Επιτάφιος τω αοιδίμω βασιλεί κυρώ Ιωάννη τω ∆ούκα
Ἐπιτάφιος τῷ ἀοιδίμῳ βασιλεῖ κυρῷ Ἰωάννῃ τῷ Δούκᾳ Συγγραφέας: |
1 Ἰοὺ ἰοὺ καὶ ὁ μέγας τέθνηκε βασιλεύς, ἰοὺ ἰοὺ ὁ περί πυστος Ἰωάννης καὶ κράτιστος, τὸ φοβερὸν καὶ φρικαλέον τοῖς ἐχθροῖς ὄνομα, χάριεν δὲ ἡμῖν καὶ ποθούμενον. ἰοὺ ἰοὺ τὸ τῶν Ῥωμαίων ἐχυρώτατον καταβέβληται πύργωμα, τὸ Σεμιραμείων τειχῶν ἐρυμνότερον, ἐν ᾧ τὰ πάντα περι φράγνυντο καὶ τοῖς ἐναντίοις διετηροῦντο ἀνεπιβόυλευτα. ὁ κοσμικὸς στύλος σεσάλευται καὶ κατήρρακται, ὃς εἰς ὕψος αἰθέριον τὴν τῶν Ῥωμαίων ἀνῆγεν ἀρχὴν καὶ περιφανεστέραν πᾶσιν ἐτίθετο. τὸ κέντρον τοῦ τῶν Αὐσόνων κυκλώματος ἐξηφάνισται, ἐξ οὗ γραμμαὶ πρὸς ξυνοχὴν ἀπεπέμποντο, τὰ μὲν τῆς σωστικῆς περιφανείας περικρατοῦσαί τε καὶ ξυνάγουσαι, μακρὰν δὲ βάλλουσαι τὰ τῶν ἐχθρῶν κεντρία τὰ καθ' ἡμῶν ἐπαλλόμενα. ὁ κλεινὸς καὶ λαμπρὸς ἀπέ σβεσται ἥλιος, δι' οὗ προσκόμματος λίθους ἡμεῖς ἐφυγγάνομεν, δι' οὗ φαῦσις ἡδεῖα ἡμῖν, δι' ὃν καὶ ὡς ἐν ἡμέρᾳ εὐσχη μόνως τὴν βάδισιν ἐποιούμεθα, ἐξ οὗπερ ἀκτῖνες ἀπέρρεον χαριτόβλυτοι, πᾶσαν Ῥωμαίων χθόνα περιαυγάζουσαι, ὑφ' ὧν καὶ κατετεφροῦντο τὰ τῶν ἐναντίων φρονήματα, ὃν οὐ σελήνης ὑποτρέχειν σῶμα, τὸ αὐτὸ μικρὸν κολούειν ἠδύνατο, ἀλλοθρόων ἀναιδῶν κεναυχήματα, οὐδὲ νέφους ἀχλὺς ὑπε σκότιζεν, ἀντιμάχων δολερῶν διαβούλια.
2 Ἰοὺ ἰού, ἀνακτέον γάρ μοι τὸν λόγον εἰς τὸ θρηνῴδημα. φεῦ τοσούτου πάθους, ἰαταὶ τῆς τοιαύτης ἡμῖν συμφορᾶς. πέπτωκε δένδρον τὸ ὑψιτενὲς καὶ πλατύκομον, ἐν ᾧ τὰ τῶν ὅλων ἐψυχαγωγοῦντο περισκεπόμενα, οὐχ ἡλιακαῖς εἰληθερούμενα καύσεσιν οὐδὲ ταῖς ἐκ χιόνων πηγυλίσιν ἀποψυχόμενα. ἆρ' ἄγε, ὦ παρόντες Ῥωμαῖοι, ἀληθῶς αὐτοὶ τῷ βίῳ περίεσμεν τοῦ βασιλέως ἐξ ἡμῶν ἀποπτάντος, ὃς ψυχῆς λόγον ἢ ζωῆς τόπον ἐν ἡμῖν ἀπεξέφερεν; ἢ ζῆν μὲν δοκοῦμεν, τῇ δ' ἀληθείᾳ τεθνήκα μεν; ἔστι γὰρ καὶ θάνατος ἐν ἀνθρώποις μήπω φαινόμενος, ὄντως δὲ ὢν καὶ τοῖς ἐξετάζουσι γινωσκόμενος, αὐτομιᾷ δὲ μύθου καὶ λίθον ἐξ ἀνθρώπων ποιεῖ καὶ δακρύειν τοῦτον οὐ κατοκνεῖν ἀποφαίνεσθαι. λιθοῖ μὲν γὰρ ὄντως ἀνθρώπου φύσιν πάθος ἐπεισφρῆσαν βαρὺ καὶ ἀναίσθητον ἐν τοῖς ἄλλοις ἐργάζεται μόνου τοῦ ἄλγους ἐχόμενον καὶ διηνεκῶς δακρύειν βουλόμενον.
3 Ἆρ' οὖν, ὦ Ῥωμαῖοι, ὁ κράτιστος ἐκεῖνος καὶ τῶν πώποτε βασιλέων μεγαλουργότατος ὡς εἷς τῶν ἀνθρώπων καὶ αὐτὸς τὴν γῆν ὑποδέδυκε καὶ ψυχρὰν περιβέβληται πλάκα, λίθων λαμπροτάτων καὶ μαργάρων ταύτην ἀνταλλαξάμενος; ὁ πολὺς τὴν ἰσχύν, ὁ τὴν σύνεσιν ἀπαράμιλλος, ὁ πολλαῖς μάχαις ἐξετασθεὶς καὶ πλείστας νίκας ἀναδησάμενος, οὗ τὰ τρόπαια ὑπὲρ ψάμμον θαλάσσης καὶ ἄστρων πλῆθος μὴ ἀριθμούμενον, τὰ μὲν κατὰ χέρσον, τὰ δὲ κατὰ θάλατταν, ὃν ὁ φριμακτίας ἔτρεσεν Ἰταλός, ὃν ὁ μάχιμος πέφρικε Πέρσης, ὃν δεδοίκει Παίων αἱμοχαρὴς καὶ Μυσὸς καὶ ∆αλμάτης ὑπέπτηξαν, οὗ τὸ δόρυ καὶ ἐς Γαδείρων ὅρους πεφόβηνται, οὗ τὴν σπάθην καὶ οἱ κατὰ πάντων ἀριστεύοντες ἐτετρέμαινον; ἆρ' οὖν οὕτως ἐκεῖνος σὺν τοῖς λοιποῖς Χάρωνος γεγένηται παρανάλωμα καὶ ξίφους ἔργον θανατηροῦ; καὶ κατεκαυχήσατο καὶ αὐτοῦ τὸ τοῦ Πλού τωνος βέλεμνον; τίς μοι δοίη φωνὴν Στεντόρειον, τίς πλα τυνεῖ μου τὸ στόμα καὶ εὐρυχανδέστερον θήσειεν, ὡς ἂν φωνὴν ἀπερεύξωμαι τοῦ πάθους ἀξίαν καὶ παραμετρουμένην τῷ μεγέθει τοῦ δυσπραγήματος; τίς μοι δανείσοι γλῶτταν Ὁμήρειον ἢ μοῦσαν τὴν Ἡροδότειον, ὡς ἂν τοῦ μὲν αὐτοκράτορος μικρὸν ἐγγίσω τῷ λόγῳ τοῖς ἀριστεύμασι, τῷ δὲ πάθει παρισώσω τὸν ἐκ τῶν λόγων ὀλοφυρμόν; ἀλλὰ ταῦτα μὲν μὴ καὶ ἀδύνατα ἂν εἴη μὴ μόνον ἡμῖν τοῖς οὕτω χαμαιζήλοις περὶ τοὺς λόγους ἀλλὰ καὶ τοῖς ἄγαν ὑψηλοῖς τὴν διάνοιαν• ἀλλὰ τίς ἄν μοι χρήσαιτο καθ' Ἱερεμίαν θαλάσσας δακρύων καὶ στεναγμάτων ἦχον βαρύβρομον, ὡς ἂν θρηνήσαιμι προσηκόντως τὸν αὐτοκράτορα;
4 Ἔδει μὲν οὖν ἡμᾶς, ὦ σεμνὴ γερουσία, καὶ πάντας Ῥωμαίους μὴ ὀλοφυρμοῖς μόνον τεθνηκότα δεξιοῦσθαι τὸν βασιλέα μηδὲ μόνον σπείσασθαι στεναγμοὺς ἢ δρύψασθαι παρείας ἢ καταξᾶναι τρίχας ἢ μέγα κωκῦσαι καὶ δακρυό φυρτον ἢ μελανειμονῆσαι πάθους εἰκόνα καὶ σύμβολον• οὐχ οὕτως οὖν ἔδει μόνον ἐκείνῳ τὴν ὁσίαν χαρίσασθαι, ἀλλ' εἴπερ ἦν ὅσιον καὶ τὰς ψυχὰς ἀπιόντι συναπερεύξασθαι καὶ νεκροὺς σὺν αὐτῷ φανῆναι τοὺς πάλαι ψυχωθέντας καὶ ζωωθέντας γε δι' αὐτοῦ. ἐτεθνήκει μὲν γὰρ ὡς ἀληθῶς πρὸ μακροῦ τὰ Ῥωμαίων πράγματα καὶ νενέκρωται, ἀληθῶς Ἰταλικῇ τῇ νόσῳ κατασχεθέντα, ἐξ οὗ τὴν βασιλίδα τῶν πόλεων, ἣ κεφαλῆς λόγον ἐπεῖχε πάσῃ τῇ Ῥωμαίων ἀρχῇ, ἐξ ἐφόδου παρεισπεσόντες τῇ δυναστείᾳ τούτων συμπαρεστή σαντο. ὡς οὖν ἠνδραποδίσαντο τὴν βασίλισσαν καὶ τὴν κυρίαν