Επιτομή εκ των Ταρραίου και Διδύμου παροιμιών συντεθείσα κατά στοιχείον/Ε
←Ἑκατοντάς Δ' | Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον Ἑκατοντάς Ε΄ Συγγραφέας: |
Ἑκατοντάς Ϛ→ |
5.1. Λυδὸς καπηλεύει: φασὶ Κύρον περιγενόμενον τῶν Λυδῶν προστάξαι αὐτοῖς καπηλεύειν, καὶ μὴ κεκτῆσθαι ὅπλον, ἀλλὰ ποδήρεις ἀμφιέννυσθαι χιτῶνας· καὶ οὕτως εἰς θῆλυ μᾶλλον μεταῤῥυθμισθέντας τοὺς Λυδοὺς ἀγοραίους γενέσθαι καπήλους.
5.2. Λύκου δεκάς: παροιμιῶδες. Ἐπειδὴ Λύκος ὁ ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις ἵδρυτο, τοῦ θηρίου τὴν μορφὴν ἔχων, ἔνθα οἱ δωροδοκοῦντες καὶ συκοφάνται κατὰ δέκα γενόμενοι συνεστρέφοντο. Ἀφώριστο δὲ αὐτῷ τριώβολον τῆς ἡμέρας.
5.3. Λυδῶν καρύκας: παροιμία·
Μήτε μοι Λυδῶν καρύκας, μήτε μαστίγων ψόφους.
Ἔστι δὲ ἡ καρύκη βρῶμα Λύδιον ἐκ πολλῶν ἡδυσμάτων συνεστὸς καὶ αἵματος· ὡς Φερεκράτης·
Ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην.
5.4. Λοκροὶ τὰς συνθήκας: παρὰ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις, ὥς φασιν, ἐγένετο Ζάλευκος νομοθέτης· ὅς νόμον ἔθηκε, συγγραφὴν ἐπὶ τῶν δανεισμάτων μὴ γίνεσθαι. Ὅθεν πολλῶν ἀρνουμένων τὰ συναλλάγματα, ἐπὶ τῶν ψευδομένων ἡ παροιμία ἐκράτησεν.
5.5. Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν ἡ παροιμία τέτακται. Οἱ Λοκροὶ γὰρ ἀποροῦντές ποτε βοὸς πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχηματίσαντες βοῦν, οὕτω τὸ θεῖον ἐθεράπευσαν.
5.6. Λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται: ὁ Ἑρμόδωρος ἀκροατὴς γέγονε Πλάτωνος, καὶ τοὺς ὑπ᾿ αὐτοῦ συντεθειμένους λογισμοὺς κομίζων εἰς Σικελίαν, ἐπώλει. Εἴρηται οὖν διὰ τοῦτο ἡ παροιμία.
5.7. Μασχάλην αἴρειν: ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ πίνειν. Κρατῖνος· Ὡς ἄνω τὴν μασχάλην αἴρειν ** καταμωκωμένους ταῖς χερσίν. Οἷόν ἐστι τὸ παρ᾿ Ὁμήρῳ, Χεῖρας ἀνασχόμενοι.
5.8. Μεγαρέων δάκρυα: αὕτη τέτακται ἐπὶ τῶν πρὸς βίαν δακρυόντων, καὶ μὴ ἐπὶ οἰκείῳ πάθει. Λέγουσι γάρ, Βάκχιόν τινα Κορίνθιον γῆμαι τὴν Κλυτίου τοῦ Μεγαρέων βασιλέως θυγατέρα· ἧς ἀποθανούσης, ἀναγκασθῆναι τοὺς Μεγαρέας ὑπὸ τοῦ Κλυτίου πέμπειν παρθένους καὶ ἠϊθέους εἰς Κόρινθον τοὺς μέλλοντας αὐτοῦ τὴν θυγατέρα καταθρηνήσειν. Οἱ δέ φασιν, ὅτι πλεῖστα δοκεῖ φύεσθαι ἐν τῇ Μεγαρέων σκόροδα· ἔνθεν τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν προσποιητῶς δακρυόντων, παρόσον οἱ ἐμπιπλάμενοι τῶν σκορόδων ἀποδακρύουσι συνεχῶς ὑπὸ τῆς δριμύτητος. Ὅθεν τὰ μὴ ἐκ παθῶν μηδὲ ἐκ βάθους δάκρυα, ἀλλ᾿ ἐξ ἐπιπολῆς, Μεγαρέων δάκρυα ἔλεγον.
5.9. Μετὰ λέσβιον ᾠδόν: παροιμία ταττομένη ἐπὶ τοῖς τὰ δεύτερα φερομένοις, ἐξ αἰτίας τοιᾶσδε· Λακεδαιμόνιοι στασιάζοντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου τὸν μουσικὸν Τέρπανδρον· ἐλθὼν δὲ ἐκεῖνος, καὶ τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς καὶ τὴν στάσιν ἔπαυσεν. Εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον οἱ Λακεδαιμόνιοι, ἐπεφώνουν, Μετὰ Λέσβιον ᾠδόν. Μέμνηται τῆς παροιμίας ταύτης Κρατῖνος ἐν Χείρωσι.
5.10. Μὴ σύ γε μελαμπύγου τύχοις: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ τύχοις. Παροιμία δέ ἐστιν ἐντεῦθεν· Θείας τῆς Ὠκεανοῦ θυγατρὸς ἐγένοντο παῖδες δύο· οὗτοι τοὺς παριόντας βιαζόμενοι ἠδίκουν. Ἡ δὲ μήτηρ αὐτοῖς παρήνει μηδὲν ἄδικον ποιεῖν, ἵνα μή τινος μελαμπύγου τυχόντες δίκην δώσουσιν. Ἐφίσταται οὖν αὐτοῖς Ἡρακλῆς, καὶ τοὺς πόδας αὐτῶν συνδήσας πρὸς ἀλλήλους καὶ τῆς λεοντῆς ἐξαρτἠσας κάτω † ἄρας ἐπέθηκε τοῖς ὤμοις αὐτοῦ· οἱ δὲ δασύτητα περὶ τὴν πυγὴν τοῦ Ἡρακλέους ὁρῶντες ἐγέλων, ἀναμνησθέντες τῆς μητρός. Πυθόμενος δὲ Ἡρακλῆς τὴν αἰτίαν τοῦ γέλωτος ἥσθη καὶ ἀπέλυσεν αὐτούς.
5.11. Μία λόχμη οὐ τρέφει δύο ἐριθάκους: ἐπι τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων. Ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον.
5.12. Μία χελιδὼν ἔαρ οὐ ποιεῖ: παροιμιωδῶς τοῦτο, ὅτι Μία χελιδὼν ἔαρ οὐ ποιεῖ. Βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα οὐκ ἐᾷ εἰς γνῶσιν ἐμβαλεῖν ἤ εἰς ἀμαθίαν.
5.13. Μωρότερος εἶ Μορύχου: αὕτη ἡ παροιμία λέγεται παρὰ τοῖς Σικελιώταις ἐπὶ τῶν εὔηθές τι διαπρασσομένων, ὥς φησι Πολέμων ἐν τῇ πρὸς Διόφιλον ἐπιστολῇ. Λέγεται δὲ οὕτως· Μωρότερος εἶ Μορύχου, ὅς τὰ ἔνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθηται. Μόρυχος δὲ Διονύσου ἐπίθετον, ἀπὸ τοῦ τὸ πρόσωπον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις· μορύξαι γὰρ τὸ μολῦναι. Καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ νεὼ τὸ ἄγαλμα αὐτοῦ ἐστι, παρὰ τῇ εἰσόδῳ ἐν ὑπάιθρῳ. Κατεσκεύασται δὲ ἀπὸ φελλάτα καλουμένου λίθου ὑπὸ Σιμμίου τοῦ Εὐπαλάμου.
5.14. Μύλλος πάντα ἀκούων: αὕτη τέτακται ἐπὶ τῶν κωφότητα προσποιουμένων καὶ πάντα ἀκουόντων. Μέμνηται αὐτῆς Κρατῖνος ἐν Κλεοβουλίναις. Ἔστι δὲ καὶ κωμῳδιῶν ποιητής ὁ Μύλλος.
