοντας τὸ κατ᾿ αἴσθησιν αὐτοῖς περιγραφόμενον. Ἅπερ ἀγνοεῖ μὴ πάσχων, ὁ μόνῳ τῷ λόγῳ τῆς ἀρετῆς συνημμένος, καὶ πᾶσαν αὐτῷ τῆς κατὰ νοῦν οἰκείας δυνάμεως περιγράψας κίνησιν· καὶ διὰ τοῦτο μηδὲν ὑπὲρ τὸν λόγον, ἢ παρὰ τὸν λόγον διανοεῖσθαι δυνάμενος.
Εἰ δὲ τις καὶ πρὸς ὑψηλοτέραν ἔννοιαν ἀνατεῖναι φιλοτίμως βούλεται τὸν νοῦν, δεξιὰν νοήσει πάντως, τοὺς τῶν ἀσωμάτων λόγους· ἀριστερὰν δέ, τοὺς τῶν σωμάτων· οὓς ὁ πρὸς τὴν αἰτίαν τῶν ὄντων ἀσχέτως ἀναταθεὶς νοῦς, ἀγνοήσει παντελῶς, μηδὲν θεωρῶν λόγον ἐν τῷ κατὰ πᾶσαν αἰτίαν ὑπὲρ πάντα λόγον ὄντι Θεῷ· πρὸς ὃν ἀπὸ τῶν ὄντων ἁπάντων συσταλείς, οὐδένα τῶν ἀφ᾿ ὧν ἀπέστη λόγον ἐπίσταται· μόνον τὸ πρὸν ὃν λόγον γέγονε κατὰ χάριν ἀνερμηνεύτως θεώμενος.
(712) Τούτων, καὶ τῶν τοιούτων οἶδεν ὁ Θεὸς φείδεσθαι· καὶ διὰ τοὺς τοιούτους, τοῦ κόσμου παντός, ἀνδρῶν κατ᾿ ἀλήθειαν μὴ γινωσκόντων τὴν ψεκτὴν αὐτῶν δεξιάν, ἢ ἀριστεράν· ἐπειδὴ πάντα σχεδὸν ἐπαινετῶς λαμβάνεται τῇ Γραφῇ, καὶ ψεκτῶς· κἂν ὁ βάσκανος, καὶ πάσης φιλανθρωπίας ἐχθρός, καὶ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διαπονούμενος· καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἀπομάχεσθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα τολμῶν, ἀγνώμων, ἀχάριστὸς τε καὶ μισάνθρωπος λαὸς τῶν Ἰουδαίων διαπρίεται, καὶ τῆς ζωῆς [Fr. τήνζωὴν] ἀπολέγεται· καὶ πένθους ὑπόθεσιν ποιεῖ τὴν ἐν Χριστῷ τῶν ἐθνῶν σωτηρίαν· ἧς διὰ τὴν ἄγνοιαν πολλῷ κρείττονα τὴν κολόκυνταν ἡγούμενος, ἐπένθει ξηρανθεῖσαν θεώμενος ὑπὸ τοῦ σκώληκος. Εἶπον γὰρ προλαβών, ὅτι καὶ τὴν τῶν Ἰουδαίων μανίαν, ἐν ἑαυτῷ τυπικῶς ὁ μέγας προδιέγραψεν Ἰωνᾶς, οὐκ αὐτὸς τι πάσχων, μὴ γένοιτο, τῶν Ἰουδαίοις προσόντων, ἀλλ᾿ ἐν ἑαυτῷ τὴν ἐκείνων προδιελέγχων ἀσέβειαν· δι᾿ ἣν τῆς προτέρας δόξης, ὡς ἔκ τινος Ἰόππης ἐξέπεσαν. Διὰ τοῦτο μυστικῶς τὸ Πνεῦμα τὸ ἅγιον, τοιαύτην αὐτῷ προσηγορίαν ἐπέθηκε, δυναμένην κατὰ τὴν διάφορον αὐτῆς ἑρμηνείαν, ἐνδείξασθαι τὴν πάντων τῶν ἐν αὐτῷ προτυπουμένων διάθεσιν. Ὅταν οὖν ἐν αὐτῷ τυπικῶς τὴν τῶν Ἰουσαίων ἐλέγχει παραφροσύνην, λυπουμένην μὲν ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐθνῶν, καὶ συγχεομένην ἐπὶ τῷ παραδόξῳ τῆς κλήσεως· ἀπολεγομένην τε καὶ βλασφήμως παρὰ τὴν θείαν βούλησιν τῆς ζωῆς προτιμῶσαν τὸν θάνατον διὰ τὴν ξηρανθεῖσαν κολόκυνταν, ἑρμηνεύεται διαπόνησις αὐτῶν· ἣν στηλιτεύων ὁ λόγος φησίν, Ἴδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν· περὶ τῶν Νινευϊτῶν δηλαδὴ φάσκων, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησε. Καὶ ἐλυπήθη Ἰωνᾶς, καὶ εἶπε· Νῦν δέσποτα Κύριε, λάβε δὴ τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με, ἢ ζῆν. Καὶ αὖθις· Καὶ προσέταξε Κύριος ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολόκυνταν, καὶ ἀπεξηράνθη. Καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ, καὶ ὠλιγοψύχησε, καὶ ἀπελέγετο τὴν ζωὴν αὐτοῦ, καὶ εἶπε· Καλόν μοι ἦν ἀποθανεῖν με, ἢ ζῆν.
Νινευὴ τοίνυν ἐστίν, ἡ τῶν ἐθνῶν Ἐκκλησία, ἡ δεξαμένη τὸν λόγον τῆς χάριτος, καὶ ἀποστραφεῖσα τὴν προτέραν πλάνην τῶν εἰδώλων, καὶ διὰ τοῦτο σωθεῖσα, καὶ τῆς τῶν οὐρανῶν ἀξιωθεῖσα δόξης. Ἡ δὲ σκηνὴ ἣν ἐξελθὼν ἀπὸ τῆς πόλεως ἑαυτῷ πεποίηκεν Ἰωνᾶς, εἰκονίζει τὴν κάτω Ἱερουσαλήμ, καὶ τὸν ἐν αὐτῇ χειροποίητον ναόν. Ἡ δὲ κολόκυντα, τὴν ἐν μόνῳ τῷ γράμματι πρόσκαιρον τοῦ νόμου τῆς σωματικῆς λατρείας σκιὰν προδιέγραφε, μηδὲν τὸ σύνολον ἔχουσαν μόνιμον καὶ τὸν νοῦν φαιδρῦναι δυνάμενον. Ὁ δὲ σκώληξ ἐστίν, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ Δαβὶδ φησί, Σκώληξ εἰμί, καὶ οὐκ ἄνθρωπος· (713) σκώληξ διὰ τὴν προσληφθεῖσαν ἄσπορον σάρκα, καὶ γενόμενος ἀληθῶς καὶ λεγόμενος. Ὡς γὰρ ὁ σκώληξ συνδυασμὸν οὐκ ἔχει, καὶ μίξιν προκαθηγουμένην αὐτοῦ τῆς γενέσεως, οὕτως οὐδὲ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου, προκαθηγήσατο μίξις. Πρὸς δέ, καὶ ὡς δέλεαρ πρὸς τὴν ἀπάτην τοῦ διαβόλου τῷ τῆς θεότητος ἀγκίστρῳ περιθέμενος αὐτήν, ἵν᾿ ὡς ἄπληστος ὁ νοητὸς δράκων, διὰ τὴν φύσιν εὐχείρωτον τὴν σάρκα περιχανών, τῷ τῆς θεότητος ἀγκίστρῳ περισπαρῇ· καὶ ὅλον ἐμέσῃ διὰ τῆς ἐξ ἡμῶν ἁγίας τοῦ Λόγου σαρκός, καταποθεῖσαν ἤδη τὴν φύσιν τὴν ἀνθρωπίνην· ἵν᾿ ὡς κατέπιε πρότερον δελεάσας ἐλπίδι θεότητος τὸν ἄνθρωπον, οὕτως ἀνθρωπότητος προσλήμματι δελεασθείς, ὕστερον ἐμέσῃ τὸν ἀπατηθέντα διὰ προσδοκίαν θεότητος, ἀπατηθεὶς ἀνθρωπότητος προσδοκίᾳ· καὶ φανῇ τὸ ὑπερβάλλον τῆς θείας δυνάμεως, διὰ τῆς ἀσθενείας τῆς ἡττηθείσης φύσεως νικώσης τὴν ἰσχὺν τοῦ νικήσαντος· καὶ δειχθῇ πλέον νικῶν ὁ Θεὸς τὸν διάβολον προβολῇ τῆς σαρκὸς χρώμενος, ἢ τὸν ἄνθρωπον ὁ διάβολος φύσιν θεότητος ὑπισχνούμενος. Οὗτος ὁ σκώληξ ἐπάταξε τὴν κολοκύνταν, καὶ ἀπεξήρανε· τὴν νομικὴν λέγω λατρείαν κατήργησεν ὡς σκιάν, καὶ τὴν ἐν αυτῇ τῶν Ἰουδαίων ἀπεξήρανεν οἴησιν.
Καὶ ἐγένετο τῇ ἐπαύριον ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον. Ἐπαύριον μέν, ὅτι μετὰ τὴν πάροδον τῶν κατὰ νόμον τυπικῶν αἰνιγμάτων, καὶ τὸν ὡρισμένον χρόνον τῆς κατ᾿ αὐτὸν σωματικῆς λατρείας, τοῦ καινοῦ μυστηρίου χάρις ἀνέτειλεν, ἡμέραν ἄλλην ποιοῦσα γνώσεως ὑψηλῆς, καὶ ἀρετῆς ἐνθέου, τῆς καὶ τῶν ἀντεχομένων αὐτῆς θεωτικήν. Μετὰ γὰρ τὸ πατάξαι τὸν σκώληκα τοῦτον τὴν κολόκυνταν, καὶ τὸν ἥλιον τοῦτον· ὁ αὐτὸς γὰρ καὶ σκώληξ ἐστὶ καὶ ἥλιος δικαιοσύνης· τὸ μέν, ὡς ἀσπόρως κατὰ σάρκα τικτόμενος, καὶ πᾶσαν διαφεύγουσαν ἔννοιαν ἔχων τὴν σύλληψιν· τὸ δέ, ὡς ὑπὸ γῆν δι᾿ ἐμὲ κατὰ τὸ τοῦ θανάτου καὶ τῆς ταφῆς μυστήριον γενόμενος· καὶ ὡς φῶς ἀΐδιον φύσει δι᾿ ἑαυτὸν ὑπάρχων, ἐκ νεκρῶν ἀνατείλας διὰ τῆς ἀναστάσεως, προσέταξεν ὡς Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. Μετὰ γὰρ τὴν ἀνατολὴν τοῦ ἡλίου τῆς δικαιοσύνης, ἤγουν τὴν ἀνάστασιν τοῦ Κυρίου καὶ τὴν ἀνάληψιν, ὁ συγκαίων καύσων τῶν πειρασμῶν ἐπῆλθεν, ἀμετανοήτοις μείνασι τοῖς Ἰουδαίοις, καὶ ἐπάταξεν αὐτοὺς εἰς κεφαλὰς αὐτῶν κατὰ δικαίαν κρίσιν, ἐπιστρέψας, κατὰ τὸ γεγραμμένον, τὸν πόνον αὐτῶν εἰς τὰς κεφαλὰς αὐτῶν· καθὼς αὐτοὶ προλαβόντες ηὔξαντο καθ᾿ ἑαυτῶν, εἰπόντες· Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Σαφῶς γὰρ μετὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, πνεῦμα καύσωνος ἄγαν συγκαίοντος, ἡ διὰ τῶν ἐθνῶν ἐκδίκησις ἐπῆλθεν αὐτοῖς· καὶ παντὸς τοῦ ἔθνους καθάπερ κεφαλὴν τὴν δόξαν, καὶ τὸ κράτος πατάξας, κατέλαβεν ὁ ἥλιος ὁ ἐμός· πρὸς ὃν τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐπιμύσαντες, τὸ φῶς τῆς ἀληθείας αὐτοῖς ἐπιλάμψαν οὐκ ἔγνωσαν.
(716) Ἢ πάλιν, πνεῦμα καύσωνός ἐστιν ἐξεγειρόμενον τοῖς ἀπειθοῦσι τῷ λόγῳ τῆς χάριτος Ἰουδαίοις, ἡ τὸν ὑετὸν ἀνέχουσα τῆς γνώσεως, καὶ τῆς προφητείας τὴν δρόσον, καὶ τὴν φυσικὴν τῶν εὐσεβῶν νοημάτων τῆς καρδίας ἀποξηραίνουσα πηγήν, ἐγκατάλειψις, ἐπαγομένη δικαίως αὐτοῖς, ὡς πλήσασι τὰς χεῖρας αἵματος ἀθώου, καὶ τῶ ψεύδει προδεδωκόσι τὴν ἀλήθειαν· καὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἀτρέπτως ἐν εἴδει τῷ καθ᾿ ἡμᾶς παραγενόμενον τὸν Θεὸν Λόγον ἀπαρνησαμένοις· καὶ διὰ τοῦτο παραδοθεῖσι τῇ αὐτονομίᾳ τῆς πλάνης· ἐν ᾗ καθ᾿ οἷον δήποτε τρόπον οὐκ ἔστιν εὑρεῖν εὐσεβείᾳ καὶ φόβῳ Θεοῦ κατεικασμένην διάθεσιν· ἀλλὰ ξηράν, καὶ ἄνικμον γνώμην, καὶ παντὶ μοχθηρῷ πάθει πεποιωμένην· ἣν χαρακτηρίζειν οἶδεν ὁ τῦφος, πάθος ἐπάρατον ὑπάρχον, καὶ ἐκ δύο κακῶν κατὰ σύνθεσιν συνιστάμενον, ὑπερηφανίας καὶ κενοδοξίας· ὧν μὲν ὑπερηφανία, τὴν αἰτίαν ἀρνεῖται τῆς ἀρετῆς καὶ τῆς φύσεως· ἡ δὲ κενοδοξία, τήν τε φύσιν καὶ αὐτὴν νόθον τὴν ἀρετὴν καθίστησιν. Οὐδὲν γὰρ τῷ ὑπερηφάνῳ κατὰ Θεὸν διαπράττεται, καὶ οὐδὲν τῷ κενοδόξῳ κατὰ φύσιν προέρχεται. Τούτων μίξις ὁ τῦφος καθέστηκε· πρὸς μὲν Θεὸν ἔχων τὴν καταφρόνησιν, καθ᾿ ἣν πέφυκε βλασφήμως διαβάλλειν τὴν πρόνοιαν· πρὸς δὲ τὴν φύσιν κεκτημένος τὴν ἀλλοτρίωσιν· καθ᾿ ἣν πάντα τὰ τῆς φύσεως παρὰ τὴν φύσιν μεταχειρίζεται, τῷ κατὰ παράχρησιν τρόπῳ, τὴν τῆς φύσεως παραφθείρων εὐπρέπειαν. Καὶ συντόμως εἰπεῖν, τῷ τυφωνικῷ δαίμονι διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν συγχωρηθεὶς καταδεθῆναι τὴν διάνοιαν ὁ τῶν Ἰουδαίων λαός, ἐπίσης Θεὸν καὶ ἀνθρώπους μεμίσηκε· τὸν μὲν Θεόν, σαρκὸς ἡδονῆς ἔχων κατώτερον, καὶ διὰ τοῦτο τὴν ἐν πνεύματι λατρείαν ἀποπεμπόμενος· τοὺς δὲ ἀνθρώπους, τοὺς μὴ σαρκὶ τὸ γένος καταγομένους ἐξ Ἰακὼβ ἀλλοτρίους παντάπασιν ἡγούμενος εἶναι τοῦ Κτίσαντος· καὶ διὰ τοῦτο, θείας εὐαρεστήσεως μελέτην ποιοιούμενος τὴν καθ᾿ ἡμῶν μιαιφονίαν· ἀγνοήσας, ὡς ἔοικεν, ὁ μάταιος, διὰ τὴν ἄνοιαν, ὡς οὐ τοσοῦτον δύναται τὸ σῶμα πρὸς οἰκείωσιν Θεοῦ καὶ γένους ἀγχιστείαν, ὅσον ψυχή, τὸν αὐτὸν ταῖς λοιπαῖς ἐπικομίζουσα χαρακτῆρα τῆς πίστεως, καὶ τὴν πρὸς πάντας κατὰ τὴν γνώμην περὶ τὸ καλὸν ἐνδιάθετον ταυτότητα· καθ᾿ ἥν, ὁ μὲν τῆς σαρκὸς νόμος παντελῶς ἀποσβέννυται· μόνος δὲ διὰ πνεύματος ὁ τοῦ Θεοῦ λόγος περιφανῶς διαφαίνεται, κατὰ νοῦν πάντας ἑνοποιῶν πρὸς ἑνὸς ἐπίγνωσιν Θεοῦ, καὶ μίαν τὴν εἰς ἀλλήλους ἀγάπην καὶ σύμπνοιαν καθ᾿ ἥν, οὐδεὶς οὐδενὸς κεχώρισται παντελῶς πνευματικῶς, κἂν ἀλλήλων σωματικῶς κατὰ τὴν θέσιν τῶν τόπων κακρὰν διεστήκασιν.
Πνεῦμα γοῦν καύσωνός ἐστιν ὁ τῦφος, (717) μισόθεον ὁμοῦ καὶ μισάνθρωπον πάθος· ἀποξηραίνει γὰρ τὴν καρδίαν τῶν ἀπίστων, τοὺς περὶ θεότητος εὐσεβεῖς λογισμούς, καὶ τοὺς ὀρθοὺς περὶ φύσεως λόγους ἀπομαραίνων, κατὰ τὴν εἰκόνα τοῦ καύσωνος. Φασὶ γὰρ τοῦτον γίνεσθαι τὸν ἄνεμον κατὰ μίξιν ἀνατολικοῦ καὶ νοτίου πνεύματος· καὶ διὰ τοῦτο ξηραίνοντα τῆς γῆς τὴν παρεσπαρμένην ἰκμάδα. Καλεῖσθαι δὲ φασιν αὐτὸν καὶ Εὐροκλύδωνα καὶ Τυφονικόν· τὸ μέν, ὡς ταραχὴν πανταχόθεν γῆς καὶ θαλάττης ἐγείροντα· τὸ δε, ὡς αὐχμώδους σκότους ποιητικόν· ὅπερ πέφυκε ποιεῖν καὶ ὁ τῦφος. Ἐπάγει γὰρ μεγάλην ταραχὴν τῇ ψυχῇ, καὶ σκότους ἀγνοίας πληροῖ τὴν διάνοιαν. Τοῦτον ἐξήγειρεν ὁ Θεὸς τὸν καύσωνα μετὰ τὴν εἰς Χριστὸν παροινίαν· τουτέστι, παρεχώρησεν ἐπελθεῖν τοῖς Ἰουδαίοις, πρόσφορον κεκτημένοις αὐτῷ τὴν διάθεσιν, ἵνα γένηται πᾶσι κατάδηλος αὐτῶν ἡ περὶ Θεὸν καὶ ἀνθρώπους προαίρεσις.Ὅθεν ἀγνοίας ζόφῳ καταπιεσθέντες, εἰς τὴν ἀντίθετον [Fr. et. Seg ἀντίθεον] τῷ Θεῷ μοῖραν ἑαυτοὺς ἑκουσίως ἀπέωσαν· ἄλλο μὲν οὐδὲν τὸ σύνολον ἔχοντες, πλὴν τὸ διαπονεῖσθαι καὶ ἀδημονεῖν, ἐπί τε τῇ κατὰ πίστιν σωτηρίᾳ καὶ δόξῃ τῶν ἐθνῶν, ἐπί τε τῇ καθαιρέσει τῶν παρ᾿ αὐτοῖς κατὰ σάρκα νομίμων, λέγοντες· Νῦν, Κύριε, λάβε δὴ τὰς ψυχὰς ἀφ᾿ ἡμῶν, ὅτι καλὸν ἡμῖν ἀποθανεῖν, ἢ ζῆν, διὰ τὴν ξηρανθεῖσαν κολόκυνταν· λέγω δέ, τὴν ἐν σκιαῖς τοῦ νόμου λατρείαν καταργηθεῖσαν· τὴν ὑπὸ νύκτα, καὶ γενομένην καὶ ἀπογενομένην· ὡς μηδένα, τοῖς τῶν συμβόλων αἰνίγμασί τε καὶ τύποις μόνοις περιγραφομένην, φωτισμὸν ἔχουσαν νοητὸν ψυχῆς διάνοιαν λαμπρύναι δυνάμενον.
Ἀλλ᾿ ἡμεῖς πνευματικῶς διὰ πίστεως, καὶ τῆς παρομαρτούσης αὐτῇ δικαιοσύνης, τὴν πνευματικὴν ἀσπασώμεθα Νινευή· φημὶ δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τὴν ὡς ἀληθῶς Πόλιν μεγάλην τῷ Θεῷ καθεστῶσαν, ὡς γέγραπται· καὶ διὰ τῶν ὁρισθεισῶν αὐτῇ πρὸς ἐπιστροφὴν τριῶν ἡμερῶν τῇ μετανοίᾳ διασωθεῖσαν· καὶ πολῖται ταύτης τῆς πόλεως τῆς τῷ Θεῷ μεγάλης διὰ τῆς μετανοίας, καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς γενέσθαι σπουδάσωμεν. Ἐπιτετηρημένως γὰρ φησι μεγάλην εἶναι τῷ Θεῷ τὴν πόλιν ὁ λόγος οὗτος φάσκων, Ἡ δὲ Νινευή, ἦν πόλις μεγάλη τῷ Θεῷ. Ποῦ τῆς Γραφῆς ὁ Ἰουδαῖος περὶ τῆς κάτω πόλεως Ἱερουσαλὴμ ἀληθείας φροντίζων τοῦτο κείμενον ἐπὶ λέξεως εὑρίσκει τὸ ῥητόν; Οὐδαμοῦ γὰρ ἔγωγε πᾶσαν πολλάκις ἀναγνοὺς τὴν ἁγίαν Γραφήν, κείμενον ηὗρον τό, Καὶ Ἱερουσαλὴμ(720) ἦν πόλις μεγάλη τῷ Θεῷ. Τὶς δὲ λόγου δυνάμει καὶ νοημάτων πλούτῳ θαῤῥῶν, περιγράψας μετρῆσαι δυνήσοιτο τὸ μέγεθος τῆς τῷ Θεῷ καὶ οὔσης καὶ λεγομένης μεγάλης πόλεως; Ἐμοὶ μὲν τοῦτο παντελῶς ἄπορον· οἶμαι δέ, καὶ παντὶ συνετῷ τὴν διάνοιαν, καὶ μικρὸν γοῦν ἐπῃσθημένῳ τῆς θείας μεγαλειότητος, καὶ τῷ Θεῷ τὰς θείας ψήφους ἐμφερεῖς εἶναι δοκεῖν οὐκ ἀγνοῶν. Πῶς δὲ τῷ Θεῷ μεγάλη πόλις ἐστίν, ἡ πρώτη πόλις τῶν Ἀσσυρίων, ἔνθα τῆς πλάνης ὑπῆρχεν ἡ σύγχυσις· ἔνθα τῆς εἰδωλομανίας ἵδρυτο τὸ βασίλειον· ἡ πολὺ πόῤῥω τυγχάνουσα τῆς λεγομένης ἁγίας γῆς, καὶ τῷ σωματικῷ Ἰσραὴλ ἐπηγγελμένης, εἰ μὴ τὸ μέγεθος τῆς μηδενὶ λόγῳ περιγραφομένης πίστεως τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἐνιδὼν ὁ Θεός, τὸ μέλλον ὥσπερ ὂν ἀπεδέξατο, καὶ τὸ τέως ἀλλότριον εἰσῳκήσατο· καὶ τὸ ποτε διὰ τὴν ἀθεΐαν φαυλότατον, ἔνθεον τῷ λόγῳ καθέστηκε καὶ τιμιώτατον, καὶ μηδενὶ λόγῳ τὸ μέλλον ὁριζόμενον ἔχον, διὰ τοῦ προφήτου φήσας διαῤῥήδην, Καὶ Νινευὴ ἦν πόλις μεγάλῃ τῷ Θεῷ· πρὸς ἦν ἀποσταλεὶς ὁ τῆς προφητικῆς χάριτος λόγος, τὴν μακαρίαν καταστροφὴν ἐκήρυξεν, εἰπών· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται. Κατὰ τοῦτον γενόμενος τῆς τῶν ἡμερῶν προσθεσμίας τὸν τόπον, τὰ μὲν ἄλλα δοκῶ μοι παρήσειν, ὅσα δυνατὸν ῥηθῆναι τοῖς τὸν λόγον ἀνάγουσι· μονώτατον δὲ σκοπεῖν μετὰ τῆς ἀκριβοῦς σημειώσεως, καὶ εἰπεῖν ὅπερ τυχὸν οὐκ ἔξω βαῖνον εὑρεθήσεται τῆς ἀληθείας λεγόμενον.