ἠχμαλωτεύσαντο, ἐντεῦθεν ἅπαν ἀπραγμόνως θεραπευτικὸν ὑπηγάγοντο. αὕτη μὲν οὖν ἡ κοινὴ Ῥωμαίοις γεγένηται συμφορὰ τοῖς ἀπείροις κρίμασι τοῦ θεοῦ, εἰς ἃ μηδὲ Παῦλος παρακύπτειν δεδύνηται, ὁ εἰς τρίτον ἀρθεὶς οὐρανὸν κἀκεῖθεν ἀπαχθεὶς εἰς παράδεισον. ἐγένετο γοῦν ἐξάπινα ἡ θειοτέρα Ἱερουσαλὴμ εἰς ἐρήμωσιν, καὶ τὸ τοῦ προφήτου φάναι ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ καὶ ὡς ἀποβεβληκυῖα τὰ φύλλα ταύτης τερέβινθος. ἀλλ' ἤγειρεν ὁ θεὸς τὸν μέγαν ἐκεῖνον βασιλέα, Θεόδωρον λέγω τὸν Λάσκαριν, ὃς τῆς τῶν Ῥωμαίων νηὸς κλυδαζομένης συνεπελάβετο καὶ ἐπὶ τῶν οἰάκων κεκάθικε καὶ τὴν ταύτης κυβέρνησιν ὑπὸ θεοῦ καὶ τῆς αὐτοῦ δεξιωτάτης φύσεως ἀνεδέξατο. πρῶτος οὖν αὐτὸς ταῖς τῶν πολλῶν καὶ μεγάλων ἀντεκατέστη*** πολλῷ ἀντεμβολεῖν καὶ τοῖς ἀπαρκτίαις καὶ σκαφοδύταις καικίαις ἀνδρικῶς ἐμαχέσατο. οὐ πολὺς ὁ χρόνος, κἀκεῖνος οὖν παρείληπται πρὸς τοῦ κρείττονος, τὴν δὲ τῆς ὁλκάδας ἡγεμονίαν τῷ δεξιῷ πρὸς ταῦτα καὶ ἐπιστήμονι καὶ οὗ πεῖραν εἴληφεν ἐκ πολλῶν ἐγκεχείρικεν. ὁ δὲ τὸ σκάφος παραλαβὼν σμικρότατον πάνυ καὶ ὅσον οὐχ ἁπλῶς κοίλην νῆα ἀλλ' οὐδὲ δρόμωνα ἢ λέμβος λογίζεσθαί τε καὶ φαίνεσθαι, τυννουτοῒ δὲ πλοιάριον καὶ ὂν ὡς ἀληθῶς καὶ λεγόμενον, εἰς τοσοῦτον ἤγαγε μέγεθος ὑψώσεώς τε καὶ πλατυσμοῦ, ὥστε οὐ τριακοντήρη ἢ τεσσαρακοντήρη, τὰ περι ρύλλητα τοῖς παλαιοῖς ἢ μᾶλλον εἰπεῖν ἀδυνατοῦντα πρὸς σύμπηξιν, ἀλλὰ χιλιοντήρη ἢ μυριοντήρη ταύτην κατασκευάσασθαι.
5 Ἀλλὰ τί ἀδολεσχῶ ταῖς μεταφοραῖς καὶ τροπολογῶν βαρύνω τὰς ἀκοάς, ἐξὸν τρανῶς διασαφῆσαι τὰ πράγματα καὶ ὑπ' ὄψιν αὐτὰ παραστήσασθαι; ὁ μὲν δὴ βασιλεὺς οὗτος ὁ μέγας τὴν ἡγεμονίαν παρὰ τοῦ βασιλέως καὶ κηδεστοῦ προσδεξάμενος, κλῆρον δίκαιον καὶ ἀνῆκον ἀγκαλισάμενος σχοίνισμα ἀλλ' οὐχ ἅρπαγμα συλησάμενος, ὃ πολλοῖς ἑτέροις ἐπισυμβέβηκε, καὶ ἡγεμονίαν τοσαύτην ὅσην οὐδὲ εἰς ἀρχὴν ἀρκοῦσαν εἶναι περίπυστον, μήτοι γε βασιλείαν Ῥωμαίων τὴν περιώνυμον, ἣ τῷ πλάτει καὶ τῷ μεγέθει κατὰ πολὺ τῶν ἄλλων διέφερε–μικροῖς γὰρ αὕτη καὶ εὐπεριγράπτοις τοῖς ὁρίοις περιεσφίγγετο καὶ ἀσθενεστέροις περιεκυκλοῦτο θριγγώμασι καὶ τούτοις εἰς τὴν ἑῴαν μόνον, ἐπεὶ τὰ πλείω ταύτης ἐκαρποῦτο ὁ Ἰταλός. τοιαύτην δὲ τὴν ἡγεμονίαν οὗτος παρειληφὼς καὶ ὑπολογισάμενος καθ' αὑτὸν, ὡς οὐ τρυφῆς ὑπόθεσις γίνεται τὸ βασιλικὸν τοῖς εὖ φρονοῦσιν ἀξίωμα οὐδὲ χλιδῆς λόγος οὐδὲ βλακείας παράνυξις, ἀλλ' ἀφορμὴ ἀγώνων μακρῶν καὶ περιφρονεστέρων ἔργων αἰτία, πολέμων τε καὶ τῶν παρεπομένων τροπαίων, ἃ θεὸς ἐπι βραβεύει τοῖς ἀόκνως μαχομένοις ἐπὶ δικαίοις τοῖς πράγμασι– τοιαῦτα δὴ διανοηθεὶς καὶ εἰς ὕψος ἄρας τὸ φρόνημα καὶ ἐξογκώσας τὸν λογισμὸν οὐ μικρόν τι καὶ ταπεινὸν οὐδ' ἀγεννὲς καὶ τῶν μὴ πάνυ παραδόξων ἐργάζεται, ἀλλὰ νεα νικὸν καὶ γενναῖον καὶ τοῖς κατ' ἐκεῖνο καιροῦ μηδ' εἰς ψιλὴν ἀναπολούμενον ἔννοιαν.
6 Τῶν γὰρ Ἰταλῶν ἀμάχων μὲν ὄντων καὶ φύσει, ἐξ ὧν δ' εἰς ἡμᾶς εἰργάσαντο πεφυσιωμένων μακρὰ καὶ μαχι μωτέρων γεγενημένων καὶ τὰ πλείω μὲν τῆς ἑῴας ὡς ἔφημεν καρπουμένων–Σκάμανδρος γὰρ αὐτοῖς ὑπετάττετο συνυπέκυπτέ τε καὶ Ἀδραμύτιον, καὶ Περγάμου μέχρις ἐπήγνυντο οἱ σταθμοί, Πηγῶν τε χῶροι καὶ Λεντιανῶν ἐτέλουν ὑπόφορα, ἔξω δὲ τούτων ὑπῆρχεν οὐδὲ Λουπάδιον, μικρὸν δέ τις ἐντεῦθεν ὑπερβαλὼν καὶ εἰς Νικομήδους εἶδε καὶ πᾶσαν τὴν πέριξ χώραν σφίσι κατανεμομένην ὡς ὑποχείριον–οὕτω γοῦν τῶν ἑῴων διακειμένων, τῶν δυτικῶν δὲ ἁπάντων πρὸς σφῶν αὐτῶν καὶ τῶν Βουλγάρων καὶ τῶν ἐξοιστρησάντων τῆς δικαίας ζεύγλης Ῥωμαίων καὶ τῆς δουλείας ἀπερρηγμένων ἐξηνδραποδισμένων καὶ κατα δεδουλωμένων ὡς ἴσασιν ἅπαντες–τοιούτων δὴ τῶν πραγμάτων ὄντων καὶ οὕτω δειλίαν ἐμπαρέχειν δεδυνημένων μὴ ὅτι γε τοῖς πολλοστὴν ἔχουσιν οἵαν ἐκεῖνος ἐδέξατο τὴν ἀρχήν, ἀλλὰ καὶ τοῖς περιφανέσιν ἔν τε πλούτῳ καὶ πόλεσι καὶ στρατεύμασιν, ὁ δὲ οὐκ ἔπαθέ τι ἀνθρώπινον, οὐ συνεστάλη, οὐκ ἔπτηξεν, οὐκ ἔτρεσε τὸ θηριῶδες τοῦ Ἰταλοῦ καὶ πρὸς τὰς μάχας ὀξύρροπον καθά γε κάπρου πρὸς ξίφος ἐνθορνύοντος, οὐδὲ τὴν κατασχοῦσαν ἐξ αὐτῶν δειλίαν Ῥωμαίους ὡς ἐμποδὼν ὑπετόπασεν, ἀλλὰ πάντα περιφρονήσας καὶ πᾶσιν ἑαυτὸν ἀντιθεὶς καὶ ἀντὶ πάντων μόνον ἑαυτὸν ἀντίσταθμον τοῖς πράγμασιν ἡγησάμενος ἀσπάζεται τὴν κατὰ τῶν Ἰταλῶν μάχην καὶ τὴν εἰρήνην ὡς μηδὲν ὀνοῦσαν ἐκπέμπεται• μετὰ γὰρ τοῦ δικαίου κρείττων εἰρήνης ὁ πόλεμος. δεινὸν γὰρ ἡγεῖτο καὶ ψυχῆς ἀγεννοῦς φρόνημα τὸ τὴν πρῴαν ἀρχὴν καὶ τούτῳ προσήκουσαν ἔκπαλαι ὀφθαλμοῖς ὁρᾶν γεωργουμένην ὑπ' ἀλλοτρίων καὶ καρπουμένην, καὶ ὡς οἰκεῖον λογίζεσθαι κήπευμα.