5.15. Μυσῶν λεία: παροιμία ἐπὶ τῶν κακῶς διαρπαζομένων. Οἱ γὰρ περίοικοι κατ᾿ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο, ἕως ἦσαν ἄναρχοι. Ἐκεῖθεν οὖν ἐλέγετο ἡ Μυσῶν λεία.
5.16. Μᾶλλον ὁ Φρύξ: συναγαγὼν ὁ Κροῖσος, ὥς φασι, τοὺς σοφοὺς, ἠρώτα, τίνα εἰδεῖεν εὐδαιμονέστατον. Ἄλλου δὲ ἄλλον λέγοντος Αἴσωπος ὁ Φρύξ, ὁ μυθοποιός, τοσοῦτον ἔφη τὸν Κροῖσον τῶν ἄλλων ὅσον καὶ τὴν θάλατταν τῶν ποταμῶν προέχειν. Ἀκούσας δὲ ὁ Κροῖσος, εἶπε· Μᾶλλον ὁ Φρύξ.
5.17. Μία Μύκονος: Νηλεὺς προσέταξε τοῖς ἑαυτοῦ παισίν, Ἡγήτορι καὶ Ἱπποκλεῖ, τὰς νήσους καταστρέψασθαι. Χειρωσαμένου δὲ πολλὰς τοῦ Ἡγήτορος, Ἱπποκλέους δὲ μίαν τὴν Μύκονον, βουλομένου δὲ πασῶν ἔχειν τὸ μέρος, πέμψαντες ἠρώτησαν κοινῇ τὸν θεόν, τίνες εἶεν τοῦ Ἡγήτορος νῆσοι· ὁ δὲ εἶπε, Μία Μύκονος.
5.18. Μὴ κίνει Καμάριναν: φασὶν εἶναι λίμνην τῇ πόλει τῇ Καμαρίνῃ, ὁμώνυμον ταύτῃ, ἥν οἱ Καμαριναῖοι, μετοχετεῦσαι εἰς τὸ πεδίον βουλόμενοι, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ εἶπε, Μὴ κίνει Καμάριναν. Οἱ δὲ παρακούσαντες τοῦ χρησμοῦ ἐβλάβησαν. Κἀκεῖθεν ἡ παροιμία εἴρηται ἐπὶ τῶν βλαβερῶς τι ποιεῖν ἑαυτοῖς μελλόντων. Τινὲς δέ φασι φυτὸν δυσῶδες εἶναι τὴν καμάριναν, οὗ τοὺς κλάδους διασειομένους ἀηδέστερον ὄζειν.
5.19. Μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες: οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος χρησμοῦ, ὅν ἀνεῖλεν ὁ θεὸς Συβαρίταις· ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνιατῶν. Τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἔχρήσθη.
5.20. Μέγα φρονεῖ μᾶλλον, ἤ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ: μέμνηται ταύτης Ἀνακρέων, καὶ Πίνδαρος ἐν Νεμεονικαῖς. Φασὶ δὲ αὐτὴν ὑπὸ Ἡφαίστου γενομένην δῶρον Πηλεῖ σωφροσύνης ἕνεκα παρὰ θεῶν δοθῆναι, ᾗ χρώμενος πάντα κατώρθου καὶ ἐν ταῖς μάχαις καὶ ἐν ταῖς θήραις.
5.21. Μυκώνιος γείτων: αὕτη τέτακται ἐπὶ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ μικροπρεπείᾳ, παρὰ τὴν σμικρότητα τῆς Μύκωνος νήσου καὶ εὐτέλειαν.
5.22. Μῆλον Ἡρακλῆς: Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν, ὅτι θύεται Ἀθήνησιν Ἡρακλεῖ ἀλεξικάκῳ ἰδίαζουσά τις θυσία. Τοῦ γὰρ βοός ποτε ἐκφυγόντος, ὅν ἔμελλον τῷ Ἡρακλεῖ προσάξαι, μῆλον λαβόντας καὶ κλάδους ὑποθέντας τέσσαρας μὲν ἀντὶ σκελῶν, δύο δὲ ἀντὶ κεράτων, σχηματίσαι τὸν βοῦν καὶ οὕτω τὴν θυσίαν ποιήσασθαι.
5.23. Μερὶς οὐ πνίγει: Δικαίαρχός φησιν ἐν τοῖς περὶ τῆς Ἑλλάδος ἐν τοῖς δείπνοις μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας· διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδεσμάτων, κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι. Τῶν γὰρ ἐδεσμάτων κοινῇ καὶ μὴ κατὰ μέρος τιθεμένων, τὸ πρότερον οἱ δυνατώτεροι τὰς τροφὰς τῶν ἀσθενῶν ἥρπαζον, καὶ συνέβαινε τούτους ἀποπνίγεσθαι, μὴ δυναμένους ἑαυτοῖς βοηθεῖν. Διὰ τοῦτο οὖν ὁ μερισμὸς ἐπενοήθη.
5.24. Νάηρα καὶ Χαρμιόνη: τούτων ἡ μὲν τῶν τριχῶν ἐπιμέλειαν ἐποιεῖτο Κλεοπάτρας τῆς βασιλίσσης· ἡ δέ, τῶν ὀνύχων· παρέμειναν δ᾿ αὐτῇ καὶ μέχρι θανάτου, καὶ ἀποθανοῦσαι πολυτελοῦς ταφῆς ἠξιώθησαν καὶ τιμῆς ἔτυχον. Κλεοπάτραν γὰρ Καῖσαρ ὁ Αὔγουστος χειρωσάμενος, ἐβουλήθη τὸ βασιλικὸν αὐτῆς περιελεῖν διάδημα καὶ εἰς θρίαμβον ἀγαγεῖν ἐπὶ μέσου τῆς πόλεως. Ἡ δὲ Κλεοπάτρα αἱρουμένη μᾶλλον ἐντίμως ἀποθανεῖν, ἤ ἐν ἰδιωτικῇ τάξει ἐπὶ θεάτρου ἀτιμασθῆναι, ἀνελεῖν ἑαυτὴν ἐμέλλησεν. Ἀπόπειραν δὲ τῆς σκέψεως ποιουμένη, ἐπέτρεψεν Ναήρᾳ καὶ Χαρμιόνῃ ἐχίδνας παρ᾿ ἑκατέρῳ τῶν μαζῶν ἐπιθέσθαι· αἱ δὲ τοῦτο ποιήσασαι ἀνῃρέθησαν. Εἶθ᾿ οὕτως καὶ Κλεοπάτρα βασιλικῶς ἑαυτὴν περιστείλασα ἔχιδναν ἐπέθηκε τῷ μαζῷ καὶ ὑπ᾿ αὐτῆς ἀνῃρέθη. Ἀνδριάντες οὖν χάλκεοι πρὸ τοῦ σήματος τῆς Κλεοπάτρας, ὅ καλεῖται Μαυσώλειον, Ναήρᾳ καὶ Χαρμιόνῃ ἀνετέθησαν διὰ τὸ καὶ μέχρι θανάτου αὐτῇ παραμεῖναι. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν μέχρι θανάτου τοῖς εὐεργέταις συγκινδυνεύοντων.
5.25. Νόμος καὶ χώρα: ἡ παροιμία αὕτη λέγεται διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι. Πέρσαι μὲν γὰρ μεθύοντες βουλεύονται καὶ τοὺς βασιλεῖς αὐτῶν ὡς θεοὺς προσκυνοῦσι· καὶ οἱ μὲν ἶσοι ἀλλήλους καταφιλοῦσιν, οἱ δὲ ταπεινότεροι τῶν παρειῶν τῶν μειζόνων μόνων τυγχάνουσι· τὰ δὲ γεννηθέντα αὐτοῖς παιδία μετὰ τετραετίαν βλέπουσι. Καὶ ἄλλα εἰσὶ παρ᾿ αὐτοῖς, οἷς μόνοι κατὰ ἴδιον ἔθος χρῶνται.
