Μετάβαση στο περιεχόμενο

Επιτομή εκ των Ταρραίου και Διδύμου παροιμιών συντεθείσα κατά στοιχείον/Δ

Από Βικιθήκη


Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον
Ἑκατοντάς Δ΄
Συγγραφέας:


4.1.     Ἐπὶ σαυτῷ τὴν σελήνην καθαιρεῖς: αἱ τὴν σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν παίδων στερίσκεσθαι. Εἴρηται οὖν ἐπὶ τῶν ἑαυτοῖς τὰ κακὰ ἐπισπωμένων ἡ παροιμία.


4.2.     Εἴ τι κακόν, εἰς Πύῤῥαν: φασὶν ὅτι οἱ Πυῤῥαῖοι πρὸς τοὺς ὁμόρους πάντας ἀπεχθῶς εἶχον. Ἐκεῖνοι οὖν τὰ συμβαίνοντα αὐτοῖς κακὰ ἀποτροπιαζόμενοι, καὶ ἐκβάλλοντες εἰς τὴν Πυῤῥαίων χώραν, ἐπεφώνουν, Εἴ τι κακόν, εἰς Πύῤῥαν.


4.3.     Εὐγενέστερος Κόδρου: ὁ Κόδρος Μελάνθου υἱὸς ἦν· Μέλανθος δὲ ἕκτος ἀπὸ Νηλέως, οὗ καὶ Νέστωρ. Οὗτος ἐκπεσὼν τῆς Μεσσήνης ἦλθεν εἰς τὰς Ἀθήνας, καὶ μονομαχήσας πρὸς Ξάνθον τὸν Βοιωτόν, βασιλεύοντα τῶν Ἀθηναίων, νικήσας ἐβασίλευσε τῶν Ἀθηναίων, καὶ Κόδρῳ τῷ υἱῷ τελευτήσας τὴν βασιλείαν κατέλιπεν. Ὁ δὲ Κόδρος οὗτος ἐν τῷ πρὸς Δωριέας πολέμῳ ἑκὼν ὑπὲρ τῆς χώρας ἀποθνήσκει. Προείρητο γὰρ ὑπὸ τοῦ θεοῦ τοῖς Ἀθηναίοις νηκήσειν, εἴ γε τελευτήσειεν ὑπὸ τῶν Δωριέων ὁ βασιλεὺς αὐτῶν. Ἀποθανὼν δὲ ἐγκατέλιπε παῖδας δύο, Μέντορα καὶ Νηλέα. Ὁ μὲν οὖν Μέντωρ ἀντ᾿ αὐτοῦ ἐβασίλευσεν· ὁ δὲ Νηλεὺς ἡγεμὼν τῆς εἰς τὴν Ἀσίαν ἀποικίας ἐγένετο.


4.4.     Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: μέμνηται τῆς παροιμίας ταύτης Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ. Λέγει δὲ καὶ Εὐριπίδης ἐν τῇ Μηδείᾳ,
                  Κακοῦ ἀνδρὸς δῶρον ὄνησιν οὐκ ἔχει.


4.5.     Ἐν οἴνῳ ἀληθεία: παροιμία· παρόσον ὁ οἶνος τοὺς ἐμπιπλαμένους αὐτοῦ ὁποῖοι εἰσὶ παραδείκνυσι.


4.6.     Ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος: Μίνως θυσίας τῷ Ποσειδῶνι ἐπιτελῶν ηὔξατο αὐθημερὸν ἀναδοθῆναι τι αὐτῷ ἐκ τῆς θαλάσσης, καὶ τοῦτο καταθῦσαι πάλιν ὑπέσχετο, ὅ ἄν καὶ εἴη. Τοῦ δὲ Ποσειδῶνος ταῦρον ἀναδόντος περικαλλῆ ἔπεμψε Μίνως εἰς τὰ βουφόρβια. Ὀργισθεὶς οὖν Ποσειδῶν ἐνέβαλεν ἔρωτα τοῦ ταύρου Πασιφάῃ, τῇ τοῦ Μίνωος γυναικί. Ἡ δὲ πείθει Δαίδαλον, ξυλίνην βοῦν κατασκευάσαντα εἰς αὐτὴν ἐνθεῖναι, ἥν ἐπιβάινων ὁ ταύρος ὡς βοῦν, ἔγκυον ἐποίησεν· ἐξ ἧς ἐγεννήθη ὁ Μινώταυρος. Μίνωος δὲ ὀργιζομένου Ἀθηναίοις διὰ τὸν τοῦ Ἀνδρόγεω φόνον, ὅς ὑπὸ τῶν Ἀθήνησι νέων διὰ φθόνον ἀνῃρέθη ἐν τοῖς Παναθηναίοις νικήσας πένταθλον, ἑπτὰ παρθένοι καὶ ἶσοι νέοι ἀκμαῖοι ἐξ Ἀθηνῶν ἐδασμολογοῦντο κατ᾿ ἐγκέλευσιν αὐτοῦ, καὶ παρεβάλλοντο τῷ θηρίῳ. Ὡς οὖν τὸν Δαίδαλον ἀρχηγὸν τούτων τῶν κακῶν γενόμενον, διά τε τὸ κατεσκευακέναι τὴν ξυλίνην βοῦν, καὶ διὰ τὸ αἴτιον τῆς τοῦ θηρίου γενέσεως γεγονέναι, ἐμυσάχθησαν.


4.7.     Ἐκ παντὸς ξύλου κύφων γένοιτ᾿ ἄν: αὕτη τάττεται ἐπὶ τῶν κατὰ μὲν τὸ εἶδος εὐκαταφρονήτων, εἰς δὲ χρείας ἀναγκαίας πιπτόντων. Μέμνηται δὲ αὐτῆς Ἐπίχαρμος ἐν Τρωσίν.


4.8.     Εὑδόντων ἁλιευτικῶν κύρτος: εἴρηται ἡ παροιμία ἐπὶ τῶν ἄνευ πόνου κατεργαζομένων, ἐφ᾿ ἅ ἄν ὁρμήσωσιν. Ἐπειδὴ κοιμωμένων τῶν ἁλιέων ὁ ἰχθὺς τῷ κύρτῳ εἰσδύεται.


4.9.     Ζωπύρου τάλαντα: Ζώπυρος ὁ Πέρσης βασιλεῖ χαριζόμενος, μαστιγώσας ἑαυτὸν καὶ τὴν ῥῖνα καὶ τὰ ὦτα ἀφελόμενος, εἰσελθὼν εἰς Βαβυλῶνα καὶ πιστευθεὶς διὰ τὰ περὶ τὸ σῶμα, προὔδωκε τὴν πόλιν. Ἐκ μεταφορᾶς οὖν εἶπε, Τάλαντα καὶ ζυγά, οἱονεὶ ἔργα καὶ πράξεις.


4.10.     Ζαλεύκου νόμος: ἐπὶ τῶν ἀποτόμων. Ζάλευκος γὰρ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις ὠμότερον ἐνομοθέτησεν.


4.11.     Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας: ὅτι οὐκ ἀπρονόητα κἄν βραδέως ἡ δίκη τοὺς πονηροὺς μέτεισι. Φασὶ γὰρ τὸν Δία εἰς διφθέρας τινὰς ἀπογράφεσθαι τὰ πραττόμενα τοῖς ἀνθρώποις.


4.12.     Ζεῖ χύτρα, ζεῖ φιλία: ἐπὶ τῶν διὰ τοῦ δείπνου συνιόντων εἰς φιλίαν.


4.13.     Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστάτων.


4.14.     Ζωή πίθου: ἐπὶ τῶν ἐπιεικῶς καὶ μετρίως ζώντων· ἀπὸ Διογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἦν ἡ ἡδίστη καταγωγὴ καὶ διατριβή.


4.15.     Ζωὸς γενήσῃ κρομμύου μόνον λαβών: πρὸς τοὺς ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένους.