Τοίνυν ἀκούων ὁριστικῶς, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται, τοῦ προφήτου κηρύττοντος, ἀπαράλλακτον ἐκδέχομαι κατὰ τῆς Νινευὴ τὴν ἀπόφασιν· μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ὑπὲρ τῆς Νινευὴ τὴν ἐπίσκεψιν ἔσεσθαι. Νοῶ γάρ, ὅτι μετὰ τρεῖς ἡμέρας, ἅσπερ τυπικῶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὑπάρχων, ἐν αὐτῷ προλαβὼν τὴν τριήμερον ταφὴν τοῦ Κυρίου καὶ ἀνάστασιν προδιέγραψεν ὁ προφήτης, ἄλλας ἐξεδέχετο τρεῖς ἡμέρας ὁ λόγος, ἐν αἷς ἔμελλε τῆς ἀληθείας ἀποδειχθῆναι τὸ φῶς, καὶ ἡ τῶν προῤῥηθέντων ἀληθὴς τῶν μυστηρίων ἔκβασις, καὶ ἡ καταστροφὴ γενέσθαι πάντως τῆς πόλεως, οὐκέτι μέλλουσαν προτυπούσας τὴν ἀλήθειαν τῆς τοῦ Σωτῆρος ταφῆς καὶ ἀναστάσεως, (721) ἀλλ᾿ ἐπὶ τῶν πραγμάτων ἐνεργεθεῖσαν δεικνυούσας σαφῶς τὴν ἀλήθειαν· ἧς προδιατύπωσις ἦν, ἡ προλαβοῦσα κατὰ τὸν Ἰωνᾶν ἐν τῶ κήτει τριὰς τῶν ἡμερῶν. Εἰ γὰρ πᾶς τύπος προσδοκωμένης ἀληθείας ἐστί· κατὰ δὲ τὸν τύπον τρεῖς ἡμέρας πεποίηκεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους Ἰωνᾶς, δῆλον ὡς τύπος πραγματειωδῶς ἐφεπομένην πάντως καινοπρεπῶς τὴν ἀλήθειαν δεικνύναι τὸ μυστήριον ἔμελλε· καὶ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς πεποιηκέναι τὸν Κύριον, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν, φάσκοντος· Ὣσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Τὸ γὰρ εἰπεῖν, Ἔτι τρεῖς ἡμέραι, δηλοῖ κατ᾿ ἐπίκρυψιν, ὡς παρῆλθον ἄλλαι τρεῖς ἡμέραι, ἐπεὶ οὐκ ἂν ἔκειτο τό, Ἔτι· τουτέστι, γενήσονται πάλιν τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται. Οὐκοῦν ὁ τύπος οὐ κατέστρεψε τὴν Νινευὴ κατὰ τὴν θείαν ἀπόφασιν· ἀλλ᾿ ἡ ἀλήθεια, περὶ ἧς εἶπεν, Ἔτι τρεῖς ἡμέραι· ὡσανεὶ ἔλεγεν· Ἔτι τρεῖς ἡμέραι, κατὰ τὸν [Fr. μετὰ τὸν] ἐμοὶ δειχθέντα τύπον, γενήσονται, μυστικωτέρας ταφῆς καὶ μείζονος ἀναστάσεως· καὶ Νινευὴ καταστραφήσεται.
Ἀλλ' ἐρεῖ τις τυχὸν διαπορῶν λόγος, Πῶς ἀληθεύει καταστροφῆς ψῆφον διδοὺς ὁ Θεός, καὶ μὴ καταστρέφων; πρὸς ὃν φαμεν, ὡς ἀληθεύει τὴν αὐτὴν καταστρέφων, καὶ σώζων· τὸ μέν, τῇ ἀποθέσει τῆς πλάνης ποιῶν· τὸ δέ, τῇ προσλήψει [ἄλ. προλήψει] κατορθῶν τῆς ἀληθοῦς ἐπιγνώσεως. Μᾶλλον δέ, τὴν μὲν πλάνην ἀποκτένων διὰ τῆς πίστεως πάλιν ζωογονουμένης· τὴν δὲ σωτηρίαν, τῷ θανάτῳ τῆς πλάνης πραγματευόμενος. Νινεϋῇ γὰρ ἑρμηνεύεται μελάνωσις αὐχμηρά, καὶ ὡραιότης λειοτάτη. Οὐκοῦν συμφώνως τῇ δυνάμει τῆς ἑρμηνείας, τὴν μὲν ἐκ τῆς παραβάσεως τῇ φύσει προσγενομένην αὐχμηρὰν τῆς πλάνης μελάνωσιν, μετὰ τὴν τριήμερον ταφὴν καὶ ἀνάστασιν ὁ Κύριος κατέστρεψε· τὴν δὲ ἐξ ὑπακοῆς πίστεως λειοτάτην ὡραιότητα τῆς φύσεως ἀνενεώσατο· πάλιν τὸ κάλλος ἐν τῇ φύσει κατὰ τὴν ἀνάστασιν δείξας τῆς ἀφθαρσίας ἄγαν λειότατον, καὶ μηδενὶ τὸ παράπαν ὑλικῷ τραχυνόμενον. Ἁρμόσει δὲ καὶ πρὸς τὴν κοινὴν φύσιν τοῦτο λεγόμενον, καὶ πρὸς τὴν ἁγίαν Ἐκκλησίαν, καὶ πρὸς τὴν τοῦ καθ᾿ ἕκαστον ψυχήν, ἀποθεμένην (724) διὰ πίστεως καὶ ἀγαθῆς συνειδήσεως, τοῦ παλαιοῦ Ἀδὰμ καὶ χοϊκοῦ τὴν εἰκόνα, καὶ ἐνδυσαμένην τὴν εἰκόνα τοῦ ἐπουρανίου.
Τοιγαροῦν δέδεικται σαφῶς, ὅτι πολύτροπον ἔχει τὴν ἐπ᾿ αὐτῷ θεωρίαν ὁ προφήτης, κατὰ τὴν δύναμιν τοῦ ὀνόματος· τοῖς τόποις δηλονότι τῆς αὐτοῦ Γραφῆς προσφόρως ἁρμοζούσης κατὰ τὴν ἑρμηνείαν ἐμφάσεως. Σημαίνει γὰρ ὡς μὲν φυγὴ κάλλους ἑρμηνευόμενος, τὸν Ἀδάμ, καὶ τὴν κοινὴν φύσιν· ὡς δὲ ἀνάπαυσις, καὶ ἴασις Θεοῦ καὶ πόνος Θεοῦ λεγόμενος, τὸν Κύριον ἡμῶν καὶ Θεόν, κατὰ τὴν ἀποδοθεῖσαν τῆς ἐξηγήσεως δύναμιν· τὴν δὲ τοῦ κηρύγματος χάριν, διὰ τοῦ ἐν αὐτῇ πλούτου τοῦ Πνεύματος μηνύων, περιστερὰ λέγεται, καὶ δόμα Θεοῦ, καὶ πόνος Θεοῦ διὰ τοὺς πολλοὺς ἀγῶνας τῶν γενομένων ταύτης τῆς ἀληθοῦς κλήσεως λειτουργῶν. Τὴν δὲ τῶν Ἰουδαίων κατὰ τῆς ἀληθείας ὑπεμφαίνων μανίαν, ἑρμηνεύτεται διαπόνησις αὐτῶν, ὅπερ ἐστὶ φθόνος ἐπ᾿ ἀλλοτρίοις ἀγαθοῖς, τίκτων λύπην τοῖς ἔχουσιν· ὅπερ κακὸν εἰς φύσιν τοῖς Ἰουδαίοις μετέπεσε, τὸ πρὸς Θεὸν καὶ ἀνθρώπους μίσος ἀνελομένοις· καὶ διὰ τοῦτο, μόνην τὴν δι᾿ αἵματος καὶ φόνων ἀναιδεῖς [Fr. ἀνέδην] φθορὰν ἐπιζητοῦσι τῆς φύσεως.
Ἀλλ᾿ ἐπειδὴ τρέχων ὁ λόγος, τὴν περὶ τῆς πορείας τῶν τριῶν ἡμερῶν θεωρίαν παρέλειψε· φησὶ γάρ· Ἡ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν, εἰ δοκεῖ, δι᾿ ὀλίγων τὴν ἔλλειψιν ἀναπληρώσωμεν.
Τὴν τοίνυν πορείαν τῆς ὁδοῦ τῶν τριῶν ἡμερῶν, ὑποληπτέον εἶναι τοὺς διαφόρους βίους δρόμου τοῦ κατὰ Θεόν· ἤγουν τὴν ἑκάστῳ γενικῷ νόμῳ πρέπουσαν ἀγωγήν. Νόμους δὲ λέγω νῦν γενικούς, τὸν φυσικὸν καὶ τὸν γραπτόν, καὶ τὸν τῆς χάριτος. Ἰδιάζουσαν γὰρ τούτων ἕκαστος ἀναστροφὴν ἔχει βίου καὶ δρόμον πρόσφορον, ὅτι καὶ τὴν ἐξ αὐτοῦ κατὰ τὴν γνώμην γενομένην [Fr. γενωμένην] τῶν ἀγομένων διάθεσιν ἔχει διάφορον. Ἄλλην γὰρ ἄλλος ἑκάστῳ τῶν ὑπ᾿ αὐτὸν πέφυκε δημιουργεῖν τὴν διάθεσιν. Οἷον, ὁ μὲν φυσικὸς νόμος, ὅταν οὐκ ἔχῃ πλεονεκτοῦσαν τὸν λόγον τὴν αἴσθησιν, ἀδιδάκτως ἀσπάζεσθαι πάντας πείθει τὸ συγγενὲς καὶ ὁμόφυλον, αὐτὴν ἔχοντας τὴν φύσιν, τῆς τῶν δεομένων ἐπικουρίας διδάσκαλον· κἀκεῖνο βούλεσθαι πᾶσιν ἅπαντας, ὅπερ ἕκαστος ἑαυτῷ παρὰ τῶν ἄλλων γινόμενον εἶναι δοκεῖ καταθύμιον· καὶ τοῦτο διδάσκων ὁ Κύριος, φησίν· Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ὁμοίως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Ἐφ᾿ ὧν γὰρ ἡ φύσις λόγῳ βραβεύεται, τούτων μίαν πέφυκεν εἶναι διάθεσις. Ὧν δὲ ἡ διάθεσις ἡ αὐτή, καὶ κατ᾿ ἦθος τρόπος, καὶ ὁ τοῦ βίου δρόμος εἷς ὑπάρχειν προδήλως πέφυκεν.Ὧν δὲ τρόπος ἠθῶν καὶ βίου δρόμος ἐστὶν ὁ αὐτός, εἷς δηλονότι καὶ αὐτὸς κατὰ τὴν γνώμην τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει δεσμός, κατὰ μίαν τὴν γνώμην ἄγων τοὺς πάντας πρὸς τὸν ἕνα λόγον τῆς φύσεως· (725) ἐν ᾧ παντελῶς οὐκ ἔστιν ἡ νῦν κρατοῦσα τῆς φύσεως διὰ τὴν φιλαυτίαν διαίρεσις.
Ὁ δὲ γραπτὸς νόμος, φόβῳ τῶν ἐπιτιμίων ἐπέχων τὰς ἀτάκτους τῶν ἀφρονεστέρων ὁρμάς, ἐθίζει διδάσκων πρὸς μόνην αὐτοὺς ὁρᾷν τὴν τοῦ ἴσου διανομήν, καθ᾿ ἣν τῆς δικαιοσύνης τὸ κράτος χρόνῳ βεβαιωθέν, εἰς φύσιν μεθίσταται· ποιοῦν τὸν μὲν φόβον, διάθεσιν ἡρέμα κατὰ μικρὸν τῇ περὶ τὸ καλὸν γνώμῃ κρατουμένην· ἕξιν δὲ τὴν συνήθειαν τῇ λήθῃ τῶν προτέρων καθαιρομένην, καὶ τὸ φιλάλληλον ἑαυτῇ συναποτίκτουσαν, καθ᾿ ὃ τοῦ νόμου γίνεσθαι τὸ πλήρωμα πέφυκε, πάντων ἀλλήλοις κατὰ τὴν ἀγάπην συναρμοσθέντων. Πλήρωμα γὰρ νόμου καθέστηκεν ἡ κατ᾿ ἀγάπην διάλληλος συνοχὴ πάντων τῶν μετειληφότων τῆς φύσεως, φέρουσα τῷ κατ᾿ ἀγάπην πόθῳ κατεστεμμένον τὸν λόγον τῆς φύσεως· καὶ τῇ προσθήκῃ τοῦ πόθου, τὸν τῆς φύσεως καταφαιδρύνουσα νόμον. Νόμος γὰρ φύσεώς ἐστι, λόγος φυσικὸς τοῖς τρόποις τὴν αἴσθησιν λαβὼν ὑποχείριον. Γραπτὸς δὲ νόμος ἐστίν, ἤγουν γραπτοῦ νόμου πλήρωσις, λόγος φυσικὸς προσλαβὼν λόγον πνευματικὸν τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας ἐπίκουρον. Διὸ φησιν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν· ἀλλ᾿ οὐ, Σχοίης τὸν πλησίον σου ὡς ἑαυτόν. Τὸ μὲν γάρ, τὴν πρὸς τὸ εἶναι μόνον δηλοῖ τοῦ συγγενοῦς συνοχήν· τὸ δέ, τὴν πρὸς τὸ εὖ εἶναι σημαίνει πρόνοιαν.
Ὁ δὲ τῆς χάριτος νόμος, αὐτὸν ἀμέσως διδάσκει τοὺς ἀγομένους μιμεῖσθαι τὸν Θεόν, ὃς τοσοῦτον ὑπὲρ ἑαυτὸν ἡμᾶς, εἰ θέμις εἰπεῖν, καὶ ταῦτα διὰ τὴν ἁμαρτίαν ὄντας ἐχθρούς, ἠγάπησεν, ὥστε καὶ εἰς τὴν καθ᾿ ἡμᾶς οὐσίαν ἐλθεῖν ἀτρέπτως, ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ φύσιν ὑπερουσίως καταδέξασθαι, καὶ ἄνθρωπον γενέσθαι, καὶ τῶν ἀνθρώπων ἕνα χρηματίσαι βούλεσθαι· καὶ τὴν ἡμετέραν κατάκρισιν οἰκείαν ποιῆσαι μὴ παραιτήσασθαι· καὶ τοσοῦτον ἡμᾶς θεῶσαι κατὰ χάριν, ὅσον κατ᾿ οἰκονομίαν αὐτὸς φύσει γέγονεν ἄνθρωπος· ἵνα μὴ μόνον μάθωμεν ἀλλήλων ἀντέχεσθαι φυσικῶς, καὶ ὡς ἑαυτοὺς ἀλλήλους ἀγαπᾷν πνευματικῶς· ἀλλὰ καὶ ὑπὲρ ἑαυτοὺς ἀλλήλων κήδεσθαι θεϊκῶς· καὶ ταύτην τῆς εἰς ἀλλήλους ἀγάπης ἀπόδειξιν ποιεῖσθαι, τὸ κατ᾿ ἀρετὴν ὑπὲρ ἀλλήλων τὸν ἑκούσιον προθυμεῖσθαι θάνατον. Οὐκ ἔστι γὰρ ταύτης ἄλλη μείζων ἀγάπης, φησίν, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.
Οὐκοῦν ὁ μὲν τῆς φύσεως νόμος ἐστίν, ἵνα συνελὼν εἴπω, λόγος φυσικὸς τὴν αἴσθησιν λαβὼν ὑποχείριον, πρὸς ἀφαίρεσιν τῆς ἀλογίας· καθ᾿ ἣν [marg. ἀλογίαν δηλονότι], τῶν φυσικῶς συνημμένων ἐστὶν ἡ διαίρεσις. Ὁ δὲ γραπτὸς νόμος ἐστί, λόγος φυσικὸς μετὰ τὴν κατ᾿ αἴσθησιν τῆς ἀλογίας ἀφαίρεσιν προσλαβὼν καὶ πόθον πνευματικόν, τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας συνεκτικόν. Ὁ δὲ τῆς χάριτος νόμος, ὑπὲρ φύσιν καθέστηκε λόγος, (728) πρὸς θέωσιν ἀτρέπτως τὴν φύσιν μεταπλάττων, καὶ ὡς ἐν εἰκόνι δεικνὺς ἀκαταλήπτως τῇ φύσει τῶν ἀνθρώπων τὸ ὑπὲρ οὐσίαν καὶ φύσιν ἀρχέτυπον· καὶ τὴν τοῦ ἀεὶ εὖ εἶναι διαμονὴν παρεχόμενος.
Εἰ δὲ τοῦτον ἔχει τὸν τρόπον ὁ περὶ τῶν τριῶν νόμων λόγος, εἰκότως ἡ μεγάλη τοῦ Θεοῦ πόλις Ἐκκλησία· ἤγουν ἡ τοῦ καθ᾿ ἕκαστον ψυχή, πορείας ὁδοῦ τριῶν καθέστηκεν ἡμερῶν· ὡς δεκτικὴ καὶ χωρητικὴ τῆς κατὰ φύσιν καὶ νόμον καὶ πνεῦμα δικαιοσύνης. Ἐν τούτοις γὰρ τοῖς τρισὶ νόμοις, ὁ πᾶς περιέχεται τῆς Ἐκκλησίας διάκοσμος· πλάτει τε τῷ κατ᾿ ἀρετήν, [πλάτει] καὶ μήκει τῷ κατὰ γνῶσιν· καὶ τῷ κατὰ σοφίαν βάθει μυστικῆς θεολογίας περιγραφόμενος. Ἀλλὰ ταύτης κατὰ διάθεσιν, ὡς ὁ τῶν Ἰουδαίων λαός, μὴ χωρισθῶμεν τῆς πόλεως, τὸ σῶμα καθάπερ σκηνὴν στέργοντες, καὶ τὴν πρόσκαιρον τοῦ σώματος ὥσπερ κολόκυνθαν ἡδονὴν περιέποντες· ἵνα μὴ ἂν τῆς συνειδήσεως ὁ σκώληξ πλήξας, ἀποξηράνῃ τὴν καθ᾿ ἡδονὴν ἠπατημένην διάθεσιν· καὶ ἡ διὰ τῶν ἀκουσίων πειρασμῶν ἐπελθοῦσα καθάπερ πνεῦμα καύσωνος τῶν κακῶς ἡμῖν βεβιωμένων ἔκτισις, ἀπειπώμεθα τὴν ζωήν, καὶ πρὸς τὴν θείαν δυσανασχετήσωμεν κρίσιν.
Ἕκαστος γὰρ ἡμῶν τῶν ἠττημένων τῇ ἀπάτῃ τῶν ὑλικῶν, καὶ ταῖς ἡδοναῖς χαιρόντων τοῦ σώματος, σκώληκος δίκην τοῦ Θεοῦ τὸν λόγον δέχεται, καὶ τὴν συνείδησιν αὐτὸν πλήττοντα τέως· καὶ ῥίζης δίκην κολοκύνθης τὴν πρὸς τὴν ἡδονὴν αὐτοῦ διεσθίοντα σχέσιν· καὶ οὕτως διὰ τῆς τελείας ἀνατολῆς τοῦ φωτισμοῦ τῶν λογίων τοῦ πνεύματος, ἀποξηραίνοντα τὴν καθ᾿ ἁμαρτίαν ἐνέργειαν· καὶ πνεύματι καύσωνος, τῇ μνήμῃ τῶν αἰωνίων κολάσεων, καθάπερ κεφαλὴν τὴν κατ᾿ αἴσθησιν ἐν ταῖς προσβολαῖς ἀρχὴν τῶν παθῶν τῆς κακίας πατάσσοντα· ἵνα μάθωμεν προνοίας λόγους καὶ κρίσεως, τῶν προσκαίρων, ὧν τῇ στερήσει λυπεῖσθαι τὸ γένος εἴωθεν τῶν ἀνθρώπων, τὰ αἰώνια προκρινούσης. Εἰ γὰρ τὸν ἄνθρωπον διὰ τὴν σκηνὴν καὶ τὴν κολοκύνθαν λυπούμενον· λέγω δὲ τὴν σάρκα καὶ τὴν τῆς σαρκὸς ἡδονήν· τῆς δὲ Νινευὴ ἀντεχόμενον τὸν Θεὸν εἰσήγαγε τῆς Γραφῆς ὁ λόγος, δῆλον ὡς τῶν τοῖς ἀνθρώποις τιμίων καὶ ἐπεράστων, τὸ τῷ Θεῷ φανὲν προσφιλές, πάντων τῶν ὁποσοῦν ὄντων πολλῷ κρεῖττόν ἐστι καὶ τιμιώτερον· ἤπου γε τῶν οὐκ ὄντων, καὶ μόνῃ προλήψει κατ᾿ ἐσφαλμένην κρίσιν εἶναι δοκούντων, ὧν οὐδεὶς τὸ παράπαν ἐστὶ κατὰ τὴν ὕπαρξιν λόγος· μόνη δὲ φαντασία τὸν νοῦν φενακίζουσα· καὶ σχῆμα τοῖς οὐκ οὖσι διάκενον, ἀλλ᾿ οὐχ ὑπόστασιν τῷ πάθει παρεχομένη.
ΣΧΟΛΙΑ
[Επεξεργασία]α´. Ποσαχῶς ἑρμηνεύεται Ἰωνᾶς.
β´. Ποσαχῶς ἑρμηνεύται Ἰόππη.
γ´. Πόσοις ἀναλογεῖ πνευματικῶς θεωρούμενος Ἰωνᾶς.
(729) δ´. Τίνος ἀναλογίαν ἔχει νοουμένη πνευματικῶς ἡ Ἰόππη.
ε´. Κατ᾿ ἄλλην ἐπιβολὴν τοῖς καθ᾿ ἕκαστα πρόφορος θεωρία περὶ τῆς Ἰόππης.
στ´. Πολυταράχου ζάλης.
ζ´. Κεφαλὴν λέγει τὸν πρῶτον περὶ μονάδος λόγον, ὡς ἀρχὴν πάσης ἀρετῆς· τὰς δὲ σχισμὰς τῶν ὀρέων, τὰς διανοίας τῶν πνευμάτων τῆς πονηρίας, ὑφ᾿ ὧν κατεπόθη διὰ τῆς παραβάσεως ὁ ἡμέτερος νοῦς.
η´. Γῆν λέγει κατωτάτην, τὴν μηδαμῶς γνώσεως αἰσθανομένην θείας, ἢ τῆς κατ᾿ ἀρετὴν ζωῆς τὴν οἱανοῦν κίνησιν ἔχουσαν, ἕξιν.