Γόρδιοι τὸν παχύτατον ἑαυτῶν βασιλέα αἱροῦνται.
Συρακοὶ τὸ διάδημα τῷ μακροτάτῳ διδόασιν. Ὡς δέ τινες φασί, τῷ μακροτάτην ἔχοντι τὴν κεφαλήν.
Στυμφαλοὶ τιμῶσι γυναῖκα τὴν πλείοσιν ἀνδράσι προσομιλήσασαν.
Ὄρειοι Μασσαγέται ἐν ταῖς ὁδοῖς πλησιάζουσι.
Σταυρομάται παρὰ πότον τὰς θυγατέρας πιπράσκουσι.
Μαζούσιος δὲ γυναικὶ οὐ μίγνυται, εἰ μὴ πολεμίαν ἕλῃ.
Τιβαρηνοί, τῶν γυναικῶν τεκουσῶν, αὐτοὶ τὰς κεφαλὰς δέονται καὶ κατακλίνονται.
Παρὰ τοῖς Κερκεταίοις οἱ ἐργάται τὰ φορτία βαστάζουσιν, ἄχρις οὗ τις αὐτὰ ὠνήσεται.
Ἰσσηδόνες τοὺς γονεῖς ἐσθίουσι, χωρὶς τῆς κεφαλῆς· τὴν δὲ κεφαλὴν χρυσοῦσι.
Τραυσοὶ ἐπὶ μὲν τοῖς γεννωμένοις δακρύουσιν, ἐπὶ δὲ ἀποθνήσκουσι χαίρουσι.
Βακχείριοι, ἐὰν [μὴ] ἀπό νόσου σωθῶσι, κυσὶν ἑαυτοὺς παραβάλλουσιν.
Ὀργεμπαῖοι οἰκίας οὐκ ἔχουσιν, οὐδὲ ἔμψυχόν τι σιτοῦνται. Εἰσὶ δὲ καὶ σὺν γυναιξὶ φαλακροὶ διὰ φύσιν ὕδατος οὗ πίνουσι.
Θυσσαγέται τοῖς θεοῖς τὰ ὀστὰ θύουσιν, αὐτοὶ τὰς σάρκας ἐσθίοντες.
Ταυροσκύθαι ἀνθρώπους θύουσι.
Βυζωνοὶ μεσόγειοι βοῦς ἀμέλγοντες μόνῃ ταύτῃ τροφῇ χρῶνται.
Οἱ κατὰ τὴν ἡμετέραν οἰκουμένην Ἴβηρες κυνῶν ἀγέλην τρέφουσιν ἀντὶ προβάτων.
Αἰθίοπες δὲ οἱ λεγόμενοι † Κολχεῖς, ὑαίνας. Διὰ ταῦτα ἡ παροιμία εἴρηται.
5.26. Ξένος ἔλθοι ὁστις ὀνήσει: ταύτην φησὶ Θεόπομπος ὑπὸ Φιλίππου πρῶτον λεχθῆναι. Θετταλῶν γὰρ καταστρεψάμενος πόλιν καὶ τοὺς αὐτόθι ξένους πωλήσας, χλευάζων εἶπεν, Ἕλθοι ξένος ὅστις ὀνήσει.
5.27. Ξαίνεις εἰς πῦρ: λέγεται ἡ παροιμία αὕτη ἐπὶ τῶν μάτην κακοπαθούντων.
5.28. Οὐκ ἐπαινεθείης οὐδ᾿ ἐν περιδείπνῳ: ἐπὶ τῶν σφόδρα πονηρῶν ἡ παροιμία λέγεται, καὶ μηδὲ τοῦ τυχόντος ἐπαίνου ἀξίων. Εἰώθεσαν γὰρ οἱ παλαιοὶ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν.
5.29. Οἰνόη τὴν χαράδραν: ἡ παροιμία αὕτη λέγεται ἐπὶ τῶν ἑαυτοῖς κακόν τι ἐφελκομένων. Οἰνόη γὰρ δῆμός ἐστι τῆς Ἀττικῆς· οἱ δὲ οἰκοῦντες αὐτόθι χαράδραν ὑπὲρ αὐτῶν φερομένην παρέτρεψαν εἰς τὴν ἑαυτῶν χώραν. Πολλὴ δὲ γενομένη ἡ χαράδρα ἐλυμήνατο αὐτῶν τὰ γεώργια, καὶ τὰς οἰκίας κατέβαλεν.
5.30. Ὁ Κρὴς τὴν θάλατταν: ἐπὶ τῶν ἐν οἷς διαφέρουσι ταῦτα φεύγειν προσποιουμένων ἡ παροιμία ἐστίν· ἐπειδὴ ναυτικώτατοι οἱ Κρῆτες ἐγένοντο. Μέμνηται ταύτης Ἀλκαῖος.
5.31. Οὐ φροντὶς Ἱπποκλείδῃ: Ἱπποκλείδης μετὰ καὶ ἄλλων πολλῶν ἐμνηστεύσατο τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα. Τοῦ δὲ Κλεισθένους ἐν ἐνιαυτῷ ὅλῳ δοκιμάζοντος τοὺς μνηστῆρας, ὁ Ἱπποκλείδης ἐν συμποσίῳ ἐπὶ κεφαλὴν κυβιστήσας, ἄνω περιῆγε τοὺς πόδας. Τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξωρχήσω τὸν γάμον· ὁ Ἱπποκλείδης ἔφη, Οὐ φροντὶς Ἱπποκλείδῃ.
5.32. Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς τι ποιούντων. Ἡ γὰρ νὺξ ἀκριβεστέρα τῆς ἡμέρας τοῖς πελαγοδρομοῦσι, διὰ τὰς τῶν ἄστρων σημειώσεις. Ὁ δὲ Χρύσιππος ἀφελὼν τὴν οὐ ἀπόφασιν, Νυκτιπλοεῖς εἶπεν.
5.33. Οὐκ ἄνευ γε Θησέως: Θησεὺς πολλοῖς ἀριστεῦσι συνηγωνίσατο. Τῷ γὰρ Μελεάγρῳ συνήργησε πρὸς τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, τῷ Πειρίθῳ συνεμάχησε κατὰ τῶν Κενταύρων καὶ Ἡρακλεῖ πρὸς τὰς Ἀμαζόνας. Ὅταν οὖν θαυμαστόν τι πραχθῇ οὐχ᾿ ὑπὸ μόνου τινός, εἰώθαμεν λέγειν αὐτῷ, Οὐκ ἄνευ γε Θησέως.
Ἡ δὲ περὶ τοῦ Μελεάγρου ἱστορία καὶ τοῦ Καλυδωνίου συὸς οὕτως ἔχει· Μελεάγρου γεννηθέντος φασὶ τὰς Μοίρας παραγενομένας εἰπεῖν, Τότε τελευτήσει Μελέαγρος, ὅταν ὁ καιόμενος ἐπὶ τῆς ἐσχάρας δαλὸς κατακαῇ. Τοῦτο ἀκούσασα ἡ μήτηρ αὐτοῦ Ἀλθαία, τὸν δαλὸν ἀνείλετο, καὶ κατέθετο εἰς λάρνακα. Μελέαγρος δὲ ἀνὴρ γενναῖος γενόμενος τόνδε τὸν τρόπον ἐτελεύτησεν. Οἰνεὺς ὁ τούτου πατὴρ τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων, τῆς Ἀρτέμιδος ἐπελάθετο. Ἡ δὲ ὀργισθεῖσα κάπρον ἐφῆκεν ἄγριον, μεγέθει τε καὶ ῥώμῃ ἒξοχον, ὅς τὴν γῆν τῶν Καλυδωνίων διέφθειρε καὶ τοὺς καρποὺς ἐλυμαίνετο. Ἐπί τοῦτον τὸν κάπρον τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας συνεκάλεσεν· καὶ τῷ κτείνοντι τὸν θῆρα τὴν δορὰν δώσειν ἀριστεῖον ἐπηγγείλατο. Πολλῶν οὖν συνελθόντων, καὶ ὁ Μελέαγρος ἐπὶ τὴν θήραν ἐξῆλθε, σύμμαχον προσκαλεσάμενος τὸν Θησέα. Συνελθούσης δὲ μετὰ τῶν ἀριστέων καὶ Ἀταλάντης τῆς θυγατρός τοῦ Σχοινέως, κοινῇ τὸν κάπρον περιέστησαν ἅπαντες. Πρώτη μὲν οὖν Ἀταλάντη τὸν κάπρον εἰς τὰ νῶτα ἐτόξευσε· Μελέαγρος δὲ κατὰ τοῦ κενεῶνος πλήξας ἀπέκτεινε, καὶ λαβὼν τὸ δέρας Ἀταλάντῃ χαριζόμενος ἔδωκε. Παρόντων δὲ ἐκεῖσε καὶ τῶν Θεστίου παίδων, τῶν ἀδελφῶν τῆς Ἀλθαίας, καὶ ἀδοξούντων εἰ τὰ ἀριστεῖα γυνὴ λήψεται, τὸ δέρας ἐξ Ἀταλάντης ἀφείλοντο, λέγοντες κατὰ γένος αὐτῆς διαφέρειν, εἰ Μελέαγρος λαμβάνειν μὴ προαιροῖτο. Ὀργισθείς δὲ Μελέαγρος τοὺς μὲν Θεστίου παῖδας ἀπέκτεινε, τὸ δὲ δέρας Ἀταλάντῃ ἔδωκεν. Ἀλθαία δὲ λυπηθεῖσα ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπωλείᾳ τὸν δαλὸν ἀνῆψεν, καὶ ὁ Μελέαγρος ἐξαίφνης ἀπέθανε.
Συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεύς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱπποδάμειαν μνηστευόμενος, εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. Ἀσυνήθως δὲ ἔχοντες οἴνου, ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰσαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι. Ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε. Καὶ πολλοὺς ὁ Θησεὺς ἀπ᾿ αὐτῶν ἀνεῖλεν.
Ἀπῆλθε δὲ Θησεὺς καὶ μετὰ Ἡρακλέους πρὸς Ἀμαζόνας. Εὐρυσθέως γὰρ ἐπιτάξαντος Ἡρακλεῖ κομίσαι τὸν Ιππολύτης ζωστῆρα, τῆς τῶν Ἀμαζόνων βασιλίσσης, ἀπελθών Ἡρακλῆς ἐζήτει τοῦτον. Τῆς δὲ συνθεμένης δοῦναι, Ἥρα μανίαν φυλάττουσα πρὸς αὐτόν, εἰκάσθεῖσα μιᾷ τῶν Ἀμαζόνων περιῄει πάσαις λέγουσα, ὅτι ὁ παραβαλὼν ξένος τὴν βασιλίδα βιάζεται, καὶ ταύτης τὸν ζωστῆρα, ὅν ἐξ Ἄρεος εἰς δεῖγμα τῆς βασιλείας εἴληφεν, ἀφελέσθαι βούλεται. Τοῦτο ἀκούσασαι Ἀμαζόνες, ἐφωπλισμέναι κατὰ τοῦ Ἡρακλέους ἐξῄεσαν. Νομίσας δὲ Ἡρακλῆς ἐκ δόλου τοῦτο γενέσθαι, τὴν μὲν Ἱππολύτην κτείνας τὸν ζωστῆτα ἀφαιρεῖται, πρὸς δὲ τὰς λοιπὰς ἀγωνισάμενος ἀποπλεῖ. Διὰ τοῦτο ὕστερον βουλόμενος Ἡρακλῆς Ἀμαζόνας ἀμύνασθαι, ἐστράτευσε κατ᾿ αὐτῶν, συμπαραλαβὼν καὶ Θησέα εἰς συμμαχίαν, ἅς καὶ κατεπολέμησε παρ᾿ αὐτοῦ συμμαχούμενος.
5.34. Ουδὲ πυρφόρος ἐλείφθη: ἐπὶ τῶν μεγάλων κινδύνων εἴρηται ἡ παροιμία· ἐπειδὴ πάσης πολεμικῆς παρασκευῆς ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδον καὶ στέμματα [καὶ λαμπάδα]· καὶ τούτου νόμος ἦν μόνου φείδεσθαι τοὺς πολεμίους. Ἐπὶ τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔσχεν ἡ παροιμία.
5.35. Ὁ σκνίψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπηδώντων ἡ παροιμία εἴρηται. Σκνὶψ γάρ ἐστι θηρίδιον ξυλοφάγον, ἀπὸ τόπου εἰς τόπον μεταπηδῶν. Μέμνηται ταύτης Στράττις.
5.36. Οἶδε Πυλαία ταῦτα καὶ Τυττυγίας: ὁ Τυττυγίας ἀνδραποδιστὴς ἦν· ἐπώλει δὲ ἐν τῇ Πυλαίᾳ τὰ ἀλλότρια. Τάττεται δὲ ἡ παροιμία κατὰ τῶν ἀλλότρια ἁρπαζόντων καὶ πωλούντων.
5.37. Οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ᾿ ὁ πλοῦς: Κόρινθος πολλὰς εἶχεν ἑταίρας καὶ πολυτελεῖς, αἵ τοὺς ἀφικομένους τῶν ξένων ἐδασμολόγουν, τὰ ἐφόδια αὐτῶν ἀναλαμβάνουσαι. Διὰ γοῦν τοῦτο ἐπὶ τῶν τρυφᾶν βουλομένων [ἀπόρων] εἰρῆσθαι τὴν παροιμίαν.
5.38. Ὄνου πόκους ζητεῖς: ἐπὶ τῶν ἀνυπόστατα ζητούντων. Παρόσον τὴν ὄνον οὔτε πέξαι τὶς δύναται οὔτε κεῖραι. Λέγεται δὲ καὶ Ὄνον κείρεις, ἐπὶ τῶν ἀνηνύτοις ἐπιχειρούντων.
5.39. Ὄνου παρακύψεως: μέμνηται ταύτης Μένανδρος ἐν Ἱερείᾳ. Λέγουσι δέ, ὅτι κεραμεύς τις ἔτρεφε πολλὰς ὄρνιθας ἐν τῷ ἐργαστηρίῳ· ὄνος δὲ παριών, ἀκολουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνεσόβησε τὰς ὄρνιθας, † καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψαν σκεύη. Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἦγε τὸν ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος ὑπὸ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγε, Παρακύψεως ὄνου. Ἐπὶ τῶν καταγελάστως οὖν συκοφαντουμέμων εἴρηται ἡ παροιμία.
5.40. Οὐδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ μὴ προσήκοντα τοῖς ὑποκειμένοις λεγόντων ἡ παροιμία εἴρηται. Ἐπειδὴ τῶν χορῶν ἐξ ἀρχῆς εἰθισμένων διθύραμβον ᾄδειν εἰς Διόνυσον, οἱ ποιηταὶ ὕστερον ἐκβάντες τὴν συνήθειαν ταύτην, Αἴαντας καὶ Κενταύρους γράφειν ἐπεχείρουν. Ὅθεν οἱ θεώμενοι σκώπτοντες ἔλεγον, Οὐδὲν πρὸς τὸν Διόνυσον. Διὰ γοῦν τοῦτο τοὺς Σατύρους ὕστερον ἔδοξεν αὐτοῖς προεισάγειν, ἵνα μὴ δοκῶσιν ἐπιλανθάνεσθαι τοῦ θεοῦ.
5.41. Οἶδα Σίμωνα καὶ Σίμων ἐμέ: Τελχίνων φύσει βασκάνων ὄντων, (καὶ γὰρ τῷ τῆς Στυγὸς ὕδατι τὴν γῆν καταῤῥαίνοντες ἄγονον ἐποίουν,) δύο ἐγένοντο ἡγεμόνες, Σίμων καὶ Νίκων. Ὑπερίσχυε δὲ ὁ Σίμων κακοτροπώτατος ὤν, ὥστε τὴν ἐπὶ Νίκωνι φήμην ἀπαλεῖψαι. Διόπερ οἱ παροιμιαζόμενοι μόνον τὸν Σίμωνα ὀνομάζουσι. Λεχθείη δ᾿ ἄν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων.