4.16.     Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ᾿ ὡς δυνάμεθα: ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. Κέχρηται αὐτῇ Πλάτων ἐν Ἱππίᾳ.


4.17.     Ἤτοι τέθνηκεν, ἤ διδάσκει γράμματα: τῶν μετὰ Νικίου στρατευσαμένων εἰς Σικελίαν οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἐλήφθησαν αἰχμάλωτοι, καὶ τοὺς τῶν Σικελιωτῶν παῖδας ἐδίδασκον γράμματα. Οἱ οὖν διαφεύγοντες εἰς Ἀθήνας, καὶ ἐρωτώμενοι περὶ τῶν ἐν Σικελίᾳ, ἔλεγον, Ἤ τέθνηκεν, ἤ διδάσκει γράμματα. Καὶ οὕτως ὁ λόγος παροιμιώδης ἐγένετο. Εἴρηται δὲ ἐπὶ τῶν ἀμφιβόλως λαλούντων.


4.18.     Ἤ κρίνον ἤ κολοκύντην: τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον· ἄδηλον δέ, εἰ οἴσει καρπόν. Ἔταττον οὖν τὸ μὲν κρίνον οἱ ἀρχαῖοι ἐπὶ τοῦ τεθνηκότος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς. Μέμνηται ταύτης Δίφιλος λέγων·
                  Ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον,
                  θέλω παρασχεῖν ἤ κολοκύντην ἤ κρίνον.


4.19.     Ἤ δεῖ χελώνης κρέα φαγεῖν, ἤ μὴ φαγεῖν: τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει. Ὅθεν ἡ παροιμία. Ἕτεροι δὲ ἐπὶ τῶν ἀρχομένων ὁρμᾶν ἐπί τι πρᾶγμα, στραγγευομένων δέ. Φασὶ δὲ αὐτὴν Τερψίωνος εἶναι.


4.20.     Ἠ Ἀμαία τὴν Ἀζησίαν μετῆλθεν: ἱστορεῖ Δίδυμος, ὅτι Ἀμαία μὲν ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προσαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη. Ἀπὸ γοῦν τῆς ἱστορίας ἡ παροιμία προήχθη. Λέγεται δὲ ἐπὶ τῶν πολυχρονίῳ ζητήσει χρωμένων. Πλούτωνος γὰρ Περσεφόνην ἁρπάσαντος ἡ Δημήτηρ ἀνὰ πᾶσαν τὴν γῆν περιῄει ταύτην ζητοῦσα.


4.21.     Ἠλιθιώτερος τοῦ Πραξίλλης Ἀδώνιδος: Πράξιλλα Σικυωνία μελοποιὸς ἐγένετο, ὡς φησὶ Πολέμων. Αὕτη ἡ Πράξιλλα τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰσάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τὶ κάλλιστον καταλιπὼν ἥκει, ἀποκρίνασθαι, ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. Ὅθεν εἰς παροιμίαν προήχθη ὁ λόγος. Ἠλίθιον γὰρ τὸ τῷ ἡλίῳ παραβάλλειν τοὺς σικύους.


4.22.     Ἡρακλεία λίθος: ταύτην ἔνιοι μαγνῆτιν λέγουσι τὴν ἐπισπωμένην τὸν σίδηρον. Οἱ δὲ ἑτέραν, παραπλησίον ἀργύρῳ. Κέκληται δὲ οὕτως ἀπὸ Ἡρακλείας, τῆς ἐν Λυδίᾳ πόλεως.


4.23.     Ἤ τρὶς ἕξ ἤ τρεῖς κύβοι: ἡ παροιμία παρὰ Φερεκράτει ἐν τοῖς Μυρμηκανθρώποις. Κεῖται δὲ ἐπὶ τῶν ἀποκινδυνευόντων. Τὸ μὲν γὰρ τρὶς ἕξ, τὴν παντελῆ νίκην δηλοῖ· τὸ δὲ τρεῖς κύβοι, τὴν ἧτταν. Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις, καὶ οὐχ, ὡς νῦν δύο. Ἔστι δὲ ὁμωνυμία. Κύβον γὰρ ἔλεγον ἰδίως αὐτὸν τὸν ῥιπτούμενον, ὅτε πλήρης ἐστὶ καὶ μή. Τοὺς δὲ κύβους τοὺς τοιούτους οἱ Ἴωνες καλοῦσιν Οἴνας καὶ τὴν παροιμίαν οὕτως ἐκφέρουσιν, Ἤ τρὶς ἕξ ἤ τρεῖς οἶναι.


4.24.     Ἡ Φανίου θύρα: ὁ Φάνιος, ὡς φασίν, ἐγένετο ὀβολοστάτης, ἄλλως δὲ τυφλός. Ὑπανοίγοντος δὲ τοῦ παιδὸς αὐτοῦ τὰ ταμεῖα καὶ τὴν θύραν, ἥν ἐκεῖνος ἰσχυρὰν ἐνόμιζεν εῑναι, τὴν παροιμίαν εἰρῆσθαι ἐπι τῶν μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν.


4.25.     Ἡ ἀφύα πῦρ: ἐπὶ τῶν ὀξὺ λαμβανόντων τέλος ἡ παροιμία εἴρηται. Παρόσον ἡ ἀφύη (ἔστι δὲ ἰχθὺς) ἰδοῦσα τὸ πῦρ μόνον ἕψεται, οὕτως οὖσα τρυφερά.


4.26.     Ἡράκλειος νόσος: Δικαίαρχος φησὶ τὴν ἱερὰν νόσον Ἡράκλειον ὀνομάζεσθαι. Εἰς ταύτην γὰρ ἐκ τῶν μακρῶν πόνων περιπεσεῖν φασὶ τὸν Ἡρακλέα.


4.27.     Θάμυρις μαίνεται: ἐπὶ τῶν κατὰ σύνεσιν παράλογα δοκούντων πράττειν εἴρηται ἡ παροιμία.
            Ὁ Θάμυρις πολλῶν ἐπὶ κάλλει διενεγκών, ἤρξατο πρῶτον ἐρᾶν ἀῤῥένων. Ἀσκήσας δὲ κιθαρῳδίαν, ταῖς Μούσαις ἤρισε, συνθέμενος πρότερον, εἰ μὲν κρείττων εὑρεθῇ, πλησιάσαι πάσαις· εἰ δ᾿ ἡττηθῇ, στερηθήσεσθαι ὧν ἄν ἐκεῖναι θέλωσιν. Ὑπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι, καὶ τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας ἐστέρησαν.


4.28.     Θᾶττον ἤ Βούτης: τῶν ἐπὶ τῇ στοᾷ μαχομένων τὶς ἦν ᾧ ἐπεγέγραπτο Βούτης, οὗ ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμός· τὰ δὲ λοιπὰ μέρη ἐδόκει ὑπὸ τοῦ ὄρους, ἐφ᾿ οὗ ἐβεβήκει, κρύπτεσθαι, διὰ τὸ προκεῖσθαι αὐτοῦ. Τάσσεται οὖν ἡ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων. Καὶ γὰρ καὶ ὁ Βούτης ῥαδίως κατασκευάσθη, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γεγραμμένου.


4.29.     Θετταλῶν σόφισμα: παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη, διὰ τὸ ** τῷ Θετταλῷ λόγιον ἐκπεσεῖν, φυλάττεσθαι μὴ ἕλωσιν αὐτὸν οἱ ἐξεναντίας εὐχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ᾿ αὐτοῦ χρησάμενοι. Νοήσας οὖν τὸ λόγιον καὶ πρὸς ὑπερβολὴν τραπόμενος, ἑκατόμβην ἀνδρῶν ηὔξατο θυσίαν Ἀπόλλωνι Καταιβασίῳ. Κατελθὼν οὖν ἐκεῖ, καὶ διαταξάμενος ἐφ᾿ ἅ ὥρμησε, τὸ περὶ τὴν θυσίαν καὶ τὴν εὐχὴν οὔτε ἱεροπρεπὲς εἶναι νομίσας, οὔτε ἄλλως εὐσεβές, ὑπερέθετο. Καὶ μέχρι νῦν Θετταλοὶ τὴν θυσίαν Ἀπόλλωνι ὑπισχνοῦνται δι᾿ ἔτους.