θ´. Ἄβυσσον καλεῖ τὴν ἄγνοιαν ἐπικειμένην τῇ ἕξει τῆςκακίας· ἐφ᾿ ᾗ βέβηκεν καθάπερ γῇ, τὰ τῆς κακίας πελάγη.
ι´. Γῆν μὲν τὴν παγίαν τῆς κακίας ἕξιν εἶπεν· αἰωνίους δὲ μοχλούς, τὰς συγκρατούσας τὴν χειρίστην ἕξιν ἐμπαθεῖς προσπαθείας τῶν ὑλικῶν.
ια´. Φέγγος λέγει τὴν ἀληθῆ γνῶσιν· ζωὴν δὲ βροτῶν, τὴν πρέπουσαν λογικοῖς πολιτείαν, ἧς ὁ τὴν κακὴν ἕξιν ἔχων ἐστερῆται.
ιβ´. Ἐνταῦθα τὴν θάλασσαν, εἰς τὸν κόσμον τοῦτον ἔλαβεν· εἰς ὃν διὰ σαρκὸς ὁ Κύριος γέγονεν.
ιγ´. Ἀνάπαυσιν λέγει τὸν Κύριον, ὡς τῶν ἐπ᾿ ἀρετῇ πόνων λυτήριον· ἴασιν δὲ Θεοῦ, ὡς ἰατρὸν τῆς ἐκ τοῦ θανάτου πληγῆς· Θεοῦ δὲ χάριν, ὡς ἀπολύτρωσιν· καὶ Θεοῦ πόνον, ὡς τῶν ἡμῶν ἀναδοχέα παθῶν.
ιδ´. Fr. Πῶς ἐστι χάρις ὁ Κύριος ἡμῶν καὶ Θεός· ἴδε, Νεῖλε, καὶ μὴ σαλεύου, τῷ· Πλήρης χάριτος καὶ ἀληθείας.
ιε´. Πῶς δηλοῖ τὴν προφητικὴν χάριν Ἰωνᾶς.
ιστ´. Ὅτι δαπανᾷ, φησί, προσβάλλουσαν τὴν πονηρὰν δύναμιν, ἡ τῶν ἁγίων ὑπομονή.
ιζ´. Ὅτι σωματικῶς οἱ ἅγιοι πάσχοντες, καὶ τὸν ὑπὲρ ἀληθείας ἑκουσίως ὑπερχόμενοι θάνατον τῆς σαρκός, τὴν κατὰ πίστιν ἐν πνεύματι ζωὴν ἐνήργουν τοῖς ἔθνεσι.
ιη´. Ὅτι τῆς καθ᾿ ὑπερβολὴν θείας δυνάμεώς ἐστιν ὑπόθεσις, ἡ κατὰ φύσιν τῶν ἁγίων ἀσθένεια· ἧς ἥττονα τὸν ὑπερήφανον διάβολον ὁ Κύριος ἔδειξεν.
ιθ´. Τὸν βασιλέα φησὶν εἶναι, τὸν φυσικὸν νόμον· τὸν δὲ θρόνον, τὴν ἐμπαθῆ κατ᾿ αἴσθησιν ἕξιν· τὴν δὲ στολήν, τὴν τῆς κενῆς δόξης περιβολήν· τὸν δὲ σάκκον, τὸ κατὰ τὴν μετάνοιαν πένθος· τὴν δὲ σποδόν, τὴν ταπεινοφροσύνην.
κ´. Ἀνθρώπους λέγει, τοὺς περὶ τὸν λόγον· κτήνη δέ, τοὺς περὶ τὴν ἐπιθυμίαν· βόας δέ, τοὺς περὶ τὸν θυμόν· πρόβατα δὲ τοὺς περὶ τὴν θεωρίαν τῶν ὀρατῶν πταίοντας.
κα´. Ὅτι καὶ τὴν ἑκάστου ψυχὴν ἡ Νινευὴ σημαίνει.
(732) κβ´. Οὐκ ἄνευ εἰσί, χρόνος καὶ τόπος· ὧν χωρὶς οὐδὲν ἔστιν τῶν γενητῶν.
κγ´. Τοὺς περὶ ἀρετῆς καὶ γνώσεως λόγους ἔχουσα ἡ Ἐκκλησία, καὶ ἡ τοῦ καθ᾿ ἕκαστον ψυχή, ὡς ὑπερβαίνοντας χρόνον καὶ φύσιν, πλέον ἔχει τῶν δώδεκα μυριάδων· ὁ γὰρ τῆς ἀρετῆς λόγος, τὴν σαρκὸς ὡς ἀριστερᾶς οὐκ οἶδεν ἁμαρτίαν· ὁ δὲ τῆς γνώσεως λόγος, τὴν ψυχῆς ὡς δεξιὰν οὐ γινώσκει κακίαν.
κδ´. Αἰτία τῶν ἀρετῶν ἐστιν ὁ Θεός· τούτου δὲ κατ᾿ ἐνέργειαν γνῶσίς ἐστιν, ἡ τοῦ κατ᾿ ἀλήθειαν ἐπεγνωκότος τὸν Θεὸν πρὸς τὸ πνεῦμα κατὰ τὴν ἕξιν ἀλλοίωσις.
κε´. Ὁ κατὰ φύσιν λόγος, φησί, διὰ μέσων τῶν ἀρετῶν πρὸς τὸν νοῦν ἀνάγειν πέφυκε τὸν ἐπιμελούμενον πράξεως· ὁ δὲ νοῦς, πρὸς τὴν σοφίαν εἰσάγει διὰ θεωρίας τὸν ἐφιέμενον γνώσεως· τὸ δὲ παράλογον πάθος, πρὸς τὴν αἴσθησιν πείθει κατασύρεσθαι τὸν ἀμελοῦντα τῶν ἐντολῶν· ἧς τέλος ἐστί, τὸ πρὸς τὴν ἡδονὴν καθηλωθῆναι τὸν νοῦν.
κστ´. Ἀπιστίαν λέγει τὴν ἄρνησιν τῶν ἐντολῶν· πίστιν δέ, τὴν αὐτῶν συγκατάθεσιν, τὸ δὲ σκότος, τοῦ καλοῦ τὴν ἄγνοιαν, τὸ δὲ φῶς, τὴν τούτου ἐπίγνωσιν. Χριστὸν δὲ κέκληκεν, τὴν οὐσίαν αὐτῶν καὶ τὴν ὑπόστασιν· τὸν διάβολον δέ, τὴν πάντων γεννητικὴν τῶν κακῶν χειρίστην ἕξιν.
κζ´. Ἀρετὴν λέγει, ἀπαθεστάτην καὶ παγίαν περὶ τὸ καλὸν ἕξιν· ἧς ἐφ᾿ ἑκάτερα καθέστηκεν οὐδέν, Θεοῦ φερούσης χαρακτῆρα, ᾧ οὐδέν ἐστιν ἐναντίον.
κη´. Εἰ λόγος διώρισεν, ὡς πέφυκεν, ἑκάστου τῶν ὄντων τὴν γένεσιν· οὐδὲν τῶν ὄντων ἑαυτοῦ φυσικῶς ἢ ὑπερβέβηκεν, ἢ ὑποβέβηκεν. Οὐκοῦν ὄρος μὲν τῶν ὄντων ἐστίν, ἡ κατ᾿ ἔφεσιν τῆς αἰτίας ἐπίγνωσις· μέτρον δέ, ἡ ἐφικτὴ τοῖς οὖσι κατ᾿ ἐνέργειαν τῆς αἰτίας ἐκμίμησις.
κθ´. Τὸ ὑπὲρ τὸν ὅρον φέρεσθαι, καὶ τὸ μέτρον, φησί, τῶν κινουμένων τὴν ἔφεσιν, ἀνόνητον ποιεῖ τὸν δρόμον, μὴ καταντώντων εἰς Θεόν, ἐν ᾧ ἡ κατ᾿ ἔφεσιν πάντων ἵσταται κίνησις, ἀνθυπόστατον δεχομένη τέλος Θεοῦ τὴν ἀπόλαυσιν.
λ´. Τὸ ὑπὲρ τὸν ὅρον καὶ τὸ μέτρον· καὶ παρὰ τὸν ὅρον καὶ τὸ μέτρον δηλονότι.
λα´. Τῷ λόγῳ δηλονότι.
λβ´. Ὅτι καὶ τοὺς τῶν ἀσωμάτων καὶ τοὺς τῶν σωμάτων ἀφίησι λόγους, ὁ πρὸς τὸν Θεὸν ἀναδραμὼν κατ᾿ ἔκστασιν νοῦς. Οὐ γὰρ πέφυκὲ τι Θεῷ τῶν μετὰ Θεὸν ἅμα συγκατοπτεύεσθαι.
λγ´. Πῶς καὶ εἰς τὸν Ἰουδαϊκὸν λαὸν δύναται ληφθῆναι τυπικῶς Ἰωνᾶς.
λδ´. Πῶς ἑρμηνευόμενος Ἰωνᾶς προδιελέγχει τυπικῶς τὸν Ἰουδαϊκὸν λαόν.
λε´. Ὅτι νενίκηκεν μᾶλλον ὁ Κύριος τὴν τυράννου δύναμιν σαρκὸς ἀσθένειαν προβαλλόμενος, ἥπερ τὸν Ἀδὰμ ὁ διάβολος ἀξίαν θεότητος ὑποσχόμενος.
(733) λστ´. Σκώληξ ἐστὶν ὁ Κύριος διὰ τὴν ἄσπορον σάρκα· ἥλιος δέ, καὶ ὡς διὰ τὴν δύσιν τῆς ταφῆς, καθ᾿ ἣν ὑπὸ γῆν γέγονε ὡς ἄνθρωπος ὁ Λόγος, καὶ ὡς φύσει κατ᾿ οὐσίαν φῶς ὑπάρχων καὶ Θεός.
λζ´. Ὅτι τὸ πνεῦμα τοῦ καύσωνος, οὐ μόνον τοὺς πειρασμούς, ἀλλὰ καὶ τὴν ἐγκατάλειψιν τοῦ Θεοῦ, τὴν ἀφαιρουμένην τῶν Ἰουδαίων τὴν τῶν θείων χαρισμάτων χορηγίαν δηλοῖ.
λη´. Ὑπερηφανίας ἴδιὸν φησι, τὸ ἀρνεῖσθαι τὸν Θεὸν ἀρετῆς εἶναι γενέτην καὶ φύσεως· κενοδοξίας δέ, τὸ μερίζειν τὴν φύσιν πρὸς τὴν ὕφεσιν· ὧν ὁ τῦφος εἶναι γέννημα πέφυκεν, ἕξις κακίας ὑπάρχων σύνθετος, Θεοῦ μὲν ἄρνησιν ἑκούσιον ἔχουσα, καὶ τῆς κατὰ τὴν φύσιν ἰσοτιμίας ἄγνοιαν.
λθ´. Ἡ διὰ πνεύματος κατὰ ψυχὴν ἀγχιστεία, σαρκὸς μὲν λύει τὴν σχέσιν τῆς προαιρέσεως· Θεῷ δὲ προσδεσμεῖ κατὰ πόθον προσηλωθεῖσαν.
μ´. Νύκτα φησί, τὰ νομικὰ σύμβολα, ὑφ᾿ ἃ ὁ νόμος τελεῖ· ἐν τοἷς οὐκ ἔστιν εὑρεῖν ψυχῆς φωτισμὸν μὴ νοουμένοις πνευματικῶς.
μα´. Ὅτι διὰ τὸ μέγα, καὶ μηδενὶ λόγῳ μετρούμενον τῆς θείας οἰκονομίας μυστήριον, ἡ τῶν ἐθνῶν Ἐκκλησία, φησί, πόλις μεγάλη τῷ Θεῷ προσηγορεύθη.
μβ´. Κατὰ μὲν τὴν οὐσίαν ἡ ἀλήθεια, φησί, προσηγεῖται τῶν τύπων· κατὰ δὲ τὴν ἔκφανσιν, οἱ τύποι χρονικῶς προηγοῦνται τῆς ἀληθείας. Οὐκοῦν ἐπειδὴ προλαβὼν ἐν ἑαυτῶ τυπικῶς τὴν ἀλήθειαν προδιέγραψεν Ἰωνᾶς, μείνας ἐν τῇ κοιλίᾳ τοῦ κήτουςς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· Ἔτι τρεῖς ἡμέραι, φησί, τὰς τρεῖς ἡμέρας τῆς τοῦ Κυρίου ταφῆς καὶ ἀναστάσεως λέγων, μεθ᾿ ἅς, ἡ τῶν ἐθνῶν καταστραφήσεται πλάνου καὶ ἀγνωσία.
μγ´. Δηλονότι τῆς πίστεως.
μδ´. Ἐπίτομος ἔκθεσις τῆς ἑρμηνείας τοῦ ὀνόματος Ἰωνᾶ, κατὰ τὴν ἐπικειμένην αὐτῷ περὶ ἑκάστου τῶν ἐκφερομένων προσώπων τε καὶ τρόπων δύναμιν.
με´. Νόμος δηλονότι.
μστ´. Ἔργον εἶναι τοῦ φυσικοῦ νόμου φησί, τὴν γνωμικὴν πάντων πρὸς πάντας ὁμόγνωμον σχέσιν.
νζ´. Κανόνες ἀποδεικτικοὶ τῆς τοῦ φυσικοῦ νόμου χαρακτηριστικῆς ἰδιότητος.
μη´. Ὁ γραπτὸς νόμος, φησί, κωλύων φόβῳ τὴν ἀδικίαν, ἐθίζει πρὸς τὸ δίκαιον· χρόνῳ δέ, τὸ ἔθος ποιεῖ διάθεσιν φιλοδίκαιον· ὑφ᾿ ἧς ἡ παγία πρὸς τὸ καλὸν ἕξις ἐπιγίνεται, λήθην προλαβούσης πονηρίας ἐπάγουσα.
μθ´. Ὅροι τῆς ἑκάστου τῶν προῤῥηθέντων νόμων ἐνεργείας ἀποδεικτικοί.
ν´. Ὅτι τὸ μὲν σχεῖν ὡς ἑαυτὸν τὸν πλησίον, μόνης ἐστὶ φροντίδος τῆς πρὸς τὸ εἶναι ζωῆς, ὅοερ φυσικοῦ νόμου καθέστηκε. Τὸ δὲ τὸν πλησίον ἀγαπᾷν ὡς ἑαυτόν, καὶ τοῦ πρὸς τὸ εὖ εἶναι κατ᾿ ἀρετήν ἐστι προνοεῖσθαι τοῦ πέλας· ὅπερ ὁ γραπτὸς ἐπιτρέπει νόμος. Τὸ δὲ ὑπὲρ ἑαυτὸν ἀγαπῆσαι τὸν πλησίον, τοῦ νόμου τῆς χάριτός ἐστιν ἰδιώτατον.
να´. (736) Ὅροι κατ᾿ ἐπιτομὴν ἀποδεικτικοὶ τῆς τῶν τριῶν ἡμερῶν κατορθωτικῆς τῶν καλῶν ἰδιότητος.
νβ´. Ἡ ὁδὸς τῶν τριῶν ἡμερῶν ἐστὶ φησιν, ἡ διὰ τῶν τριῶν νόμων τοῦ φυλάττοντος αὐτοὺς κατὰ δικαιοσύνην τελείωσις.
νγ´. Ἄλλη θεωρία λεπτοτέρα περὶ τῆς σκηνῆς καὶ τῆς κολοκύνθης καὶ τοῦ σκώληκος καὶ τοῦ καύσωνος καὶ τοῦ ἡλίου.
νδ´. Ὁ κωλυόμενος τῶν πρὸς ἡδονὴν σώματος ἀφορμῶν, φησί, μανθάνει προνοίας λόγους ἐπεχούσης τὴν ἐξαπτικὴν ὕλην τῶν παθῶν. Ὁ δὲ τὰς πρὸς ὀδύνην σώματος δεχόμενος μάστιγας, διδάσκεται κρίσεως λόγους, προλαβόντων μολυσμῶν ἀκουσίοις πόνοις αὐτὸν καθαιρούσης.
ΕΡΩΤΗΣΙΣ ΞΕ´.
[Επεξεργασία]Ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν γέγραπται· " Ὅτι ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαβὶδ τρία ἔτη· ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Καὶ ἐξεζήτησε Δαβὶδ τὸ πρόσωπον Κυρίου. Καὶ εἶπε Κύριος· Ἐπὶ Σαούλ, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία· περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας, καὶ εἶπεν αὐτοῖς· Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπον πρὸς τὸν βασιλέα· Ὁ ἀνήρ, ὃς συνετέλεσεν ἡμᾶς, καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτόν, τοῦ μὴ ἑστάναι ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Δότε ἡμῖν ἑπτὰ ἄνδρας ἐξ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἀϊᾶ παλλακῆς Σαούλ· καὶ τοὺς πέντε υἱοὺς Μερὼβ θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν ὄρει ἐναντίον Κυρίου, καὶ ἔπεσον ἐκεῖ οἱ ἑπτὰ ἐπιτοαυτό· καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ, ἐν ἀρχῆ θερισμοῦ κριθῶν. Καὶ ἔλαβε Ῥεσφὰ θυγάτηρ Ἀϊᾶ τὸ σάκκον, καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξαν ἐπ᾿ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ. Καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα." Διατὶ τί μετὰ τὸν θάνατον Σαοὺλ ὁ Δαβὶδ ἀπῃτήθη δίκας, λιμοῦ κρατήσαντος τὴν γῆν, ἕως ἔδωκε τοὺς ἐκ τοῦ σπέρματος Σαοὺλ ἑπτὰ ἄνδρας θανατωθῆναι τοῖς Γαβαωνίταις. Τὶς ἡ τούτων δύναμις τῶν λόγων, καὶ πῶς πνευματικῶς αὐτοὺς θεωρήσομεν.
(737) Ἀπόκρισις.
[Επεξεργασία]Ἡ μὲν ἀκριβὴς γνῶσις τῶν λογίων τοῦ Πνεύματος, μόνοις ἀποκαλύπτεσθαι πέφυκε τοῖς ἀξίοις Πνεύματος· οἳ διὰ πολλὴν τῶν ἀρετῶν ἐπιμέλειαν, τῆς τῶν παθῶν αἰθάλης τὸν νοῦν ἐκκαθάραντες, ἐσόπτρου δίκην καθαροῦ τε καὶ διαυγοῦς, ἅμα τῇ πρώτῃ προσβολῇ καθάπερ πρόσωπον ἐντυπουμένην αὐτοῖς καὶ ἐμπίπτουσαν, τὴν τῶν θείων ὑποδέχονται γνῶσιν. Οἷς δὲ κατ᾿ ἐμὲ τὴν τῶν παθῶν κηλῖσιν ὁ βίος κατέστικται, μόλις κἂν ἐξ εἰκότων τινῶν στοχασμῶν τεκμηριῶσαι τὴν τῶν θείων γνῶσίν ἐστι δυνατόν· μὴ ὅτι γε νοῆσαὶ τε καὶ φράσαι ταύτην δι᾿ ἀκριβείας ἀπαυθαδιάζεσθαι. Καὶ οἶδ σαφῶς ἔγω γε, ὅτι πάσχων αὐτὸς γινώσκεις τὰ θεῖα μᾶλλον τίμιε πάτερ, καὶ πείρᾳ λαβὼν ἔχεις τούτων τὴν ἐπιστήμην, ᾔπερ ἐγὼ λέγει ἐπίσταμαι, μηδὲν ἐκ τοῦ παθεῖν ἀποφήνασθαι περὶ τῶν θείων δυνάμενος. Πλὴν καὶ τὸ κατὰ δύναμιν οὐκ ἀπόβλητον, καὶ μάλισθ᾿ ὑμῖν τοῖς ἐπιτάξασι, καὶ τόνδε μοι περὶ τῶν ὑπὲρ δύναμιν τοῦ λέγειν πόνον ἐπιθεμένοις.
Σαοὺλ τοίνυν ἐστὶ κατὰ τόνδε τῆς Γραφῆς τὸν τόπον, ὁ βασιλεύων κατὰ δύναμιν ἐντολῆς σαρκίνης τῶν σαρκικῶν Ἰουδαίων ἐν γράμματι νόμος· ἤγουν ὁ βασιλεύων τῶν ἀγομένων μόνῳ τῷ γράμματι τοῦ νόμου σωματικὸς τρόπος ἢ λογισμός. Αἰτητὸς γὰρ ᾅδης κατὰ μίαν ἐπιβολὴν Σαοὺλ ἑρμηνεύεται. Τῆς γὰρ ἐν πνεύματι Θεοῦ κατ᾿ ἀρετὴν διεξαγομένης ζωῆς τε καὶ βασιλείας, προτιμήσας τὴν φιλήδονον ζωὴν ὁ τῶν Ἰουδαίων λαός, ᾐτήσατο τὸν ᾅδην, ἤγουν τὴν ἄγνοιαν, ἀντὶ τῆς γνώσεως αὐτοῦ βασιλεύειν. Πᾶς γὰρ ὁ τῆς θείας ἐκπεπτωκὼς ἀγάπης, τὸν ἐν τῇ σαρκὶ νόμον ἔχει διὰ τῆς ἡδονῆς βασιλεύοντα· τὸν μηδεμίαν θείαν ἐντολὴν φυλάξαι δυνάμενον, ἢ μηδὲ βουλόμενον.
Κατ᾿ ἄλλον δὲ τρόπον Σαοὺλ ἑρμηνεύεται, δεδανεισμένος, ἢ δάνειον. Οὐ γὰρ ἐδόθη ὁ γραπτὸς νόμος τοῖς λαβοῦσιν εἰς κτῆσιν περιουσίας, ἀλλ᾿ εἰς παιδαγωγίαν προσδοκωμένης ἐπαγγελίας. Διὸ καὶ δοὺς τῷ Σαοὺλ τὴν βασιλείαν ὁ Θεός, ἐν τῇ πρὸς αὐτὸν διαθήκῃ, αἰώνιον οὐ καθυπέσχετο τὴν βασιλείαν. Πᾶν γὰρ δάνειον, οὐ γίνεται τῷ λαβόντι κτῆμα περιουσίας, ἀλλὰ πρόφασις καμάτου καὶ πόνου [Fr. καὶ πόνων], εἰς ἄλλης περιουσίας συλλογήν. Ἡ δὲ τοῦ Σαοὺλ παλλακὴ Ῥεσφά, δρόμος ἑρμηνεύεται στόματος. Δρόμος δὲ στόματὸς ἐστιν, ἡ κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν τοῦ νόμου μάθησις· ἣν εἰσοικίζεται παρανόμως, (740) ὁ μόνην τὴν σωματικὴν τοῦ νόμου περιέπων λατρείαν· ἀφ᾿ οἷς οὐδὲν εὐσεβὲς γεννᾷ καὶ φιλόθεον. Ὁ γὰρ μόνην τὴν σωματικὴν τοῦ νόμου κατὰ προφορὰν λόγου μάθησιν ἐξασκούμενος, νόμιμον οὐκ ἔχει τὴν πρὸς τὸν λόγον, ἤγουν τὴν μάθησιν τοῦ νόμου συμβίωσιν. Ὅθεν δυσγενῆ καὶ ἀπόβλητα καθέστηκεν αὐτοῦ τὰ γεννώμενα. Γεννᾶται γὰρ αὐτῷ διὰ τὴν παράνομον κοίτην ἐκ τῆς Ῥεσφᾶς ὁ Ἐρμονθὶ καὶ ὁ Μεμφιβοσθέ, ὅπερ ἐστὶν Ἀνάθεμα αὐτῶν, καὶ Αἰσχύνη στόματος αὐτῶν. Ἐρμονθὶ γὰρ κατὰ μίαν ἐπιβολήν, Ἀνάθεμα ἑρμηνεύεται· καὶ Μεμφιβοσθέ, αἰσχύνη στόματος αὐτῶν. Ἀνάθεμα δὲ αὐτῶν ἐστίν, ἡ διὰ στόματος καθ᾿ ἁμαρτίαν φθορὰ τῆς τῶν παθῶν ἐνεργείας. Μεμφιβοσθὲ δέ ἐστιν, ἡ παρὰ φύσιν τοῦ νοῦ πρὸς κακίαν κίνησις· ἤγουν ἡ κατὰ νοῦν ἐπινοητικὴ τῶν φαύλων ἐνθύμησις· αἰσχύνη νοῦ, καὶ οὖσα καὶ λεγομένη.