5.42. Ὄνῳ τὶς ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν ἡ παροιμία εἴρηται κατ᾿ ἀμφότερα. Τό τε γὰρ ζῶον νωχελὲς ἐπὶ τὰ ἔργα καὶ τὰ ὦτα κινεῖ, οἱονεὶ πρὸ τοῦ τινα λαλῆσαι πάντα ἀκήκοεν· ὅπερ ἐστὶ καὶ αὐτὸ ἀναισθησίας. Πῶς γὰρ ἄν δύναιτό τις ἐγνωκέναι τὰ μὴ λαληθέντα αὐτῷ, κἄν ὦτα μεγάλα ὥσπερ ὄνος ἔχῃ;
5.43. Οἰδίποδος ἀρά: ταύτης μέμνηται Αἰσχύλος ἐν τοῖς Ἑπτά ἐπὶ Θήβας. Ἱστορεῖται δέ, ὅτι Ἐτεοκλῆς καὶ Πολυνείκης, δι᾿ ἔθους ἔχοντες πέμπειν τῷ Οἰδίποδι ἑκάστου ἱερείου τὸν ὦμον, ἐπιλαθόμενοι ἰσχίον ἔπεμψαν· ὁ δὲ νομίσας ὑβρίσθαι, κατηράσατο αὐτοῖς. Ἄλλοι δὲ λέγουσιν, ὅτι μετὰ τὸ ἀναγνωρισθῆναι Οἰδίπους τῇ μητρὶ αὐτοῦ Ἰοκάστῃ, τὰς ἰδίας ὄψεις ἐτύφλωσεν. Γνόντων δὲ τῶν ἐγχωρίων τὸ γενόμενον μύσος, καὶ τῶν Θηβαίων Οἰδίπουν ἐξελαυνόντων, τοῖς παισὶ κατηράσατο, ἐπεὶ διωκομένῳ τῆς πόλεως ἐπήμυναν· διὰ τοῦτο καὶ ὑπ᾿ ἀλλήλων ὕστερον ἀνῃρέθησαν.
5.44. Οἰταῖος δαίμων: Κλέαρχός φησιν, ὅτι δαίμων τις Οἰταῖος ἐπωνομάσθη, ὅς ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν.
5.45. Οἵῳ μ᾿ ὁ δαίμων τέρατι συγκαθεῖρξεν: ἐπὶ τῶν δυσανασχετούντων ἐπί τινι δυσχερεῖ πράγματι λέγεται ἡ παροιμία. Κύκλωψ γὰρ ἐστι δρᾶμα Φιλοξένου τοῦ ποιητοῦ, ἐν ᾧ ὁ Ὀδυσσεὺς περισχεσθεὶς τῷ τοῦ Κύκλωπος σπηλαίῳ λέγει,
Οἵῳ μ᾿ ὁ δαίμων τέρατι συγκαθεῖρξεν.
5.46. Ὅσα Μῦς ἐν Πίσσῃ: αὕτη ἡ παροιμία εἴρηται ἐπὶ τῶν νενικηκότων τοὺς ἀνταγωνιστὰς διὰ πολλοῦ πόνου· Μῦς γὰρ Ταραντῖνος πύκτης ἐν Πίσῃ ἀγωνιζόμενος, καὶ πολλοὺς ἔχων ἀντιμάχους, πολλὰς πληγὰς λαβών, μόλις ἐνίκησεν.
5.47. Οὐδὲν ἱερὸν ὑπάρχεις: Κλέαρχός φησιν, ὅτι Ἡρακλῆς ἰδὼν τὸν Ἄδωνιν ἱδρυμένον, ἔφη, Οὐδὲν ἱερόν. Εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ ἀχρήστων.
5.48. Οὗτος ἄλλος Ἡρακλῆς: Κλέαρχος ἐξηγούμενος τὴν παροιμίαν φησὶ τὸν Βριαρέω καλούμενον Ἡρακλέα ἐλθεῖν εἰς Δελφούς, καὶ λαβόντα τὶ τῶν ἐκεῖ κειμηλίων κατά τι παλαιὸν ἔθος, ὁρμῆσαι ἐπὶ τὰς Ἡρακλέους στήλας καλουμένας καὶ τῶν ἐκεῖ περιγενέσθαι. Χρόνῳ δὲ ὕστερον τὸν Τύριον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς χρησόμενον τῷ μαντείῳ· τὸν δὲ θεὸν προσειπεῖν αὐτὸν ἄλλον Ἡρακλέα· καὶ οὕτω τὴν παροιμίαν κρατῆσαι.
5.49. Οὐδὲ Ἡρακλῆς πρὸς δύο: φασὶν Ἡρακλέα θέντα τὸν Ὀλυμπιακὸν ἀγῶνα, πιστεύσαντά τε τῇ ἑαυτοῦ δυνάμει, τῇ δευτέρᾳ πενταετηρίδι πρὸς δύο πυκτεύσαντα ἡττηθῆναι. Λέγουσι δὲ τούτους εἶναι οἱ μὲν Λάϊον καὶ Φέρανδρον· οἱ δὲ Κτέατον καὶ Εὔρυτον.
5.50. Οἱ Κρῆτες τὴν θυσίαν: Ἀγαμέμνων, ὥς φασι, χειμασθεὶς κατηνέχθη εἰς Κρήτην, καὶ ἀναβὰς εἰς τὸ Πολυῤῥήνιον, θυσίαν ἐπετέλει. Ἐν τούτῳ δὲ οἱ αἰχμάλωτοι τὰς ναῦς ἐνέπρησαν· οἷ ἀπαγγελθέντος αὐτῷ, μεσούσης τῆς θυσίας, τὸ μὲν καιόμενον ἱερεῖον καταλιπεῖν λέγεται, ἐλθεῖν δὲ πρὸς θάλασσαν ταραχθέντα, καὶ μίαν μόλις εὑρόντα ναῦν, ἐπ᾿ αὐτῆς ἀναχθῆναι, πολλὰ καταρασάμενον τοῖς τὴν χώραν οἰκοῦσιν. Ὅθεν εἴ ποτε ταραχώδης θυσία γένοιτο, Κρητικὴν καλεῖσθαι.
5.51. Ὁ Σικελὸς τὴν θάλασσαν: Σικελός, φασίν, ἔμπορος σῦκα ἄγων ἐναυάγησεν· εἶτα ἐπὶ πέτρας καθήμενος, καὶ ὁρῶν τὴν θάλασσαν ἐν γαλήνῃ, ἔφη, Οἶδα ὅ θέλει·σῦκα θέλει.
5.52. Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν: ὁ Δήμων φησὶν ἐν τοῖς τραχέσι καὶ δυσβάτοις τόποις τοὺς ἐλάφους προστρίβοντας τὰ κέρατα πρὸς τὰς θάμνους, ἀποβάλλειν αὐτά. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων εἰρῆσθαι τὴν παροιμίαν.
5.53. Οὔθ᾿ ὕεται, οὔθ᾿ ἡλιοῦται: ἡ παροιμία εἴρηται ἐπὶ τῶν ἔξω πάσης φροντίδος ἑστώτων, τουτέστιν, Οὔτε βρέχεται, οὔτε ἡλιοβολεῖται.
5.54. Οὐδὲ τὸ Δίωνος γρῦ: οὗτος ὁ Δίων Ἀλεξανδρεὺς μὲν ἦν τὸ γένος, διαβόητος δὲ ἐπὶ φιλοσοφίᾳ, ἔχων ἀδελφὸν παλάιστην, † Τόψιον ἐπικαλούμενον. Λοιδορούμενος δὲ ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ ἀκούων ῥητὰ καὶ ἄῤῥητα, καίτοι πολλοῦ ὄχλου ἐπακολουθοῦντος, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο, κατεσταλμένον [αὑτὸν κατὰ] τὸ τῆς φιλοσοφίας παράγγελμα τηρῶν· ἐντὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑποφήνας εἶπε πρὸς τὸν νεανίαν οὐδὲ γρῦ· ὁ δὲ ἀθυμήσας ἀπήγξατο.
