Μετάβαση στο περιεχόμενο

Εραστής ή Δύσερως

Από Βικιθήκη
Ἐραστής
Συγγραφέας:


Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατ᾽ ἐφάβω
τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθ᾽ ὁμοίω·
μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
κοὐκ ᾔδει τὸν ῎Ερωτα, τίς ὢν θεός ἁλίκα τόξα
χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει·
πάντα δὲ κἀν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,
οὐ λόγος, οὐχὶ φίλαμα τὸ κουφίξον τὸν ἔρωτα.
οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, 10
οὕτως πάντ᾽ ἐποπώπει ἐπὶ βροτόν· ἄγρια δ᾽ αὐτῷ
χείλεα καὶ κῶραι δεινὸν βλέπος εἶχον ἀνάγκας·
τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δ᾽ ἀπὸ χρὼς
ὁ πρὶν ταῖς ὀργᾶς περικείμενον. ἀλλὰ καὶ οὕτως
ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
ἀλλ᾽ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,

καὶ κύσε τὰν φλιάν, οὕτω δ᾽ ἀνενείκατο φωνᾷ·
«ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, 20
λάϊνε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι γὰρ σὲ
κῶρε θέλω λυπεῖν ποθορώμενος, ἀλλὰ βαδίζω,
ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λάθους.
ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,
οὐδ᾽ οὕτως σβέσσω τὸν ἐμὸν πόθον. ἄρτι δὲ χαίρειν
τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον·
καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει·
καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ· 30
λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκ᾽ ἀπανθεῖ·
ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκ᾽ ἐπιπνεῖ.
καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλ᾽ ὀλίγον ζῇ.
ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις,
ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσεις.
ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι
τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ

λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν 40
εἵματα καὶ κρύψόν με, τὸ δ᾽ αὖ πύματόν με φίλασον·
κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς·
οὐ δύναμαι σύνειν σε, διαλλάξεις με φιλάσας.
χῶμα δέ μοι κοίλου τι τό μευ κρύψει τὸν ἔρωτα,
χὤτ᾽ ἀπίῃς, τόδε μοι τρὶς ἐπάϋσον· “ὦ φίλε κεῖσο.”
ἢν δὲ θέλῃς, καὶ τοῦτο· “καλὸς δέ μοι ὤλεθ᾽ ἑταῖρος.”
γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράσσω·
“τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,
ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον.”»
ὧδ᾽ δ᾽ εἰπὼν λίθον εἷλεν, ἐρεισάμενος δ᾽ ἐπὶ τοίχω 50
ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετ᾽ ἀπ᾽ αὐτῶν
τὰν λεπτὰν σχοινῖδα, βρόχον δ᾽ ἐνέβαλλε τραχήλῳ,
τὰν ἕδραν δ᾽ ἐκύλισεν ἀπαὶ ποδός, ἠδ᾽ ἐκρεμάσθη
νεκρός. ὃ δ᾽ αὖτ᾽ ὤϊξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδ᾽ ἐλυγίχθη
τὰν ψυχάν· οὐ κλαῦσε νέον φόνον, ἀλλ᾽ ἐπὶ νεκρῷ
εἵματα πάντ᾽ ἐμίαινεν ἐφαβικὰ, βαῖνε δ᾽ ἐς ἄθλα
γυμναστῶν, καὶ ἕκηλα φίλων ἐπεμαίετο λουτρῶν.
καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαΐνέος δὲ

ἵστατ᾽ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δ᾽ ἐφύπερθεν 60
ἅλατο καὶ τὤγαλμα, κακὸν δ᾽ ἔκτεινεν ἔφαβον·
νᾶμα δ᾽ ἐφοινίχθη· παιδὸς δ᾽ ἐπενάχετο φωνά.
«χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη.
στέργετε δ᾽ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν.»