Ἢ πάλιν ἀνάθεμα αὐτῶν ἐστι, τόπος τοῦ νῦν κρατοῦντος ἐπιτιμίου τῆς φύσεως· τουτέστιν ὁ κόσμος οὗτος, ὡς χωρίον θανάτου καὶ φθορᾶς διὰ τὴν ἁμαρτίαν γενόμενος· εἰς ὃν ἐκ τοῦ παραδείσου μετὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς ὁ πρώτος κατέπεσεν ἄνθρωπος· ὅντινα κόσμον κατὰ τὴν τῆς γνώμης φιλήδονον σχέσιν, ἤγουν τὴν κοσμικὴν προσπάθειαν, γεννᾷν πέφυκεν ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ τοῦ νόμου προφορὰν μαθήσεως, ὁ μὴ διαβαίνων κατὰ νοῦν πρὸς τὴν ἔνδον ἐν πνεύματι τοῦ νομικοῦ γράμματος θείαν εὐπρέπειαν. Αἰσχύνη δὲ στόματος αὐτῶν ἐστιν, ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος. Ἐν ᾧ γὰρ ὁ κόσμος ἐκ τῆς φαινομένης τῷ γράμματι τοῦ νόμου σωματικῆς διαπλάσεως, κατὰ τὴν γνωμικὴν σχέσιν γεννᾶσθαι πέφυκεν, ἤγουν ἡ τὸν κόσμον φιλοῦσα διάθεσις· καὶ ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν εἰκότως συγγεννᾶται φιλοσώματος.
Ἢ πάλιν, ἀνάθεμα αὐτῶν ἐστιν, ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιατύπωτος κίνησις· αἰσχύνη δὲ στόματός ἐστιν, ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα, καὶ τὸ καθ᾿ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος τοῦ νοῦ κίνησις. Χωρὶς γὰρ τῆς κατὰ νοῦν ἐπινοητικῆς δυνάμεως, πρὸς διάπλασιν μορφῆς οὐδαμῶς ἄγεται πάθος. Οὐκοῦν ὁ μόνῳ τῶ γράμματι τοῦ νόμου περιγράφων τῆς θείας ἐπαγγελίας τὴν δύναμιν, παλλακήν, ἀλλ᾿ οὐ γυναῖκα νόμιμον ἔχει τοῦ νόμου τὴν μάθησιν. Ὅθεν ἐξ ἀνάγκης ἡ τοιαύτη μάθησις, οὐ δι᾿ ἑαυτήν, ἀλλὰ διὰ τὸν αὐτὴν σωματικῶς ἐκδεχόμενον, ἤγουν συγγενόμενον γεννᾶ τὸ ἀνάθεμα καὶ τὴν αἰσχύνην. Ὁ γὰρ διὰ τρυφὴν σωματικὴν καὶ ἀνάπαυσιν, τὰς θυσίας καὶ τὰς ἑορτάς· τά τε Σάββατα καὶ τὰς νεομηνίας κατὰ τὸν νόμον τὸν Θεὸν διατεταχέναι πιστεύων· πάντη τε (741) καὶ πάντως ὑπὸ τὴν ἐνοχὴν γενήσεται τῆς τῶν παθῶν ἐνεργείας, καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾿ αὐτοῖς αἰσχρῶν λογισμῶν ῥυπαρίας· ὑπό τε τὸν φθειρόμενον ἔσται κόσμον, καὶ τὴν ἐν λογισμοῖς φιλοσώματον μελέτην· ὑπό τε τὴν ὕλην τῶν παθῶν καὶ τὸ εἶδος, μηδὲν ἄλλο πλὴν τῶν φθειρομένων τίμιον ἔχειν δυνάμενος· καὶ διὰ τοῦτο τυχὸν κακῶς γεννῶν τὴν Μερώβ, τὴν γεννῶσαν υἱοὺς πέντε τῷ Ἐσδριήλ. Μερὼβ δέ, πλησμονὴ φάρυγγος ἑρμηνεύεται, ἣ τίς ἐστιν ἡ γαστριμαργία. Μόνη γὰρ αὕτη παρὰ τῆς ἐντολῆς Ἰουδαϊκῶς λαβοῦσα τὴν ἄδειαν, τοὺς κατὰ παράχρησιν τρόπους γεννᾷ τῶν αἰσθήσεων τῷ Ἐσδριήλ· ἤγουν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς. Ἐσδριὴλ γὰρ ἑρμηνεύεται θεία δύναμις ἢ βοητὸς ἰσχυρός, ἢ βλέψις δυνατή· ὅπερ ἐστίν, ὁ κατ᾿ εἰκόνα μὲν Θεοῦ γενόμενος νοῦς· τὴν δὲ γαστριμαργίαν ὡς τοῦ κατ᾿ ἐντολὴν σαρκὸς νόμου, τουτέστι τοῦ γράμματος, γέννημα, παραπεισθεὶς συνοικισάμενος. Πεισθεὶς γὰρ ὁ νοῦς θείας ἐντολῆς εἶναι διαταγὴν κατὰ τὸν ἐν γράμματι νόμον τὴν κατὰ σάρκα τρυφήν, ἄλλην οὐ προσίεται πλὴν αὐτῆς πρὸς συμβίωσιν· ὡς θείαν, καὶ νόμου τοῦ βασιλεύοντος αὐτὴν ἡγησάμενος γέννημα, καὶ τοὺς κατὰ παράχρησιν ἐξ αὐτῆς τῶν αἰσθήσεων συνίστησι τρόπους. Ἐπειδὰν γὰρ τὸ θεωρητικὸν τῆς ψυχῆς, τὴν τρυφὴν κατὰ τὸν ἐν γράμματι νόμον ὡς θείαν διὰ τὴν ἐντολὴν ἀσπάσηται πρὸς συμβίωσιν, τὴν τῶν αἰσθήσεων παρὰ φύσιν μετέρχεται χρῆσιν· μηδεμιᾶς συγχωροῦν κατὰ φύσιν διαφαίνεσθαι τὴν χρῆσιν τῆς ἐνεργείας.
Ὁ τοίνυν σωματικῶς τοῦ νόμου τὴν μάθησιν ἐξασκούμενος, οἷα δὴ παλλακήν, ἀλλ᾿ οὐ νόμιμον ἔχων γυναῖκα τῶν θείων τὴν εἴδησιν· καὶ γεννῶν ἐξ αὐτῆς τὸ ἀνάθεμα τῆς τῶν παθῶν ἐνεργείας, καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾿ αὐτοῖς λογισμῶν ἀηδίας [ἄλλ. ἀειδίας]· καὶ ἐκ τῆς Μερώβ, τουτέστι τῆς Σαοὺλ θυγατρὸς γαστριμαργίας, ἔκγονα λαμβάνων τοὺς κατὰ παράχρησιν τρόπους τῶν αἰσθήσεων· τοὺς ἐν τῇ φύσει τῶν ὄντων, ἤγουν τοὺς κατὰ φύσιν ὡς Γαδαωνίτας ἀποκτείνειν εἴωθε λόγους καὶ λογισμούς. Γαβαωνῖται γὰρ ἑρμηνεύονται, ὀρεινοὶ ἢ μετέωροι. Δηλοῦσι δὲ σαφῶς οὗτοι, τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέρους λόγους, ἢ τοὺς ἐφ᾿ ἡμῖν κατὰ φύσιν λογισμούς· οὓς ἀποκτείνειν Σαούλ, καὶ εἲ τις νῦν κατὰ διάθεσιν ἄλλος ὑπάρχει Σαούλ, διὰ τὴν ἐν μόνῳ τῷ νομικῷ γράμματι πλάνην, τοὺς κατὰ φύσιν ἀποπέμπεσθαι καὶ παραχαράττειν οὐ (744) παραιτούμενος λόγους. Οὐδεὶς γὰρ μόνῃ προσανέχων τῇ σωματικῇ τοῦ νόμου λατρεία, φυσικὸν τὸ παράπαν δύναιτ᾿ ἂν παραδέξασθαι λόγον ἢ λογισμόν· ὅτι μηδὲ πέφυκε ταυτὸν εἶναι τῇ φύσει τὰ σύμβολα, κατὰ φύσιν ὁρᾷν τῶν ὄντων τὴν γέννησιν οὐδέποτε δύναται σαφῶς, ὁ τοῖς τοῦ νόμου συμβόλοις ὡς πρωτοτύποις προστετηκώς· καὶ διὰ τοῦτο παραλόγως τοὺς κατὰ φύσιν ἀποπέμπεται λόγους· μὴ λογιζόμενος, ὅτι χρὴ περιποιεῖσθαι τοὺς ὑπὸ Ἰησοῦ διασωθέντας, ὑπὲρ ὧν καὶ πρὸς τοὺς ἐπαναστάντας αὐτοῖς πέντε βασιλεῖς, τὸν φοβερὸν ἐκεῖνον συνεκρότησε πόλεμον· ἐν ᾧ καὶ οὐρανὸς αὐτὸς κατὰ τῶν ἐπαναστάντων τοῖς Γαβαωνίταις διὰ λίθων χαλάζης τῷ Ἰησοῦ συνεμάχησεν· οὓς κατέστηκε ξυλοφόρους καὶ ὑδροφόρους τῆς θείας σκηνῆς, τουτέστι, τῆς διὰ τῆς σκηνῆς προδιατυπωθείσης ἁγίας Ἐκκλησίας, ὁ σαρκωθεὶς Λόγος. Οὗτος γάρ, οὗτός ἐστιν Ἰησοῦς ὁ ἀποκτείνας τοὺς κατ᾿ αἴσθησιν αὐτοῖς ἐπανισταμένους ἐμπαθεῖς τρόπους καὶ λογισμούς. Ἀεὶ γὰρ τοὺς κατὰ φυσικὴν θεωρίαν λόγους, ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς περιποιεῖται, προκαθιστῶν αὐτοῦ τῆς θείας τῶν μυστηρίων σκηνῆς ξυλοφόρους καὶ ὑδροφόρους· οἷα δὴ τῆς ἐξαπτικῆς τοῦ φωτισμοῦ θείας γνώσεως ὕλης, καὶ τῆς ῥυπτικῆς τῶν παθῶν καθάρσεως, καὶ τῆς ἐν πνεύματι ξωτικῆς διαδόσεως ἀφορμῆς χορηγός. Φυσικῆς γὰρ θεωρίας χωρίς, ἐν οὐδενὶ κατ᾿ οὐδένα τρόπον οὐδαμῶς συντηρεῖσθαι πέφυκεν τῶν μυστηρίων ἡ δύναμις.
Εἰ δὲ καὶ τὴν Ἐθνικὴν μοῖραν δηλοῦσιν οἱ Γαβαωνῖται, προσχωροῦσαν τῷ κληροδότῃ τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ καὶ σωζομένην· διδασκομένην τε ξυλοφορεῖν καὶ ὑδροφορεῖν· τουτέστι, τὸν περὶ σταυροῦ καὶ τῆς δι᾿ ὕδατος θείας ἀναγεννήσεως μυστικὸν καὶ σωτήριον λόγον πρακτικῶς τοῖς ὤμοις τῶν ἀρετῶν περιφέρειν, καὶ χορηγεῖν τῇ θείᾳ κιβωτῷ τῆς εὐσεβοῦς πίστεως, ξύλων δίκην, διὰ μὲν τῆς πρακτικῆς, τῶν ἐπὶ γῆς μελῶν τὴν νέκρωσιν· διὰ θεωρίας δέ, καθάπερ ὕδωρ τὴν ἐπιῤῥοὴν τῆς ἐν πνεύματι γνώσεως, οὐκ ἄτοπον, οὐδὲ τῆς εὐσεβείας ἀλλότριον.
Εἴτε γοῦν τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν λόγους, εἴτε τὴν σωζωμένην διὰ πίστεως μερίδα τῶν ἐθνῶν προτυποῦσιν οἱ Γαβαωνῖται, τὸν Ἰουδαϊκῶς ζῆν κατὰ τὸν ἐν μόνῳ τῷ γράμματι νόμον προῃρημένον, ἔχουσιν ἐχθρόν, καὶ τοῦ σωζομένου πολέμιον. Ὁ γὰρ Θεὸν τὴν κοιλίαν ἡγούμενος, καὶ ὡς ἐπὶ δόξῃ τῇ αἰσχύνῃ καλλωπιζόμενος, μόνων οἶδεν ὡς θείων ἀνέχεσθαι διὰ σπουδῆς τῶν παθῶν τῆς ἀτιμίας· καὶ διὰ τοῦτο μόνα περιέπει τὰ χρονικά· τουτέστι, τὴν ὕλην καὶ τὸ εἶδος, καὶ τὴν κατὰ παράχρησιν πενταπλῆν ἐνέργειαν τῶν αἰσθήσεων. Τὰ μὲν ὡς Ῥεσφᾶς τῆς παλλακῆς τέκνα· τὰ δέ, ὡς γῆς ἀτίμου θυγατρὸς ἔκγονα Μερώβ. Τῇ γὰρ ὕλῃ καὶ τῷ εἴδει συμπλακεῖσα κατὰ μίξιν ἡ αἴσθησις, ἀποτελεῖν μὲν πάθος· ἀποκτενεῖν δὲ καὶ συντελεῖν τοὺς κατὰ φύσιν (745) πέφυκεν λογισμούς. Οὐ γὰρ πέφυκε πάθει συνεμφαίνεσθαι τὸ παράπαν φύσεως λόγος, ὥσπερ οὔτε φύσει συναποτίκτεσθαι κατὰ τὴν γένεσιν πάθος.
Οὐκοῦν ὁ μόνου τοῦ γράμματος τῆς γραφῆς ἀντεχόμενος κατὰ τὸν Σαούλ, καὶ τοὺς κατὰ φύσιν ἀποπέμπεται λόγους, καὶ τὴν μυστικῶς προκεκηρυγμένην τῶν ἐθνῶν οὐ προσδέχεται κλῆσιν, πρὸς μόνην κεχῃνὼς κατὰ νόμον, ὡς οἴτεται, τῆς σαρκὸς τὴν ἀπόλαυσιν. Ταύτης οὖν κρατούσης τῶν κατὰ μόνην τὴν αἴσθησιν ζώντων, τῆς κατὰ νόμον σωματικῆς διαθέσεως, ὁ λιμὸς οὐ διαδείκνυται τῆς θείας ἐν πνεύματι γνώσεως. Λιμὸς γάρ ἐστιν, ὡς ἀληθῶς, ἔκλειψις τῶν κατ᾿ αὐτὴν τὴν πεῖραν ἐγνωσμένων ἀγαθῶν, καὶ ἀπορία καὶ σπάνις παντελὴς τῶν τὴν ψυχὴν συγκρατούντων πνευματικῶν βρωμάτων. Πῶς γὰρ λιμὸν ἡγήσεταὶ τις ἢ ζημίαν, τὴν τῶν καθάπαξ αὐτῷ μηδαμῶς ἐγνωσμένων ἀφαίρεσιν; Ὅθεν ζῶντος Σαούλ, οὐ γίνεται λιμός· ὅτι μηδὲ πέφυκε ζῶντος τοῦ κατὰ νόμον γράμματος, καὶ βασιλεύοντος τῶν ὑλικῶν τὴν διάνοιαν Ἰουδαίων, τῆς πνευματικῆς γνώσεως διαγνωσθῆναι τὴν ἔνδειαν· ὁπηνίκα δὲ τῆς εὐαγγελικῆς χάριτος διαλάμψῃ τὸ σέλας, καὶ λάβῃ τὴν βασιλείαν τῶν πνευματικῶν τὴν διάνοιαν Δαβὶδ ὁ πανεύφημος, ὅς ἐστιν ὁ κατὰ πνεῦμα νόμος, μετὰ τὸν θάνατον Σαούλ, ἤγουν μετὰ τὴν τοῦ γράμματος τελευτήν· ἑρμηνεύτεται γὰρ ὁ Δαβίδ, ἐξουδένωσις, καὶ ἰσχυρὸς ὁράσει· τὸ μὲν γὰρ λέγεται κατ᾿ Ἰουδαίους πλεονεκτοῦντος τὸ πνεῦμα τοῦ γράμματος· τὸ δέ, κατὰ Χριστιανοὺς προσαγορεύεται, νικήσαντος τὸ γράμμα τοῦ πνεύματος· τηνικαῦτα διαγινώσκεται τῆς ἐν πνεύματι γνώσεως ὁ λιμός· κοινῶς μὲν ἐν τῷ πιστῷ λαῷ, καὶ τῇ ψυχῇ τοῦ καθ᾿ ἕκαστον ἰδικῶς, ὅταν τῆς ἐν πνεύματι μυστικῆς θεωρίας τὴν ἐκτὸς προφαινομένην τοῦ γράμματος προκρίνει προβολήν· καὶ οἷον εἰπεῖν, τὴν ψυχὴν τῆς Γραφῆς ἀτιμωτέραν ποιεῖται τοῦ σώματος. Λιμώττει γὰρ ἐπ᾿ ἀληθείας τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν ὁ λαός, καὶ ἡ ψυχὴ τοῦ καθ᾿ ἕκαστον ἀφεμένη τῆς ἐν τῇ χάριτι πνευματικῆς θεωρίας, καὶ γενομένη τῆς τυπικῆς ἐν τῶ γράμματι δουλείας, μὴ διατρέφουσα τὸν νοῦν ταῖς τῶν νοημάτων μεγαλονοΐαις· ἀλλὰ πληροῦσα τὴν αἴσθησιν ἐμπαθοῦς φαντασίας ταῖς σωματικαῖς τῶν γραφικῶν συμβόλων διατυπώσεσι. Διὸ θείας γνώσεως μάλιστα γίνεται λιμός, τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Πᾶς γὰρ τὴν πνευματικὴν τῆς θείας Γραφῆς θεωρίαν μὴ προσιέμενος, τόν τε φυσικὸν ταύτῃ κατὰ τοὺς Ἰουδαίους συναπώσατο νόμον· καὶ τὸν ἐν τῇ χάριτι νόμον ἠγνόησε, καθ᾿ ὃν δίδοται τοῖς κατ᾿ αὐτὸν ἀγομένοις ἡ θέωσις.
Οὐκοῦν ὁ λιμὸς τῶν τριῶν ἐτῶν δηλοῖ τὸν ἐν τοῖς τρισὶ νόμοις, τῷ τε φυσικῷ λέγω, καὶ τῷ γραπτῷ, καὶ τῷ τῆς χάριτος, ἀναλόγως ἑκάστῳ γενομένην τῆς γνώσεως ἔνδειαν, τοῖς οὐκ ἐπιμελουμένοις τῆς αὐτῶν κατὰ τὴν θεωρίαν ἀναγωγῆς. Ἐπιμελεῖσθαι γὰρ παντελῶς οὐ δύναται τῆς τῶν Γραφῶν ἐπιστήμης, ὁ τοὺς μὲν φυσικοὺς τῶν ὄντων κατὰ τὴν θεωρίαν ἀπωθούμενος λόγους· ἀντεχόμενος δὲ μόνων τῶν ὑλικῶν συμβόλων, καὶ μηδεμίαν αὐτοῖς ἐπινοῶν ὑψηγορίαν πνευματικήν. Κρατούσης γὰρ μόνης τῆς (748) ἱστοριώδους τῶν Γραφῶν ἀφηγήσεως, τὸ τῶν προσκαίρων καὶ χρονικῶν τῆς διανοίας οὐκ ἀπεγένετο κράτος· ἀλλ᾿ ἔτι ζῶσι τὰ τέκνα τοῦ ἀποθανόντος Σαούλ, καὶ τὰ ἔκγονα, ἑπτὰ ὄντα τὸν ἀριθμόν· τουτέστιν ἡ σωματικὴ τοῦ νόμου λατρεία καὶ πρόσκαιρος, ἐξ ἧς ἡ ἐμπαθὴς εἴωθεν ἀπογεννᾶσθαι τοῖς φιλοσωμάτοις κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν διάθεσις, ἐπίκουρον ἔχουσα τῆς πλάνης τὴν πρόδηλον ἐν τοῖς συμβόλοις διαταγήν. Διὰ ταύτην οἶμαι τὴν αἰτίαν μὴ γίνεσθαι λιμὸν ἐν ταῖς ἡμέραις Σαούλ· τουτέστιν, ἐν τῷ χρόνῳ τῆς νομικῆς κατὰ σάρκα λατρείας, τὴν ἔνδειαν μὴ διαγνωσθῆναι τῆς ἐν πνεύματι γνώσεως· ἀλλ᾿ ἐν τῷ χρόνῳ τῆς εὐαγγελικῆς χάριτος· καθ᾿ ὅν, ὅταν μὴ πᾶσαν πνευματικῶς τὴν Γραφὴν ἐκλαμβάνωμεν, μετὰ τὴν πάροδον τῆς τοῦ γράμματος δυναστείας, λιμώττομεν πάντως, τῆς Χριστιανοῖς πρεπούσης μυστικῆς κατὰ πνεῦμα λατρείας οὐκ ἀπολαύοντες. Ἐπὰν δὲ λαβόντες αἴσθησιν κατὰ τὸν Δαβίδ, ζητήσωμεν τὸ πρόσωπον Κυρίου, διδασκόμεθα σαφῶς, ὅτι διὰ τὸ μὴ παραδέξασθαι τοὺς κατὰ φύσιν λόγους πρὸς ἐπίβασιν τῆς ἐν πνεύματι μυστικῆς θεωρίας, ἀλλ᾿ ἔτι τῶν ἐν τῷ γράμματι τοῦ νόμου σωματικῶν ἀντέχεσθαι λογισμῶν, ἡ χάρις ἀφῃρέθη τῆς γνώσεως.