Εἴρηται δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ γρῦ ἐπὶ τοῦ μικροῦ καὶ τοῦ τυχόντος. Καὶ γὰρ τὸν ἐν τοῖς ὄνυξι ῥύπον λέγουσι γρῦ, καὶ γρυτάρια τὰ κατὰ τὴν οἰκίαν λεπτὰ σκευάρια, καὶ γρυτοπώλην τὸν τὰ σκευάρια πωλοῦντα.
5.55. Οὐδ᾿ ἴκταρ βάλλειν: τὸ ἴκταρ σημαίνει ἐγγύς· τουτέστιν οὐδὲ ἐγγύς ἐστιν· εἴρηται δὲ κατὰ γλῶτταν, ὥσπερ τὸ Διωλύγιον κακὸν σημαίνει τὸ μέγα. Μέμνηται δὲ ἀμφοτέρων ὁ Πλάτων, τοῦ μὲν διωλύγιον ἐν Θεαιτήτῳ, τοῦ δ᾿ ἴκταρ βάλλειν ἐν Πολιτείᾳ.
5.56. Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερόν: αὕτη παρ᾿ οὐδενὶ τῶν ἀρχαίων ἐστί. Λέγεται δὲ ἐπὶ τῶν σωζομένων ἀφ᾿ ὧν οὐκ ἤλπισαν. Φησὶ δὲ Εὔδοξος Ἡρακλέα τὸν Τύριον ὑπὸ Τυφῶνος διαφθαρῆναι· τὸν Ἰόλαον δὲ ἅπαντα πράττοντα διὰ τὸ ἀναστῆσαι τὸν Ἡρακλέα, τὸν ὄρτυγα, ᾧ ἔχαιρεν Ἡρακλῆς, ζῶντα καῦσαι· ἐκ δὲ τῆς κνίσσης ἀναβιῶναι τὸν Ἡρακλέα.
5.57. Οἴκοι τὰ Μιλήσια: ἡ παροιμία τέτακται ἐπὶ τῶν ὅπου μὴ προσήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. Ἀρισταγόρας γὰρ ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν. Εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσια.
5.58. Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μήτε κατέχειν δυναμένων μήτε μεθεῖναι βουλομένων ἡ παροιμία εἴρηται. Μέμνηται αὐτῆς Σοφοκλῆς Ἀχιλλέως ἐρασταῖς.
5.59. Ὁ Σκύθης τὸν ἵππον: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτὸ εἴρηται ἡ παροιμία. Μαρτυρεῖ δὲ καὶ Πίνδαρος λέγων·
Ἄνδρες τινὲς ἀκκιζόμενοι Σκύθαι
νεκρὸν ἵππον στυγέοισιν λόγῳ κτάμενον ἐν φάει·
κρυφᾶ δὲ σκολιοὺς γένυσιν ἀνδέροισιν πόδας ἠδὲ κεφαλάς.
5.60. Οὐκ εἰμὶ τούτων τῶν ἡρώων: αὕτη τέτακται ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν· οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον, ἤ εὐεργετεῖν, ὥς φησι Μένανδρος ἐν Συνεφήβοις.
5.61. Πιτάνη εἰμί: αὕτη παρ᾿ Ἀλκαίῳ κεῖται. Λέγεται δὲ κατὰ τῶν πυκναῖς συμφοραῖς περιπιπτόντων ἅμα καὶ εὐπραγίαις· παρόσον καὶ τῇ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα, ὧν καὶ Ἑλλάνικος μέμνηται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισθῆναι καὶ πάλιν ὑπὸ Ἐρυθραίων ἐλευθερωθῆναι.
5.62. Πάντα κάλων σεῖε: παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων· παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα χαλώντων.
5.63. Πάντα λίθον κίνει: παροιμία. Ὅτε γὰρ Ξέρξης ἐπὶ τοὺς Ἕλληνες ἐπεστράτευσεν, ἡττηθεὶς περὶ Σαλαμῖνα, αὐτὸς μὲν ἀνέζευξε, Μαρδόνιον δὲ κατέλιπε πολεμήσοντα τοῖς Ἕλλησιν. Ἡττηθέντος δὲ καὶ τούτου τὴν ἐν Πλαταιαῖς μάχην, φήμη τις κατέσχεν, ὡς ἐν τῷ περιβόλῳ τῆς σκηνῆς ὁ Μαρδόνιος θησαυρὸν καταλέλοιπε. Πριάμενος οὖν Πολυκράτης ὁ Θηβαῖος τὸν τόπον, χρόνον μὲν πολὺν ἐζήτει τὸν θησαυρόν· ὡς δ᾿ οὐδὲν ἐπέραινε, πέμψας εἰς Δελφοὺς ἐπηρώτα, πῶς ἄν εὕροι τὰ χρήματα. Τὸν δὲ Ἀπόλλωνα ἀποκρίνασθαί φασι, πάντα λίθον κίνει· ὅθεν ἡ παροιμία ἐκράτησεν.
5.64. Πολυκράτης μητέρα νέμει: μέμνηται ταύτης Δοῦρις· λέγει δὲ ὅτι Πολυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγών, δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων ὅτι, Μητέρα σοι ταύτην δίδωμι. Ὅθεν ἡ παροιμία ἐκράτησεν.
5.65. Παρεξηυλημένος τὸν νοῦν: ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυδρὸν ἤ διεφθορότα. Μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσιδίων τῶν ἐν τοῖς αὐλοῖς· οἱ γὰρ κατατετριμμένοι ἐξηυλῆσθαι λέγονται.
5.66. Πτωχοῦ πήρα οὐ πίμπλαται: τοῦτο παρὰ Καλλιμάχῳ ἐπὶ τῶν ἀπλήστων εἴρηται πτωχῶν.
5.67. Πόλεις παίζειν: μέμνηται ταύτης Κρατῖνος ἐν Δραπέτισιν· ἡ δὲ πόλις εἶδός ἐστι παιδιᾶς πεττευτικῆς. Καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς ψήφοις παιζόντων, ταῖς λεγομέναις νῦν χώραις, τότε δὲ πόλεσιν.
5.68. Πόλλ᾿ οἶδ᾿ ἀλώπηξ, ἀλλ᾿ ἐχῖνος ἕν μέγα: μέμνηται ταύτης Ἀρχίλοχος ἐν ἐπωδῇ. Γράφει δὲ καὶ Ὅμηρος τὸν στίχον. Φησὶ δὲ καὶ Ἴων ὁ τραγικός·
Ἀλλ᾿ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα
καὶ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας·
ὅς εὖτ᾿ ἄν ἄλλων θηρίων ὀσμὴν λάβῃ,
στρόβιλος ἀμφ᾿ ἄκανθαν εἱλίξας δέμας,
κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος.
Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν πανουργοτάτων.
5.69. Πῦρ ἐπὶ πῦρ: παροιμία, ἧς μέμνηται Πλάτων. Καὶ κακὸν ἐπὶ κακῷ.
5.70. Πρὸς κέντρα λακτίζειν: παροιμία, ἧς μέμνηται Εὐριπίδης·
Πρὸς κέντρα λακτίζοιμι θνητὸς ὤν θεῷ.
Καὶ Αἰσχύλος δὲ ταύτης μέμνηται.
5.71. Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: παροιμία λεχθεῖσα ἐξ αἰτίας τοιαύτης· Ἀγκαῖος παῖς Ποσειδῶνος φυτεύων ἀμπελῶνα βαρέως ἐπέκειτο τοῖς οἰκέταις. Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ μεταλήψεσθαι τὸν δεσπότην τοῦ καρποῦ. Ὁ δὲ Ἀγκαῖος ἐπειδὴ ὁ καρπὸς ἐφθάκει, χαίρων ἐτρύφα, καὶ τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ τὴν κύλικα προσφέρειν τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ λόγου· ὁ δὲ ἔφη τὸν εἰρημένον στίχον. Τούτων ἔτι λεγομένων οἰκέτης ἦλθεν ἀπαγγέλλων, ὡς ὑπερμεγέθης σῦς τὸν ὄρχατον λυμαίνεται. Ὁ δὲ Ἀγκαῖος ἀποβαλὼν τὴν πόσιν ἐπὶ τὸν σῦν ὥρμησε καὶ πληγεὶς ὑπ᾿ αὐτοῦ ἐτελεύτησεν. Ὅθεν ἡ παροιμία. Διονύσιος δέ φησιν εἰρῆσθαι αὐτὴν ἀπὸ τῆς Ἀντινόου μνηστευσαμένου τὴν Πηνελόπην συμφορᾶς. Προσαγόμενος γὰρ τὸ ἔκπωμα ἐτελεύτησε τοξευθεὶς παρὰ τοῦ Ὀδυσσέως.