4.30.     Θεῶν ἀγορά: παροιμία ἐπὶ τῶν τολμώντων τὶ λέγειν ἐπὶ τοῖς τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. Καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προσαγορευθείς.


4.31.     Θολερῶς προβαίνεις: μὴ καθισταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων, ἀλλ᾿ ἀστάτως καὶ τεταραγμένως προϊών.


4.32.     Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ. Λέγει γάρ, ὅτι ἐν ταύτῃ τῇ γῇ ὁ πρεσβύτατος ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο. Καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα γέγονε, Θρᾷκες ὅρκια οὐκ ἐπίστανται.


4.33.     Θύραζε Κᾶρες, οὐκ ἔτ᾿ Ἀνθεστήρια: οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαι φασίν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων. Τῆς οὖν ἑορτῆς τελεσθείσης, λέγειν ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτούς,
                  Θύραζε Κᾶρες, οὐκ ἔτ᾿ Ἀνθεστήρια.
Τινὲς δὲ οὕτω τὴν παροιμίαν φασίν, ὅτι οἱ Κᾶρες ποτὲ μέρος τῆς Ἀττικῆς κατέσχον· καὶ εἴ ποτε τὴν ἑορτὴν τῶν Ἀνθεστηρίων ἦγον οἱ Ἀθηναῖοι, σπονδῶν αὐτοῖς μετεδίδοσαν καὶ ἐδέχοντο τῷ ἄστει καὶ ταῖς οἰκίαις. Μετὰ δὲ τὴν ἑορτὴν τινῶν ὑπολελειμμένων ἐν ταῖς Ἀθήναις, οὶ ἀπαντῶντες πρὸς τοὺς Κᾶρας παίζοντες ἔλεγον,
                  Θύραζε Κᾶρες, οὐκ ἔτ᾿ Ἀνθεστήρια.
Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ ἐπιζητούντων πάντοτε λαμβάνειν.


4.34.     Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων ἡ παροιμία ἐστί. Καλλίστρατος γὰρ ὁ ῥήτωρ ἐκπεσὼν Ἀθήνηθεν ἔπεισε τοὺς Ἀθηναίους τὴν ἀντίπεραν γῆν οἰκῆσαι, λέγων ὅτι καὶ χρυσᾶ μέταλλα ἔχει, καὶ γῆν ἄφθονον, καὶ ὅλην ἀρίστην, καὶ ὅλως Θάσον ἀγαθῶν τὸν τόπον ἐκάλει· ὅθεν ἡ παροιμία ἐκράτησεν.


4.35.     Θᾶττον ὁ τόκος Ἡρακλείτω Περιναίω τρέχει: Ἡράκλειτος δρομεὺς ἐγένετο θαυμασθεὶς ἐπὶ τάχει. Εἴρηται ἡ παροιμία ἐπὶ τῶν δανειζομένων, ὡς τοῦ τόκου θᾶττον τρέχοντος ἤ Ἡράκλειτος ὁ δρομεύς. Ἐξήλλακται μέντοι Δωρικῶς, Ἡρακλείτω Περιναίω, ἀντὶ τοῦ, Περιναίου.


4.36.     Θεὸς ἡ Ἀναίδεια: αὕτη τέτακται ἐπὶ τῶν δι᾿ ἀναισχυντίαν τινὰ ὠφελουμένων. Φησὶ Θεόφραστος ἐν τῷ περὶ Νόμων, Ὕβρεως καὶ Ἀναιδείας παρὰ τοῖς Ἀθηναίοις εἶναι βωμούς.


4.37.     Θρᾳκία παρεύρεσις: φασὶ τοὺς Θρᾷκας ἡττηθέντας ὑπὸ Βοιωτῶν [περὶ Κορώνειαν] καὶ σπεισαμένους σπονδὰς πενθημέρους θέσθαι· νυκτὸς δὲ ἐπιγενομένους τοῖς Βοιωτοῖς, τοὺς μὲν ἀποκτεῖναι, τοὺς δὲ ζωγρῆσαι. Ἀγανακτούντων δὲ τῶν Βοιωτῶν, εἰπεῖν τοὺς Θρᾷκας, ὅτι τὰς ἡμέρας οὐ τὰς νύκτας ἐσπείσαντο.


4.38.     Ἰνοῦς ἄχη: Ἰνὼ ἡ Κάδμου συνελθοῦσα Ἀθάμαντι δύο ἐγέννησε παῖδας, Λέαρχον καὶ Μελικέρτην, καὶ θυγατέρα Εὐρύκλειαν. Οὗτοι ὑπὸ Ἀθάμαντος μανέντος κατετοξεύθησαν. Μετὰ δὲ Μελικέρτου ἡ Ἰνὼ ἔῤῥιψεν ἑαυτὴν εἰς τὴν πρὸς τῷ Μολουρίῳ θάλατταν. Καὶ τὴν μὲν εἰς Μέγαρα προσβρασθεῖσαν Μεγαρεῖς ἀνελόμενοι καὶ πολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κόρινθον Κορίνθιοι θάψαντες Μελικέρτην ἄγουσιν ἐπ᾿ αὐτῷ ἀγῶνα τὰ Ἴσθμια. Διὰ δὴ ταῦτα εἴρηται Ἴνοῦς ἄχη. Ἄχος γὰρ ἡ λύπη, ἀχανεῖς ποιοῦσα τοὺς κακῶς παθόντας. Ταῦτα δὲ δηλώσει καὶ Μενεκράτης ὁ Τύριος. Πέπονθε δὲ οὕτως Ἰνὼ δι᾿ αἰτίαν τήνδε. Ἀθάμας πρότερον γυναῖκα ἐσχηκὼς Νεφέλην, δύο παῖδας ἐκ ταύτης Ἕλλην καὶ Φρίξον ἐγέννησεν. Ἀποθανούσης δὲ τῆς Νεφέλης, δευτέραν ἠγάγετο γυναῖκα Ἴνώ· ἥτις ἐπιβουλεύσασα τοῖς τῆς Νεφέλης παισί, παρέπεισε τὰς τῶν ἐγχωρίων γυναῖκας φρύγειν τὰ σπέρματα. Ἡ γῆ δὲ πεφρυγμένον τὸν σπόρον δεχομένη καρποὺς ἐτησίους οὐκ ἀνεδίδου. Πέμψας οὖν εἰς Δελφοὺς ὁ Ἀθάμας περὶ τῆς ἀφορίας ἐπυνθάνετο. Δώροις δὲ πείσασα Ἰνὼ τοὺς πεμφθέντας ὑπέθετο αὐτοῖς εἰπεῖν ὑποστρέψασιν, ὡς ἀνεῖλεν ὁ θεός, Ἕλλην καὶ Φρίξον σφαγιασθῆναι, εἰ θέλοιεν ἀπαλλαγὴν τῆς ἀφορίας ἔσεσθαι. Πεισθεὶς οὖν ὁ Ἀθάμας, Ἕλλην καὶ Φρίξον τῷ βωμῷ παρέστησεν. Ἀλλ᾿ ἐκείνους μὲν κατοικτείραντες οἱ θεοὶ διὰ τοῦ χρυσαμμάλλου κριοῦ ἐναερίους ἀφήρπασαν. Ὅθεν Ἕλλη μὲν ἀντέχειν μὴ δυναμένη, εἰς τὸν ἀπ᾿ ἐκείνης κληθέντα Ἑλλήσποντον καταπίπτει· Φρίξος δὲ εἰς τὴν Κολχικὴν διασώζεται γῆν. [Ἀθάμαντι δὲ μανίαν ἐμβαλόντες τὴν Ἰνὼ τοιαῦτα παθεῖν παρεσκεύασαν.]