Καὶ ἐζήτησε, φησί, Δαβὶδ τὸ πρόσωπον Κυρίου. Καὶ εἶπε Κύριος· Ἐπὶ τὸν οἶκον Σαοὺλ ἡ ἀδικία, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. Δαβίδ ἐστι, πᾶς νοῦς κατὰ Χριστὸν διορατικός, ἀεὶ ζητῶν τὸ πρόσωπον Κυρίου. Πρόσωπον δὲ Κυρίου καθέστηκεν ἡ κατὰ τὴν ἀρετὴν τῶν θείων ἀληθὴς θεωρία καὶ γνῶσις, ἣν ζητῶν διδάσκεται τὴν αἰτίαν τῆς κατ᾿ αὐτὴν ἐνδείας καὶ ἀπορίας· καὶ κελεύεται δοῦναι πρὸς θάνατον τοὺς δύο υἱοὺς Σαοὺλ τοὺς ἐκ τῆς παλλακίδος Ῥεσφᾶς, καὶ τοὺς πέντε τῆς αὐτοῦ θυγατρὸς Μερὼβ υἱούς. Σαούλ ἐστι, καθὼς ἔφην, αἰτητὸς ᾅδης, ἤγουν ἄγνοια ποθητή. Ποθουμένη δὲ σαφῶς ἐστιν ἄγνοια, τὸ γράμμα τὸ νομικόν, ἤγουν τὸ σωματικὸν τῆς ἐν νόμῳ λατρείας κράτος, ὅπερ ἐστὶ τὸ τοῦ νόμου σωματικόν· ἢ νοῦς μόνης κατ᾿ αἴσθησιν ἀντεχόμενος σωματικῶς τῆς ὕλης τοῦ γράμματος. Ῥεσφᾶ δέ ἐστι, κατὰ τὴν αὐτῆς ἑρμηνείαν, δρόμος στόματος, ὅπερ ἐστὶν ἡ τοῦ νόμου κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν ἐκμάθησις. Δρόμον δὲ ἀληθῶς ἔχει στόματος, ἀλλ᾿ οὐ διανοίας, ὁ τῆς πνευματικῆς τοῦ νόμου θεωρίας ἀλλότριος. Υἱοὶ δὲ τῆς Ῥεσφᾶς ὑπάρχουσιν, Ἐρμονθὶ καὶ Μεμφιβοσθέ. Ἐρμονθὶ δέ ἐστιν, ἀνάθεμα αὐτῶν, ὅπερ ἐστὶν ἡ καθ᾿ ἁμαρτίαν διὰ σώματος φθορὰ τῆς τῶν παθῶν ἐνεργείας· ἢ ὁ τόπος, τουτέστιν ὁ κόσμος, ἐν ᾧ τῆς παραβάσεως ἐδόθη τὸ ἐπιτίμιον· ἤγουν ἡ καθ᾿ ἡδονὴν πρὸς τὸν κόσμον ἐνδιάθετος σχέσις· ἢ τυχόν, ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιάπλαστος κίνησις. Μεμφιβοσθὲ δέ, αἰσχύνη σώματος αὐτῶν, ὅπερ ἐστὶν ἡ παρὰ φύσιν τοῦ νοῦ περὶ κακίαν κίνησις· ἤγουν ἡ ἐπινοητικὴ τῶν παθῶν ἐνθύμησις· ἢ τυχόν, ἡ φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος. Ἢ πάλιν, ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα, καὶ τὸ καθ᾿ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος τοῦ νοῦ κίνησις. Τούτους γὰρ γεννᾷν τοὺς υἱοὺς (749) πέφυκεν ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν ἐκμαθήσεως, ὅ τε γραπτὸς νόμος, καὶ ὁ μόνῳ προσκαθήμενος τῷ γράμματι τοῦ νόμου νοῦς. Μερὼβ δέ, κατὰ τὴν αὐτῆς ἑρμηνείαν ἐστὶν (ἡ τοῦ Σαοὺλ θυγάτηρ), ἡ πλησμονὴ τοῦ φάρυγγος· ὅπερ δηλοῖ τὸ τῆς γαστριμαργίας πάθος. Μόνην γὰρ οἶδε γεννᾷν σώματος τρυφήν, καὶ τὴν τῶν ὑλικῶν ἀπολαυστικὴν διάθεσιν, ὅ τε νόμος κατὰ τὸ γράμμα, τοῖς συμβόλοις τοὺς κατ᾿ αὐτὸν λατρεύοντας περιγράφων· ὅ τε νοῦς, διὰ τὴν φιλόσαρκον ζωήν, κατὰ τὸ γράμμα τὸν νόμον τοῖς τύποις περιορίζων. Πέντε δὲ τῆς Μερὼβ θυγατρὸς Σαοὺλ υἱοὶ καθεστήκασιν, οἱ κατὰ πράχρησιν ἐμπαθεῖς πέντε τρόποι τῶν πέντε αἰσθήσεων· οὓς τίκτειν πάντως εἴωθε τῷ Ἐσδριήλ, ἤγουν τῷ θεωρητικῷ μέρει, ἡ μόνου τοῦ σώματος κατὰ νόμον διὰ τρυφῆς ἐπιμελουμένη διάθεσις.
Τούτους τοὺς δύο τοῦ Σαοὺλ υἱοὺς (ἤγουν τὴν ὕλην καὶ τὸ εἶδος), καὶ τοὺς πέντε τοῦ Σαοὺλ υἱωνούς, ἤγουν τοὺς περὶ τὴν ὕλην καὶ τὸ εἶδος κατὰ παράχρησιν πέντε τρόπους τῶν αἰσθήσεων (λέγω δὴ τὴν ἐμπαθῆ τε καὶ παρὰ φύσιν πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων συμπλοκήν, ἤγουν τὰ ὑπὸ χρόνον καὶ ῥεῦσιν), μετὰ τὴν τελευτὴν Σαοὺλ (τουτέστι, μετὰ τὴν πάροδον τῆς ἐν νόμῳ κατὰ τὸ γράμμα σωματικῆς λατρείας, καὶ τὴν τῆς ἀγνοίας διάβασιν), παραδίδωσι θανατωθῆναι κατὰ τὸν θεῖον χρηματισμόν, Δαβὶδ ὁ θαυμάσιος τοῖς Γαβαωνίταις (τουτέστι, τοῖς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις καὶ λογισμοῖς, ὁ πνευματικὸς νόμος, ἢ νοῦς, τὴν ἐν τοῖς συμβόλοις πρὸς αἴσθησιν καὶ σῶμα καθολικωτάτην τῶν ὑπὸ χρόνον σχέσιν ἀφανίσαι καὶ θανατῶσαι), κατὰ τὸ ὕψος γινομένοις τοῦ βουνοῦ Σαούλ· λέγω δή, τοῦ νόμου τῆς πνευματικῆς θεωρίας. Εἰ γὰρ μὴ φυσικῶς πρότερὸν τις τὴν ἐν τοῖς συμβόλοις τῶν θείων καὶ νοητῶν διασκοπήσας ἀπέμφασιν, ἐλθεῖν ποθήσῃ κατὰ νοῦν, ἔξω παντελῶς τῶν θείων ἀδύτων τὴν αἴσθησιν θέμενος, πρὸς τὴν τῶν νοητῶν εὐπρέπειαν, τῆς ἐν τοῖς τύποις ἀπολυθῆναι καθάπαξ οὐ δύναται σωματικῆς ποικιλίας· καθ᾿ ἣν ἕως βέβηκε τοῦ γράμματος ἀντεχόμενος, τὴν ἐκ τοῦ λιμοῦ τῆς γνώσεως εἰκότως ἀπορίαν οὐ παραμυθεῖται· τῆς Γραφῆς τὴν γῆν, ἤγουν τὸ σῶμα, κατὰ τὸν ἀπατηλὸν ὄφιν ἐσθίειν ἑαυτὸν καταδικάσας· ἀλλ᾿ οὐ κατὰ Χριστὸν τὸν νοῦν, ἤγουν τῆς Γραφῆς τὸ πνεῦμα καὶ τὴν ψυχήν, τουτέστι τὸν οὐράνιον καὶ ἀγγελικὸν ἄρτον (λέγω δή, τὴν ἐν Χριστῷ τῶν Γραφῶν πνευματικὴν θεωρίαν καὶ γνῶσιν) [ἄλλ. βρῶσιν] βρωματιζόμενος· ἣν δίδωσι δαψιλῶς ἐποιχορηγουμένην τοῖς ἀγαπῶσιν αὐτὸν ὁ Θεός, κατὰ τὸ γεγραμμένον· Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.
Χρὴ τοιγαροῦν τὴν κατ᾿ αἴσθησιν πρὸς σῶμα τῆς Γραφῆς ἐκδοχήν, ὡς παθῶν προδήλως καὶ τῆς πρὸς τὰ χρονικὰ καὶ ῥέοντα σχετικῆς διαθέσεως οὖσαν γεννητικὴν (ἤγουν τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐμπαθοῦς ἐνεργείας), ὡς Σαοὺλ τέκνα καὶ ἔκγονα, διὰ τῆς φυσικῆς, ὡς ἐν ὄρει τῇ τῶν θείων ἀναγωγῇ λογίων [ἄλλ. λόγων], ἀφανίσας θεωρίας, εἴπερ ἐμφορηθῆναι θείας ἐφιέμεθα χάριτος. Εἰ γὰρ ἐπὶ (752) Σαοὺλ ἡ ἀδικία, κατὰ τὸν θεῖον χρησμόν, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, ὑπὲρ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας, δῆλον ὡς ἀδικεῖ τὴν ἀλήθειαν, ὅ τε νόμος κατὰ μόνον τὸ γράμμα νοούμενος, καὶ ὁ τῶν Ἰουδαίων λαός, καὶ εἲ τις ἐκείνων μιμητὴς ὑπάρχει κατὰ διάνοιαν (τοῦτον γὰρ οἶδεν ὁ λόγος οἶκον Σαοὺλ εἶναι), μόνῳ τῷ γράμματι περιγράφων τοῦ νόμου τὴν δύναμιν, καὶ μὴ δεχόμενος πρὸς τὴν φανέρωσιν τῆς μυστικῶς ἐγκεκρυμμένης τῷ γράμματι γνώσεως, τὴν φυσικὴν θεωρίαν, μέσην ὑπάρχουσαν τύπων καὶ ἀληθείας· τῶν μὲν τοὺς ἀγομένους ἀπάγουσαν· πρὸς δὲ τήν, ἐπανάγουσαν· ἀλλ᾿ οἷον ταύτην πάμπαν ἀρνούμενος, καὶ τῆς τῶν θείων αὐτὴν ἔξω ποιούμενος μυσταγωγίας.
Ταύτην τοιγαροῦν χρὴ τὴν σωματικὴν τοῦ νόμου καὶ πρόσκαιρον ἐκδοχήν, ὡς ὑπὸ χρόνον καὶ ῥέουσαν ἀποκτένειν διὰ τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει τῷ ὕψει τῆς γνώσεως, τοὺς τῶν θείων ἐπιμελητὰς θεαμάτων. Καὶ ἐκάλεσε γάρ, φησί, Δαβὶδ τοὺς Γαβαωνίτας, καὶ εἶπεν αὐτοῖς· Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπον πρὸς τὸν βασιλέα· Ὁ ἀνὴρ ὃς συνετέλεσεν ἡμᾶς, καὶ ἐδίωξεν ἡμᾶς, καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Δότε ἡμῖν ἑπτὰ ἄνδρας, ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφῶς θυγατρὸς Ἀϊᾶ, παλλακὴς Σαούλ, τὸν Ἐρμονθί, καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς Μερὼβ θυγατρὸς Σαοὺλ οὓς ἔτεκε τῷ Ἐσδιήλ. Καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου. Καὶ ἔπεσιν ἐκεῖ οἱ ἑπτὰ ἐπιτοαυτό, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ, ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Ποῦ κατὰ τὴν ἱστορίαν εὑρίσκομεν, ὡς ἠφάνισαν τὸν Σαοὺλ οἱ Γαβαωνῖται, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ· τοῦ υἱοῦ Ἰωνάθαν υἱοῦ Σαοὺλ Μαριβαὰλ παρὰ τῷ βασιλεῖ Δαβὶδ διασωθέντος, καὶ ἄλλων πολλῶν τῆς συγγενείας Σαοὺλ ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων; (753) Πῶς δὲ τοὺς ἐκ τοῦ σπέρματος αὐτοῦ λαβόντες ἑπτὰ ἄνδρας, Αὐτόν, εἶπον ἀφανίσομεν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ, πρὸ τούτου πολλοὺς ἀποθανόντα χρόνους; Ἀλλ᾿, ὡς ἔοικε, παρεμίγη τῷ ῥητῷ τῆς ἱστορίας τὸ παράλογον, ἵνα τὸ τῆς διανοίας ἀληθὲς τῶν γεγραμμένων ζητήσωμεν. Οὐκοῦν τὸν σωματικὸν νοῦν τῆς Γραφῆς, τουτέστι τὸν Σαούλ, ἀφανίζει παντελῶς ἐκ παντὸς ὁρίου Ἰσραήλ, ὁ πράξει διὰ τῆς φυσικῆς θεωρίας, ὡς διὰ τινων Γαβανιτῶν, ἀποκτένων τὴν γεννωμένην ἐκ τοῦ γραπτοῦ νόμου πρὸς τὴν ἄστατον ὕλην, καὶ ῥέουσαν τῇ ψυχῇ, φιλήδονον σχέσιν καὶ φιλοσώματον· κατασφάττων ὡς τέκνα Σαοὺλ καὶ ἔκγονα, τὴν χαμαίζηλον τοῦ νόμου διάνοιαν, διὰ μέσης τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει τῷ ὕψει τῆς γνώσεως, καὶ φανερὰν ποιούμενος ἐνώπιον Κυρίου, δι᾿ ἐξομολογήσεως δηλαδή, τὴν πρὸς σῶμα τοῦ νόμου προτέραν ἐκδοχήν. Τοῦτο γὰρ ἐξηλιάσαι νοεῖσθαι δύναται τοῖς φιλομαθέσιν ἔναντι Κυρίου· εἰς φῶς ἀγαγόντες, διὰ τῆς γνώσεως δηλαδή, τὴν κατὰ τὸ γράμμα πεπλανημένην τοῦ νόμου πρόληψιν. Πᾶς γὰρ ἀποκτείνας τὴν σωματικὴν τοῦ νόμου διάνοιαν, τὸ γράμμα τοῦ νόμου σαφῶς ἐπέκτεινε καὶ ἠφάνισε, τοῦ μὴ ἑστάναι ἐν παντὶ ὁρίῳ Ἰσραήλ· τουτέστιν, ἐν παντὶ λόγῳ πνευματικῆς θεωρίας. Εἰ γὰρ Ἰσραὴλ νοῦς ὁρῶν Θεὸν ἑρμηνεύεται, δῆλον ὡς τὸ σωματικὸν τοῦ νόμου καθάπαξ ἐν οὐδενὶ τρόπῳ πνευματικῆς θεωρίας ὑφέστηκε, τοῖς τὸ πνεῦμα προτιμῶσι τοῦ γράμματος· εἴπερ Πνεῦμα, κατὰ τὸ γεγραμμένον, ἐστὶν ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, ἀλλ᾿ οὐ γράμματι. Τὸ γράμμα γὰρ ἀποκτένει· τὸ δὲ πνεῦμα ζωοποιεῖ. Διὸ χρὴ τὸ ἀποκτένειν πεφυκός, ἀποκτένεσθαι πνεύματι ζωοποιῷ. Συνυπάρχειν γὰρ κατ᾿ ἐνέργειαν ἀλλήλοις ἅμα κατὰ τὸ αὐτὸ τὸ σωματικὸν τοῦ νόμου καὶ τὸ θεῖον, ἤγουν τὸ γράμμα καὶ τὸ πνεῦμα, παντελῶς ἀμήχανον· ὅτι μηδὲ συμφωνεῖν πέφυκε τῷ παρεχομένῳ κατὰ φύσιν ζωήν, τὸ ταύτην ἀφαιρεῖσθαι δυνάμενον.
(756) Οὐκοῦν κατὰ μὲν τὴν ἱστορίαν τοῦτον λαμβάνοντες τὸν τόπον, οὐχ εὑρίσκομεν τὴν Γραφὴν ἀληθεύουσαν. Ποῦ γὰρ ἠφάνισαν οἱ Γαβαωνῖται τὸν Σαοὺλ παντὸς ὁρίου Ἰσραήλ, πολλῆς μετὰ τοῦτο συγγενείας εὑρισκομένης ἐν τῷ λαῷ; Κατὰ δὲ τὴν θεωρίαν νοοῦντες, σαφῶς εὑρίσκομεν, ὅτι διὰ μέσης τῆς φυσικῆς θεωρίας, ἐν τῷ ὕψει τῆς γνώσεως, ὁ γραπτὸς παντελῶς ἀπογίνεται νόμος, ἤγουν ὁ σωματικὸς ἐν τοῖς συμβόλοις κατὰ τὴν λατρείαν θεσμός. Ποῦ γὰρ ἔτι στήσεται περιτομὴ σαρκὸς νοουμένου τοῦ νόμου πνευματικῶς; ποῦ τὰ Σάββατα, καὶ τῶν μηνῶν αἱ ἀρχαί; ποῦ τῶν ἑορτῶν αἱ πανηγύρεις; ποῦ τῶν θυσιῶν, καὶ τῆς ἀργίας τῆς γῆς, καὶ τῆς λοιπῆς τοῦ νόμου κατὰ τὴν σωματικὴν λατρείαν [fort. add. καταστάσεως] ἡ παράδοσις; Οἴδαμεν γὰρ φυσικῶς ἐπιβάλλοντες τοῖς πράγμασιν, ὡς οὐκ ἔστι τελειότης ἡ τῆς ἐκ Θεοῦ κατὰ φύσιν ἀρτιότητος περιαίρεσις. Οὐ γὰρ ποιεῖ τελειότητα φύσις διὰ τέχνης κολοβουμένη, καὶ διὰ περινοίας ἀποτιθεμένη τὸ προσὸν αὐτῇ θεόθεν κατὰ λόγον δημιουργίας· ἵνα μὴ τὴν τέχνην Θεοῦ πρὸς βεβαίωσιν δικαιοσύνης ἰσχυροτέραν εἰσαγάγωμεν, καὶ τὴν περινενοημένην τῆς φύσεως ἔλλειψιν ἀναπληρωτικὴν ποιώμεθα, τῆς ἐν δικαιοσύνῃ κατὰ τὴν δημιουργίαν ἐλλείψεως· ἀλλ᾿ ἐκ τῆς τυπικῆς τοῦ περιτεμνομένου μυρίου θέσεως, διδασκόμεθα ποιεῖσθαι γνωστικῶς τὴν περιτομὴν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς διαθέσεως· καθ᾿ ἣν μᾶλλον τῇ φύσει συντρέχειν ἡ γνώμη ῥυθμίζεται, τὸν ἐμπαθῆ τῆς ἐπικτήτου γενέσεως νόμον διορθουμένη. Περιτομὴ γάρ ἐστι μυστική, τῆς ἐμπαθοῦς κατὰ νοῦν περὶ τὴν ἐπείσακτον γένεσιν σχέσεως παντελὴς περιαίρεσις. Τὸ δὲ Σάββατον τελεία παθῶν ἐστιν ἀπραξία, καὶ τῆς περὶ τὰ πεποιημένα καθολικὴ τοῦ νοῦ παῦλα κινήσεως, καὶ πρὸς τὸ Θεῖον τελεία διάβασις· ἐν ᾧ τὸν δι᾿ ἀρετῆς καὶ γνώσεως κατὰ τὸ θεμιτὸν ἀφικόμενον, οὐ δεῖ καθάπερ ξύλα τὴν οἱανοῦν παντελῶς ὕλην ἐξαπτικὴ ἐνθυμεῖσθαι παθῶν· οὔτε μὴ φύσεως τὸ παράπαν ἀναλέγεσθαι λόγους, ἵνα μὴ πάθεσιν ἡδόμενον, ἢ φύσεως ὅροις μετρούμενον, κατὰ τοὺς Ἕλληνας τὸν Θεὸν δογματίζωμεν· ὅνπερ ἡ τελεία μόνη κέκραγε σιγή, καὶ ἡ παντελὴς καθ᾿ ὑπεροχὴν ἀγνωσία παρίστησι. Τὰς δὲ νεομηνίας εἶναὶ φαμεν, τοὺς ἐν τῷ δρόμῳ τῶν κατ᾿ ἀρετὴν καὶ γνῶσιν ἡμερῶν διαφόρους φωτισμούς, οἷς προτροπάδην ἅπαντας ἐνθέοντες τοὺς αἰῶνας, τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου πληροῦμεν, τῷ τῆς χρηστότητος στεφάνῳ κοσμούμενον. Στέφανος δὲ χρηστότητὸς ἐστι πίστις καθαρὰ λίθων τιμίων δίκην, ταῖς τῶν δογμάτων ὑψηγορίαις καὶ λόγοις διηνθισμένη πνευματικοῖς καὶ νοήμασι, τὸν θεοφιλῆ καθάπερ κεφαλὴν διασφίγγουσα νοῦν. Ἢ μᾶλλον στέφανος πάλιν χρηστότητός ἐστιν αὐτὸς ὁ τοῦ Θεοῦ λόγος, ὁ τῇ ποικιλίᾳ τῶν κατὰ πρόνοιαν καὶ κρίσιν τρόπων, ἤγουν ἐγκρατείᾳ τῶν ἑκουσίων καὶ ὑπομονῇ τῶν ἀκουσίων παθῶν, ὡς κεφαλὴν τὸν νοῦν περιγράφων, καὶ τῇ μετοχῇ τῆς κατὰ τὴν θέωσιν χάριτος, αὐτὸς ἑαυτοῦ τὸν νοῦν ποιῶν ὡραιότερον.
(757) Τῶν ἑορτῶν δέ, τὴν μὲν πρώτην, πρακτικῆς εἶναι φιλοσοφίας σύμβολον, πρὸς ἀρετὴν ὡς ἀπ᾿ Αἰγύπτου τῆς ἁμαρτίας τοὺς ὑπ᾿ αὐτῆς κρατουμένους διαβιβάζουσαν· τὴν δὲ δευτέραν, τῆς ἐν πνεύματι φυσικῆς τύπον ὑπάρχειν θεωρίας, τὴν περὶ τῶν ὄντων εὐσεβῆ δόξαν, ὡς ἀπαρχὴν θέρους τῷ Θεῷ προσκομίζουσαν· τὴν δὲ τρίτην, θεολογίας εἶναι μυστήριον, τὴν πάντων τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων γνωστικὴν ἕξιν, καὶ τὴν κατ᾿ οἰκονομίαν τοῦ σαρκωθέντος Λόγου παντελῆ διὰ τῆς χάριτος ἀναμαρτησίαν, καὶ τὴν ἐπ᾿ αὐταῖς ἐν τῷ ἀγαθῷ τελείαν καὶ ἀθάνατον ἀτρεψίαν περιέχουσαν, ὡς σαλπίγγων καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας ποιητικήν.