5.72. Πενία δὲ σοφίαν ἔλαχε: κομματικῶς τοῦτο ἐκ τῶν Εὐριπίδου εἵλκυσται, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν.
5.73. Πάντα χναύματα: λέγουσι τὰ ἀποθραύσματα τῶν ἰτρίων καὶ πλακούντων. Τὸ γοῦν πᾶν χναῦμα σημαίνει, οἷον πᾶν πρᾶγμα.
5.74. Πᾶσα γῆ πατρίς: τοῦτο μέρος ἐστὶ χρησμοῦ, ὅν ἀνεῖλεν ὁ θεὸς Μελεῷ τῷ Πελασγῷ περὶ οἰκήσεως μαντευομένῳ. Μέμνηται τοῦ χρησμοῦ καὶ Μνασέας καὶ Διονύσιος ὁ Χαλκιδεύς.
5.75. Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες: Φιλόχορός φησιν ὅτι Νύμφαι κατεῖχον τὸν Παρνασὸν τροφοὶ Ἀπόλλωνος τρεῖς, καλούμεναι Θριαί, ἀφ᾿ ὧν αἵ τε μαντικαὶ ψῆφοι θριαὶ καλοῦνται καὶ τὸ μαντεύεσθαι θριᾶσθαι. Ἄλλοι δὲ λέγουσι τὴν Ἀθηνᾶν εὑρεῖν τὴν διὰ τῶν ψήφων μαντικήν· ἧς εὐδοκιμούσης μᾶλλον τῶν Δελφικῶν χρησμῶν, τὸν Δία χαριζόμενον τῷ Ἀπόλλωνι ψευδῆ καταστῆσαι τὴν διὰ τῶν ψήφων μαντικήν. Πάλιν οὖν τῶν ἀνθρώπων ἐπὶ τοὺς Δελφικοὺς ἐρχομένων χρησμοὺς τὴν Πυθίαν εἰπεῖν·
Πολλοὶ θριαβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες.
5.76. Πεύκης τρόπον: αὕτη τάττεται κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης.
5.77. Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοι: παροιμία ἐπὶ τῶν ψευδῆ δόξαν ἐχόντων.
5.78. Πάντα ὀκτώ: Εὔανδρος ἔφη ὀκτὼ τοὺς πάντων εἶναι κρατοῦντας θεούς, Πῦρ, Ὕδωρ, Γῆν, Οὐρανόν, Σελήνην, Ἥλιον, Μίθραν, Νύκτα. Ἄλλοι δέ φασιν ἐν Ὀλυμπίᾳ τὰ πάντα εἶναι ἀγωνίσματα ὀκτώ, Στάδιον, [Δόλιχον,] Δίαυλον, Ὁπλίτην, Πυγμήν, Παγκράτιον καὶ τὰ λοιπά· ἀφ᾿ ὧν εἰρῆσθαι πάντα ὀκτώ.
5.79. Πυραύστου μόρος: πτηνόν ἐστι ζωΰφιον, ὅ προσιπτάμενον τοῖς λύχνοις καὶ δοκοῦν ἅπτεσθαι τοῦ πυρὸς κατακαίεται. Μέμνηται καὶ αὐτοῦ Αἰσχύλος εἰπών·
Δέδοικα μωρὸν κάρτα πυραύστου μόρον.
Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν ἑαυτοῖς προξενούντων ἀπώλειαν.
5.80. Πάλαι ποτ᾿ ἦσαν ἄλκιμοι Μιλήσιοι: φασὶ τοὺς Κᾶρας πολεμουμένους ὑπὸ Δαρείου τοῦ Πέρσου, κατά τινα παλαιὰν μαντείαν εἰρημένην αὐτοῖς τοὺς ἀλκιμωτάτους προσθέσθαι συμμάχους, ἐλθεῖν εἰς Βραχγίδας, καὶ τὸν ἐκεῖ θεὸν ἐρωτῆσαι, εἰ Μιλησίους πρόσθοιντο συμμάχους· τὸν δὲ ἀποκρίνασθαι,
Πάλαι ποτ᾿ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Οὗτος δὲ ὁ στίχος εἴρηται τὸ πρότερον παρὰ Ἀνακρέοντι, ὅς ἤκμασε μάλιστα κατὰ Κῦρον τὸν Πέρσην. Τρίτος δέ ἐστιν ἀπὸ Κύρου Δαρεῖος.
5.81. Ῥαδαμάνθυος ὅρκος: Κρατῖνός φησιν, ἐπὶ τῷ χηνὶ καὶ τῷ κυνὶ καὶ τοῖς τοιούτοις ὅρκον Ῥαδαμάνθυϊ ἀνατιθέασιν· ὡς καὶ Σωσικράτης ἐν δευτέρῳ Κρητικῶν· ἵνα μὴ θεοὺς ὀμνύωσιν.
5.82. Ῥαμνουσία Νέμεσις: ἐν Ῥαμνοῦντι Νεμέσεως ἵδρυται ἄγαλμα δεκάπηχυ, ὁλόλιθον, ἔργον Φειδίου, ἔχει δὲ ἐν τῇ χειρὶ μηλέας κλάδον· ἐξ οὗ φησιν Ἀντίγονος ὁ Καρύστιος πτύχιόν τι μικρὸν ἐξηρτῆσθαι τὴν ἐπιγραφὴν ἔχον, Ἀγοράκριτος Πάριος ἐποίησεν. Οὐ θαυμαστὸν δέ· καὶ ἄλλοι γὰρ πολλοὶ ἐπὶ τῶν οἰκείων ἔργων ἕτερον ἐπιγεγράφασιν ὄνομα. Εἰκὸς οὖν καὶ τὸν Φειδίαν τῷ Ἀγορακρίτῳ συγκεχωρηκέναι· ἦν γὰρ αὐτοῦ ἐρώμενος, καὶ ἄλλως ἐπτόητο περὶ τὰ παιδικά.
5.83. Ῥηγίνων δειλότερος: τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον. Ξέναρχος γὰρ ὁ Σώφρονος υἱὸς εἰς δειλίαν ἐκωμῴδησε τοὺς Ῥηγίνους.
5.84. Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ μηδενὸς ἄξια κλεπτόντων λέγεται ἡ παροιμία. Μετενήνεκται δὲ ἀπὸ τῶν Σικελῶν, τὰς ἀβρώτους ὄμφακας κλεπτόντων. Μέμνηται ταύτης Ἐπίχαρμος.
5.85. Σαρδόνιος γέλως: Αἰσχύλος ἐν τοῖς Περὶ παροιμιῶν περὶ τούτου φησὶν οὕτως· «Οἱ τὴν Σαρδὼ κατοικοῦντες, Καρχηδονίων ὄντες ἄποικοι, τοὺς ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονότας τῷ Κρόνῳ ἔθυον γελῶντες καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν. Τὸν οὖν προσποίητον γέλωτα Σαρδόνιον κληθῆναι.»
Τίμαιος δέ φησιν αὐτοὺς ἱστάντας τοὺς γονεῖς ἐν οἷς μέλλουσι βάλλεσθαι βόθροις, παίειν σχίζαις καὶ κατακρημνίζειν· φθειρομένους δὲ αὐτοὺς γελᾶν διὰ τὴν ἀπὸ τῶν τέκνων ἀδικίαν καὶ δόξαν τοῦ μακαρίως καὶ καλῶς τελευτᾶν.
Τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. Φύεται γάρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλωτος ἀποθνήσκουσιν.