7 Τοὐντεῦθεν συρρήγνυσι μάχην τοῖς Ἰταλοῖς, καὶ ὑπερασπίζει τοῦ δικαίου θεός, καὶ τῆς ἀνδρείας ἐκείνου καὶ γενναιότητος ἀναδείκνυνται τὰ προοίμια• ἐξήττηνται γὰρ κατὰ κράτος οἱ Ἰταλοὶ καὶ νικῶνται νίκην οἵαν ἰδὼν ὁ ἥλιος γέγηθε. βαβαὶ οἷον τὸ ἡλιακὸν φῶς Ῥωμαῖοι τότε τεθέανται, ὁποίαν τῆς ἡμέρας τὴν χάριν, οὕτω κατατροπωσάμενοι τὸ ἀλλόφυλον καὶ πᾶσαν αὐτῶν τὴν ἀποσκευὴν σκυλευσάμενοι αἰχμαλώτους τε ξύμπαντας ἁπαξαπλῶς ἀναγαγόντες καὶ σχοίνῳ δουλείας καταδεσμεύσαντες λαφύρων τε ἀπείρων ἐμπλησθέντες παντοδαπῶν καὶ παντοίας πλησθέντες τῆς χαρμονῆς. ὡς γοῦν ταῦτα ξυμβαίη, καὶ ὁ ὑψαύχην κατέπιπτε καὶ ὁ τὰς ὀφρῦς ἐπαίρων ὑπεχαλᾶτο τοῦ κεναυχήματος, καὶ τὸ φύσημα κατεβέβλητο καὶ τὸ φρύαγμα χαῦνόν τε καὶ ἀδρανὲς ὑπεφαίνετο.
8 Ἐντεῦθεν τὰ ἐν ἡμῖν ἀνεζωπυρεῖτο καὶ ἐθερμαίνετο, ἐκείνων ἀποψυχομένων καὶ νεκρουμένων, καὶ ἀνήγετο κατὰ μικρὸν οὐ καταφρονητοῖς τοῖς ὑψώμασιν. ἐξελήλατο γοῦν Ἰταλὸς τῶν Ῥωμαϊκῶν χωρίων καὶ ἄστεων, καθ' ἕκαστον τούτων μάχην ὑποστὰς κρατεράν, ἐν χειμώνων ἀκμαῖς, ὁπότε ὕει πολλὰ καὶ νιφετοῖς παλύνονται ἄρουραι, ὁπότε ἄγαν πήγνυται ὕδωρ καὶ τῷ ἄγαν τοῦ ψύχους καὶ γεωργὸς καὶ ποιμὴν παντελῶς ἀργεῖν κατακέκρινται καὶ ὁ μὲν τοῖς οἰκήμασι περικέκλεισται, ὁ δὲ σπηλαίοις ἐνδιατέτριφε μηδ' ἀτενίσαι τῷ ἀέρι δυνάμενος, καὶ ἐν μέσοις πάλιν τοῖς θέρεσιν, ὁπότε ἄνθρωπος πᾶς παρὰ πηγαῖς ἐμφιλοχωρεῖν ἐθέλει καὶ τοῖς ἐκ δένδρων σκιάσμασι, τεχνητοῖς ἐκ ῥιπισ μάτων ἀναψυχόμενος πνεύμασιν. ἀλλ' ὁ ἀκάμας ἐκεῖνος καὶ τὰ σῶμα μὲν ἀδαμάντινος καὶ ἀνένδοτος πρὸς τὰς τοῦ ἀέρος ἐναντίας ποιότητας, ἄτρεστος δὲ τὴν ψυχὴν πρὸς τὰς τῶν ἀντιπάλων κινήσεις καὶ τὰ ὁρμήματα, οὐδέν τι πρὸς τούτων ἐμαλθακίζετο οὐδὲ τὸ σύντονον ὑπενεδίδου πρὸς τὸ πολὺ τοῦ χρόνου καὶ τὸ τοῦ μόχθου βαρύ. οὐδὲ καιρὸς αὐτῷ τὴν μάχην ὡρίζετο, πάντα καιρὸν οἰόμενος ἐπιτήδειον τοῦ οἰκείου λάχους προκινδυνεύειν καὶ ὑπεραγωνίζεσθαι τοῦ τούτῳ πεπιστευμένου συμφερόντως παρὰ τοῦ κρείττονος, ἀλλ' ἦν αὐτοῦ τὸ ὅπερ ἂν ἄλλος ᾠήθη τέλος ἀρχή, καὶ ὅπερ ἕτερος ἐξειργασμένος ἀρκεῖν ἂν ἐλογίσατο, αὐτὸς ὡς εἰ μηδὲν γέγονεν ὑπελάμβανεν. οὐκ ἔφθασε γὰρ ἐν τῇδε τῇ μάχῃ στῆσαι τὸ τρόπαιον, καὶ μάχης ἑτέρας καὶ ἀγώνων ἄλλων εἰσήγετο πρόφασις• καὶ ἤχει παραυτίκα τὸ ἐνυάλιον καὶ οἱ θώρακες ἔστιλβον καὶ τὰ δόρατα ἔφρισσον καὶ αἱ ἀσπίδες προυβέβληντο καὶ ἡ τῆς μάχης σύρρηξις παρευθύς, προ μαχοῦντος ἐκείνου καὶ προκινδυνεύοντος τῶν πολλῶν. καὶ γὰρ τὰ τῶν ἄλλων τὸ δόρυ τούτου προυλάμβανε, καὶ ὁ ἵππος τοὺς τῶν ἑτέρων ὑπερήλλετό τε καὶ ὑπερίπτατο, καὶ ὁ πολέμιος ταῖς αὐτοῦ χερσὶν ἐτιτρώσκετο, καὶ πάλιν νίκη καὶ πάλιν μέγα τὸ τρόπαιον.
9 Οὕτως αὐτοῦ τὰ τῆς μάχης ἀλληλουχούμενα καὶ οὕτως αὐτοῦ τὰ τῆς νίκης περικροτούμενα. τί γοῦν θαυμαστόν, εἰ τοσοῦτος ὢν τὴν ἀνδρείαν, τοιοῦτος δέ γε τὴν φρόνησιν, κατ' ἄμφω δὲ τοῖς ξύμπασιν ἀπαράμιλλος, οὕτω δὲ καρτε ρικὸς πρὸς τὰ μάχιμα, ἐς τοσοῦτον πλάτος τὰ τῶν Ῥωμαίων ἐμεγέθυνεν ὅρια, ὧν ὁπόσον τὸ μέγεθος καὶ ἡλίκος ὁ δρόμος ἆρον κύκλῳ τοὺς ὀφθαλμοὺς καὶ ἴδε σύμπας τε Ῥωμαῖος καὶ ὁ ἐπιχωριάζων ἀλλογενής. ἑῴα μὲν λῆξις ὑπετέθη πᾶσα τῷ βασιλεῖ τῆς Ἰταλικῆς ἐλευθερωθεῖσα χειρός, πάντα δὲ τὰ κύκλῳ ταύτης ὡς οὐδεπώποτε καθημέρωνται. ὁ γὰρ Πέρσης τὴν ἡσυχίαν φιλεῖ ὁ τὰς μάχας ἔχων ἐντρύφημα, ὁ ταχὺς ἐφαλέσθαι καὶ σκυλεῦσαι καὶ ἐκφυγεῖν• τούτου καὶ τὸ τόξον κεχάνωται καὶ τὸ βέλος οἱ κατέθραυσται καὶ τὸ δόρυ συγκατέτριπται, πολλὰ παθόντος ἐν διαφόροις ἐναντιώσεσι καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλόντος καὶ τῶν περιφανεστέρων ὀλέσαντος. περαιωθήτω μοι καὶ πρὸς τὰ ἀντίπεραν ὁ λόγος, λέγω δὴ τὰ ἑσπέρια. τίνι ἂν κατὰ νοῦν ἐπῄει ποτὲ ὁ τοσοῦτος εὐδαιμονισμὸς Ῥωμαίων καὶ τὸ περίδοξον; ποῖος νοῦς τοιαῦτα δὴ τἀγαθὰ γενήσεσθαι ἡμῖν ὑπετόπασεν; πᾶσα δυσμὴ τοῖς τοῦ βασιλέως πίπτει ποσὶ καὶ γόνυ κλίνει καὶ δεσπότην πεφήμικε. Τριβαλλὸς ἡμῖν ὁρίζει τὰ τῆς ἑσπέρας, μᾶλλον δὲ οὐκ αὐτός, εἴ γε καὶ δοῦλος λογογραφεῖται καὶ ὡς θεράπων ὑποκύπτει τῷ βασιλεῖ καὶ δύναμιν στρατιωτικὴν ὡς ὑπόφορος διδόναι καταναγκάζεται. Μυσὸς ἑτέρωθεν τάχα περιγράφει τὰ ὅρια, ἀλλ' οὐδ' αὐτὸς περιγράφει• τὸ γὰρ ἀληθὲς καὶ οὗτος τοῖς ὑπὸ τοῦ βασιλέως συντάττεται. μικρὸν περὶ τὴν ἑσπέραν τὸ σπαῖρον ὅπερ οὐκ ἐπεφθάκει χειρώσασθαι, τὰ περὶ Πελοπόννησόν φημι καὶ τὸν Εὔριπον καὶ ὅσαπερ ἔτι τοῖς Ἰταλοῖς τυραννεῖται καὶ ὑποτέταται.