4.39.     Ἰαλέμου ψυχρότερος: παροιμία, ὡς εἴ τις εἴποι, Γυμνότερος τοῦ κακοδαίμονος· ἤ ὅτι οἱ θρηνοῦντες τῷ ἰαλέμῳ χρῶνται, ἐπιλέγοντες αὐτό. Ἔνθεν καὶ τὸ θρηνεῖν, ἰαλεμίζειν λέγουσι. Λέγουσι δέ τινες τὸν Ἰάλεμον, υἱὸν Καλλιόπης, καθ᾿ ὑπερβολὴν ψυχρὸν γεγονότα.


4.40.     Ἱερὸν ἡ συμβουλή ἐστιν: παροιμία ἐπὶ τῶν δεινῶν καθαρῶς συμβουλεύειν. Μέμνηται ταύτης Ἐπίχαρμος.


4.41.     Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ᾿ ἐπίβαλλε: ταύτης μέμνηται Κράτης ὁ κωμικὸς Σαμίοις. Τάττεται δὲ ἐπὶ τῶν διὰ γῆρας ῥᾳστώνης δεομένων τινὸς καὶ ἀναπαύλης. Εἴρηται δὲ ἀπὸ στρατιωτικῶν ἵππων, οἷς γηράσκουσιν ἐπέβαλλον τὸ καλούμενον τρυσίππιον· ἔστι δὲ τοῦτο σιδηροῦς τροχίσκος, (οἱονεὶ δημόσιος ὡς χαρακτὴρ τροχίσκος) ὅν ἐκπυροῦντες ἐπέβαλον ταῖς σιαγόσι τῶν ἵππων.


4.42.     Ἱππάρχων πίναξ: ἐπεὶ παρὰ Συρακουσίοις οἱ ἵππαρχοι ἐν πίναξι τὰ ὀνόματα γράφοντες τῶν ἀτακτούντων παρεσημειοῦντο.


4.43.     Ἰλιὰς κακῶν: ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν· παρόσον ἐν Ἰλίῳ μυρία κακὰ συνέβη γενέσθαι.


4.44.     Ἰστίᾳ θύει: ἡ παροιμία τέτακται ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. Δι᾿ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἱστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας. Μέμνηται ταύτης Θεόπομπος ἐν Καπηλίσιν.


4.45.     Καδμεία νίκη: περὶ ταύτης τῆς παροιμίας ἄλλοι ἄλλως λέγουσιν. Ἀποδιδόασι δὲ ταύτην ἐπὶ τῆς ἀλυσιτελοῦς νίκης, οἱ μέν, ὅτι [ἐπεὶ] Ἐτεοκλῆς καὶ Πολυνείκης μονομαχοῦντες ἀμφότεροι ἀπώλοντο· οἱ δέ, ὅτι Καδμεῖοι νικήσαντες τοὺς Ἀργείους, τοὺς μετὰ Ἀδράστου στρατεύσαντας, δίκην ἔδοσαν ἱκανὴν τοῖς ἀπογόνοις αὐτῶν· ἄλλοι, ὅτι τὸ Σφιγγὸς αἴνιγμα συνεὶς Οἰδίπους καὶ νικήσας αὐτήν, ἀγνοῶν ἔγημε τὴν ἑαυτοῦ μητέρα· εἶτα ἐξετύφλωσεν ἑαυτόν, ὥστε μὴ λυσιτελῆσαι τὴν νίκην αὐτῷ· ἄλλοι δέ τινες, ὅτι τὰ ἐκ Φοινίκης γράμματα βουλόμενος διαδοθῆναι τοῖς Ἕλλησι Κάδμος, ἀνεῖλε Λίνον καὶ αὐτὸν ἴδια γράμματα ἐπιδεικνύμενον, ὅν ἀπεδίωξαν οἱ πολῖται. Διὰ τὸ μὴ λυσιτελῆσαι τοίνυν αὐτῷ τὴν νίκην, λέγεσθαι τὴν τοιαύτην παροιμίαν.


4.46.     Κάθαμμα λύεις: παροιμία ἐπὶ τῶν δύσλυτόν τι λύειν ἐπιχειρούντων. Λόγιον γὰρ τοῖς Φρυξὶν ἐκπεπτώκει περὶ τῆς κομισάσης τὸν Μίδαν ἁμάξης, εἴ τις ἐπιλύσειε τὸν δεσμόν, τοῦτον τῆς Ἀσίας ἄρξειν. Ἀλέξανδρος δὲ ἔλυσεν.


4.47.     Κάμπιος δρόμος: δρόμοι τινὲς ἦσαν κάμπιοι, οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες.


4.48.     Καρπάθιος τὸν λαγών: παροιμία, Καρπάθιος τὸν λαγών. Διὰ γὰρ τὸ μὴ εἶναι λαγὼς ἐν τῇ χώρᾳ, ἐπηγάγοντο αὐτοί· καὶ τοσοῦτοι ἐγένοντο, ὥστε τὸν σῖτον καὶ τὰς ἀμπέλους αὐτῶν ὑπ᾿ αὐτῶν βλαβῆναι. Ὁ γοῦν Ἀρχίλοχος ταύτην τὴν παροιμίαν ἔφη.


4.49.     Κερκυραία μάστιξ: περιττήν τινα κατασκευὴν εἶχον αἱ Κερκυραῖαι μάστιγες, διὸ καὶ εἰς παροιμίαν παρῆλθον. Οἱ δὲ καὶ διπλᾶς αὐτὰς ἒφασαν εἶναι, εἶχον δὲ καὶ ἐλεφαντίνας κώπας καὶ τῷ μεγέθει περιτταὶ ἦσαν. Ὑπερηφάνους γὰρ εὐπραγοῦντας τοὺς Κερκυραίους φησὶν Ἀριστοτέλης γενέσθαι.


4.50.     Κερκωπίζειν: ἡ παροιμία ἀπὸ τῶν προσσαινόντων τῇ κέρκῳ ζώων μετενήνεκται. Ἄμεινον δὲ ἀπὸ τῶν Κερκώπων, οὕς περὶ τὴν Λυδίαν ἱστοροῦσιν ἀπατηλοὺς σφόδρα καὶ ἀηδεῖς γενέσθαι· παρ᾿ ὅ καὶ ἀπολιθωθῆναι αὐτούς· καὶ Ἡρακλεῖ δὲ ἐνοχλήσαντας, ὅτε παρ᾿ Ὀμφάλῃ ἦν, κολασθῆναι [καὶ εἰς πιθήκους δὲ αὐτοὺς μεταβάλλειν ὁ Ξεναγόρας φησίν.]


4.51.     Κέσκον οἰκεῖς: πόλις Παμφυλίας ἀνοήτων. Ὅθεν καὶ παροιμία γέγονε, Κέσκον οὐκ ἔχουσα, ἐπὶ τῶν νοῦν μὴ ἐχόντων.


4.52.     Κεστρεὺς νηστεύει: παροιμία ἐπὶ τῶν πάνυ λαιμάργων. Τοιοῦτον γάρ ἐστιν ἄπληστον ὁ κεστρεύς, ὡς ἐκ τούτου τοὺς κεχηνότας καὶ πίνοντας κεστρεῖς ἔλεγον, ὡς λαιμάργους. Ἄλλοι δὲ φασὶ τὴν παροιμίαν ἐπὶ τῶν δικαιοπραγούντων μέν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἀποφερομένων. Ὁ γὰρ κεστρεὺς τῶν ἀλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας· νέμεται δὲ τὴν ἰλὺν ταλαιπωρῶν, ὡς φησὶν Ἀρστοτέλης περὶ ζώων.