Ἀλλοι δὲ τὸν καθ᾿ ὑπόκρισιν γέλωτα γινόμενον Σαρδόνιον καλεῖσθαι λέγουσιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσι.
Σιμωνίδης δέ φησι τὸν Τάλω πρὸ τῆς εἰς Κρήτην ἀφίξεως οἰκῆσαι τὴν Σαρδώ, καὶ πολλοὺς τῶν ἐν ταύτῃ διαφθεῖραι· οὕς τελευτῶντες σεσηρέναι, καὶ ἐκ τούτου ὁ Σαρδόνιος γέλως.
Περὶ δὲ τοῦ Τάλω τοιόνδε μυθολογεῖται· φασὶν αὐτὸν τοῦ χαλκινοῦ γένους εἶναι· δοθῆναι δὲ Μίνωϊ παρ᾿ Ἡφαίστου εἰς φυλακὴν τῆς νήσου Κρήτης. Οὗτος φλέβα μίαν εἶχεν ἀπὸ αὐχένος ἄχρι σφυρῶν κατατείνουσαν· κατὰ δὲ τὸ δέρμα τῆς φλεβὸς ἧλος διήρειστο χαλκοῦς. Τρὶς δὲ ἑκάστης ἡμέρας τὴν νῆσον περιερχόμενος ὁ Τάλως ἐτήρει. Διὸ καὶ προσπλέουσαν τὴν Ἀργὼ μετὰ Ἰάσονος, ὑποστρέφοντος ἀπὸ Κόλχων, ἐκώλυε τῇ νήσῳ προσορμισθῆναι. Ἀπατηθεὶς δὲ ὑπὸ Μηδείας ἀπέθανεν, ὡς μὲν ἔνιοι λέγουσι, διὰ φαρμάκων αὐτῆς μανίαν ἐμβαλούσης· ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον, καὶ τὸν ἧλον ἐξελούσης, διαῤῥυέντος τοῦ ἰχῶρος σὺν ὅλῳ τῷ αἵματι, οὕτως αὐτὸν τεθνάναι. Τινὲς δὲ αὐτὸν τελευτῆσαι λέγουσιν ὑπὸ Ποίαντος εἰς τὸ σφυρὸν τοξευθέντα.
5.86. Σαρπηδονία ἀκτή: τόπος οὗτος Θράκης, ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος. Ἔστι δὲ καὶ ἑτέρα Σαρπηδονία περὶ Κιλικίαν· καὶ ἄλλη πρὸς τῷ ὠκεανῷ, Γοργόνων οἰκητήριον.
5.87. Συβαριτικὴ τράπεζα: ἀντὶ τοῦ ἐν πολυτελείᾳ. Τρυφηταὶ γὰρ οἱ Συβαρῖται.
5.88. Συβαρῖται διὰ πλατείας: παροιμία ἐπὶ τῶν σοβαρῶς πορευομένων.
5.89. Σικελὸς στρατιώτης: παροιμιῷδες. Ἐπεὶ ξένοις ἐχρῶντο στρατιώταις ὡς ἐπὶ πολὺ οἱ ὑπὸ Ἱέρωνα.
5.90. Σκορακίζειν: ἀντὶ τοῦ, εἰς κόρακας πέμπειν, ἐκφαυλίζειν.
5.91. Σῦκον αἰτεῖς: αὕτη λέγεται κατὰ τῶν κολακευόντων. Οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργούς, βουλόμενοι παρ᾿ αὐτῶν λαμβάνειν τὰ πρώϊμα σῦκα· οἰωνίζοντο γὰρ αὐτοῖς καὶ πάλιν ἐλθεῖν εἰς νέωτα.
5.92. Σῦκον ἐφ᾿ Ἑρμῇ: παροιμία ἐπὶ τῶν ἐκκειμένων ἐπ᾿ ὠφελείᾳ τοῖς βουλομένοις. Εἴ ποτε γὰρ φανείη σῦκον, τοῦτο τῷ Ἑρμῇ ἀνατιθέασι· τοῦτο δὲ οἱ βουλόμενοι ἀνελάμβανον.
5.93. Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει: παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. Τίθεται δὲ ἡ παροιμία ἐπὶ γυναικῶν μάλιστα ὀφειλουσῶν ἐργάζεσθαι· ἡ γὰρ Ἀθηνᾶ ἐργάνη. Εἴρηται δὲ ἀπὸ ὀνηλάτου, οὗ ὁ μὲν ὄνος εἰς πηλὸν ἐπεπτώκει· ὁ δέ, δέον βοηθεῖν, ἐπεκαλεῖτο τὸν Ἡρακλέα. Μέμνηται ταύτης τῆς παροιμίας Εὐριπίδης. Ἕτεροι δέ φασιν ὅτι μέλλων τὶς ἀγωνίσασθαι, χρησμὸν παρὰ τῆς Ἀθηνᾶς εἴληφεν, ὅτι νικήσει· ἐνστάντος δὲ τοῦ ἀγῶνος εἰσελθὼν εἰς τὸ θέατρον καὶ κάτω βαλὼν τὰς χεῖρας εἱστήκει, ἕως τυπτόμενος ὑπὸ τοῦ ἀνταγωνιστοῦ ἐνικήθη.
5.94. Συρακουσία τράπεζα: ἡ πολυτελής. Ἐδόκουν γὰρ οἱ Σικελιῶται ἁβροδίαιτοι εἶναι μᾶλλον πάντων.
5.95. Συστομώτερος σκάφης: παροιμία ἐπὶ τῶν τὰς σκάφας φερόντων μετοίκων, διὰ τὸ ἀπαῤῥησίαστον, οἷς οὐδὲ χανεῖν ἐφεῖτο. Τάττεται δὲ ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι· ἐπειδὴ οἱ μέτοικοι σκάφας ἔφερον ἐν ταῖς πομπαῖς. Μέμνηται ταύτης Μένανδρος ἐν τῷ Εὐνούχῳ.
5.96. Σχῖνον διατρώγειν: εἰώθασι τὸν σχῖνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· παρ᾿ ὅ καὶ τοὺς τοιούτους σχινοτρώκτας λέγουσιν.
5.97. Σειρὴν μὲν φίλον ἀγγέλλει, ξεῖνον δὲ μέλισσα: σειρῆνα λέγει οὐ τῶν ᾠδικῶν παρθένων μίαν, ἀλλὰ ζῶον ὑπόπτερον μελίσσῃ ἐοικός, ὥς φησιν Ἀριστοτέλης.
5.98. Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ: τοῦτο Σοφοκλέους ἐστὶν ἐξ Αἴαντος τοῦ Λοκροῦ· Πλάτων δὲ Εὐριπίδου φησὶν εἶναι τὸ ἰαμβεῖον. Καὶ οὐδὲν θαυμαστόν· συμπίπτουσι γὰρ ἀλλήλοις οἱ ποιηταί.
5.99. Σὺν δὲ θεοὶ μάκαρες: τοῦτο ἐπιλέγουσιν οἱ ῥαψῳδοί· ὡς καὶ οἱ κιθαρῳδοί, Ἀλλ᾿ ἄναξ μάλα χαῖρε.
5.100. Σαυτὴν ἐπαινεῖς: αὕτη τῶν κατ᾿ ἔλλειψιν λεγομένων ἐστί· τὸ δὲ πλῆρες ἔχει οὕτως,
Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας, γύναι.
Ἀστυδάμας γὰρ ὁ Μορσίμου εὐημερήσας ἐν τῇ ὑποκρίσει Παρθενοπαίου, ἐψηφίσθη εἰκόνος ἐν τῷ θεάτρῳ ἀξιωθῆναι. Γράψας οὖν αὐτὸς ἐπίγραμμα ὁ Ἀστυδάμας ἔπαινον ἑαυτοῦ ἔχον ἀνήνεγκεν ἐπὶ τὴν βουλήν· οἱ δὲ ἐψηφίσαντο ὡς ἐπαχθὲς αὐτὸ μηκέτι ἐπιγραφῆναι. Διὸ καὶ σκώπτοντες αὐτὸν οἱ ποιηταὶ ἔλεγον,
Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας, γύναι.