10 Τοιαῦτα ἐκείνου τὰ ἀγωνίσματα, τοιαῦτα ἐκείνου τὰ κατορθώματα. ταῦτα Ῥωμαίους πείθει θρηνεῖν, ταῦτα στέ νειν βιάζει καὶ κρουνηδὸν τῶν ὀφθαλμῶν ἐκπέμπειν τὰ δάκρυα, τῶν προτέρων μὲν μεμνημένων δυσπραγημάτων καὶ ὧν τὴν πεῖραν οὐκ ἄν τις οὕτως ἤλπισεν ἐκφυγεῖν, ἐν ὑστέροις δὲ τῶν λαμπρῶν καὶ περιβοήτων ἀριστευμάτων, ἐξ ὧν ἡμῖν τὰ τῆς εὐπραγίας καὶ ὁ μέγας οὗτος εὐδαιμονισ μὸς ἐπεισήρρηκε καὶ τὸ ἐν γλώσσῃ ἁπάντων κεῖσθαι ὡς τῶν ἄλλων ὑπερκειμένους ἐν πλουτισμοῖς, ἐν εὐετηρίαις, ἐν εὐτυχήμασι, πάντας δὲ ἐχθραίνοντας πεφοβῆσθαι καὶ συνεστάλθαι συμβέβηκεν, ἀνδρειοτέρους ἁπάντων ἀνθρώπων ἡγημένους εἶναι Ῥωμαίους, ὑπ' ἐκείνῳ τῷ γενναιοτάτῳ καὶ στρατιώτῃ καὶ στρατηγῷ καλῶς ἐκπαιδευθέντας τὰ ἐνυάλια καὶ τὸ μὴ τετρεμαίνειν ἐξησκηκότας ἀντίπαλον, κατὰ ξιφῶν δὲ κυβιστᾶν εἰ δεήσειεν, οὐχ ὑπὲρ τῆς ἑαυτῶν μόνον μαχομένους εἰ τύχοι, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἐφιεμένους τὸ τολμηρότερον.
11 Οὕτω χρέος Ῥωμαίοις τὸν βασιλέα πενθεῖν, οὕτως ὀφειλὴ ἀπαραίτητος τὸν σφῶν δεσπότην ἀπολοφύρεσθαι. ἔδει δὲ κἀμέ, ὦ παρόντες, πάλαι ῥητορεύειν δεδυνημένον καὶ τὴν γλῶτταν ἐν τῷ λέγειν γε τεθηγμένον μὴ τοιούτοις λόγοις δεξιοῦσθαι τὸν αὐτοκράτορα μηδὲ τῶν τοσούτων εὐεργετη μάτων οὕτως ἀμείβεσθαι• οὐ λέγω δὴ τὰς κοινὰς ταύτας καὶ πανδήμους εὐετηρίας ὧν καὶ κοινὴ ἡ ἀπόλαυσις, πόλεών φημι ἀναρρύσεις ἑτέρων τε ἀναστάσεις ἢ ἀνοικοδομήσεις, ἐχθρῶν καταπτώσεις, ἐνίων δὲ καὶ καταδουλώσεις, οὐδὲ τὴν ἁπάντων Ῥωμαίων ἐλευθερίαν καὶ εὐεξίαν, οἷς ἡ τῆς δουλείας νόσος παρὰ τοῖς ἐναντίοις τὸ ἐπονείδιστον, οὐδὲ τὴν τοῦ γένους πλάτυνσιν εἴτε ὕψωσιν ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν• οὐδὲν ἐκ τούτων φημὶ τῶν κοινῶν, ἀλλ' ἤδη ἕτερόν τι καὶ προσφιλέστερον. ἐξ ἐκείνου γὰρ τοὺς λόγους εἰλήφειμεν καὶ ὅπερ νῦν ἐσμεν ἐγεγόνειμεν, τῷ βασιλεῖ ἀνατεθραμμένοι καὶ προστάγμασιν ἐκείνου καὶ ἀναλώμασι πεπαιδευμένοι τὰ λογικά. ἔδει γοῦν ὡς ἔφην μὴ τοιούτοις λόγοις ἀλλ' ἑτέροις σεμνύνειν αὐτόν, εἴτουν οὐ θρηνητηρίοις ἀλλ' ἐπαινετηρίοις, οὐ γοεραῖς ταῖς φωναῖς ἀλλ' εὐφημούσαις ταῖς λαλιαῖς, οὐδὲ δεδακρυμένοις προσώποις αὐτῷ προσυπαντᾶν, ἀλλὰ φαιδραῖς καὶ γεγανωμέναις ταῖς ὄψεσιν. οὕτως ἡμᾶς ἔδει τοὺς λόγους ποιεῖσθαι καὶ οὕτως ἐκεῖνον ἀμείβεσθαι. ἀλλὰ τούτους μὲν περιεῖλε τῷ τότε μετὰ τῆς συγχύσεως τῶν πραγμάτων καὶ ὁ καιρός• πάλαι γάρ μοι ταῦτα τὴν γλῶτταν ἐπέδησεν, ὅπως δὲ καὶ ὅ,του χάριν λέγειν οὐκ ἔνεστι• τέως οὖν γε ἐπέδησεν. ἀλλὰ νῦν ἡ τοῦ βασιλέως μετάστασις λύει ταύτην κακῶς καὶ διαρρήσσει τοὺς δεσμοὺς δυστυχῶς, καὶ ῥήτωρ ἐγὼ δυστυχέστατος ἐπ' ἀκροαταῖς ὑμῖν βαρυπενθέσι καὶ μελανείμοσι τὴν ἀπαγγελίαν ἐπεξεργαζόμενος.
12 Ἀλλ' ὢ τί πάθω; πῶς ἂν ἐξειπεῖν δυναίμην τοῦ κατα σχόντος πάθους Ῥωμαίους τὸ μέγεθος; πῶς ἂν λόγῳ παραστήσαιμι τὸ συμβάν; εἰ γὰρ ἑνὸς ἀγαθοῦ στρατιώτου πεσόντος ἢ στρατηγοῦ τὸ σύμπαν ὀλοφύρεται στράτευμα καὶ ἀποκλαίεται τὸ δυστύχημα, πῶς τοσούτου βασιλέως καὶ τοιούτου τὴν ἀρετὴν τὸ βιοῦν μεταλλάξαντος, οὗ τὰς ἀπείρους νίκας καὶ τὰ κατ' ἐχθρῶν ἀριστεύματα μακραί τινες βίβλοι παρὰ σοφῶν συντιθέμεναι δυσχερὲς ἂν ἦν ἐφερμηνεῦσαι πρὸς τὴν ἀκρίβειαν– πῶς οὖν τοιούτου συνηντηκότος Ῥωμαίοις τοῦ δυσ πραγήματος οὐ πᾶς τις ἀπλέτοις τοῖς κωκυτοῖς ἀποκλαύσεται καὶ βύθιόν τι στενάξει καὶ γοερὸν ἀνοιμώξει καὶ ἐλεεινὸν ὀλολύξειε καὶ δρύψει μὲν τοῖς ὄνυξι παρειάς, ἐκτιλεῖ δὲ τρίχας τῆς κεφαλῆς, τέφραν δὲ αὐτῆς καταπάσειε, καὶ ἱμάτιον σχίσει καὶ σάκκον ἐνδύσεται καὶ σύμπαν πένθιμον ὀλολύξειε; παγκοσμίους μὲν γὰρ συμφορὰς καὶ οἰκουμενικὰ παθήματα καὶ πάγκοινα ὀλοθρεύματα ταῖς ἱστορίαις προσχόντες κατὰ νοῦν ἠρυσάμεθα, σεισμούς τινας γεγενημένους δεινοὺς καὶ τμημάτων γῆς μεγίστων κατερειπώσεις θαλάσσης τε ἐκβρασμοὺς καὶ ἀνθρώπων καταποντώσεις ἐμπρησμούς τε αὖθις σφοδροὺς καὶ ἄστεων μεγίστων ἐκκαύσεις• πολεμεῖ γὰρ ἅπαν στοιχεῖον τὸν ἄνθρωπον καὶ πῦρ καὶ ὕδωρ καὶ ὁ ἀήρ, τῶν φυσικῶν ὁρίων ἐκστάντα καὶ τῆς συνήθους ὑπερβλύσαντα τάξεως• καταδρομαὶ δ' ἀλλοφύλων ἄλλοις γεγόνασι, καὶ ἐπισυμβέβηκε τὸ αἰχμάλωτον ἀνδραποδισμοί τε ἀνδρῶν, καὶ γυναῖκες σὺν ὑπομαζίοις ἦμαρ εἶδον τὸ δούλιον• ὑετῶν δ' αὖθις ῥαγδαίων καταφοραὶ παρά τισι συμβεβήκασιν, ἐξ ὧν τὸ πᾶν κατακλύζεται. δεινὰ μὲν οὖν ταῦτα καὶ ὄντως παγχάλεπα καὶ φυσικοῦ θανάτου βαρυαλ γέστερα• τοῦτον μὲν γὰρ οἶδεν ἡ φύσις καὶ οὐ καινὸν τὸ γινόμενον, ἐκεῖνα δὲ κίνησις στοιχείων ἔπαιξεν ἄτακτος ἢ τύχη δεδραματούργηκεν ἄστατος.
