Μετάβαση στο περιεχόμενο

Επιτάφιος Βίωνος

Από Βικιθήκη
Ἐπιτάφιος Βίωνος
Συγγραφέας:


Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.
νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε,
ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις,
νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι,
νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ
βάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις,
νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας, 10
ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ
καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι,
καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν,
οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει,
εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις
Βιστονίαις Νύμφαισιν «ἀπώλετο Δώριος Ὀρφεύς.»
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι

κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει, 20
οὐκέτ̓ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾄδει,
ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει.
ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις
πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων,
καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι·
καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ̓ ὕλαν
Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο.
Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ 30
κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ’ ἐπ̓’ ὀλέθρῳ
δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ̓’ ἐμαράνθη.
μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων,
κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ
τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν,
οὐδὲ τόσον ποκ̓’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών,
οὐδὲ τόσον θρήνησεν ἀν̓’ ὤρεα μακρὰ Χελιδών,
Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ̓’ ἄλγεσιν ἴαχε Κῆϋξ, 40
οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν, 42

οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς 41
ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,
ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ̓’ ἔτερπεν,
ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις
ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν
«ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς.»
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 50
τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε;
τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;
εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,
ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ̓ ἀοιδᾶς.
Πανὶ φέρω τὸ μέλισμα; τάχ̓’ ἂν καὶ κεῖνος ἐρεῖσαι
τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ̓’ ἔτερπες
ἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας.
οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν 60
ἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας.
καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
ἕζετ̓’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
πάντα τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν,
παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,

καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.
χἀ Κύπρις ποθέει σε πολὺ πλέον ἢ τὸ φίλημα,
τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.
τοῦτό τοι ὦ ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος, 70
τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,
τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,
πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον
υἱέα δακρύεις, καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ.
ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε
Παγασίδος κράνας, ὃ δ’ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.
χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα
καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον·
τῆνος δ’ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ’ ἔμελπε, 80
καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,
καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,
καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα
ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·
Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·
οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά·
οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ· 90
σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶς

εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλάνα.
εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι
Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς
βουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητὰς
κλαρονόμος Μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων
ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ’ ἀπέλειπες ἀοιδάν.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,
ἠδὲ τὰ χλωρὰ σέλινα τό τ̓’ εὐθαλὲς οὖλον ἄνηθον, 100
ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι·
ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,
ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ
εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,
ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾄδειν.
ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾄδει.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες—
τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη; 110
τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι
ἢ δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε

δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,
ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ̓’ Ὀδυσσεύς,
ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ̓’ ἂν ἐς δόμον ἦνθον
Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,
ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ’ ἄγε Κώρᾳ
Σικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ. 120
καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν
ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστος
ἐσσεῖθ’ ἁ μολπά. χὠς Ὀρφέϊ πρόσθεν ἔδωκεν
ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,
καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγὼν
συρίσδων δυνάμαν, παρὰ Πλουτέϊ κ̓’ αὐτὸς ἄειδον.