Ταύτην ἔχω τέως κατὰ μίαν ἐπιβολὴν ἐκ τῆς τῶν ἡμερῶν τιμῆς τὴν ὑπόνοιαν. Οὐ γὰρ δὴ τιμᾶσθαι θέλων ὁ Θεὸς ἡμέρας ὑπὸ τῶν ἀνθρώπων, προσέταξε τιμηθῆναι τό τε Σάββατον, καὶ τὰς νεομηνίας, καὶ τὰς ἑορτάς. Οὕτω γὰρ ἂν λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα κατὰ νόμον ἐντολῆς ἐξεδίδαξεν, οἰομένους σεπτὰς εἶναι φύσει τὰς ἡμέρας, καὶ διὰ τοῦτο προσκυνητάς· ἀλλ᾿ ἑαυτὸν τιμᾶσθαι συμβολικῶς διὰ τῶν ἡμερῶν παρεδήλωσεν. Αὐτὸς γάρ ἐστι Σάββατον μέν, ὡς τῶν ἐν σαρκὶ τῆς ψυχῆς μόχθων ἀνάπαυσις, καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις· Πάσχα δέ, ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ κεκρατημένων τῆς ἁμαρτίας. Πεντηκοστὴ δέ, ὡς ἀρχὴ καὶ τέλος τῶν ὄντων, καὶ λόγος, ᾧ τὰ πάντα φύσει συνέστηκεν. Εἰ γὰρ μετὰ τὴν εἰς ἑαυτὴν ἑβδοματικὴν τῆς ἑβδομάδος περίοδὸν ἐστιν ἡ Πεντηκοστή, πενταδικὴ δὲ σαφῶς ὑπάρχει δεκὰς ἡ Πεντηκοστή· προδήλως ἄρα τῶν ὄντων ἡ φύσις κατὰ τὸν ἑαυτῆς λόγον ὑπάρχουσα πενταδικὴ διὰ τὰς αἰσθήσεις, μετὰ τὴν φυσικὴν τοῦ χρόνου καὶ τῶν αἰώνων διάβασιν, ἐν τῷ Θεῷ ἔσται, τῷ κατὰ φύσιν ἑνί, μὴ δεχομένη πέρας· ἐν ᾧ παντελῶς οὐκ ἔστι διάστασις. Φασὶ γὰρ τινες εἶναι μονάδα [Fr. δεκάδα] τὸν λόγον, ὡς πρόνοιαν κατὰ πρόοδον τῇ δεκάδι τῶν ἐντολῶν πλατυνόμενον. Ὁπηνίκα δὲ συναφθῇ τῷ λόγῳ κατὰ χάριν ἡ φύσις, οὐκ ἔσται τὰ ὧν οὐκ ἄνευ, τῆς τῶν φύσει κινουμένων ἀλλοιωτικῆς ἀπογενομένης κινήσεως. Δεῖ γὰρ τὴν πεπερασμένην στάσιν, ἐν ᾗ γίνεσθαι πέφυκεν ἐξ ἀνάγκης κατ᾿ ἀλλοίωσιν τῶν κινουμένων ἡ κίνησις, δέξασθαι τέλος τῇ παρουσίᾳ τῆς ἀπεράντου στάσεως, ἐν ᾗ παύεσθαι πέφυκε τῶν κινουμένων ἡ κίνησις. Ἐν ᾧ γὰρ πέρας κατὰ φύσιν οὐκ ἔστι, καὶ ἀλλοιωτικὴ πάντως ἡ τῶν ἐν αὐτῷ καθέστηκεν κίνησις· ἐν ᾧ δὲ πέρας κατὰ φύσιν οὐκ ἔστιν, οὐδεμία παντελῶς ἀλλοιωτικὴ τῶν ἐν αὐτῷ γνωσθήσεται κίνησις. Οὐκοῦν ὁ μὲν κόσμος τόπος ἐστὶ πεπερασμένος, καὶ στάσις περιγεγραμμένη· ὁ δὲ χρόνος, περιγραφομένη καθέστηκε κίνησις· ὅθεν καὶ ἀλλοιωτικὴ τῶν ἐν αὐτῷ καθέστηκεν ἡ κατὰ τὴν ζωὴν κίνησις. Ὁπινήκα δὲ τὸν τόπον διελθοῦσα, καὶ τὸν χρόνον κατ᾿ ἐνέργειάν τε καὶ ἔννοιαν, ἡ φύσις (ἤγουν τὰ ὧν οὐκ ἄνευ, τουτέστι τὴν (760) πεπερασμένην στάσιν καὶ κίνησιν), ἀμέσως συναφθῆ τῇ Προνοίᾳ, λόγον εὑρίσκει τὴν Πρόνοιαν κατὰ φύσιν ἁπλοῦν καὶ στάσιμον, καὶ μηδεμίαν ἔχοντα πάντη περιγραφήν, καὶ διὰ τοῦτο παντελῶς οὔτε κίνησιν. Διόπερ ἐν μὲν τῷ κόσμῳ ὑπάρχουσα χρονικῶς ἡ φύσις, ἀλλοιωτικὴν ἔχει τὴν κίνησιν, διὰ τὴν τοῦ κόσμου πεπερασμένην στάσιν, καὶ τὴν καθ᾿ ἑτεροίωσιν τοῦ χρόνου φθοράν· ἐν δὲ τῷ Θεῷ γινομένη, διὰ τὴν φυσικὴν τοῦ ἐν ᾧ γέγονε μονάδα, στάσιν ἀεικίνητον ἕξει, καὶ στάσιμον ταυτοκινησίαν, περὶ τὸ ταυτὸν καὶ ἓν καὶ μόνον ἀϊδίως γινομένην· ἣν οἶδεν ὁ λόγος ἄμεσον εἶναι περὶ τὸ πρῶτον αἴτιον τῶν ἐξ αὐτοῦ πεποιημένων μόνιμον ἵδρυσιν.
Πεντηκοστῆς οὖν ἐστι τὸ μυστήριον, ἡ πρὸς τὴν Πρόνοιαν ἄμεσος τῶν προνοουμένων ἕνωσις, ἤγουν ἡ πρὸς τὸν λόγον κατὰ τὴν τῆς Προνοίας ἐπίπνοιαν φύσεως ἕνωσις, καθ᾿ ἣν οὐδεμία τὸ παράπαν ἐστὶν χρόνου καὶ γενέσεως ἔμφασις. Σάλπιγξ δὲ πάλιν ἡμῶν ἐστι ὁ λόγος, ὡς τὰς θείας καὶ ἀῤῥήτους ἡμῖν ἐνηχούμενος γνώσεις· ἱλασμὸς δέ, ὡς ἐν ἑαυτῶ τὰ ἡμέτερα, καθ᾿ ἡμᾶς γενόμενος, διαλύων ἐγκλήματα, καὶ τῇ δωρεᾷ τῆς χάριτος ἐν πνεύματι, τὴν ἁμαρτήσασαν φύσιν θεοποιῶν· σκηνοπηγία δέ, ὡς τῆς ἡμῶν κατὰ τὴν θεομίμητον ἕξιν περὶ τὸ καλὸν ἀτρεψίας πῆξις, καὶ τῆς πρὸς ἀθανασίαν μεταποιήσεως συνεκτικὸς ὑπάρχων δεσμός.
Σφαγαῖς δὲ ζώων ἀλόγων, καὶ ῥαντισμοῖς αἱμάτων ἡδόμενον τὸν Θεόν, καὶ οἷον τῆς θεραπείας μισθόν, τὴν τῶν ἁμαρτημάτων παρεχόμενον τοῖς προσφέρουσιν ἄφεσιν, τῇ Γραφῆ φυσικῶς ἐπιβάλλοντες, οὐ πιστεύομεν, ἵνα μὴ Θεὸν ἐμπαθῆ λάθωμεν σέβοντες, ὡς ἐμπαθῶς ἐκείνων διὰ πολλῆς ἐφιέμενον τῆς σπουδής, περὶ ἃ καὶ ἀνθρώπους περιπαθῶς ἔχοντας ἂν θεωρήσωμεν, ὡς ἀκολάστους καὶ ἀκρατεῖς διαβάλλομεν. Θυσίας γὰρ πνευματικὰς εἶναι γινώσκομεν, οὐ μόνον τὴν τῶν παθῶν νέκρωσιν, σφαττομένων τῇ μαχαίρᾳ τοῦ πνεύματος, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ, καὶ πάσης τῆς ἐν σαρκὶ ζωῆς ὡς αἵματος τὴν κατὰ πρόθεσιν κίνησιν [κένωσιν]· ἀλλὰ καὶ τῶν κατὰ φιλοσοφίαν ἠθῶν, καὶ πασῶν τῶν κατὰ φύσιν δυνάμεων, προσαγωγήν, ἀφιερουμένων Θεῷ, καὶ τῷ πυρὶ τῆς ἐν πνεύματι χάριτος πρὸς τὴν θείαν λῆξιν ὁλοκαυτουμένων. Οὕτως ἕκαστον τῶν ἐμφερομένων τῇ Γραφῇ συμβόλων φυσικῶς ἑποτεύοντες, ὡς ἐν ὄρει τῶ ὕψει τῆς μυστικῆς θεωρίας, καθάπερ ἄνδρας ἑπτὰ τῶν υἱῶν Σαούλ, τὴν χρονικὴν ἀποκτένομεν καὶ πρόσκαιρον τοῦ νόμου παράδοσιν· καὶ ἀφανίζομεν τὸν Σαούλ, τουτέστι τὸν ἐν μόνῳ τῷ ῥητῷ τῆς Γραφῆς χοϊκὸν νοῦν, τοῦ μὴ ἑστάναι αύτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ· τουτέστι, τρόπῳ θεωρίας πνευματικῆς. Οὗτος γὰρ ζῶν ἐπ᾿ ἀληθείας, συντελεῖ, καὶ διώκει, καὶ ἀπόλλυσι, σαρκὶ μόνῃ τὸν νόμον περιγράφων, (761) τοὺς κατὰ φύσιν λόγους καὶ λογισμούς· τιμῶν ὡς θεῖα τὰ πάθη τῆς ἀτιμίας, ἅπερ οἱ κατὰ φύσιν λογισμοί, λαμβάνοντες ἄδειαν ὑπὸ τοῦ νόμου τοῦ πνεύματος, ἀποκτένουσιν ἐπιτοαυτὸ καὶ θανατοῦσιν ἐν ἀρχῆ θερισμοῦ κριθῶν. Ἀρχὴ δὲ θερισμοῦ κριθῶν ἐστιν, ἡ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν μετά τινος συμμέτρου λόγου τῶν ἀρετῶν συλλογή· καθ᾿ ἣν τὸ γεῶδες τῶν Γραφῶν ἀποκτένεσθαι πέφυκε, καὶ πᾶν χοϊκὸν παντελῶς ἀφανίζεσθαι κίνημα. Ἅμα γὰρ τις τὴν τῶν ἀρετῶν λογικῶς μετέλθοι φιλοσοφίαν, ἅμα καὶ τὴν τῶν Γραφῶν πρὸς τὸ πνεῦμα φυσικῶς μετήνεγκεν ἐκδοχήν, ἐν καινότητι πνεύματος πρακτικῶς διὰ τῶν ὑψηλῶν θεωρημάτων τῷ Θεῷ λατρεύων, καὶ οὐ παλαιότητι γράμματος, διὰ τῆς κατ᾿ αἴσθησιν πρὸς σῶμα ταπεινοτέρας τοῦ νόμου παραδοχῆς, τροφεὺς παθῶν κατὰ τοὺς Ἰουδαίους γινόμενος, καὶ ἁμαρτίας θεραπευτής. Πράξει γὰρ χρή, διὰ τῶν κατὰ φύσιν λογισμῶν, τὴν ἐμπαθῆ καὶ σωματικὴν τοῦ νόμου διάνοιαν διαχειρίζεσθαι, καθὼς ὁ τῆς Γραφῆς ὑφηγεῖται λόγος, φάσκων· Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφᾶς θυγατρὸς Ἀΐα παλλακῆς τοῦ Σαούλ, τὸν Ἐρμονθὶ καὶ τὸν Μεμφιβοσθέ· καὶ τοὺς πέντε υἱοὺς τῆς Μερὼβ τῆς θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῶ Ἐσδριήλ· καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν. Χείρ ἐστι τῶν Γαβαωνιτῶν, ἡ κατ᾿ ἀρετὴν πρᾶξις τῶν φυσικῶν λογισμῶν, δι᾿ ἧς οἱ υἱοὶ Ῥεσφᾶς Ἐρμονθὶ καὶ Μεμφιβοσθέ, τουτέστιν, ἡ ἐκ τῆς ἐν μόνῃ τῇ προφορᾷ τοῦ λόγου σωματικῆς τοῦ νόμου διδαχῆς γεννωμένη τῶν παθῶν ἐνέργεια, καὶ ἡ τῶν λογισμῶν ἀκόλαστος κίνησις, ἀποκτένονται. Πρὸς δὲ καὶ οἱ πέντε υἱοὶ τῆς Μερώβ, τουτέστιν, οἱ ἐκ τῆς τρυφῆς γεννώμενοι κατὰ τὴν παρὰ φύσιν τῆς ἐνεργείας χρῆσιν ἀκόλαστοι πέντε τρόποι τῶν πέντε αἰσθήσεων· οὓς ἀποκτένειν ἐπιτοαυτὸ πέφυκεν ὡς ἐν ὄρει τῷ ὕψει τῆς πνευματικῆς θεωρίας, ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ὅπερ ἐστὶν ἐν προοιμίοις τῆς κατ᾿ ἀρετὴν πράξεως, ἢ τῆς κατὰ φύσιν εὐσεβοῦς θεωρίας, πᾶς νοῦς κατὰ Θεὸν ὑψηλὸς καὶ μετέωρος· κατὰ τὸ αὐτό, τήν τε τῶν παθῶν κατασφάττων ἐνέργειαν, καὶ τὴν τῶν λογισμῶν ἄσχημον κίνησιν. Πρὸς δὲ καὶ τοὺς κατὰ παράχρησιν τῆς τῶν αἰσθήσεων ἐνεργείας ἀκολάστους τρόπους.
Καὶ ἔπεσον, φησίν, ἐπὶ τὸ αὐτὸ οἱ ἑπτά, καὶ ἐθανατώθησαν ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Καὶ ἔλαβε Ῥεσφὰ θυγάτηρ Ἀΐα τὸν σάκκον, καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξεν ἐπ᾿ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ. Ῥεσφά, καθὼς ἔφην, ἐστὶν ἑρμηνευομένη, δρόμος στόματος, ὅπερ ἐστὶν ἡ κατὰ μόνην τοῦ λόγου προφορὰν σωματικὴ τοῦ νόμου διδαχή, ἡ μετὰ τὸν θάνατον τῶν ἐξ αὐτῆς γεννωμένων παθῶν, καὶ τὴν φανέρωσιν τὴν ἐν ὄρει τῷ ὕψει γενομένην τῆς φυσικῆς θεωρίας ἐν τῇ τοῦ καθ᾿ ἕκαστον καρδίᾳ τῶν αὐτῇ προκατειλημμένων, καθάπερ σάκκον τὴν μετάνοιαν στρώννυσιν ἐπὶ τὴν πέτραν (λέγω δὲ τὸν λόγον τῆς κατὰ Κύριον πίστεως), τὸν ἐν πνεύματι διὰ τῆς (764) μετανοίας, κατὰ Χριστὸν ἐπιμελουμένη θεσμῶν ἔχουσα κατ᾿ ὀφθαλμοὺς ἡμέρας καὶ νυκτὸς διὰ τῆς μνήμης, ὡς τέκνα, τὴν ἐν σαρκὶ τοῦ νόμου προτέραν ἀναγωγήν, ἕως στάξουσιν ὕδατα Θεοῦ ἐξ οὐρανοῦ· τουτέστιν, ἕως καταπεμφθῶσιν αἱ θεῖαι τῶν Γραφῶν γνώσεις ἐκ τοῦ ὕψους τῆς πνευματικῆς θεωρίας, αἱ σβεστικαὶ μὲν τῶν παθῶν, ἀνανεωτικαὶ δὲ τῶν ἀρετῶν. Πέφυκε γὰρ ἡ τοῦ νόμου μάθησις, πρὸς Χριστὸν τὴν ἀληθῆ καὶ στεῤῥὰν πέτραν διὰ τῆς μετανοίας προσχωροῦσα, τὸν θεῖον τῆς πνευματικῆς τῶν Γραφῶν γνώσεως ὑετὸν ὑποδέχεσθαι, κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως Δαβίδ· τουτέστι, τοῦ ἰσχυροῦ τὴν ὅρασιν νοῦ. Φησὶ γάρ· Καὶ ἐποίησε [ἄλλ. ἐποίησαν] πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα. Οὐκοῦν ἡ τῶν θείων Γραφῶν μάθησις, κατὰ τὴν ἐντολὴν Δαβὶδ τοῦ βασιλέως (τουτέστι τοῦ πνευματικοῦ νόμου, ἢ τοῦ ἰσχυροῦ τὴν ὅρασιν νοῦ), διὰ μέσης τῆς μετανοίας, ἧς ὁ σάκκος ὑπάρχει σύμβολον, κατὰ τὴν πρᾶξιν τῶν ἀρετῶν, ἐπὶ τὴν πέτραν, ἤγουν Χριστόν, μεταφερομένη, τὸν θεῖον ἐκκαλεῖσθαι τῆς γνώσεως πέφυκεν ὑετόν· ἐπακοῦσαί τε τὸν Θεὸν τῇ γῇ τῆς καρδίας, εἴωθε δυσωπεῖν, καὶ δοῦναι θείους χαρισμάτων ὄμβρους, καὶ τῶν ἐν δικαιοσύνῃ καρπῶν χορηγῆσαι τὴν ἀφθονίαν, καὶ λῦσαι τὴν καθάπερ λιμὸν τὴν προλαβοῦσαν τῶν θείων ἀγνωσίαν, καὶ ποιῆσαι χώραν πλήρη τῶν πνευματικῶν ἀγαθῶν· τὴν ψυχὴν σίτῳ βρίθουσαν, καὶ οἴνῳ, καὶ ἐλαίῳ· τῷ μέν, ὡς λόγῳ πρακτικῆς γνώσεως στηριζομένην· τῷ δέ, ὡς θείῳ πόθῳ, καὶ ἀνανεωτικῷ τῆς κατ᾿ ἔφεσιν πρὸς Θεὸν ἑνωτικῆς ζέσεως, εὐφραινομένην· τῷ δέ, ὡς λείῳ καὶ ὁμαλῷ, καὶ διαυγεῖ καὶ φωτιστικῷ, καὶ παντὸς γεώδους ἐλευθέρῳ κινήματος, τῆς ἀπαθείας τρόπῳ τε καὶ λόγῳ, τὸ πρόσωπον ἱλαρυνομένην τῶν ἀρετῶν.
Ἀλλὰ καὶ ἡμεῖς, κατὰ τὸν μέγαν Δαβίδ, ἀφανίσωμεν τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραήλ· τουτέστι, τὸν γεώδη καὶ σωματικὸν τοῦ νόμου θεσμόν· ἤτουν τὸν Ἰουδαϊκὸν τῆς λατρείας τρόπον, καὶ τὸν ἐν μόνῳ τῷ ῥητῷ πρόχειρον τῆς ὅλης γραφῆς καὶ σωματικώτερον νοῦν, ἐκ παντὸς τρόπου θεωρητικῆς μυσταγωγίας· καὶ μετέλθωμεν πρὸς τὴν πνευματικὴν τῶν νοουμένων ἐκθέωσιν· καὶ περιποιησώμεθα τοὺς Γαβαωνίτας, τουτέστι, τοὺς κατὰ φύσιν τῶν ὄντων λόγους· οὓς ἀπαθεῖς διετήρησεν ὁ ἀληθινὸς κληροδότης τῶν θείων ἐπαγγελιῶν Ἰησοῦς· δι᾿ οὓς ἀναιρουμένους ὑπὸ Σαούλ, τὸν θεῖον ἀνέσχε τῆς μυστικῆς γνώσεως ὑετὸν ὁ Θεός· καὶ ἀποκτείνωμεν δι᾿ αὐτῶν τῶν Γαβαωνιτῶν, τῆς φυσικῆς δηλαδὴ θεωρίας, ὥσπερ ἄνδρας ἑπτὰ τῶν υἱῶν Σαούλ, τὴν ἐμπαθῆ τοῦ νόμου, πρόσυλόν τε καὶ χρονικὴν ἐκδοχήν, ἣν τίκτειν πέφυκεν ἡ Ῥεσφά, στόματος ὑπάρχουσα δρόμος (ὅπερ ἐστὶν ἡ σωματικὴ τοῦ νόμου μάθησις)· καὶ ἡ Μερώβ, πλησμονὴ φάρυγγος ἑρμηνευομένη, τουτέστιν, ἡ τρυφὴ τῆς γαστρός. Ἡ μὲν τὸν Μεμφιβοσθὲ τίκτουσα καὶ τὸν Ἐρμονθὶ (τὸν μὲν αἰσχύνη στόματος ἑρμηνευόμενον· τὸν δέ, ἀνάθεμα αὐτῶν), ἤγουν τὴν ἕξιν τῶν παθῶν καὶ τὴν ἐνέργειαν· ἡ δέ, τοὺς πέντε υἱοὺς τῷ Ἐσδριήλ, τῷ θεωρητικῷ (765) δηλαδὴ τῆς ψυχῆς μέρει, τοὺς κατὰ παράχρησιν ἐμπαθεῖς πέντε τρόπους τῶν ἐν ἡμῖν αἰσθήσεων· οὓς διὰ τῆς φυσικῆς ἀναιροῦντες θεωρίας, ὠργισμένον τὸν Θεὸν ἱλεούμεθα, πρὸς τὸ πνεῦμα μετενεχθέντες ἀπὸ τοῦ γράμματος· καὶ τοὺς θείους ἐκκαλούμεθα τῆς γνώσεως ὄμβρους· καὶ τῶν ἐξ αὐτῆς δαψιλῶς τῆς δικαιοσύνης καρπῶν ἀπολαύομεν. Τὸ γὰρ γράμμα τοῦ νόμου, καθάπερ τινὰ Σαούλ, ἢ τὴν ἐκ τοῦ γράμματος γεννωμένην πρόσυλον ἐκδοχὴν τοῖς χοϊκοῖς τὴν διάνοιαν, ὡς τέκνα Σαοὺλ καὶ ἔκγονα, διὰ μέσης τῆς φυσικῆς θεωρίας πρὸς τὸ ὕψος τῆς πνευματικῆς μυσταγωγίας ἀναγαγόντες, πᾶν σωματικὸν τοῦ νόμου καὶ πρόσκαιρον νόημα, καὶ κυριώτερον εἰπεῖν, χοϊκὸν ἀποκτείνομεν, εἴπερ καὶ ἡμεῖς μετὰ τοῦ Θεοῦ τὸν Σαοὺλ μεμισήκαμεν, καὶ ἐξουδενώκαμεν αὐτόν, τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ· ἤγουν τὸν κατὰ σάρκα προφανῆ τῆς Γραφῆς τρόπον, τουτέστι τὸν Ἰουδαϊσμόν, ἀπωσάμεθα, τοῦ μὴ βασιλεύειν πρὸς σαρκὸς δουλείαν τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως.
Δεῖ γὰρ τὸν Σαοὺλ (ἤγουν τὸν σωματικὸν τοῦ νόμου θεσμὸν) μισηθῆναι καὶ ἀπωσθῆναι τῆς βασιλείας, ὡς τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ, καὶ τὰ πίονα τῶν ποιμνίων καὶ βουκολίων, καὶ τὴν ἄμπελον καὶ τὴν ἐλαίαν (τὰ τοῦ θυμοῦ λέγω καὶ τῆς ἐπιθυμίας ὑπεκκαύματα, καὶ τὰ περιποιητικὰ τῆς τρυφῆς αἴτια) περιποιούμενον, καὶ αὐτὸν ζῶντα τὸν Ἀγὰγ πρὸς τὴν γῆν μεταφέροντα τῆς ἐπαγγελίας (τουτέστι τὸν μόσχον, ἤγουν τὸ χοϊκὸν φρόνημα τῆς σαρκὸς), εἰς τὸν τῆς θείας ἐπιγνώσεως τόπον· λέγω δὴ τὴν καρδίαν· μόσχος γὰρ ὁ Ἀγὰγ ἑρμηνεύεται· μόσχος ἐκεῖνος τυχόν, ὃν ὁ μωρὸς καὶ ἀσύνετος Ἰσραὴλ κατὰ τὴν ἔρημον χωνεύσας ἐθεοποίησε, καὶ τῆς θείας θεραπείας τὴν ἡδονὴν τῆς γαστρὸς προετίμησεν· ὅντινα μόσχον Μωϋσῆς ἀφανίζει, καὶ Σαμουήλ· ὁ μὲν λεαίνων καὶ διασπείρων ὑπὸ τὸ ὕδωρ, ὁ δὲ μαχαίρᾳ πνευματικῇ κατασφάττων· τουτέστιν, ἡ ζῶσα καὶ ἐνεργὴς τοῦ ἁγίου Πνεύματος χάρις (τοῦτο γὰρ Μωϋσῆς), καὶ ἡ διὰ τῶν ἐντολῶν ὑπακοὴ τοῦ Θεοῦ· τοῦτο γὰρ Σαμουήλ. Μωϋσῆς γὰρ ὕδωρ ἑρμηνεύεται σπαίρων· καὶ Σαμουὴλ ὑπακοὴ Θεοῦ, ὅπερ ἐστὶ πίστις ἀληθής, καὶ βίος ἔνθεος.