13 Πολλὰ μὲν οὖν ἐπισυμβαίνει διὰ ταῦτα τοῖς ἀνθρώ ποις ἀνιαρά, τὰ μὲν πλατυκώτερον τὰ δὲ ἰδικώτερόν τε καὶ μερικώτερον• οὐδὲν δὲ τοιοῦτον ἀλγεινὸν ἐπιγίνεται οἷον ἀπολέσθαι ἄνδρα ἡγεμόνα, τὴν ἀρχὴν ἐπιστήμονα, καλὸν τὰ πάντα, τὸ εἶδος τὴν ἰσχὺν τὴν ἀνδρείαν τὴν δικαιοσύνην τὴν φρόνησιν, πρὸς ἐπὶ τούτοις τὴν καλοκαγαθίαν καὶ ἡμερότητα, ἃ πατρὸς λόγον ἐπέχειν τοῖς ὑπὸ χεῖρα τὸν κρατοῦντα ποιεῖ. ἀλλὰ τὰ μὲν τῆς ἀνδρείας ἐκείνου γνω ρίσματα τοῦ στερροῦ καὶ καρτερικοῦ καὶ βεβηκότος ὡς τὸ τετράγωνον, τοῦ ὀξυτέρου πνεύματος ἢ πυρὸς ὁπότε καιρὸς καλοῖ καὶ ἀκμὴ κατεπείγει καιροῦ, κατὰ ταὐτὰ δὲ καὶ τὰ τῆς φρονήσεως σύμβολα, ἣ πασῶν τῶν ἀρετῶν ὑπερτέθειται ἢ μᾶλλον κρεῖττον εἰπεῖν ἣ τὰς ἀρετὰς εἰδοποίησε καὶ ἀρε τὰς εἶναι καὶ ὀνομάζεσθαι πέπεικε, τούτων δὴ πάντων ὡς ἐνὸν ἡμῖν καὶ ὡς ὁ καιρὸς δίδωσιν οἱ χαρακτῆρες καὶ τὰ ἰνδάλματα προκεκέντηνται• ἐπεὶ δὲ καὶ καλοκαγαθίας καὶ ἡμερότητος ἐμνήσθημεν, ἐνταῦθά μοι τοῦ λόγου τὰ δάκρυα προπηδᾷ ἀναλογιζομένῳ τὴν τούτου περὶ τοὺς ἐπταικότας συμπάθειαν, οἶμαι δὲ καὶ πάντες ἐν τούτοις πλέον θρηνήσετε. ἀναπολέσατε καὶ γὰρ κατὰ νοῦν• τέθνηκέ τις καὶ ἐπὶ μεγίσταις αἰτίαις πρὸς τοῦ αὐτοκράτορος ἄνθρω πος; καὶ τοῦτο μὲν ἂν οὖν καὶ ἐπὶ χρόνοις ὀλίγοις τὴν ἀρχὴν ἀνύσαντος περιβόητον, ἐπὶ τούτοις δὲ διαπρέψαντος πόσῳ θαυμαστὸν καὶ ἐξαίσιον. τίς γὰρ ἔγνω παρ' ἐκείνου τινὰ βιαίως τὴν ψυχὴν ἀπορρήξαντα, οὐ λέγω γοῦν ἐπὶ μετρίοις ἢ καὶ μικρὸν μείζοσι πταίσμασιν, ἀλλ' ἐπὶ μεγίσταις ἄγαν ταῖς ὑποθέσεσιν, ἐπὶ χαιρεκάκοις ἄγαν καὶ δολεραῖς ἐπ' ἀνταρσίαις; τὸ δὲ τελευταῖον καὶ πρώτιστον τῶν κακῶν ἐπὶ τυραννίσιν αὐταῖς–ἅμα τε γὰρ ἥλω ὁ τυραννίδα βουλευσά μενος κατ' αὐτοῦ–ὦ δίκη καὶ ἀρετή! ὁ κατὰ τίνος τίς!– κἂν ὁποῖος ἄρα καὶ ἦν ὁ τοῦτο σκαιωρήσας τὸ δολορρά φημα, εἰ μόνον ἤσθιεν ἄρτου καὶ ὕδατος ἔπινεν καὶ τῶν θνητῶν ὠνομάζετο, ἅμα τε γοῦν, ὡς ἔφην, ἥλω καὶ εὐθὺς ἠλέηται, ἢ ῥῖνα ἀποτμηθεὶς ἢ χεῖρα ἀποκοπεὶς ἤ, τὸ μέγι στον, ἐξορυχθεὶς ὀφθαλμούς• ὁ πρῶτος ταῦτα τοῦ δράματος, πολλοὶ δὲ τῶν συνιστόρων οὐδ' ἐγίνωσκον τὴν ὀργὴν οὐδὲ τὸν χόλον ὑπέμενον, ἀλλ' εὐθὺς ὑφωρῶντο καὶ ἀπελύοντο. ταῦτα δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις ἐπισυνέβησαν. κἀκεῖνος μὲν οὕτως ἀφίει τοὺς δεινοὺς καὶ παλαμναίους ἀλάστορας τοὺς περὶ αὐτὸν ὀφθέντας κακούς, οὓς εὐηργέτει τὰ μάλιστα καὶ οἷς ἀπειροπλάσια τὰ δωρήματα, θεὸς δὲ καλῶς τὰς κρίσεις ἐδίκαζεν. ὁ μὲν γὰρ βασιλεὺς ἠλέει, ᾔδει γὰρ σκεπόμενος πρὸς τοῦ κρείττονος, ὁ δὲ ἐμαστίγου καὶ ἔπληττε τὸν μὲν νόσοις ἀνη κέστοις καὶ μακροχρονίοις ταῖς κατακλίσεσι, τὸν δὲ καὶ αἰφνιδίῳ θανάτῳ τὸν πάντα χρόνον ὑγιῶς τοῦ σώματος ἔχοντα, ἄλλον πολλοῖς περὶ μάχην συνόντα μόνον ἀποχωρήσας καὶ οἷα σκοπὸν φλαύρου ἀνδρὸς ὑποθέμενος ὀϊστεύματι, καὶ ἁπλῶς εἰπεῖν ἅπαντας ἄρδην τῷ τῆς γῆς μυχῷ παραπέπομφεν• οὕτω θεὸς οἶδε διεκδικεῖν τοὺς ἐπ' ἐκείνῳ ἐλπίζοντας, καὶ οὗτοι πρὸς καιρὸν τῶν ἐγκλημάτων τούτους ἀνήσουσι.
14 Τὰ δ' ἄλλα τῆς ἱλαρότητος αὐτοῦ καὶ πραότητος ποῖος ἂν καυχήσαιτο ἐξυμνήσασθαι; καὶ ∆αυὶδ ὁ πραότατος–ἱλήκοι δὲ οὑτοσί–ὑπ' ἐκείνου ἂν οἶμαι μόνου νενίκηται. ἡμάρ τανε γάρ τις, καὶ μέχρι λόγων ἡ κάκωσις ἢ μετρίων πληγῶν, τὸ δεινότερον. ὑπέμενε δὲ καὶ λόγους τραχυτέρους ἐκ θρασυστομούντων προφερομένους, ὡς ψόφους εἰς ἀέρα διαλυομένους οἰόμενος, καὶ πράξεις ἀτακτοτέρους διέφερεν, ἀντισταθμίζεσθαι γνοὺς ὑπὸ θεοῦ τοῖς ἐλεοῦσι τὸν ἔλεον καὶ τῷ φιλανθρώπῳ ἀντιμετρεῖσθαι ἡμῖν τὸ φιλάνθρωπον. ταῦτα ἐκείνου καὶ τὰ τῆς πραότητος σύμβολα, ταῦτα τῆς προση νοῦς καρδίας τεκμήρια, οἷς θεὸς ἐπιγάννυται, οἷς ἐπιχαίρει σύμπαν ὑπήκοον.