4.53.     Κιλίκιος ὄλεθρος: ὁ πονηρός· πονηροὶ γὰρ οἱ Κίλικες· ἤ ὅτι λῃστείαις χρώμενοι ἐπ᾿ ὠμότητι διεβέβληντο. Καὶ οἱ Ἀττικοὶ δὲ τὰς πικρὰς τιμωρίας Κιλικίους καλοῦσιν.


4.54.     Καλλικυρίων πλείους: οὕτως ἐν Συρακούσαις ἐκλήθησαν οἱ ἐπεισελθὀντες γεωμόροις Καλλικύριοι. Ἔνθεν παροιμιωδῶς ἔλεγον, εἴ ποτε πλῆθος ἤθελον ἐμφῆναι, ὅτι πλείους ἦσαν τῶν Καλλικυρίων. Δοῦλοι δὲ ἦσαν οὗτοι, καὶ τοὺς κυρίους ἐξέβαλον. Ἡ δὲ αἰτία τῆς κλήσεως αὐτῶν, διὰ τὸ παντοδαποὺς εἰς ταὐτὸ συνελθεῖν, ὥστε τοῖς κυρίοις ἐγκεῖσθαι.


4.55.     Κίνδυνος ἡ ἐν πρώρᾳ σελίς: παροιμιακόν. Οἱ γὰρ πολέμιοι τὴν πρώραν εὐθέως ἐφάλλοντες κατέχουσι. Σελὶς δὲ ἡ καθέδρα.


4.56.     Κόραξ ὑδρεύει: παροιμία ἐπὶ τῶν δυσχερῶς τινὸς τυγχανόντων.


4.57.     Καὶ κόρκορος ἐν λαχάνοις: κόρκορον Πελοποννήσιοι φασὶν εἶναι λάχανόν τι τῶν εὐτελῶν ἄγριον· διὸ καὶ ἡ παροιμία.


4.58.     Κοροίβου ἠλιθιώτερος: εὐήθης καὶ μωρός. Ἐπὶ γὰρ τοῦ μωραίνοντος ἔταττον τὸν Κόροιβον ἀπό τινος Κοροίβου μωροῦ, ὅν οἴονται τὸν Μύγδονος εἶναι παῖδα τοῦ Φρυγός, κατὰ τὰ Τρωϊκά γενόμενον. Τινὲς δὲ τοῦτον ἀναίσθητον φασί γεγονέναι, ὡς καὶ τὰ κύματα τῆς θαλάσσης ἀριθμεῖν.


4.59.     Κορυδέως εἰδεχθέστερος: οὗτος ὁ Κορυδεὺς ἐπὶ δυσμορφίᾳ ἐκωμῳδεῖτο, καὶ οἱ παῖδες αὐτοῦ, ὧν ἕνα τὸν Ἀρχέστρατον φασίν.


4.60.     Κορώνη τὸν σκορπίον: παροιμία ἐπὶ τῶν δυσχερέσι καὶ βλαβεροῖς ἐπιχειρούντων· ἐλλειπτικὴ δέ ἐστι· λείπει γὰρ τό, ἥρπασε. Καὶ γὰρ ἁρπασθεὶς ὁ σκορπίος οὐκ ἔλαττον ἔδρασεν, ἐμβαλὼν τῷ κέντρῳ τὸν ἰὸν, ἤπερ ἔπαθε.


4.61.     Κουρήτων στόμα: ἐδόκουν γὰρ εἶναι οὗτοι μάντεις· οἷον, Θεσπιῳδὸν στόμα.


4.62.     Κρητίζειν: ἐπὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν ἔταττον τὴν λέξιν, καὶ φασὶν ἀπὸ τοῦ Ἰδομενέως τοῦ Κρητὸς τὴν παροιμίαν διαδοθῆναι. Λέγεται γὰρ διαφορᾶς ποτὲ γενομένης τοῖς ἐν Τροίᾳ Ἕλλησιν περὶ τοῦ μείζονος, καὶ πάντων προθυμουμένων τὸν συναχθέντα χαλκὸν ἐκ τῶν λαφύρων πρὸς ἑαυτοὺς ἀποφέρεσθαι, γενόμενον κριτὴν τὸν Ἰδομενέα, καὶ λαβόντα παρ᾿ αὐτῶν τὰς ἐνδεχομένας πίστεις ἐφ᾿ ᾧ κατακολουθῆσαι τοῖς κριθησομένοις, ἀντὶ πάντων τῶν ἀριστέων ἑαυτὸν προτάξαι. Διὸ λέγεσθαι τὸ Κρητίζειν.


4.63.     Κριὸς τροφεῖ᾿ ἀπέτισεν: ἡ παροιμία ἐπὶ τῶν ἀχαρίστων, ἐπεὶ τὰς φάτνας πλήττουσιν οἱ κριοί. Λέγεται γὰρ ὡς εἴρηται ἐπὶ τῶν ἀχαρίστων τοῖς εὖ προσδιατεθεῖσι, Κριὸς τὰ τροφεῖα. Καὶ γὰρ τοὺς κριοὺς ἐκτραφέντας τύπτειν τοὺς θρέψαντες καὶ ἔτι τρέφοντας. Μέμνηται αὐτῆς Μένανδρος.


4.64.     Κίσσαμις Κῷος: οὗτος ἦν πολυθρέμματος· τούτῳ φασὶν ἔγχελυν ἐπιφαινομένην κατ᾿ ἔτος τὸ κάλλιστον τῶν προβάτων ἁρπάζειν, καὶ τὸν Κίσσαμιν ἀνελεῖν αὐτήν· φαινομένην δὲ αὐτῷ κατ᾿ ὄναρ, κελεῦσαι καταθάψαι αὐτήν· τὸν δὲ μὴ φροντίσαντα, παγγενεὶ ἀπολέσθαι.


4.65.     Κανθάρου σοφώτερος: ἡ παροιμία εἴρηται ἐπὶ τῶν πονηρῶν καὶ κακούργων· ἐπειδή τις Ἀθήνησι κάπηλος Κάνθαρος καλούμενος, ἐπὶ πονηρίᾳ καὶ προδοσίᾳ θανάτου ἐζημιώθη· [οἱ δὲ κάπηλον ὄντα φασὶν ἀπερισκέπτως ἐπιθέσθαι τυραννίδι καὶ ἀπολέσθαι. Οἱ δὲ παρὰ τὸ ζῶον, παρόσον κάνθαρος ἐγκυλίων ἑαυτὸν τῇ κόπρῳ καὶ ἐπὶ τὴν καλιὰν ἀνερχόμενος τοῦ ἀετοῦ ἐκκυλίει αὐτοῦ τὰ ὠά.]


4.66.     Κωφότερος κίχλης: ταύτης Εὔβουλος ἐν Διονυσίῳ μέμνηται. Φασὶ γὰρ κωφεύειν τὸ ζῶον.


4.67.     Κέρδος αἰσχύνης ἄμεινον· ἕλκε μοιχὸν εἰς μυχόν: ταύτης μέμνηται Καλλίας ἐν Ἀταλάντῃ.


4.68.     Κωφότερος τοῦ Τορωναίου λιμένος: λιμήν ἐστι περὶ Τορώνην τῆς Θράκης· στενὰς δὲ ἔχει καὶ μακρὰς τὰς ἀπὸ τοῦ πελάγους κατάρσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάττης ἦχον.


4.69.     Κρωβύλου ζεῦγος: παροιμία ἐπὶ τοῖς ὑπερβαλλούσῃ πονηρίᾳ κεχρημένοις ταττομένη. Μετενήνεκται δὲ ἀπὸ πορνοβοσκοῦ τινὸς Κρωβύλου, ἑταίρας κτησαμένου δύο, ὡς μὴ μόνον ἐπὶ ταύταις πολλοὺς τῶν νέων λυμαίνεσθαι, ἀλλὰ καὶ ἐξ ὧν ἔκλεπτεν [ἐλυμαίνετο]. Τοὺς οὖν ἴσους τῇ ἐκείνου πονηρίᾳ ὡς δύνασθαι συζευχθῆναι αὐτῷ Κρωβύλου ζεῦγος ἔλεγον. Ἤ διὰ τὸ εἶναι δύο τὰς ἑταίρας.