(768) Οὐκοῦν τὸ κράτος τῆς ἁμαρτίας, ἤγουν τὸ φρόνημα τῆς σαρκός, ἡ χάρις ἀφανίζειν πέφυκε τοῦ ἁγίου βαπτίσματος, καὶ ἡ κατ᾿ ἐνέργειαν ὑπακοὴ τῶν θείων ἐντολῶν, ἀποκτένειν τῇ μαχαίρᾳ τοῦ πνεύματος (ἤγουν τῷ ῥήματι τῆς θείας ἐν πνεύματι γνώσεως)· βοῶσα μυστικῶς πρὸς τὸ πάθος τῆς ἁμαρτίας, ὡς ὁ μέγας πρὸς τὸν Ἀγὰγ Σαμουήλ· Καθὼς ἠτέκνωσε γυναῖκας ἡ μάχαιρά σου, ἀτεκνωθήσεται σήμερον ἐκ γυναικῶν ἡ μήτηρ σου. Πολλὰς γὰρ τὸ πάθος τῆς γαστριμαργίας, ὡς ἐν μαχαίρᾳ, τῷ λείῳ τῆς ἡδονῆς λογισμῷ ἠτέκνωσεν ἀρετάς. Τῆς μὲν γὰρ σωφροσύνης διὰ τῆς ἀκρασίας ἀποκτένει τὰ σπέρματα· τῆς δικαιοσύνης δὲ διὰ τῆς πλεονεξίας διαφθείρει τὴν ἰσονομίαν· τῆς φιλανθρωπίας δὲ διὰ τῆς φιλαυτίας τὴν ἐκ φύσεως διατέμνει συνέχειαν· καὶ συντόμως εἰπεῖν, πάντων τῶν κατ᾿ ἀρετὴν γεννημάτων ἀναιρετικόν ἐστι τῆς γαστριμαργίας τὸ πάθος. Τοῦτο δὲ μόνη, καθὼς ἔφην, ἀναιρεῖ τὸ πάθος, ἥ τε τοῦ βαπτίσματος χάρις, καὶ ἡ καθ᾿ ὑπακοὴν Θεοῦ τῶν ἐντολῶν ἀγωγή. Τὸν οὖν τούτου τοῦ πάθους περιποιητικὸν ἐν γράμματι νόμον μεταμελεῖται χρίσας εἰς βασιλέα τοῦ Ἰσραὴλ ὁ Θεός, καὶ μεταφέρει τὸ κράτος τῆς βασιλείας, καὶ δίδωσι τῷ Δαβὶδ (τῷ εὐαγγελίῳ δηλαδὴ καὶ πνευματικῷ νόμῳ), τουτέστι, τῷ υἱῷ Ἰεσσαί. Ἑρμηνεύεται δὲ Ἰεσσαί, Θεοῦ ποίησις. Οὐκοῦν τὸ ἅγιον Εὐαγγέλιον, γέννημα τυγχάνει τῆς ποιήσεως, ἤγουν τῆς τοῦ Θεοῦ διὰ σαρκὸς αὐτουργίας, τῆς ἐχούσης εἰς τοὺς ἀπείρους αἰῶνας τὴν βασιλείαν· καθ᾿ ἣν ἔχομεν ἀγαλλίασιν ἀκατάλυτον, καὶ τὴν εὐφροσύνην ὡς ἡμέραν οὖσαν ἀνέσπερον καὶ ἀτελεύτητον. Φησὶ γάρ· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Θεός· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· ἡμέρα λέγων, τὴν εὐαγγελικὴν χάριν, ἢ τὸ μυστήριον αὐτοῦ τοῦ ταύτην ποιησαμένου τὴν χάριν, ἐν ᾧ βούλεται πάντας ἡμᾶς, κατὰ τὸν θεῖον Ἀπόστολον, ὡς ἐν ἡμέρᾳ γνώσεως καὶ ἀληθείας εὐσχημόνως περιπατεῖν. Ἡμέρα γὰρ ἀϊδίου φωτός ἐστιν ὁ Χριστός, ἐν ᾧ δεῖ πάντας τοὺς αὐτῷ πεπιστευκότας, διὰ τῆς τῶν ἀρετῶν εὐσχημοσύνης καλῶς πολιτεύεσθαι. (769) Οὗτος γάρ ἐστιν ὁ πεποιημένος ἄνευ σπορᾶς ὑπὸ Θεοῦ μόνος τὸ κατὰ σάρκα, καὶ τῶν κατὰ φύσιν θεσμῶν καινοτομήσας τοὺς νόμους, καὶ κατὰ πρόσωπον πάντων τῶν λαῶν ἡτοιμασμένος, καὶ φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ Ἰσραήλ. Φῶς γάρ ἐστιν ἀληθῶς ἐθνῶν ὁ Κύριος ἡμῶν, ἀποκαλύπτων αὐτοῖς, διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως, τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας ἐπιμεμυκότας ὀφθαλμοὺς τῆς διανοίας· καὶ θείας ἀγωγῆς πάλιν ἑαυτὸν ἑτοιμάσας τοῖς πιστοῖς λαοῖς ἀγαθὸν ἀρετῆς ἐξεμπλάριον· προσώπου τοῦ κατ᾿ ἀρετὴν ὑπογραμμὸς αὐτοῖς γενόμενος καὶ ὑποτύπωσις· πρὸς ὃν ἀφορῶντες, ὡς ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τὰς ἀρετὰς κατὰ μίμησιν, ὡς ἡμῖν ἐστι δυνατόν, κατορθοῦμεν διὰ τῆς πράξεως. Ἀλλὰ καὶ δόξα λαοῦ Ἰσραὴλ αὐτός ἐστιν ὁ θεὸς καὶ Λόγος, ὡς τῷ θείῳ τῆς γνώσεως φωτὶ διὰ τῆς μυστικῆς θεωρίας καταφαιδρύνων τὸν νοῦν. Ἢ τυχὸν λαοὺς φησιν ὁ λόγος, τοὺς κατὰ φύσιν λόγους· πρόσωπον δὲ τούτων, τὴν ἄπταιστον δόξαν, ἧς ἑτοιμασία, φῶς πρὸς ἐπίγνωσιν αὐτὸς καθέστηκεν ὁ λόγος, ὡς κτίστης τῆς φύσεως· ἔθνη δέ, τὰ παρὰ φύσιν πάθη, ἅπερ ἀποκαλύπτει λανθάνοντα, φῶς δωρούμενος γνώσεως, καὶ παντελῶς ἐξωθεῖται τῆς φύσεως. Δόξα δὲ γίνεται τοῦ Ἰσραὴλ ὁ Λόγος, ὡς τῶν παρὰ φύσιν παθῶν ἀποκαθαίρων τὸν νοῦν, καὶ τοῖς κατὰ φύσιν λόγοις κατακοσμῶν· πρὸς δέ, καὶ τῷ διαδήματι τῆς κατὰ τὴν θέωσιν ἀτρεψίας ἐπισφίγγων. Δόξα γὰρ ἀληθῶς ὑπάρχει τοῦ Ἰσραήλ, ἥ τε τῶν παρὰ φύσιν ἀπαλλαγὴ παθῶν, καὶ τῶν κατὰ φύσιν λόγων κατόρθωσις, καὶ τῶν ὑπὲρ φύσιν ἐπίκτησις ἀγαθῶν. Ὁ τοῦτον τὸν νοητὸν Δαβὶδ προσδεχόμενος, κἂν φθονῆται ὑπὸ τοῦ Σαούλ, ἀλλ᾿ οὐχ ἁλίσκεται· ἀλλὰ καὶ τοὐναντίον, διὰ πολλὴν φιλανθρωπίαν ὡς ἀπαθής, καὶ μισούμενος θεραπεύει τῇ κιθάρᾳ τοῦ πνεύματος, τὸν ἐχθρὸν πονηρῷ καταπνιγόμενον πνεύματι· καὶ ποιεῖ σώφρονα, λύων αὐτόν, καθάπερ δαίμονος πονηροῦ, τῆς κακῆς τοῦ χοϊκοῦ φρονήματος ἐπιληψίας. Πᾶς γὰρ διὰ φθόνον μισῶν, καὶ κακῶς διαθρυλλῶν ταῖς διαβολαῖς τὸν ἐν τοῖς ἀγῶσι τῶν ἀρετῶν, καὶ τῇ περιουσίᾳ τοῦ λόγου τῆς πνευματικῆς γνώσεως δυνατώτερον, Σαούλ ἐστι πονηρῶ καταπνιγόμενος πνεύματι, μὴ φέρων τὸ κλέος τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν εὐδαιμονίας τοῦ κρείττονος· καὶ διὰ τοῦτο πλέον μαινόμενος, ὅτι μὴ δύναται τὸν εὐεργέτην διαχειρίσασθαι. Πολλάκις δὲ καὶ αὐτὸν ἀποπέμπεται πικρῶς τὸν φίλτατον Ἰωνάθαν· τὸν ἔμφυτον λέγω κατὰ συνείδησιν λογισμόν, τὸν ἄδικον μῖσος ἐλέγχοντα, καὶ τοῦ μισουμένου φιλαλήθως ἀφηγούμενον τὰ κατορθώματα, κατὰ τὸν πάλαι καὶ μάταιον ὄντως Σαούλ· πρὸς ὃν φησι Σαμουήλ, ὡς παραβάτην τῶν θείων ἐντολῶν· Μεματαίωταὶ σοι, ὅτι παρέβης τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι ὁ Θεός. Σαούλ, ὡς προέφην, ἐστίν, ἢ ὁ γραπτὸς νόμος, ἢ ὁ κατὰ τὸν γραπτὸν νόμον πολιτευόμενος λαὸς τῶν Ἰουδαίων. Ἀμφοτέρων γὰρ οὕτω χοϊκῶς ἀλλήλοις συνπεπλεγμένων (772) ἀφίσταται τὸ πνεῦμα Κυρίου, ὅ ἐστιν ἡ πνευματικὴ θεωρία καὶ ἡ γνῶσις, καὶ ἐπέρχεται πνεῦμα πονηρὸν (τουτέστι, τὸ ὑλικὸν φρόνημα), ταῖς ἀλλεπαλλήλοις τῶν ὑπὸ γένεσιν καὶ φθορὰν ταραχαῖς καὶ δινήσεσιν, ὡς ἐπιλήπτους τῇ ἀστασίᾳ τῶν λογισμῶν καταπνίγον. Ὅ τε γὰρ νόμος χοϊκῶς πρὸς μόνον τὸ γράμμα νοούμενος, ἐπίληπτός ἐστι μυρίαις δονούμενος ἐναντιώσεσι, καὶ μηδεμίαν ἔχων πρὸς ἑαυτὸν συμφωνίαν· ὅ τε Ἰουδαΐζων νοῦς, τῇ ἀστάτῳ περιφορᾷ τῶν ὑλικῶν ἐπιμαινόμενος, ἀστάτως ἐξ ἀνάγκης καὶ αὐτὸς τὴν οἰκείαν συμμεταβαλλομένην ἔχει διάθεσιν. Ὁπηνίκα δὲ Δαβίδ, ὁ κατ᾿ ἀλήθειαν φύσει μουσικός, ὁ Κύριος ἡμῶν Ἰησοῦς, ἐπᾴσει τῷ πνεύματι τῆς μυστικῆς θεωρίας, τόν τε νόμον, καὶ τὸν Ἰουδαῖον· τὸν μὲν ἀντὶ χοϊκοῦ ποιεῖ πνευματικόν· τὸν δὲ μετάγει πρὸς πίστιν ἐξ ἀπιστίας. Ἔστιν οὖν κατὰ τὸν Σαούλ, ὃ τε νόμος, καὶ ὁ τῶν Ἰουδαίων λαός, καὶ ἐπίληπτος καὶ σώφρων. Ἐπίληπτος γὰρ ὁ νόμος ἐστίν, ὡς ἔφην, χοϊκῶς λαμβανόμενος· καὶ ἐπίληπτος ὁ Ἰουδαῖός ἐστι, χοϊκῶς τῷ Θεῷ λατρεύειν βουλόμενος· καὶ πάλιν σώφρων ὁ νόμος ἐστί, πνευματικῶς νοούμενος· καὶ ὁ Ἰουδαῖος ὡσαύτως σώφρων ἐστίν, ἐκ τῆς σωματικῆς λατρείας ἐπὶ τὴν πνευματικὴν τοῦ Θεοῦ θεραπείαν μεταφερόμενος.
Σημειωτέον δέ, ὅτι τοὺς ὑπὸ Ἰησοῦ διασωζομένους, ἀποκτένει Σαούλ. Οὓς γὰρ περιποιεῖται τὸ πνεῦμα τῆς Γραφῆς, ἀποκτένειν τὸ γράμμα πέφυκε. Διὸ τοῦτον, λέγω δὴ τὸν γραπτὸν νόμον, μεταμελεῖται χρίσας βασιλεύειν τοῦ Ἰσραὴλ ὁ Θεός, ὑπὸ Ἰουδαίων σαρκικῶς λαμβανόμενον, καὶ δίδωσι τῷ πνεύματι τὸ κράτος τῆς βασιλείας, τῷ πλησίον τοῦ γράμματος, καὶ ἀγαθῷ ὑπὲρ τὸ γράμμα. Καὶ δώσω, φησί, τὴν βασιλείαν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ. Καὶ γὰρ ὁ Δαβὶδ ἦν πλησίον τοῦ Σαούλ, οὕτω τῷ γράμματι τοῦ νόμου τὸ πνεῦμα σοφῶς παραπέπηγεν· ὅπερ μετὰ τὸν θάνατον τοῦ γράμματος, πέφυκε διαφαίνεσθαι.
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν νοητὸν Δαβίδ, ἐπηχῆσαι τῇ κιθάρᾳ τῆς πνευματικῆς θεωρίας καὶ γνώσεως ἐπιληπτευόμενον τοῖς ὑλικοῖς τὸν ἡμέτερον νοῦν, καὶ ἀπελάσαι τὸ πονηρὸν πνεῦμα τῆς πρὸς αἴσθησιν ὑλικῆς περιπετείας, ἵνα δυνηθῶμεν νοῆσαι τὸν νόμον πνευματικῶς, καὶ τὸν ἐν αὐτῷ κεκρυμμένον μυστικὸν λόγον εὑρεῖν, καὶ κτῆμα ποιήσασθαι διαρκὲς πρὸς ἐφόδιον ἀϊδίου ζωῆς· ὅπως μὴ τὸν δεδανεισμένον ἐν γράμματι συμβολικὸν ἔχωμεν νόμον, ἀποροῦντες τῆς κατὰ χάριν ἐν πνεύματι γνώσεως· καὶ μόνην στέργωμεν, ὡς μὴ βλέποντες, τὴν περὶ τῶν θείων ἐρώτησιν, ἐστερημένοι τῆς τῶν μυστικῶν λογίων κατ᾿ ἀλήθειαν παμφαοῦς αὐτοψίας. Ἄμφω γὰρ λέγεται Σαούλ, πρὸς τὴν Ἑλλάδα φωνὴν μεταφερόμενος. Ἑρμηνεύεται γὰρ πρὸς τοῖς εἰρημένοις, καὶ δεδανεισμένος, καὶ ἐρώτησις· (773) ἅπερ δὲ καὶ ὁ γραπτὸς ὑπάρχων καθέστηκε νόμος· τὸ μέν, ὡς μὴ οἰκειότατον κτῆμα τῆς φύσεως, καὶ τῇ κατ᾿ αὐτὴν ὑπάρξει παντελῶς συμπαρατεινόμενος· τὸ δέ, ὡς περὶ γνῶσιν ἀληθῆ κινῶν ἡμᾶς καὶ πρωτότυπον σοφίαν, τοὺς μὴ νομίζοντας τὴν ἐρώτησιν κατάληψιν εἶναι τῆς ζητουμένης τῶν θείων ἀρχετυπίας· ἀλλὰ μόνον διὰ τῶν ἐν νόμῳ σωματικῶν συμβόλων, ὡς δι᾿ ἐρωτήσεώς τινος πρὸς τὴν τῶν θείων ἀγαθῶν ἐπειγομένους κατάληψιν· ἵνα παυσώμεθα τῆς κατὰ τὴν ἐρώτησιν φροντίδος (ἐν ᾗ τυχόν ἐστι πολλάκις καὶ πλάνησις), ἐν τῇ τῶν ζητουμένων ἀληθείᾳ γενόμενοι, καὶ τῆς αὐτῶν μεταποιηθῶμεν μακαριότητος, φαινομένης ἐν ἡμῖν ἀναλλοιώτως κατὰ τὴν μέθεξιν, καὶ τὸ κατ᾿ αὐτὴν εἶδος τῆς ἡμῶν γνώρισμα ποιουμένης ὑπάρξεως· ἐν Χριστῷ Ἰησοῦ τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΣΧΟΛΙΑ.
[Επεξεργασία]α´. Νοῦς εἰς ἄκρον διὰ τῶν ἀρετῶν καθαιρόμενος, τοὺς τῶν ἀρετῶν πέφυκεν εἰκότως ἐκδιδάσκεσθαι λόγους· τὴν ἐξ αὐτῶν θειωδῶς χαρακτηρισθεῖσαν γνῶσιν, οἰκεῖον ποιούμενος πρόσωπον. Καθ᾿ ἑαυτὸν γὰρ ἀνείδεός τε καὶ ἀχαρακτήριστος πᾶς καθέστηκε νοῦς, μορφὴν ἔχων ἐπίκτητον, ἢ τὴν ἐκ τῶν ἀρετῶν ὑποστᾶσαν ἐν πνεύματι γνῶσιν, ἢ τὴν ἐκ τῶν παθῶν ἐπισυμβαίνουσαν ἄγνοιαν.
β´. Ὁ τὴν νοῦ μορφὴν τὴν ἐξ ἀρετῶν ἐν πνεύματι θείαν δεξάμενος γνῶσιν, τὰ θεῖα λέγεται παθεῖν, ὅτι μὴ φύσει κατὰ τὴν ὕπαρξιν, ἀλλὰ χάριτι κατὰ τὴν μέθεξιν ταύτην προσέλαβεν. Ὁ δὲ τὴν ἐκ χάριτος μὴ δεξάμενος γνῶσιν, κἂν λέγῃ τι γνωστικόν, οὐκ οἶδε κατὰ τὴν πεῖραν τοῦ λεγομένου τὴν δύναμιν. Ψιλὴ γὰρ μάθησις, τὴν καθ᾿ ἕξιν γνῶσιν οὐ δίδωσιν.
γ´. Καλῶς κατὰ τόνδε τῆς Γραφῆς εἶπε τὸν τόπον λαμβάνεσθαι τὸν Σαούλ· διὰ τὸ κατὰ πολλοὺς ἐν ἄλλοις τόποις λαμβάνεσθαι τρόπους, πρὸς τὴν ἐκ τῆς ἱστορίας ἀναδεικνυμένην θεωρίαν προσφυῶς ἁρμοζόμενον.
δ´. Ὣσπερ, φησίν, ὁ παλλακῇ συναπτόμενος, νόμιμον οὐ κέκτηται τὸν γάμον· οὕτως ὁ σωματικῶς τὴν νομικὴν ἐξασκούμενος μάθησιν, νόμιμον τὴν πρὸς αὐτὴν οὐκ ἔχει συμβίωσιν· νόθα γεννῶν ἐξ αὐτῆς δόγματα, καὶ τῇ τῆς σαρκὸς ζωῇ συμφθειρόμενα.
ε´. Ὁ πρὸς σῶμα, φησίν, τὴν Γραφικὴν ἐκδεχόμενος μάθησιν, τὴν κατ᾿ ἐνέργειαν ἐξ αὐτῆς ἁμαρτίαν διδάσκεται, καὶ τὴν κατὰ νοῦν τῆς ἁμαρτίας μελέτην· τρυφήν, καὶ συνουσίας ἀκρατεῖς, καὶ φόνους, (776) καὶ πᾶσαν τοῦ Θεοῦ βδελύττεσθαι τὴν κτίσιν ἐκ τοῦ γράμματος τοῦ νόμου μανθάνεται.
στ´. Θεωρία κατ᾿ ἄλλην ἐπιβολήν. Ἀνάθεμα λέγεται καὶ ὁ κόσμος οὗτος, ὁ καταδίκης χωρίον· ὃν γεννᾷν τῇ προσπαθείᾳ πέφυκεν, ὁ μὴ πρὸς τὸ πνεῦμα τοῦ νόμου κατὰ νοῦν διαβαίνων.
ζ´. Ὅτι πρὸς ὃ σχετικῶς, φησί, διακείμεθα, πρὸς ἐκεῖνο καὶ τὴν κατὰ νοῦν μελέτην κεκτήμεθα.
η´. Κατ᾿ ἄλλην θεωρίαν, ὅτι ἀνάθεμά ἐστι, καὶ ἡ τῶν παθῶν ἀνείδωλος κίνησις· αἰσχύνη δὲ στόματος, ἡ τὸ πάθος εἰδοποιοῦσα πρὸς αἴσθησιν τοῦ νοῦ κίνησις, καὶ ταῖς ἐπινοίαις ὕλην ἁρμόδιον τῷ πάθει πορίζουσα.
θ´. Κατὰ συναίρεσιν τὰς τρεῖς θεωρίας τοῦ κειμένου ἐξέδωκεν.
ι´. Ὁ πεισθεὶς θείαν εἶναι διαταγὴν τὸ σωματικῶς κατὰ νόμον τρυφᾷν, τὴν γαστριμαργίαν ὡς Θεοῦ δῶρον λαμβάνει μετὰ χαρᾶς πρὸς συμβίωσιν· ἐξ ἧς γεννᾷ τοὺς μολύνοντας τῇ παραχρήσει τὴν ἐνέργειαν τῶν αἰσθήσεων τρόπους.
ια´. Ἐπίτομος τῶν προθεωρηθέντων ἐπανάληψις, δι᾿ ἧς δείκνυσιν ὅτι ὁ σωματικῶς ἐκλαμβάνων τὸν νόμον, τὴν αὐτοῦ παλλακεύεται μάθησιν· καὶ γεννᾷ τήν τε τῶν παθῶν ἕξιν καὶ τὴν ἐνέργειαν· καὶ ὡς θείαν εἰσοικίζεται τὴν γαστριμαργίαν, πρὸς γένεσιν τῶν ῥυπαινόντων τῇ παραχρήσει τὰς αἰσθήσεις τρόπων· εἰς ἀναίρεσιν τῶν ἐν τοῖς οὖσι φυσικῶν λόγων τε καὶ σπερμάτων.
ιβ´. Ὁ τοῖς συμβόλοις τοῦ νόμου, φησίν, ἐναπομένων, οὐ δύναται κατὰ λόγον τὴν τῶν ὄντων φύσιν ὁρᾷν, καὶ τοὺς τεθέντας οὐσιωδῶς ὑπὸ δημιουργοῦ τοῖς οὖσι λόγους περιποιεῖσθαι, διὰ τὸ τῶν συμβόλων πρὸς τὴν τῶν ὄντων φύσιν διάφορον.
ιγ´. Ξυλοφοροῦσι μὲν οἱ λόγοι τῆς φύσεως, ὕλη πρὸς τὴν γνῶσιν τῶν θείων γινόμενοι· ὑδροφοροῦσι δὲ ῥύψιν ποιοῦντες παθῶν, καὶ διάδοσιν τῆς ἐν πνεύματι ζωτικῆς ἐνεργείας.
ιδ´. Ἄλλη θεωρία τῶν αὐτῶν, εἰσηγουμένη διὰ τῶν Γαβαωνιτῶν τὴν κλῆσιν τῶν ἐθνῶν.
ιε´. Ὕλην εἶπε καὶ εἶδος κατὰ θεωρίαν τὸν Ἐρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ πενταπλῆν παράχρησιν τῶν αἰσθήσεων, τοὺς πέντε τῆς Μερὼβ υἱούς· οὓς ἀλλήλοις συνάψας, ἤγουν ὕλῃ καὶ εἴδει προσπλέξας τὴν αἴσθησιν διὰ τὴν πρὸς σάρκα τοῦ νόμου σύστασιν, ὁ μόνον τὸν νοῦν περιγράφων τῷ γράμματι, τὸ μὲν σαρκικὸν πάθος ἀποτελεῖ· τοὺς δὲ φυσικοὺς διαφθείρει λόγους.