15 Ἔγωγε μὲν, ὦ παρόντες Ῥωμαῖοι οἱ τῷ πάθει συνειλεγμένοι καὶ πρὸς θρηνῳδίας ἑαυτοὺς εὐτρεπίσαντες, ἐκπέ πληγμαι μὲν ὑπὸ τῶν πολλῶν καὶ μεγάλων τοῦ αὐτοκράτορος ἀγαθῶν καὶ τῆς ἀβύσσου τῶν ἀρετῶν καὶ τοῦ ἀπείρου τῶν ἀριστειῶν χεύματος. ἀδυνατῶ δὲ ὅλως πρὸς περιήγησιν, καὶ βούλομαι μὲν ἐξειπεῖν τι τῶν ἀριστουργημάτων αὐτοῦ καί τι τῆς καλοκαγαθίας συμπλέξασθαι, ἀλλ' ἀπειρία τυγχάνει καὶ ἐν ἀμφοῖν, καὶ ἐν οἷς ἂν ἄλλος εἶχε λέγειν πολλά, ἐν τούτοις ἔγωγε πάσχω τὸ ἄναυδον, καὶ τὸ πολὺ τῆς πλημμύρας τὸ λειψυδρεῖν προξενεῖ, ὡς ἐν τοῖς τῶν ἀγγείων συστόμοις εἴπερ ἄθρουν ὕδωρ ἐπενεχθῇ οὔκουν εὑρίσκει παρείσδυσιν. οὕτω δὴ καὶ ἐπί τισι μεγίσταις συμβαίνει τῶν ὑποθέσεων, αἳ προσυπαντῶσι ποσῷ τε ἀπλέτῳ καὶ ὑπερφυεῖ μεγέθει τοῖς γράφουσι. θαυμάζεται μὲν Τῖτος ὁ καῖσαρ ὅτιπερ ἐν καιρῷ αὐχμοῦ παρόντος ἅπαντος τοῦ στρατεύματος ἀποβὰς τοῦ ἵππου εἰς οὐρανὸν τὰς χεῖρας ἀνέτεινεν «αἰδέσθητι ταύ τας» λέξας «θεέ, αἵτινες οὐκ ἔχυσαν αἷμα ἀνθρώπειον, καὶ πέμψον ὑετὸν ἐπὶ γῆς», καὶ παραυτά φασιν ὗσαι ῥαγδαῖον ἐπὶ σφίσιν αὐτοῖς. ἐπαινεῖται καὶ ὁ τοῦ Ἰσραὴλ Ἰωσὴφ σιτοδότης Αἰγύπτου γενόμενος καὶ προϊδὼν τὸν καιρὸν καὶ καταπραγματευσάμενος τὸν καιρόν. τοῦ δὲ ἡμετέρου βασι λέως τὰς χεῖρας κρειττόνως ἂν οἶμαι τὸ θεῖον ᾐδέσθη. τοῦ γὰρ Τίτου τὴν αὐτοκρατορίαν χρόνος διέγραψε μέτριος, αὐτοῦ δὲ τὴν κραταρχίαν αἰὼν ἐγνώρισεν οὐ σμικρός, ἐν ᾧπερ ἅπαντι οὐ λύθρου αἴτιος ἀνθρωπίνου γεγένηται οὐδὲ βρότον ἔσχεν ἡ γῆ παρὰ τῶν ἐκείνου πεπαλαγμένον χειρῶν. τάχα γοῦν οὐχ ὑετὸν μόνον εἴπερ ἐβούλετο καθείλκυσεν ἐκ νεφῶν, ἀλλὰ καὶ πέτραν διέρρηξε καὶ ὕδατα εὐθὺς διερρύησαν καὶ διὰ θαλάσσης ἔβη ὡς διὰ χέρσου στερρᾶς* τὰ Μωσαϊκὰ πληρῶνται στρατεύματα. Ἰωσὴφ δὲ τὴν σιτοδοσίαν ἐμιμήσατο μέν, πλὴν οὐχ οὕτως οὐδ' ἐπ' αἰσχροκερδέσι τοῖς λήμμασι• προῖκα γὰρ τὰ πλείω τοῖς δεομένοις ἀπεχαρίζετο, οἷς καὶ ἐς ἀεὶ τὸν ἔλεον ἐδαψίλευε.
16 Πᾶσι μὲν οὖν ἦν ὑπανοίγων σπλάγχνα φιλάνθρωπα, μάλιστα δὲ τοῖς παρειμένοις τὰ ἄρθρα καὶ λελωβημένοις τὰ σώματα, ὧν τὸ δάκρυον λουτρὸν ἂν ἐκείνῳ πάντως ἐγεγόνει καθάρσιον καὶ σμῆξις ῥύπου σωματικοῦ. τί τοῦ Νῶε τὸ θαυμαστὸν καὶ ἐξαίρετον; οὐ τῆς κιβωτοῦ ἡ διάσωσις ἐν παγκοσμίῳ κατακλυσμῷ; τῷδε οὐ κιβωτὸς μείζων καὶ τιμιω τέρα, ἡ πᾶσα Ῥωμαίων χθών, διασεσωσμένη κοσμικοῦ καὶ παμφόρου τοῦ κλύδωνος, καὶ καθαρὰ ζῶα τὰ γνήσια ταύτης γεννήματα κατὰ πλῆθος ὑπεραραμένη τῶν χαλεπῶν, οὐ μὴν ἀλλὰ καὶ ἀκαθάρτων πλήθη τοῖς καθαροῖς συνεισάξασα καὶ καταποντισμοῦ μὲν ἐξοίσουσα τοῦ φαινομένου σαρκικοῦ, τὸ πλέον δὲ καὶ τοῦ νοητοῦ διασώσουσα; οὐχ ὁρᾶτε τὴν ἄπειρον πληθὺν τῶν Σκυθῶν; τούτους καὶ τῆς ἐξ ἐχθρῶν προσδοκωμένης βλάβης αὐτὸς ἠλευθέρωσε καὶ τῷ λουτρῷ τοῦ βαπτίσματος λύμης τῆς ψυχικῆς ἀπεκάθηρε• καὶ νῦν εἰσι Χριστοῦ πρόβατα, λύκοι ὄντες τὸ πρίν, ὑπὸ Χριστῷ τῷ πρώτῳ ποιμένι καὶ ἀρχιποιμένι πρὸς χλόης τόπον καὶ σωτηρίας καθοδηγούμενοι, καὶ κύνες δὲ ἐν καιρῷ τῶν κινου μένων καθυλακτοῦντες κατὰ τῆς τοῦ δεσπότου κληρονομίας καὶ τῶν θρεμμάτων αὐτῶν. ἆρ' οὐκ ἔστι ταῦτα θαύματος ἄξια; ἆρ' οὐκ ἐγγὺς τῶν Μωσαϊκῶν ἐκείνων σημείων τε καὶ τεράτων, δι' ὧν θεὸς ἐδοξάζετο; τὸ δὲ τῶν Ἰουδαίων πενθήσει τις; οὓς ἔθνος τοσοῦτον καὶ ἀπρὶξ ἐνταλμάτων τῶν παλαιῶν ἀντεχόμενον καὶ τῆς σκιᾶς μεταποιούμενον καὶ τοῦ ράμματος οὕτω ῥᾷον καὶ παρ' ἐλπίδα πᾶσαν πρὸς τὴν χάριν θᾶσσον καὶ τὴν ἀλήθειαν μετηγάγετο, λόγοις καταπείσας τοὺς ἀτεράσμονας καὶ δώροις καταμαλθάξας τοὺς σκληρογνώμονας, οὐ τῶν ἐτησίων μόνον φόρων πολλῶν ὄντων καταφρονήσας, ἀλλὰ καὶ προσεπιδοὺς πολλαπλασίονας δωρεάς.