4.70.     Κύδος: λοιδορία, κακολογία. Καὶ Κυδάζειν τὸ λοιδορεῖν καὶ κακολογεῖν. Ἡ δὲ πρώτη συλλαβὴ βραχέως ἐκφέρεται. Καὶ ὅταν λοιδορίαν ἐκτίσῃ τὶς ἐπὶ μηδενὶ ἀξίῳ συκοφαντουμένοις, παροιμιωδῶς λέγεται Κύδους ἐκτετικέναι.


4.71.     Κυζικηνοὶ στατῆρες: διεβεβόηντο οὗτοι ὡς εὖ κεχαραγμένοι. Πρόσωπον δὲ ἦν γυναικεῖον ὁ τύπος Μητρὸς θεῶν· ἐπὶ δὲ θατέρου, προτομὴ λέοντος.


4.72.     Κυθωνύμου αἶσχος: αἶσχρὸν κλέος ἔχοντος· ἤ οὗ ἄν τις ἐπικρύψειε τὸ ὄνομα διὰ τὰς συμφορὰς καὶ τὰς πράξεις, ἤ δυσωνύμου, ἤ περιβοητοῦ περὶ τὰς πράξεις, ἤ ἀξίου κεκρύφθαι.


4.73.     Κύων ἐπὶ δεσμά: παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων· καὶ, Βοῦς ἐπὶ δεσμά.


4.74.     Κῷος Χίῳ: ὁ Κῷος ἀστράγαλος ἠδύνατο ἕξ. Παροιμία δέ ἐστι Χῖος πρὸς Κῷον. Ὁ μὲν γὰρ Χῖος ἠδύνατο ἕν, ὁ δὲ Κῶος ἕξ.


4.75.     Κωρυκαῖος ἠκροάζετο: ταύτης Μένανδρος μέμνηται ἐν τῷ Ἐγχειριδίῳ. Πειραταὶ γὰρ περὶ Κώρυκον τῆς Παμφυλίας ἦσαν, καί τινες τῶν ἐκ Κωρύκου συμπράττοντες αὐτοῖς περιειργάζοντο τῶν πλεόντων τὰ φορτία καὶ τὸν καιρὸν καθ᾿ ὅν μέλλοιεν πλεῖν, καὶ τοῖς πειραταῖς ἐμήνυον. Τοῦτο μαθόντες οἱ ἔμποροι, ἔκρυπτον τὰ πολλά. Ἐπεὶ δὲ καὶ οὕτω τοῖς πειραταῖς ἐγεγόνει, ἐκράτησεν ἡ παροιμία ἐπὶ τῶν δοκούντων μὲν λάθρα πράττεσθαι, εἰς γνῶσιν δὲ ἐρχομένων.


4.76.     Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν: Πεισίστρατος, ὡς φασίν, ὁ τύραννος δεκάτην τῶν γεωργουμένων ἀπῄτει τοὺς Ἀθηναίους. Παριὼν δέ ποτε, καὶ ἰδὼν πρεσβύτην πέτρας ἐργαζόμενον καὶ τόπους λιθώδεις, ἤρετο τὸν πρεσβύτην, τίνας ἐκ τῶν τόπων κομίζοιτο τοὺς καρπούς· ὁ δὲ ἀπεκρίνατο, Ὀδύνας καὶ σφακέλους, καὶ τούτων δεκάτην Πεισίστρατος φέρει. Θαυμάσας δὲ ὁ Πεισίστρατος τὴν παῤῥησίαν αὐτοῦ τῆς δεκάτης ἀτέλειαν ἔδωκε. Καὶ ἐκ τούτου οἱ Ἀθηναῖοι τῇ παροιμίᾳ ἐχρήσαντο.


4.77.     Κύρβεις κακῶν: Κύρβεις καλοῦνται παρὰ τοῖς Ἀθηναίοις σανίδες τρίγωνοι, ἐν αἷς τοὺς νόμους ἀνέγραφον, καὶ τὰς κατὰ τῶν ἀδικούντων τιμωρίας. Ἐπὶ τοίνυν τῶν σφόδρα πονηρευομένων ἡ παροιμία εἴρηται.


4.78.     Κλαίει ὁ νικήσας, ὁ δὲ νικηθεὶς ἀπόλωλεν: αὕτη παρῆλθεν ἐκ χρησμοῦ Σιβύλλης τῆς Ἐρυθραϊκῆς. Περὶ γὰρ Φιλίππου μαντευομένη μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην τὸ ἔπος εἶπεν. Ἐπειδὴ οἱ μὲν Ἀθηναῖοι καὶ οἱ Θηβαῖοι ἡττηθέντες ἀπώλοντο, Φίλιππος δὲ νικήσας μετὰ τὴν μάχην εὐθὺς ὑπὸ Παυσανίου διεφθάρη.


4.79.     Κοινὰ τὰ φίλων: Τίμαιος φησὶν ὅτι προσιόντας Πυθαγόρᾳ μαθητὰς περὶ τὴν Ἰταλίαν ἔπειθεν ὁ φιλόσοφος κοινὰς τὰς οὐσίας ποιεῖσθαι. Ὅθεν εἰς παροιμίαν ἡ συμβουλὴ τοῦ Πυθαγόρα ἦλθεν.


4.80.     Κέλμις ἐν σιδήρῳ: αὕτη τάττεται ἐπὶ τῶν σφόδρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυσχείρωτοι πεφύκασι. Κέλμις γὰρ εἷς τῶν Ἰδαίων Δακτύλων τὴν μητέρα Ῥέαν ὑβρίσας, καὶ μὴ ὑποδεξάμενος *** ὑπὸ τῶν ἀδελφῶν εὐμενῶς ἐν τῇ Ἴδῃ, ἀφ᾿ οὗ ὁ στερεώτατος ἐγένετο σίδηρος. Μέμνηται τῆς ἱστορίας Σοφοκλῆς ἐν Σατύροις.


4.81.     Κάκιον Βάβυς αὐλεῖ: τάττουσι ταύτην ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων. Φασὶ δὲ ὅτι ὁ Βάβυς ἀδελφὸς ἦν Μαρσύου, ὅν Ἀπόλλων ὑπερτενῆ κρεμάσας ἐκ πίτυος ἐξέδειρεν, ἐρίσαντα αὐτῷ περὶ μουσικῆς. Βουλόμενος δὲ καὶ τὸν Βάθυν ἀνελεῖν, Ἀθηνᾶς ὑποθέμενης, ὡς ἀφυῶς τῷ αὐλῷ χρᾶται, ἀφῆκεν αὐτόν. Ὅθεν εἰς παροιμίαν προήχθη, ὅτι Κάκιον Βάβυς αὐλεῖ.


4.82.     Κακοῦ κόρακος κακὸν ὠόν: τὴν παροιμίαν ταύτην οἱ μὲν ἀπὸ τοῦ πτηνοῦ ζώου φασὶν εἰρῆσθαι, ὅτι οὔτε αὐτὸς βρωτός ἐστιν, οὔτε τὸ ὠὸν ὅ ἔχει. Οἱ δέ, ἀπὸ Κόρακος τοῦ Συρακουσίου ῥήτορος, πρώτου διδάξαντος τέχνην ῥητορικήν. Ὑπὸ γὰρ τούτου, ὡς φασί, μαθητὴς Τισίας ὀνόματι μισθὸν ἀπαιτούμενος καὶ εἰσαγόμενος εἰς τὸ δικαστήριον, εἶπε πρὸς τὸν Κόρακα· Εἰ μέν με νικήσεις, ὦ Κόραξ, οὐδὲν μεμάθηκα, καὶ οὐ λήψῃ τί· εἰ δ᾿ ἡττηθήσῃ, οὐ κομιῇ τὸν μισθὸν ὡσαύτως. Θαυμάσαντες οὖν οἱ δικασταὶ τὸ σόφισμα τοῦ νεανίσκου ἐπεφώνησαν, Κακοῦ κόρακος κακὸν ὠόν. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρῶν πονηρὰ ποιούντων.