ιστ´. Ὅτι πάθος καὶ φύσις κατὰ τὸν τοῦ εἶναι λόγον, οὐδαμῶς ἀλλήλοις συνυπάρχουσι.
ιζ´. Ὁ μὴ πιστεύων, φησί, τὴν Γραφὴν εἶναι πνευματικήν, τὴν οἰκείαν κατὰ τήνγνῶσιν πενίαν οὐκ αἰσθάνεται.
ιη´. Ὅταν, φησίν, ὁ Δαβὶδ εἰς τὸν νόμον λαμβάνεται, κατ᾿ Ἰουδαίους, τὸ γράμμα δηλῶν, ἑρμηνεύεται ἐξουδένωσις, διὰ τὴν πρὸς σάρκα τῶν θείων νομίμων παράδοσιν· κατὰ δὲ Χριστιανοὺς τὸ πνεῦμα (777) σημαίνων, ἑρμηνεύεται ἰσχυρὸς ὁράσει, διὰ τὴν κατὰ νοῦν θεωρίαν τῆς γνώσεως.
ιθ´. Ψυχὴν τῆς Γραφῆς εἶπε, τὸ πνεῦμα· σῶμα δέ, τὸ γράμμα.
κ´. Τοὺς τρεῖς ἐνιαυτοὺς λέγει, τοὺς τρεῖς νόμους, τόν τε γραπτόν, καὶ τὸν φυσικόν, καὶ τὸν χάριτος, ἐχομένους ἀλλήλων. Ὁ τοίνυν τὸν γραπτὸν νόμον λαμβάνων σωματικῶς, ἀρεταῖς τὴν ψυχὴν οὐ διατρέφει· καὶ ὁ τοῖς λόγοις τῶν ὄντων οὐκ ἐπιβάλλων, τῇ ποικίλῃ τοῦ Θεοῦ σοφίᾳ τὸν νοῦν οὐχ ἑστιᾷ φιλοτίμως· καὶ ὁ τὸ μέγα τῆς καινῆς χάριτος μὴ γινώσκων μυστήριον, τῇ ἐλπίδι τῆς μελλούσης θεώσεως οὐκ ἀγάλλεται. Οὐκοῦν ἡ ἔλλειψις τῆς κατὰ τὸν γραπτὸν νόμον πνευματικῆς θεωρίας ἔχει παρεπομένην αὐτῇ τὴν ἔνδειαν τῆς κατὰ τὸν φυσικὸν νόμον νοουμένης ποικίλης σοφίας τοῦ Θεοῦ, ἐφεπομένην ἔχουσαν τῆς κατα τὸ καινὸν μυστήριον χάριτι δοθησομένης θεώσεως πάντως τὴν ἄγνοιαν.
κα´. Ὁ πνευματικῶς μὴ νοῶν τὸν νόμον, κἂν ἀποθανόντα ἔχῃ τὸν νόμον διὰ τὸ μὴ λατρεύειν σωματικῶς, ἀλλὰ τὰ χαμαίζηλα ἔχει τοῦ νόμου νοήματα· τὰ τέκνα τοῦ Σαοὺλ περιέπει καὶ τὰ ἔκγονα· διὸ τῷ λιμῷ τῆς γνώσεως βασανίζεται.
κβ´. Ὣσπερ τὸ πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ᾿ ἕκαστον· οὕτω καὶ ἡ πνευματικὴ γνῶσις ἐμφατικῶς χαρακτηρίζει τὸ θεῖον· ἣν ὁ ζητῶν, λέγεται ζητεῖν τὸ πρόσωπον Κυρίου.
κγ´. Ὡς ἰσχυρὸς ὁράσει, καὶ νοῦς διορατικὸς ὁ Δαβὶδ ἑρμηνεύεται.
κδ´. Ὁ κατασαρκούμενος κατὰ τὸ γράμμα τοῦ νόμου ταῖς ἐναίμοις θυσίαις, ποθουμένην ἄγνοιαν ἔχει, πρὸς μόνην σαρκὸς ἡδονὴν τὴν ἐντολὴν ἐκδεχόμενος.
κε´. Ὁ μὲν σωματικῶς, φησί, κατὰ νόμον λατρεύων, καθάπερ ὅλην γεννᾷ τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν· καὶ ὡς εἶδος, τὴν ἐπ᾿ αὐτῇ κατὰ νοῦν συγκατάθεσιν ταῖς προσφόροις ἡδοναῖς τῶν αἰσθήσεων ὑλικῶς διαπλάττεται. Ὁ δὲ πνευματικῶς τὴν Γραφὴν ἐκδεχόμενος, ὡς μὲν ὕλην, τὴν ἐνέργειαν· ὡς εἶδος δέ, τῆς ἁμαρτίας τὴν συγκατάθεσιν μετὰ τῶν κατὰ παράχρησιν πρὸς ἡδονὴν τῆς αἰσθήσεως τρόπων, ὡς υἱοὺς καὶ υἱωνοὺς τοῦ νομικοῦ γράμματος θανατοῖ διὰ τῶν φυσικῶν λογισμῶν ἐν τῷ ὕψει τῆς θεωρίας.
κστ´. Ὅτι χωρὶς φυσικῆς θεωρίας, οὐδεὶς τὴν πρὸς τὰ θεῖα τῶν νομικῶν συμβόλων ἀπέμφασιν διαγινώσκει.
κζ´. Τὸ ἐξηλιάσαι νενόηκεν, ἀντὶ τοῦ φανερῶσαι κατὰ τὸ ὕψος τῆς θεωρίας τὸ γράμμα τοῦ νόμου νεκρόν, διὰ τῆς ἐν πνεύματι γνώσεως.
κη´. Ὅριον Ἰσραὴλ νενόηκε, πάντα λόγον τε καὶ τρόπον πνευματικῆς θεωρίας· ἐν ᾧ στῆναι οὐ δύναται παντελῶς ἡ σωματικὴ τοῦ νόμου παράδοσις.
κθ´. Τὸ μὲν πνεῦμα, φησί, ζωῆς ὑπάρχει παρεκτικόν· τὸ δὲ γράμμα, ζωῆς ἐστιν ἀφαιρετικόν. Οὐκοῦν οὐ δύναται καὶ τὸ γράμμα πράττειν κατὰ τὸ (780) αὐτό, καὶ τὸ πνεῦμα· ὥσπερ οὐδὲ τὸ ζωοποιὸν τῷ φθοροποιῷ συνυπάρχει.
λ´. Φυσικὸν ἡ ἀκροβυστία, φησί· πᾶν δὲ φυσικόν, θείας ἔργον δημιουργίας ἐστίν. Ἔστι δὲ θείας ἔργον δημιουργίας καὶ λίαν καλόν, κατὰ τὴν φάσκουσαν φωνήν· Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Ὁ δὲ νόμος, ὡς ἀκάθαρτον περιαιρεῖσθαι κελεύων τὴν ἀκροβυστίαν διὰ περιτομῆς, τὸν Θεὸν εἰσάγει διὰ τέχνης τὸ οἰκεῖον διορθούμενον ἔργον· ὅπερ καὶ ἐννοεῖν ἀσεβέστατον. Οὐκοῦν ὁ τοῖς συμβόλοις τοῦ νόμου φυσικῶς ἐπιβάλλων, οἶδεν ὡς οὐ τὴν φύσιν ὁ Θεὸς διορθοῦται διὰ τῆς τέχνης, ἀλλὰ τὸ ἐπιπειθὲς λόγῳ τῆς ψυχῆς παθητικὸν περιτέμνεσθαι κελεύει, τὸ διὰ τοῦ σωματικοῦ μορίου τυπικῶς δηλούμενον· ὅπερ γνῶσις διὰ τῆς κατὰ τὴν πρᾶξιν ἀνδρείας γνώμης ἀποτίθεσθαι πέφυκεν. Ὁ γὰρ περιτέμνων ἱερεύς, σημαίνει τὴν γνῶσιν, τὴν ἔχουσαν καθάπερ σίδηρον κατὰ τοῦ πάθους τὴν τοῦ λόγου κατὰ τὴν πρᾶξιν ἀνδρείαν. Ἀφανίζεται γοῦν ἡ σωματικὴ τοῦ νόμου παράδοσις, πλεονεκτοῦντος τὸ γράμμα τοῦ πνεύματος.
λα´. Ὅρος τῆς κατὰ περιτομὴν μυστικῆς θεωρίας.
λβ´. Ὅρος τῆς κατὰ Σάββατον μυστικῆς νομοθεσίας, ἐν ᾧ, τί τὸ Σάββατόν ἐστι, παρίστησι μυστικῶς, καὶ τὶς ὁ κατ᾿ αὐτὸ πνευματικὸς λόγος ἐστίν, ὅτι παθῶν καὶ τῆς περὶ τὴν φύσιν τῶν ὄντων τοῦ νοῦ κινήσεώς ἐστιν ἀνάπαυσις.
λγ´. Θεὸν δῆλον ὅτι.
λδ´. Τί σημαίνουσιν αἱ νεομηνίαι.
λε´. Ὅρος τοῦ στεφάνου τῆς χρηστότητος.
λστ´. Ἄλλος ὅρος τοῦ αὐτοῦ μυστικώτερος.
λζ´. Ἐνταῦθα τὴν ἐγκράτειαν ἔργον εἶναι λέγει τῆς Προνοίας, ὡς τῶν γνωμικῶν καθαρτικὴν παθῶν· τὴν ὑπομονὴν δὲ τῆς κρίσεως εἶναι κατόρθωμὰ φησιν, ὡς τοῖς ἀκουσίοις ἀντιτασσομένην πειρασμοῖς.
λη´. Πρώτην ἑορτήν, τὸ Πάσχα λέγει.
λθ´. Δευτέραν ἑορτὴν λέγει τὴν Πεντηκοστήν.
μ´. Τρίτην λέγει, τὴν ἐν ἑβδόμῳ μηνί, τὴν τοῦ Ἱλασμοῦ.
μα´. Σκόπει, πῶς ὁ νόμος ἀπόλλυσι τοὺς νοοῦντας αὐτὸν σωματικῶς, τῇ κτίσει λατρεύειν παρὰ τὸν κτίσαντα πείθων· καὶ ἡγεῖσθαι φύσει σεπτὰ τὰ δι᾿ αὐτοὺς γεγονότα, τὸν δι᾿ ὃν αὐτοὶ γεγόνασιν ἀγνοήσαντας.
μβ´. Πῶς ἐστι Σάββατον ὁ Θεός.
μγ´. Πῶς ὁ Θεὸς καὶ Πάσχα ἐστὶ μυστικόν.
μδ´. Μυστήριον τῆς κατὰ τὴν Πεντηκοστὴν ἑορτῆς, ἐν ᾧ μυστικῶς τὴν τῶν δηλουμένων πνευματικὴν ἐμυσταγώγησε δύναμιν, τὸν Θεὸν Πεντηκοστὴν προσαγορεύσας. Ὡς γὰρ ἡ μονὰς στάσιμος μένουσα μετὰ (781) τὴν εἰς ἑαυτὴν ἑβδοματικὴν τῆς ἑβδομάδος συνέλιξιν, ἀποτελοῦσα τὴν Πεντηκοστήν· καὶ πάλιν ταῖς εἰς αὐτὴν προσόδοις γινομένη δεκὰς διὰ πεντάδος ἰσοπλασιασθείσης αὐτῇ ποιοῦσα τὴν Πεντηκοστήν, ἀρχὴ καὶ τέλος ἐστὶ τῶν ἑαυτῆς· τὸ μέν, ὡς πρὸ παντὸς ποσοῦ· τὸ δέ, ὡς ὑπὲρ ποσόν· οὕτω καὶ ὁ Θεός, ᾧ τὴν μονάδα κατ᾿ εἰκασίαν τυπικὴν ἀναλογεῖν ἔφησεν, ἀρχὴ καὶ τέλος ἐστὶ τῶν ὄντων, καὶ λόγος, ᾧ τὰ πάντα συνέστηκεν· ἀρχὴ μέν, ὅτι πρὸ πάσης οὐσίας ἐστὶ καὶ κινήσεως· τέλος δὲ ὅτι ὑπὲρ πᾶσαν οὐσίαν καὶ κίνησιν· λόγος δέ, ὅτι πάντων κατ᾿ αἰτίαν προνοητικὸς ἐστιν, ὡς πρὸς ὑποκείμενον εἶδος συνοχή, καθ᾿ ἣν τῶν ὄντων ἕκαστον ἔχει τὴν ἐν τῷ ἑαυτοῦ λόγῳ διαμονήν. Ὅταν οὖν λάβωσι πέρας οἱ χρόνοι καὶ οἱ αἰῶνες, οἷς ἀναλογεῖν τὴν ἑβδομάδα φησίν, αὐτὸς ἔσται τότε μονώτατος ὁ Θεός, δίχα τῆς τῶν οὐκ ἄνευ, τουτέστι, τόπων καὶ χρόνων μεσιτείας, συγκρατῶν δι᾿ ἑαυτοῦ καθ᾿ ἕνωσιν ἀληθῆ τῶν ὄντων ἐν τοῖς σωζομένοις ὕπαρξιν· ἤγουν τὴν φύσιν τὴν γενητήν, ἣν τῇ πεντάδι παρείκασεν, οὐ μόνον διὰ τὰς αἰσθήσεις, αἷς ὑποπίπτειν πέφυκεν, ἀλλὰ διὰ τὴν καθολικὴν ἐπιστήμην, ἥτις ἐν τῇ περιλήψει τῆς τῶν νοερῶν τε καὶ λογικῶν, αἰσθητικῶν τε καὶ ζώντων, καὶ ὄντων ἀπταίστου καθέστηκε γνώσεως. Οὐκοῦν παύσεταὶ ποτε, τῆς τε κατὰ τόπον στάσεως, καὶ τῆς κατὰ χρόνον κινήσεως, ὡς ὑπὲρ τὰ δι᾿ αὐτὴν γεγονότα (τουτέστι, τόπον καὶ χρόνον) διὰ τῆς πρὸς τὸν Θεόν, δι᾿ ὃν καὶ γέγονεν, ἀληθοῦς συναφείας ἐν τοῖς σωζομένοις γενομένη τῶν ὄντων ἡ φύσις. Αὐτὸν γὰρ τὸν Θεόν, κατὰ τὸν τῆς Προνοίας λόγον, τῇ δεκάδι τῶν ἐντολῶν ἴδιον ποιησαμένη ποιόν (τουτέστι, τῆς ἐκ χάριτος κατὰ τὴν θέωσιν ἰδιότητος γνώρισμα), τῆς τε κατὰ τὴν στάσιν ἐν τόπῳ περιγραφῆς, καὶ τῆς ἐν χρόνῳ κατὰ τὴν κίνησιν ἐλευθερωθήσεται στάσιν ἀεικίνητον λαβοῦσα, τὴν ἀπέραντον τῶν θείων ἀπόλαυσιν, καὶ κίνησιν στάσιμον, τὴν ἐπ᾿ αὐτοῖς ἀκόρεστον ὄρεξιν.
με´. Τῷ ἑβδόμῳ μηνὶ τρεῖς εἰσιν ἑορταί· σαλπίγγων καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας· ὧν ἡ μὲν σάλπιγξ, νόμου καὶ προφητῶν, καὶ τῆς ἐξ αὐτῶν κηρυττομένης γνώσεως τύπος ἐστίν, ὁ δὲ ἱλασμός, τῆς τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον διὰ σαρκώσεως σύμβολον ὑπάρχει καταλλαγῆς. Ὁ γὰρ ὑποδὺς ἑκουσίως τὴν τοῦ κατακριθέντος κατάκρισιν, διελύσατο τὴν ποτε πρὸς αὐτὸν κυρωθεῖσαν ἔχθραν. Ἡ δὲ σκηνοπηγία, προτύπωσίς ἐστιν ἀναστάσεως, καὶ τῆς πάντων πρὸς ἀτρεψίαν μεταποιήσεως.
μστ´. Ὁ ψιλαῖς ταῖς ἐναίμοις χαίρων θυσίαις, φησί, περὶ τὰ πάθη σπουδάζειν ὡς ἐμπαθὴς παρασκευάζει τοὺς θύοντας· φιλεῖ γὰρ χαίρειν τὸ γνησίως σέβον, οἷς χαίρει τὸ προσκυνούμενον.
μζ´. Ὅτι θυσίας οἶδεν ὁ λόγος, φησί, τὴν τῶν παθῶν σφαγήν, καὶ τὴν τῶν φυσικῶν δυνάμεων προσαγωγήν· ὧν τοῦ μὲν λόγου τύπος ἐστὶν ὁ κριός· (784) τοῦ δὲ θυμοῦ φέρει σύμβολον, ὁ ταῦρος· τῆς δὲ ἐπιθυμίας, ἡ αἲξ ὑπάρχει δήλωσις.
μη´. Ὁ χοϊκὸς δῆλον ὅτι νοῦς τῆς Γραφῆς, κρατῶν τῆς ψυχῆς, τοὺς φυσικοὺς ἀποβάλλεται λόγους, τῇ παραχρήσει τῶν κατὰ φύσιν δυνάμεων αὐτοὺς ἐξαφανίζων.
μθ´. Ἅμα τις, φησί, παύσηται κατ᾿ αἴσθησιν πρὸς σῶμα τὴν Γραφὴν ἐκδεχόμενος, ἅμα καὶ πρὸς πνεῦμα κατὰ νοῦν διὰ μέσης ἀνατρέχει τῆς φύσεως, ἐκεῖνα πράττων πνευματικῶς, ἅπερ ὁ Ἰουδαῖος ἐπιτελῶν ἔχει τὸν Θεὸν ὀργιζόμενον.
ν´. Τίς ἐστιν χεὶρ τῶν Γαβαωνιτῶν, ᾗ παραδίδωσι Δαβὶδ τοὺς ἐκ σπέρματος Σαούλ.
να´. Τὸν ἐξηλιασμὸν εἶναι λέγει, τὴν φανέρωσιν, ἣν τὰ πάθη πάσχουσιν, ὑπὸ τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν κατὰ τὴν ὑψηλὴν θεωρίαν θριαμβευόμενα.
νβ´. Ἡ πρὸς σῶμα τοῦ νόμου διδαχή, φησί, κατ᾿ ὀφθαλμοὺς ἔχουσα διὰ μετανοίας νεκρὰ τὰ σωματικὰ τοῦ νόμου νοήματα, τῷ κατὰ Χριστὸν λόγῳ παρακαθημένη, δίκην ὑετῶν τοὺς οὐρανίου δέχεται τῆς γνώσεως φωτισμούς.
νγ´. Σίτῳ δῆλον ὅτι.
νδ´. Οἴνῳ δῆλον ὅτι.
νε´. Ἐλαίῳ δῆλον ὅτι.
νστ´. Τὸν σῖτον ἔφη ψυχῆς εἶναι στήριγμα, ὡς γνῶσιν ὄντα πνευματικήν· τὸν οἶνον δέ, καρδίας εὐφραντικόν, ὡς τῆς πρὸς Θεὸν ἐρωτικῆς ἑνώσεως ποιητικόν· τὸ δὲ ἔλαιον, προσώπου πληρωτικὸν ἱλαρότητος εἴρηκεν, ὡς τῆς λαμπρυνούσης τὸν νοῦν κατὰ τὴν ἀπάθειαν πνευματικῆς χάριτος χαρακτηριστικόν.
νζ´. Ὁ Ἀμαλήκ ἐστιν ἡ γαστριμαργία· ταύτης ἐστὶ βασιλεύς, τὸ φρόνημα τὸ χοϊκόν· τούτου βουκόλια ἐστι καὶ ποίμνια, αἱ θρεπτικαὶ τῶν παθῶν ὕλαι· ἄμπελος δέ, ἡ προπετὴς τοῦ λογισμοῦ κίνησις· ἐλαία δέ, ἡ καθ᾿ ἡδονὴν ἐκπυρωτικὴ τῆς ἐπιθυμίας λειότης, ἅπερ μεταφέρει ὡς εἰς γῆν ἁγίαν, τὴν ἕξιν τῆς θεοσεβείας, ὁ τῷ σωματικῷ τοῦ νόμου παρακαθήμενος· ὑπὲρ ὧν καθάπερ μισθὸν δέχεται τὴν θείαν ἀποστροφήν.
νη´. Μωρὸς ὡς ἄθεος ἐκλήθη ὁ τῶν Ἰουδαίων λαός· ἀσύνετος δέ, ὡς κακοπράττων, ὅπερ ἐστὶν ἀσεβὴς καὶ ἁμαρτωλός.
νθ´. Τὸ τῆς γαστριμαργίας πάθος, φησί, τὰ θεῖα τῶν ἀρετῶν ἀποκτένειν γεννήματα πέφυκε· αὐτὸ δέ, ἥ τε χάρις τῆς πίστεως, καὶ ἡ ὑπακοὴ τῶν θείων ἐντολῶν, διὰ τοῦ κατὰ τὴν γνῶσιν ἀποκτένει λόγου.
ξ´. Πῶς ἐστι φῶς.
ξα´. Πῶς ἐστιν ἑτοιμασία κατὰ πρόσωπον πάντων τῶν λαῶν ὁ Κύριος.
ξβ´. Πῶς ἐστι καὶ δόξα τοῦ Ἰσραὴλ ὁ Κύριος.
ξγ´. Κατ᾿ ἄλλην θεωρίαν, τίνες οἱ λαοί, καὶ τὶς ἡ κατὰ πρόσωπον αὐτῶν ἑτοιμασία τοῦ λαοῦ.
ξδ´. Τίνα πάλιν τὰ ἔθνη τυγχάνουσιν, ἅπερ ἀποκαλύπτει παραγινόμενος ὁ Λόγος.
ξε´. (785) Πῶς δόξα λέγεται πάλιν τοῦ Ἰσραὴλ ὁ Λόγος.
ξστ´. Ἅμα, φησίν, ἀποκτείνει τις τὸν ἐν τῷ γράμματι τοῦ νόμου σωματικὸν νοῦν, βασιλεύοντα δέχεται τὸν ἐν τῷ πνεύματι λόγον.
ξζ´. Τὸν Δαβὶδ ἔλαβε καὶ εἰς τὸν Κύριον, καὶ εἰς τὸ Εὐαγγέλιον, καὶ εἰς τὸν πνευματικὸν νόμον· καὶ εἰς τὴν γνῶσιν, καὶ εἰς τὴν θεωρίαν, καὶ εἰς τὴν λεγομένην πρᾶξιν, καὶ εἰς τὸν νέον λαόν· καὶ κατὰ πολλοὺς θεωρίας τρόπους, προσφόρως τοῖς τόποις πρὸς τὴν ὑποκειμένην ἥρμοσε χρείαν.
ξη´. Ὁ τοὺς τύπους ἀλλὰ μὴ τὰ ἀρχέτυπα τῶν μυστηρίων ἔχων, καὶ τὴν ἐρώτησιν, ἀλλὰ μὴ τὴν γνῶσιν τῶν ἐν πνεύματι φωτισμῶν, εἰληφὼς δάνειον, τὸ ὁμολογούμενον τοῖς προειρημένοις, τὴν κατ᾿ αἴσθησιν ἐν τοῖς συμβόλοις τοῦ νόμου πεῖραν· κατὰ ψυχὴν λιμώττων τοῦ πνεύματος, καὶ τὴν ὥσπερ ὁδηγίαν ἐρώτησιν τῆς κατὰ ἀλήθειαν γνώσεως μυωπάζων.
ξη´. Μεταξυλογία ἐστί, τὸ ἐν ᾗ τυχόν ἐστι παλλάκις καὶ πλάνησις.
ο´. Μακαριότητος δῆλον ὅτι, τοὺς κατὰ μέθεξιν αὐτῆς ἀξιωθέντας χαρακτηριζούσης, καὶ ἐξ αὐτῆς γνωρίμους αὐτοὺς καθιστῶσα.