17 Ταῦτα εἴπερ τις ἐξυμνεῖν κατὰ μέρος ἐβούλετο, δέκα ἂν αὐτῷ ἐπήρκεσαν γλῶσσαι, ὅσας ἐπηύξατο πλουτῆσαι ὁ ποιητής; ἔγωγε ἂν οἶμαι οὐδ' ἂν ἑκατὸν ἢ τούτων πλείους οὖσαι κατὰ τὴν ἀξίαν εὐφήμησαν. ἀλλὰ ταῦτα μὲν οὕτως, εἰ πρὸς ἐγκώμιον ἐχώρησέ τις τὸ δυσκατόρθωτον, τάχα δὲ καὶ ἀδύνατον. ἐμοὶ δὲ οὐ λόγος εὐφημίας τὸ προβαλλόμενον, θρήνων δὲ πάντως καὶ ὀδυρμῶν• οὐ γὰρ ἐγκωμιάζειν ἀφίγμεθα, ἀλλὰ στενάζειν τοῖς λόγοις συνεληλύθαμεν. ναὶ γοῦν καὶ θρηνητέον ἡμῖν καὶ δακρυτέον τὸν αὐτοκράτορα ἆρ' οὖν, ὦ Ῥωμαίων πληθύς, πάντη καὶ ἐς ἀεὶ [εἰ]δακρύειν θέμις ἡμᾶς καὶ μηδένα χρόνον σχεῖν τοῦ πάθους ἀνακωχήν; μὴ λόγον χαρμονῆς ἐπιβαλεῖν τῇ ψυχῇ μηδ' ἡδονῆς μικράν τινα δρόσον τῇ καρδίᾳ σταλάξασθαι, ἢν πάντων μὲν κόρος ἐστίν, ὡς τῇ ποιήσει καὶ τῇ ἀληθείᾳ δοκεῖ; καὶ εἰ τῶν ἡδέων, πολλῷ γε πλέον τῶν λυπηρῶν. καὶ πῶς ἂν γένοιτο τοῦτο, φαίη τις ἄν, ἢ πῶς ἂν πηλίκης συμφορᾶς φανείημεν ἐπι λήσμονες; εἰ πρὸς τοῦτό γε ἀποροίητε, αὐτὸς ἐγὼ προσεπάγω τὴν λύσιν. αὐτὸς γὰρ ὑμῖν τὸ πάθος παραμυθήσομαι, αὐτὸς τὸ πάθος τῆς συμφορᾶς κουφότερον ἀπεργάσομαι, ψυχαγω γίας πόμα ὑμῖν ἀρτύσας καὶ συγκεράσας πρὸς παρηγόρημα. ἔστι τῇ ποιήσει φάρμακον γινωσκόμενον, ὃ πρὸς Αἰγυπτίας τινὸς γυναικὸς ἡ Τυνδαρὶς Ἑλένη χάριν ἐδέξατο• «τοῦτό» φησιν «εἰ πιών τις τύχῃ ποτέ, οὐκ ἂν εἰς ἦμαρ ἐκεῖνο λύπης κέντρον τὴν καρδίαν αὐτοῦ νύξει, οὐδ' ἂν πατὴρ ἢ μήτηρ ἢ ἀδελφὸς τεθνηκότες κεῖνται πρὸ ὀφθαλμῶν». ὅ,τι μὲν οὖν τὸ τοιοῦτον φάρμακον βούλοιτο, εἰδοίη ἂν Ὅμηρος καὶ οἱ τοῖς ποιήμασιν αὐτοῦ βακχευόμενοι. ἔγωγε, ὦ Ῥωμαῖοι, οὕτω καταποθέντας πάντας εἰδὼς τῷ πελάγει τοῦ ἐπισυμβάντος ὑμῖν ἀνιαροῦ συναντήματος καὶ τῷ τῆς λύπης καταβαπτισ θέντας ἢ καὶ παρασυρέντας ῥεύματι, αὐτὸς ἐξάξαιμι πρὸς ἀναψυχὴν καὶ φάρμακον ὑμῖν ἐκκεράσαιμι οὐκ εἰς ἦμαρ ἐνδεδυνημένον παύειν τῆς θυμαλγίας κατὰ τὴν ῥαψῳδίαν τοὺς πίνοντας, ἀλλὰ καὶ ἐς ἅπαντα χρόνον, ἀλλὰ καὶ ἐς αἰῶνας ὅλους τοὺς ταῖς ἑκάστων συμπαραμετρουμένους βιώσεσι.
18 Τάχ' ἂν ζητεῖτε τὸ φάρμακον καὶ ὅ,τι ἂν εἴη τοῦτο κατὰ νοῦν ἀναστρέφετε; ἔστι δὲ λόγος. τοῖς λογικοῖς μὲν λόγοι τὰ φάρμακα ὡς αἱ βοτάναι τοῖς σώμασιν. ἔστι δὲ οὐ καινὸς οὗτος οὐδ' ὑμῖν ἀγνοούμενος, εἰ καὶ τρόπον ῥηθείη καινότερον. ὑμεῖς μέν, ὦ Ῥωμαῖοι, τεθνάναι ἡγεῖσθε τὸν βασιλέα• ὁ δέ γε οὐκ ἐτεθνήκει, ἀλλὰ καὶ πάλιν μένει βιῶν. μῶν ἀπορεῖτε περὶ τοῦ λόγου καὶ ὅπως ἂν πέφυκε τοῦτο οὐκ ἔχετε ξυμβαλεῖν; ἀληθῶς ὁ βασιλεὺς ἡμῶν ζῇ. οὐ λέγω ζωὴν τὴν τῇ νοερᾷ ψυχῇ σύμφυτον, καθ' ἣν ἅπαντες τεθνηκότες οὐ θνήσκομεν, ἀλλὰ τὴν ἐνταῦθα λέγω ζωὴν τὴν φαινομένην τοῖς ὄμμασιν. ἢ οὐχ ὁρᾶτε τὸν βασιλέα αὐτὸν τὸν υἱὸν ἐκείνου θεώμενοι; οὐκ αὐτὸς ἐκεῖνός ἐστιν οὑτοσί; οὐ χαρακτῆρσι σωματικοῖς, οὐκ ἰδιώμασι ψυχικοῖς ἐκείνῳ ἄντικρυς ἀφωμοίωται; οὐκ ἔμψυχος ἐκείνου εἰκών, οὐ φύσεως ἀγαλματούργημα τῆς αὐτῆς; οὐ τῷ πατρὶ συνῆρχεν ἐκ γενετῆς, οὐκ ἐπὶ τῶν αὐτῶν οἰάκων συνῆν τῷ τῆς ὁλκάδος κυβερνήτῃ τῆς κοσμικῆς, οὐ τῶν ἡνιῶν συναντε λαμβάνετο τοῦ οἰκουμενικοῦ δίφρου καὶ τοὺς ἀγῶνας διήνυεν; αὐτὸς οὖν ἐκεῖνος ὁ βασιλεὺς ὁ ἡμέτερος, ὥστε μόνον οὐ δέον πενθεῖν, ἀλλὰ καὶ χαίρειν χρεών, τὸ παράδοξον. τὸ γὰρ οὑτωσὶ τὰ τῆς ἀρχῆς ἐκεῖνον διευθετίσασθαι καὶ εἰς αὔξην τὰ τῶν σφετέρων σχοινισμάτων τοιαύτην ἀπαγαγεῖν πλήρη τε γενέσθαι χρηστῶν ἡμερῶν, μὴ βιασθῆναι δὲ τὴν διάζευξιν τῆς ψυχῆς, φυσικοῖς λόγοις ὑποχαλασθείσης τῆς ἁρμονίας αὐτῶν, τοιούτῳ δὲ υἱῷ παραδοῦναι τὸ κράτος καὶ τὴν ἀρχήν, καλῷ μὲν ἰδέσθαι, νοῆσαι δέ γε καλλίονι, καὶ ἁπλῶς εἰπεῖν ἀρχικωτάτῳ τὴν ἀρετήν, καὶ οὕτω δὴ συμβῆναι τὰ πράγματα, ὡς μηδὲ γνωσθῆναι σχεδὸν τὴν τῆς ἡγεμονίας τοῖς ὑπηκόοις μετάθεσιν, πῶς οὐκ ἂν μᾶλλον ἡδονῆς ἢ λύπης ταῦτα παραίτια γένοιτο; ἄνδρα καὶ γὰρ τεθνηκότα ἐπὶ υἱῷ καλῷ τε καὶ ἀγαθῷ καὶ ὁ τοῦ δήμου λόγος οὐκ ἀποθανεῖν ἀποφαίνεται.