4.83.     Κυθνώλεις συμφοραί: τοῦτο εἰς παροιμίαν ἦλθε διὰ τὰ Κυθνίοις συμβάντα. Φησὶ γὰρ Ἀριστοτέλης οὕτως κακῶς αὐτοὺς διατεθῆναι ὑπὸ Ἀμφιτρύωνος, ὥστε τὰς μεγάλας συμφορὰς Κυθνώλεις καλεῖσθαι.


4.84.     Λαγὼς καθεύδων: παροιμία ἐπὶ τῶν προσποιουμένων καθεύδειν.


4.85.     Λαγὼς τὸν περὶ τῶν κρεῶν τρέχων: δειλὸν ἄγαν τὸ ζῶον· ὅθεν καὶ Ῥηγῖνος λαγὼς ἐλέχθη, καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίᾳ ἐκωμῴδουν. Παροιμία δέ τις ἐστίν, Ὁ λαγὼς τὸν περὶ τῶν κρεῶν τρέχει, ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀφωνιζομένων τασσομένη.


4.86.     ** Λέρνη κακῶν: παροιμία τίς ἐστιν Ἀργολική, ἥν ἀποδιοπομπούμενοι ἔλεγον. Τὰ γὰρ ἀποκαθάρματα εἰς τοῦτο τὸ χωρίον ἐνέβαλλον, *** διὰ τὸ σύμμικτον εἶναι καὶ παντοδαπὸν ὄχλον ἔχειν. Ἀκριβέστερον δ᾿ ἄν τις τὴν παροιμίαν φαίη ἀπό τινος ἱστορίας διαδεδόσθαι. Δαναὸς γὰρ ἱστορεῖται τὰς τῶν Αἰγυπτιαδῶν κεφαλὰς αὐτόθι καταθεῖναι· καὶ ἐξ ἐκείνου τοῦ παρανομήματος ἡ παροιμία ἐλέχθη. Ἴσως δὲ καὶ εἰς ὕβριν αὐτῶν ὁ Δαναὸς ἐκελεύσατο ἐκεῖ τὰ καθάρσια βάλλεσθαι· [ἤ ἀπὸ τῆς ὕδρας τῆς πολυκεφάλου ἐν αὐτῇ γενομένης.]


4.87.     Λευκηπατίας: Κλέαρχος ἐν τῷ περὶ Βίων φησὶ συμβαίνειν τὶ περὶ τὸ ἧπαρ ἐπί τινων, ὅ δειλοὺς ποιεῖ· εἰρῆσθαι οὖν ἐπὶ τῶν τοιούτων τὴν παροιμίαν.


4.88.     Λεσβίων ἀξία: πατροιμία ἐπὶ τῶν ἀπράκτων.


4.89.     Λευκὴ στάθμη: ἐπὶ τῶν μηδὲν συνιέντων ἡ παροιμία ἐλέγετο, Ἐν λευκῷ λίθῳ λευκὴ στάθμη. Ἐν γὰρ τοῖς λευκοῖς λίθοις λευκαὶ στάθμαι οὐδὲν δύνανται δεικνύναι, καθάπερ ἡ διὰ τῆς μίλτου. Στάθμη δὲ ἐστὶ σπάρτος τεκτονική.


4.90.     Λήθαργος κύων: ὁ προσσαίνων μέν, λάθρα δὲ δάκνων. Καὶ τῶν ἵππων οἱ νωθροὶ λαίθαργοι. Καὶ πάθος τι σὺν πυρετῷ.


4.91.     Λήμνιον κακόν: παροιμία, ἥν διαδοθῆναι φασὶν ἀπὸ τῶν παρανομηθέντων εἰς τοὺς ἄνδρας ἐν Λήμνῳ ὑπὸ τῶν γυναικῶν. Ἤ διὰ τὸ τὰς ἁρπαγείσας ὑπὸ Πελασγῶν ἐκ τῆς Ἀττικῆς γυναῖκας εἰς Λῆμνον ἀπαχθῆναι· ἅς ἀποτεκούσας τρόπους τε τῶν Ἀθηναίων διδάξαι τοὺς παῖδας καὶ γλῶτταν· τούτους δὲ τιμωρεῖν ἀλλήλοις καὶ τῶν ἐκ τῶν Θρᾳσσῶν γεγενημένων ἐπικρατεῖν· τοὺς δὲ Πελασγοὺς ἐπὶ τούτῳ ἀχθομένους κτεῖναι αὐτοὺς καὶ τὰς μητέρας αὐτῶν. Ἤ διὰ τὴν δυσωδίαν τῶν Λημνιάδων γυναικῶν τὴν παροιμίαν διαδοθῆναι.
            Λημνίᾳ χειρί: ὠμῇ καὶ παρανόμῳ, ἀπὸ τῆς παρανομίας αὐτῶν.