19 Χαίρετε γοῦν, φῦλα Ῥωμαίων, χαίρετε καὶ τὰς φρένας γανύσκεσθε καὶ λόγοις ἡδυτέροις τὰς τῆς καρδίας πτύχας εὐφραίνετε. τοιούτου γὰρ ηὐμοιρήκαμεν αὐτοκράτορος– θαρρούντως τὸν λόγον ἐρῶ–οἷον οὔποτ' ἂν τὰ τῶν Ῥωμαίων ηὐτύχηκε. νῦν γοῦν εἴπερ ποτὲ τοῖς Ῥωμαίοις ἐλπίς, ὡς τὰ τῆς εὐετηρίας ἐπαυξηθῇ καὶ τὰ τῶν εὐφραι νόντων καταπτωθῇ• νῦν παγκόσμιος εὐφροσύνη γενήσεται εἰρήνης βαθείας ἐμφιλοχωρησάσης τῇ γῇ, εἰρήνης ἐξ ὀθνείων, εἰρήνης καὶ ἐξ ἰθανῶν, πάντων ἡμέρως ἐμβιο τευόντων καὶ ἀρκουμένων τοῖς ἑαυτῶν• οὐκ ἀδικήσει θάτερα ἕτερος, οὐχ ἅρπαγμα ποιήσει τοῦ πλησίον• ἕκαστος γὰρ ὑπὸ τὴν πίτυν αὐτοῦ τὸ τῆς προφητείας φάναι ἀναπαυθήσεται, οὐ κρίσιν παρακλαπήσεται ἢ παρελκυσθήσεται χρυσίνῳ βρίθει τοῦ ἰσορρόπου τῆς δίκης ζυγοῦ. οἶδε γὰρ οὗτος λόγους ἀδεκάστους προφέρειν ἐν κρίσεσι, στάθμου γενήσεται τῆς εὐθυδικίας ὡς ἀπαρέγκλιτος κανὼν τῆς εὐνομίας, τῇ ἀδικίᾳ μὴ ἀντικλώμενος. οὐ πρηκτὴρ καλαμήσεται γεωργούς, οὐ γραφαὶ τὰς οἰκίας τῶν πενήτων κενώσουσιν• οἶδε γὰρ οὗτος ἑτέρας γραφάς, δι' ἃς τὸ ὑπὸ χεῖρα σωθήσεται. οὐ προστασία χώρων τοῖς θρασυτέροις ἢ ἀβελτήροις δοθήσεται, ἀλλὰ τοῖς ἐπιεικεστάτοις, οὐδὲ τοῖς θηριωδεστέροις, ἀλλὰ τοῖς φιλανθρωποτάτοις• οὐ γὰρ ἀρχὴν ἁρπακτὴρ καὶ λυμεὼν χειρώσεται ἄνθρωπος, τροφὴν ἔχων ἀνθρώπων βλάβην καὶ πόμα τούτων τὰ δάκρυα, ὃς τρυφᾷ τοῖς τοῦ πλησίον κακοῖς καὶ ἁρπαγαῖς χαίρει καὶ ἐμπαροινεῖ τῇ φύσει τῷ καιρῷ καταχρώμενος, ἀλλ' αἰδοῖος ἀνὴρ ἐπιεικέστατός τε καὶ προσηνέστατος καὶ θεοῦ ὄπιν ἔχων τὸ τῆς ποιήσεως προκριθήσεται, ὁ συνέσει κεκοσμημένος, ὁ παιδείᾳ πεπυκασμένος, καὶ ὁ τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἀντεχόμενος.
20 Οὐ γὰρ ἐξ ἱπποσύνης ἢ τοξοσύνης ἢ τοῦ πέμπειν εὐστόχως βέλος ἢ κραδαίνειν εὐφυῶς δόρυ ἢ ἀσπίδα προβάλλεσθαι δεξιῶς οὐδ' ἐκ ταχυτέρων τινῶν κινημάτων τῶν μικρῶν ὄντων ἀξίων ὁ βασιλεὺς ἀρτίως ἐξώρμηται, ἅπερ ὡς ἐν μέρει παιγνίων πάλαι τούτῳ νενόμισται, εἰ καὶ εἰς ἄκρον ἐξείργασται, ἀλλ' ἐκ λόγων καὶ βίβλων καὶ φιλοσοφίας αὐτῆς, ἀλλ' ἐκ μαθημάτων καὶ ἐξ ἀκροτάτης τῶν ὄντων γνώσεως. ἀνάγκη γοῦν πᾶσα γενήσεσθαι τὸ θρυλλούμενον. ἔφη καὶ γάρ τις τῶν παλαιτέρων ἐπιστημόνων ὡς τότε παύσουσι τῶν κακῶν αἱ πόλεις καὶ ἐμπεριπολεύσει ταύταις τὰ ἀγαθὰ, ὅτε φιλοσοφήσουσι βασιλεῖς ἢ βασιλεύσουσιν οἱ φιλόσοφοι. ἐν τούτῳ δὲ καὶ ἄμφω συμβέβηκε• βασιλεὺς καὶ γὰρ ὢν εἰς ἄκρον πεφιλοσόφηκε καὶ φιλόσοφος γενησόμενος κραταιότερον βεβασίλευκεν. οὐχ ὁρᾶτε τοῦτον ἀριπρεπέστερον τοῦ Ὁμηρικοῦ Ἀγαμέμνονος, ὃν ἐκεῖνος εἰσάγει ἵκελον ὄμματα καὶ κεφαλὴν τερπικεραύνῳ ∆ιί, ζώνην δὲ Ἄρεϊ, στέρνον δὲ Ποσειδῶνι; οὐδ' ἂν βασιλῆι ἀνδρὶ ἐοικέναι αὐτὸν εἴποιμι, ἀλλά γε κατὰ τὴν Πυθίαν δίζω ἠὲ θεὸν ὀνομάσαι ἢ ἄνθρωπον• νικᾷ δὲ μᾶλλον θεὸν αὐτὸν καὶ εἶναί τε καὶ κικλήσκεσθαι. οὗτος ἐκ φιλοσοφίας θεοειδὴς ἀναπέφανται καθάπερ ἐκ γένους μὲν βασιλεύς, ἐκ δὲ φύσεως ἰσχυρός, ἐκ δ' ἀρετῆς ἀνδρεῖος, ἐκ δὲ τῶν πραγμάτων πανάριστος.
21 Ἂν οὖν ὡς στύλον ὄντα Ῥωμαίοις αὐτῶν εἰς ὕψος αἴροντα τὰ φρονήματα κλάειν τὸν αὐτοκράτορα βουληθείημεν, ἰδοὺ στύλος ἄλλος ἡμῖν, τάχα δὲ καὶ στύλος πυρὸς τὸν νέον καθοδηγῶν Ἰσραὴλ εἰς ἐπαγγελίας γῆν, εἰς γῆν γάλακτος κρουνοὺς καὶ μέλιτος ἀπορρέουσαν, ἐξ ἧς κακῶς ἀπερρίφημεν• ἂν ὡς πύργον ἐντὸς πάντα φρουροῦντα καὶ ἀκίνδυνα διασώζοντα, ἰδοὺ πύργος ἐρυμνότερός τε καὶ ἀσφαλέστερος. δότε γάρ μοι λέγειν τὸ ἀληθές• οὐδὲ γὰρ ἀγανακτήσει πατὴρ τὰ κρείττω τοῦ υἱέως ἀκούοντος ἐν ὀνόμασιν, ὃν μείζω καλῶς ἐγνώρισεν ἐν τοῖς πράγμασι• συχνὸς γὰρ χρόνος ἐξ ὅτου πάντων ἀνθρώπων καὶ ἑαυτοῦ κρείττω τοῦτον ὁ πατὴρ ἀπεφαίνετο. πείθει γοῦν με καὶ ἡ τοῦ βασιλέως ἀπόφανσις καὶ ἡ τῶν πραγμάτων ἐνάργεια τοιαῦτα περὶ τοῦ βασιλέως διαμαρτύρεσθαι• ἐπεὶ γοῦν τὸν λόγον ἔχετε βέβαιον ὅτι μηδ' ἀμφαγνοεῖτε τὴν πρόρρησιν, ἐχέσθω τῶν προτέρων μοι ὁ εἱρμός. ἂν οὖν ὡς δένδρον πάντα περιπυκάζοντα τὸν παρελθόντα ζητήσωμεν, ὡς ἐκ τῶν λυπηρῶν τὰ ὑπ' ἐκεῖνον σκιάζοντα, ἰδοὺ δένδρον ἄλλο περιφανέστερον ὅσῳ καὶ χλωροτέροις φύλλοις κομῶν καὶ ἐπιβρῖθον καρποῖς καὶ πρὸς μέλλουσαν καρποδοσίαν εὐθετιζόμενον• τούτου ταῖς σκιαῖς ἡμεῖς ἀναπαυθησόμεθα. ἂν οὖν ὡς κέντρον ἐκεῖνον ποθήσωμεν τὰ κύκλῳ περικρατοῦντα καὶ φέροντα, ἰδοὺ ἡμῖν κέντρον τρανότερον, μείζους ἐπὶ κύκλοις περιάγειν κύκλους δεδυνημένον καὶ ἄλλους ἐπ' ἄλλοις κατὰ τὸ ἄπειρον. ἂν ὡς ἥλιον ἐκεῖνον κοσμικὸν ὑπειλήφειμεν καὶ ὑπ' ἐκείνου καταφωτίζεσθαι ἔγνωμεν, ἤδη καὶ ἕτερος ἥλιος φανότερός τε καὶ καθαρώτερος ταῖς τῆς γνώσεως ἀκτῖσιν οὐ Ῥωμαίων γῆν μόνον ἀλλὰ καὶ πάντα περιλάμπειν ἔχων τῆς οἰκουμένης τὰ πέρατα. ἂν τοῦ συμπαθοῦς τὸν ἀπιόντα πενθήσωμεν, τοῦ συμπαθεστέρου τὸν περιόντα θαυμάσωμεν. ἂν τοῦ μετρίου ἐκεῖνον καὶ ταπεινόφρονος ἀποκλαύσωμεν, τοῦ μετριωτέρου τοῦτον ποθήσωμεν. οὐδενὸς οὖν, ὦ Ῥωμαῖοι, καλῶν τῶν πάλαι λειπόμεθα, μᾶλλον δέ γε κρείττοσι καὶ τιμιωτέροις τούτοις ἐντετυχήκαμεν, ἀπ' εὐπραγίας εἰς εὐπραγίαν μείζω μεταπηδήσαντες.