4.92.     Λούσαιο τὸν Πελίαν: αὕτη ἡ παροιμία παρήχθη ἐκ τῶν συμβεβηκότων τῷ Πελίᾳ· ὅν αἱ θυγατέρες αὐτοῦ εἰς λέβητα ζέοντα καθῆκαν, ἐξαπατηθεῖσαι ὑπὸ Μηδείας, ὡς νέον ποιήσουσαι, καὶ οὕτως αὐτὸν δαπανηθέντα ἀπώλεσαν. Πελίας γὰρ Ἰωλκοῦ ἐβασίλευσεν, ᾧ χρωμένῳ περὶ τῆς βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονοσάνδαλον φυλάξασθαι. Τὸ μὲν οὖν πρῶτον ἠγνόει τὸν χρησμόν, αὖθις δὲ ὕστερον ἐπέγνω. Τελῶν γὰρ τῷ Ποσειδῶνι θυσίαν, ἄλλους τε πολλοὺς ἐπὶ ταύτῃ καὶ τὸν Ἰάσονα μετεπέμψατο. Ὁ δὲ ἐν τοῖς χωρίοις διατελῶν ἔσπευδεν ἐπὶ τὴν θυσίαν. Διαβαίνων δὲ ποταμὸν Ἄναυρον, ἐξῆλθε μονοσάνδαλος, τὸ ἕτερον ἀπολέσας ἐν τῷ ὕδατι πέδιλον. Θεασάμενος δὲ Πελίας αὐτόν, καὶ τὸν χρησμὸν συμβαλὼν ἠρώτα προσελθών, Τὶ ἄν ἐποιήσας ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν σοι πρός τινος φονευθήσεσται τῶν πολιτῶν; Ὁ δέ, Τὸ χρυσόμαλλον δέρας, ἔφη, προσέταττον ἄν φέρειν αὐτῷ. Τοῦτο Πελίας ἀκούσας, εὐθὺς ἐπὶ τὸ δέρας ἐλθεῖν ἐκέλευσεν αὐτόν. Τοῦτο δὲ ἐν Κόλχοις ἦν Ἄρει ἀνατεθειμένον· ἐφρουρεῖτο δὲ ὑπὸ δράκοντος ἀΰπνου. Ἐπὶ τοῦτο πεμπόμενος Ἰάσων, ναῦν κατεσκεύασε πεντηκόντορον, τὴν οὕτω κληθεῖσαν Ἀργώ, ἀπὸ τοῦ ταύτην τεκτηναμένου Ἄργου. Καὶ τοὺς ἀρίστους τῆς Ἑλλάδος συναθροίσας ἀπέπλευσε. Καταλαβὼν δὲ εἰς Κόλχους Αἰήτην παρεκάλει τὸν τῆς Κολχικῆς βασιλεύοντα γῆς δοῦναι τὸ δέρας αὐτῷ. Τοῦ δὲ ἀπαρνουμένου τὴν δόσιν, Μήδεια ἡ τούτου θυγάτηρ ἔρωτα ἴσχει Ἰάσονος, καὶ αὐτῷ ἐπαγγέλλεται τὸ δέρας ἐγχειρίσασθαι, εἰ ὀμόσει αὐτὴν ἕξειν γυναῖκα καὶ εἰς Ἑλλάδα σύμπλουν ἀγάγηται. Ὀμόσαντος δὲ Ἰάσονος, νυκτὸς ἐπὶ τὸ δέρας Μήδεια τοῦτον ἤγαγε, καὶ τὸν φυλάσσοντα δράκοντα κατακοιμίσασα τοῖς φαρμάκοις, μετὰ Ἰάσονος ἔχουσα τὸ δέρας ἐπὶ τὴν Ἀργὼ παραγίνεται. Συνείπετο δὲ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἄψυρτος. Οἱ δὲ νυκτὸς μετὰ τούτων ἀνήχθησαν. Αἰήτης δὲ ἐπιγνοὺς τὰ τῇ Μήδείᾳ τετολμημένα, ὥρμησε τὴν ναῦν διώκειν. Ἰδοῦσα δὲ αὐτὸν πλησίον ὄντα Μήδεια, τὸν ἀδελφὸν φονεύει, καὶ μελίσασα κατὰ τοῦ βυθοῦ ῥίπτει. Συναθροίζων δὲ Αἰήτης τὰ τοῦ παιδὸς μέλη τῆς διώξεως ὑστέρησεν. Ὑποστρέψας οὖν ὁ Ἰάσων εἰς Ἰωλκὸν, τὸ μέν δέρας Πελίᾳ δίδωσι, περὶ ὧν δὲ ἠδικήθη μετελθεῖν ἐθέλων, παρεκάλει Μήδειαν ὅπως Πελίας αὐτῷ δίκας ὑφέξει. Ἡ δὲ πείθει τὰς θυγατέρας αὐτοῦ τὸν πατέρα καθεψῆσαι, ὑποσχομένη ποιῆσαι νέον. Καὶ τοῦ πιστεῦσαι χάριν, κριὸν μελίσασα καὶ καθεψήσασα, ἐποίησεν ἄρνα. Αἱ δὲ πιστεύσασαι τὸν πατέρα εἰς λέβητα ζέοντα ἐμβαλοῦσαι καθέψουσιν.
            Ἐλούσαντο δὲ καὶ ἄλλοι πολλοὶ κακῶς. Μάγαν μὲν γὰρ τὸν τοῦ Φιλοπάτορος ἀδελφὸν ὁ Θεόγος λουόμενον καθήψησε, ζέοντα λέβητα ἐπικλύσας αὐτῷ. Μίνῳ δὲ τῷν Κρητῶν βασιλεῖ αἱ Κωκάλου θυγατέρες ἐπέχεαν ζέουσαν πίσσαν. Δαίδαλον γὰρ σὺν Ἰκάρῳ τῷ παιδὶ καθεῖρξε Μίνως ἐν τῷ Λαβυρίνθῳ, δι᾿ ὅπερ εἰργάσατο μύσος ἐπὶ τῷ τῆς Πασιφάης ἔρωτι τῷ πρὸς τὸν ταῦρον. Ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδί, ἐξῆλθε τοῦ Λαβυρίνθου, καὶ ἀναπτάμενος ἔφυγε σὺν Ἰκάρῳ. Ἰκάρου μὲν οὖν μετεωρότερον φερομένου, καὶ τῆς κόλλης ὑπὸ τοῦ ἡλίου τακείσης, αἱ πτέρυγες διελύθησαν. Καὶ οὗτος μὲν εἰς τὸ ἀπ᾿ ἐκείνου κληθὲν Ἰκάριον πέλαγος καταπίπτει, Δαίδαλος δὲ διασώζεται. Ὁ Μίνως οὖν ἐδίωκε Δαίδαλον, καὶ καθ᾿ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολὺν ὑπισχνεῖτο δοῦναι μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. Ἐλθὼν δὲ εἰς Κώκαλον, παρ᾿ ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. Ὁ δὲ λαβών, ἐπηγγέλλετο διείρειν, καὶ Δαιδάλῳ δίδωσιν· ὁ δὲ ἐξάψας μύρμηκος λίνον, καὶ τρήσας τὸν κοχλίαν, εἴασε δι᾿ αὐτοῦ διελθεῖν. Λαβὼν δὲ Μίνως τὸν λίνον διειρμένον, ἤσθετο εἶναι παρ᾿ ἐκείνῳ τὸν Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχόμενος δώσειν, ἐξένισεν αὐτόν. Ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἀνῃρέθη, ζέουσαν πίσσαν ἐπιχεαμένων αὐτῷ.


4.93.     Λιμοῦ πεδίον: αὕτη τάττεται ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων· τόπος γάρ ἐστιν οὕτω καλούμενος. Καὶ λέγουσιν ὅτι λιμοῦ ποτὲ κατασχόντος, ἔχρησεν ὁ θεὸς ἱκετηρίαν θέσθαι καὶ τὸν Λιμὸν ἐξιλεώσασθαι. Οἱ δὲ Ἀθηναῖοι ἀνῆκαν αὐτῷ τὸ ὄπισθεν τοῦ πρυτανείου πεδίον.


4.94.     Λιμῷ Μηλίῳ: παροιμία· ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες ἐν λιμῷ, ὡς Θουκυδίδης ἐν τῇ ε΄.


4.95.     Λίνδιοι τὴν θυσίαν: παροιμία ἐπὶ τῶν δυσφήμως ἱερουργούντων. Ἀπὸ Ἡρακλέους ἐν Λίνδῳ βοῦν ἀποσπάσαντος γεωργοῦ καὶ θοινησαμένου, τοῦ δὲ γεωργοῦ λοιδορουμένου αὐτόν. Ὅθεν καὶ Λίνδιοι κατὰ χρησμὸν οὕτω θύουσιν Ἡρακλεῖ λοιδορούμενοι.


4.96.     Λίνον λίνῳ συνάπτεις: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πρασσόντων.


4.97.     Λοκρῶν σύνθημα: παροιμία· τάττεται δὲ ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας τὰς πρὸς τοὺς Πελοποννησίους προδόντες μετὰ τῶν Ἡρακλειδῶν ἐγένοντο. Ἀναβιβάζει δὲ τοὺς χρόνους. Οἱ δέ, ὅτι τοὺς Σικελοὺς ἠπάτησαν παραλογισάμενοι.


4.98.     Λυδὸς τὴν θύραν ἔκλεισεν: παροιμία ἐπὶ τῶν μωροκλεπῶν.


4.99.     Λυκεῖον ποτόν: ἤτοι ἀπὸ κρήνης τῆς *** ἀπὸ Ἀπόλλωνος ἐτίθει, καὶ τόπου. Προπερισπωμένως δέ. Ἦσαν δὲ αἱ ἀναδοθεῖσαι κρῆναι, ἡ μὲν οἴνου, ἡ δὲ μέλιτος, ἐν αἷς συνέβαινε τὰ πτηνὰ προσίζειν καὶ τοξεύεσθαι.


4.100.     Λύκος περὶ φρέαρ χορεύει: παροιμία ἐπὶ τῶν ἀσχολουμένων περί τι μάτην. Καὶ γὰρ ὁ λύκος ἄπρακτος περίεισιν, ὅταν διψήσῃ, μὴ δυνάμενος δὲ πιεῖν, τὸ φρέαρ περιέρχεται. Ἀλλὰ καὶ διώκοντος αὐτοῦ τί, ἐὰν τὸ διωκόμενον ἐμπέσῃ εἰς φρέαρ, περίεισι καὶ τηνικαῦτα τὸ φρέαρ μηδὲν ἀν